Book 3
§1–18
§1 Οὐχ ὡς καὶ καθἕτερον μέρος ἐν τῷ σώματι σφονδύλων ὄντων πρόσκειται τὸ κατὰ ῥάχιν· γὰρ ἁπάντων τῶν σπονδύλων σύνθεσις ὀνομάζεται ῥάχις, ἀλλεἰ καὶ οὕτως ἔτυχεν εἰπών· σφόνδυλοι δὲ οἷς ὑπάρχει καὶ κατὰ ῥάχιν εἶναι. τινὲς μέντοι τῶν νεωτέρων ἰατρῶν ἀξιοῦσιν οὐχ ἅπασαν τῶν σπονδύλων τὴν σύνταξιν ὀνομάζειν ῥάχιν, ἀλλὰ μόνον τὸν θώρακα καὶ τὴν ὀσφῦν, καθοὓς Ἱπποκράτης νῦν δόξει διαλέγεσθαι περὶ τῶν κατὰ τὴν ὀσφῦν τε καὶ τὸν νῶτον μόνον, οὐ τῶν κατὰ τὸν τράχηλον. εἴρηται δὲ ἀκριβῶς ἡμῖν ἅπασα τῶν σφονδύλων σύνθεσις ἐν τῇ περὶ τῶν ὀστῶν εἰσαγωγῇ, καθἣν ἠξίωσα ἀπογυμνάσασθαι τὸν ἀκολουθήσαντα τοῖσδε τοῖς ὑπομνήμασι, τεθεαμένος ἀκριβῶς ἕκαστον τῶν ὀστῶν ὁποῖόν ἐστιν, ἐπαὐτῶν μὲν μάλιστα τῶν ἀνθρώπων σκελετῶν, εἰ μὴ πάντως τῶν πιθηκείων.
§2 Ὀπισθοκύφωσις ὀνομάζεται εἰς τοὐπίσω διαστροφὴ τῆς ῥάχεως, ὥσπερ μὲν εἰς τὸ πρόσω λόρδωσις, δὲ εἰς τὰ πλάγια σκολίωσις. οἴονται δέ τινες γίγνεσθαι τὴν εἰς τοὐπίσω διαστροφὴν, ἣν δὴ καὶ κύρτωσιν ὀνομάζουσι, φυμάτων ἀπέπτων συνισταμένων ἐπὶ τῆς ῥάχεως μεγάλων τε καὶ σκληρῶν καὶ χρονίων, ὑφὧν βαρυνομένους ὠθεῖσθαι πρὸς τὴν ὀπίσω χώραν τοὺς σφονδύλους, οὐκ ἐννοοῦντες ὅτι οὔτε κατακειμένων ὑπτίων ἐγχωρεῖ τὰ φύματα τοὺς ὑποκειμένους ἑαυτοῖς βαρύνειν σφονδύλους οὔτε ὀρθῶς ἑστηκότων οὔτε καθημένων, ἀλλοὐδεἴ ποτε κατὰ τῶν πλευρῶν κλινόμεθα. πρὸς δὲ καὶ ἄλλοις ἐστὶν ἄτοπον εἰς τοσοῦτον βάρος σκληρότητα ἥκειν τὰ φύματα νοεῖν, ὡς καὶ τῶν ὀστῶν βαρύτερα καὶ σκληρότερα γίγνεσθαι. ὅτι μὲν οὖν ὑπὸ φυμάτων ἀπέπτων εἰς τὸ ἔμπροσθεν ἀποτελοῦνται διαστροφαὶ τῆς ῥάχεως αὐτὸς Ἱπποκράτης ὀλίγον ὕστερον ἐρεῖ. προσέχειν δὲ χρὴ τοὺς ἐξηγησαμένους τὸ βιβλίον οὐ τούτῳ μόνον, ἀλλὰ καὶ ὅτι κατὰ τὴν προκειμένην ῥῆσιν εἶπεν· ἐς τὸ κυφὸν ἕλκονται, δυνάμενος εἰπεῖν ὠθοῦνται, καθάπερ οὕτω ἕλκονται. δόξει γε μὴν ἄτοπον εἶναι τοὺς σφονδύλους ὀπίσω μεθισταμένους ὑπὸ νοσημάτων ἕλκεσθαι λέγειν εἰς τὸ πρόσω. τοῦτο γὰρ οἰκειότερον ἦν ἐπὶ τῆς λορδώσεως εἰρῆσθαι. τὶ ποτοὖν ἐστιν ἀληθὲς ἅμα καὶ πρὸς Ἱπποκράτην ἔτι πειράσομαι δηλῶσαι. αὐτὰ μὲν τὰ τῶν σφονδύλων ὀστᾶ κατὰ τὸν ἴδιον λόγον οὔτἀνατρέπεται πρὸς τῶν φυμάτων οὔθἕλκεται, τῶν δὲ συνδούντων αὐτοὺς σωμάτων ἐστὶ τὸ πάθημα πρῶτον. ὅταν οὖν συνηθισμένον γένηται τοῖς σφονδύλοις φῦμα μετεωριζόμενον καὶ αὐξανόμενον πρὸς τὴν ἔνδον πρόσω χώραν, ἑκατέρως γὰρ ὀνομάζουσιν, ἀναγκαῖόν ἐστιν ἕπεσθαι τοῖς φύμασι τοὺς συνδέσμους, οἷς πάλιν αὐτοὺς τοὺς σφονδύλους ἀκολουθεῖν. ἐὰν μὲν οὖν κατὰ μίαν χώραν γένηται τὸ φῦμα, ταύτης ἑλκομένης ἐντὸς λόρδωσις συμβαίνει τῆς ῥάχεως σφονδύλοις· ἐὰν δὲ κατὰ δύο, μεταξύ τινος ἀπαθοῦς περιλαμβανομένης χώρας κύφωσις. ἑκατέρου γὰρ τῶν φυμάτων ἕλκονται πρὸς ἑαυτὸ τὸν συνεχῆ σφονδύλον, οἱ μέσοι κυρτοῦνται πρὸς τοὐπίσω. θεάσασθαι δὲ ἐναργῶς ἐγχωρεῖ σοι τοῦτο συμβαῖνον ἐπὶ πάντων ὅσα κάμπτεσθαι δύναται μετρίως, οἷά πέρ εἰσι καὶ διάχλωραι ῥάβδων καὶ τῶν καλάμων οἷς γράφομεν οἱ πλείους. τούτων τὸ μὲν ἕτερον τοῖς τῆς δεξιᾶς χειρὸς περιλαβὼν δακτύλοις, τὸ δἕτερον τοῖς τῆς ἀριστερᾶς ἐπισπάσαι πρὸς ἑαυτὸν εἰς τὴν ἐναντίαν χώραν ἐπισπώμενόν τε καὶ κυρτούμενον ὄψει τὸ μέσον· οὐ μὴν οὐδὲ σκολιώσεις ἑτέραν ἔχουσιν αἰτίαν γενέσεως, ἀλλὰ καὶ ταύτας τείνεσθαι συμβαίνει σκληροῦ καὶ δυσπέπτου φύματος ἔν τινι τῶν πλαγίων μερῶν συνισταμένου. τρία γὰρ ταῦτα πάθη κατὰ τὴν ῥάχιν ἐν ταῖς τῶν σφονδύλων γίγνεται μεταστάσεσι, κύφωσις, λόρδωσις καὶ σκολίωσις· ὀπίσω μὲν ἀποχωρούντων κύφωσις, εἰς τὰ πρόσω δὲ ἰόντων λόρδωσις, ἐπὶ δὲ τὸ πλάγιον ἐκτρεπομένων σκολίωσις. ἔξωθεν δὲ τούτων σεῖσις καλουμένη τέταρτον πάθος ἐστὶ τῶν ἐν τῇ ῥάχει σφονδύλων, ὅταν διακινηθῶσι μὲν αἱ ἁρμονίαι, κατὰ χώραν δὲ οἱ σφόνδυλοι μένωσι.
§3 Καὶ τἄλλα μὲν, φησὶ, τὰ κατὰ ῥάχιν ἐστὶ δύσλυτα, μάλιστα δαὐτῶν ὅσα φρενῶν τῆς προσφύσιος κυφοῦται ἀνώτερον, τουτέστιν ἐν τῷ κατὰ τὸν θώρακα σφονδύλῳ. ὅτι δοὕτως χρῆται τῇ φωνῇ καὶ κατἀρχὰς εὐθέως τοῦδε τοῦ βιβλίου δῆλόν ἐστιν, ἔνθα φησί· καὶ γὰρ καὶ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη βραχεῖα πόη τῆς βαθείης, ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην. διὰ τί δὲ μάλιστα δύσλυτα γίνεται τὰ κατὰ τὸν θώρακα φύματα, διὰ τῆς ἐπιφερομένης μαθήσῃ ῥήσεως.
§4 Ἔνιά φησι τῶν κατωτέρω τοῦ θώρακος παθῶν, τουτέστι τὰ κατὀσφῦν, ὑπὸ κιρσῶν δυσεντερίας λύεσθαι, μεταλαμβανομένων δηλονότι τῶν ἐργασαμένων αὐτὰ χυμῶν εἰς πρώτην μὲν αὐτὴν τὴν ἐπὶ τῇ ῥάχει μεγίστην φλέβα, μετἐκείνην δὲ εἰς τὰς ἀποφύσεις αὐτῆς τὰς ἐπὶ τὰ σκέλη. τοιαύτη δὲ οὐδεμία φλέψ ἐστι κατὰ θώρακα τοὺς μοχθηροὺς χυμοὺς ὑποδέξασθαι δυναμένη· μία μέν ἐστιν τὰς ὀκτὼ πλευρὰς ἑκατέρωθεν φέρουσα, δύο δἄλλαι μικραὶ τὰς ὑψηλάς τε παρὰ τὰς ἐξ ἑκατέρου μέρους μία, πασῶν δαὐτῶν εἰς τὸν θώρακα κατασχιζομένων τε καὶ ἀναλισκομένων. εἰ δὲ μεταβληθείη τις χυμὸς εἰς αὐτὰς ἐκ τῶν φυμάτων ἐκκενωθῆναί που δύναται καὶ τὸ δἐπίπαλαι φάναι αὐτὸ δύσκολον. οἱ γὰρ τὰ σκληρὰ καὶ δύσπεπτα γεννῶντες χυμοὶ γλίσχροι εἰσὶ καὶ παχεῖς, ὥστοὐ ῥᾳδίως εἰς τὰς στενὰς μεταλαμβάνονται φλεβάς. δὲ κατὀσφῦν φλέψ εὐρυτάτη τἐστὶ καὶ πάσαις ταῖς κάτω φλεψὶν αὕτη χορηγεῖ τὸ αἷμα. τοὺς οὖν παχεῖς τούτους καὶ γλίσχρους χυμοὺς, ὅταν ποτὲ μεταλάβῃ τῆς ἐν τοῖς πεπονθόσι μορίοις δυνάμεως ῥωσθείσης, ὡς ἀπώσασθαι τὸ περιττὸν ἐναποτίθεται ταῖς ἐνταῦθα καθηκούσαις φλεψὶν, ὑφὧν ἀνευρύνονται μὲν καὶ κιρσοῦνται, παχέων μὲν ἱκανῶς ὄντων εὐθέως ἐν τῇ κατὰ βουβῶνα, μετριωτέρων δὲ ὑπαρχόντων ἐν τῇ κατὰ τὴν ἰγνύαν. ἔνθα γὰρ ἂν πρῶτον ὑπὸ πάχους τε καὶ γλισχρότητος ἐμφραχθέντες ἱστῶσιν, ἐνταῦθα διϊστᾶσί τε καὶ διευρύνουσι τὴν φλέβα. καὶ γὰρ τοῖς ἄνευ τοιαύτης αἰτίας ἔχουσιν ἐν τοῖς σκέλεσι κιρσοὺς ἀνάλογον τῷ πάχει τοῦ χυμοῦ τὰς ἀνευρυνομένας φλέβας ἰδεῖν ἐστίν, ἐπὶ μὲν τοῖς παχυτάτοις τὰς εὐρυτάτας οἷαί πέρ εἰσιν αἱ κατὰ βουβῶνα, ἐπὶ δὲ τοῖς ἦττον ἐκείνων παχέσι τὰς ἧττον εὐρείας, ὁποῖαι κατἰγνύας εἰσί. ποτὲ μὲν γὰρ ἐν ταῖς μείζοσι τροφαῖς ἐμφραττόμενοι τὸ πάθος ἐργάζονται, ποτὲ δὲ εἰς τὰς κατωτέρας χωροῦσιν, ὅσαι στενότεραι. παχὺ δὲ πάντως ἐν τοῖς κιρσοῖς ἐστι τὸ αἷμα, μελαγχολικῶν δἐστὶ πλειστάκις τὸ πάθος, ἔστι δὅτε ἑτέρων ὠμῶν καὶ παχέων χυμῶν.
§5 Ὅταν εἰς ἔντερα μετάληψις γένηται τῶν παρὰ φύσιν χυμῶν ἐπὶ δυσεντερίᾳ, τῶν ἐντέρων ξυομένων τῇ δριμύτητι τῶν εἰς αὐτὰ συῤῥεόντων χυμῶν ἐκπυϊσκομένων δηλονότι τῶν φυμάτων. οὐδὲ γὰρ ἄλλως οὐδὲ συῤῥαγεῖέν ποτεἰς ἔντερα διὰ τὸ πάχος αὐτῶν. αἱ δἐκπυήσεις λεπτύνουσί τε τοὺς παχεῖς χυμοὺς καὶ τὴν ἐν τοῖς πάσχουσι μορίοις φύσιν ἐπεγείρουσιν εἰς ἀπόκρισιν ἀνιαρῶν ἤδη τῶν περιεχομένων χυμῶν.
§6 Οὐδὲν θαυμαστόν ἐστιν ἀναυξῆ γενέσθαι τὴν ῥάχιν ἐν τοῖς τοιούτοις νοσήμασιν, ὥσπερ κἀπὶ τῶν ἐξαρθρημάτων ἔμπροσθεν ἠκούσαμεν αὐτοῦ λέγοντος, ὧν ἔμπτωσις ἠπορήθη. διά τε γὰρ τὴν διαστροφὴν τῶν ἀγγείων καὶ τὴν δυσκινησίαν καὶ τὸν τῆς φύσεως κάματον, ὃν κάμνει κατὰ τὰ τοιαῦτα πάθη, χεῖρον πρόσθεν ἀνάγκη τρέφεσθαι τὰ πεπονθότα μόρια. τοῦτο δἐν μὲν τοῖς ηὐξημένοις ἤδη καὶ τελείοις σώμασιν ἰσχνότερα ποιεῖν εἴωθε τὰ μόρια, τοῖς δἔταὐξανομένοις αὔξησις ἐμποδίζεται τῶν κατὰ ῥάχιν. ὅσα δἀμφότερα τῶν πεπονθότων ἐστὶν, οἷον αἵ τε χεῖρες καὶ τὰ σκέλη, παντάπασιν ἀβλαβῆ διαμένει· συμπάσχει γὰρ οὐχ ὅλον τὸ σῶμα τοῖς οὕτω πεπονθόσιν, ἀλλὅσα πλησίον ἐστὶ μόνα.
