Galen In Hippocratis De articulis
EN Lat Orig
Book 2
§1.1–10
§1.1 Γνάθον ὀνομάζουσιν οἱ ἀνατομικοὶ τὸ ὑποκάτω τοῦ μήλου καλουμένου. τὸ μῆλον δαὐτοῖς ἐξέχον ἐν τοῖς πρόσω διακρατοῦσιν ἀτρέμα περιφερές. τοίνυν Ἱπποκράτης οὕτως εἴρηκεν, ὤμου δὲ ἄρθρον ἐν ἴσῳ τοῦ κατὦμον ἄρθρου, ἵνα καὶ νυνὶ λέγων τὸ κατὰ τὴν γνάθον ἄρθρον τὴν κάτω γένυν ὠνόμασε γνάθον. οὕτως δὲ καὶ ποιητὴς εἴρηκε·
§1.2 καὶ γὰρ κἀκεῖνος φαίνεται γνάθους ὀνομάζων τὰς γένυας· αὐτός τε πάλιν Ἱπποκράτης ἐν τοῖς ἐφεξῆς γνάθους αὐτὰς καλεῖ. περὶ μὲν οὖν τῆς προσηγορίας ἱκανὰ καὶ ταῦτα. διὰ τί δέ φησιν ὀλίγοις ἐξαρθρήσασθαι τὴν γένυν αὐτός σε διδάξει διὰ τῶν ἐπιφερομένων, οἷς δὴ πρόσεχε τὸν νοῦν.
§2 Εἴρηταί μοι καὶ πρόσθεν ἔν τε τῇ περὶ τοῦ ἀγκῶνος ἐξηγήσει καὶ τῷ πρώτῳ τῶν ὑπομνημάτων· καὶ εἴ τις οὐ νοεῖ σαφῶς τὰ οὕτως ὑφἹπποκράτους λεγόμενα, δείκνυσι καὶ τοῦτο πρὸ τοῦ διδάσκοντος ὀστᾶ μάλιστα μὲν ἀνθρώπων, εἰ δὲ μὴ, πιθήκων. ἄμεινον δὲ μὴ νῦν, ὁπότἀναγιγνώσκει τὰ βιβλία, ταύτην ἕξιν γίγνεσθαι τῶν ὀστῶν, ἀλλἔμπροσθεν ἐπὶ χολῆς γεγονέναι. λέλεκται δὲ καὶ ὡς ὑφἡμῶν γέγραπται βιβλίον τοῖς εἰσαγομένοις περὶ ὀστῶν, ὅτι τε τῷ μέλλοντι συνιέναι δῆλον τί ἐν τούτοις τοῖς γράμμασιν Ἱπποκράτης λέγει, προγεγυμνάσθαι βέλτιόν ἐστιν ἐν ἐκείνῳ. καὶ τοίνυν ἔμπροσθεν ἔγραψα καὶ νῦν ποιήσω μέσην τινὰ τοῖς θἑωρακόσι καὶ μὴ ἑωρακόσι διδασκαλίαν. οὕτως γὰρ οἴ θἑωρακότες οὐκ ἀνιάσονται τῷ μήκει τῶν λόγων οἵ τοὐδὅλως ἑωρακότες οἷον ὑπογραφήν τινα ἕξουσι τῆς ἀκριβοῦς μαθήσεως, ἣν οὐχ οἶόν τε χωρὶς τῆς ἐπὶ τῶν ὀστῶν αὐτοψίας γενέσθαι. νόει δή μοι καὶ τὸ μὲν κινούμενον ἐν τοῖς ὀδοῦσι στόμα τὴν κάτω γένυν εἶναι, τὸ δἀκίνητον τὴν ἄνω, περιέχεσθαι δὲ πρὸ τῶν ὀστῶν τοὺς ἀλλήλους ὀδόντας κατά τε τὸ μέγεθος καὶ τὸ πλῆθος. ἐκπεφυκὸς δὲ τὸ τῆς ἄνω γνάθου λεπτόν ἐστι καὶ συνεχὲς τῷ περιέχοντι τὸ μικρὸν, καθὃν ὀστῷ τούτῳ δἄγαν τἂν ἕτερον ἐκ τοῦ τῶν ἀκουστικῶν πόρων ἐν αὐτῷ περιέχοντος ὀστοῦ. καθ δὲ συμβάλλει ταῦτα ἀλλήλοις γίγνεσθαι συνάρθρωσιν ὁμοίαν ῥαφῇ. τὸ τοίνυν ὀστοῦν τοῦτο λεπτὸν, συνάπτει τὴν ἄνω γένυν τῇ κεφαλῇ, καλεῖται ζύγωμα πρὸς τῶν ἀνατομικῶν, ἐπειδὴ καὶ αὐτὸς Ἱπποκράτης φάσκων ὑποζυγῶσαι δηλοῖ συνάγειν ἀλλήλοις τὰ δύο ὀστᾶ, καθάπερ ζυγὸν ὑποκείμενον αὐτοῖς. ὑπὸ δὲ τούτῳ τῷ ζυγώματι κοιλότης ἐστὶν ἀξιόλογος, ἣν κατείληφεν ἑτέρα τῶν ἀποφύσεων τῆς κάτω γένυος, ἥν τε κορώνην θηλυκῶς ὀνομάζουσι καὶ κόρωνον οὐδετέρως, οὔσης καὶ ἑτέρας ἀποφύσεως κατὰ τοῦτο δακνοίη, καθἣν διαρθροῦται τῷ τῆς κεφαλῆς ὀστῷ, πλησίον τοῦ ὠτός. ἀλλαὕτη μὲν ἀπόφυσις βραχεῖα ἦν κατὰ τὸ μῆκος, δἑτέρα πολὺ μακροτέρα. διορίζει δὲ ἀμφότερον μέσον τεταμένον τὸ ζύγωμα, τῆς μὲν μακροτέρας ταπεινότερον κείμενον, ὑψηλότερον δὲ τῆς ταπεινοτέρας. ἀμφοτέρας δὲ τὰς ἀποφύσεις τῆς γένυος ὠνόμασεν Ἱπποκράτης κεφαλὰς ἐν τῷ φάναι τὸ ζύγωμα τὰς κεφαλὰς ἀποκλείειν, ὅπερ ἐστὶ διείργειν καὶ χωρίζειν ἀλλήλων, τῆς μὲν κατωτέρω, τῆς δὲ ἀνωτέρω. πρόδηλον οὖν ὡς δυνατόν ἐστιν ἐκπεσεῖν τῆς οἰκείας διαρθρώσεως τὴν κάτω γένυν ἄνευ τοῦ κατωτέρω χωρῆσαι τοῦ ζυγώματος τὴν κορώνην, οὐ μὴν οὐδἁπλῶς τοῦτο γενόμενον ἔξαρθρον αὐτὴν ἐργάσεται. ἀνοιγομένου γὰρ τοῦ στόματος εἰς τὴν ἰδίαν ἐπανήξει χώραν. εἰ τοίνυν ἔξαρθρος ἔσεσθαι μέλλοι, κωλυθῆναι χρὴ τὴν ἐπάνοδον αὐτῆς εἰς τὸ πλάγιον ἐκτραπείσης. ὀρθῶς οὖν ἐφεξῆς ἔφη, χωρὶς τοῦ μέγιστον χαίνοντος εἰς τὰ πλάγια ἐκτρέψαι τὴν γένυν, ἀδύνατον αὐτὴν ἐκπεσεῖν. οὔτε γὰρ αὐτὴ ἀποχωρῆσαι δύναται κατωτέρω τοῦ ζυγώματος κορώνη, πλὴν ἐπὶ πλεῖστον ἀποστῆναι τὴν κάτω γένυν τὴν ἄνω. τοῦτο δἐν τῷ μέγιστον χαίνειν γίνεται, οὔτἄνευ τῆς εἰς τὸ πλάγιον ἐκτροπῆς πρὸς τὴν  οἰκείαν χώραν ἐπάνοδος κωλύεται. διά τε οὖν ταῦτα δυσκόλως ἐκπίπτει καὶ διὰ τὴν ἀνεχόντων μυῶν ῥώμην, ὑπὲρ ὧν κατὰ τὴν ἑξῆς λέξιν ἤκουον αὐτοῦ λέγοντος.
