ιστημιαν 5
ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι
ΠΑΓΚΡΑΤΙῼ
μᾶτερ Ἁλίου πολυώνυμε Θεία,
σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·
καὶ γὰρ ἐριζόμεναι
5
νᾶες ἐν πόντῳ καὶ ὑφʼ ἅρμασιν ἵπποι
διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·
ἔν τʼ ἀγωνίοις ἀέθλοισι ποθεινὸν
κλέος ἔπραξεν, ὅντινʼ ἀθρόοι στέφανοι
χερσὶ νικάσαντʼ ἀνέδησαν ἔθειραν
10
ἢ ταχυτᾶτι ποδῶν.
κρίνεται δʼ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,
εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
μὴ μάτευε Ζεὺς γενέσθαι· πάντʼ ἔχεις,
15
εἴ σε τούτων μοῖρʼ ἐφίκοιτο καλῶν.
θνατὰ θνατοῖσι πρέπει.
τὶν δʼ ἐν Ἰσθμῷ διπλόα θάλλοισʼ ἀρετά,
Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
Πυθέᾳ τε παγκρατίου. τὸ δʼ ἐμὸν
20
οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·
σὺν Χάρισιν δʼ ἔμολον Λάμπωνος υἱοῖς
τάνδʼ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷ
25
κιρνάμεν ἀντὶ πόνων.
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
λόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς
μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς
Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
30
ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
Οἰνεΐδαι κρατεροί,
ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
γέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις.
ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ
35
Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις
δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
Ἡρακλῆϊ πρότερον,
καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·
λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,
40
καὶ στράταρχον Αἰθιόπων ἄφοβον
Μέμνονα χαλκοάραν· τίς ἄρʼ ἐσλὸν Τήλεφον
τρῶσεν ἑῷ δορὶ Καΐκου παρʼ ὄχθαις;
τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι
45
πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
πολλὰ μὲν ἀρτιεπὴς
γλῶσσά μοι τοξεύματʼ ἔχει περὶ κείνων
κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις
ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
50
ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
ἀλλʼ ὅμως καύχημα κατάβρεχε σιγᾷ·
Ζεὺς τά τε καὶ τὰ νέμει,
Ζεὺς ὁ πάντων κύριος. ἐν δʼ ἐρατεινῷ
μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμʼ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων
55
ἀμφʼ ἀέθλοισιν γενεὰν Κλεονίκου
ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς
μόχθος ἀνδρῶν· οὐδʼ ὁπόσαι δαπάναι
ἐλπίδων ἔκνισʼ ὄπιν.
αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
60
Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι
χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
λάμβανέ οἱ στέφανον, φέρε δʼ εὔμαλλον μίτραν,
καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.
Tap any Greek word to look it up