§1–19
§1
Ἐκ γενεῆς ἔνιοι μὲν οὖν ἐπὶ τῶν συγγενομένων εἰρῆσθαί φασιν, ἔνιοι δ’ ἐπὶ τῶν οὐ μετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι. τούτοις μὲν οὖν μαρτυρεῖ τὰ εἰρημένα ἐφεξῆς καὶ προφανῶς ἁμαρτάνουσιν οἱ περὶ μόνων τῶν γεννηθέντων ἀκούοντες· ἄμεινον γὰρ ἐπ’ ἀμφοτέρων ἡγεῖσθαι λελέχθαι τὸν λόγον. ὅτι δὲ τοῖς ἑτέροις μαρτυρεῖ τὰ ἐφεξῆς εἰρημένα μικρὸν ὕστερον ἐπιδείξομεν, ὅταν ἐκείνην ἐξηγώμεθα τὴν ῥῆσιν.
§2
Τὴν ἐπὶ τὰ ἔξω διαστροφὴν τοῦ σκέλους αὐτὸς ἔμπροσθεν ὠνόμασε κύλλωσιν, ἐφ’ ἧς ἔφη συμβαίνειν ῥέπειν ἔσω τὸν πόδα. ἄρθρα δὲ ποδὸς εἶπεν, ἐπειδὴ πλείω τὸν ἀριθμόν εἰσι γιγνόμενα μὲν ἅπαντα κατὰ τὰς κατὰ τὸν ἀστράγαλον διαρθρώσεις, οὐ μὴν ἑνὸς ὀστοῦ τὴν διάρθρωσιν ἔσχετο πρὸς αὐτόν· ἡ μὲν γὰρ περόνη κατὰ τὸ ἔξω μέρος, ἡ δὲ κνήμη κατὰ τὸ ἔνδον ἑκατέρα μεγάλαις ἀποφύσεσιν αὐτὸν περιλαμβάνει, τὸ δὲ πρόσω μέρος αὐτοῦ περιφερὲς ὂν, οἷον κεφαλήν τινα ἔχει πεφυκυῖαν ἐπ’ αὐχένι περιλαμβανομένην ὑπὸ κοιλότητος ὀστοῦ τοῦ καλουμένου σκαφοειδοῦς καὶ κατὰ ταύτην γε μάλιστα τὴν διάρθρωσιν ἀνατείνεσθαί τε σιμουμένῳ τῷ ποδὶ καὶ πρὸς τὴν ὀπίσω χώραν ἀπάγεσθαι συμβαίνει· καὶ μὴν κἀκ τῶν κάτω μὲν ὁ ἀστράγαλος πρὸς τὴν πτέρναν διαρθροῦται, καθ’ ὃν εἴρηται τρόπον ἐν τῷ περὶ ὀστῶν ὑπομνήματι καὶ γεγυμνάσθαι συνεβούλευσα τὸν μέλλοντα ταῖσδε ταῖς ἐξηγήσεσιν ὁμιλέειν. ἀλλ’ αἵ γε κυλλώσεις τοῦ ποδὸς μάλιστα γίνονται πρὸς τὴν ἔξω χώραν ἀφικνουμένης τῆς κνήμης ὡς αἰωρεῖσθαί τε καὶ ἀστήρικτον κρέμασθαι τὴν κάτω τῆς περόνης ἐπίφυσιν, ἣ περιλαμβάνει τὸν ἀστράγαλον ἔξωθεν.
§3
Προαυξέων λέγει τῶν ἐπὶ πλέον ηὐξημένων, ὧν οὐχ ὁμοίως ἐστὶν ἀνάπλαστος τῶν ὀστῶν οὐσία, καθάπερ τῶν βρεφῶν διὰ μαλακότητα· πρόδηλον ἐκ τοῦδε περὶ τῶν ἤδη γεγονότων αὐτὸν διαλέγεσθαι· εἰ δὲ καὶ περὶ τῶν ἔτι κυουμένων οὐχ ὁμοίως δῆλον, ἀλλὰ πολλάκις τε διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσε καὶ τοῖς κυουμένοις ἐξαρθρήματα γίγνεσθαι.
§4
Ὡς τὸ πολὺ μὲν ἐπὶ τῶν καθ’ ἕκαστον διαφερόντων, ὑπὲρ οὗπερ ἂν ἑκάστοτε τύχῃ διαλεγόμενος, εἴωθεν ἐπιφέρειν τρόπος ὄνομα. δύναταί γε μὴν νῦν καὶ περὶ τῆς γενέσεως τῶν κυλλωμάτων λέγειν, ὅτι κατὰ πολλοὺς γίνεται τρόπους· καὶ γὰρ τὸ ἐπιφερόμενον ἀμφοτέροις μαρτυρεῖ λέγοντος αὐτοῦ, τὰ πλεῖστα μὲν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι’ ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα. ἐκ μὲν γὰρ τοῦ φάναι, μὴ ἐξηρθρηκότα τελέως ἕνα τινὰ τρόπον ἐδήλωσε τοῦ πάθους. ἐκ δὲ τοῦ δι’ ἔθος σχήματος ἁπαλά τε ὄντα καὶ οἷον κηροειδῆ τὰ τῶν βρεφῶν ὀστᾶ διαστρέφεσθαι μοχθηρῶς ὑπὸ τῶν τροφῶν σχηματιζόμενα κατατιθεμένων ἐν τοῖς λίχνοις παρεστραμμένα πως ἢ καὶ περιηγμένα πλέοσιν ἐπιβλήμασιν ἢ θλώμενα πρός τινων, ὑφ’ ὧν ἁπάντων αἱ διαστροφαὶ γίνονται.
§5
Αὐτὸς ἐν τῷ περὶ ἀγμῶν εἶπεν· ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, πῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, πῇ δὲ οὐ πολλῷ λεπτότερον, ἀλλὰ τοῖς τε μετ’ αὐτὸν εἰθίσθη τὸ ἔξωθεν ὀνομάζειν περόνην. ταύτην οὖν ὠθεῖν ἔσω κελεύει καὶ τοῦτο πράττοντα τὴν πτέρναν ἀντωθεῖν ἐκτὸς καὶ μάλιστα αὐτῆς τὸ κατὰ τὴν ἴξιν, ὅπερ δηλοῖ τὴν εὐθυωρίαν, ὡς πρὸς τὴν κνήμην δηλονότι τὴν ἐν τῷ κατὰ φύσιν ἐπικειμένην αὐτῇ. πολλάκις δ’ ἔμπροσθεν ἤδη περὶ τοιούτου τρόπου τῆς ἐμβολῆς εἶπεν ἁπάντων ὄντων κοινοῦ. χρὴ γὰρ τὸ μὲν ἐξέχοντος τοῦ κατὰ φύσιν εἰς τὴν ἀρχαίαν χώραν ἐπαναγαγεῖν, ὅπως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστᾶ. τὰ δ’ ἐφεξῆς εἰρημένα περὶ τῆς διαπλάσεως αὐτῶν ἱκανῶς ἐστι σαφῆ τοῖς μεμνημένοις ὧν τ’ ἔμπροσθεν εἰς τοῦτο τὸ βιβλίον εἴπομεν ἐξηγούμενοι καὶ ὧν ἔτι τούτου πρότερον εἰς τὸ περὶ ἀγμῶν. εἰ δέ τι παρεμπίπτοι δοκοῦν ἀσαφέστερον εἰρῆσθαι, περὶ μόνου τούτου ποιήσομαι τὸν λόγον.
§6
Τοῖς διαπλασσομένοις μέρεσιν ἐπιτήδειός ἐστι τὴν ῥητίνην ἔχουσα κηρωτὴ, διότι συνέχεται μᾶλλον τῷ δέρματι καὶ τὰ ὀθόνια καὶ ξηραίνεται μᾶλλον τὰ σώματα. ἐκ μὲν οὖν τοῦ συνέχεσθαι τὸ φυλάττεσθαι τὴν διάπλασιν ἀμετακίνητον ὑπάρξει τοῖς θεραπευομένοις μορίοις, ἐκ δὲ τοῦ ξηραίνεσθαι τὸ πήγνυσθαί τε καὶ κρατύνεσθαι. τοῦτο δ’ αὐτὸ μόνιμον αὐτοῖς φυλάξει τὴν διάπλασιν. ὀθονίοις δὲ χρῆσθαι κελεύει μαλθακοῖς μὲν διὰ τὴν μαλθακότητα τῶν σωμάτων, ἣν ἐκ τῆς ἡλικίας ἔχει τὰ βρέφη. περιβεβλημένοις δὲ ἀτρέμα φυλαττόμενος τὴν ἐκ τῆς βιαίας περιβολῆς θλῖψιν αὐτῶν καὶ μάλισθ’ ὅταν ἐπὶ μαλακῶν γίνωνται σωμάτων. ὅτι δὲ ἧττον πιέζεσθαι κελεύει, διὰ τοῦτο πλέοσι χρῆσθαι τοῖς ὀθονίοις ἀξιοῖ· τὴν γὰρ ἀσφάλειαν τῆς ἐπιδέσεως ἔφασκεν ἢ πίεσιν ἢ πλῆθος τῶν ὀθονίων γίγνεσθαι.
§7
Καὶ τοῦτο κοινὸν ἁπάσης ἐπανορθώσεως ἄρθρων τε καὶ καταγμάτων ἐστὶ παράγγελμα πολλάκις ὑπ’ αὐτοῦ παρῃνημένον. οὐ βούλεται γὰρ ἐν ταῖς ἐπανορθώσεσι τὰ διαπλαττόμενα πρὸς τὸ κατὰ φύσιν ἀκριβῶς ἀχθέντα καταλιπεῖν αὐτόθι. κελεύει μὲν περιβάλλειν ὀλίγον ὅτι ὡς ἐκ τούτου τὴν πολυχρόνιον αὐτῶν ῥοπὴν ἐπὶ τὴν διαστροφὴν ἀντισπῶντες ἐν τῷ μέσῳ καταστήσωμεν, ὅπερ ἦν τὸ κατὰ φύσιν ἀκριβῶς. εἰ γὰρ ἐν τούτῳ διαπλάττοντες καταλείπομεν, ἐπὶ τὴν πολυχρόνιον διαστροφὴν ὑποῤῥεῖ τὰ μόρια. δῆλον δ’ ὅτι καὶ τοῦτο παράγγελμα ἐν τῷ γενικωτάτῳ πάντων ὑποπέπτωκε θεραπευτικῷ σκοπῷ, καθ’ ὃν ἔφασκε τὰ ἐναντία τῶν ἐναντίων ἰήματα εἶναι, μήτε τὰ κατεψυγμένα θερμαινόντων ἡμῶν τῇ μετρίᾳ θερμασίᾳ, μήτε τὰ θερμαινόμενα μετρίως ψυχόντων, ἀλλ’ εἰς τοσοῦτον ἐπέκεινα τῆς μεσότητος εἰς τἀναντία προχωρούντων, ὅσον ἀπεχώρησεν αὐτῆς τὸ πάθος ἐπὶ θάτερον· καὶ νῦν οὖν ἐπεὶ μὲν πάθος ᾖ ἡ κύλλωσις ἐναντία βλαισσώσει διὰ πάντων τῷ λόγῳ, τὸ κῶλον ὁ Ἱπποκράτης πρὸς τὸ βλαισσὸν ἀξιοῖ ῥέπειν ἐπέκεινα δηλονότι τῶν κατὰ φύσιν ἀκριβῶς ὄντων.
§8
Καὶ τοῦθ’ ἕνεκα τοῦ μονίμου τῆς ἐπιδέσεως ἐπιτεχνᾶται. διὰ τοῦτο δ’ οὖν καὶ προσκαταδεῖν αὐτὸ κελεύει τῇ ἐπιδέσει πάντων ὕστατον, ὅπως ἐκείνην τε συνέχῃ πᾶσαν αὐτόν τε μὴ θλίβῃ τὸν χρῶτα. τοῦτο δὲ ἐδήλωσε τῇ προκειμένῃ ῥήσει γράψας ἐφεξῆς τήνδε.
§9
Ἐκ τοῦ κατὰ τὸν μικρὸν δάκτυλον χωρίου, τουτέστι τῶν ἐκτὸς τοῦ ποδὸς τὴν ἄρτησιν ποιεῖται πρὸς τὴν γαστροκνημίαν, ἐπειδὴ κεκυλλωμένον πόδα θεραπεύει, βεβλαισσωμένον δ’ εἴπερ ἐθεράπευε, πάλιν ἂν ἐποίησε τὴν ἀνάρτησιν. ἐπὶ τἀναντία γὰρ χρὴ περιῤῥέειν τὸν πόδα τῇ διαστροφῇ ὡς τὰ μὲν εἰς τὴν ἔξω χώραν διεστραμμένα εἰς τὴν ἐντὸς ἐπιστρέψαι, τὰ δ’ ἔσω τὴν μετάστασιν πεποιημένα καὶ ταῦτα πρὸς τὸν ἐναντίον ἀπάγειν τόπον.
§10
Ὅπερ ἀρτίως ἐγὼ προειρήκειν αὐτὸς ἐν τῷ λόγῳ διῆλθεν, ἄλλα ἄλλης τῶν χωλωμάτων δεῖσθαι λέγων ἀναλήψεως, τὰ μὲν κεκυλλωμένα δῆλον ὅτι τῆς ἔσω μὲν προσαγούσης τὸ τῆς κνήμης πέρας, ἔξω δὲ τὸν πόδα, τὰ δὲ βεβλαισσωμένα τῆς ἔξω μὲν τὴν κνήμην, ἔσω δὲ τὸν πόδα, καὶ τὰ μὲν ἐπ’ ὀλίγον ἑκάτερον πεπονθότα μετρίως ἀντισπᾶν ἐπὶ τὴν ἐναντίαν χώραν ποιούμενον τὴν ἀνάληψιν, τὰ δὲ ἐπὶ πλέον ἀποκεχωρηκότα σφοδρότερον ἀντιτείνοντα· διὰ τοῦτο καὶ κοινὸν ἐπὶ πασῶν τῶν διαστροφῶν ὄνομα νῦν εἶπε τὸ χώλωμα.
§11
Ὁποῖον μὲν ῥυθμὸν εἶχον αἱ Χῖαι κρηπῖδες οὐχ οἷόν τε γνῶναι σαφές· οὐδὲ γὰρ κατ’ αὐτὸν ἔτι τὸν Ἱπποκράτην ἐσώζετο. διὰ τοῦτο γοῦν εἶπεν, οἷς αἱ Χῖαι κρηπῖδες ῥυθμὸν εἶχον, δυνάμενος εἰπεῖν ἔχουσιν. εὔδηλον δ’ ὅτι τὸ συνέχον μὲν ἀκριβῶς τὸν πόδα, μὴ θλῖβον δὲ τὸν χρῶτα τοῖς διαπλασσομένοις παιδίοις ἐπιτηδειότατόν ἐστιν ὑπόδημα, ὥστε πρὸς τούτους ἀποβλέποντι τοὺς σκοποὺς καὶ νῦν ἂν δύναιντο ποιεῖν ὑπόδημα χρήσιμον ἄνευ τοῦ ζητεῖν ὁποῖαί τινες ἦσαν αἱ Χῖαι κρηπῖδες.
§12
Εἰς ὑποδήματος ἥξει λόγον τὸ θεραπευόμενον παιδίον, ὅταν τε τὸ κατορθούμενον μόριον ὑγιὲς ᾖ καὶ τηλικοῦτον ὅταν ἐν τῷ τέως αὐξηθὲν γένηται καὶ μηκέτι μαλακὴν αὐτῶν τῶν ὀστῶν τὴν οὐσίαν εἶναι. οὐδὲ γὰρ οὐδ’ ἐπιτρέψαι χρὴ πρότερον αὐτὸ βαδίζειν, ἵνα μὴ πάλιν ἐπὶ τὴν ἔμπροσθεν διαστροφὴν ἐπανέλθῃ τὸ μόριον. ὅταν δ’ ἀβλαβῶς δύναται βαδίζειν, ἀρβύλας ὑποδεῖν αὐτῷ προσήκει. κοῖλον δ’ ἔστιν ὑπόδημα τοῦτο καὶ περιεσφιγμένον ἀκριβῶς τῷ ὅλῳ ποδὶ μέχρι τῶν σφυρῶν. εὔδηλον δ’ ὅτι τοιοῦτόν ἐστι κἀξ ὧν ἐπήνεγκεν αὐτὸς ὁ Ἱπποκράτης εἰπὼν, αὐτὰς πηλοβατίδας ὀνομάζεσθαι. τοῦτο γὰρ γέγονε τὸ ὄνομα, εἰ μὲν διὰ τοῦ π γράφοιτο πηλοπατίδας διὰ τὸ πατεῖσθαι τὸν πηλὸν ὑπ’ αὐτῶν, εἰ δὲ διὰ τοῦ β πηλοβατίδας, ἐπειδὰν βαίνειν ἀσφαλῶς ἐν πηλῷ δυνατόν ἐστι τοῖς ὑποδεδεμένοις τοιοῦτον ὑπόδημα.