§3 Ἅς ἔμπροσθεν ὠνόμασε κεφαλὰς τῆς κάτω γένυος ἄκρεα νῦν προσηγόρευσεν ἐπἀμφοτέρων λέγων νευρώδεις τένοντας πεφυκέναι. καλεῖν δεἴωθε τένοντας ἐκεῖνα τὰ πέρατα τῶν μυῶν προσαγορεύουσιν ἀπονευρώσεις οἱ ἀνατομικοὶ, νευρωδέστερα μὲν ἀεὶ τῶν μέσων ὄντα, διαφέροντα δἀλλήλων ἐν τῷ ποτὲ μὲν πλείονα τὴν σαρκώδη φύσιν ἔχειν τῆς νευρώδους, ποτὲ δἐλάττονα. ὁπότε μὲν οὖν τῆς σαρκὸς οὐσία πλείων , σαρκώδη τὴν ἀπονεύρωσιν καλοῦσι τοῦ μυὸς, ὁπόταν δὲ ἐλάττων , νευρώδη προσαγορεύουσι. νῦν οὖν ἐπειδὴ τῆς σαρκώδους οὐσίας νευρώδης ἐστὶ πλείων, εἰκότως ἔφη νευρώδεις τένοντας ἐκπεφυκέναι τῶν κεφαλῶν. ἀπὸ γὰρ τῶν ὑψηλῶν τῆς κάτω γένυος ἐξηρτῆσθαί φασι μύας τοὺς κροταφίτας καὶ μασητῆρας καλουμένους. ἄδηλον δὲ πότερον τοὺς αὐτοὺς μύας τοῖς τοιούτοις προσηγόρευσεν ὀνόμασιν, ἄλλους μὲν εἶναι βούλεται τοὺς κροταφίτας, ἄλλους δὲ τοὺς μασσητῆρας. οἱ μὲν γὰρ μεταὐτὸν ἀνατομικοὶ κροταφίτας μὲν ὀνομάζουσι τοὺς ἐκ τῶν κατὰ κροτάφους ὀστῶν τῆς κεφαλῆς ἐκφυομένους, οὓς ἂν διανοίγειν τε καὶ συνάγειν τὸ στόμα σαφῶς ὁρῶμεν ἐντεινομένους, τοὺς δὲ ἐπικεκλεισμένους τοῖς πλατέσι τῆς κάτω γνάθου καὶ τούτοις δὲ ἑκατέρωθεν ἕνα μασσητῆρα, ἐπειδὴ περιάγουσιν ἐν τῷ μασᾶσθαι τὴν γένυν, οὔπω δυναμένων τοῦτο ποιεῖν, τῶν ἄνωθεν καταφερομένων. ἀνασπῶσι γὰρ ἐκεῖνοι μόνην αὐτὴν, οὐ μὴν εἰς τὰ πλάγια παράγουσι, διὸ κἂν ἐν τῷ συνάγειν τὸ στόμα τούτων χρῄζομεν, ὡς ἂν κἀπειδὰν ἐνδάκνοντές τι τοῖς προσθίοις ὀδοῦσιν ἀποθραύουσιν, ἢν βουληθῶμεν ἀποθλάσαι τι διὰ τῶν κυνοδόντων ὀνομαζομένων. ὅταν δὲ ταῖς μύλαις ἐπιβάλλοντες τὰ σιτία καταθραύειν τε καὶ λεαίνειν αὐτὰ προελώμεθα, μάσησις μὲν καλεῖται τὸ τοιοῦτον ἔργον, ὑπὸ δὲ τῶν ὑποβεβλημένων τοῖς πλατέσιν ἐπιτελεῖται παραγόντων αὐτῶν εἰς τὰ πλάγια τὴν γένυν. εὔλογον οὖν ἐστι τούτους μὲν μασητῆρας ὀνομάζειν, κροταφίτας δὲ τοὺς ἐκφυομένους τῶν κατὰ τοὺς κροτάφους ὀστῶν, οἳ καὶ περιλαμβάνουσι νευρώδεις τένοντας, τὴν κορώνην τῆς γένυος ἐν κύκλῳ πᾶσαν περιφερόμενοι. καὶ μὴν καὶ ἄλλη τίς ἐστι συζυγία μυῶν ἐγκατακεκριμένη τῷ στόματι, τὴν μὲν ἄνω ἔκφυσιν ἔκ τε τῶν πτερυγοειδῶν ὀστῶν ἔχουσα καὶ συμπάσης τῆς παρακειμένης αὐτῇ κοιλότητος. ἐμφυομένη δὲ τῇ κάτω γένυϊ κατἐκεῖνο μάλιστα τὸ μέρος, ὅθεν πρὸς τὴν διάρθρωσιν ἀπόφυσις ἀναφέρεται. τούτων τῶν μυῶν οἱ περὶ τοὺς μασητῆρας ἐξικνοῦνται μῦς, οὓς κατὰ τῶν πλατέων ἔφην ἔξωθεν ἐπιτετάσθαι τῆς κάτω γένυος, ὡς τῶν ἔνδοθεν αὐτῶν τὸ πλατὺ κατειλήφασιν οἱ προειρημένοι δύο μῦς, ἑκατέρωθεν εἶς. ὅταν οὖν Ἱπποκράτης εἴπῃ, ἅμα τε ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεις τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασητῆρες καλεόμενοι, πρόδηλος μὲν οὖν ἐστι τῶν ἔξωθεν ἐπιβεβλημένων μυῶν τῇ γένυϊ μηδὅλως μνημονεύων, ἐπὶ δὲ τὰς δύο συζυγίας ἄγων ἡμᾶς τῶν μυῶν, οἵ τε σαφῆ τὴν ἔκφυσιν ἔχουσιν ἐκ τῶν περάτων τοῦ μυὸς καὶ ὅσοι παρὰ τὴν κοιλότητα τὴν παρὰ τοῖς πτερυγοειδέσιν ὀστοῖς. οὗτοι μὲν γὰρ τὴν ἑτέραν ἀνάπτουσι τὴν εἰρημένην διαρθροῦται τὴν κεφαλὴν, τὸ δἕτερον ζεῦγος, ὅπερ τὰς κορώνας ἔφην ἐμφέρεσθαι, ταῦτα πάλιν αὐτὰ τῆς γένυος τὰ πέρατα πρὸς τὴν κεφαλὴν ἀνατείνουσι.
§4 Μασητῆρας εἰπὼν καλεῖσθαι τοὺς προειρημένους μύας αἰτίας ἀποδίδωσι τῆς προσηγορίας αὐτῶν. ὅτι γὰρ ἐντεῦθεν ἐξήρτηνται, τουτέστιν ἐκ τῶν ἀκρέων τῆς γένυος, διὰ τοῦτο κινοῦνται μασωμένων καὶ καλοῦνται μασητῆρες.
§5 κάτω γένυς ἐστὶν κινουμένη μόνη, ἀπαγόντων μὲν αὐτὴν ἀπὸ τῆς ἀνωτάτης κατὰ τὸν τράχηλον δυοῖν προσθίων μυῶν, προσαγόντων δὲ τῶν μασητήρων. εἰκότως οὖν ἐναργῆ τὴν κίνησιν ἔχει ἐξηρτημένην μεγίστην ἔχον τοῦ ὀστοῦ τὴν κίνησιν, ὠνομάσθησάν τε διὰ τὴν κίνησιν ταύτην μασητῆρες ἀπὸ τοῦ σφοδροτάτου τῶν ἔργων τῆς κάτω γένυος, ἀσθενὴς γὰρ ἐν τῷ διαλέγεσθαι κίνησις.
§6 Τινὲς μὲν συνήρθρωται γράφουσιν, ἔνιοι δὲ συνήρτηται ὅτι καὶ τὴν συνάρθρωσιν ὀστῶν συμβολὴν φυσικὴν εἶναι βούλεται, ποτὲ μὲν ἀμυδρὰν ἐχόντων τὴν κίνησιν, ἔστι δὅτε ὅλως φαινομένην, ὥσπερ γε τὴν διάρθρωσιν, ὡς τὴν φυσικὴν σύνταξιν ἐναργῆ τὴν κίνησιν ἐχόντων· ἐν δὲ τῇ προειρημένῃ ῥήσει τὴν ἀπάρθρωσιν ἐπιδείκνυται ταὐτὸ μὲν σημαίνειν τῇ διαρθρώσει, εἴπερ γε καὶ τὸ ἀπηρθρῶσθαι.
§7 Διὀλίγων ῥημάτων εἰπεῖν δυνάμενος, ἐπειδὴ πλησίον ἐστὶ τῆς ἀρχῆς τῶν νεύρων τὰ κατὰ τοῦτο τὸ ἄρθρον εἴς γε σπασμοὺς αὐτὸ τοῦτο πρῶτον ἄρθρον ἄρχεται καὶ τὰς πληγὰς καρώδεις ἴσχει, οὐκ οἶδὅπως ἀνεβάλλετο. τάχοὖν ἐβούλετο σὺν ἀποδείξει τὸν λόγον ποιήσασθαι τῶν εἰς ταὐτοὺς ἐκφυομένους ἐξ ἐγκεφάλου νεύρων μνημονεύσας, ὅπερ οὐκ οὖν ἀναγκαῖον ἐν τῇ προκειμένῃ διδασκαλίᾳ γίγνεσθαι. καὶ διὰ τοῦτἀνεβάλλετο τὸν τέλειον λόγον ἑκατέρωθεν γράψαι.
§8 Ποῖα τάδε; προειρημένα δηλονότι δύο ἔχοντα κεφάλαια τὴν τῶν ὀστῶν φύσιν, οἵαν διῆλθον, ἅμα τῇ ῥώμῃ τῶν μυῶν.
§9 Τοῦ σπανίως ἐκπίπτειν δὴ τὴν γένυν ἐπὶ ταῖς προειρημέναις δύο ἀντιθέσεσι, τρίτην προστίθησιν, ὅτι χωρὶς μὲν τοῦ μέγιστον διοῖξαι τὸ στόμα τὴν ἔκπτωσιν ἀδύνατον γενέσθαι. διοίσειν δέ τι πλεῖστον αὐτῆς οὖν δεόμεθα πολλάκις, ἐπειδὴ δύο χρεῖαι τῆς τοιαύτης ἐνεργείας εἰσὶν, ἤτοι μέγιστον ὄγκον ἐθέλησε τῷ στόματι τοῦ σώματος παραλαβεῖν χασμώμενον ἄχρι πλείστου διαλαβεῖν, ὧν τὸ μὲν πρότερον σπάνιόν ἐστι, τὸ δὲ δεύτερον μόνον τοῖς ἄφροσι συμβῆναι δύναται· καὶ γὰρ καὶ τεθέαμαί ποτε γινόμενον αὐτὸ πλουσίῳ Πλακίνῳ, διοίξαντι μέχρι πλείστου τὸ στόμα, κἄπειτα παραγαγόντι πρὸς τὸ πλάγιον. εἰώθει δὲ συνεχῶς οὕτως ἐσχηματίσθαι καὶ ὥσπερ καλὸν ἔργον ἑκὼν ἀεὶ μεῖζον ἐπειρᾶτο τοῦ πρότερον χαίνειν.
§10 Ὅσον ἐπὶ τοῖς προειρημένοις αἰτίοις οὐδὅλως ἐχρῆν πάνυ σπανίως ἐκπίπτειν τὴν γένυν, οὐ μὴν φαίνεταί γε οὕτως ἔχειν. ἐκπίπτει γὰρ σπανίως, οὐ μὴν ὥστε παμπόλλων τε τῶν ἡμῶν ὁρᾶσθαι, καθάπερ τὰ σπανιώτατα. διὰ γὰρ τὸ πολυκίνητον τῆς διαρθρώσεως οἱ καταὐτὴν μύες καὶ τὰ νεῦρα τέταται καὶ τάσεις ἑτοιμοτέρας ἔχουσι τῶν ὀλιγάκις εἰς χρείαν κινήσεως ἀφικνουμένων, ὥσπερ φησὶ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα, τουτέστι τὰ κάλλιστα μεμαλαγμένα, πλείστην ἐπίδοσιν ἔχει· καὶ γὰρ ποιητὴς ἐπὶ τοῦ μαλάξαι τὸ δεψῆσαι λέγει· κηρὸν δεψήσας μελιηδέα.