§7 Ἐπὶ τῶν ἔτι ἐν αὐξήσει λόγον ποιεῖται, περὶ ὧν προείρηκεν ὅτι οὐχὶ συναύξεται τὰ κατὰ τὴν ῥάχιν αὐτοῖς. ὅταν οὖν ἐν τοῖς κατὰ τὸν θώρακα σφονδύλοις τὸ κύφωμα γένηται, μάλιστα τούτοις ἀναυξητέα ἀποτελεῖται κατὰ τὸ μῆκος. ἔκ τε οὖν τούτων καὶ ὅτι κατὰ τὸ κυφὸν εἰς τοὐπίσω μετάστασις ἐγένετο τῶν σφονδύλων, ἀναγκαῖόν ἐστι στενὸν καὶ ὀξὺν αὐτοῖς γίνεσθαι τὸν θώρακα καὶ κατὰ τοῦτο καὶ τὰς ἐντὸς κοιλίας τὰς ὑποδεχομένας τὸ πνεῦμα μικροτέρας, ὥστε καὶ τοῦ πνεύματος, ὅταν ἀναπνέωσιν, ἐλάττονος ἀπολαύειν τὸ σῶμα. λέλεκται δὲ κἀν τοῖς. περὶ δυσπνοίας ὡς ἀναγκαῖόν ἐστιν, ἔνθα τῆς χρείας ἐλάττων εἰσπνοὴ γίνεται, τὴν ἐφεξῆς αὐτῇ τὴν δευτέραν μετἐλάττονα χρόνον εἴπερ εἶχε κατὰ φύσιν προτέρα ποιῆσαι τὴν ἀρχήν. τὸ δὲ μετἐλάττονα πυκνὸν ἐργάζεται τὸ πνεῦμα καὶ τοῦτο τὸ τῆς δυσπνοίας εἶδος συνίσταται τὸ κατὰ μικρότητα καὶ πυκνότητα. κερχνώδεις δὲ γίγνονται διὰ τῶν κατὰ τὴν φάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν μορίων στενότητα. συναύξει δὲ ταύτην τὴν στενότητα καὶ τοῦτο περὶ οὗ κατὰ τὴν ἐξῆς ῥῆσιν διδάσκει.
§8 Εἰς τἀναντία ἐχόντων τῶν κατὰ τὸν θώρακα σφονδύλων εἰς τὴν ὀπίσω χώραν μεταστάντων ἐν τοῖς κυφώμασιν, ἀναγκαῖόν ἐστιν ὅλον τὸν τράχηλον εἰς τὸ πρόσω ῥέπειν, ὥστε καὶ τὴν κεφαλήν· ἐπίκειται γὰρ τούτῳ· κατεὐθὺ τοίνυν συμβήσεται τοῖς κυφοῖς ἐν τοιούτῳ σχήματι βαδίζειν, ἐν οἱ πάντες, ὅταν ἐπινεύσωμεν ὅλον τὸν τράχηλον ἅμα τῇ ῥάχει καὶ κάμψαντες ἄμφω καὶ κυρτώσαντες εἰς τοὐπίσω κάτω βλέπομεν εἰς τὴν γῆν. ὅπως οὖν μὴ πάσχωσιν οἱ κυρτοὶ τοῦτο, τὸν τράχηλον ἀναγκάζονται πρὸς τοὐπίσω, τοῖς αὐτῶν σφονδύλοις ὀλίγον εἰς τοῦτο συντελοῦσιν, ὡς ἂν ἐλαχίστην ἔχουσι τὴν κίνησιν, ἔνθα μάλιστα ταύτην ἀξιόλογον εὑρίσκουσιν, ἐνταῦθα πλεῖστον ἀνανεύουσιν. εὑρίσκεται δὲ κατὰ τὴν τῶν πρώτων δυοῖν σφονδύλων διάρθρωσιν, ἣν πρὸς ἀλλήλους καὶ τὴν κεφαλὴν ἔχουσιν. ὅπερ οὖν τοῖς ἀπαθέσιν ἄγουσιν εἰς ὀπίσω τὴν κεφαλὴν γίνεται σχῆμα, κατὰ τὴν διάρθρωσιν αὐτῆς, τοῦτο τοῖς κυφοῖς ὀρθουμένοις· καὶ δὴ καὶ ὥσπερ οἱ κατὰ φύσιν ἔχοντες ἐξεχέβρογχοι γίνονται κατὰ τὰς εἰς τοὐπίσω τῆς κεφαλῆς ἀνανεύσεις, οὕτως οἱ κυφοὶ κατὰ τὰς ὀρθίας τάσεις. ἐξεχεβρόγχους δηλονότι καλεῖ τοὺς ἐξέχοντας εἰς τοὐπίσω, εἰς τὸ πρόσω τὴν δίκην ἔχοντας. οὕτως δεἰκὸς ὀνομάζειν αὐτὸν, ἤτοι τὴν τραχεῖαν ἀρτηρίαν ὅλην μόνον τὸν φάρυγγα, καὶ τοῦτἔστι τὸ μάλιστα κερχνώδη τὴν ἀναπνοὴν ἐργαζόμενον, ἀμέλει καὶ τοῖς κοιμωμένοις ἐν τοιούτῳ σχήματι μάλισθὑπάρχει τὸ ῥέγχειν. διὰ τοῦτἔφη· καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔς τἂν ἀναπιεχθῇ τοῦτο τὸ ὀστέον, ἀναφορικῶς εἰπὼν ἐπὶ τὸ προειρημένον ἐν ἀρχῇ τῆς ῥήσεως, ἔνθα φησί· καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σφόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν. ἐξ οὗ τεκμήραιτἄν τις μέγαν σφόνδυλον ὀνομάζειν αὐτὸν τὸν δεύτερον, ὃς χωρῆσαι μάλιστα δύναται πρόσω, καὶ πάλιν ἐντεῦθεν ἀναπιεχθῆναι. πρόδηλον δὅτι καὶ τὴν αὐτὴν χώραν τὴν πρόσω καὶ ἔσω κέκληκε· πρόσω μὲν ὡς βαίνοντα ἐκ τῶν ὀπίσω μερῶν εἰς αὐτὴν σφόνδυλον, ἔσω δὅτι κατὰ τὸ βάθος ἐστὶ τοῦ σώματος, ἐάν τε πρὸς τὴν ἔσωθεν ἐπιφάνειάν τις, ἐάν τε πρὸς τὴν ὀπίσω σκοπῇ.
§9 Οἷς ἐν τοῖς ἄνω τῶν φρενῶν ἐστί τὸ κύφωμα, τούτοις κατὰ τὸν πνεύμονα τὰ φύματά φησιν ὡς τὸ πολὺ γίγνεσθαι. δῆλον οὖν ὅτι καὶ οἷς ἐν ὀσφύϊ τὸ κύφωμα καὶ τούτοις ἐνταῦθα τὰ φύματα συνίσταται. ὡς τὸ πολὺ δεἶπεν, ἐπειδὴ καὶ κατὰ τὴν διάπτωσιν καὶ πληγὴν κυφοῦται ῥάχις, ὥσπερ οὖν καὶ λορδοῦται καὶ σκολιοῦται. διὰ δὲ τοῦ φάναι· καὶ γὰρ πρόφασις τοῦ κυφώματος καὶ σύντασις τοῖσι πλείστοισι διὰ ταύτας συστροφὰς γίγνεται, τὴν αὐτὴν γνώμην ἐνδείκνυται κατἀρχὰς, ὁπότε λέγει· σφόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οἷσι μὲν ὑπὸ νοσημάτων ἕλκονται εἰς τὸ κυφόν. τὸ δἐν τῇ νῦν ῥήσει λελεγμένον, ᾗσιν δἂν κοινωσήσωσιν οἱ τόνοι οἱ ξύνεγγυς ἐπὶ τὰ νεῦρα τὴν ἀναφορὰν ἔχει, κατὰ τὸν νῶτόν τε καὶ τοὺς σφονδύλους. ἐγὼ δὲ πρόσθεν ᾐτιασάμην τοὺς συνδέσμους τῶν σφονδύλων ἑλκομένους ἑαυτοῖς συνεπισπᾶσθαι καὶ αὐτοὺς τοὺς σπονδύλους. οὐ γὰρ ἡγοῦμαι τὰ ἀπὸ νωτιαίου πεφυκότα νεῦρα τὰ ἑλκόμενα πρὸς τοῦ φύματος ἑαυτοῖς δύνασθαι συνεπισπᾶσθαι τοὺς σφονδύλους· καὶ γὰρ ἀσθενέστερον πολὺ τῆς τοιαύτης δυνάμεώς ἐστι διά τε σμικρότητα καὶ μαλακότητα, διὸ καὶ οὐδὲν ἐκπέφυκεν ἐκ τῶν ὀστῶν, ὥσπερ οἱ σύνδεσμοι. ῥωμαλεώτεροι γὰρ ὄντες οὗτοι καὶ συνεχεῖς τοῖς τόνοις. εἰ δἂν κοινωνήσωσι τοῖς φύμασι, δύνανται οὖν ἐπισπᾶσθαι τοὺς σφονδύλους.
§10 Κατὰ συμπάθειαν δηλονότι τὰ εἰρημένα νοσήματα γίγνεται. συμπάσχει δὲ τὰ ὁμογενῆ καὶ τὰ πλησίον ἅπερ ἐλέγετο κἀν τῷ σύνεγγυς καὶ τὰ κοινὰ καὶ μάλιστα κακοῦντα. δυσεντερία μὲν οὖν καὶ κιρσοὶ κατὰ μετάστασιν τῶν ἐργαζομένων τὰ φύματα χυμῶν γεννώμενα θεραπεύει τὴν κύφωσιν. ὅσα δὲ κατὰ συμπάθειαν γίγνεται νοσήματα, τούτων οὐδέν ἐστι λυτικῶν τῶν ἐξ ἀρχῆς παθῶν.
§11 Οἷς κατὀσφῦν ἐστι τὸ κύφωμα, τούτοις ἰσχία μᾶλλόν ἐστιν ἄσαρκα τῶν κατὰ θώρακα κυφῶν. ἐκ τούτου δὲ δῆλον ὡς καὶ τοῖς κατὰ θώρακα κυφοῖς ἄσαρκα μετρίως γίγνεται τὰ κατἰσχίον, ὡς ἂν κοινωνοῦντα τῇ ῥάχει.
§12 Τοῖς μηδέπω τελείοις κατὰ τὴν ἡλικίην πρὸς τῷ κοινῷ τῆς ἀτροφίας, ἔτι καὶ ἀναύξητα τὰ πεπονθότα μόρια γίνεται, καθότι καὶ πρόσθεν ἐῤῥέθη. νυνὶ δὲ προστίθησιν ἄλλην διαφορὰν οὐκ ἀπὸ τῆς ἡλικίας, ἀλλἀπὸ τῶν πεπονθότων μορίων· ὅσῳ γὰρ ἐν ἀρχῇ μᾶλλον ἑαυτῆς ῥάχις πάθῃ, τοσούτῳ μᾶλλον ἀναυξεστέρα γίγνεται, διότι τῆς γενέσεως αὕτη καὶ τῆς αὐξήσεως ἄνωθέν ἐστιν.
§13 Τῷ κοινῷ λόγῳ τῆς συμπαθείας προσέρχεται διαφορὰ κατὰ τὴν τῶν τόπων φύσιν. μὲν οὖν κοινὸς λόγος ἐστὶ τὰ πλησιάζοντα τοῖς πεπονθόσι συμπάσχειν. ἴδιος δὲ ἔνθα μὲν ἀναπνευστικὰ μόρια δυσπνουστέρους γίγνεσθαι τοὺς πάσχοντας καὶ κερχνώδεις, ἔνθα δὲ τὰ κατωτέρω τῶν φρενῶν γίνεται βραδυτέρα ἥβη. ἕπεται δὲ τούτῳ καὶ κατὰ τὰ γένεια βλάβη.
§14 Τὸ ἀπαντικρὺ νῦν εἴρηκεν ἐν ἴσῳ τῷ ἐκ τοῦ φανεροῦ, ὅπερ ἄλλοι τινὲς τῶν παλαιῶν ἄντικρυς εἰρήκασιν· ἐκ μὲν τοῦ φανεροῦ καὶ ὡς εἴπῃ τις αἰσθητοῦ κρίσιν κύφωσις, ὅπερ ἐπὶ λύσιν λαμβάνει καὶ δόξειεν ἂν τὸ πάθος ἀνῃρῆσθαι παντάπασιν. ὑπολείπεται μέντοι τι λείψανον βραχὺ παροξυνόμενον, ἐπί τε τοῖς κατὰ τὴν δίαιταν ἁμαρτήμασι καὶ ἐν τῇ τῶν ἔξωθεν ἀπάτῃ βλαβερόν.
§15 Διὰ ῥώμην φύσεως καὶ τοῦ πάθους τὴν ἐπιείκειαν, ἤδη δὲ καὶ τὴν ὅλην δίαιταν, ἣν πάσχων διαιτᾶται, μέχρι γήρως ἔνιοι τὴν κύρωσιν ὑγιεινῶς ἤνεγκαν.
§16 Εἶπον ἔμπροσθεν ἤδη περὶ τῆς σκολιώσεως ὡς γίνεται κατὰ τὸ πλάγιον μέρος τοῦ σφονδύλου συστάντος φύματός πως καὶ ἐφέλκοντος ἐπὶ ἑαυτὸ τοὺς συνδέσμους, τοῦτο λέγει δὲ καὶ Ἱπποκράτης, ὅτι διὰ τοὺς τόνους.
§17 Τὸ μέντοι τῷ συῤῥεῖν μᾶλλον ὡς ἐπὶ τὸ ταπεινότερον, τὸ δέ τι καὶ τῷ θλίβεσθαι μᾶλλον, ἐφ κατάκειταί τις, εἰς τὴν τοῦ κυφώματος γένεσιν συντέλεια γίνεται. πρώτη δαἰτία καὶ κυριωτάτη τῶν φυμάτων καὶ τῶν ἄλλων νοσημάτων φυσικὴ τοῦ μέρους εὐπάθεια. δέδεικται γὰρ εἰς τὰ τοιαῦτα μόρια συῤῥεῖν τὰ περιττά.