§13
Ἄλλως ἄλλος ἄνθρωπος εἴθισταί τε καὶ πέφυκε βαδίζειν, ὁ μὲν τις ὀρθῶς ἀκριβῶς ἔχων, ὁ δ’ εἴσω μᾶλλον ἢ ἔξω ῥέποντα τὸν πόδα, καὶ τινὲς μὲν αὐτῷ τῷ στήθει, τινὲς δὲ τῇ πτέρνῃ βαίνουσι μᾶλλον, τινὲς δὲ ὁμαλῶς ὅλον στηρίζουσι. καὶ τοίνυν καὶ φαίνονται συνεξομοιοῦντες ἀεὶ τῷ τρόπῳ τῆς βαδίσεως οἱ ἄνθρωποι τὰ τοιαῦτα τῶν ὑποδημάτων, ὅσα μήτε βαθέα μήτ’ ἀκριβῶς ἐστι περιεσφιγμένα τῷ ποδὶ, καί σοι θεασαμένῳ τι τῶν τοιούτων ὑποδημάτων ἔνεστιν ἐξ αὐτῶν λογίσασθαι, πῶς χρώμενος αὐτοῖς βαδίζει. τὸ μὲν γὰρ ὀρθὸν καὶ μηδαμόσε ῥέπον, ἀλλ’ οἷον ὁ σκυτοτόμος ἐποίησε αὐτὸ, τοιοῦτον διαμένον, ὀρθὸν σημαίνει τίθεσθαι τὸν πόδα τοῦ χρωμένου· τὸ δ’ ἔσω νενευκὸς ἢ ἔξωθεν τὸν χρώμενον ἐνταῦθα ῥέπειν τὸν πόδα κατὰ τὴν ὁδοιπορίαν ἐνδείκνυται, καθάπερ γε καὶ τὸ πρόσω μᾶλλον ἢ ὀπίσω νενευκὸς ἢ κατὰ τὴν πτέρναν ἢ τὸ τοῦ ποδὸς στῆθος ἐκτετραμμένους ἔχοντος ἥλους ἢ ἐκ τῶν ἔξω μερῶν ἢ ἐκ τῶν ἔνδον ἐπὶ καινὰ δηλοῖ ῥέπειν ἐν τῇ βαδίσει τὸν πόδα. τὸ τοίνυν τοιοῦτον ὑπόδημα κρατεῖσθαί φησιν ὑπὸ τοῦ ποδὸς ὁ Ἱπποκράτης, ὅπερ ἐστὶ νικᾶσθαι, τὸ δ’ ἐναντίον αὐτοῦ τὸ διαμένον ἀῤῥεπὲς ἔμπαλιν τούτῳ κρατεῖν αὐτὸ τὸν πόδα ἀναγκάζον ὀρθόν τε καὶ ἀῤῥεπῆ τίθεσθαι κατὰ τῆς γῆς· κεφάλαιον δὲ τῆς τούτου κατασκευῆς ἐστιν ἐσφίγχθαι τε περὶ ὅλον ἀκριβῶς τὸν πόδα καὶ βάθος ἔχειν δαψιλές. ἐσφίγχθαι δ’ ἀδύνατον μὴ πολυσχιδὲς γινόμενον, ὥστε καὶ οἱ κυνηγέται δι’ αὐτὸ τοῦτο τοιούτοις ὑποδήμασι χρῶνται, πηδᾷν καὶ τρέχειν ἀναγκαζόμενοι δι’ ἀνωμάλων χωρίων. ἐν οἷς ἐὰν μὴ συνηρμοσμένον ᾖ ἀκριβῶς τῷ χρωτὶ τὸ ὑπόδημα, στρέμματά τε καὶ τίλματα γίγνεται κατά τε τὰ σφυρὰ καὶ τοὺς πόδας.
§14
Ἔτι καὶ νῦν οὗτος ἀσκεῖται κατὰ τὴν ἡμετέραν Ἀσίαν καὶ κατὰ τὴν Κρήτην οὐχ ἥκιστα μέχρι κνήμης μέσος ἀνήκων. ἔστι δ’ ἱκανῶς ὑπ’ αὐτοῦ πολυσχιδές τι δέρμα καθ’ ἑκάτερον τὸ μέρος ἀριστερόν τε καὶ δεξιὸν ἴσον ἐντεταμένον τε καὶ ἰδίᾳ συντετρημένον ἐπὶ τοῖς πέρασιν, ὡς ἱμάντι διεκβαλλομένων τῶν τρημάτων συνάγεσθαι κατ’ ἄλληλα τὰ τεταγμένα τοῦ δέρματος τμήματα. πρόδηλον οὖν ὅτι συνέχει τε καὶ σφίγγει τὸν πόδα, μετὰ τῆς κατὰ φύσιν διαρθρώσεως ὅλης ἀκριβῶς τὸ τοιοῦτον ὑπόδημα. χρῶνται δὲ αὐτῷ μάλιστα παρ’ ἡμῖν οἱ κυνηγέται θηρεύοντες, ἐπειδή περ ἐν τραχέσι καὶ ἀνωμάλοις χωρίοις ἀναγκάζονται πολλάκις οὐ τρέχειν μόνον, ἀλλὰ καὶ πηδᾷν· ἡ δ’ αὐτὴ καὶ τοὺς Κρῆτας αἰτία τοιούτοις ὑποδήμασι χρῆσθαι ἔπεισε, διά τε τὰ μεγέθη τῶν ὀρῶν τῶν ἐν τῇ νήσῳ καὶ τὰς τραχύτητας.
§15
Ἐμβάλλειν μὲν ὀστᾶ λέγει τὰ τῆς περόνης καὶ τὰ τῆς ὁμωνύμως παντὶ τῷ μορίῳ ὀνομαζομένης κνήμης. ἐξίσχει δὲ ταῦτα καὶ γυμνοῦται τοῦ χρωτὸς ἐν ἑκατέρᾳ τῇ διαρθρώσει τῆς κνήμης, ἥν τε πρὸς τὸν πόδα καὶ τὸν μηρὸν ποιεῖται. περὶ πρώτης οὖν διαλέγεται τῆς πρὸς τὸν πόδα διαρθρώσεως, ἀξιῶν ὅταν ἐνταῦθα τὸ τῆς κνήμης ὀστοῦν ἐξαρθρήσῃ, γυμνωθὲν ἀφίστασθαι τῆς ἐμβολῆς διὰ τὸν ἐπιγιγνόμενον σπασμόν. εἴρηται δὲ ἤδη περὶ τούτου κἀν τῷ περὶ τῶν ἀγμῶν, ὅτι συμβαίνει κατὰ τὰς τοιαύτας διαθέσεις τὸν μέντοι διασπᾶσθαι τῶν μυῶν, τὸν δὲ συνέρχεσθαι καὶ σώζειν τὴν ἕνωσιν, ἀνασπασθέντων οὖν αὐτῶν ἐπὶ τὴν ἀρχὴν ἔλαττον γίγνεται τὸ κῶλον ὅλον ἀκολουθεῖ τε καὶ συνανασπώμενον τοῖς μυσίν. ἐὰν δή τις κατατείνας ἐμβάλῃ τὸ ἐξέχον ὀστοῦν, ἅμα μὲν ἡ κατάτασις αὕτη βλάβην οὐ σμικρὰν ἐργάσεται τοῖς μυσὶν, ἅμα δὲ καὶ τὸ μῆκος τοῦ κώλου συναποτεῖνον αὐτοὺς ὀδυνήσει σφοδρῶς καὶ κατὰ τοῦτο μεγάλων μὲν ὄντων τῶν μυῶν ἐξ ἀνάγκης ἀκολουθήσει σπασμός. εἰ δὲ μικροὶ τύχοιεν ὄντες οἷοι κατὰ τοὺς δακτύλους εἰσὶν, οὐδ’ οὕτω μὲν ἀκίνδυνον ἔσται, σὺν ἀκριβείᾳ δὲ πολλῇ τῆς ὅλης θεραπείας οἱ πολλοὶ τῶν τοιούτων διασώζονται. τὸ μὲν οὖν εἰς τὴν θεραπείαν χρήσιμον εἵρηταί μοι. λογικὸν δέ τι ζήτημά ἐστι κατὰ τὸν τρόπον τοῦτον οὐδὲν οὔτ’ ὠφελοῦν οὔτε βλάπτον τὴν θεραπείαν ἐπισκεπτομένων ἡμῶν, διὰ τὶ προσέθηκε τοῖς τῆς κνήμης ὀστοῖς τὰ ἐξαρθρήσαντα· τῶν γὰρ ἐμβαινόντων ταῖς κοιλότησιν οὐ περιλαμβανόντων ταῖς ἐξοχαῖς πάθος εἶναί φησι τὸ ἐξάρθρημα. καὶ γὰρ καὶ καλεῖ αὐτὸς ἄρθρα ταῦτα, καθότι δέδεικται πολλάκις ἔμπροσθεν. οὐκ οὖν δέδεικται, φασὶ, τὴν κνήμην ἐξαρθρεῖν λέγειν, ἀλλὰ τὸν ἀστράγαλον. ῥητέον οὖν πρὸς τὰ τοιαῦτα ζητοῦντας ὃ καὶ ἔμπροσθεν ἤδη μοι λέλεκται, τοῦ σημᾶναι τὸ λεγόμενον πρᾶγμα μόνον φροντίζειν τὸν Ἱπποκράτην, καθάπερ καὶ ὁ Πλάτων ἡμᾶς τε ποιεῖν ἀξιοῖ τοῦτο καὶ πρῶτον αὐτὸς πράττει. δέδεικται δ’ ἡμῖν ἑτέρωθι, ὅτι οἱ παλαιοὶ πάντες οὐκ ἄλλον ἢ τοῦτον εἶχον τὸν σκοπόν. μόνος γὰρ φαίνεται Πρόδικος ἐζηλωκέναι αὐτὴν ἐν τοῖς ὀνόμασι μικρολογίαν, ὡς εἰώθασι προσαγορεύειν οἱ τὰ Προδίκου ζηλώσαντες. ὅτι δὲ οὐδὲν ἡ σαφήνεια τῆς διηγήσεως βλάπτεται, δῆλόν ἐστιν ἐξ αὐτῆς τῆς ῥήσεως εἰπόντος τοῦ Ἱπποκράτους, οἷσι δ’ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα τελέως ἐξίσχῃ τὰ παρὰ τὸν πόδα ἄρθρα· καὶ γὰρ ἐὰν ὀλίγον ἄρῃς τὸ ἐξαρθρήσαντα, δῆλόν ἐστι τὸ λεγόμενον, ὥστε τοῦτο τοὔνομα προσέθηκεν Ἱπποκράτης, μηδὲν ὅλως τὴν τοιαύτην μικρολογίαν, ἣν οἱ ζητοῦντες ἐπὶ τὸ πολὺ πάντες ἀδύνατοι λέγειν εἰσίν. οἱ δέ γε δύναμιν ἔχοντες ἑρμηνευτικὴν εἰς τὴν ἐνέργειαν τῆς ἑρμηνείας ἀποβλέποντες οὐδὲ παρακολουθοῦσι τοῖς κατὰ μέρος ὀνόμασιν, ἀλλ’ ἐπιῤῥέουσιν αὐτοῖς χρῶνται κατὰ τὴν τῶν Ἑλλήνων συνήθειαν. ὁ γοῦν Ἱπποκράτης ἔοικε νῦν ἐννοήσας, ὅτι ἐξίσχει τῆς διαρθρώσεως τὰ τῆς κνήμης ὀστᾶ διαπείραντα τὸ δέρμα τὴν ἑρμηνείαν οὕτως ποιήσασθαι. τὸ γὰρ ἐξέχον καὶ προκύπτον ἐπὶ πολὺ τῆς διαρθρώσεως ἐξηρθρηκέναι λέγων ἄν τις ἐναργέστερον ἑρμηνεύσειε καὶ τῇ τοῦ πράγματος φαντασίᾳ προσάγοι τὸν ἀκούοντα.
§16
Καὶ τὸ τῆς γαγγραίνης πάθημα παραγίνεσθαί φησιν αὐτοῖς ἐμβληθέντων τῶν ἐξεχόντων ὀστῶν παρὰ τῷ μεγέθει δηλονότι τῆς φλεγμονῆς. ὅταν γοῦν ὑπὲρ τὰ πάθη τὰ φλεγμαίνοντα τό τ’ ἐρυθρὸν τῆς φλεγμονῆς ἀπόλλυται, πελιδνῶν γιγνομένων τῶν σωμάτων, ἥ τε ὀδύνη μεμειῶσθαι δοκεῖ, διότι καὶ ἡ αἴσθησις ἐναρκώθη, καὶ ὅταν γε τελέως ἀναίσθητα γένωνται τὰ οὕτως πάσχοντα σώματα, τὸ πάθος οὐκέτι γάγγραιναν, ἀλλὰ σφάκελον ὀνομάζουσι. μεταξὺ γὰρ τούτου τοῦ σφακέλου καὶ τῆς μεγάλης φλεγμονῆς ἐστιν ἡ γάγγραινα, τοσοῦτον χεῖρον τῆς τηλικαύτης φλεγμονῆς ὅσον μετριώτερον τοῦ σφακέλου. φθορὰ γὰρ οὗτός ἐστι τῆς ὅλης οὐσίας τοῦ σφακελίσαντος μέλους, ὥστε οὐδ’ ἂν ἰήσαιτό τις αὐτὸν ἤδη συνιστάμενον, ἀλλ’ ἔτ’ ἀρχόμενον, ὅπερ οὐδὲ σφάκελός ἐστιν ὄντως, ἀλλὰ γάγγραινα μεγάλη πλησίον ἥκουσα σφακέλου. καταχρώμεθα δ’ οὖν ἐνίοτε τοῖς τῶν παρακειμένων παθῶν ὀνόμασι ἐπὶ τῶν ἀφικνουμένων μὲν εἰς αὐτὰ, μηδέπω δὲ ἐχόντων τὴν ἐκείνων ἰδέαν τε καὶ φύσιν. οὕτως οὖν καὶ τὴν μεγίστην φλεγμονὴν, ὅταν μήτε τὴν εὔχροιαν διασώζῃ τὴν ἑαυτῆς μήτε τὴν ὀδύνην, ἐνίοτε γάγγραιναν ὀνομάζομεν, μηδέπω μὲν οὖσαν ἀκριβῶς γάγγραιναν, εἰ δ’ ἀμεληθείη, μικρὸν ὕστερον ἐσομένην.
§17
Περὶ τῆς τοῦ ἑλλεβόρου χρήσεως ἐπὶ τῶν τοιούτων παθῶν εἴρηταί μοι διὰ τῶν εἰς τὸ περὶ ἀγμῶν ὑπομνημάτων.
§18
Ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα τὸ ἀσφαλῶς ἐστιν ἐστηρίχθαι. τούτου δὲ στοχαζόμενόν σε κελεύει τὸ ἀνωδυνώτατον αἱρεῖσθαι σχῆμα τῷ κάμνοντι· τὸ γὰρ, ὡς αὐτὸς ἐθέλει ὁ κάμνων, τοῦτον ἔχει τὸν σκοπόν.
§19
Τὸ μὲν μὴ κεκινευμένα δυνάμει προείρητο κἀν τῷ ἡρμόσθαι· τοῦτο γάρ ἐστιν αὐτὸ τὸ ἡρμόσθαι τὸ ἐστηρίχθαι οὕτω κατὰ πᾶν μέλος τὸ κῶλον, ὡς μηδαμόθι δύνασθαι κινεῖσθαι. τὸ δὲ μὴ ἀπαιωρευμένα καλῶς προσέθηκεν. εἰρηκὼς γὰρ ὅτι περ ἂν εὐφορώτατον ᾖ τῷ κάμνοντι σχῆμα, τοῦθ’ ἡμᾶς αἱρεῖσθαι, τῶν σχημάτων δ’ ἕν τι τὸ κατάῤῥοπον ἐπιστάμενος ἀξιοῖ τοῦτο φυλάττεσθαι, διότι ῥευματίζεσθαι τὰ πεπονθότα φλεγμονῆς αἴτιον γίγνεται. μεμνήμεθα δήπου κατὰ τὴν ἔμπροσθεν διδασκαλίαν εἰρημένου ὑπ’ αὐτοῦ κατὰ τὸ σκέλος σχήματος, ὡς ἄκρον τὸν πόδα βραχεῖ τινι τῆς ἀκριβεστάτης εὐθύτητος ὑψηλότερον εἶναι προσήκει. νῦν οὖν ἔοικε συγχωρεῖν τοῖς κάμνουσι χρῆσθαι τῷ κατ’ εὐθεῖαν. ὄντων γὰρ τριῶν τῶν πάντων, τοῦ τε καταῤῥόπου τε καὶ τοῦ ἰσοῤῥόπου καὶ τρίτου ἀναῤῥόπου συγχωρῶν ὡς ἂν ὁ κάμνων ἐθέλῃ σχηματίζεσθαι τὸ σκέλος, ἄνευ τοῦ καταῤῥόπου προστίθησιν. ἔμπροσθεν δ’ ἐκέλευε μόνῳ χρῆσθαι τῷ ἀνθρώπῳ τῷ κατ’ εὐθυωρίαν. εὔδηλον οὖν ἐστιν, ὅτι μάλιστα φροντίζει κατὰ τὰς τοιαύτας διαθέσεις ἀνωδυνίας φόβῳ σπασμοῦ. τοῦτον γὰρ ἐν τοῖς νευρώδεσι μορίοις, αἱ ὀδύναι μάλιστα ἐργάζονται, ὥστ’ εἴγε μήτε ψύχοιτο τὰ οὕτω πεπονθότα μήτ’ ὀδυνῷτο, σπασμὸν αὐτοῖς ἐπιγενέσθαι ἀδύνατόν ἐστι.