§11–22
§11 Τὸ σχᾶται τί ποταὐτὸ σημαίνει, γνωσόμεθα τοῖς συμφραζομένοις προσέχοντες τὸν νοῦν. φησὶν οὖν, ὡς αἱ ἄλλαι μυῶν παραλλαγαὶ καὶ νεύρων τοῦτο ποιοῦσιν, ὥστε τὸ σχᾶσθαι μυῶν καὶ νεύρων ἐστὶ πάθος ἄνευ ἀρθρήματος. ὁποῖον δέ τι τὸ πάθος τοῦτἔστι δῆλον μὲν κἀκ τοῦ φάναι παραλλαγαί. βούλεται μὲν γὰρ αὐτὸς ἐκ τῆς κατὰ φύσεως θέσεως εἰς ἑτέραν μεθίστασθαι, βούλεται δὲ καὶ ἀθρόως τοῦτο γίγνεσθαι. καὶ γὰρ καὶ μετὀλίγον ἐνδείξεται τοῦτο σημαίνειν τὸ σχάσαι λέγων οὕτω, ἔπειτα ἐξαπίνης σχάσαι τρισὶ σχήμασιν ὁμοῦ προσέχοντα τὸν νοῦν,  τουτέστι μεταβάλλειν ἀθρόως τὸ πρὸς τὸ σχῆμα. καὶ μέντοι καὶ νῦν ἔτι λέγουσιν ἔν τε τῇ Κῷ καὶ σχεδόν ἅπασι ταῖς Ἑλληνίσι πόλεσι σχαστηρίαν, ὡς ἐπιβαίνοντες ἐξαίφνης καταπίπτειν, ποιοῦσι τὸν κανόνα, παρεστήκασιν ἅπαντες οἱ μέλλοντες τρέχειν. καὶ κατὰ παλαίστραν δὲ τὸ σχάσαι σημαίνει τὴν χεῖρα ταχέως ἄγειν πρὸς αὐτὴν ἐκ τῆς ἔμπροσθεν θέσεως. ὅταν οὖν εἴπῃς σχάσαι τὴν γένυν ἐπὶ τὸ τῶν μυῶν βάθος ἀναφέρειν χρὴ, παραλλασσόντων ἐν τοῖς αἰφνιδίοις τἄλλα τε τῶν σωμάτων, ὡς μὴ φυλάττεσθαι τὴν ἀρχαίαν θέσιν τῶν μυῶν, ἀλλὰ διαστρέφεσθαί τι καὶ τείνεσθαι κατά τι,
§12 Εἴρηται δέ μοι καὶ πρόσθεν ὡς τὸ καλούμενον ζύγωμα προβέβληται τῆς ἄνω χώρας, ἐν τὸ κόρωνόν ἐστι τῆς γένυος, ὅτι τε μὴ παρενεχθέντος αὐτοῦ πρὸς θάτερα μέρη πρὸς τὴν οἰκείαν χώραν γένυς ἀνασπασθήσεται. ἀναγκαῖον οὖν ἐστιν, ὅταν γένυς ποτὲ ἐκπέσῃ, τὴν κορώνην αὐτῆς ἔξω φέρεσθαι τοῦ ζυγώματος. ἄλλην γὰρ οὐδεμίαν ἔχει χώραν εἰς ἣν ἐνεχθήσεται, ὥστεἰκότως ἐξέχουσα φαίνεται κατὰ τὴν κάτω γένυν, ἔνθα τὸ ζύγωμά ἐστιν. αὐτὸ δὲ δὴ τοῦτο τὸ ζύγωμα, καθ τι μάλιστα τέτακται μαθήσῃ σαφῶς ἐπὶ τῶν ἰσχνῶν ἀνθρώπων κατασκεψάμενος τόν τε κροταφίτην μῦν καὶ τὸ μῆλον. ἐν γὰρ τῷ μεταξὺ τὸ προφανές ἐστι τὸ ζύγωμα, μεμνημένος αὐτοῦ τὴν χώραν τῆς θέσεως, ὅταν ἴδῃς τινὰ μὴ δυνάμενον κλεῖσαι τὸ στόμα προσεληλυθυίας εἰς τὸ πρόσω τῆς γένυος, ἅμα τὸ παρῆχθαι ζήτησαν ἀκριβῶς διαγνῶναι τοῖς ὀφθαλμοῖς τε καὶ τοῖς δακτύλοις τὸ κόρωνον ἐξέχον παρά τε τὸ μῆλον καὶ τὸ ζύγωμα. κἀπειδὰν εὕρῃς οὕτως ἔχον ἀκριβὴς ἔστω σοὶ διάγνωσις τοῦ τὴν γένυν ὠλισθηκέναι.
§13 Τοῖς θεασαμένοις ἐξ ἀνατομῆς ἀκριβῶς τὴν σύνθεσιν ὧν διηγήσατο μορίων ἐμβολὴ πρόδηλός ἐστι, πρὸς οὓς καὶ αὐτὸς ἀποβλέπων οὕτως εἶπε· τὰ δἐξαίφνης εἰρημένα περὶ τῆς ἐμβολῆς σαφῆ πάντα, πλὴν εἴ πού τις μία λέξις δύο παρεμπίπτει, περὶ ὧν ἐπισημανοῦμαι.
§14 Μετὰ τὸ προδιακινῆσαι καὶ μαλάξαι τὰ νεῦρα καὶ τοὺς μύας ἕλκοντα κάτω τὴν γένυν, ἀπάγοντά τε καθόσον ἐνδέχεται τῆς ἄνω, προσήκει πρᾶξαι τοίνυν τὸ ὑπαὐτοῦ κελευόμενον, ὅπερ εἷπεν ἐξαπίνης σχάσαι, τουτέστιν ἐξαίφνης καὶ ἀθρόως παράγειν εἰς τὸ κατεὐθὺ τῆς κατὰ φύσιν χώρας τὸ ἄρθρον, ἐν τούτῳ γε καταστήσαντα παραχρῆμα πάλιν ὠθεῖν εἰς τοὐπίσω κελεύσαντα τῷ πάσχοντι συνάγειν τὸ στόμα. πρότερον μὲν οὖν αὐτὸν ἠξίουν χάσκειν, χαλαρὰν παρέχοντα τὴν γένυν, ὅπερ ἐστὶ μηδένα τῶν μυῶν τείνοντα. τοῦτο γὰρ συμφορώτατον εἴς τε τὸ διακινῆσαι τὰ νεῦρα καὶ τοὺς μῦς ἐξαίφνης τε παραγαγεῖν ἐπὶ τὸ κατὰ φύσιν τὴν παρεστραμμένην γένυν ἀπώσασθαί τε πρὸς τοὐπίσω. νυνὶ δὅταν ἤδη κατεὐθὺ τῶν οἰκείων χωρῶν ἑκατέρων τῶν ἄκρων τῆς γένυος γένηται σύμφησι τοὺς κροταφίτας ἐνεργήσαντας ἐπισπᾶσθαι πρὸς ἑαυτοὺς ὅλην αὐτήν. ἐνεργήσουσι δὲ προθυμηθέντος τοῦ κάμνοντος συνάγειν τε καὶ κλεῖσαι τὸ στόμα.
§15 Ἐν τῷ διακινεῖσθαι τὴν γένυν ἀπάγειν τε μετρίως εἰς τὸ κάτω τὴν κεφαλὴν κελεύει κατέχεσθαι, χάριν τοῦ μὴ  συνακολουθεῖν αὐτὴν τῇ κάτω γένυϊ. τοῦτο δὲ κοινὸν ἐπὶ πασῶν ἀντιθέσεών ἐστι τὸ παράγγελμα, τοῦ τετρωμένου διάγειν ἐν ἴσῳ τοῦ παρηγγελμένου βεβλαμμένου· πάσας γὰρ τὰς βλάβας οἱ Ἴωνες ὀνομάζουσι κοινῶς τρώματα.
§16 Ἐν ταύτῃ τῇ ῥήσει δόξῃ γνάθους ὀνομάζειν οὐ τὸ γένυν ὅλως, ἀλλἑκάτερον τῶν μερῶν καθ πλατύνεται αὐτή. δόξῃ δὲ καὶ τὰ κάτω πέρατα, καθ γυμνὸν καὶ ἄσαρκον γίγνεται τὸ ὀστοῦν, ὀνομάζειν γένυας, ἐκ τοῦ φάναι, καὶ γὰρ προπετέστεραι γένυες τούτοισιν· ἀλλὰ μετὀλίγον τὸ πάλιν ὅλην τὴν κάτω γένυν ὠνόμασε γνάθον, ἔνθα φησίν· ἢν δὲ κάτω γνάθος κατὰ ξύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ, μόνιμον. δαὐτὴ καὶ ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαὶ, ὥστε συγκέχυται παραὐτῷ τὰ σημαινόμενα τοῦ τε τῆς γνάθου καὶ τοῦ τῆς γένυος ὀνόματος. μέντοι λέγει κατὰ τὴν προκειμένην ῥῆσίν ἐστι τοιοῦτον. ἐὰν κατἀμφοτέρας τὰς διαρθρώσεις ἔκπτωσις γένηται, μᾶλλον μὲν εἰς τὸ πρόσω χωρεῖ νῦν κάτω γένυος ἤπερ ὅτε κατὰ θάτερον μέρος ἐκπέπτωκε, καὶ πλέον ἀφεστηκυῖα φαίνεται τῆς ἄνω γένυος, οὐ μὴν παρασπᾶταί γε, οὐδὲ διαστρέφεται φυλάσσουσα τὸ κατὰ φύσιν ἀδιάστροφον. διαγνώσεις δὲ τῇ τῶν ὀδόντων εὐθυωρίᾳ, τουτέστιν ὅταν οἱ κάμνοντες ἄνω κέωνται κατεὐθύ. τομεῖς μὲν τομεῦσι, κυνόδοντες δὲ κυνοδοῦσι, τὰς μύλας δὲ ταῖς μύλαις.