§18 Πολλὰ καὶ κατὰ τὸ βιβλίον τοῦτο γράψαι ἐπηγγείλατο μὴ σωζόμενα νῦν, τάχα μὲν οὐδὅλως ἔγραψεν οὐκ ἐσώθη, καθάπερ καὶ ἄλλα πολλὰ τῶν παλαιῶν βιβλίων οὐκέτι σώζεται, περὶ ὧν τῆς ἀπωλείας πολλοῖς γέγραπται. περὶ δοὖν τῶν κατὰ πνεύμονα χρονίων εἴρηται μὲν πολλὰ κἀν τῷ μείζονι περὶ παθῶν, οὗ καὶ ἀρχή· ἢν τοῦ πνεύμονος ἀρτηρίη ἑλκωθῇ. εἴρηται δὲ κἀν τῷ πρώτῳ περὶ νούσων, οὐκ ὀρθῶς ἐπιγεγραμμένῳ, οὗ ἀρχή· ὃς ἂν περὶ ἰήσιος ἐθέλῃ ἐρωτᾷν ὀρθῶς καὶ ἐπερωτώμενος ἀποκρίνεσθαι. ἀλλοὐδἐν ἑτέρῳ τούτων νῦν ἐπηγγείλατο τελέως διώρισται.
§19–38.1
§19 Ἄχρι νῦν ἔγραψε περὶ τῆς ἔξωθεν αἰτίας διαστρεφομένης ῥάχεως. ὅσα δὲ ἀπὸ τῆσδε τῆς ῥήσεως ἐφεξῆς γέγραπται πάντα περὶ τῶν ἐκ καταπτώσεως τινος πληγῆς βλαπτομένων τοὺς σφονδύλους εἴρηται καὶ ἔστι τὰ πλεῖστα σαφῆ, πλὴν εἴ που δέοι παραλελειμμένην αἰτίαν προσθεῖναι, καθάπερ καὶ νῦν τὰ ὀλίγα κατὰ τὴν ῥάχιν παραρθρημάτων ἐπανορθοῦται. καίτοι τούτου νῦν δυνάμενος τὴν αἰτίαν ἐν τοῖς ἐφεξῆς αὐτὸς ἐνδείκνυται, γιγγλυμοειδῶς εἰπὼν, τοὺς σφονδύλους συγκεῖσθαι, ὅταν εἷς τις ἐξ αὐτῶν καθὁντιναοῦν τρόπον ἐκπίπτῃ εἰς τὴν τῆς διαρθρώσεως, χαλεπώτατόν ἐστιν ἐμβιβάσαι, πολλῶν μὲν ἀποφύσεων οὐσῶν, πολλῶν δὲ κοιλοτήτων ἐν ἑκάστῃ, τοῦτο γὰρ καὶ διαὐτῆς τῆς ὄψεως ἐπὶ τῶν ὀστῶν ἐμάθετε.
§20 Ἐπειδὴ προηγεῖσθαι χρὴ πάσης ἐμβολῆς ἄρθρων ἀντιτάσεις, ὡς ἐδείξαμεν, ἔστιν ἀναγκαῖον κἀπὶ τῶν ὀστῶν, ἔστι κἀπὶ τῶν κατὰ ῥάχιν ὡσαύτως πράττειν. ὅπως μὲν οὖν ἀντιτείνειν ὠφελίμως χρὴ μετὰ τόδε διδάξει· νυνὶ δὲ διαλέγεται περὶ τῶν κακῶς γιγνομένων κατατάσεων, ἔθος ὂν αὐτῷ ποιεῖν οὕτως, ὡς ἤδη δέδεικται διὰ τῶν ἔμπροσθεν. δεῖ γὰρ ἐλέγχειν πρότερον ὅσα κακῶς ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν, εἶθοὕτως διδάσκειν τὰ βελτίω. κατασπώντων οὖν πολλῶν διὰ κλίμακος τὰ κατὰ ῥάχιν παραρθρήματα, μάλιστα μέν φησι μηδἀνύειν τι τὴν ἐπίνοιαν ταύτην. εἰ δἄρα βούλοιτό τις χρῆσθαι, διδάσκει τρόπους οἷς χρῷτο ἄν τις κάλλιστα. πρόκειται γὰρ ἐν τῇ κατατάσει τὴν μὲν ἄνω τάσιν τῆς ῥάχεως ἐργάσασθαι διὰ τῶν δεσμῶν, οὓς περιβάλλομεν πλησίον τοῦ πεπονθότος μέρους, τὴν δὲ κάτω διὰ τοῦ βάρους τοῦ σώματος. πρὸς τοῦτον οὖν ἀποβλέπων τὸν σκοπὸν ἀκολουθήσεις τοῖς ὑπαὐτοῦ λεγομένοις ἐφεξῆς· ἔστι γὰρ τὰ πλεῖστα σαφῆ.
§21 Ἐπειδὴ πάσχει ῥάχις, ἤτοι πλησίον τῆς ἄνωθεν ἀρχῆς τῇ κάτω τελευτῇ κατά τι τῶν μεταξὺ περὶ πρώτης λόγον ποιεῖται βλάβης τῆς ἐγγὺς τοῦ τραχήλου γιγνομένης. ἐπὶ ταύτης οὖν εἴ τις ἐπὶ κλίμακος τὸν πεπονθότα κρεμάσειεν ἐκ τῶν ποδῶν, ὡς εἰώθεισαν ἔνιοι τῶν καταὐτὸν ἰατρῶν ποιεῖν, οὐκ ἂν εἰς τὸ κάτω γένοιτο τάσις ἀξιόλογος, ὡς ἂν μικροῦ βάρους ὄντος τοῦ κατὰ τὸν αὐχένα καὶ τὴν κεφαλήν. εἰ δὲ κάτω τὸ πάθος εἴη, πλησίον τοῦ ἱεροῦ ὀστοῦ, μάλιστα ἐλπίσειέ τις ἀνύσαι τὴν κατάτασιν, ἐξ οὗ γραφή τις ἅν πως κάλλιστα.
§22 Σαφῶς διερχόμενος ἅπαντα εὔοχον καλεῖ δεσμῶν τὸν εὐοχοῦντα, τουτέστιν ἀσφαλῶς τε ἅμα καὶ ἀθλίπτως.
§23.1 Τύρσιν μὲν τὸν πύργον ἀκούειν χρὴ, οἴκου δὲ ἀέτωμα τὸ ὑψηλότατον μέρος· οὕτω γὰρ ὀνομάζουσι τὰς εἰς ὑψὸς ἀνατάσεις τῆς ὀροφῆς τριγωνοειδεῖς. εἰ μὲν γὰρ ἡλιαστήριον ποιήσει τις ἀντὶ κεράμου, ποιήσει τὴν ὀροφὴν ἐνεπίπεδον, οὐκ ἀλέαν ἴσχουσαν ἐργάσεται. κέραμον δὲ ἐπιτιθεὶς εὐαπόῤῥυτον αὐτῇ τὸ ὕδωρ τὸ ὄμβριον εἷναι βούλεται. κατὰ τοῦτοὖν ὑψηλὸν ἐργασάμενος τὸ μέσον τῆς ὀροφῆς κατὰ τὸ μῆκος ἐκ τῶν ὀπίσω πρὸς τὸ πρόσω τεταγμένον, οὕτω γὰρ ἐντεῦθεν ἐφἑκατέρων τῶν πλαγίων τοίχων καταγῇ τὴν ὀροφὴν ταπεινὸς μόνην, ὥσπερ τινὰς δὲ τὰς πτέρυγας καθημένας· οὕτω γὰρ ἐοίκασιν εἰκάσαντες οἱ παλαιοὶ καλέσαι τοῦτο τῆς οἰκίας τὸ μέρος, ἀετὸν δὲ καὶ οἵδε, καθάπερ καὶ Πίνδαρός φησιν ἐν ταῖς Πλειάσιν·
§23.2 καὶ Εὐριπίδης ἐν Ὑψιπύλῃ φησίν·
§23.3 ὅτι δὲ καὶ τύρσις πύργον σημαίνει μάρτυς ἀξιόπιστος καὶ Διοκλῆς Καρύστιος ταύτην τὴν νῦν εἰρημένην λέξιν παραφράζων ἐν τῷ περὶ ἐπιδέσμων βιβλίῳ κατὰ τόνδε τὸν τρόπον ἔγραψεν· ἀνέλκειν δὲ τὴν κλίμακα πρὸς πύργον ὑψηλὸν οἰκίας δετόν.
§24 Πρὸς ὑψηλόν τι τὴν ἀρχὴν τῆς κλίμακος ἀναλαβὼν ἔχουσαν ἐπιδεδεμένον, ὡς εἴρηκε, τὸν ἄνθρωπον ἀφίησιν ἀθρόον ἐπἐδάφους, ἵνα προσπεσούσης τῆς διαγηθείσης σφοδρῶς ῥάχις εἰς τὴν κατὰ φύσιν χώραν ἐμβιβάσῃ τὸν παρηρθρηκότα σφόνδυλον. εὔλογον οὖν ἐν τούτῳ τῷ ἔργῳ σκληρὸν εἶναι καὶ ἀντίτυπον τὸ ἔδαφος. εἰ γὰρ οὕτως εἴη μαλακὸν, ὡς εἰκὸς, ἐκλύει τὴν διάσεισιν τῆς ῥάχεως, οὐδὲν ἃν γένοιτο πλέον.
§25 Ἐπειδὴ τὴν κλίμακα πρὸς ὑψηλόν τι χωρίον ἀναταθεῖσαν ἀφεῖσθαι χρὴ κατὰ τῆς γῆς ἐξαίφνης τε καὶ ὁμαλῶς καὶ ἰσοῤῥόπως, ἄμεινον εἶναί φησι τοὺς δέσμους αὐτῆς περὶ τροχιλίας ἑλίττεσθαι· καὶ γὰρ εὔδρομον τὴν κίνησιν οὕτως ἐργασόμεθα καὶ ὁμαλὴν καὶ ἰσόῤῥοπον. ἔμπροσθεν τύρσεως καὶ ἀετώματος οἴκου μνημονεύσας μόνον, νῦν καὶ ἱστὸν προσέθηκε διπλοῦν, οὗ δῆλον ὅτι τὸ μέγιστόν τε καὶ ὄρθιον ξύλον ὡς κατὰ τὸ ἄνω πέρας ἐπιτίθεται, ἄλλο δὲ ξύλον θέσιν ἐγκαρσίαν ἔχον ὡς πρὸς τὸν ἱστὸν, ἐξ οὗ ξύλου τὸ ἱστίον ἐξῆπται. διαφέρει γὰρ ἱστίον εἰπεῖν ἐν ταῖς τρισὶ συλλαβαῖς ἱστὸν ἐν δυοῖν. ἱστὸς μὲν γὰρ, ὡς εἶπον, ὀνομάζεται τὸ κατὰ τῆς νηὸς ἐμπεπηγὸς ὀρθὸν ξύλον, ἱστίον δὲ φυσωμένη πρὸς τῶν ἀνέμων ὀθόνη. τοὺς δὲ κατὰ τὴν ἄνω τελευτὴν τοῦ ἱστοῦ κάλους ὀνομάζουσι καρχησίους. ἕστἂν οὖν ἱστῷ μέλλῃ χρῆσθαι πρὸς τὸ κρεμάσαι τὴν κλίμακα διὰ τροχιλιῶν τε καὶ καρχησίων, ἐργάζου τοῦτο. χεῖρον δοὐδὲν εἷναί φησι καὶ ὀνίσκοις εἰς τὰ τοιαῦτα χρῆσθαι. καλεῖ δοὕτως δηλονότι τοὺς ἄξονας.
§26 Λέλεκταί μοι καὶ πρόσθεν ἕρματα τὰ ἐρείσματα καὶ ἑρμάσαι τὸ ἐρεῖσαι, καὶ τοῦτεἶναι καὶ τὸ παρὰ τῷ ποιητῇ γεγραμμένον, ὑπὸ δεἴρεον ἕρματα νηῶν.
§27 Ἐὰν μὲν μηδὅλως κατασειόμενος ἑρμασθῇ τὸ σῶμα, πρὸς τὴν κλίμακα δεθεὶς μόνον ἐκ τῶν ἄνω μερῶν ἐκκυλισθήσεται ῥᾳδίως εἰς τὰ πλάγια μέρη, καταδεθεὶς δὲ αὖ πάλιν ἰσχυρῶς, ὡς ἀκίνητος εἶναι πρὸς τῆς κατασείσεως οὐδὲν ὀνήσεται. χρῆται γὰρ ἀμφοτέρων στοχαζόμενος, οὕτω δεσμεῖν αὐτὸν, ὡς μήτε ἀκίνητον εἶναι κατασειόμενον ὑπὸ τῆς τῶν δεσμῶν ἀσφαλείας σφιγγόμενον, ἀλλὰ μήτε χαλαρὸν οὕτως ἐπικεῖσθαι, ὡς κυλισθήσεσθαι εἰς τὰ πλάγια. κατεγνωκὼς δὲ τῆς τοιαύτης ἀντιτάσεως Ἱπποκράτης ὅμως ἔγραψεν, ὡς ἂν κάλλιστα σκευάσειεν αὐτὴν, ἐπειδὴ τοὺς χρωμένους ἑώρα, μηδὅλως κάλλιστα ποιεῖν τὸ ἔργον ἐπισταμένους, ἀλλὰ καὶ ὡς εἶπεν, οὐδὲν γάρ μοι ἄμεμπτον, εἴ τις καλῶς σκευάσας κατασείσειε κἂν ἑξῆς συνθεῖναι ἔνια.
§28 Ἐπισημαίνεσθαι βούλομαι κἂν ἅπαξ που καὶ ἀναμνῆσαι τῶν εἰρημένων τέ μοι κατὰ τὸ πρῶτον εὐθέως βιβλίον περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, ἐν γνώσῃ τὴν ἀναισχυντίαν τῶν ἐμπειρικῶν ἰατρῶν τολμησάντων Ἱπποκράτην καλεῖν ἐμπειρικόν. ἐμπειρικώτατος μὲν γὰρ ἦν ἁπάντων τῶν κατὰ τὴν ἰατρικὴν τέχνην καὶ μάλιστα τῇ πείρᾳ προσέχων νοῦν καὶ πάντα ταύτῃ δοκιμάζων, ἵνα δὅλως ἀφίκηται πολλαῖς ἐπινοίαις χρώμενος λογικαῖς ἀνατομήν τε μάλιστα σπουδάζων, ὡς ὠφελοῦσαν ἱκανῶς τὴν τέχνην, ὅπερ καὶ νῦν ἐδήλωσε σαφῶς, τὴν φύσιν τῆς ῥάχεως ἀξιῶν γινώσκειν, ἣν ἄχρηστον φασιν οἱ ἐμπειρικοὶ, καθάπερ καὶ τῶν ἄλλων ἁπάντων μορίων.