§20–31
§20
Καὶ περὶ τῶν τοιούτων ἤδη μοι λέλεκται, θεραπευούσης μὲν τῆς πισσηρᾶς κηρωτῆς τὰ ἕλκη, τοῦ δ’ οἴνου καὶ μάλιστα, ὡς αὐτὸς ἐδίδαξε, μέλανός τε ὄντος καὶ αὐστηροῦ διαφυλάττοντος ἀφλέγμαντα τὰ πεπονθότα μέρη. περὶ δὲ τοῦ φεύγειν χρῆναι τὸ ψῦχος, ὡς σπασμῶδες ἴσως μὲν ἐπὶ τῶν σαρκωδῶν μερῶν ἔδει τινὸς ἐξηγήσεως, ἐπὶ δὲ τῶν νεύρων ἄντικρυς δῆλον· ἀμφότερον γὰρ αὐτοῖς ὑπάρχει καὶ τὸ ψύχεσθαι ῥᾳδίως, ἅτε φύσει ψυχροῖς οὖσι καὶ ἀναίμοις καὶ τὸ παθοῦσιν εἰς σπασμὸν ἥκειν. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι δύναται σπασθῆναι μέρος ἄνευ τοῦ συμπαθῆσαι τὰ νεῦρα· καὶ μὴν δὴ καὶ ὅτι νευρώδεις τε τῶν ἄλλων μερῶν εἰσιν αἱ διαρθρώσεις πρόδηλον. οἱ γάρ τοι μύες ἐν αὐτοῖς εἰς τένοντα τελευτῶσιν ἀποτιθέμενοι τὰς σάρκας, ἃς ἐν τοῖς ἄλλοις ἑαυτῶν μέρεσιν εἶχον, ὥστε μᾶλλον ζητητέον ἐστὶ, διὰ τί χρῆταί ψυχρῷ μετρίως τῷ οἴνῳ· χρῆναι γὰρ οὐδὲ μετρίως ψυχρὸν προσφέρειν, ἀλλὰ θερμόν. ἔστι δὲ καὶ ὁ περὶ τούτου λόγος τοιόσδε· τῶν ἡλκωμένων μορίων ὁ μέντοι σκοπὸς τῆς ἰατρικῆς ἐστιν ἐν τῷ μὴ φλεγμῆναι. τοῦτο δὲ ἔσται μηδεμιᾶς ὑγρότητος ἐπιῤῥεούσης μορίῳ τῷ πεπονθότι, οὐκ ἐπιῤῥυήσεται δὲ ψυχόντων ἡμῶν αὐτό· τὰ γὰρ θερμαίνοντα καὶ ὑγραίνοντα εἰ τῷ σώματι προσφέρεται, παραχρῆμα μὲν ἐρυθρότερον ἐργάζεται τοῦτο. μικρὸν ὕστερον δὲ καὶ εἰς ὄγκον ἐξαίρει, καίτοι καὶ ἄλλην παραπλησίαν φλεγμονὴν καὶ περὶ αὐτὸ διάθεσιν ἐργάζεται. τὰ δὲ ψύχοντα τοὐναντίον ἅπαντα οὐ μόνον οὐδεμίαν ἐπικαλεῖται τοῖς ψυχομένοις μέρεσιν ἐκ τῶν ἄνωθεν ὑγρότητα περιττὴν, ἀλλὰ καὶ τὰς περιεχομένας ἐν αὐτοῖς ἐκθλίβει τε καὶ ὠθεῖ πρὸς τὰ πλησιάζοντα μόρια· διττὰ δ’ ἐστὶ τὰ ψύχοντα· τὰ μὲν τῇ πρὸς τὴν ἁφὴν ποιότητι προσφάτῳ, τὰ δὲ τῇ συμφύτῳ δυνάμει, τὰ δὲ τὰ στύφοντά ἐστι ψυχρὰ, καθάπερ ἐδείξαμεν ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ· καὶ τὸ λοιπὸν γένος τῶν ψυχόντων ἀπὸ τούτων διώρισται, μήκωνος ὀπὸς καὶ μανδραγόρου χυλὸς καὶ κώνειον, ὅσα τ’ ἄλλα τὴν ψῦξιν ἔχει σὺν ὑγρότητι. αὐστηρὰ γὰρ πάντα γεώδη τὴν ψῦξιν ἔχειν ἐδείκνυτο. λέλεκται δὲ οὐκ ὀλίγα περὶ τῆς τῶν τοιούτων φαρμάκων χρήσεως κἀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὥσπερ γε κἀν τοῖς περὶ τῶν ἑλκῶν Ἱπποκράτους ὑπομνήμασι. πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ γιγνώσκειν τοσοῦτον, ὡς ἡ μὲν τῶν ὑγρῶν καὶ ψυχρῶν φαρμάκων δύναμις εἰς τὸ βάθος ὅλον ἐνδύεται τῶν σωμάτων, οἷς ἂν πλησιάζῃ καὶ διὰ ταχέων αὐτὰ καταψύχει πλέον ἢ δεῖται ναρκοῦντα τὴν διοικοῦσαν τὰ σώματα δύναμιν. ὅσα δὲ γεώδη τὴν ψῦξιν ἔχει, ταῦτ’ ἐπιτηδειότατα, δι’ ὧν εἴρηκα πραγμάτων, ἐδείχθη πρὸς ἀπόκρισιν ἐπιῤῥεόντων χυμῶν. κατὰ τοῦτο τοιγαροῦν αὐτὰ προσφέρομεν, ἐπεὶ καὶ τὸ θερμὸν ἐπισπᾶται πρὸς ἑαυτὸ τοὺς χυμούς. διὰ τοῦτο καὶ τῇ προσφάτῳ ποιότητι ψυχρὰ προσφέρομεν, μὴ ὅτι θερμαινόντων αὐτά. νῦν οὖν ὁ Ἱπποκράτης ὅσον μὲν ἐπὶ τῇ διαθέσει τῶν ἡλκωμένων μορίων ἐχρῆτο ἂν αὐτοῖς τοῖς ψυχροῖς, ὥσπερ κἀπὶ τῶν ἄλλων τραυμάτων· ὅσον δ’ ἐπὶ τῷ φοβεῖσθαι τὸν διὰ τὴν ψῦξιν εἰωθότα γίγνεσθαι σπασμὸν, οὐ τολμᾷ τελέως ἐψυγμένου χρῆσθαι καὶ διὰ τοῦτο προσέθηκε τῷ περὶ αὐτῶν λόγῳ τὸ μὴ ἄγαν ψυχροῖσιν.
§21
Ποία τίς ἐστι καὶ τὸ βήχιον ἐπιτηδεία πρὸς τὰ παρόντα διὰ τὸ ξηραίνειν μετρίως, οὗ χρήζειν ἐδείχθη τὰ ἕλκη πάντα. περὶ δὲ τοῦ μέλανος οἴνου καὶ αὐστηροῦ λέλεκταί μοι κἀν τοῖς περὶ ἀγμῶν ὑπομνήμασιν, ὅτι τὸ μὲν ἀποκρούεσθαι τοῖς ἄλλοις οἴνοις ὁμοίως ἔχει. παχυμερέστερος δὲ ὑπάρχων αὐτῶν οὐ δάκνει τὰ ἡλκωμένα μόρια καὶ κατὰ τοῦτ’ ἔστιν αἱρετώτερος ἐκείνων.
§22
Οὐχ ὡς ἕλκει συμφέρουσαν ἐπιδέδεικταί μοι αἱρεῖσθαι νῦν τὴν κηρωτὴν τὸ περὶ τῶν ἑλκῶν ἐξηγουμένῳ, φεύγων τὰ τοιαῦτα φάρμακα κωλύοντα τὴν κόλλησιν αὐτῶν, ἀλλ’ ὅτι νῦν οὐχ ἁπλῶς ὡς ἕλκος ἰᾶται τὸ ἕλκος, ὅτι μήτε κολλᾷν αὐτῷ πρόκειται, καθάπερ ἄλλα τὰ νεότρωτα. τὸν πρῶτον δ’ ἔχει σκοπὸν ἐν τῇ θεραπείᾳ μὴ σπασθῆναι τὸν ἄνθρωπον, δι’ ὧν οὐδ’ ἐμβάλλειν αἱρεῖται τὸ ἄρθρον, ἀλλὰ μᾶλλον ἐᾶσαι χωλὸν αἰσχρῶς ἀποδειχθῆναι τὸ ἕλκος, οὔτ’ οὖν ἁπλῶς προσφέρει τὰ μαλθακώδη φάρμακα· καλεῖ γὰρ οὕτως αὐτὸς ἐν τῷ περὶ ἑλκῶν αὐτὰ, καίτοι παρηγορικὰ τῶν φλεγμαινόντων ὄντα. κατ’ ἀρχὴν γὰρ οὕτω γεγονυίας φλεγμονῆς αὐτοῦ τοῦ μὴ γενέσθαι πρὸς τὴν ἀρχὴν αὐτὴν φροντίζει καὶ διὰ τοῦτο χρῆται τοῖς ἀποκρουστικοῖς. οὔτ’ αὖ μόνοις τούτοις χρῆται, καθάπερ ἐπὶ τῶν ἄλλων διὰ τὸ σπασμοῦ δεδιὼς, ἀλλ’ ἔστιν αὐτῷ μικτὸς ὁ τρόπος τῆς θεραπείας ἐπιπεπλεγμένων ἀλλήλοις τῶν ἐναντίων ταῖς δυνάμεσι φαρμάκων ἐν μέτρῳ προσήκοντι. φανεῖται δέ γε καὶ διὰ τῶν ἐφεξῆς γεγραμμένων τούτου στοχαζόμενος, οἷς ἤδη πρόσεχε τὸν νοῦν.
§23
Οὔτε χλιαροῖς ἐχρῆτο τοῖς φαρμάκοις, οὔθ’ ὅλως ἐμίγνυεν ἔλαιον, εἴπερ ὡς ἡλκωμένον ἁπλῶς ἐθεράπευε τὸ μόριον, ἀλλ’ ὅπερ ἔμπροσθεν ἔφην, ἐπειδὴ φοβεῖται τὸν σπασμὸν, ἔλαιόν τε μίγνυσι καὶ χλιαρὰ προσφέρει πάντα, μήθ’ ὡς πρὸς σπασμὸν ἱστάμενος μόνον· ἀποκεχώρηκε γὰρ ἂν οὕτω τῆς κατὰ τὸ ἕλκος ἰάσεως· ἀλλὰ μηδὲ πρὸς ἐκεῖνο μόνον ἀποβλέπων. ἐν γὰρ τοῖς ἐπιπεπλεγμένοις πάθεσι ἐπιπλέκεσθαι δεῖ καὶ τὴν θεραπείαν, διὰ τοῦτο δὲ καὶ τὰ ἔρια προσφέρειν κελεύει ῥυπαρὰ, τουτέστιν οἰσυπηρά. καλοῦσι γὰρ οὕτως αὐτὰ διὰ τὸν οἴσυπον, ἐπειδὴ καὶ τοῦτο τὸ φάρμακον οὐχ ἁπλῆς ἐστι δυνάμεως, ὡς ἐδείκνυμεν ἐν τοῖς περὶ φαρμάκων, ἀλλὰ μικτῆς ἐξ ἐναντίων ποιοτήτων τε καὶ δυνάμεων τῆς τε στυφούσης καὶ τῆς θερμαινούσης χλιαρῶς. ἐπιτέγγειν δὲ, τουτέστιν ἐπιβρέχειν κελεύει τὰς τοιαύτας διαθέσεις οὐκ ἐν χειμῶνι μόνον, ἀλλὰ καὶ τῷ θέρει δηλονότι. κοινὸν γὰρ τοῦτο κατὰ πάσης τῆς θεραπείας, ἧς εἶπεν, ἐπὶ τῇ τελευτῇ προσέθηκεν, οὐχ ὡς ἐν τῷ χειμῶνι μόνον δεομένων τῶν τοιούτων διαθέσεων ὑγρότητος διηνεκοῦς, ἀλλὰ καὶ τῷ θέρει μᾶλλον ἢ ἐκείνῳ. διότι καὶ μᾶλλόν γ’ ἐν αὐτῷ ξηραίνεται τὰ περιβαλλόμενα τοῖς οὕτως ἔχουσιν ἔρια. καταντλεῖν μὲν οὖν ἀεὶ συνεχῶς ἅπαντα τὰ τοιαῦτα κελεύει. τὸ καταντλούμενον δ’ εἶναι χρὴ τοιοῦτον, οἶον ἐκέλευσε κατὰ τὴν πρώτην εὐθέως θεραπείαν προσφέρειν ἢ οἶνον μόνον, ὅταν ᾖ θέρους ἢ μετ’ ἐλαίου κατὰ χειμῶνα δηλονότι καὶ μέντοι καὶ τὸ ποσὸν τῆς θερμότητος ἐκ τῆς τοῦ περιέχοντος ἡμᾶς ἀέρος εὑρήσεις κράσεως. ἡνίκα μὲν γὰρ ἱκανῶς ἐστι ψυχρὸς, αὐξήσεις τὴν θερμότητα τῶν ἐπαντλουμένων ὑγρῶν, ἡνίκα δὲ θερμὸς, ἐκλύσεις. οὐ γὰρ ὅλως ἧκεν ἐπὶ τὸ χρῆσθαι τῷ θερμῷ, διὰ τοῦτο καὶ τὴν ποσότητα τῆς θερμασίας ὑπαλλάξεις συνεπιτείνων τε καὶ συνεκλύων τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει. μεμνῆσθαι δ’ ἐπὶ τῶν τοιούτων ἁπάντων χρὴ τῶν εἰρημένων ὑπ’ αὐτοῦ καθόλου καὶ μὴ πάντα ἐπὶ πᾶσιν ἀκούειν ἐθέλειν. τίνα δὲ ταῦτά ἐστιν; ἃ καὶ διὰ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων ἠξίωσα μεμνῆσθαι καὶ δι’ ἄλλων πολλῶν· καὶ ἐπειδὰν ἕν τι ῥηθῇ καὶ τῶν ἄλλων ἁπάντων ὅσα τὴν αὐτὴν ἔχει δύναμιν ἀναμιμνήσκεσθαι προσήκει καὶ νομίζειν ἐπὶ πάντων ἀκηκοέναι τὸν λόγον ὡς ἂν καὶ πάντων ὄντα κοινόν. οὕτω γοῦν καὶ νῦν αὐτὸς μὲν ὥρας χειμερινῆς ἐμνημόνευσε, σὺ δὲ καὶ χώρας καὶ ἡλικίας καὶ ἐθῶν τε καὶ φυσικῆς κράσεως σωμάτων ἀναμνησθήσῃ, χώρας μὲν ψυχρᾶς, ἡλικίας δὲ πρεσβυτικῆς, ἐθῶν δὲ τῶν καταψυχόντων τὸ σῶμα καὶ φυσικῆς κράσεως τῆς ψυχροτέρας. ἅπαντα γὰρ ἐνδείκνυται ταῦτα τὴν αὐτὴν ἔνδειξιν τῇ πρὸς Ἱπποκράτους ὥρᾳ γεγραμμένῃ. ἀλλὰ καὶ ὥσπερ ἐν χειμῶνι πρὸς τὸ θερμότερον ὑπαλλάττει τὴν θεραπείαν, οὕτως ἐν θέρει κατὰ τοὐναντίον ἐπὶ τὸ ψυχρότερον ὑπαλλάξεις. ἀνάλογον δὲ τῷ θέρει κατὰ τὰς θερμὰς ἡλικίας τε καὶ χώρας ἔθη τε καὶ κράσεις σωμάτων. πάντων μὲν οὖν θερμαίνειν ἐνδεικνυμένων αὐξήσεις ἐπὶ τὸ θερμὸν ἅπασαν τὴν θεραπείαν, ἁπάντων δὲ ψύχειν ἐπὶ τὸ ψυχρόν· εἰ δὲ τὰ μὲν ἐπὶ τὸ θερμαίνειν γε, τὰ δὲ ἐπὶ τὸ ψύχειν προτρέπει, πρός τε τὸν ἀριθμὸν αὐτῶν ἀποβλέπων καὶ τὴν δύναμιν, οὕτως ἂν μάλιστα στοχάσαι τοῦ προσήκοντος μετρίως κατὰ τὸ θερμαίνειν τε καὶ ψύχειν.