§17 Τάχιστα μὲν ἐμβάλλειν συμφέρει, πρὶν διὰ τὴν τάσιν τῶν μυῶν εἰς συμπάθειαν ἀφικέσθαι τὸν ἐγκέφαλον. δὲ τρόπος τῆς ἐμβολῆς ὃν ἐπὶ τῆς κατὰ τὸ ἕτερον μέρος ἐξαρθρώσεως εἶπεν, οὐ κατὰ πᾶν αὐτός μοι δοκεῖ νῦν γίνεσθαι προσήκειν· τότε μὲν γὰρ εἰς τὸ πλάγιον μέρος γένυς ἀτρέμα παρῆκται, νυνὶ δὲ ἰσόῤῥοπός ἐστιν, ὥσταὔταρκες διακινήσαντα καὶ πρὸς τὸ κάτω τὸ ὀστοῦν ἑλκύσαντα χάριν τοῦ τὸ πέρας τῆς κορώνης κατωτέρω γενέσθαι τοῦ ζυγώματος, οὕτως ἤδη πρὸς τὴν ἔσω χώραν ὠθεῖν ἑκατέρωθεν ὅλην τὴν γένυν, ἅμα τῷ κελεῦσαι τῷ κάμνοντι κλείειν τὸ στόμα.
§18 Οὐκ ἀκίνδυνος μὲν οὖν οὐδὲ καθἕτερον μέρος ἐξάρθρωσις. δὲ κατἄμφω διάπλασίς ἐστι χαλεπωτέρα πάντας τοὺς κατέχοντας τὴν κάτω γένυν ἐντείνουσα μύας. ἐντάσσονται δὲ, ὡς εἴρηται, τέτταρες, δύο μὲν οἱ ἐκ τῶν κροτάφων ἀρχόμενοι, δύο δοἱ ἐκ τῶν παρὰ τὰ πτερυγοειδῆ κοιλοτήτων. ἐχόντων δαὐτῶν ἀπὸ τοῦ ἐγκεφάλου τὰ νεῦρα καὶ μόνον οὐ ψαυόντων αὐτοῦ τοῦ ἐγκεφάλου διὰ ταχέων εἰκός ἐστι γίγνεσθαι τὴν συμπάθειαν. οὗτοι μὲν οὖν τέτταρες μύες ἐν ἐκπτώσεσι μάλιστα πονοῦσι, κυριώτατοι πάντων ὄντες ὡς ἂν ἀπὸ τῆς τρίτης συζυγίας ἐξ ἐγκεφάλου τὰ νεῦρα λαμβάνοντες, ἥτις οὐ πόῤῥω τέτακται τῆς ἀρχῆς αὐτοῦ. συμβαίνει γε μὴν καὶ τοὺς ἔξωθεν ἐπικειμένους τῇ γένυϊ καθἕτερον μέρος διεκφυέντας ἐν ταῖς τοιαύταις ἐκπτώσεσι τείνεσθαι παρὰ φύσιν, οὐχ ὁμοίως μὲν ὄντας κυρίους τοῖς προειρημένοις τέτταρσι· ποῤῥωτέρω γὰρ ἀφεστήκασι τοῦ ἐγκεφάλου καὶ τοῦ νεύρου ἀρχὴ διὰ μακροτέρου τούτοις ἐστίν. οὐδἀνὰ τῆς συζυγίας τοῖς τέτταρσιν ἔχουσι τὰ νεῦρα, συντελοῦντάς γε μὴν οὐκ ὀλίγον οὐδαὐτοὺς, ὥσπερ καὶ οἱ ἄλλοι μύες οἱ καθὅλον τὸ σῶμα, καίτοι τούτων ὄντες ἀκυρώτεροι. διὰ ταῦτοὖν πάντα περὶ ψυχῆς γίγνεται τὸν κίνδυνον ἐπὶ τῷ τετάσθαι παρὰ φύσιν ὀδυνωμένων τε καὶ διὰ τοῦτο φλεγμαινόντων τῶν μυῶν, εἰς ὁμοίαν δὲ αὐτοῖς ἀγόντων διάθεσιν τὸν ἐγκέφαλον, οὗ παθόντος οἱ ὀξεῖς ἕπονται πυρετοὶ μετὰ τοῦ βλάπτεσθαι τὰς τῆς ψυχῆς ἐνεργείας ἁπάσας. γάρ τοι καιρὸς τὸ πάθος μήταἰσθάνεσθαι μήτε κινεῖσθαι τὸν ἄνθρωπον παρακολουθεῖν ἑαυτῷ πέπονθεν· ἀλλὰ τόν γε λογισμὸν καὶ τὴν μνήμην καὶ τὴν αἴσθησιν ἅμα καὶ τὴν καθὁρμὴν κίνησιν διέφθαρται.
§19 Ἱκανὸν ἑκάτερον τῶν εἰρημένων ἐργάσασθαι καιρὸν, τἀλλοίωσις καὶ τάσις τῶν μυῶν εἰς ἐμπάθειαν τῆς σαρκὸς ἀγομένης κατἄμφω. μὲν οὖν τάσις αὕτη γίνεται  τῶν ἰνῶν, αἵ τε πρότερον ἦσαν χαλαραὶ νῦν ἁπασῶν κατεὐθεῖαν γραμμὴν ἀποτεινομένων. δἀλλοίωσις ὅταν ἤτοι θερμανθῶσιν ψυχθῶσιν ἀμέτρως ὑγρανθῶσιν θαλφθῶσιν φλεγμήνωσιν ἐρυσιπελατωδῶς σχῶσιν σήπωνται· ἐν ἅπασι γὰρ τοῖς τοιούτοις καταὐτὴν τὴν οὐσίαν ἀλλοιοῦνται, τεινόμενοι δὲ μόνον εὐθύνονται κατὰ τὰς ἶνας ἄνευ τοῦ τὴν οὐσίαν αὐτῶν ἑτεροιοῦσθαι.
§20 Τὸ μὲν ἐν τοῖς ὀξυτάτοις πυρετοῖς ἄκρητα χολώδεα γεννᾶσθαι κατὰ τὸ σῶμα θαυμαστὸν οὐδέν· εἴ γε δὴ καὶ πιμελὴ καὶ σὰρξ ἁπαλὴ καὶ νεοπαγὴς ὑπὸ τῶν τοιούτων πυρετῶν τήκεται καὶ κατοπτᾶται τὸ αἷμα. τὸ δὲ καὶ συῤῥεῖν εἰς τὴν γαστέρα καὶ ἔντερα τὰς τοιαύτας συντήξεις ἴδιον τῶν ὀδυνωμένων ἐπὶ νευρώδεσι μόνων. ὅτι τε σὺν τούτοις κακοῦται καὶ πάσχει τὸ τῆς γαστρὸς στόμα νευρωδέστατον ὄν. εὕρηται δὀρθῶς ὑπαὐτοῦ τὰ σύνεγγυς καὶ τὰ κοινὰ πρῶτα καὶ μάλιστα κακοῦσθαι, καὶ ὅτι παθεῖν τοῦτο ταῖς ὀδύναις οὐκ ἀνέχει, καίτοι μικραὶ τυγχάνουσιν οὖσαι. λειποψυχίαι γὰρ γίνονται κακοπαθοῦντι τῷ στόματι τῆς γαστρός. ἐν δὲ ταῖς λειποψυχίαις συῤῥεῖ τὰ λεπτὰ περιττώματα πάντα εἰς τὴν γαστέρα. καὶ μέντοι καὶ χωρὶς τοῦ πεπονθέναι τοῦτο κατὰ τὰς ἰσχυρὰς ὀδύνας τε καὶ λύπας φαίνεται τὰ τοιαῦτα περιττώματα συῤῥέοντα πρὸς τὴν γαστέρα καὶ τὰ ἔντερα. τῶν μὲν οὖν εἰς τὴν γαστέρα παραγιγνομένων κένωσις διἐμέτων γίγνεται, τῶν δεἰς τὰ ἔντερα διὰ τῆς ὑποχωρήσεως.
§21 Ἔστι καὶ παρὰ τοῖς ἄλλοις παλαιοῖς ἐνίοτε μάλιστα φωνῆς τὸ σημαινόμενον τοιοῦτον εὑρεῖν, οἷον καὶ νῦν φαίνεται παρὰ τῷ Ἱπποκράτει τὸν ἔγγιστα ποσαχὸν ἐμφαῖνον τοῦ λεγομένου κατὰ τὸν ἀριθμὸν πράγματος, ὡς εἰ καὶ οὕτως εἰρήκει· καὶ θνήσκουσιν οἱ οὕτως ἔχοντες ἐπὶ τὸ πολὺ περὶ τὴν δεκάτην ἡμέραν, ὥστεἰ κἂν ἐναταῖοι καὶ ἑνδεκαταῖοι τοῦτο πάθωσιν, ἀληθῶς εἰρῆσθαι τὸν λόγον. ὅτι δοὕτω χρῶνται τῷ μάλιστα, δῆλόν ἐστί σοι καὶ ἐκ τῶνδε τῶν παραδειγμάτων· Θουκυδίδης μὲν ἐν τῷ πρώτῳ φησί· ταῦτα δὲ ξύμπαντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους καὶ τὸν βάρβαρον ἐγένετο ἐν ἔτεσι πεντήκοντα μάλιστα. καὶ ἐν τῷ αὐτῷ· ἀπέχει δὲ ξ΄ σταδίους μάλιστα. Ἀνδοκίδης δὲ ἐν τῷ περὶ μυστηρίων· ᾄδων δἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα τριακοσίους. πολλή δέ ἐστιν χρῆσις τῆς λέξεως κατὰ τοῦτο τὸ σημαινόμενον ἅπασι τοῖς Ἕλλησιν.
§22 Ὅταν τοῦ καταγέντος ὀστοῦ μηδὲν ἀπαθὲς ὑπολείπηται, διαλυθέντων ἀπἀλλήλων τῶν μερῶν, ὡς κατὰ μηδὲν τοῦτο συνέχεσθαι τὸ εἶδος τοῦ κατάγματος οἱ νεώτεροι τῶν ἰατρῶν ὀνομάζουσι καυληδὸν, ἐπειδὴ καὶ Ἱπποκράτης εἶπεν, ἐὰν μὴ ἀποκαυλισθῇ παντάπασι. τὰ δἄλλα καὶ ταύτης τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς σαφῆ, πλὴν εἴ πού τι βραχὺ παρεμπίπτοι καὶ τοῦτἐπισημαινούμεθα.