§29 Τῶν σφονδύλων τὸ μὲν ὀπίσω μέρος ἀπόφυσιν ὀξεῖαν ἔχει χονδρώδη κατὰ τὸ πέρας, ἣν ὀνομάζουσιν ἄκανθαν, τὸ δἀντικείμενον τούτῳ τὸ πρόσω τε καὶ ἐντὸς, ἑκάτερον μὲν γὰρ ὀνομάζεται, χόνδρῳ μὲν ἐπαλείφεται καὶ αὐτό. περιφερὲς δέ ἐστι καὶ λεῖον οὐδεμίαν ὀξεῖαν ἀπόφυσιν ἔχον, οὐδὅλως ἐξοχήν τινα βραχυτάτην, ὥσπερ ὀπίσω τε καὶ τῶν πλαγίων ἔχει. ὁποῖαι μὲν οὖν εἰσιν ἑκάστῳ τῶν σφονδύλων αἱ ἀποφύσεις, ἐπί τε τῶν σκελετῶν εἶπεν, εἰρημένον νῦν περὶ τῶν σφονδύλων, οὓς κατὰ τὰ ἔνδον μέρη κέκληκεν ἀρτίους, τουτέστιν ἀπηρτισμένους αὐτῶν τε καθἑαυτῶν ἕκαστον, ἐν τε τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ, διότι γὰρ οὔτἐξοχή τις αὐτοῖς ἐστιν ἐνταῦθα καὶ κατὰ πᾶν ἀλλήλοις ἐφαρμόττουσιν, ἀρτίους αὐτοὺς ὠνόμασεν εἶναι πρὸς ἀλλήλους, οἶον ἀπηρτισμένους ὁμιλοῦντας.
§30 Ἀκριβῶς πάνυ διηγήσατο τὴν φύσιν τῆς συμβολῆς τῶν σφονδύλων. οὐ γὰρ διὰ πολλοῦ, καθάπερ ᾠήθησάν τινες, ἑνοῦνται καὶ συμφύονται κατὰ τὴν ἔνδον χώραν, οὕτω γὰρ ἂν ταῖς ἐπὶ πλέον ἀνακλάσεσι πρὸς τοὐπίσω τῆς ῥάχεως ἤτοι τελέως ἀντέλεγον διεσπῶντο. νυνὶ δὲ, οὐ γὰρ συμπεφύκασιν, ἀλλὡς ἔχει δεσμῷ δέδενται μυξώδει καὶ νευρώδει, διὰ τοῦτο κίνησίν τινα βραχεῖαν ἔχουσι καὶ κατὰ τοῦτο τὸ μέρος, οὐκ ἂν ἔχοντες, εἰ συναποπέφυκεσαν· οὔτε δεσμὸς αὐτῶν ἐξήκει μέχρι τοῦ νωτιαίου. περίκειται γὰρ ἐν κύκλῳ τούτῳ μετὰ τὴν τραχεῖαν μήνιγγα. πρώτης μὲν οὖν αὐτὸν περιεληφυίας τῆς δέσεως, ὥσπερ καὶ τὸν ἐγκέφαλον, ἐφὃν δὲ παχείας εἶπεν ἔξωθεν τοῦ προειρημένου δεσμοῦ. περιττότερον γὰρ τοῦτο τῷ νωτιαίῳ παρὰ τὸν ἐγκέφαλον ὑπάρχει σκέπασμα προβλήματος, ὅπως μὴ πονήσῃ προσκόπτων τοῖς ὀστοῖς τῶν σφονδύλων ἐν τῇ κινήσει τῶν ὀστῶν τῆς ῥάχεως. αὐτοῖς δὲ τοῖς σφονδύλοις σύνδεσμος μυξώδης ἐγένετο, τουτέστι γλίσχρος καὶ οἷον φλεγματώδης ἕνεκα τοῦ καὶ τὴν κίνησιν ἑτοιμοτέραν εἶναι τοῖς σφονδύλοις καὶ αὐτὸν τὸν σύνδεσμον ἀπαθέστερον· ἀποῤῥήγνυται γὰρ ἐν ταῖς κινήσεσι τὰ ξηρὰ καὶ τὰ ἄνικμα. διὰ τοῦτο καὶ τοὺς ἱμᾶντας ἀλείφουσιν, οἷς ἐπὶ τῶν ὀχημάτων τε καὶ αὐτῶν τῶν ὑποζυγίων χρῶνται. καίτοι τὸν αὐτὸν τοῦτον τὸν μυξώδη χυμὸν ἐν ἅπασι τοῖς ἄρθροις εὑρεῖν ἐστι διὰ τὴν αὐτὴν αἰτίαν.
§31 Διαντέους μὲν ἀκούειν χρὴ τοὺς ἄνωθεν κάτω διήκοντας ἐπὶ πολὺ μακρούς. οὐ μὴν ἔχω γε γράφειν διὰ τί νευρώδεις εἶπε τοὺς παρατεταμένους τόνους τῶν σφονδύλων. οὐ γὰρ νευρώδεις εἰσὶν, ἐχρῆν εἰπεῖν, ἀλλὰ νεῦρα πλὴν τοὺς ἰσχυροὺς νευρώδεις ὠνόμασε. παρατέτανται δὲ νεῦρα σαφῶς μὲν ἑκάστῳ σφονδύλῳ καθὅλον τὸν θώρακα, περὶ ὧν ἄνωθεν γενέσεως ἐν ταῖς ἀνατομαῖς ἐθεάσασθε δεικνύντος μου, κατὰ μὲν τὸν τράχηλόν τε καὶ τὴν ὀσφῦν ἐπίκεινται μύες τοῖς σφονδύλοις, καθὃν φέρονται τὰ νεῦρα.
§32 Καὶ περὶ τούτων ἐμάθετε κατὰ τὰς ἀνατομὰς, ἀλλὰ καὶ διὑπομνημάτων ἔχετε φλεβῶν μὲν καὶ ἀρτηριῶν ἀνατομὴν γεγραμμένην, ὥσπερ γε καὶ νεύρων. ἀκριβέστερον δὲ κατὰ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων πραγματείαν. οὐκοῦν χρὴ μηκύνειν ἔτι περὶ αὐτῶν γράφοντα ἐνταυθοῖ, μηδαὐτοῦ τοῦ Ἱπποκράτους ἐθελήσαντος ἅπασαν αὐτῶν τὴν φύσιν διελθεῖν κατὰ τοῦτο τὸ βιβλίον, ἀλλἀναβαλλομένου, καθάπερ καὶ ἄλλα πολλά. σώζεται δὲ οὐ κατὰ τὰ προκείμενα νῦν ἐν τῷ λόγῳ χωρία φλεβῶν καὶ ἀρτηριῶν συγγραφή. ἐπὶ δὲ τῶν παρατεταμένων τοῖς σφονδύλοις μερῶν ὑπομνηματικῶς, οὐ συγγραφικῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ὑπαὐτοῦ λέλεκται, παραπλησίως τοῖς ἄλλοις ὅσα κατἐκεῖνο τὸ βιβλίον ἐδείξαμεν ὑπομνήματά τινα τοῦ Ἱπποκράτους, οὐ συγγράμματα. μόνον γὰρ τὸ πρῶτον καὶ τρίτον τῶν ἐπιδημιῶν ὡς πρὸς ἔκδοσιν πρὸς αὐτοῦ γέγραπται.
§33.1 Τὰ σκεπτάσματά τε καὶ περιπλήματά τινων ἔλλυτρα καλοῦσιν οἱ παλαιοὶ, διὰ τοῦτοὖν καὶ νῦν Ἱπποκράτης ἔλλυτρα τοῦ νωτιαίου κέκληκε τὰ πρὸ βραχέος εἰρημένα μοι. δύο μὲν οὖν ἔνδοθεν ἦν ἅπαντα, ἔξωθεν δὲ τὰ κοινὰ τῶν σφονδύλων δεσμά. ὁρμῶνται δὲ αἱ μήνιγγες ἀπὸ τῶν τὸν ἐγκέφαλον περιεχουσῶν. δὲ ἔξωθεν αὐτὰς περιλαμβάνων τρίτος χιτὼν ἀπὸ τοῦ τῆς κεφαλῆς ὀστοῦ καθ διαρθροῦται πρὸς τὸν πρῶτον σφόνδυλον. τελευτῶσι δέ τοι οὗτοι δεσμοὶ, καθάπερ καὶ αὐτὸς νωτιαῖος ἄχρι τοῦ κατὰ τὴν ῥάχιν πέρατος. ὠνόμασε δὲ αὐτὸς Ἱπποκράτης τὸ τελευτῶσιν ὁμοίως τῷ ποιητῇ Ἀριστοφάνει·
§33.2 οἷα δὲ δύνανται λέλεκται μὲν ἀκριβῶς ἤδη αὐτὰ κατὰ τὰς ἀνατομικὰς πραγματείας ἅμα ταῖς οἰκείαις ἐξ ἐκείνων ἐστὶ μάλιστα καὶ περὶ χρείας μορίων. ἀρκεῖ δὲ νῦν εἰπεῖν τὰς μὲν περικειμένας τῷ νωτιαίῳ μήνιγγας τὴν αὐτὴν παρέχειν χρείαν ἥνπερ καὶ τῷ ἐγκεφάλῳ, δἐν ἐκείνῳ φρουρὰ μὲν τις αὐτοῦ πρὸς τὸ μηδὲν πάσχειν ὑπὸ τῶν περικειμένων ὀστῶν παχεῖα. σύνδεσμος δὲ τούτων καὶ ἄλλο σύμφυτόν τι δέρμα καὶ σκέπασμα τοῦ ἐγκεφάλου λεπτὴ, περὶ ὧν τοῦ τρίτου χιτῶνος ἐν τῷ νωτιαίῳ μικρὸν ἔμπροσθεν εἴρηται.
§34 Τὴν φύσιν τῆς ῥάχεως διηγεῖσθαι προθέμενος, εἶτἀρξάμενος ἀπὸ τῶν ἔνδον μερῶν αὐτῆς, ἔνθἀφήπτοντο μὲν οἱ σφόνδυλοι τὸ πρὸς τὴν κοιλίαν ῥέπον ἐν τοῖς ἀρτίοις οὖσιν ἀλλήλοισιν. εἰκότως νῦν εἶπεν, ἐν δὲ τῷ ἐπέκεινα ἐν ἄρθροισι γεγιγγλύμωνται. τὸ γὰρ ἐπέκεινα τῶν προειρημένων μερῶν τι κατὰ τὴν ὀπίσω χώραν ἔσται, ἔνθα φησὶν αὐτὸ γεγιγγλύμωνται. συνδεῖσθαι δὲ ὀπίσω φησὶ σύνδεσμον εἰρημένον τὸν ἀπὸ τῆς συνδέσεως τῶν σφονδύλων, οὐ μόνον τὸν κατὰ τὴν ἄκανθαν, ὅσπερ ἐστὶν ἀκριβῶς ὀπίσω τὸ μέγεθος τῆς ἐνταῦθα χώρας κατειληφυίας αὐτὸν, οὗ πάλιν ἑκατέρωθέν εἰσιν αἱ διαρθρώσεις τῶν σφονδύλων. εἰ μὲν ὡς πρὸς τὴν ἄκανθαν ἐξετάζοι τις, κατὰ τὰ πλάγια μέρη τῆς ῥάχεως, εἰ δὡς πρὸς τὴν ὀπίσω παραβάλλουσαν χώραν, ἣν διηγήσατο καθἣν οἱ σφόνδυλοι δέδενται πρὸς ἀλλήλους ὀπίσω γιγνόμενοι, γεγιγγλυμῶσθαι δεἶπε τοὺς σφονδύλους πρὸς ἀλλήλους, ἐπειδὴ τέτταρας ἀποφύσεις ἔχοντες οἷς διαρθροῦνται, ταῖς δύο μὲν γὰρ ὑποδέχονται τὰς ἐξοχὰς τοῦ πλησιάζοντος σφονδύλου, ταῖς δύο δὲ ἐπιβαίνουσι κατὰ θάτερα. παραπλησία δέ πώς ἐστι καὶ τῶν γιγγλυσμῶν παρασκευή.
§35 Τὰ ἀντικείμενα μέρη τῶν σφονδύλων τῇ συνδέσει ὀπίσω τε καὶ ἔξω καλεῖν ἐγχωρεῖ, καθάπερ γε καὶ αὐτὰ τὰ κατὰ τὴν σύνδεσιν ἔνδον τε καὶ πρόσω· ἀλλὰ τόνους γε κατὰ τὴν ὀπίσω χώραν οὐκ ἂν εὕροις παρατεταμένους, εἴ γε τόνοι ὀνομάζονται τὰ προαιρετὰ νεῦρα. κατὰ γὰρ τὰς συμβολὰς τῶν σφονδύλων ἐστὶ τὸ τρίμμα, διοὗ τῶν ἀπὸ νωτιαίου νεύρων ἕκαστον αὐτίκα σχίζεται καὶ τῶν μερῶν αὐτοῦ τὸ μὲν εἰς τὴν πρόσω χώραν ἀφικνεῖται, τὸ δὲ εἰς τὴν ὀπίσω διανεμόμενον εἰς τοὺς ἐπικειμένους ἐνταῦθα μύας, οὓς ῥαχίτας ὀνομάζουσιν.
§36 Εἰς μέσην εἴτὀπίσω χώραν τῆς ῥάχεως ἀπόφυσις ἑκάστου τῶν σφονδύλων ἀνατείνεται συνθεῖσα τὴν ὅλην ἄκανθαν. ἐπὶ τῷ πέρατι δὲ καὶ τῆς ἀποφύσεως χόνδρος ἐπίκειται νεύρων ἀποβλαστήσεις ἔχων συνδετικὰς. ἠδελφισμένη φησὶ τοῖς τόνοις, ὅπερ ἤτοι τῶν ὁμοιουμένων εἰς ταὐτὸ ἰόντων καὶ ἀναμιγνυμένων, ἑκάτερον γὰρ αὐτῶν ἀληθές ἐστι.