§24
Οὐ μόνον ἀφεῖλε τὴν διὰ τῶν ὑποδεσμίδων ἐπίθεσιν ἐπὶ τούτων, ᾗ διὰ παντὸς ἐχρῆτο κατά τε τὰ κατάγματα καὶ τὰς ἐξαρθρήσεις, ἀλλὰ καὶ τὰς ἔξωθεν ἐπὶ τοῖς ἐρίοις γινομένας περιβολὰς τῶν ἐπιδέσμων· καὶ τὴν αἰτίαν εἶπεν αὐτὸς, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖς τοιούτοις ἐστίν. ἀρκεῖ τοιγαροῦν αὐτοῖς μόνα τὰ ἔργα μήτε πίεσιν ἐργάσασθαι μήτ’ ἀχθοφορίαν δυνάμενα διὰ μαλακότητά τε καὶ κουφότητα. ταῦτα δὲ πάλιν οὐχ ὡς ἕλκος ἰώμενος δέδιεν, ἀλλὰ καὶ τὸν ἐκ τῶν γεγυμνωμένων τε καὶ τεθλασμένων τενόντων καὶ νεύρων φυλαττόμενος σπασμόν.
§25
Ἔναιμα καλεῖ φάρμακα κἀν τούτοις τοῖς βιβλίοις καὶ τῷ περὶ ἑλκῶν, ὅσα παραχρῆμα τοῖς τραύμασι προσφέρεται. τούτων οὖν, φησὶν, ὅσα διὰ πλείονος χρόνου λυόμενα δύναται μεταξὺ τῶν λύσεων ἐπιτέγγεσθαι, παραληπτέον ἐστὶ μάλιστα. βούλεται γὰρ ὥσπερ τἆλλα πάντα τῆς θεραπείας αὐτῶν πρὸς τὸ παρηγορικώτατον εἶδος ἔχειν τὴν ἀναφορὰν, οὕτω καὶ τὸ μὴ ἐπιδεῖν τὸν κάμνοντα καὶ τὸ μὴ συνεχῶς ἐπιλύειν. διὰ πλέονος δὲ χρόνου λύεσθαι δύναται τῶν ἐναίμων φαρμάκων τὰ ξηραντικώτερα, φυλαττομένων ἡμῶν ἐν αὐτοῖς τὸ διὰ σφοδρότητα ξυντατικόν. παραδείγματος δ’ ἕνεκεν, ὧν ἴστε δυοῖν φαρμάκων μνημονεύσω γεγραμμένων ἐν ἁπάσαις βίβλοις, ὅσαι συνθέσεως τῶν φαρμάκων ἔχουσι συμμετρίας, ὁποῖαι αἱ τοῦ Ἀνδρομάχου δύο καὶ ἡ τοῦ Ἥρα μία καὶ ἄλλων εἰσὶ πάμπολλαι, δι’ ἀσφάλτου μὲν ἄλλα φάρμακα συντίθενται. καλεῖται δὲ τὸ μὲν ἕτερον αὐτῶν Βάρβαρος, τὸ δ’ ἕτερον Κυζικηνὴ πλέον ἢ τὰ ἔναιμα ξηραίνουσα βλάπτει μᾶλλον ἢ ὠφελεῖ, συντείνουσα τὰ μέλη καὶ ὀδυνῶσα. τὸ δ’ ἕτερον φάρμακον ἐπιτήδειον, ὅταν γε καὶ αὐτὸ συμμέτρως ᾖ κεκραμένον. ἔνια γὰρ καὶ τούτων ἀμετρότερόν τε ξηραίνει καὶ σκληρὰ κατὰ τὴν σύστασίν ἐστιν. ἀλλὰ περὶ μὲν τῆς τῶν τοιούτων φαρμάκων διαφορᾶς, ἐν τοῖς περὶ τῆς συνθέσεως αὐτῶν ἐπὶ πλέον λέγεται. τῶν δ’ ὑφ’ Ἱπποκράτους ἐφεξῆς εἰρημένων τὰ πλεῖστά ἐστι σαφῆ τοῖς μεμνημένοις, ὧν ἔμπροσθεν εἶπον ἐξηγούμενος, αὐτό τε τοῦτο τὸ περὶ ἄρθρων βιβλίον καὶ πρὸς αὐτὸ τὸ περὶ ἀγμῶν. τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων καὶ ὅσα ῥητίνῃ προσκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοις ἐστί. χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκῶν τούτων γίνεται, πολὺν γὰρ χρόνον πλαδαρή. τίνα μὲν ὀλιγημερώτατα λέγει τῶν ἐναίμων, οὐ χαλεπῶς ἐξευρήσεις, εἴ γε μέμνησαι τῶν ἐν τῇ πρὸ ταύτης ῥήσει κατὰ τὴν ἐξήγησιν εἰρημένων, δῆλον γὰρ ὅτι τὰ δι’ ὀλίγων ἡμερῶν λυόμενα κέκληκεν οὕτως. δι’ ὀλίγων δ’ ἡμερῶν δεῖται λύεσθαι τῶν προειρημένων ἀσθενέστερα· συγχωρεῖ γὰρ ἀθροίζεσθαι περὶ τοῖς ἕλκεσιν ἰχῶρα πλείονα διὰ τὸ μὴ ξηραίνειν αὐτάρκως. ἔνιοι δ’ αὐτῶν τῶν παλαιῶν ῥητίνῃ προσκατελάμβανον ἔξωθεν οὐκ οἶδα τίνι λογισμῷ χρώμενοι. πολλὰ γὰρ εἰπεῖν ἐγχωρεῖ, φυλαττομένου δ’ Ἱπποκράτους ἅπαντα τὰ τοιαῦτα φάρμακα περιττὸν τὸ μηκύνειν· ἐν γὰρ ταῖς περὶ τῶν φαρμάκων πραγματείαις, ὅσα χρὴ περὶ τούτων ἐπίστασθαι διώρισται πάντα. νυνὶ δὲ περί τε τῶν προκειμένων αὐτάρκως λέλεκται καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα ἅπαντα ὑπερβήσομαι τοῖς μεμνημένοις τῶν προεξηγουμένων ταῦτα σαφῆ.
§26
Ὥσπερ ὅλον τὸ μεταξὺ γόνατος καὶ ἀστραγάλου κνήμην ὀνομάζει συγκείμενον ἐκ δυοῖν ὀστῶν, οὕτω καὶ τὸ μεταξὺ βραχίονος καὶ καρποῦ πῆχυν, οὐδὲ τοῦθ’ ἓν ἁπλῶς ὑπάρχον, ἀλλ’ ἐκ δυοῖν σύνθετον. ὀνομάζεται δὲ τὸ μὲν ἕτερον αὐτῶν κερκὶς, τὸ δὲ ἕτερον ἰδίως πῆχυς, ὥσπερ γε κἀπὶ τῆς κνήμης· τὸ δὲ κατ’ ἀγκῶνα, τῷ κατὰ γόνυ. χαλεπώτερα δὲ ἀεὶ τὰ πάθη τῶν μειζόνων ἐστὶ μορίων, ἐάν τε καταγῇ τι τῶν ἐν αὐτοῖς, ἐάν τε ἐξαρθρήσῃ. τοῦτ’ οὖν ἐάν τις ᾖ μεμνημένος ὀλίγης τῆς ἐξηγήσεως εἰς τὰ μέλλοντα ῥηθήσεσθαι δεηθήσεται.
§27
Τῷ μὲν ὀλισθῇ ῥήματι διὰ τὶ χρῆται, δεδήλωται κατὰ τὸν ἔμπροσθεν λόγον, ἡνίκα τὰ τῆς κνήμης ὀστᾶ παρὰ τὸν πόδα μεθ’ ἕλκους ἐξαρθρεῖν ἔφη. νυνὶ δὲ τὴν αἰτίαν εἰπεῖν βούλομαι, δι’ ἣν, ὅταν εἰς τὴν ἕξω χώραν ὁ πῆχυς ἐκστῇ μεθ’ ἕλκους, οὐ δύνανται κάμπτειν. ἐν δὲ τῷ τοιούτῳ πάθει συμβαίνει τὰ τοῦ πήχεος ὀστᾶ, κατὰ μὲν τὴν ἔνδον χώραν ἐπικεῖσθαι τοῖς τοῦ καρποῦ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἔξωθεν τενόντων ἐς τὸν ἄνω τόπον, ὡς ἐπὶ τὸν βραχίονα. τούτου δὲ συμβαίνοντος ἀναγκαῖόν ἐστι τοὺς δακτύλους ἀνατείνεσθαι πρὸς τὴν ἐκτὸς χώραν, ὅπερ ἐστὶν αὐτοῖς ἐκτετάσθαι. διὰ τοῦτ’ οὖν οὐδὲ καμφθῆναι δύναται τελέως, ἀντιβαινόντων τοῖς κάμπτουσιν αὐτοὺς μυσὶ τοῖς ἔξωθεν τῶν μυῶν καὶ τῶν τενόντων. εἴρηται γὰρ πολλάκις ὡς εἰ μὴ συνακολουθοῖεν οἱ ἀντιτεταμένοι τοῖς ἐνεργεῖν ἐπιχειροῦσι μυσὶν, ἀδύνατόν ἐστιν αὐτοῖς συμπληρῶσαι τὴν ἐνέργειαν. ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τοῦ μὴ δύνασθαι τοὺς δακτύλους ἐκταννύειν, ὅταν εἰς τὴν ἔξω χώραν ἀνάσχῃ τὰ τοῦ πήχεος ὀστᾶ. ταθέντων γὰρ σφοδρῶς τῶν ἔνδον μυῶν καὶ τενόντων, καὶ διὰ τοῦτο ἐπακολουθεῖν τῶν ἕξω μὴ δυναμένων, ἀπόλλυσθαι καὶ τὴν ἐκείνων ἐνέργειαν ἀναγκαῖόν ἐστι. καὶ μέντοι καὶ ἡ τῶν ὀστῶν σύνθεσις ἱκανῶς ἐμποδίζει τὴν καμπὴν, ὅταν ὁ πῆχυς ἐκ τῶν ἔνδον μερῶν ἐπιβαίνῃ τῷ καρπῷ· τὴν ἔκτασιν, ὅταν ἐκ τῶν ἔξωθεν.
§28
Μαρτύριον οὐ σμικρόν ἐστι καὶ τοῦτο καὶ τὸ κατὰ τὴν ἑξῆς ῥῆσιν ὑπ’ αὐτοῦ γεγραμμένον, ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἐπὶ τῶν ἐξισχόντων ὀστῶν ἐπί τε τῆς κατὰ τὰ σφυρὰ καὶ τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως. οὔτε γὰρ ὁ ἀστράγαλος καὶ ἡ κνήμη κατὰ τὴν πρὸς τὸν πόδα διάρθρωσιν ἐξίσχει τοῦ δέρματος, οὔθ’ ὁ καρπὸς ἐν τῇ πρὸς τὸν πῆχυν, ἀλλ’ ἡ κνήμη μὲν ἐπὶ τοῦ σκέλους, ὁ πῆχυς δὲ ἐπὶ τῆς χειρός. εἰκότως οὖν ἐξαρθρεῖν ταῦτα καὶ ὀλισθαίνειν εἶπεν, ὡς ἂν ἔξω τῶν διαρθρώσεων γιγνόμενα. νῦν γοῦν τὴν κνήμην ἐν τῇ πρὸς τῶν σφυρῶν διαρθρώσει φησὶν ἐξίσχειν ἐνίοτε, ποτὲ μὲν ἔξω τῆς διαρθρώσεως, ποτὲ δ’ εἴσω, καίτοι κατὰ τὴν ἑξῆς ῥῆσιν οὐ τὴν κνήμην, ἀλλὰ τὸν μηρὸν ἐξίσχειν λέγων εἰκότως, ἐν μὲν τῇ κατὰ γόνυ διαρθρώσει ποτὲ μὲν ἡ κνήμη φαίνεται, ποτὲ δὲ ὁ μηρὸς ἐξίσχειν. ἐν δὲ τῇ κατὰ τὸν πόδα διὰ παντὸς ἡ κνήμη, ὥσπερ γε κἀν τῇ κατὰ τὸν καρπὸν ὁ πῆχυς. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων.
§29
Εἰκότως εἶπεν ἄρθρων ἐνταῦθα κατὰ πλῆθος, ὥσπερ ἐπὶ τῶν κατὰ τὸ γόνυ. περὶ μέντοι τοῦ περὶ τὸν καρπόν τε καὶ τὸ σφυρὸν διερχόμενος, οὐκ εἶπεν ἄρθρα πληθυντικῶς. ὅτι δὲ ἄρθρα πλείω κατὰ τοῦτο τὸ χωρίον εἰσὶν, ὑπὲρ οὗ νῦν ὁ λόγος αὐτῷ πρόκειται, διὰ τοῦ τρίτου τῶν εἰς τὸ περὶ ἀγμῶν ὑπομνημάτων ἐδήλωσε. τὸν αὐτὸν λόγον εἶναί φησι τὸν νῦν ἐνεστῶτα τῷ προειρημένῳ περὶ τῆς κατὰ γόνυ διαρθρώσεως· ὥσπερ γὰρ ἐκεῖ ποτὲ μὲν ἡ κνήμη, ποτὲ δὲ ὁ μηρὸς ἐξίσχειν ἐλέχθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν ἐνίοτε μὲν ὁ πῆχυς, ἐνίοτε δὲ ὁ βραχίων εἰς τὴν τοιαύτην ἔρχεται διάθεσιν. ἃ δ’ ἐφεξῆς λέγει τούτοις, ἅπαντά ἐστιν εὔδηλα.
§30
Τίνα μέν ἔσιν ἔναιμα ἐπίτεγκτα πρόσθεν εἴρηται. τῆς βοτάνης δὲ τῆς πολυοφθάλμου καλουμένης, ἥτις καὶ βοὸς ὀφθαλμὸς ὀνομάζεται, τῷ φύλλῳ χρῆσθαι κελεύει παραπλησίως, ὡς ἔμπροσθεν ἐχρῆτο τῷ τοῦ βηχίου, τὴν αὐτὴν ἔχοντι καὶ τούτῳ δύναμιν. μέμνηται δὲ ταύτης τῆς βοτάνης καὶ Διοκλῆς ἐν τῷ περὶ λαχάνων. τὸ μέντοι κεφάλαιον ὅλης τῆς θεραπείας φησὶ χρῆναι ποιεῖσθαι τοιοῦτον, οἷον κἀπὶ τῶν τῆς κεφαλῆς καταγμάτων ἐδήλωσεν. ἐν ἐκείνῳ τῷ βιβλίῳ καὶ ἡμῖν ἐδείχθη ξηραντικώτερος ὁ τρόπος εἶναι τῆς θεραπείας ἐκείνης, ἧς κατὰ τὸ περὶ ἑλκῶν βιβλίον ἐποιήσατο καὶ μάλιστα τῆς κατὰ ἄρθρα.
§31
Οὐ ταὐτόν ἐστιν ἐκτετάσθαι τε λέγειν καὶ ἐκτείνεσθαι, καθάπερ οὐδὲ κεκάμφθαι καὶ κάμπτεσθαι· ἐκτετάσθαι μὲν γάρ τις εἰπὼν τὸ κῶλον ἓν αὐτοῦ σχῆμα μόνον δηλοῖ τὸ κατ’ εὐθυωρίαν οὐκ ἔχον τε τὸ μᾶλλον καὶ τὸ ἧττον· κεκάμφθαι δὲ εἰπὼν πάντα τὰ μετὰ τὴν ἔκτασιν σχήματα σημαίνει μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα μέχρι τῆς ἐσχάτης καμπῆς. τὸ δέ γε ἐκτείνεσθαι καὶ κάμπτεσθαι τῶν κινήσεων αὐτῶν ἐστι δηλωτικὸν ἐν τοῖς μετασχηματιζομένοις κώλοις γιγνόμενον. τὸ μὲν ἐκτείνεσθαι κατὰ τοῦ μεταξὺ τῆς τε ἐσχάτης καμπῆς καὶ τῆς ἀκριβοῦς ἐκτάσεως. τὸ κάμπτεσθαι δ’ ἔμπαλιν ἄχρι τῆς ἄκρας ἐκτάσεως, ἄχρι τῆς τελευταίας καμπῆς. νῦν οὖν ὁ Ἱπποκράτης εἰπὼν κεκάμφθαι μᾶλλον ἢ ἄχρι τῆς τελευταίας καμπῆς, τὸ κατ’ εὐθυωρίαν μόνον παραιτεῖται· διὰ δὲ τοῦ κεκάμφθαι πάντα τὰ μεταξὺ ταύτης τε καὶ τῆς ἐσχάτης καμπῆς, ἐν οἷς ἀεὶ τὸ προσφορώτερον αἱρεῖσθαι προσήκει, ποτὲ μὲν ἐλάχιστον ἀποχωροῦντα τῆς ἄκρας ἐκτάσεώς πως, ἔστιν ὅτε καὶ πλέον. ὁπόταν δὲ χρῇ τούτων ἑκάτερον πράττειν, ἐκ τῶν προειρημένων δυνήσῃ στοχάζεσθαι.