§23–41
§23 Τὸ μὲν μέγα βλάπτειν τὴν μοχθηρὰν ἐπίδεσιν κοινὸν ἁπάντων καταγμάτων ἐστὶ, τὸ δὲ μηδὲν ὠφελεῖν μέγα τὴν ἀγαθὴν ἐπίδεσιν ἐν τοῖς τῆς γένυος κατάγμασιν οὐκ ἄρα πάντων κοινόν ἐστι τῶν ὀστῶν, ἀλλὰ μόνων ἐκείνων ὅσα τὴν ἐν κύκλῳ περιβολὴν οὐ δέχεται τῶν ὀθονίων, εἴ τις φυλάττοι τὸ πεπονθὸς ὀστοῦν, ὅπως ἂν αὐτὸ διαπεπλασμένον ὑπὸ τοῦ ἰατροῦ παραλάβῃ. πρόσεστι δἐξαίρετον τῇ γνάθῳ καὶ τὸ τῆς ἐπιδέσεως ἄσηρον, ὡς ἂν εἰθισμένῃ γυμνῇ καὶ ἀσκεπάστῳ διὰ παντὸς εἶναι.
§24 Τὸ μὲν μάττεσθαι ζητεῖν σημαίνει, τὸ δὲ ἐσμάττεσθαι τῶν ἐν βάθει τι ζητεῖν, ὥσπερ καὶ νῦν. ἀξιοῖ γὰρ Ἱπποκράτης ἐμβάλλοντα τῷ στόματι τὸν δάκτυλον ἐπισκοπεῖσθαι μὴ παραλλάσσῃ τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ καὶ οὕτως ἐπανορθοῦσθαι τῷ δακτύλῳ, πρὸς τί περ ἃν δόξῃ συμφέρειν ἀντωθοῦντα εἰς ῥέπει πρὸς τὴν ἐκτὸς χώραν. ὅτι δοὐκ αὐτὸν τὸν ἰατρὸν ἀεὶ χρὴ τοῦτο ποιεῖν, ἀλλὰ τὸν κάμνοντα διδάξει πράττειν οὕτως, εὔδηλον εἶναι νομίζω.
§25 Μαλακὸν εἶναι βούλεται τὸ δέρμα, καθάπερ ἦν ἴσως τότἐν Καρχηδόνι. τούτων γὰρ ἐμνημόνευσεν ὀνομαστὶ παραδείγματος ἕνεκεν, ὥσπερ καὶ πρόσθεν ἐν τῷ περὶ ἀγμῶν Αἰγυπτίου δέρματος. εὔδηλον δὅτι τοῦ δέρματος τούτου τοῦ ἐξωτάτου σκληρότερόν τε καὶ πυκνότερον ὀνομάζει λοιπόν. ὅπως δαὐτῷ χρῆται, τῆς ἀντιτάσεως ἕνεκα τῶν κατεαγότων μορίων τῆς γένυος, αὐτὸς δηλώσει παρακολουθούντων ἡμῶν τῷ σκοπῷ τοῦ γιγνομένου. βούλεται γὰρ τὸ μὲν ἕτερον μέρος τοῦ κατεαγότος ὀστοῦ πρὸς τὸ γένειον, τὸ κατώτερον τείνεσθαι ἄνω πρὸς τὴν κεφαλήν.
§26 Ἐνταῦθα κελεύει στενότερά πως ὑπάρχειν αὐτὰ, μειουμένου κατὰ βραχὺ τοῦ πλάτους, ὅπως δέσις ἀσφαλεστέρα γένηται. τὰ γὰρ πλατύτερα πέρατα, κἂν ἐπιμελῶς τις δήσῃ, τὸ μόνιμον οὐκ ἔχει.
§27 Τὸ σκύτος ἐκ δέρματος ζώου γίνεται διττὴν ἔχοντος φύσιν. ὅσον μὲν γὰρ ἔξωθέν ἐστι τοῦ δέρματος ὁμιλοῦν τῷ πέριξ ἀέρι πυκνότερόν τε γίγνεται καὶ νευρωδέστερον, ὅσον δἐντὸς τοῦδε, μαλακώτερόν τι καὶ ἀραιότερον. αὐτοῦ δὲ τούτου τὸ μὲν ἐγγύτερον τοῦ ἔξω πέρατος ἧττόν ἐστι, τὸ δὲ ἔνδον οὐ ψαύει τῶν ὑποκειμένων τῷ δέρματι, μᾶλλόν τε ἀραιὸν καὶ σαρκῶδες, ὅπερ δὴ καὶ σάρκας τοῦ σκύτους ὠνόμασε καὶ συμβουλεύει κατὰ τοῦτο γίγνεσθαι τὴν κόλλησιν, ἅτε γὰρ μαλακώτερον καὶ ἀραιότερον ἐπιτηδειότερόν ἐστιν εἰς τοιαύτην χρείαν.
§28 Ἀνενεχθέντων δηλονότι πρὸς τὴν κεφαλὴν τοῦ κάμνοντος ἀμφοτέρων τῶν περάτων τοῦ ἱμᾶντος δέσις αὐτῶν πρὸς τὴν κορυφὴν αὐτῆς. μᾶλλον δὲ βούλεται τετάσθαι τὸν κάτω χάριν τοῦ τὴν γένυν, ὡς αὐτὸς εἶπε, μὴ ἀποσμιλαίνειν, ὅπερ ἐστὶν εἰς ὀξὺ παράγεσθαι.
§29 Τὸ κατὰ πάντων ἔξωθεν ἐπιβαλλόμενον οὕτως ὠνόμασεν, εἴτε τῶν καλουμένων παραρμάτων εἴτε τῶν ὁμοίων εἴη τι. καλεῖ δαὐτὸς, ὥσπερ νῦν ἔτι συνήθως ὀνομάζεται, παράρματα παραιρούμενα ὑπὸ τῶν ἀμφιεσμάτων, ὑπὸ τῶν ῥαπτόντων αὐτά. μάλιστα γὰρ ἐπιτήδεια διὰ μαλακότητα, ταῦτά ἐστιν εἰς τὴν προκειμένην χρείαν, δύναιτο δἄν τις ἀπορῶν αὐτῶν ἐπὶ τῶν ὁμοίων ἀφικνεῖσθαι.
§30 Τῆς οὕτω, φησὶ, καταγείσης γένυος, τουτέστι τῆς καυληδὸν, ἐπίδεσις ἐκκλίνει μᾶλλον εἰς τὸ κάταγμα ἐξευθύνει τὰ ὀστᾶ διὰ τὸ μὴ δύνασθαι περιελιχθῆναι τὰ ὀθόνια κύκλῳ τὰ περὶ τὸ πεπονθὸς, ἀλλἔξωθεν μόνον ἐπικαλέεσθαι.
§31 Ἐκ δυοῖν μὲν κάτω γένυς ὀστῶν σύγκειται κατἄκρον τὸ γένειον ἀκριβῶς ξυμπεφυκότων, ἐκ πολλῶν δὲ ἄνω κατὰ συνάρθρωσιν κειμένων. ἀλλ τοιαύτη τῶν ὀνομάτων λεπτουργία παρὰ τοῖς παλαιοῖς οὐκ ἦν. διὸ καὶ Ἱπποκράτης τὴν ἄνω γένυν ξυντιθέντων τῶν ὀστῶν τὰς ἁρμονίας ὑπὸ τῆς ξυμφύσεως ἔταξε γένος, ἑνὶ γνωρίσματι προσέχων τὸν νοῦν ἐπαὐτῶν μηδεμίαν αἰσθητὴν κίνησιν ἐν ταῖς τοιαύταις τῶν ὀστῶν συνθέσεσι.
§32 Ἔθος ἐστὶν Ἱπποκράτους, ὅσα κοινὰ παραγγέλματα τῶν κατὰ μέρος ἐστὶν ἅπαξ αὐτὰ περὶ ἑνὸς εἰπόντα δηλῶσαι τοῦ πράγματος τὴν δύναμιν, ὅτι κοινὴ πάντων τῶν ὁμοίων, ὥσπερ καὶ νῦν ἀξίως τὰ προδιατείνοντα τὴν κάτω γένυν οὕτω διαπλάττειν ἐπήνεγκε. ῥᾷον γὰρ εἰς τὴν φύσιν ἥξει εἴ τις ἐγχρίπτων εἰς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται. αὐτὸ τὸ νῦν εἰρημένον, ὅτι κοινὰ ἁπάντων ἐστὶ τῶν διαπλαττομένων ὀστῶν, ἐπεσημήνατο διὰ τῆς προκειμένης ῥήσεως.
§33 Ἀκριβῶς μὲν ἰσόῤῥοπόν ἐστι μόριον, ὅταν ὁμοιότατον κατὰ τὸ σχῆμα κυλίνδρῳ. καλῶ δὲ κύλινδρον οὐχ παίζουσιν αἱ παῖδες, ἀλλὰ καὶ τὸ τοῖς κίοσιν ὑπάρχον σχῆμα. τοῦτο δἀκριβῶς μὲν οὐδενὶ τῶν ὀστῶν ἐστι, μᾶλλον μέντοι τῶν ἄλλων ἐν μηρῷ καὶ βραχίονι. τῆς δὲ ἄνω γένυος ὅτι μὲν οὐκ ἔστι τοιοῦτον σχῆμα πρόδηλον, ὥσπερ οὐδὲ ἰσόῤῥοπον αὐτὴν εἶναί φασιν, ἐγγὺς μέντοι τοῦ ἰσοῤῥόπου διὰ τοῦταὐτὴν εἶπεν, ὅτι τὸ ἀριστερὸν μέρος τῷ δεξιῷ κατὰ πᾶν ἐξωμοίωται καὶ ἴσον ἐστὶ καὶ διὰ τοῦτο τὸ συγκείμενον ἐξ ἀμφοῖν ἰσόῤῥοπον γίνεται μηδεμίαν ἔχον ῥοπὴν ἐπὶ θάτερα μέρη. δέχεται δὲ ποικίλας ἐπιδέσεις γένυς, ὡς κἀν τῇ τῶν ἐπιδέσμων γυμνασίᾳ πρώτῃ πάντων οὔσῃ μεμαθήκατε.