§37 Τὰ τοῦ θώρακος ὀστᾶ διήκοντα κατὰ θέσιν ἐγκαρσίαν ἀτρέμα λοξῶς κατὰ τῆς ῥάχεως ἐπὶ τὸ στέρνον ὠνόμαζον πλευρὰς οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ μεταὐτὸν ἅπαντες ἰατροί. ταύτας οὖν φησι προσηρθρῶσθαι τοῖς σφονδύλοις, οὐδὲν διαφέρον εἰ καὶ διηρθρῶσθαι φαίης, ὅπερ ἐστὶ συνηθέστερον ὄνομα τοῖς ἰατροῖς τοῖς νεωτέροις, οὕτως ὀνομαζόντων αὐτῶν τὰς ἐμβολὰς τῶν ὀστῶν, ὡς ἐκείνοις αἰσθητικήν τινα ἀξιόλογον ἔχουσι κεφαλάς τε τῶν πλευρῶν εἴρηκε τὰ πέρατα, διὧν τοῖς σφονδύλοις διαρθροῦνται κατὰ τὰς ῥίζας τῶν πλαγίων ἐν ἑαυτοῖς ἀποφύσεων. ἀκριβῶς δὲ εἶπεν ἔσω ῥέπειν αὐτὰς μᾶλλον, ἴστε γὰρ οὕτως ἔχειν, ἀλλὰ καὶ ὅτι διαφυής πώς ἐστιν αὐτῶν διάρθρωσις ἐθεασάμεθα. παραλελοιπότος τοῦτο τοῦ Ἱπποκράτους τῷ παρελθεῖν οὐκ ἀκριβῶς θεασαμένου τὴν ὅλην φύσιν τῆς διαρθρώσεως τῷ μὴ νομισθῆναι τὴν τοιαύτην λεπτολογίαν οἰκείαν εἶναι τῇ προκειμένῃ πραγματείᾳ.
§38.1 Ἀπάντων τῶν ζώων ἄνθρωπος καμπυλωτάτας ἔχει πλευρὰς, ὅτι καὶ τὸ στέρνον ἁπάντων πλατύτατον· τῶν μὲν γὰρ ἄλλων ζώων τὸ μὲν μᾶλλόν ἐστι, τὸ δἧττον ὀξύστερνον. πλατυστερνότατος δἄνθρωπος, εἶθἑξῆς πίθηκος ἁπάντων μὲν τῶν ἄλλων ζώων μᾶλλον, ἧττον δἀνθρώπου. ἔστι δὲ κοινὸν ἅπασι μὲν ζώοις ὅσα θώρακα ἔχει τὸ τὰς πλευρὰς ἐκ μὲν τῶν ἔξω μερῶν, ἔνθα καὶ ψαύομεν αὐτῶν, κυρτὰς, ἐκ δὲ τῶν ἀντικειμένων τῶν ἔνδον εἶναι κοίλας· εἰς γὰρ τὴν γένεσιν τῆς τοῦ θώρακος εὐρυχωρίας ἀναγκαῖον ἦν τοῦτο τοῖς ἀνθρώποις, ἐπειδὴ κατὰ τὸ στέρνον εὐθύνεσθαι τὰς πλευρὰς ἔδει, τὸ μετὰ τοῦτο πᾶν ἱκανῶς ἐκάμφθη, δεομένων δαὐτῶν ἐπὶ τοὺς τῆς ῥάχεως ἀφικέσθαι σφονδύλους. τὸ μὲν γὰρ ἑρμηνευόμενον ὑπαὐτοῦ πρᾶγμα σαφὲς ἡμῖν γέγονεν ἔκ τε τοῦ καμπυλωτάτας εἰπεῖν εἶναι τὰς πλευρὰς, κἀκ τούτου γιγνώσκεσθαι, ἀφοὗ ὅμοιαι κατὰ τὸ σχῆμά εἰσιν. ἀπολείπεται δὲ ζήτησις οὐκ ἐν τῇ πραγματείᾳ, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλἐν ὀνόματι χρησαμένου τοῦ Ἱπποκράτους τῇ ῥοιβοειδέα φωνῇ σαφηνείας μὲν ἕνεκεν, ἥτις παράδειγμα λέλεκται πρὸς αὐτοῦ, μείζονα δἀσάφειαν ἐργαζομένη αὐτοῦ τοῦ γιγνωσκομένου πράγματος τῆς σαφηνείας ἕνεκα παράδειγμά τι ὤφθη. τότε μὲν οὖν ἴσως ἦν φωνὴ συνήθης οὐκ ἂν εἴρηκε ῥοιβοειδέα τρόπον. ἐν δὲ τῷ μετὰ ταῦτα χρήσεως αὐτῆς ἐκβληθείσης εἰς ἀσάφειαν ἧκε. τὸ μὲν γὰρ διὰ τοῦ κ λεγόμενον ῥοικοειδέα καὶ παρὰ Θεοκρίτῳ γεγραμμένον ἔνθα φησί·
§38.2–56
§38.2 καὶ παρἈρχιλόχῳ·
§38.3 καὶ παρὰ Νικάνδρῳ·
§38.4 τὸ μέντοι διὰ β ῥοιβὸν οὐκ οἶδα, καίτοι τινὰ τῶν ἀντιγράφων διὰ τοῦ β γέγραπται, ἀλλἐν τοῖς ἀξιοπιστοτέροις εὑρίσκεται τὸ κ.
§39 Οὐ πάνυ τι συμφωνεῖ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς τῇ διανοίᾳ τῆς λέξεως. τὸ μὲν γὰρ φαινόμενον ὧδε ἔχει· κατὰ τὰς κεφαλὰς τῶν πλευρῶν εἰσαρθροῦνται εἰς τοὺς σφονδύλους μύες εἰσὶν, ὄπισθεν μέν οἱ ῥαχῖται καλούμενοι κατὰ τὸ μῆκος τῆς ῥάχεως ἐκτεταμένοι μέχρι τῆς τῶν σκελῶν ἀρχῆς, ἔμπροσθεν δὲ κατὰ μῆκος, οὐ διὅλου τοῦ θώρακος ἐπικέκληνται μύες. ἐγκάρσιοι δὲ κεῖνται μεταξὺ τῶν πλευρῶν οὓς μεσοπλευρίους ὀνομάζουσιν, ἔπειτα βαίνουσι πρὸς ὀλίγας τῶν πλευρῶν οἱ ὑποβεβλημένοι τῷ στομάχῳ μύες, ὑφὧν εἰς τὸ πρόσω μέρος ὅλος τράχηλος ἑλκόμενος ἐπινεύει βραχὺ καὶ χωρὶς τῆς προκειμένης πρὸς κεφαλῆς διαρθρώσεως. ἐκείνη μὲν γὰρ αὕτη καθἑαυτὴν μεγίστην ἔχει κίνησιν ἐπινευόντων τε καὶ ἀνανευόντων, ἐὰν τοῖς μετὰ τοὺς πρώτους σφονδύλους αὐτὴν παραβάλλῃ. βραχυτάτην δἔχουσι τὴν πρὸς ἀλλήλους κίνησιν. ἀλλὰ κἀκ τῶν κατὀσφῦν χωρίων. ἐπαναβαίνουσι τῷ θώρακι κατὰ τὰς ἐσχάτας πλευρὰς αἱ κορυφαὶ τῆς ψόας. ὅσαι δἐν τῷ μεταξὺ τοῦ θώρακός εἰσιν οὐκ ἔχει μυῶν ἐπιβολὴν ἐν ταῖς πλαγίαις ἀποφύσεσι τῶν σφονδύλων, ἃς ἔφην διαρθροῦσθαι τὰς πλευράς. εἰσὶ δὲ καὶ ἄλλοι δύο μύες στενοὶ καὶ μικροὶ τοῖς ῥαχίταις περιτεταμένοι διὅλου τοῦ θώρακος ἔξωθεν, ἐν τοῖς πρόσω μέρεσιν αὐτῶν τοῖς ὀπίσω περὶ τὴν ἄκανθαν. αὕτη μὲν ἐκ τῆς ἀνατομῆς εὑρισκομένη θέσις τῶν περὶ τοὺς σφονδύλους μυῶν. ἴδωμεν ἐφεξῆς τίνων Ἱπποκράτης δύναται μνημονεύειν. ὅτι μὲν οὖν τῶν μεσοπλευρίων οὐ δύναται, δῆλον ἐκ τοῦ λέγειν τοὺς μύας ἀπὸ τοῦ αὐχένος ἄρχεσθαι. λείπει τοίνυν τῶν ῥαχιτῶν τούτων παρατεταμένων μνημονεύειν αὐτόν. ἀλλοὐδετέρως καλῶς ἂν λέγοιτο τὸ μεταξὺ τῶν ὀστῶν καὶ τῶν πλευρῶν τῶν ἀποπεφυκότων ἀπὸ τῶν σφονδύλων τοὺς μῦς ἀναπληροῦν. οἱ μὲν γὰρ ῥαχῖται ταῖς διαρθρώσεσι τῶν εἰρημένων ὀστῶν ἐν ὅλῳ τῷ θώρακι πάσαις ὄπισθεν προβέβληται, μηδὲν ἀπολείποντες ἀσκέπαστον, ἀλλὰ τάς τε ῥίζας πάσας τῶν πλευρῶν τε ἅμα καὶ τῶν εἰς τὰ πλάγια τοῖς σφονδύλοις ἀποφύσεών εἰσι μετὰ τὰς διαρθρώσεις· καὶ μὲν δὴ καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον τῆς ῥήσεως τὸ ἄχρι τῆς προσφύσιος, εἰ μὴ ἐπὶ τῶν στενῶν λέγει τῶν μυῶν, τὴν τοῦ διαφράγματος πρόσφυσιν ἡμᾶς ἀναγκαῖον νοεῖν, εἰ δἐπὶ τῶν ῥαχιτῶν, τὴν τῶν σκελῶν, εἰ μὴ περὶ πρόσφυσιν εἴρηκε τὴν τούτων διάρθρωσιν. ἐγὼ μὲν οὖν διὰ ταύτην τὴν λέξιν ἀπορῶ προσαρμόσαι τῷ φαινομένῳ, καί μοι δοκεῖ κατἀρχὴν εὐθέως ὑπὸ τοῦ πρώτου γράψαντος ἡμαρτῆσθαι ὥστε καὶ ἄλλων πολλῶν. ἐχόντων δὡς εἴρηται τῶν φαινομένων ζήτησις τῆς ἁρμοττούσης ἐξηγήσεως εἰς τὸ κοινὸν προκείσθω. τὸ δοὖν ὡς ἐν διορισμοῖς δόξαν ἔχειν τινὰ πιθανότητα τοιόνδἐστί· πλευρὰς μὲν ἀκουσόμεθα τὰς τῶν σφονδύλων αὐτῶν κεφαλὰς, ἀποπεφυκότα δὲ τῶν σφονδύλων ὀστᾶ τὰ τὴν ἀκάνθην ἐργαζόμενα, τοὺς δὲ τὴν μεταξὺ χώραν ἑκατέρων ἀναπληροῦντας μῦς τοὺς ῥαχίτας, πρόσφυσιν δὲ τὴν τῶν φρενῶν. γε μὴν διδάσκαλος ἡμῶν Πέλοψ τὰς μὲν πλαγίας ἀποφύσεις τῶν σφονδύλων ἁπάντων πλευρὰς ἔφασκεν εἰρῆσθαι νῦν ὑπαὐτοῦ, πρόσφυσιν δὲ τὴν τῶν φρενῶν.
§40 Σκολίωσις μὲν εἰς τὸ πλάγιον αὐτῆς ὀνομάζεται διαστροφή. νυνὶ δὲ οὐ τὴν εἰς τὸ πλάγιον, ἀλλὰ τὴν εἰς τοὐπίσω τε καὶ πρόσω βούλεται δηλοῦν. εὐθεῖα γὰρ οὖσα κατὰ τὸ μῆκος ἐκκλίνεται βραχὺ πρός τε τὴν ὀπίσω καὶ τὴν πρόσω χώραν, ὡς αὐτὸς ἐφεξῆς διδάσκει.
§41 Τὴν τῶν σκελῶν πρόσφυσιν ἔνεστιν ἀκούειν πολυειδῶς, κυριώτατον μὲν ἴσως τὴν ἀπὸ τῆς κατἰσχίον διαρθρώσεως ἥτις γίγνεται τοῦ μηροῦ τῆς κεφαλῆς συνδονουμένης τῷ κατἰσχίον ὀστῷ, διά τε τῶν πλατέων συνδέσμων καὶ τοῦ στρογγύλου, καθὃν τῷ βαθυτάτῳ τῆς κοτύλης συμφύεται καὶ διὰ τῶν μυῶν κινούντων τὴν τοῦ μηροῦ διάρθρωσιν, εἰκότως ἂν λέγοιτο τοῖς ὑπερκειμένοις συμφύεσθαι τὸ σκέλος καὶ μετὰ ταῦτα διὰ νεύρων, εἶτἔπειτα διὰ ἀρτηριῶν τε καὶ φλεβῶν. ἔοικε δὲ νῦν Ἱπποκράτης τὴν διὰ τῶν νεύρων προσάρτησιν δηλοῦν. εἰ δὲ τῶν κατὰ ὀσφῦν ἔσχατον σφόνδυλον διαρθροῦται τῷ πλάτει γε καὶ ἱερῷ καλουμένῳ ὀστῷ τῶν ἐπὶ τὰ σκέλη φερομένων νεύρων ἐστὶν ἔκφυσις. ἀλλὰ καὶ τὸ ἵνα χρὴ τὸ ὑπὸ τοῦ τόπου καταὐτὴν εἷναι τὴν ῥάχιν, ὑπὸ τοῦ κατὰ τὴν ἀνατομὴν φαινομένου μαρτυρεῖται καὶ τὸ κύστιν καὶ γονὰς καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τούτῳ κεῖσθαι· διόπερ καὶ κυρτὸν ἔξωθεν ἐγένετο. γονὰς δὲ εἴρηκε τὰ γεννητὰ μόρια, μήτραν μὲν ἐπὶ τῶν θηλειῶν, ἐπὶ δὲ τῶν ἀνδρῶν τὰ σπερμάτικά τινα καλούμενα, χαλαρὸν δἀρχοῦ κέκληκε τὸ μετὰ σφιγκτῆρα· καὶ γὰρ καὶ ἐπίκειται τῷ ἱερῷ ὀστῷ τοῦτο καὶ ὄντως ἐστὶ χαλαρὸν οὐκ ἔχων τοὺς σφίγγοντας μῦς τὸ πέρας τοῦ ἀπευθυσμένου.