§32–40.2
§32
Περὶ τῶν ἀποκοπτομένων ὀστῶν ἐντεῦθεν ἄρχεται διδάσκειν σαφῶς ἅπαντα διεξιὼν, ὡς μὴ δεῖσθαι τῆς παρ’ ἡμῶν ἐξηγήσεως, ἀλλ’ ἀρκεῖ τοσοῦτόν μοι προειπεῖν, ὡς ἀκολουθήσεις σχεδὸν ἅπασιν οἷς λέγει, σκοπὸν ἔχων ὅνπερ κἀπὶ τῶν ἐξισχόντων ἄρθρων, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἐκβυρσώματα. κατὰ γὰρ τὸ μέγεθος τῶν ἄρθρων καὶ τὸ τοῦ κινδύνου μέγεθος, ὥσπερ ἐπ’ ἐκείνων τονῦν, οὕτως ἐπὶ τῶν ἀποκοπτομένων ὀστῶν εἴωθε γίγνεσθαι. προσθήσω δὲ κἀγὼ τῶν ἀσαφές τι δοκούντων ἔχειν ἐξήγησιν.
§33
Λέλεκται δὲ πολλάκις ἤδη φαύλην ὀνομάζειν ἰατρείαν τὴν ἀντικειμένην τῇ ἀκριβεῖ.
§34
Προειρηκὼς ὅτι μελαινομένων καὶ φθειρομένων τῶν περικειμένων τοῖς ὀστοῖς σαρκῶν ἀναγκαῖόν ἐστι καὶ τοῖς γυμνωθεῖσιν αὐτῶν ὀστοῖς τῷ χρόνῳ ταὐτὸν συμβῆναι καὶ διὰ τοῦτο κελεύσας ἀποκόπτειν αὐτὰ, νῦν συμβουλεύει τὴν ἀφαίρεσιν ποιεῖσθαι, μὴ ψαύοντα τῶν ὑγιῶν, ὅπως μὴ διὰ τὴν ὀδύνην ὁ κάμνων λειποθυμήσας ἰσχυρῶς δυσανακόμιστος γένηται. κατ’ ἄρθρον δὲ μᾶλλον, εἰ οἷόν τε, ποιεῖσθαι κελεύει τὴν ἀφαίρεσιν ἕνεκα τοῦ τάχους. ἐν μέσοις γὰρ τοῖς κώλοις χρόνος τρίβεται τῶν ὀστέων ἐκκοπτομένων, ἐπὶ δὲ τῶν ἄρθρων ἄνευ τοῦ ψαῦσαι τῶν ὀστῶν, ἀποκόπτεται τὸ πεπονθὸς μέρος τοῦ κώλου.
§35
Οὐ μόνον τῶν καμνόντων ἀεὶ φαίνεται κηδόμενος ὁ Ἱπποκράτης, ἀλλὰ καὶ τῶν ἰατρῶν ὡς ἀνέγκλητοι μὲν ἀεὶ παρὰ τοῖς κάμνουσιν ὦσιν, εὐδοκιμῶσι δὲ τὰ πλεῖστα. διὰ τοῦτ’ οὖν ἐπισημαίνεταί τε καὶ διορίζεται τὰ κατὰ φαντασίαν μεγάλα πάθη τῶν κατὰ δύναμιν. ἐπὶ μὲν οὖν τῶν κατὰ δύναμιν ἰσχυρῶν, οὐ μὴν φαινομένων γε τοιούτων, ἀποδιδράσκειν κελεύει. προΐεσθαι δὲ τὰ κατὰ φαντασίαν μεγάλα, καθάπερ καὶ ταυτὶ τὰ νῦν περὶ ὧν ὁ λόγος. ὅταν γὰρ ἀκριβῶς τι νεκρωθῇ μέρος, οὐκέτι συμπάθειαν ἰσχυρὰν ἄγει τὰ πλησιάζοντα. ταῦτ’ οὖν ἐὰν ἀποκόψῃς, τὸν ἐν τῇ χειρουργίᾳ τῆς λειποθυμίας φυλαξάμενος κίνδυνον οὐκέτι οὐδὲν ἀκολουθήσει δυσχερές.
§36
Πολλάκις ἤδη μοι λέλεκται τὸ δίκαιον ἐπὶ τοῦ κατὰ δύναμιν ἴσου λέγειν ὁ Ἱπποκράτης. ἔστι δὲ τοῦτο ταὐτὸ τῷ κατὰ τὴν ἀξίαν ἑκάστου. τοιοῦτο δέ τι καὶ τὴν δικαιοσύνην ἴσμεν οὖσαν. ὅσον μὲν οὖν ἐπὶ τοῖς μυσὶ δίκαιον σχῆμά ἐστιν, ἐν ᾧ μηδετέρως τείνονται, μήθ’ οἱ κάμπτοντες μήθ’ οἱ ἐκτείνοντες τὸ κῶλον· ὅσον δ’ ἐπὶ τὸ κάταντες ἢ ἄναντες ἀποθέσθαι τὸ μόριον, ἴσον μὲν ἄν τῳ δόξειε τὸ μέσον ἀναῤῥόπου τε καὶ καταῤῥόπου, τουτέστι τὸ κατ’ εὐθεῖαν γραμμὴν ἐκτεταμένον ἀκριβῶς εἶναι δίκαιον. καὶ ὅταν γε μηδεὶς ᾖ κίνδυνος αἱμοῤῥαγίας, ἐὰν εὐφορώτερον ᾖ τοῦτο τῷ κάμνοντι, προαιρετέον αὐτό· καὶ λέλεκταί γε περὶ τούτου μικρὸν ἔμπροσθεν, ἡνίκα περὶ τῶν ἐκβυρσωμένων ὁ λόγος ἦν. νυνὶ δ’ ἐπὶ τῶν ἀποκοπτομένων ὀστῶν, ὥσπερ ἐπὶ τῇ χειρουργίᾳ κίνδυνος, ὡς ἂν ἀλγήσαντα σφοδρῶς τὸν κάμνοντα λειποθυμῆσαι. οὕτως μετὰ τὴν χειρουργίαν ἕτερος εἷς κίνδυνός ἐστιν ὁ τῆς αἱμοῤῥαγίας, ὅταν ἀποπέσῃ τὰ σεσηπότα μόρια τοῦ σώματος εἰωθὼς γίνεσθαι. πρόδηλον δ’ ὅτι τὸ κατάῤῥοπον σχῆμα πρὸς αἱμοῤῥαγίας ἐστὶν ἑτοιμότατον καὶ ὅσον ἐπὶ τὸ φυγεῖν ἀκριβῶς τε ἄμα καὶ ἀσφαλῶς τὸν ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον, ἐχρῆν ἀνάῤῥοπον ἀποσχηματίζειν τὸ ἀποκεκομμένον κῶλον, ἀλλ’ ἐπὶ τοῦτ’ ἐπώδυνον τὸ σχῆμα, διὰ τοῦτ’ ἀνάῤῥοπον αὐτὸ μετρίως σχηματίζομεν. εὔδηλον δ’ ὅτι καὶ κατ’ αὐτὴν τὴν ῥῆσιν αὐξῆσαι βουλόμενος τὸν λόγον ἐχρήσατο τῇ ποτὶ φωνῇ, ὡς εἰ καὶ οὕτως εἶπε, μηδὲν μετέωρον ποιεῖν μηδὲ ἐς τὸ κάτω ῥέπον, ἀλλὰ μᾶλλον ἄνω καὶ μάλισθ’ ὅταν τελέως περιῤῥαγῇ τὰ σεσηπότα. τῶν γὰρ αἱμοῤῥαγιῶν ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος.
§37
Ὥσπερ ὁπόταν τὰς αἱμοῤῥαγίας ἐφυλάττετο τὴν εὐθεῖαν θέσιν τοῦ κώλου, καίτοι μέσην τε καὶ δικαίαν οὖσαν, ἐπὶ τὸ ἀνάῤῥοπον ἦγεν εἰς τοσοῦτον ἄχρι τοῦ χωρὶς ὀδύνης τοῦ κάμνοντος ἀναταθῆναι τὸ κῶλον, οὕτως νῦν ἐνίοτε μετρίως κατάῤῥοπον ἀξιοῖ σχηματίζεσθαι τὸ κῶλον ἕνεκα τῆς ἐκκρίσεως τῶν ἰχώρων. ὅπου γὰρ οὔθ’ αἱμοῤῥαγίας ἐστὶ κίνδυνος οὔτε συμπαθείας οὔτε φλεγμονῆς, ἤδη ὄντα καθαρὰ τὰ ἕλκη μόνης ἐπουλώσεως χρήζει, περὶ παντός ἐστι ποιητέον, ὡς μήτε πῦον ὑφίσταται τότε μήτε ἰχώρ τις λεπτὸς, ἀλλ’ ἀποῤῥέει πάντα. κολπωθέντος μέντοι τινὸς αὐτόθι μέρους, εἴωθε γὰρ ἐνίοτε καὶ τοῦτο γίγνεσθαι, τῶν ἰχώρων ἀναβιβρωσκόντων ἐκεῖνα τὰ μόρια, ἃ κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ διὰ τὸν φόβον τῆς αἱμοῤῥαγίας ἀνάῤῥοπον ἡγούμεθα σχῆμα, χρείας ἕξομεν ὑποδεσμίδων αἷς προστελοῦμεν τὸν κόλπον. ἡ δ’ ἐπίδεσις ἐν τῷ τοιούτῳ καιρῷ κατὰ τὸν ἐναντίον γίνεται τρόπον ἁπάσαις ταῖς ἔμπροσθεν εἰρημέναις. ἐπ’ ἐκείνων μὲν γὰρ ἐκ τῶν κάτω μερῶν ἀρχόμενοι τελευτῶμεν ἄνω. κατὰ δὲ τὰς νῦν προκειμένας διαθέσεις, ἐφ’ ὦν ἐκκρίνεσθαι βουλόμεθα τὸ πῦον ἄνωθεν, ἀρχομένους ἐπὶ τὰ κάτω χρὴ νέμεσθαι παυομένους ἀνωτέρω βραχεῖ τοῦ κατὰ τὸν κόλπον στόματος, ἵν’ ἐκ μὲν τοῦ πυθμένος αὐτοῦ πᾶν ἐκθλίβηται διὰ τῆς εἰρημένης ἐπιδέσεως, ἀνεῳγμένου δὲ τοῦ στόματος εὐθέως ἐκρέῃ.
§38
Τὴν τῆς δυσεντερίας προσηγορίαν ἔοικεν ὁ Ἱπποκράτης οὐ κατὰ τῆς τῶν ἐντέρων ἑλκώσεως ἐπιφέρειν, ὡς οἱ πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ κατὰ τῆς αἱματώδους ἐκκρίσεως διὰ τῶν ἐντέρων γιγνομένης, ὥστε καὶ ὅταν ἀῤῥωστίᾳ τοῦ ἥπατος αἱματώδη διαχωρῆται καὶ τότε ὀνομάζεσθαι δυσεντερίαν τὸ πάθος, ὅπερ καὶ φαίνεται γιγνόμενόν τε καὶ λεγόμενον ὑπὸ τῶν ἰατρῶν. καὶ πολλοὺς ἴστε τῶν οὕτω πεπονθότων ἀπολλυμένους ἀγνοίᾳ τῶν θεραπευόντων. ἐπεὶ δ’ ἐνίοτε διὰ τὴν τῶν ἐξιόντων δριμύτητα συνεκκρίνηταί τις ἅμα τοῖς διαχωρήμασι κατ’ ἀρχὰς, ἀμελῇ δὲ τοῦ χρόνου προϊόντος ἤδη καὶ τῶν ἐντέρων αὐτῶν ξύσματα διὰ τοῦ θεραπεύειν ὡς ἕλκωσιν ἐντέρων μόνην, οἱ πολλοὶ τῶν ἰατρῶν ἀμελοῦντες τοῦ ἥπατος αἴτιοι θανάτου τοῖς κάμνουσιν ἐγένοντο. νόσημα μὲν οὖν ἐστιν ἥ τε τοῦ ἥπατος ἀῤῥωστία καὶ ἡ τῶν ἐντέρων ἕλκωσις. κοινὸν δὲ σύμπτωμά ἐστιν ἡ διὰ τῆς ἕδρας ἔκκρισις αἱματώδης οὐ κατὰ τὰς εἰρημένας αἰτίας γιγνομένη· καὶ γὰρ διὰ πλῆθος αἵματος ἀναστομουμένων εἰς ἔντερα φλεβῶν αἱματώδη διαχωροῦσιν, ὡς εἶναι τὸ πάθημα παραπλήσιον αἱμοῤῥοΐσι, μόνῳ διαφέρον τῷ κατὰ μὲν τὴν ἕδραν ἐκείνας γίγνεσθαι, κατὰ δὲ τὰς τῶν ἐντέρων ἕλικας ἀναστομοῦσθαι τὰς φλέβας ἐπὶ τούτων ἢ καὶ κατὰ τὸ ἀπευθυσμένον μὲν αὐτὸ, πόῤῥω μέντοι τῆς ἕδρας ἄνω κατὰ τὴν ἀρχὴν αὐτοῦ καὶ πολλοὺς εἴδομεν τοῦτο πάσχοντας ὧν ἀπεκόπη τι κῶλον, ἀλλὰ καὶ ὅσοι κατέλυσαν ἀθρόως ἰσχυρὰ γυμνάσια κατὰ τὸν ἔμπροσθεν χρόνον εἰθισμένα, τινὲς μὲν ἀθλήσαντες, ἔνιοι δὲ σκάπτοντες ἢ τοιοῦτόν τι φιλοπόνως ἐργαζόμενοι· ἐὰν γὰρ μὴ συγκαταλύσωσι τοῖς γυμνασίοις καὶ τὸ πλῆθος τῆς ἐδωδῆς, ἣν ὅτ’ ἐπόνουν ἐποιοῦντο, τινὲς μὲν ἐν τάχει πληθωρικοῖς ἁλίσκονται νοσήμασιν, ἔνιοι δὲ εὐτυχέστερον πράξαντες τῷ ὑφ’ Ἱπποκράτους εἰρημένῳ συμπτώματι δυσεντερίας· οὕτω γὰρ ὠνόμασεν, ὡς ἔφην, τὴν διαχώρησιν τοῦ αἵματος. ἐνίους δὲ ἤδη οἶδα τῇ διὰ ῥινῶν αἱμοῤῥαγίᾳ σωζομένους, ἄλλους δὲ ἁλισκομένους χολέρᾳ, καὶ γίνεται πᾶσιν αἷμα ἐκ περιόδου τοῦ πάμπαν, ἴσως ὡς ἔγγιστα τῷ χρόνῳ τὰ τοιαῦτα συμπτώματα. κακωθέντες γὰρ ἐπὶ ταῖς ἀθρόαις κενώσεσι καὶ καταψυχθέντες οὐ προσέχουσι τῇ μετὰ ταῦτα διαίτῃ. πάλιν δ’ ἀφυλάκτως διαιτώμενοι πάλιν πλῆθος ἀθροίζουσιν ἴσον τῷ πρόσθεν ἐν ἴσῳ χρόνῳ. κοινὴν οὖν αἰτίαν ἁπάντων τῶν οὕτω πασχόντων ἐροῦμεν εἶναι πληθώραν ἐκκενουμένην διὰ φλεβῶν ἀναστομώσεως ἢ κατὰ ῥῖνας ἢ καθ’ ἕδραν ἢ κατ’ ἔντερα γινομένης. αὐτὴν δὲ τὴν πληθώραν ἀθροίζεσθαι τοῖς ἐσθίουσι μὲν, ὡς ἔμπροσθεν ἤσθιον δαψιλῶς, μὴ δαπανοῦσι δὲ τὸ ἐκ τῆς τροφῆς ἀθροιζόμενον αἷμα. τούτῳ τῷ λόγῳ κοινῷ πάντων ὄντι τῶν οὕτω πασχόντων ὑποπέπτωκε καὶ τὰ ὑφ’ Ἱπποκράτους εἰρημένα. οἶς γὰρ ἀπεκόπη τι κῶλον ἡ πρότερον εἰς αὐτὸ παραγενομένη τροφὴ κατὰ τὰς φλέβας ἀθροιζομένη πλῆθος αἵματος ἐργάζεται. συμβουλεύειν δὲ χρὴ τοῖς τοιούτοις ἅπασιν ἐλάττω τ’ ἐσθίειν ἢ πρόσθεν, ὀλιγότροφά τε ταῦτα εἶναι καὶ συνεχῶς ὑπάγειν γαστέρα, γυμνάζεσθαί τε καθόσον ἂν δύναιντο καὶ τρίβεσθαι πλείω καὶ μὴ λούεσθαι μετὰ τροφὴν, ἀλλὰ πρὸ τροφῆς πολλάκις. εἰ δὲ καὶ διαφορητικοῖς ὕδασιν ἔχοιεν χρῆσθαι, κάλλιστα οὕτω πράττοιεν. ταῦτα μὲν οὖν εἴρηταί μοι κατὰ τὸ πάρεργον οὐκ ὄντα πάρεργα. διὰ τί δὲ καὶ τῶν αἱμοῤῥαγησάντων ἰσχυρῶς ἐνίοις ἐπιγίγνεται μετά τινα χρόνον ἡ τοιαύτη δυσεντερία, προσθεῖναι χρὴ τῷ λόγῳ· συμβαίνει δὴ καὶ τούτοις τοιοῦτον, ἐπὶ ταῖς σφοδραῖς αἱμοῤῥαγίαις καταψύχεται τὸ σῶμα καὶ διὰ τοῦθ’ ἧττον ἢ πρόσθεν ἐκκενοῦται διὰ τοῦ δέρματος. ὑπομένον δὲ ἐν τῷ σώματι τὸ μὴ κενούμενον αὐξάνει τὸ πλῆθος τοῦ αἵματος, ἐφ’ ᾧ καθότι δέδεικται πρόσθεν αἵ τε χολέραι καὶ αἱ διὰ ῥινῶν αἱμοῤῥαγίαι καὶ αἱματώδεις δυσεντερίαι γίγνονται· καὶ γὰρ οὕτως αὐτὰς ὀνομάζω ἕνεκα σαφοῦς διδασκαλίας. ἕπονται δ’, ὡς ἔφην, αἵματος πλήθει διὰ ῥώμην μᾶλλον οὐκ ἀῤῥωστίαν ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ τῆς φύσεως ὁρμώσης ἔμπαλιν ἢ ἐπὶ τῶν ἡπατικῶν ἔχει διαθέσεων. ἐν ἐκείναις γὰρ ἀῤῥωστία τοῦ ἥπατος αἱματώδη δι’ ἐντέρων ὑπέρχεται. ἐὰν μὲν ἤτοι δι’ αἱμοῤῥοΐδων ἢ διὰ τῶν εἰς ἔντερα καθηκουσῶν φλεβῶν ἢ διὰ τῶν εἰς τὰς ῥῖνας ἡ φύσις ἰσχύσῃ τὸ περιττὸν ἐκκρῖναι, σὺν εὐτυχίᾳ τοῦ πληθωριῶντος ἡ κένωσις ἐγένετο· μὴ δεξαμένων δὲ τῶν ἐνταῦθα χωρίων τὸ πλῆθος, ἀλλ’ ἐπὶ θώρακα καὶ πνεύμονα ῥυέντος αὐτοῦ, χαλεπὸν ἤδη τὸ πάθημα. δυοῖν γὰρ θάτερον περιπλευμονίαις τε καὶ πλευρίτισιν ἢ ἀναγωγαῖς αἵματος οἱ τοιοῦτοι περιπίπτουσι.
