ιστημιαν 6
ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι
ΠΑΓΚΡΑΤΙῼ
θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
δεύτερον κρητῆρα Μοισαίων μελέων
κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,
τίν γʼ ἄωτον δεξάμενοι στεφάνων,
5
νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
10
εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς
καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
βάλλετʼ ἄγκυραν θεότιμος ἐών.
τοίαισιν ὀργαῖς εὔχεται
15
ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν
ὁ Κλεονίκου παῖς· ἐγὼ δʼ ὑψίθρονον
Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
ὔμμε τʼ, ὦ χρυσάρματοι Αἰακίδαι,
20
τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
τάνδʼ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
μυρίαι δʼ ἔργων καλῶν τέτμηνθʼ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
καὶ πέραν Νείλοιο παγᾶν καὶ διʼ Ὑπερβορέους·
οὐδʼ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
25
ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδα
καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον
ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
30
ἐν ναυσὶν Ἀλκμήνας τέκος.
εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο
χερσὶν βαρυφθόγγοιο νευρᾶς
35
Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων
ἐς πλόον κεῖνον κύρησε δαινυμένων.
τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
ἄνδωκε δʼ αὐτῷ φέρτατος
40
οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
ὁ δʼ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
αὔδασε τοιοῦτον ἔπος· εἴ ποτʼ ἐμάν, ὦ Ζεῦ πάτερ,
θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
45
λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτʼ ἐν Νεμέᾳ·
θυμὸς δʼ ἑπέσθω. ταῦτʼ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
50
ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δʼ ἔνδον νιν ἔκνιξεν χάρις,
εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·
ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·
καί νιν ὄρνιχος φανέντος κέκλεʼ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.
55
ὣς ἆρα εἰπὼν αὐτίκα
ἕζετʼ. ἐμοὶ δὲ μακρὸν πάσας ἀν αγήσασθʼ ἀρετάς·
Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας
Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον
εἰρήσεταί που κἀν βραχίστοις.
60
ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
τρεῖς ἀπʼ Ἰσθμοῦ, τὰς δʼ ἀπʼ εὐφύλλου Νεμέας,
ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δʼ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων·
τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
ἄρδοντι καλλίστᾳ δρόσῳ,
65
τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτʼ ἔπος,
υἱοῖσί τε φράζων παραινεῖ,
ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
70
καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·
γλῶσσα δʼ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντʼ ἀκόναν.
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
75
χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρʼ εὐτειχέσιν Κάδμου πύλαις.
Tap any Greek word to look it up