§42 Οὐδὲν ἐνταῦθα τοιοῦτον περιέχεταί τι κατὰ τῆς ῥάχεως, οἷον ἐν τοῖς κατὰ μήτραν ἐν κύστει, ὅθεν οὐδὲ σιμωθῆναι τὸ ἔνδον ἔχρηζε καὶ διὰ τοῦτο οὐδὲ κυφωθῆναι τὸ ἔξω, ἀλλὰ καὶ βραχὺ ῥέπειν ἐώρα κατὰ τοῦθ ῥάχις. ἐπὶ δὲ τὴν ἀρτηρίαν ἔδει τὴν μεγάλην καὶ τὴν φλέβα καταὐτῆς ἐστηρίχθαι.
§43 Ἐκ ταύτης τῆς ῥήσεως μάλιστά τις τεκμήραιτο μὴ συναριθμεῖν αὐτὸν τῇ ῥάχει τοὺς κατὰ τράχηλον σφονδύλους. ὡς γὰρ ἐκ τοῦ πλατέος ὀστοῦ καὶ τῶν κατὰ θώρακα σφονδύλων συγκειμένης ὅλης τῆς ῥάχεως, οὕτω παραφύσιας ἔχει μυῶν τοῦτο μόνον τὸ ἔσωθεν. εἰ γὰρ δὴ καὶ τοὺς κατὰ τράχηλον αὐτοῖς συνηρίθμει, ψευδὲς ἂν ἦν ἐναργῶς· οὐ γὰρ μόνον τούτου τοῦ χωρίου παραφύσεις μυῶν ἔχοντος καὶ τοῦ τραχήλου μεγάλους μῦς ἐκ τῶν ἔνδον μερῶν. οὐδὲ γὰρ ἠγνόησέ τις αὐτοὺς ἀξιολόγους ὄντας, ὅπως καὶ οἱ μικρότεροι μύες ἦσαν, οὐκ ἂν αὐτοὺς ἠγνόησεν. εἰ μέντοι μόριόν τι τῶν ψοῶν ὑπὲρ τὴν τῶν φρενῶν ἀναγίνεται πρόσφυσιν, οὐκ ἐπεσημήνατο τοῖς προκειμένοις νῦν οὐχ ἡγούμενος ἁρμόττειν τὴν τοιαύτην ἀκριβολογίαν.
§44 Ὀλίγον τι κατὰ τὸν θώρακα φαίνονται σιμούμενοι τὰ ἔνδον τῶν ὀστῶν οἱ σφόνδυλοι. τὸ δὀπίσω μέρος αὐτῶν ἱκανῶς κυφὸν φαίνεται διὰ τὴν τῆς ἀκάνθης ἀπόφυσιν. ὃν δὲ λέγει μέγαν σφόνδυλον ὑπὲρ τῶν ἐπωμίδων εἴσεσθαι καὶ διὑπομνήματος ἔρχεται πρὸς ἀνάμνησιν, ἐν περὶ τῶν ὀστῶν ἔγραψα. προσαρμόζειν δἡμᾶς προσήκει τοίνυν τοῖς λεγομένοις ἐκεῖνα μὴ δεομένοις ὑπἐμοῦ πλὴν εἴ που λέξις ἐμπίπτοι χρῄζουσά τινος ἐξηγήσεως, ἧς ἕνεκεν καὶ τὰ τοιαῦτα ὑπομνήματα γράφεται, καθάπερ γε καὶ τὸ ἐπὶ τῇ προκειμένῃ νῦν ῥήσει.
§45 Εἰς τὸ πρόσω ῥέπον δηλονότι, καὶ γὰρ φαίνεται τοῦτο. δύο δὲ εἰσιν οἱ πρῶτοι σφόνδυλοι, καθοὓς τὸ ἄρθρον γίγνεται τοῦ αὐχένος, καθ λοιπὸν τρεῖς εἰσιν, ὧν οὐκ ἐμνημόνευσεν, ὅπως ἔχουσι θέσεως ἐν τῷ μεταξὺ τοῦ δευτέρου καὶ τοῦ ἕκτου, τρίτος καὶ τέταρτος καὶ πέμπτος. οἳ δὴ μάλιστα φαίνονται θέσιν εὐθεῖαν ἔχοντες ὄντες καὶ ἄλλοι μικρότατοι τῶν δύο σφονδύλων, καὶ μάλισθ τρίτος· γάρ τοι τέταρτος μείζων ἐστὶν αὐτοῦ, καθάπερ καὶ τούτοις πάλιν πέμπτος· δὲ ἕκτος οὐ τούτων μόνον, ἀλλὰ καὶ τοῦ ἑβδόμου μείζων. οἱ δἀπὸ τοῦδε πάντες ἄχρι καὶ τοῦ πέρατος τῆς ῥάχεως ἀλλήλων ἀνάλογον μείζους εἰσὶν ἐπἀνθρώπου ἐξειαζομένου τοῦ λόγου καὶ μεταὐτὸν ἐπὶ πιθήκοις, ὅσοι τὸ πρόσωπον ἀνθρωποειδέστερον ἔχουσι καὶ μᾶλλον τῶν ἄλλων ὄρθιοι βαδίζουσιν, οὗτοι τά τἄλλα καὶ τὴν τῶν ὀστῶν θέσιν ἂν ἐοίκασιν ἀνθρώποις ἔχουσι δέ τι κοινὸν ἐν τῇ ῥάχει πρὸς τὰ ἄλλα ζῶα τὰ τετραπόδα τοῖς ἀνθρώποις οὐχ ὑπάρχον. ἔστι γὰρ αὐτοῖς ὀσφὺς μακροτέρα τῆς ἐπἀνθρώπου ἀνάλογον δηλονότι τοῦ μεγέθους τοῦ ἄλλου ἐξεταζόντων ἡμῶν ἀνθρώποις μόνον ε΄ κατὰ τὴν ὀσφῦν εἰσι σφόνδυλοι τοῖς πιθήκοις, ὥσπερ καὶ τοῖς ἄλλοις τετράποσίν εἰσιν. ἐπισημήνασθαι δὲ προσήκει κατὰ τὸν ἐνεστῶτα λόγον ὅτι προθέμενος εἰπεῖν περὶ τοῦ τῆς ῥάχεως σχήματος ἀρξάμενός τε τοῦ λόγου κατὰ τήνδε τὴν λέξιν, αὐτὴ δὲ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν. ἐπὶ τελευτῇ τοῦ λόγου προσέθηκεν, αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστι. δόξει γὰρ οὖν πάλιν ἐν τούτῳ καὶ τὸν τράχηλον προσνέμειν τῇ ῥάχει.
§46 Τῶν σφονδύλων ἄρθρα φησὶν πρὸς ἀλλήλους ἀπολλυμένων κατὰ τὰς πλαγίας ἀποφύσεις. ἐνηλλαγμένα δὲ εἶπεν, ὅτι δύο μὲν ὑψηλοτέρας ἀποφύσεις ἔσχον αὐτῶν, ἕκαστος δὲ διαρθροῦται πρὸς τὸν ὑπερκείμενον. ἄλλας δὲ ταπεινοτέρας αὖ πάλιν αἷς πρὸς τὸν ὑποκείμενον διαρθροῦται, κατὰ μὲν τὰς ἑτέρας αὐτῶν ὑποδέχεται τὰς ἐξοχὰς τοῦ πλησιάζοντος, κατὰ δὲ τὰς ἑτέρας ἐπιβαίνει θάτερον. γέγραπται δὲ περὶ τούτων ἀκριβῶς ἐν τῷ περὶ τῶν ὀστέων.
§47 Ἐσμασάμενος τουτέστι ἐντιθεὶς εἰς βάθος τὴν χεῖρα χάριν τοῦ διαζητῆσαί τι τῶν ἐν αὐτῷ.
§48 Τὴν μὲν εἰς τοὐπίσω διαστροφὴν τῆς ῥάχεως κύφωσιν ὀνομάζει, τὴν δὲ εἰς τὸ πρόσω λόρδωσιν, τὴν δὲ εἰς τὰ πλάγια σκολίωσιν. ἀλλὰ τούτῳ γε τῷ ὀνόματι τῆς σκολιώσεως καθἕτερον χρῆται τρόπον καθἅπασαν διαστροφὴν ῥάχεως, ἐνδεικνυμένου δὴ αὐτοῦ ὡς σημαίνοντός τι γενικώτερον τῶν ἄλλων. οὕτω γὰρ καὶ νῦν εἶπε, σκολιαίνεσθαι ῥάχιν ἐν ἴσῳ τῷ διαστρέφεσθαι καθὁντιναοῦν τρόπον. καὶ ἔμπροσθεν δέ που ἔλεγεν. αὐτὴ δὲ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν, αὐτῆς δηλώσας διαστροφὴν εἴς τε τοὐπίσω καὶ πρόσω.
§49 Τὰ ἐφεξῆς ἅπαντα σαφῶς ἑρμηνεύοντι, διὧν νῦν καὶ ἔστιν ὅτε παρακολουθεῖ τις λεγομένοις, οὔτε ἐξηγήσεως, ἀλλὰ δείξεώς ἐστιν αὐτοῦ χρεία. καὶ μέντοι καὶ τὰ ὑπομνήματα τοῖς ἑωρακόσιν ἤδη τὰς τοιαύτας ἐνεργείας γράφεται. λέλεκται δέ μοι καὶ πρόσθεν ὅτι τὰ οὕτω σαφῶς ὑπαὐτοῦ γεγραμμένα μὴ νοήσας τις κατὰ τὴν πρώτην ἐπιβολὴν καὶ δὶς καὶ τρὶς καὶ πλεονάκις ἀναγνώτω προσέχων τὸν νοῦν. εἰ γὰρ τοῦτο ποιήσῃ, πάντως ταῦτἐννοήσει σαφῶς ἑρμηνευόμενον.
§50 Αὐτὸς ἂν ἐπιλαβὴν εἴρηκε τὴν οἷον ἀντιλαβὴν καὶ ἀντίληψιν, ὥστε στηριχθῆναι τοὺς περιβαλλομένους τροχοὺς πρός τε τῶν ἐξεχόντων ἕνεκα τοῦ ἀπορεῖν. κατὰ μὲν τὸ ἱερὸν ὀστέον οὐδὲν ἔχει τοιοῦτον ἄνωθέν τἢν τό τέ τι ἔχῃ καὶ τὴν κεφαλὴν, ἅμα φαίνοιτἂν ἄνθρωπος πνιγόμενος, εἴ τις ἐνταῦθα περιλάβοι, καὶ κατὰ τοῦτἂν ἀπρεπὴς κατάτασις φαίνοιτο. καὶ μέντοι καὶ βλάβας ἂν παράσχοι εἰ ὀλισθῇ τὸν βρόχον τις ἐπὶ τὸν λάρυγγα.
§51 Περὶ τῆς ἔσω μεταστάσεως τῶν σφονδύλων γράφει ταῦτα, χαλεπωτέραν αὐτὴν τῆς ἔξω λέγων εἶναι, καὶ αἰτία πρόδηλος. καὶ γὰρ ἔσω ῥέπει τὰ νεῦρα πάντα τὰ ἀπὸ τοῦ νωτιαίου πεφυκότα. θλίβεται οὖν ἐν ταῖς τοιαύταις μεταστάσεσι μᾶλλον ἤπερ ἐν ταῖς ἔξω. σὺν τούτοις δὲ καὶ τὰ ἐπικείμενα μόρια τῇ ῥάχει θλίβεται πάντα καὶ κατὰ τοῦτο καὶ τῆς κύστεως τὸ ἄνω πέρας θλίβεταί ποτε. καὶ μέντοι καὶ κατὰ συμπάθειαν εἰς φλεγμονὴν ἀφίξεται πάντα καὶ διὰ τοῦτοὔτε κύστις οὖρον ἐκκρίνει οὔτε τὰ ἔντερα ἀπόπατον. τῆς γὰρ ἐκκριτικῆς δυνάμεως, ἥτις ἐστὶ μία τῶν φυσικῶν, πάθος ἐστὶν ἴσχεσθαι τὸ οὖρον καὶ τὸ ἀπόπατον. τὸ δὲ ναρκώδη γίνεσθαι τὰ μόρια τῆς τῶν νεύρων βλάβης ἐστίν. ἐκ μὲν οὖν τῆς κατὰ τὰ ἔντερα καὶ τὴν κύστιν βλάβης ἄχρι περ ἂν παύσεται φλεγμαίνοντα, κίνδυνος ἀπολέσθαι τὸν ἄνθρωπον καὶ διἄκρα καὶ ἀκώρω ἔντερα διαμένει καὶ διὰ τοῦτο καὶ σφίγγων τὴν κύστιν μῦς οὐκ ἐᾷ ἀκριβῶς ἐνεργῶν ἐπιτρέπειν τοῖς οὔροις. εἰκὸς καὶ δήπου καὶ τὸν ἐπὶ τῆς ἕδρας μῦν τὸν σφιγκτῆρα καλούμενον τὴν αὐτὴν ἀτονίαν ἔχειν.
§52 Κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρηκὼς οὖρα μὲν οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται τοῖσιν ἔξω κυφοῖσι, νῦν τὴν αἰτίαν προσέθηκεν εἰπών· οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίαν δηλονότι τὰς ἐκροὰς εἰπὼν, τήν τε κατὰ κύστιν καὶ τὴν κατὰ τὴν ἕδραν. ἐντείνεσθαι δὲ τὰ μόρια διὧν αὗται γίνονται κατά τε τὴν θλίψιν, ἣν ἐκ τῆς τῶν σφονδύλων εἴσω μεταστάσεως ἴσχουσιν, εἰκός ἐστι καὶ πρὸς τῆς κατὰ τὰ νεῦρα συμπαθείας.
§53 Ἐνταῦθα τὴν ὕβωμα φωνὴν ὡς γενικόν τι σημαῖνον ἀνέγραψεν ἐπὶ πάσης εἰπὼν, τῆς τῶν σφονδύλων εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς, ὅλος δὲ λόγος εὔδηλος. ἐπὶ γὰρ τὴν τετάρτην διαφορὰν τῶν κατὰ τὴν ῥάχιν παθῶν ἀφικνεῖται τῷ λόγῳ. καλοῦσι δὲ αὐτὴν σεῖσιν, ὅταν αἱ ἁρμονίαι σύμπασαι διακινηθῶσι τῶν σφονδύλων τῆς ῥάχεως καὶ κινδυνεύσει διασπασθῆναί τε καὶ θλασθῆναι διασεισθείσης σφοδρῶς αὐτῆς, καί φησι τοῦτο πολὺ χεῖρον εἶναι τῶν ἄνευ τοῦ διασεισθῆναι γιγνομένων διαστροφῶν τῆς ῥάχεως. εἶθἑξῆς ὅτι καὶ ταῖς πλευραῖς καταγνυμέναις τοιοῦτόν γέ τι συμβαίνει διήγηται.