§39
Οὐχ ὡς ἱστορίαν γράφων τῶν συμβαινόντων τοῖς οὕτω κάμνουσιν, ὥσπερ ὁ Θουκυδίδης, ἡνίκα διηγεῖται τὸν λοιμὸν, ἀλλ’ ἕνεκα διορισμοῦ τῶν ἐφ’ ἑτέραις αἰτίαις γιγνομένων δυσεντεριῶν, ταῦτα προσέθηκεν ὁ Ἱπποκράτης, ὥστ’ εἰ μὴ καὶ τῆς προκειμένης πραγματείας ἴδιός ἐστιν ὁ λόγος, οὐδὲν χεῖρον αὐτὸν ἐξεργάσασθαι παμπόλλων ἰατρῶν ἀδυνατούντων διακρῖναι τὰς διαθέσεις, ἐφ’ αἷς ἐκκρίσεις αἵματος γίγνονται. νομίζουσι γοῦν ἔνιοι πάσας αὐτὰς ἑλκώσεσιν ἐντέρων ἕπεσθαι, μεγάλως σφαλλόμενοι. ἡ μὲν οὖν ἀπὸ τῶν αἱμοῤῥοΐδων ἔκκρισις οὐδ’ αὐτοὺς τοὺς κάμνοντας λανθάνει. τῶν δ’ ἄνωθεν ἐπὶ τὴν ἕδραν ἀφικνουμένων αἱματωδῶν ἔνια μὲν εὐθὺς ἐξ ἀρχῆς ἥκει, τινὰ δὲ προηγήσατό τι τοιοῦτον, εἰ ἐξαίφνης διαχωρήσειεν αἷμα πολὺ, γιγνώσκειν ἀναστόμωσιν ἀγγείου γεγονέναι τῆς φύσεως τὸ βαρῦνον αὐτὴν ἀποκρινούσης. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη δυσεντερία λάβρως ὁρμᾶται καὶ ταχέως παύεται, μετὰ τοῦ μηδ’ ἀνορέκτους τοὺς κάμνοντας ἰσχυρῶς γίγνεσθαι, καθάπερ ὅταν ἥπατος ἀῤῥωστοῦντος ἐκκρίσεις ἕπονται τοιαῦται. σπανιώτερον μὲν οὖν ἡπατικὴ διάθεσις ἀπὸ τοιαύτης ἄρχεται κενώσεως. ὡς τὸ πολὺ γὰρ οἷον κρεῶν πλύμα ἰχῶρες αἵματος λεπτὸν ἐκκρίνονται κατ’ ἀρχὰς αὐτοῖς. ἄρχεται μὲν οὖν ἐνίοτε καὶ σὺν ἀθρόᾳ κενώσει τοῦ αἵματος, ὅταν ποτὲ συνέλθῃ πληθωρικὴ διάθεσις ἀῤῥωστίᾳ τοῦ σπλάγχνου. μετὰ δὲ τὴν ἀρχὴν ὁποτέρως ἂν γενομένη ἅμα τῷ καὶ ἀνορεκτεῖν ἐσχάτως αὐτοὺς ἐκκρίνεται, ποτὲ μὲν αἷμα καθαρὸν οὐ πολὺ, ποτὲ δὲ καὶ μετὰ χολῆς ξανθῆς ἅμα ταῖς τῶν ἐντέρων ἀποξυομέναις πιμελαῖς, εἶτά που καὶ μετὰ ταῦτα καὶ οἷον τρὺξ αἵματος, ἡνίκα δὴ κακῶς ἔχει τὸ σπλάγχνον, παχύς. ἐπὶ δὲ ταῖς τοιαύταις ἐκκρίσεσι καὶ μάλισθ’ ὅταν ἔχωσί τι καὶ χολῆς αὐτῶν τῶν ἐντέρων συνεκκρίνεται τὰ μόρια τὰ καλούμενα ξύσματα ἐπιπολῆς αὐτῶν ἀποξυούσης τῆς δριμύτητος τῶν ἐντέρων διαχωρουμένων· ἐπὶ μὲν οὖν τῶν τοιούτων λεπτοτάτης διαίτης ἐστὶ χρεία, τοῖς δὲ τὸ πλεονάζον ἐκκρίνουσιν αἷμα, βέλτιόν ἐστι διδόναι τροφὴν σύμμετρον ἐῤῥωμένου τοῦ ἥπατος καὶ κρατεῖν αὐτῆς δυναμένου.
§40.1
Κατεγνώκασιν Ἱπποκράτους ἐπεμβαλεῖν τὸ κατ’ ἰσχίον ἄρθρον, ὡς ἂν ἐκπίπτον αὐτίκα πρῶτος μὲν Κτησίας ὁ Κνίδιος συγγενὴς αὐτοῦ· καὶ γὰρ αὐτὸς ἦν Ἀσκληπιάδης τὸ γένος, ἐφεξῆς δὲ Κτησίου καὶ ἄλλοι τινές. διττῆς οὖν οὔσης κρίσεως ἁπάντων τῶν τοιούτων πραγμάτων τῆς μὲν ἑτέρας, ὅταν αὐτόπτης τις γένηται τοῦ ζητουμένου, τῆς δ’ ἑτέρας ὅταν ἐκ τῆς φύσεως αὐτοῦ μὴ περιμένων μακρὰν πεῖραν ἐνδεικτικῶς ἀποφαίνηταί τι, καὶ ἡμεῖς ἀμφοτέρας ποιησόμεθα. τὸ μὲν οὖν τῆς φύσεως τοῦ πράγματος ἐστὶ τοιόνδε. κατὰ τὴν διάρθρωσιν ταύτην ἰσχυρότατός ἐστι σύνδεσμος, στρογγύλος, ἐγκατακεκρυμμένος αὐτῇ, συνάπτων τὴν κορυφὴν τῆς κεφαλῆς τοῦ μηροῦ τῷ βαθυτάτῳ τε καὶ κοιλοτάτῳ μέρει τῆς κοτύλης, ὥστε καὶ μὴ τεθέαταί τις τὸν κίνδυνον, ἀλλ’ ἐκ ταύτης γε τῆς διηγήσεως ἀκόλουθον αὐτὸ νοῆσαι βραχὺν εἶναι κατὰ μῆκος αὐτὸν, ὅπου ὁ μηρὸς ἐνστρέφεται ἀεὶ, καθάπερ ὁ Ἱπποκράτης εἶπεν·
§40.2
μηδέποτ’ ἐκτὸς ὑπερβαίνων τὴν ὀφρὺν τῆς κοτύλης ἀναγκαῖον ἐλάχιστον εἶναι τῷ μήκει τὸν σύνδεσμον. οὗτος οὖν αὐτός ἐστιν ὁ κωλύων ἐκπίπτειν τὸν μηρὸν, ἄχρι περ ἂν ἔχῃ κατὰ φύσιν. ἐγχωρεῖ δ’ αὐτὸν οὐκ ἀποῤῥαγέντα μόνον, ἀλλὰ καὶ δι’ ὑγρότητα πολλὴν ἀθροισθεῖσαν ἐν τῇ κοιλότητι παρὰ φύσιν ἔκτασιν τοσαύτην σχεῖν, ὡς ἐπιτρέψαι ποτὲ ἐκπεσεῖν τῆς κατὰ φύσιν ἕδρας τὸν μηρόν. εἰ μὲν οὖν ἀποῤῥαγέντος τοῦ συνδέσμου τὸν μηρὸν ἐππεσεῖν συμβαίνει, κἂν ἐμβληθῇ, παραχρῆμα εἶναι κατὰ χώραν οὐ δυνήσεται. καταντοῦς γὰρ οὔσης τῆς κοτύλης καὶ μεγάλου βάρους αὐτῆς ἐκκεκραμένου τοῦ παντὸς σκέλους, ἑτοίμως αὖθις ὁ μηρὸς ἐκστήσεται τῆς ἰδίας χώρας, ἥτις ἐν τῷ βαδίζειν ἐγχειρῆσαι βραχὺ θᾶττον ἢ ὑπερβῆναί τι τῶν ἐν ποσὶν, ὡς εἴ γέ τις ὀλίγην αὐτοῦ ποιοῖτο κίνησιν ἐφ’ ὁμαλοῦ ἐδάφους, ἀεί ποτε δύναιτ’ ἂν οὕτω μόνος φυλάξαι τὴν κατὰ φύσιν θέσιν· ἀλλ’ ἔοικεν ἀδύνατον τοῦτο. καὶ γὰρ εἰ μηδὲν ἄλλο δυνάμενός γε πάντως ἐπαίρειν ἀναγκασθήσεται, ὡς ἐν ταῖς εἰς πτύελον ἐμβάσεσιν. οὕτως μὲν οὖν ἡ φύσις τοῦ πράγματος ἡμᾶς διδάσκει, μὴ δύνασθαι μεῖναι κατὰ χώραν τὸν μηρὸν ἐμβληθέντα τοῦ συνδέσμου διασπασθέντος· καὶ γὰρ αὖ κἀκεῖνο προσθεὶς ἄν τις ἀληθεύοι, τῇ μὲν κατὰ τὸ γόνυ διαρθρώσει σύνδεσμοί τινὲς εἰσιν ἔξωθεν νευρώδεις, τῷ μηρῷ δὲ μόνῳ εἶς οὗτος οὐδενὸς ἔξωθεν ἄλλου τοιούτου σφίγγοντος τὴν διάρθρωσιν, οὔτε τῶν μυῶν· οὐδὲ γὰρ οὐδὲ παρὰ τούτων ὀλίγη τίς ἐστι βοήθεια πρὸς τὸ μὴ ῥᾳδίως ἐκπίπτειν τὰ ἄρθρα καὶ μάλισθ’ ὅταν ὦσιν εὐτραφεῖς τε καὶ σύντονοι, καθάπερ οὔτε τοῖς γυμναστικοῖς καὶ τοῖς σφοδροτάτας ἴσχουσι κατὰ τὰ παλαίσματα πληγάς τε καὶ πτώσεις καὶ τάσεις καὶ περιστροφὰς τῶν ἄρθρων οὐκ ἐκπίπτει τὰ κῶλα, διὰ τὸ πάντοθεν ἰσχυροῖς καὶ μεγάλοις σφίγγεσθαι μυσίν. εἶπε δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης κατ’ ἀρχὰς τοῦδε τοῦ βιβλίου καὶ τοῖς βουσὶ μάλιστα ἐκπίπτειν τὸ κατ’ ἰσχίον ἄρθρον, ὅταν ὦσι γέροντές τε καὶ λεπτοὶ διαῤῥαγέντος τοῦ κατὰ τὸν μηρὸν συνδέσμου, μένειν οὐχ οἷόν τε τῷ ἄρθρῳ κατὰ χώραν, κἂν ἐμβληθῇ καὶ μάλιστα ἐπὶ τῶν ἰσχνῶν. ἐφεξῆς οὖν ἴδωμεν, εἰ δι’ ὑγρότητα δαψιλῆ χαλασθεὶς ὁ σύνδεσμος ἐπιτρέψοιεν ἐκπεσεῖν τῷ μηρῷ, κἄπειτα ἐμβληθείη, τί συμβαίνειν εἰκός. ἐμοὶ μὲν δοκεῖ κἀνταῦθα πρόδηλον εἶναι, μενούσης μὲν αὐτῆς τῆς ὑγρότητος αὖθις ὡς αὐτὸς ἐκπέσῃ, ξηρανθείσης δὲ τὴν κατὰ φύσιν ἀσφάλειαν ἀπολήψεσθαι. ὅτι δὲ δι’ ὑγρότητα συμβαίνει τὸν μηρὸν ἔξαρθρον γίγνεσθαι καὶ παρ’ αὐτοῦ τοῦ Ἱπποκράτους μαθήσῃ γράφοντος ἐν ἀφορισμοῖς ὧδε· ὅσοις ὑπὸ ἰσχιάδος ἐνοχλουμένοις ἐξίσταται τὸ ἰσχίον καὶ πάλιν ἐμπίπτει, τούτοισι μύξα ἐπιγίγνεται. μύξης οὖν ἀθροιζομένης ἐν τῇ διαρθρώσει, τουτέστιν ὑγρῷ γλίσχρῳ διαβρεχόμενος ὁ σύνδεσμος χαλᾶται. διαφέρει δ’ οὐδὲν εἴτε σύνδεσμον ὀνομάζειν αὐτὸν, εἴτε νεῦρον συνδετικόν. ὅσοι γὰρ τῶν συνδέσμων εἰσὶ στρογγύλοι κατὰ νεύρων ἰδέαν, ἔθος ἐστὶ τοῖς ἀνατομικοῖς νεῦρα συνδετικὰ προσαγορεύειν αὐτούς· καὶ ἡμεῖς ἰασάμεθα δὶς ἤδη τοιαύτην ἔκπτωσιν μηροῦ καὶ οὐκέτι ἐξέπεσε τοῦ λοιποῦ χρόνου. προσήκει δὲ μέχρι πολλοῦ ξηραίνουσι φαρμάκοις περιλαμβάνειν τὴν διάρθρωσιν ἄχρις ἂν αὐτάρκως ξηρανθῆναι τὸ συνδετικὸν νεῦρον, ὡς μηκέτι συνεπεκτείνεσθαι τῷ μηρῷ τὴν ὀφρὺν τῆς κοτύλης ὑπερβαίνοντι, κατέχειν δὲ ἔνδον αὐτὸν ἐν τῇ κατὰ φύσιν θέσει. ὅτι δ’ ἐνίοτε μένει βληθεὶς μάρτυς ἀξιοπιστότατος ὁ Ταραντῖνος Ἡρακλείδης ἀνὴρ οὔθ’ ἕνεκα δόγματος κατασκευῆς ψευσάμενος, ὡς ἂν οἱ πολλοὶ τῶν δογματικῶν ἐποίησαν, οὔτ’ ἀγύμναστος περὶ τὴν τέχνην, ἀλλ’ εἴπερ τις καὶ ἄλλος ἱκανῶς τρίβων τῶν ἔργων τῆς ἰατρικῆς. ἀκούσωμεν δ’ αὐτοῦ τῆς ῥήσεως, ἥν ἔγραψεν ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς θεραπευτικῶν, αὐτοῖς ὀνόμασιν οὕτως ἐχούσης. ὅσοι δὲ οἴονται μὴ μένειν μηρὸν ἐμβληθέντα διὰ τὸ μὴ διασπᾶσθαι τὸ συνέχον νεῦρον πρὸς τὴν κοτύλην τοῦ ἰσχίου τὸν μηρὸν, ἀγνοοῦσιν ἐν τῷ καθόλου τρόπῳ τὴν ἀπόφασιν ποιούμενοι. οὐ γὰρ ἂν Ἱπποκράτης καὶ Διοκλῆς ἀνέγραψαν ἐμβολὰς, ἔτι δὲ Φιλότιμος, Εὐήνωρ, Νηλεὺς, Μόλπις, Νυμφόδωρος, ἄλλοι δέ τινες. ἡμεῖς δ’ ἐπὶ δύο παιδίων ἐκρατήσαμεν τῆς προθέσεως. πολλάκις τοί γε καὶ μᾶλλον ἐπὶ τῶν τελείων ὀλισθαίνει πάλιν τὸ ἄρθρον. οὐκ ἐκ λόγου δὲ δεῖ τὸ πρᾶγμα κρίνειν, ἀλλ’ ἐπειδή ποτε καὶ μένει, διαλαμβάνειν μὴ διὰ παντὸς ἀποσπασμὸν γίνεσθαι τοῦ νεύρου, ἀλλὰ καὶ ἀποχαλᾶσθαι καὶ συστρέφεσθαι πάλιν, ἐπειδὰν τοῦ ζητεῖν ἐστι χρήσιμον, ἀλλ’ οὐ παντελῶς κοινόν. ἐπὶ τῷ τέλει τῆς ῥήσεως ὁ Ταραντῖνος τοῦτο προσέγραψε φυλάττων τὴν ἑαυτοῦ προαίρεσιν ἐμπειρικὴν οὖσαν. ἔστι δ’ αὐτῶν ἡ προαίρεσις ὅσα φανερῶς ὦπται καὶ τὸ χρήσιμον ἤδη πρὸς τὴν τέχνην ἔχομεν ἐξ αὐτῶν εἰπεῖν, ἄχρηστον ἐπὶ τούτων εἶναι τὴν τῆς αἰτίας ζήτησιν, ἀλλὰ καὶ μετὰ τὸν Ἡρακλείδην ἄλλοι πολλοὶ τῶν νεωτέρων γεγράφασιν ἐμβληθέντα μηρὸν ὑπ’ αὐτῶν ἄχρι παντὸς μεμενηκέναι.