§34 Ἐλέχθη καὶ πρόσθεν ἐπὶ τῶν ἑλκῶν ὅσα χεῖλος ἐξῃρημένον ἔχει, τὴν μὲν ἀρχὴν βάλλεσθαι τῆς ὀθόνης ὄπισθεν τοῦ τοιούτου χείλους, ἑλίττειν δοὕτω καταὐτὸν τὸν ἐπίδεσμον, ὡς προσάγεσθαι θάτερα χείλη τοῦ ἕλκους. ἔστι γὰρ τοῦτο κοινὸν ἁπάντων τῶν ἐπανάγεσθαι δεομένων εἰς τὴν ἀρχαίαν φύσιν. οὕτως οὖν καὶ νῦν τὸ κοινὸν τοῦτο φυλακτέον ἐστὶ προστέλλον τε καὶ καταναγκάζον τὸ ἐφεστηκὸς μέρος. ἔσται δὲ τοῦτο τῶν ὀθονίων αὐτὸ προσαγόντων ἐκείνῳ. προσαχθήσεται δὲ, εἰ μὲν τὸ δεξιὸν εἴη μέρος τὸ ἐξεστηκὸς, ἐντεῦθεν μὲν ἀγομένων, ἐπὶ δὲ τὸ ἀριστερὸν ἀγόντων ἐπίδεσμον. εἰ δὲ τὸ ἀριστερὸν εἴη τὸ πεπονθὸς, ἐκεῖθεν μὲν ἀρχομένων, ἐπὶ τὸ δεξιὸν δὲ ἀφικνουμένων. τοίνυν Ἱπποκράτης ὅταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενός τις ἐπὶ θάτερον ποιῆται τὴν νομὴν τῶν ὀθονίων, ἐπὶ δεξιὰ καλεῖ τὴν τοιαύτην ἐπίδεσιν, οὐ τῇ φορᾷ τοῦ ἐπιδέσμου προσέχων τὸν νοῦν, ἀλλὰ τῇ τῆς χειρὸς ἡγεμονίᾳ· ἐὰν γὰρ νοήσῃς καταντικρὺς τοῦ μὲν ἐπιδουμένου τὸν ἰατρὸν, μὲν ἀπὸ τῆς δεξιᾶς γνάθου φορὰ τῶν ὀθονίων ἐπὶ τὴν ἀριστερὰν ἀγομένη τῆς δεξιᾶς ἔσται χειρὸς, δἐναντία τῆς ἀριστερᾶς.
§35 Αὐτὸς δὲ ἐφεξῆς ἐρεῖ τοὺς τρόπους· ἤτοι γὰρ μέρος αὐτῆς κατάγνυται, τῆς συνεχείας φυλαττομένης, ὡς μήτε κάτω χωρῆσαι μήτἐφἑκάτερα παραστραφῆναι, καὶ τούτων τι προσγίγνεται, καὶ ἤτοι κατὰ τὸ χονδρῶδες αὐτῆς τὸ πρόσω τούτων τι συμβαίνειν εἴωθεν, κατὰ τὸ λοιπὸν τὸ ὀστῶδες.
§36 Εἰρωνευόμενος εἴρηκεν οὐ τὰς ὄντως καλὰς σημαίνων, ὧν σκοπός ἐστιν εἰς τὸ κατὰ φύσιν ἄγειν τὸ πεπονθὸς, ἀλλὰ τὰς εὐμόρφους καὶ τερπούσας τοὺς ὁρῶντας. ὁποῖαι δέ εἰσιν αὗται, διὰ τῆς ἑπομένης ῥήσεως μαθήσῃ.
§37 Σκέπαρνον μὲν ἐπίδεσμον ὅτι καλεῖ τὸν ἐγκεκλιμένον ὀλίγον ἐκ τῆς ἐγκαρσίας ἐπιβολῆς ἔμπροσθεν εἴρηται. διαῤῥωγὰς δὲ λέγει τὰ μεταξὺ διαστήματα τῶν ὀθονίων. ῥομβοειδῆ δὲ σχήματα τὰ ἰσόπλευρα μὲν, οὐκ ὀρθογώνια δέ· καὶ γὰρ καὶ ὁρίζεται τὸν ῥόμβον οὕτως Εὐκλείδης. ἔμαθες δὲ ὡς ἐν τοῖς ἐπιδέσμοις πάντων σχεδὸν πρῶτον ὀνομάζουσι ῥόμβον ἀπὸ τοῦ τὰ τοιαῦτα μάλιστα ἐργάσασθαι σχήματα.
§38 Οὐδὲν ὠφελεῖσθαί φησιν ἐξ ἐπιδέσεως τὴν εἰς τὸ πλάγιον ἐν τῷ καταγῆναι διαστραφεῖσαν ῥῖνα. γάρ τοι δόξῃ ἄν τινι βοηθεῖν αὐτῇ, μηδαὐτὸ δύνασθαί τι. δόξειε δἂν εἶναι βοηθεῖν, στηρίσαι κατὰ τὸ πλάγιον αὐτὴν ὀθονίοις, ἐς ὅπερ ἐπεκλήθη, ἀλλοὐδὲ ταῦτά φησιν ἀκριβῶς δύνασθαι πρᾶξαι τόδε.
§39 Ἐν εὐθυτάτῳ δόξειεν ἂν ὠφελεῖν κοινὴ τῆς ῥινὸς ἐπίδεσις, ὅταν ἐν τῷ μέσῳ αὐτῆς ἤτοι περίθλασις γένηται τοῦ δέρματος καὶ πάθῃ τι τὸ ὀστοῦν ἐπὀλίγον. ἐξοχὴ γάρ τις ἕπεται κατὰ τὴν πώρωσιν αὐτοῦ. τοίνυν ἐπίδεσις ἐν τοῖς τοιούτοις παθήμασιν εἴργουσα καὶ προστέλλουσα τὸ πεπονθὸς ὠφέλειάν τινα δόξει δύνασθαι παρέχειν, ἕν τι δοὐδὲν τούτοις ἀναγκαῖον ἐπιδεῖν· τὰ γὰρ θλάσματα πειρᾶσθαι χρὴ μάλιστα μὲν ἀφλέγμαντα διαφυλάττειν, εἰ δὲ καὶ φλεγμαίνοιεν, ἀφλέγμαντα ποιεῖν ὡς τάχιστα. γε ἐπιτρεφόμενος πῶρος ὀλίγος οὐδὲν δὴ τούτων ἐπιδέσεων δεῖται.
§40 Τὸ μέσον τοῦ ὀθονίου κατὰ τοῦ μέσου τῆς ῥινὸς ἐπιβαλόντα μὴ βιαίως ἀπάγειν χρὴ τῶν δαελῶν ἑκάστην ὀπίσω τῆς κεφαλῆς, ἐντεῦθέν τε ἐπὶ μέτωπον ἀνάγοντα δῆσαι.
§41 Σητανίους πυροὺς οἱ δόξαντες ἄριστα τὴν Ἱπποκράτους ἐξηγήσασθαι λέξιν εἰρῆσθαί φασι πρὸς αὐτοῦ τοὺς σῆτες ἐσπαρμένους, ὅπερ οἱ Ἀττικοὶ τῆτες ὀνομάζουσι, διὰ τοῦ τ τὰς συλλαβὰς ἀμφοτέρας λέγοντες, ἐξ οὗ σημαίνεσθαί φασι τοὺς ἐν τῷ ἔτει τούτῳ, τουτέστι κατὰ τὸ ἔαρ ἐσπαρμένους, διμηνιαίους τε καὶ τεσσαρακονθημέρους ὀνομαζομένους. ἐγὼ δὲ πυρῶν εἶδός τι σητανίους καλουμένους οἶδα κατά τε τὴν Κῶν αὐτὴν καὶ σύμπαν τὸ κατὰ τὴν Ἀσίαν Ἑλληνικόν. ὀλίγον ἔχουσιν οὗτοι τὸ πυρὸν, ἱκανῶς δὲ γλίσχρον τὸ σταῖς, οὗ μάλιστα νῦν Ἱπποκράτης δεῖται, καθότι καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ· καὶ ὅταν μὴ ἔχῃ τοιοῦτον, ἤτοι μάνναν κόμμι κελεύει μιγνύναι αὐτῷ. σπείρονται μὲν οὗτοι πυροὶ κατὰ τὸ ἔαρ εἰσβάλλον, ὡς αὐτὸς διμηνιαίοις καὶ καλὰ καὶ κατὰ τὴν ὥραν τοῦ πλείονος ὀνομαζομένοις. γίγνεται δαὐτῶν μάλιστα γλίσχρον τὸ σταῖς, ὅταν τελεσθέντων ἀφαιρεθῇ τὸ πιτυρῶδες ἐπάνω. γίγνεται μὲν καὶ διὰ τῶν λεπτῶν κοσκίνων, γίγνεται δὲ καὶ τῷ προπεπλύσθαι τοὺς πυρούς. ὥσπερ γὰρ αἱ πτισσόμενοι κριθαὶ τὸ λέπος ἀφιᾶσι μᾶλλον ὅταν προβραχῶσιν, οὕτως καὶ οἱ πυροί. πῶς οὖν εἶπε ταὐτόν; οὐ γὰρ ταὐτόν ἐστι βεβρέχθαι τε καὶ πεπλύσθαι· βρέχονται μὲν γὰρ ἐν τοῖς μύλωσιν ἅπασιν οἱ πυροὶ ἀλεῖσθαι, πλύνονται δὲ οὐκ ἐν ἅπασιν, ἀλλἐν ταῖς πλείσταις πόλεσι τῆς Ἀσίας, ἂν καίτοι οὗτοι γιγνόμενοι ἔχουσι πλοκὰ μεγάλα πεπλυμένα, διὰ λεπτῶν σχοίνων μικρὰ διαστήματα ἐχουσῶν, ὡς χοῦν μὲν καὶ ψάμμον διέρχεσθαι, τὸν πυρὸν δὲ ἐπιμένειν εἰς ταὐτό. ἐμβάλλοντες οὖν μύλωσιν ἀλεῖν πυρὸν, πρῶτον μὲν προδιαττῶσιν, ἔπειτα δὲ καθιᾶσιν εἰς ὕδωρ ὅλον τὸν πλόκαμον, ὥστε πλύνεσθαί τε ἅμα καὶ βρέχειν συμμέτρως τοὺς πυρούς. ἀναφερομένου δὲ ἐκ τοῦ ὕδατος τοῦ πλοκάμου τὸ μὲν πλεῖστον ἀποῤῥεῖ ἀπὸ τῆς ὑγρότητος, ἀπομένει δὲ πρὸς τοῖς πυροῖς τοσοῦτον, ὅσον ἀλουμένοις ἐπιτήδειόν ἐστιν. εἰ γὰρ μὴ βραχείη τὸ περικείμενον ἔξωθεν αὐτοῖς λέμμα, τὸ τοιοῦτον δέρμα σύμφυτον εἰς λεπτὰ καταθραύεται κατὰ τὰς μύλας καὶ οὕτως ἐν τῷ διαττᾶσθαι συνδιεξέρχεταί τι τοῦ καταθραυσθέντος τῷ ἀλεύρῳ· τοῦ δὲ προβραχέντος πυροῦ τὸ πυρῶδες ἁδρομερὲς μένον οὐ συνδιαττᾶται καὶ κατὰ τοῦτο καθαρώτερον γίγνεται τὸ ἄλευρον ἐκ τοῦ βεβρέχθαι τοὺς πυρούς. ἔνδοθεν δέ φησι πλυτῷ καὶ γλίσχρῳ τῷ σητανίῳ πυρῷ τὸ μετὰ τοῦ δέρματος, ὅπερ οἷον σάρξ ἐστιν αὐτοῦ τὸ κατεργασθὲν, ὡς εἶπον, ἄλευρον ἱκανῶς γίγνεται γλίσχρον. ἡγοῦμαι τοίνυν αὐτὸν ὠνομακέναι πλυτὸν ἄλευρον, ὅταν ἐκ τῶν οὕτως κεκαθαρμένων τε καὶ προβεβρεγμένων γένηται πυρῶν. εἰ γὰρ μὴ τοῦτό τις ἀκούσειεν, ἀπολείπεται πλυτὸν ἄλευρον ἀκούειν ἡμᾶς, ὅταν οὖν ὕδατι βρέξαντες αὐτὸ καὶ κινήσαντες πολυειδῶς, εἶτα ἐάσαντες καταστῆναι τὸ ἐποχούμενον, ἄνωθεν ὕδωρ ἀπολαμβάνοντες ἑψήσωμεν, ὅπερ ἐπὶ τοῦ χόνδρου ποιοῦμεν· ἀλλὰ μάχεται τούτῳ τὸ κελεύειν αὐτὸν φυρᾷν τὸ ἄλευρον, ἕψον γὰρ εἰρήκει. καὶ οὐ φυρᾶται δὲ τὸ οὕτως ὑγρὸν, ἀλλἕψεται μόνον. ἔτι δἂν μᾶλλον λέγει διὰ τῆς πεφυρημένῳ λέξεως κατανοήσαιμεν.