§54 Προειρηκὼς περὶ τοῦ κατὰ ῥάχιν πάθους προσαγορεύουσι σεῖσιν ἄνευ τοῦ μεταστῆναι σφόνδυλόν τινα γενόμενον ἐν τῇ ἐφεξῆς γραφῇ πολλὰ λέγει τῶν κατἰατρικὴν ἐπιεικέστερα κατἀλήθειαν εἶναι, κἂν φαίνηται χαλεπώτερα. συμβαίνει δἐκεῖνα τῶν παθῶν, ἐφὧν συμπάθειαί εἰσι μείζους, ὡς ὅσα γε μηδεμίαν ἐπιφέρει μορίων κυρίων συμπάθειαν, ἀλλὰ καθἑαυτὰ ποιεῖται τὴν κρᾶσιν, ἧττόν ἐστι χαλεπὰ καὶ ἰσχυρότερά σοι κατασκευαῖς. ἐφεξῆς οὖν ὡς ἐν παραδείγματος μέρει μνημονεύει τῶν κατὰ τὰς πλευρὰς παθῶν ὑποδεικνύων, ἔνια μὲν αὐτῶν εἶναι τὴν φαντασίαν μόνον, ἔνια δὲ τῇ δυνάμει χαλεπά.
§55 Ὅτι τὸ σύμμετρον τοῦ λόγου σαφήνειαν συντελεῖ, μαθεῖν ἐστιν οὐχ ἥκιστα καὶ ἐκ τῆς προκειμένης ῥήσεως μακρᾶς οὔσης. ἐγὼ τὸ πρῶτον μέρος ἄρτι προεχειρισάμην· ἐκ τινὸς γὰρ ἐπὶ πλεῖον Ἱπποκράτης ἀσάφειάν τινα ἐργάσατο, διὰ βραχέων δἂν οὕτως ἑρμηνεύοιτο. τὰ κατάγματα τῶν πλευρῶν, ὅταν ἁπλᾶ καὶ μόνα γένηται, τὴν μὲν φαντασίαν χαλεπωτέραν τῶν περιθλάσεων ἔχει, τῇ δυνάμει δὲ ἐπιεικεστέραν, θεραπεύεται γὰρ ἄνευ κινδύνου τάχιστα. χωρὶς δὲ κατάγματος ὅταν περὶ τὰς πλευρὰς σάρκες θλασθῶσιν, εἰς μέγιστον ἐνίοτε κίνδυνον ἥκουσιν οἱ οὕτω παθόντες. τὸ μὲν κεφάλαιον τοῦ λόγου τοῦτο· τὰ δὲ κατὰ μέρος ἐφεξῆς ἴδωμεν, εἰ ἐν τῷ πρώτῳ μέρει τῆς ῥήσεως, ὅπερ ἐγὼ διὰ βραχέων εἶπον, ὅταν ἁπλᾶ καὶ μόνα γένηται τὰ κατάγματα τῶν πλευρῶν. δὲ Ἱπποκράτης εἴρηκεν, ὅπερ ἐξηγούμενος ἔγραψε, μὴ διασχόντα τὰ ὀστᾶ εἰς τὸ ἔσω μέρος εἰπὼν, τὴν εὐρυχωρίαν τοῦ θώρακος εἰς ἣν ἀδύνατόν ἐστι διασχεῖν ὀστῷ τῷ καταὐτὸν ἄνευ τοῦ γυμνωθῆναι μὲν αὐτὸ τὸ ὀστοῦν ἁπάσης τῆς περικειμένης σαρκὸς, διατμηθῆναι δὲ τὸν ὑπεζωκότα καλούμενον ὑμένα. διὰ τοῦτο μὲν οὖν ἐδήλωσε τὸ ἁπλοῦν τοῦ κατάγματος, διά τε τῶν ἐφεξῆς τὸ ἐπιεικὲς, ὀλίγους μὲν εἰπὼν ἐπιπυρέττειν, πτύσαι δὲ αἷμά τινα σπανίως, ὥσπερ γε καὶ ἔμπυον καὶ ἔμμοτον γενέσθαι, σφακελίσαι τε τὸ τῆς πλευρᾶς ὀστοῦν· διὸ καὶ τὴν δίαιταν αὐτοῖς ἐξαρκέσειν φαύλην. ἔμαθες δὲ ὅτι φαύλην ἀεὶ λέγει τὴν ἐναντίαν τῇ ἀκριβεῖ τὴν ἐπιτυχοῦσαν. ἐν μὲν οὖν τῷ προκειμένῳ μορίῳ τῆς ἄλλης αὐτοῦ ῥήσεως ὅλη διάνοια τοιαύτη τίς ἐστιν. ἴδωμεν δὲ ἐφεξῆς τὰ λοιπά.
§56 τῆς κοιλίης ὄγκος στήριγμά τι γίνεται ταῖς πλευραῖς, διὸ καὶ ὅσοι μείζονας ἔχουσι τὰς γαστέρας, ἦττον ὀδυνῶνται καταγείσης τῆς πλευρᾶς· ὅσοις δὲ ἰσχναί τέ εἰσι καὶ προσεσταλμέναι, μᾶλλον ἀλγοῦσιν ἀστηρίκτων καὶ μετεώρων αἰσθανόμενοι τῶν πλευρῶν. ἐὰν μὲν οὖν συνεχὴς ἐπιλάβῃ πυρετὸς, αὐτούς ἐστι κενεαγγεῖν, ὅπερ δηλοῖ νῦν αὐτὸ τὸ ἀσιτεῖν, ἐπειδήπερ ἐκ τῆς ἐδωδῆς βλάβη γίγνεται μείζων τῆς ἐκ τοῦ κρεμασμοῦ. εἰ δή τι μηδὅλως πυρέξει, ἄμεινον ἐσθίειν τοσαῦτα τὸ πλῆθος, ὡς εἰς ὄγκον ἀρθῆναι τὴν γαστέρα τοσοῦτον, ὅσον ἡλίκος ὡς ἄνευ τοῦ θλίβειν τὸ πεπονθὸς, ἕδρα τε καὶ στήριγμα γενήσεται ταῖς πλευραῖς.
§57–80
§57 Φαύλην ἐπίδεσιν εἶπεν, ὥσπερ καὶ δίαιταν, τὴν ἐπιτυχοῦσαν, ἥτις ἐστὶν ἐναντία τῇ ἐπιμελῶς γεγενημένῃ.
§58 Μέμνηται καὶ τούτου τοῦ λόγου διὰ τοὺς οἰομένους ἐν ταῖς πλευρίτισιν ἐξ ἀνάγκης ἀνάγειν τινὰ τῶν λοβῶν τοῦ πνεύμονος πάσχειν καὶ συναπτόμενόν γε τοῦτόν φασι τῇ φλεγμαινούσῃ πλευρᾷ διδόναι τι τοῦ κατὰ τὴν φλεγμονὴν ἰχῶρος. ἐν τῷ πνεύμονι γὰρ οὐδὲν πνεύμονος πεπονθότος, ἀλλὰ τῆς διαθέσεως τῇ πλευρᾷ γενομένης πτύειν φησὶν ἐνίους αἷμα. πῶς μὲν οὖν γίγνεται τοῦτο ζητεῖν ἔξεστιν ἐπὶ σχολῆς, ἡμῖν τε βασανιζομένοις τὸ ζήτημα κατά γε τὸ περὶ αἵματος ἀναγωγῆς Ἐρασιστράτου βιβλίον. ἐξαρκεῖν δὲ δεῖ νῦν αὐτὸ τοῦτο μόνον ἐγνωκέναι, τὸ χωρὶς τοῦ παθεῖν τι τὸν πνεύμονα πτύειν ἐνίους αἷμα διὰ τὸ κατὰ τὰς πλευρὰς πάθος. ἐθεάσασθε δὲ κἀπὶ τῶν ἄλλων πολλάκις ἀτρώτου τοῦ προκειμένου τῷ κατάγματι δέρματος ὄντος ἐκχεόμενον αἱματώδη χυμὸν διὰ τοῦ τοιοῦτον πληρῶσαι τοὺς ἐπιδέσμους. καίτοι πολλῷ πυκνότερόν ἐστι τὸ παρὰ τοῖς κώλοις δέρμα τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὥστοὐδὲν θαυμαστόν ἐστι διἐκείνου ῥυῆναι πρὸς τὴν ἐκτὸς χώραν ἐκ τῆς πεπονθυίας πλευρᾶς. εἶτεὐθέως εἰς τὰ βρόγχια τοῦ πνεύμονος ἀναληφθῆναι κατὰ τὰς ἐκπνοὰς, ὥσπερ ὁρῶμεν ἐπὶ τῶν συντρωθέντων τὸν ὑμένα τοῦτον. τι γὰρ ἂν ἐκχέῃς εἰς τὸν θώρακα διὰ τοῦ τραύματος ἀναβήσσεται τοῦτο παραχρῆμα διὰ τοῦ στόματος καὶ διὰ τοῦτο Ἐρασίστρατος οὐκ ἐννοήσας εἰς ἀτόπους ἐνέπεσε λόγους ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ὧν τὴν κακίαν ἐμάθετε διερχομένου μου πολλάκις ἀκούσαντες ἐπαὐτοῦ τοῦ συγγράμματος.
§59 Ὀχετοὺς μὲν εἷπε τὰς ἀρτηρίας δηλονότι καὶ τὰς φλέβας, λαπαρὰν δὲ τῆς πλευρᾶς ἑκάστης τὸ μεταξὺ τῶν ὀστῶν καθ καὶ οἱ μεσοπλεύριοι μῦς εἰσι, τόνους δὲ δηλονότι τὰ νεῦρα. πεφυκέναι δέ φησιν ἀπὸ τῶν ἐπικαιροτάτων πάντα ταῦτα· διότι μὲν τῶν φλεβῶν τούτων ἀρχὴ πλησίον ἐστὶ τῆς καρδίας, ὥσπερ καὶ τῶν ἀρτηριῶν. τῶν δὲ νεύρων ἀπὸ τῶν κατὰ τὸν θώρακα νωτιαίων κοινωνίας τινὸς οὕσης αὐτοῖς καὶ πρὸς ἄλλην συζυγίαν νεύρων ἐξ ἐγκεφάλου καθηκόντων. τὰ δἐφεξῆς ὑπαὐτοῦ γεγραμμένα δῆλα τοῖς μεμνημένοις ἁπάντων τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων ὑπομνήμασιν.
§60 Τὴν ἀκριβεστέραν ἀεὶ λέγει σκεθροτέραν ἀντικειμένην τῇ φαύλῃ.
§61 Ὅσα βρώματα τραχύνοντα τὸν φάρυγγα βραχεῖαν βῆχα κινεῖ, κερχνώδη ταῦτα καλεῖ. τοῦτο δὲ ἕπεται τοῖς λιπαροῖς καὶ ὀξέσι καὶ δριμέσιν, ἰσχυρὰ δὲ λέγει σιτία τὰ δύσπεπτα. γέγραπται δἐν τοῖς ἀκριβέσι τοῖς αὐτογράφοις τουτὶ τὸ κερχνωδέων διὰ τοῦ ν κατὰ τὴν δευτέραν συλλαβήν· ἀπὸ γὰρ τῆς κέρχνου γέγονεν. οὕτως δὲ ὀνομάζουσι τὴν κέγχρον οἱ Ἴωνες, ὅταν αἴσθησις ἐν τῇ φάρυγγι τραχυτάτων γίγνεται μικρῶν ὥσπερ κέγχρων. τὸ δἐν τοῖς πρόσθεν, εἰ καὶ ἔλεγε τὰ κατὰ τὸν πνεύμονα φύματα καὶ χρόνια καὶ δύσπεπτα ἔχοντα κεγχρώδεις γίγνεσθαι χωρὶς τοῦ ν γέγραπται, γεγονὸς ἀπὸ τοῦ κέγχρειν, ὅπερ αὐτὸ πάλιν γέγονεν ἀπὸ τοῦ ψόφου τοῦ συμβαίνοντος, ὅταν ἤτοι στενοχωρία τις κατὰ τὰς ἀναπνευστικὰς ὁδοὺς ὑγρότης πλείων, ὡς πολὺ δὲ συνιόντων ἀμφοῖν γίγνεται. καλοῦσι δἔνιοι μὲν τοιαύτην ἀναπνοὴν δασεῖαν· διὰ τί δὲ τῶν βῆχα κινούντων ἐδεσμάτων ἀπέχεσθαι κελεύει πρόδηλόν ἐστιν ἡσυχάζειν δεομένων ἁπάντων τῶν πεπονθότων μορίων. διὰ τοῦτο γοῦν καὶ σιγᾷν αὐτὸν πάλιν κελεύει. πρόδηλον δὲ καὶ περὶ τῶν ἄλλων ὅσα παρεῖναι φυλάττεσθαι κίνησιν σφοδρὰν ἐπιφέροντα τῷ παντὶ σώματι· σὺν γὰρ τῷ ὅλῳ καὶ τὸ μόριον κινεῖται.
§62 Μέμνηται δὴ τούτου πρὸς τοὺς ἀξιοῦντας ἐπὶ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ μόνον φλεβοτομίαν ἡμᾶς παραλαμβάνειν. τούτων δέ ἐστι καὶ Μηνόδοτος ἐμπειρικός. ἐδείχθη δἐν τῷ περὶ φλεβοτομίας γράμματι κἀν τῷ περὶ πλήθους λόγος οὗτος ψευδὴς, ἐξ ἄλλων τε τινῶν ἐλεγχθεὶς κἀκ τοῦ διὰ τοιαύτας πληγὰς γιγνομένας ἔν τισι μορίοισι τοῦ σώματος ἐπὶ φλεβοτομίαν ἥκειν ἡμᾶς, εἰ καὶ μὴ πληθωρικοὶ τύχοιεν οἱ πληγέντες ὄντες, ὅτι τε μὴ φλεβοτομηθέντων αὐτῶν αἱ φλεγμοναὶ μέγισται γίγνονται καὶ δηλονότι ταύταις ἑπομέναις συμπτώματα ἀκολουθεῖ.