§41–61.2
§41
Τὸ χαριέντως τι πανουργεῖν εἰώθασιν οἱ Ἀττικοὶ κομψεύεσθαι λέγειν, ὅπερ καὶ νῦν σημαίνει παρὰ τῷ Ἱπποκράτει τὸ κομψευόμενος. καὶ γὰρ καὶ πρόσθεν εἷπεν ἐπὶ τῶν τῆς κλίμακος κατακλίσεων, ὡς ἐκχαυνοῦν τὸν πολὺν ὄχλον ἐπιτηδεύοντές τινες ἐπ’ αὐτὴν ἥκουσιν, ἀλλ’ ὅμως κἀκείνην ἔγραψεν, ἐπεὶ καὶ καλῶς αὐτῇ χρωμένους ἑώρα τοὺς καθ’ ἑαυτὸν ἰατρούς. οὕτως οὖν καὶ νῦν ὡς ἄν τις κάλλιστα διὰ κλίμακος κατατείνας ἐμβάλλοι μηρὸν ἐβουλήθη διδάξαι. ἴσως δ’ ἄν ποτε καὶ χρησαίμεθα αὐτῇ μὴ παρόντος τοῦ βάθρου, περὶ οὖ μετὰ ταῦτα ἐρεῖ. κελεύει τοιγαροῦν ἐπὶ κλίμακος τὸν θεραπευόμενον δήσαντας ἱμᾶσιν κρεμάσαι τὴν κλίμακα πρὸς μεσόδμην ἀνατείναντας. οὕτως δὲ ὀνομάζεται τὸ μέγα ξύλον ἀπὸ τοῦ ἑτέρου τοίχου πρὸς τὸν ἕτερον διῆκον, ἔν τε τοῖς τῶν πανδοχείων οἴκοις τοῖς μεγάλοις ἐν οἶς ἱστᾶσι τὰ κτήνη καὶ κατ’ ἀγρὸν ὁμοίως ἐν τοῖς γεωργικοῖς οἴκοις. βούλεται δὲ τοὺς μὲν πόδας ἄνω πρὸς τὴν μεσόδμην ἐστράφθαι, τοῦ κατατεινομένου δὲ τὴν κεφαλὴν οὐ πολὺ τῆς γῆς ἀπέχειν, ἄλλως τε δυνηθῆναι τὸν ἐμβάλλοντα τὸ ἄρθρον ὀρθὸν παρεστῶτα ταῖς ἑαυτοῦ χερσὶ χρῆσθαι πρὸς τὴν ἐμβολὴν, ὡς ἐφεξῆς διδάσκει.
§42
Τοὺς μὲν δεσμοὺς ὅπως προσήκει περιβαλεῖν οἶς εἶπε μέρεσι τοῦ σώματος, ἐδήλωσε σαφῶς. ἰσχυροτέρους μέντοι κελεύει καὶ μαλθακοὺς ἀνατείνοντας εἶναι τοὺς κατὰ τὸ πεπονθὸς σκέλος εἰκότως. ὅλη γὰρ ἡ κατάτασις ἕνεκα τῆς ἐκείνου θεραπείας γίγνεται κατὰ τὸν κοινὸν ἁπάντων τῶν ἐμβαλλομένων λόγον. ἐπειδὴ γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ τῆς κοτύλης ἐκπεσοῦσα πρὸς τὴν ἐκτὸς χώραν ἧκεν ὑπὸ τῶν ἐνταῦθα μυῶν ἀνασπασθεῖσα. προσήκει δήπου πρότερον εἰς τὸ κάτω μέρος αὐτὴν ἀγαγεῖν ἅμα τῷ μηρῷ δηλονότι, κἄπειθ’ οὕτως ἀπῶσαι πρὸς τὴν ἐκτὸς χώραν, εἶτα ἐπειδὰν κατ’ εὐθὺ γένηται τῆς κοτύλης ἤτοι τοῖς μυσὶν ἐπιτρέψαι μόνοις τοὐντεῦθεν ἢ καὶ συνεπωθεῖν αὐτόν. εἴρηται δὲ ἤδη πολλάκις ὡς οἱ μύες ἅπαντες ἐπὶ τὰς ἑαυτῶν κεφαλάς ἀνασπᾶσθαι πεφύκασι. συνανασπῶσιν οὖν δηλονότι καὶ τὸν μηρὸν ἑαυτοῖς, ἀνασπώμενος δ’ ἐμβήσεται τῇ κοτύλῃ τοῦ ἰσχίου κατὰ τὴν κεφαλὴν αὐτοῦ.
§43
Πλιχάδα μὲν ὀνομάζειν εἴωθεν ἅπαν τὸ μεταξὺ τῶν βουβώνων ἑκατέρου σκέλους. ἐν ταύτῃ δὲ τῇ πλιχάδι τὸ μέσον προσαγορεύει περίναιον, ὅπερ ἀπὸ τῆς ἐκφύσεως αἰδοίου καθήκει πρὸς τὴν ἕδραν. ἐν αὐτῷ δὲ καὶ τῆς κύστεως ὁ τράχηλος τέτακται· μεταξὺ δὲ τούτου γε κατὰ τὸ μῆκος ἐν τῇ πλιχάδι μέσῃ καὶ τῆς τοῦ μηροῦ κεφαλῆς ἀξιοῖ θέντα τὸν πῆχυν ἐπισυζεύξαντά τε τὴν ἑτέραν χεῖρα, καθότι σαφῶς αὐτὸς ἔγραψεν ἐκκρεμασθῆναι τὸν εἰς τὸ κάτω μέλλοντα τὴν κεφαλὴν ἐπισπάσαι τοῦ μηροῦ. γενήσεται δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μοχλεία πρὸς τὴν εἰς τὸ ἔξω μετάστασιν τοῦ ἄρθρου, χάριν τοῦ κατ’ εὐθὺ γενέσθαι τῆς κοτύλης τοῦ ἰσχίου τὴν κεφαλὴν τοῦ μηροῦ.
§44
Ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἀῤῥενικῶς εἶπε κιγκλισμὸν, οὕτω νῦν κίγκλισιν θηλυκῶς τὴν ἐπὶ βραχὺ γιγνομένην διακίνησιν. αὐτὸς γὰρ τὸ διακινῆσαι ῥῆμα κατὰ τῆς βραχείας κινήσεως, ἧσπερ μέμνηκε γράφων ἐμβολὴν ἐξηρθρηκυίας γένυος.
§45
Ἐν τῷ κάμπτειν τὸ σκέλος κατὰ βουβῶνα μετέωρος ὅλος ὁ μηρὸς γίνεται. κατὰ τὴν τοιαύτην γοῦν ἐνέργειαν ἡ ἐκπεπτωκυῖα κεφαλὴ τοῦ μηροῦ διακινηθεῖσα τὰ κατὰ περίσφαλσιν εἴωθεν ἐκπίπτειν ἔστιν ὅτε. τὸ δὲ κατὰ περίσφαλσιν ἔστιν ὅτε ποῖόν τι δηλοῖ καὶ ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου καὶ τὸ κατ’ ἰσχίον ἐκπιπτόντων τε καὶ ἐκβαλλομένων γίνεται, διὰ τῶν ἔμπροσθεν αὐτὸς ἐδίδαξεν ἡνίκα διδάσκει ἐπὶ τούτων τῶν διαρθρώσεων μὴ δύνασθαι γενέσθαι παράρθρημα, καθάπερ ἐπ’ ἀγκῶνος καὶ καρποῦ καὶ γόνατος καὶ σφυροῦ· διὰ γὰρ τὰς σφαιροειδεῖς μὲν εἶναι τὰς κεφαλὰς τῶν μηρῶν ὀστῶν, κυκλοτερῆ δὲ τὴν ὀφρὺν τῶν πρὸς αὐτὰς διαρθρουμένων κοιλοτήτων, οὐκ ἐνδέχεται μέρος μέν τι τῶν κεφαλῶν ἐν ταῖς κοιλότησιν εἶναι· μέρος δὲ οὐκ εἶναι, καθάπερ οὐδ’ ἐπὶ τῆς ὀφρύος ὀχεῖσθαι τῆς κοτύλης, ἀλλ’ εὐθέως ἀποκυλιομένας αὐτὰς ἢ εἴσω χωρεῖν ἢ ἔξω τῆς διαρθρώσεως. ἐπεὶ τοίνυν ἐλαχίστη ῥοπὴ τὴν ἐφ’ ἑκάτερα φορὰν τῆς κεφαλῆς οἰακίζει περίσφαλσιν ὠνόμασε τὸ γιγνόμενον.
§46
Ἐκ τῶν ποδῶν κρεμαμένου τοῦ ἀνθρώπου καὶ τὴν κεφαλὴν ἔχοντος κάτω, πᾶσι τοῖς ἄρθροις διατείνεσθαι συμβαίνει, βουλόμεθα δὲ ἡμεῖς ἓν μόνον ἄρθρον τὸ κατὰ τοὺς βουβῶνας τοῦτο πάσχειν. εἰκότως οὖν τοῦ γόνατος ἐπιβάλλειν κελεύει δεσμὰ τῶν μηρῶν τὴν τάσιν ἄνω ποιούμενα· μόνοις γὰρ τοῖς κατὰ τὴν κνήμην, ἐὰν ἐπιτρέψωμεν ἀνέλκειν τὸ σκέλος οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον τῆς κατ’ ἰσχίον διαρθρώσεως ἔκτασιν εἶναι συμβήσεται τὴν κατὰ γόνυ τοῖς τείνουσι δεσμοῖς οὖσαν ἐγγυτέρω.
§47
Ἐν τῷ περὶ ἀγμῶν εἰρήκει περὶ τοῦδε τοῦ μηχανήματος, ὥστε κἀντεῦθεν ἐφέλκονται μαρτύριον ὧν λέγουσιν ἔνιοι περὶ τοῦ γεγράφθαι μὲν ὑφ’ Ἱπποκράτους ἓν βιβλίον ἐξ ἀρχῆς ἐπιγεγραμμένον κατ’ ἰητρεῖον, ὕστερον δὲ εἰς δύο τμηθῆναι διὰ τὸ μέγεθος ἐπιγραφῆναί τε ἕτερον μὲν πρότερον αὐτοῦ μέρος περὶ ἀγμῶν, τὸ δὲ δεύτερον περὶ ἄρθρων. ὁποῖον δέ τι βούλεται τὸ μηχάνημα τοῦτ’ εἶναι δῆλόν ἐστι τοῖς τεθεαμένοις τὸ καλούμενον Ἱπποκράτειον βάθρον· οὕτω γὰρ ἐκ πολλοῦ σύνηθες ὀνομάζειν αὐτὸ τοῖς ἰατροῖς ἐστιν. ἔχουσι δὲ καὶ μιμήματα ταὐτοῦ μικρὰ οἱ πολλοὶ καὶ χρῶνται τῷ πλείῳ πάνυ πολὺ καὶ μόνον ἐστὶν αὔταρκες εἰς ἐμβολὰς ἄρθρων. εἰ δ’ ἄρα τις θέλει καὶ ἄλλοις χρῆσθαι, πρὸς μὲν τὰς ὁδοιπορίας τὸ πολύσπαστον καλούμενον ἐπιτήδειον, Ἀρχιμήδους δ’ αὐτό φασιν εὕρημα εἶναι, πρὸς δὲ τὰς ἐν πόλει χρείας στάσιμον μὲν ἄξιον λόγου τὸ τοῦ τέκτονος καλούμενόν ἐστιν ἢ τὸ τοῦ Ἀνδρέου, ἐφέδρανον δὲ τουτὶ τὸ Ἱπποκράτους βάθρον, ὅ τινες τῶν νεωτέρων ἰατρῶν, ἐπειδὴ ἐσκευάκασι ποικιλώτερον, ὥσπερ καὶ τὴν μηχανικὴν ἄμβην. ἐφεξῆς οὖν αὐτῷ γράφοντι τὴν κατασκευὴν τοῦ ὀργάνου προσέχετε τὸν νοῦν ἐφαρμόζοντες ἃ λέγει τοῖς τεθεαμένοις, ἐφ’ ὃ τεθέασθε βάθρον. μόνη γὰρ δεῖξις σαφηνίζει τὰ τοιαῦτα, καθάπερ εἴρηται καὶ πρόσθεν. ἐπὶ μὲν οὖν τῶν ἀναγιγνωσκόντων παρ’ ἐμοὶ τὸ βιβλίον ἑτοίμως ποιοῦμαι παρακειμένου τοῦ ὀργάνου πολλάκις μὲν αὐτοῦ τοῦ μεγάλου, πολλάκις δὲ καὶ τῶν μιμημάτων αὐτοῦ τινος ἃ διὰ ταύτην μόνην τὴν χρείαν κατασκευάζομεν, ἵνα ἔχωμεν δεικνύναι τοῖς ἀναγιγνώσκουσιν. οὐ γὰρ δὴ δι’ αὐτῶν ἐστιν ἐμβαλεῖν ἄρθρον, ἀλλὰ νῦν γε τοῦτο μὲν ἀδύνατόν ἐστι πρᾶξαι. τὸ δ’ ἐξηγήσασθαί τι τῶν κατὰ τὴν λέξιν ἀσαφῶν δυνατὸν, ὅπερ ἔν τε τοῖς ἔμπροσθεν ἐποίησα, καὶ νῦν ἐν τοῖς ἐφεξῆς πράξω.