§42–57
§42 Ἀγαθοὺς πυροὺς τοὺς ἀρίστους δηλονότι λέγει. ταύτην γὰρ οἱ παλαιοὶ τὴν προσηγορίαν ἐπιφέρειν εἰθισμένοι κατὰ παντὸς τοῦ πρώτου ὄντος ἐν τῷ οἰκείῳ γένει. λέγουσι δὲ καὶ νῦν ἅπαντες οἱ περὶ τὴν σιτοποιίαν ἀρίστους εἶναι πυροὺς τοὺς πυκνοὺς τὴν οὐσίαν. οἱ γὰρ χαῦνοι πολὺ τὸ πιτυρῶδες ἔχουσι καὶ τὸ σταῖς αὐτῶν οὐ γίγνεται γλίσχρον, ὡς καὶ μυῶν. ὅλκιμον δὲ ὠνόμασε τὸ γλίσχρον ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ τεινόντων ἡμῶν αὐτὸ πρὸς τἀναντία μέρη, συνεχὲς μὲν οὐ διασπώμενον τοῦ μὴ γλίσχρου φθάνοντος διασπᾶσθαι κατὰ τὰς τοιαύτας ἐνεργείας. εἰ δὲ διασπᾶται, πῶς ἄν τις ἕπεσθαι φαίηται τεινούσαις χερσὶ αὐτό; εἰ δοὐχ ἕπεται, πῶς ἂν ὅλκιμον ἔτι λεχθείη; τό γε μὴν ἀδιάσπαστον καὶ συνεχὲς γενόμενον εἰκότως ἄν τις ὅλκιμον ὀνομάζοι, καθάπερ καὶ τὸν ἰξόν. ἐπὶ πλεῖστον γὰρ οὗτος ἕλκεται πρὸς τἀναντία μέρη διαλαμβανόμενος ὑπὸ τῶν ἡμετέρων χειρῶν, ὥστε καὶ ἐκ τούτων δῆλός ἐστιν Ἱπποκράτης γλίσχρον ἀξιῶν εἶναι τὸ σταῖς, ὅπου γε καὶ ὅταν μὴ τοιοῦτον , μάνναν αὐτῷ προσβάλλειν κόμμι κελεύει. μάννα δὲ καλεῖται τὸ ὑπόσεισμα τοῦ λιβανωτοῦ. μὴ παρούσης δὲ μάννης αὐτὸν λειώσεις δηλονότι τὸν λιβανωτὸν, καὶ τούτου πάλιν αὐτοῦ τὸν λιπαρώτερον ἐκλεξάμενος. ἐγὼ δέ ποτε μήτε λιβανωτοῦ μήτε κόμμεως εὐπορῶν ἐχρησάμην ὑγρᾷ ῥητίνῃ, παρέτυχε γάρ πως αὕτη. χρήσαιο δἄν ποτε καὶ μέλιτι, μηδὲ ταύτης παρούσης, ἀλλἄμεινον ἐπὶ τὴν μάνναν ἔρχεσθαι καὶ τὸ κόμμι. θερμαίνει γάρ πως τό γε μέλι καὶ ῥητίνη. τὰ δὲ τοιαῦτα παρὰ τὰς ἀρχάς ἐστιν ἄχρηστα. προϊόντος μὲν οὖν τοῦ χρόνου καὶ μένοντος τοῦ λειψάνου τῆς φλεγμονῆς ταῦτα γίγνεται τῶν ἄλλων χρησιμώτερα. καθάπερ οὖν ἐμνημόνευσεν ἔμπροσθεν, σκύτους Αἰγυπτίου μὲν πρῶτον, αὖθις δὲ Καρχηδονίου παράδειγμα τῷ λόγῳ ποιούμενος, οὕτω καὶ νῦν τοὺς σητανίους ὠνόμασε πυροὺς, ὡς καὶ οὕτως εἶπεν· ἀλεύρῳ χρῆσθαι γλίσχρας αὐτὰς ἐργαζομένῳ, οἷόν περ ἐργάζονται οἱ σητάνιοι πυροί. τάχα δὲ πάντας ὀνομάζει σητανίους οἷς συμβέβηκε πυκνοῖς τε εἶναι καὶ γλίσχρον ἔχειν τὸ ἄλευρον, ὡς ἀπὸ τοῦ συμβεβηκότος μᾶλλον αὐτοῖς εἶναι τὴν προσηγορίαν, οὐκ ἀπό τινος ἰδίας ἐξαιρέτου.
§43 Εἰ μὴ δυνατὸν, φησὶν, εἴη ἐντιθέναι τῇ ῥινὶ τοὺς δακτύλους, ὑπαλείπτρῳ χρηστέον. ὀνομάζει δοὕτως, ὡς ἤδη πρόσθεν εἶπον, ἅπαν τι ἂν ὑπαλείψειεν, οἷαίπερ εἰσὶ μίλαι τε καὶ σπαθομίλαι καὶ τὰ διαπύρινα κατὰ τὸ πέρας αὐτῶν ἔχοντα ταῦτα πάντα κεφαλὰς περιφερεῖς. ὥσπερ δὲ ἐν τῷ καίειν τὴν μασχάλην ἐδεόμεθα λεπτοτάτων ὑπαλείπτρων, οὕτω νῦν παχέων ἐστὶ χρεία, ὁπότε γε καὶ τοῖς δακτύλοις, ὅταν ἐγχωρῇ, χρώμεθα, κἂν ἐντὸς εἰς τοὺς μυκτῆρας ὅσοιπερ ἂν αὐτῶν ἁρμόττωσι καὶ ὅσοι διαπλάττωσι τὸ κατεαγὸς μερὸς τῆς ῥινός. ὅπερ δὲ προσήκει χρῆσθαι τῷ ὑπαλείπτρῳ σαφῶς αὐτὸς ἐδίδαξεν, ἀνάγειν αὐτὸ κελεύσας οὐ κατὰ τὸ πρόσθεν μέρος τῆς ῥινὸς, ἀλλὰ καθ μάλιστα καταπέπτωκεν εἰς τὴν κοιλότητα τὸ κατεαγὸς αὐτῆς. ἐκεῖνο γάρ ἐστι τὸ καὶ τῆς μοχλείας δεόμενον, ἵνα ὑψωθὲν. εἰς τὴν κατὰ φύσιν ἀφίκηται χώραν· οὐδὲ γὰρ οὐδἄλλο τι τὸ διαπλάττειν ἐστὶν ὁτιοῦν μέρος ἔξω τοῦ τὴν οἰκείαν ἑκάστῳ τῶν μερῶν αὐτοῦ διδόναι χώραν. τὰ δἐφεξῆς τῆσδε τῆς ῥήσεως ἄχρι πολλοῦ πάντἐστὶ σαφῆ.
§44 Διὰ τὴν ἀπαρτῆ φωνὴν σημαίνεται ἅπασα διὰ τῶν προσκολλημάτων ἀντίτασίς τε καὶ οἷον εὔθυσις τῆς διεστραμμένης ῥινός. δὲ νῦν κελεύει ποιεῖν, ἀσθενὲς ἐφάνη μοι πειρωμένῳ· εἰ μὲν γὰρ ἰσχυρότερόν τε εἴη ἀποκολλᾶται καὶ ἀφίσταται μετρίως τείνοντος, οὐδὲν ἀξιόλογον περαίνεται.
§45 Τῆς συνεχείας λύσις ἕλκος μὲν ἐν σαρκώδει μορίῳ, κάταγμα δὲ ἐν ὀστῷ καλεῖται. τὸ δὲ ἐν χόνδρῳ γενόμενον οὐκ ἔχον ἰδίαν προσηγορίαν καταχρησάμενος Ἱπποκράτης τοῦ κατάγματος ὀνόματι προσηγόρευσεν.
