ιστημιαν 8 ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙῼ
Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον
εὔδοξον, νέοι, καμάτων
πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ
5 ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθ έω ν λυθέντες
μήτʼ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
μήτε κάδεα θεράπευε· παυσάμενοι δʼ ἀπρήκτων κακῶν
γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·
ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
10 τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,
ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά
μοι δεῖμα μὲν παροιχόμενον
καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖν
χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπʼ ἀνδράσι κρέμαται,
15 ἑλίσσων βίου πόρον· ἰατὰ δʼ ἔστι βροτοῖς σύν γʼ ἐλευθερίᾳ καὶ τά. χρὴ δʼ ἀγαθὰν ἐλπίδʼ ἀνδρὶ μέλειν· χρὴ δʼ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
τὰν μὲν παρὰ καλλιρόῳ
20 Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·
σὲ δʼ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
κοιμᾶτο, δῖον ἔνθα τέκες
Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· καὶ
δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι
25 ἀρίστευον υἱέες υἱέων τʼ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντʼ ἀμφέπειν ὅμαδον· σώφρονές τʼ ἐγένοντο πινυτοί τε θυμόν.
ταῦτα καὶ μακάρων ἐμέμναντʼ ἀγοραί,
Ζεὺς ὅτʼ ἀμφὶ Θέτιος ἀγλαός τʼ ἔρισαν Ποσειδᾶν γάμῳ,
ἄλοχον εὐειδέʼ ἐθέλων ἑκάτερος
ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.
30 ἀλλʼ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,
ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δʼ
εὔβουλος ἐν μέσοισι Θέμις,
οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν
ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος
35 διώξει χερὶ τριόδοντός τʼ ἀμαιμακέτου, Δί τε μισγομέναν Διὸς παρʼ ἀδελφεοῖσιν.— ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα
υἱὸν εἰσιδέτω θανόντʼ ἐν πολέμῳ,
χεῖρας Ἄρεΐ τʼ ἐναλίγκιον στεροπαῖσί τʼ ἀκμὰν ποδῶν.
τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον
ὀπάσσαι γέρας Αἰακίδᾳ,
40 ὅντʼ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον·
ἰόντων δʼ ἐς ἄφθιτον ἄντρον εὐθὺς
Χείρωνος αὐτίκʼ ἀγγελίαι·
μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
45 λύοι κεν χαλινὸν ὑφʼ ἥρωϊ παρθενίας. ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δʼ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς
οὐ κατέφθινε. φαντὶ γὰρ ξύνʼ ἀλέγειν
καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
στόματʼ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·
καὶ Μύσιον ἀμπελόεν
50 αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,
γεφύρωσέ τʼ Ἀτρεΐδαισι νόστον,
Ἑλέναν τʼ ἐλύσατο, Τρωΐας
ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
55 ὑπέρθυμον Ἕκτορά τʼ ἄλλους τʼ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
τὸν μὲν οὐδὲ θανόντʼ ἀοιδαὶ ἔλιπον,
ἀλλά οἱ παρά τε πυρὰν τάφον θʼ Ἑλικώνιαι παρθένοι
στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
ἔδοξʼ ἆρα τόδʼ ἀθανάτοις,
60 ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.
τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
Μοισαῖον ἅρμα Νικοκλέος
μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας
65 ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν
ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τʼ ἀγὼν σὺν τύχᾳ
ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·
τὸν αἰνεῖν ἀγαθῷ παρέχει·
70 ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up