§48
Τὸ μὲν ἔνθεν καὶ ἔνθεν ἐξ ἀριστερῶν καὶ ἐκ δεξιῶν λέγει. δῆλον δὲ ἐκ τοῦ προσθεῖναι κατὰ μῆκος, ἀλλὰ καὶ τὸ παραμήκεα ταὐτόν ἐστι. τὴν γὰρ ἄνωθεν τῆς κεφαλῆς καὶ κάτωθεν τῶν ποδῶν τομὴν ἐγκαρσίαν ἂν εἰρήκει μᾶλλον οὐ παραμήκη. ὃ δὲ σύμπασα φράσις ἑρμηνεύει τοιόνδ’ ἐστίν· οὐδὲν γὰρ χεῖρον αὐτὴν παραφράσαι σαφηνείας ἕνεκεν. ἔπειτα κατὰ μῆκος μὲν ἔνθεν καὶ ἔνθεν ἐντομὴν εἶναι χρὴ παραμήκη τοῦ ξύλου βάθος ἔχουσαν σύμμετρον, ὡς πρὸς μοχλείαν, ὅπως μὴ ὑψηλοτέρα τοῦ προσήκοντος ἡ μηχάνησις εἴη. τὸ γὰρ τοῦ καιροῦ λέγουσιν οἱ Ἕλληνες ἐνίοτε καὶ τοῦ προσήκοντος, ὅπερ καὶ δέον ὀνομάζουσιν. ἔστω τοιγαροῦν ἡ τομὴ τηλικαύτη τοῦ βάθρου, ὡς ἐν αὐτῇ στηρίζεσθαι μοχλὸν ἁρμόττοντα τῇ μελλούσῃ γενήσεσθαι μοχλείᾳ.
§49
Ὀνίσκους μὲν τοὺς ἄξονας ὀνομάζει, φλιὰς δὲ τὰ διαλαμβάνοντα τοὺς ἄξονας στηρίγματα. ταῦτα δὲ βούλεται κατὰ τὸ μέγα ξύλον ἑκατέρωθεν ἐνηρμόσθαι, τὸ μὲν γὰρ ἐκ τῶν ἄνωθεν μερῶν τοῦ βάθρου, τὸ δὲ ἐκ τῶν κάτω. πρὸς γὰρ τοὺς ἄξονας τούτους τὰ πέρατα τῶν περιβαλλομένων τῷ κάμνοντι βρόχων ἐνανάπτει κατὰ τὸν καιρὸν τῆς ἀντιτάσεως.
§50
Καπέτους μὲν οὐκ ὀλίγοι τῶν παλαιῶν εἰρήκασι τὰς τάφρους. ὁ δὲ Ἱπποκράτης νῦν ἐκ μεταφορᾶς κέχρηται τῇ προσηγορίᾳ τὰς ἐκτετμημένας τῷ βάθρῳ κοιλότητας ἑρμηνεῦσαι βουλόμενος, ἕνεκα τοῦ στηρίζεσθαι κατ’ αὐτὰς τοὺς μοχλοὺς, ἅς τινας κοιλότητας ἀξιοῖ μάλιστα μὲν ἐν τῷ ἡμίσει τοῦ ξύλου, τουτέστι τῷ κάτω διαγλύψαι. κωλύειν δὲ οὐδὲν ἐκ περιουσίας φησὶν, εἰ καὶ κατὰ τὸ ἄνω μέρος εἶεν· οὐ μόνον γὰρ τὸ κατ’ ἰσχίον ἄρθρον ἐμβάλλουσιν ἡμῖν ἐστι χρήσιμον τὸ νῦν ἑρμηνευόμενον ὄργανον, ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφονδύλους πάντα καὶ τὸν ὦμον. εἶναι δὲ χρὴ πλείους ταύτας, ἐπειδὴ καὶ ταῖς ἡλικίας καὶ τοῖς μεγέθεσιν, ὅλῃ τῇ σχέσει τοῦ σώματος ἀλλήλων διαφέρουσιν οἱ θεραπευόμενοι. τὸ μέγεθος δ’ αὐτῶν ὁπηλίκον εἶναι κελεύει καὶ τὴν διάστασιν, ἣν ἀλλήλων ἀπέχουσιν, αὐτὸς ἔγραψε σαφῶς.
§51
Ἐντετμῆσθαι βούλεταί τινα τοῦ βάθρου κοιλότητα πρὸς ὑποδοχὴν ἐπιτηδείαν τοῦ μέλλοντος ἵστασθαι κατ’ αὐτὸ ξύλον μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας κεφαλῆς τοῦ μηροῦ. σαφῶς δὲ αὐτὸς ἐδήλωσε, τίνος ἕνεκα ἵστησιν ἐν τῷ κατατείνειν τὸ ξύλον τοῦτο, καθάπερ καὶ τἆλλα πάντα τὰ ἐφεξῆς ἃ λέγει. διὰ δὲ τοὺς νωθροτέρους τὴν διάνοιαν οὐκ ὀκνήσω παράφρασιν τὴν αὐτὴν εἰπεῖν. τὸ τοίνυν ξύλον τοῦτο μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας τοῦ μηροῦ κεφαλῆς ὀρθὸν ἱστάμενον ἀντιστήριγμα γίνεται τῇ κάτω τάσει. λέλεκται γὰρ ἤδη πολλάκις ἔμπροσθεν, εἰ μή τις ἀντιτείνει πρὸς τὴν ἐναντίαν χώραν τοῦ κατατεινομένου κώλου, συνακολουθῶν ὁ κάμνων ἐκλύσει τὴν τάσιν. ἐργάζεται μὲν τοῦτο καὶ ἡ διὰ τῶν ἄνω βροχῶν ἀντίτασις, ἀσφαλείας δὲ ἕνεκα καὶ τούτῳ τῷ ξύλῳ χρῆται καὶ μέντοι καὶ μοχλεύει ποτ’ αὐτὸ ποιήσας τηνικαῦτα χαλαρόν.
§52
Αὐτὸς ἐφεξῆς ἐρεῖ στρογγύλῳ μὲν χρῆσθαι μοχλῷ μοχλεύοντας ἔξω τὸν μηρὸν, ὅπερ αὐτῷ νῦν πρόκειται τὴν ἔσωθεν μετάστασιν ἐμβάλλοντι κεφαλήν. ἐπὶ δὲ τῆς ἔξωθεν μεθεστηκυίας τῷ πλατεῖ χρῆται μοχλῷ· νῦν μὲν γὰρ βούλεται πορευθῆναι μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας κεφαλῆς αὐτὸν ἄνωθέν πως μᾶλλον πειρωμένης τῆς κεφαλῆς τιθέναι· κατὰ δὲ τὴν ἔξω μετάστασιν εὐρυχωρίας οὔσης ἱκανῆς ἀσφαλεστέραν ἕξει περίβασιν ὁ πλατὺς μοχλὸς, ὡς καὶ μετ’ ὀλίγον αὖθις εἰρήσεται κατὰ τὸν ἴδιον αὐτοῦ λόγον.
§53
Ὅτι μὴ μόνα τὰ τῶν ἀξόνων στηρίγματα φλιὰς ὀνομάζει, δῆλον ἐκ τῆσδε τῆς ῥήσεως ἐποίησε. τῇ γὰρ κατὰ τὸ μῆκος ὅλου τοῦ βάθρου μέσῃ χώρᾳ τέταταί τι ξύλον ἐγκάρσιον, οἷον κλιμακτῆρα διατείνας ἀπὸ δεξιῶν ἐπὶ ἀριστερὰ διῆκον, ὑπὲρ αὐτὸ κατατείνειν τὸ ἔξαρθρον σκέλος οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ξύλου αὐτῷ προσῆχθαι κατὰ μῆκος ἄνωθεν κάτω διῆκον, ὥστε μετ’ ἐκείνου τοῦ ξύλου τὸ σκέλος ὑπὲρ τὸν κλιμακτῆρα καταναγκάζεσθαι. πρόδηλον δ’ ὅτι τὸ ὑγιὲς σκέλος ὑποκάτω τοῦ κλιμακτῆρος ἔχειν προσήκει τὸν θεραπευόμενον ἐν τῇ μεταξὺ χώρᾳ τῶν φλιῶν· οὕτως γὰρ ὠνόμασε τὰ στηρίγματα τοῦ κλιμακτῆρος ἓν ἑκατέρωθεν ἐναρμόσας αὐτῷ τῷ βάθρῳ. δῆλον οὖν ὡς κατὰ μεταφορὰν ἀπὸ τῶν κατὰ τὰς θύρας φλιῶν ὠνόμασε καὶ τὰς κατὰ τὸ βάθρον ὡσαύτως.
§54
Ὅτι τὸ ξύλον προσκαταδεῖ τὸ σκέλος ὅλον, εἴρηταί μοι καὶ πρόσθεν, ἀλλὰ νῦν γε τοῦ ξύλου τὴν ἄνωθεν ἀρχὴν ὑψηλοτέραν ἀξιοῖ ποιεῖσθαι τῆς κεφαλῆς τοῦ μηροῦ προσθεὶς τῷ λόγῳ, τὸ οἶόν τε. πάνυ γάρ ἐστι χαλεπὸν ὃ λέγει ποιῆσαι, πλὴν εἰ τὸ μὲν εἰς τὸν βουβῶνα τοῦ μακροῦ ξύλου στηριζόμενον εἰργάσαιτό τις ταπεινότερον, ὑψηλότερον δὲ τὸ ἔξω πέρας ὁμαλόν τε καὶ ἰσόϋψον ἂν εἴη πάνυ χαλεπόν ἐστιν, ἅμα μὲν στηρίζειν αὐτοῦ τὴν ἀρχὴν ἐν τῷ βουβῶνι, ἅμα δὲ ὑπερέχουσαν ποιεῖν τῆς κεφαλῆς τοῦ μηροῦ κατὰ τὴν νῦν προκειμένην ἔκπτωσιν ὑψηλοτέραν οὖσαν τοῦ βουβῶνος.
§55
Ἀναταθέντος τοῦ μηροῦ περὶ τὸν κλιμακτῆρα ταπεινότερον γίγνεται τὸ ἐκπεπτωκὸς ἄρθρον. ἐπιτήδειον δὲ τοῦτο πρὸς τὴν ἐμβολήν ἐστιν, ἐπειδὴ ταπεινότερος νῦν ἡ ὀφρὺς τῆς κοτύλης γέγονε τῆς κεφαλῆς τοῦ μηροῦ· καὶ νῦν εἰ χωρὶς μὲν τῆς κοτύλης τὴν ὀφρὺν ὑπερβῆναι τὸ ἐκπεπτωκὸς ἄρθρον οὐχ οἷόν τέ ἐστιν αὐτὸ πάλιν ἐμπεσεῖν, ἀπεχώρισε δὲ ἀνωτέρω τῆς ὀφρύος, ἄριστον ἂν εἴη ταπεινὸν αὐτὸ ποιήσαντα κατατείνειν. ἐξαρτῆσαι δὲ δηλονότι δεῖ τοὺς κατατείνοντας αὐτῷ βρόχους ἤτοι ξύλου τινὸς ὑπεροειδοῦς ἀντιστηριζομένου τῷ κάτω πέρατι πρὸς ἑδραῖόν τι κατὰ τοὔδαφος κείμενον· εἰ δὲ μὴ διὰ τοῦ τοιούτου ξύλου βούλοιο τὴν κατανάγκασιν ποιεῖσθαι, τῷ πρὸς τῶν ποδῶν ἄξονι τοῦ βάθρου περιβαλεῖν τὰ πέρατα τῶν κατατεινόντων ἱμαντίων. τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ φάναι εἴτε τούτων τινὶ, εἴτε τῶν κατατασίων, λέγων τούτων δηλονότι τῶν προειρημένων πρὸς διαστολὴν τοῦ ὑπεροειδοῦς ξύλου. τὰ δ’ ἐφεξῆς τῆς ῥήσεως τῆσδε δῆλα.
§56
Ἐὰν κατατείνῃ τις ἰσχυρῶς τὸ σκέλος οὐδὲ τῆς διὰ τοῦ ξύλου μοχλείας ἐστὶ χρεία. καὶ γὰρ αἱ χεῖρες ἡμῶν ἱκαναὶ περιλαβοῦσαι κατὰ τὸν γλουτὸν ἔξωθεν ὅλον τὸ πέρας τοῦ μηροῦ πρὸς τὴν ἔσω χώραν ἀπῶσαι, μέχρις ἂν κατ’ εὐθὺ γένηται τῆς κοτύλης. εὔδηλον δὲ ὅτι στρογγύλος μοχλὸς ἀνεπιτήδειός ἐστιν εἰς τὴν τοιαύτην μοχλείαν, ὅπου γε καὶ ὁ πλατὺς ἐνδεής ἐστιν, εἰ μὴ τοιοῦτος εἴη καθ’ ἃ περιλαμβάνει τὸν γλουτὸν, ὁποίαν ἐκέλευσε ποιεῖν ἡμᾶς τὴν καλουμένην ἄμβην. αὐτὸς γοῦν εἴρηκε κατὰ λέξιν, ὡς κατ’ αὐτόν γε τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγον ἀνωτέρω, οὕτως ἐπιχειρεῖν χρὴ τῇ μοχλείᾳ. τοῦτο δὲ τὸ ὀλίγον ἀνωτέρω σιμοτέρου δεῖται τοῦ περιλαμβάνοντος οὐκ εὐθέως ἀκριβῶς. τὰ δ’ ἐφεξῆς πάντα δῆλα καὶ τῆσδε τῆς ῥήσεως.
§57
Καὶ τὰ περὶ τοῦ τρόπου τούτου τῆς ἐκπτώσεως εἰρημένα πάντ’ ἐστὶ σαφῆ τοῖς μεμνημένοις τῶν προειρημένων. ἀξιοῖ γὰρ οὐχ ὡς τοὺς προτέρους, οὕτω καὶ τοῦτον ὕπτιον κατακλίνειν, ἀλλ’ ἐπὶ τὴν γαστέρα· τοῦτο γὰρ δηλονότι τὸ πρηνές ἐστι σχῆμα. κατατείναντα δὲ ἰσχυρῶς ἐκ τῶν ὀπίσω μερῶν εἰς τὸ πρόσω χρὴ τὸ ἄρθρον ὠθεῖν. ἐν δὲ τῇ νῦν κατακλίσει τὸ μὲν ὀπίσω μέρος ἄνωθεν γίνεται, τὸ πρόσω δὲ ὑποκάτω τούτου. διὸ προσήκει τὸν ἐμβάλλοντα καταναγκάζειν εἰς τὸ κάτω τὴν κεφαλὴν τοῦ μηροῦ καὶ τοῦθ’ ἱκανώτατον μὲν ἡ διὰ τῆς σανίδος σήπωσις ἐργάζεται. δύναιτο δ’ ἄν τις αὐτὸ καλῶς πρᾶξαι κατ’ αὐτὴν τὴν ἐξοχὴν ἐπικαθίσας μετὰ τοῦ προσεμβληθῆναι βιαίως· ἀλλ’ ἐὰν τὸ τῆς ἰδίας πυγῆς ἐξέχον, ἐρείσει κατὰ τῆς ἐξηρθρηκυίας κεφαλῆς, οὐδὲν ὀνήσει τὸν κάμνοντα. δεῖται τοίνυν τοῦτο τὸ ἔργον ἀνδρὸς ἐπιμελοῦς τε καὶ συνετοῦ.
§58
Ἐπὶ τὴν τετάρτην διαφορὰν τῆς ἐκπτώσεως τοῦ κατ’ ἰσχίον ἄρθρου μεταβὰς, σαφέστατα πάντα τὰ περὶ αὐτοῦ εἶπε καὶ μάλιστα τῶν μεμνημένων τῶν ἔμπροσθεν ὥστε οὐδὲν ἡμᾶς τῶν ἐνταῦθα δεῖ παραφλυαρεῖν.
§59
Καὶ τὸν διὰ τοῦ ἀσκοῦ τρόπον τῆς ἐμβολῆς οὐκ ἐπαινῶν, ὅμως ὡς ἄν τις ἄριστα καὶ τούτῳ χρήσαιτο διδάσκει, σαφῶς ἅπαντα διερχόμενος.
§60
Οὗτος ὕστατος αὐτῷ λόγος ἐστὶ παρακελευομένῳ τὴν εὐπορίαν ἀσκεῖν τῶν ἐπιτηδείων πρὸς τὴν θεραπείαν, ὥστε κἂν μήτε τὸ βάθρον παρῇ, μήτε ἄλλο τι τῶν προειρημένων ἐπινοεῖν αὐτὸν ὅμοιόν τι, περὶ ὧν ἐφεξῆς σαφέστατα διῆλθεν, ὡς μηδὲν αὐτῶν δεῖσθαι μηδὲ βραχυτάτης ἐξηγήσεως. ἅπαντα γάρ ἐστι σαφέστατα τοῖς γε μεμνημένοις τῶν προειρημένων, ὃ δὲ μοι δοκεῖ ἀσαφέστερον εἶναι τοῦτο προσγράψω.
§61.1
Τὰ κατὰ τὴν ναῦν σχοινία καλοῦσιν ὅπλα, δηλοῖ δὲ τοῦτο καὶ ὁ ποιητὴς εἰπών·
§61.2
Δῆλον οὖν ὅτι νῦν ὁ Ἱπποκράτης εἴρηκεν ὅπλα μὲν ἰδίως τὰ ἐν τῇ νηῒ σχοινία. τὰ δὲ ἔξω τῆς νηὸς ἐν ταῖς πόλεσι καὶ κατ’ ἀγρὸν διὰ τῆς κοινῆς προσηγορίας ἐδήλωσε τῆς σχοινία.
Tap any Greek word to look it up