§46 Οἷς ἀπεδείξαμεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ τὰ κατὰ μέρος ὁμολογεῖται πάντα. καὶ γὰρ καὶ νῦν ἐπὶ τῶν ἐπιπλασμάτων βλάπτεσθαί φησι τὸ οὖς Ἱπποκράτης, ὥσπερ καὶ φαίνεται διὰ τῆς ἐμπειρίας· ἱκανῶς γὰρ βούλεται ξηραίνεσθαι δὴ, ὅτι ξηρότατόν ἐστι τὴν φύσιν ἔχον. ἆροὖν κἀκ δέρματος συγκείμενον. ἐδείχθη  δὲ ἕκαστον μόριον εἰς ὅσον ἂν ξηρότερον εἰς τοσοῦτο τῆς ξηραντικωτέρας ἀγωγῆς δεόμενον.
§47 Ἐγγυτάτω, φησὶν, ἐστὶ τοῦ μὴ βλάπτειν ἐπιπλαττόμενον τὸ γλίσχρον ἄλευρον. ἔστι γὰρ δῆλον ὅτι τοῦτο τῶν ἄλλων ξηραντικώτερον. εἴρηται δὲ ὀλίγῳ ἔμπροσθεν ἡμῖν, ὁποῖον λέγει τὸ γλίσχρον ἄλητον, ἡνίκα τὸν περὶ τῆς καταπλαττομένης ῥινὸς ἐποιεῖτο λόγον. ὁμοιότατον δὲ τούτῳ ποιοῦσι κατάπλασμα τῇ πείρᾳ διδαχθέντες οἱ κατὰ παλαίστραν ἔχοντες ἐκ τοῦ χόνδρου, βρέχοντες αὐτὸν ὄξει μέχρι διοιδέσει καὶ οὕτως λεαίνοντες.
§48 Συρμεσμοὺς δὲ ἐκάλουν οἱ παλαιοὶ τὰς μετρίας κενώσεις εἴτε διὰ τῆς ἕδρας εἴτε καὶ διἐμέτων γίγνοιντο. τοιούτων τινὰ κελεύει καὶ νῦν ποιεῖσθαι. πολλαὶ δὗλαι τοῦτο περιεργάζονται· καὶ γὰρ μέλι πλέον ληφθὲν αὐτὸ καὶ μελίκρατον ἀκρατέστερον καὶ πτισάνης χυλὸς ἐξ ὕδατος ἑψημένος μόνον καὶ αὐτὸς καθἑαυτὸν καὶ μετὰ μέλιτος. καὶ τούτων μᾶλλον ἀπὸ ῥαφανίδων ἔμετος καὶ ἀπὸ ναρκίσσου βολβοῦ. μείζων δὴ τούτων, οὐ μὴν ἤδη γλίσχρος, ὅταν εἰς ῥαφανῖδας ἐλλεβόρου λευκοῦ κάρφη πήξαντες ἐν τῇ ὑστεραίᾳ τὰς ῥαφανῖδας δῶμεν φαγεῖν, εἴτε μόνας εἴτε καὶ διὀξυμέλιτος.
§49 Φυλάσσεται τὸ οὖς ἅτε μὴν διὰ τὸν ὑποκείμενον τῷ δέρματι χόνδρον· ἂν γὰρ μὴ ταχέως τμηθὲν συναχθῇ τε καὶ κολληθῇ, κίνδυνός ἐστι λυπανθῆναι τὸν χόνδρον. ἀναπίνεται δὲ, τουτέστιν ἐκδαπανᾶται καὶ διαφορεῖται, τὸ συνιστάμενον αὐτόθι πῦον ἐνίοτε διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων ἁπλῶν καὶ κούφων φαρμάκων, ὅσα ξηραίνειν ἀδήκτως πέφυκεν, οἷόν ἐστι καὶ τοῦ κοχλίου μύξα μετὰ λιβανωτοῦ καὶ εἰ δέοι ξηραίνεσθαι σφοδρότερον, ἤτοι μετἀλόης μετὰ σμύρνης μετἀμφοῖν. οὕτως δὲ καὶ μέλι καταχριόμενον Ἀττικὸν ἐπιπασσόμενον λεῖον τῶν εἰρημένων ἕκαστον ξηραντικόν ἐστι τὸ φάρμακον. ἄδηκτον δὲ λέγω τόν τε λιβανωτὸν καὶ τὴν ἀλόην καὶ τὴν σμύρναν.
§50 Κυλλὸν μὲν καὶ μικρότερον ἐξ ἀνάγκης γίγνεται διαφθαρέντος ἐν τῇ καύσει μέρους οὐκ ὀλίγου, τοῦ τε χόνδρου καὶ τοῦ περιέχοντος αὐτὸν δέρματος ἔχεσθαι. ἐπὶ δὲ τοῦτο συμβουλεύει ποτὲ δεδιὼς τὸ δύσαλθες τοῦ χόνδρου. γυμνωθεὶς γὰρ συνουλοῖ καὶ μάλιστα βραχείαις τισὶν ἡμέραις χρονίσεις, μετὰ τὸ τμηθῆναι μὴ συνελθόντος καὶ κολληθέντος τοῦ δέρματος εὐθέως.
§51 Ἕνεκα τοῦ μηδὲν ἐμμεῖται τοῦ πύου καὶ βλάπτειν τὸν χόνδρον ἀξιόλογον κελεύει ποιεῖσθαι τὴν τομήν.
§52 Κατὰ τὴν διάγνωσιν τοῦ περιεχομένου γίγνεται πύου τις ἀπάτη τοῖς ἀνατεινομένοις, ὡς δοκέειν ἤδη πολύ τε εἶναι αὐτὸ καὶ λεπτῦναι τὸ δέρμα. κατὰ δὲ τίνα τρόπον εἰς τὴν τοιαύτην ἀπάτην ἀφικνοῦνται διὰ τῶν ἑξῆς αὐτὸς Ἱπποκράτης δηλώσει.
§53 Κατὰ τὰς διαγνώσεις τῶν ἐκπυϊσκομένων μερῶν ἐπανήκει συμμέτρως πρὸς τὴν ἁφὴν τὸ πάσχον σῶμα, διαιρεθὲν εὑρίσκεται πῦον ἔχον. ἐπειδὰν οὖν εὕρωσιν οἱ ἰατροὶ τὴν αὐτὴν ποσότητα τῆς εἴξεως ἐπὶ παντὸς ἄλλου μέρους ὁμοίως ἐκπεπυηκέναι νομίζοντες τοῖς ἔμπροσθεν ἑωραμένοις, ἐπὶ τὸ τέμνειν ἀφικόμενοι διαμαρτάνουσιν ἐνίοτε διττὴν ἁμαρτίαν, ὡς τὸ μηδὅλως εὑρεῖν πῦον ἐπὶ τούτων διὰ τοῦ παχύτερα πολλῷ παρὰ τὴν προσδοκίαν εἶναι τοιαῦτα· ἔοικε γὰρ πολλάκις ἰατρῷ ὑγρὸν ἔχοντα ἐν αὐτοῖς μυξῶδες, ὡς οὕτω διαπυήσαντα. καὶ γίγνεται τοῦτο διότι τὰ τοιαῦτα τῶν ὑγρῶν, ὡς αὐτὸς εἷπεν, ὀλισθαίνει ταχέως ἐν τῷ ψαύειν αὐτῶν εἴωθε συνίστασθαι περί τε χόνδρους καὶ τένοντας καὶ νεῦρα καὶ συνδέσμους, ὡς αὐτὸς ἐφεξῆς λέγει.
§54 Τὰ γὰρ χονδρώδη καὶ ταῦτα τὰ γαγγλία καὶ σύντροφά τινὰ εἰσι περὶ νεῦρα τὴν γένεσιν ἐξ ὑγροῦ, γλίσχρου δὲ μυξώδους ἐσχηκότα. τοιαύτη γὰρ οἰκεία τῶν νεύρων τροφή.
§55 Ἐπεὶ ξηρόν ἐστι μόριον τὸ οὖς καὶ διὰ τοῦτο τῶν ξηραινόντων δεῖται φαρμάκων, χρὴ μέντοι οὐ μέγαν τοῦ προσήκοντος αὐτὸ ξηραίνειν, ὅταν ἐπὶ τὸ τέμνειν εὐθέως τὰ φάρμακα προσφέρωνται. τεῖνον γὰρ ἐργάζεται μηδὲν ἔχοντα παρηγορικὸν, οὐ μὴν οὐδὲ βαρύνεσθαι χρὴ τὸ οὖς τῷ ἐπιτιθεμένῳ ὄγκῳ· καὶ γὰρ τὰ ὦτά γὀδυνᾶται καὶ ἅμα ἀσηρόν. ἄριστον οὖν ἐστι χρῆσθαι φαρμάκοις μετὰ τὸ στομῶσαι μετρίως ξηραίνουσιν, ὁποῖα τὰ ἔναιμα καλούμενα. τὰ γὰρ καταπλάσματα ἐγκλείει τε καὶ θηλύνει μὴ ξηραίνοντα τὰς περιττὰς ὑγρότητας αὐτῶν καὶ μάλιστα γλίσχρας καὶ παχείας οὔσας.
§56 Προσθεῖναι δὲ χρὴ τῇ λέξει τὸ ὑγρὸν, ὅπερ καὶ παρεγγράφουσί τινες, ὡς εἶναι τὴν ὅλην γραφὴν τοιαύτην· ὅτε γὰρ χόνδρος ἄρξηται ψιλοῦσθαι καὶ ὑποστάσιας ὑγρῶν ἴσχει. καλεῖ δὑποστάσεις τὰς ἔνδον μονὰς τῶν ὑγρῶν, προσῆκεν ἐκκρίνεσθαι, τοῦ τε πύου δηλονότι καὶ τοῦ μυξώδους χυμοῦ. ὀχλώδη οὖν, φησὶ, γίγνεται, τουτέστι ὀδυνηρὰ, ὅπερ ὁρᾶται τοῦ χόνδρου κακουμένου.
§57 Ποίας ἰήσεις μέμφεται; δηλονότι περὶ ὧν ἐνεδείξατο μικρὸν ἔμπροσθεν ἀπέχεσθαι κελεύων, καταπλασμάτων καὶ μετώσεως καὶ τῶν βαρυνόντων καὶ ὀδυνώντων.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up