§63 Χαλαρὸν ἐπὶ τῶν πλευρῶν ἐστι τοῖς πλείστοις τὸ δέρμα καὶ μάλιστἂν παχεῖς τύχωσιν ὄντες καταὐτὸν ὃν ἐπλήγησαν καιρόν· καί φησι τούτους οὖν [φημὶ ἐγὼ] δεῖσθαι μάλιστα τῶν ἄλλων ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι. περιτρέπεται γὰρ αὐτῶν τὸ δέρμα κατὰ τὴν ἐκ μιᾶς ἀρχῆς ἐπίδεσιν, ἐκ περιουσίας δὲ καὶ τοὺς παχεῖς ἐπιδέων οὐδὲν βλάψεις καὶ μάλισθὅταν θλάσμα πλησίον τῆς μασχάλης, ἐν ταύτῃ γὰρ ἀεὶ χαλαρόν ἐστι.
§64 Τοῦτο κοινὸν ἁπάντων καταγμάτων ἐστὶ καὶ λέλεκταί μοι πρόσθεν ἡνίκα τὸ περὶ ἀγμῶν ἐξηγούμην καὶ ἄλλα πολλὰ τῶν νῦν λεγομένων ὑπαὐτοῦ. ἐκείνων οὖν ὑμᾶς χρὴ μεμνῆσθαι μᾶλλον, οὐκ ἐμὲ λέγειν ἀξιοῦν πολλάκις ταῦτα.
§65 Μυξῶδες ὑγρὸν εἴωθεν ὀνομάζειν τὸ γλίσχρον τε καὶ λευκόν. ἀθροίζεται δὲ τοῦτο παρὰ τοῖς ἀναίμοις μέρεσιν ὀστοῖς καὶ χόνδροις, ὅταν ἀδυνατήσῃ καλῶς κατεργάσασθαι τὴν τροφὴν ἐν αὐτοῖς φύσις. ἀπολείπει γὰρ οἶον ἡμίπεπτόν τι, καθάπερ ἐν ὀφθαλμοῖς ὑμένες ἀπολείπουσιν, ὅταν ἀῤῥωστῶσι τὴν ὀνομαζομένην λήμην. ἀσθενεστέρα δὲ δύναμις ἤτοι διοἰκείαν γίγνεται δυσκρασίαν διὰ τὸ πλῆθος τῆς ἐπιῤῥυείσης ὑγρότητος, ὡς ἐν τοῖς παρὰ φύσιν ὄγκοις συμβαίνει. τὰ δἄλλα τῆς ῥήσεως δῆλα.
§66 Μυξώδης σὰρξ οὐ κατὰ τὸν ἑαυτῆς γίγνεται λόγον καὶ ὅσα τῶν μορίων ἐστὶν ἔναιμα. τὸ γὰρ ἴδιον περίττωμα ἑαυτῶν τοιοῦτόν ἐστιν, οἶον ἔν τε ταῖς ῥευματικαῖς διαθέσεσι φαίνεται καὶ τοῖς ἡπατικοῖς διαχωρήμασι. διὸ καὶ συνεχῶς μὲν τοῖς ὀστοῖς καὶ τοῖς χόνδροις καὶ ὑμέσι πάσχουσι τὸ μυξῶδες ὑγρὸν ἀθροίζεται, σπανίζεται δὲ ἐν ταῖς σαρξίν· γὰρ πρὸς τὰ τοιαῦτα μόρια κοινωνίᾳ διὰ τὸν ἐπιῤῥέοντα χυμὸν ἱκανῶς, ὅταν φλεγματῶδες μυξῶδες ἐν αὐτῇ ὑγρὸν συνίσταται. πρόδηλον δὅτι δυσκενότατός ἐστιν τοιοῦτος χυμὸς, οὔτε τῶν αἰονήσεων οὔτε τῶν καταπλασμάτων οὔτε τῶν φαρμάκων ἐπισπᾶσθαί τε καὶ διαφορεῖν αὐτὸν δυναμένων. οὐδὲ γὰρ οὐδἄλλων πρὶν ἀκριβῶς λεπτῦναί τε καὶ εἰς ἀτμὸν διαλῦσαι δύναται κενοῦν. ἐπεὶ τοίνυν γλίσχρος χυμὸς εἰς ἀτμοὺς διαλύεται, διὰ τοῦτό ἐστι δυσκίνητος. ὅπου δἂν ἐγκαταληφθῇ τι τοιοῦτον τὸ περισσὸν, ἐνοχλεῖται μέρος ἐπὶ βραχείαις προφάσεσι διὰ τὴν ἀσθένειαν ἑτοίμως δεχόμενον, τι ἂν ἐν τῷ ἄλλῳ σώματι περιττὸν ἤτοι κατὰ τὸ ποιὸν κατὰ τὸ ποσὸν ἀθροισθῇ.
§67 Τὸν γλίσχρον χυμὸν, ὅταν ἀδυνατήσωμεν ἐκδαπανῆσαι φαρμάκοις, ὑπόλοιπος ἴασίς ἐστιν διὰ τῶν καύσεων· ὅπως δαὐτὴν χρὴ ποιεῖσθαι σαφῶς ἐδίδαξεν.
§68 τεθεαμένος ἰσχίου κοτύλην οὐ δεῖται τὴν αἰτίαν ἀκοῦσαι παρἐμοῦ, διἣν μὲν ἔσω ἐκπίπτει πλειστάκις μηρὸς, ἐφεξῆς δὲ τῶν ἔξω. τὸ γὰρ τῆς κοτύλης βάθος οὐκ ἔστιν ἴσον ἅπασι τοῖς μέρεσιν. ἔνθα ὑμὴν ταπεινότερος, ἐνταῦθα ῥᾷον ἐξίστατο τὸ ἄρθρον.
§69 Σχεδὸν ἅπαντα σαφῶς αὐτὸς οὕτως ἔγραψε τὰ κατὰ λόγον ἀρχὴν αὐτὴν παραθέμενος, ὡς μηδένα δύνασθαι σαφέστερον εἰπεῖν· ἀλλὰ καὶ τὰς αἰτίας ὧν λέγει προστίθησιν αὐτὸς, ὥσθὅπερ ἤδη πολλάκις εἶπον, ἐρῶ καὶ νῦν εἴ τις προσέχοι τοῖς λεγομένοις ἀκολουθήσειεν αὐτοῖς, εἰ καὶ μὴ ἅπαξ ἀναγνοὺς, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον πάντως.
§70 Καὶ τοῦθὅτι κοινόν ἐστι ἁπάντων τῶν μεθισταμένων ὀστῶν ἐπιδέδεικται πρόσθεν, εἰς τὸν ἀντικείμενον τόπον τῷ μεταστάντι πέρατι ῥέποντος ἀεὶ θατέρου. καὶ νῦν οὖν μεταστάσης τῆς κεφαλῆς τοῦ μηροῦ τὸ κατὰ γόνυ πέρας εἰκότως εἰς τὴν ἐκτὸς χώραν ῥέπει.
§71 Ὅτι παρασύνεσιν οὐχ ἁπλῶς τὴν ἀπάτην, ἀλλὰ τὴν παρακειμένην τῷ ἀληθεῖ καὶ διὰ τοῦτο πιθανὴν ὀνομάζειν εἴωθε, λέλεκταί μοι πρόσθεν. ἔστι δ νῦν ἀπάτη λεγομένη, καθἣν ἐν τῷ παραβάλλειν τὸ πεπονθὸς τῷ ὑγιεῖ περὶ τὸ κατὰ φύσιν ἁμαρτάνουσι σχῆμα. δέον γὰρ ἀποτείνοντα κατεὐθὺ τοῦ ὑγιοῦς σκέλους αὐτῷ παραβάλλειν τὸ πεπονθὸς, ἐναντίως πράττουσι τῷ πεπονθότι προσάγοντες τὸ ὑγιές.
§72 Συγκάμπτουσι μὲν γὰρ, ἀλλὰ μετὀδύνης τε καὶ οὐ τελέως. αἴτιοι δὲ οἱ ἀντιτεταμένοι τοῖς κάμπτουσι τὸν μηρὸν μύες οἱ ὄπισθεν οὐκ ἀκολουθοῦντες ἀλύπως ἄχρι τελέας κάμψεως, ἐπειδὴ πλείονος τοῦ κατὰ φύσιν ἕκαστοι ὑπομένουσι κατὰ τὰς ἐσχάτας καμπὰς, ὅταν οὕτως μηρὸς ἐξαρθρήσῃ.
§73 Μακροτέρου τοῦ πεπονθότος σκέλους κατὰ τὴν ἐξάρθρησιν γενομένου ὁδοιπορίαν, ἀναγκαῖόν ἐστι τοὺς οὕτω παθόντας ὁμοίως τοῖς βουσὶ ποιεῖσθαι, διότι κἀκεῖνοι χαλαρὸν ἔχουσι τὸ κατἰσχίον ἄρθρον, ὡς αὐτὸς εἶπεν ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, τάχα δοὐ μόνον ἐχρῆν τὸ χαλαρὸν τῆς διαρθρώσεως, ἀλλὰ καὶ τὴν ἀτονίαν αἰτιάσασθαι τῶν κινούντων αὐτὸ μυῶν. οὐ γὰρ εἰ ἦσαν εὔρωστοι, ῥᾳδίως ἀνέκαμπτον τὴν διάρθρωσιν τῆς φθασάσης καμφθῆναι, τὸ περιφέρειν ἔξω τὸ σκέλος οὐκ ἦν ἀναγκαῖον. γάρ τοι βάδισις γίνεται τῶν σκελῶν ἑκατέρου καὶ περὶ μέρος ἐστηριγμένου τε καὶ κινουμένου. ἡνίκα μὲν γὰρ τὸ ἀριστερὸν ἐστήρικται, τηνικαῦτα τὸ δεξιὸν ἐκ τῶν ὀπίσω μερῶν εἰς τὸ πρόσω φέρομεν· ἡνίκα δὲ τοῦτο πρόσωθεν ἐστηρίξαμεν, ἐπὶ τὸ ἕτερον μεταβάντες ἐκεῖνο πάλιν ὄπισθεν πρόσω φέρομεν, εἶταὖθις ἐν τῷ πρόσω τοῦτο στηρίξαντες, ἐπὶ τὴν τοῦ δεξιοῦ μεταβαίνοντες κίνησιν, ὀρθίου μὲν θατέρου τῶν σκελῶν ἐστηριγμένου κατὰ τῆς γῆς, ἀναφερομένου δὲ εἰς τὸ ὕψος τοῦ κινουμένου, μήτε κατὰ γόνυ μήτε κατἰσχίον πεφύκασι κάμπτεσθαι τὰ σκέλη, πάντως ἂν ἠναγκαζόμεθα, καθάπερ τι ξύλον ἑκάτερον αὐτῶν μεταφέρειν, ἀναφέροντες εἰς ὕψος ἄχρι τινὸς καὶ κυκλοτερῶς περιφέροντες. ἐπεὶ δὲ κάμπτεσθαι δύναται κατἀμφοτέρας τὰς διαρθρώσεις ὑπεναντίως μὲν ἀλλήλοις, χρησίμως δὲ τῷ παντὶ σκέλει, διὰ τοῦτο βαδίζομεν ἄνευ τοῦ καταφέρειν αὐτὰ κυκλοτερῶς ἀνατείνειν ὡς ξύλα. μὲν γὰρ κατὰ βουβῶνα διάρθρωσις εἰς τὴν πρόσω χώραν ὑψοῖ τὸν μηρὸν, κατὰ γόνυ δὲ εἰς τὴν ὀπίσω τὴν κνήμην, ὥστεἰ καὶ μακρότερον εἴη τοῦ κατὰ τὴν γῆν ἐστηριγμένου σκέλος τὸ μεταφερόμενον, οὐδὲν ἂν ἐδεήθησαν ἑλίττειν αὐτὸ κατὰ τὴν ἔξω χώραν, τοὺς μῦς εἶχεν ἱκανῶς διὰ ταχέων ἑκατέραν τῶν διαρθρώσεων κάμπτειν. ἐπειδή θοἱ διἀῤῥωστίαν οὐ δύνανται ἑτοίμως κάμπτειν καὶ ὀδύνην οὐ βούλονται, καταλείπεται περιφέρειν αὐτὸ κυκλοτερῶς. οὐδὲν γὰρ οὐδἀνατείνειν ἄκαμπτον ὡς ξύλον οἷόν τἐστὶ τοῖς ἀῤῥωστοῦσιν ὀδυνωμένοις μυσίν. ὅτι δὲ διὰ ταῦτα μᾶλλον προσγιγνόμενον μῆκος ὁδοιποροῦσι περιφοράδην ἐκ τοῦ λεγομένου παραδείγματος ὑπαὐτοῦ τοῦ Ἱπποκράτους ἐναργῶς γνώσῃ. φησὶ γὰρ ἐφεξῆς, ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἐν κνήμῃ κάρτα μὴ δύνανται ἐπιβαίνειν τῷ σκέλει πάντες καὶ οἱ νήπιοι οὕτως ὁδοιπορέουσι. τούτοις γὰρ ἄνευ τοῦ μεμηκύνθαι τὸ σκέλος, ὁδοιπορεῖν οὕτως συμβαίνειν διὰ τὴν γιγνομένην ὀδύνην, εἰ κάμπτοιεν τὰς διαρθρώσεις, μάλιστα, μὲν τὰς κατὰ βουβῶνα καὶ γόνυ, καὶ τρίτην δἐπαὐταῖς τὴν κατὰ τὸ σφυρὸν, ἐπεὶ σιμοῦσθαι κατὰ τὴν διάρθρωσιν ταύτην ἄκρον τὸ σκέλος ἀναγκαῖόν ἐστιν ἐν τῷ κατὰ φύσιν ὁδοιπορεῖν, ἀναφέρειν τε εἰς ὕψος ὅλον τὸν πόδα· προσκόπτοι μὲν γὰρ, εἰ τοῦτο γένοιτο, καὶ μάλιστα ἐν τοῖς ἀνωμάλοις ἐδάφεσι.
§74 Οὐχ ὅταν ἐρείσαντες τὸ ὑγιὲς κινῶσι καὶ μεταφέρωσι περιφοράδην τὸ ἐξηρθρηκὸς ἀναγκάζονται σχηματίζειν οὕτως ἑαυτοὺς, ἀλλὅταν ἐπὶ τοῦ πεπονθότος ἐρειδόμενον μεταφέρειν τὸ ὑγιές. οὐ γὰρ ὑπερήρεισται τῷ ὑπερκειμένῳ σώματι τὸ πεπονθὸς ὄρθιον, ὡς ὅθεν εἶχε κατὰ φύσιν ἐν εὐθείᾳ γραμμῇ, καθ πρὸς τὸ ἔδαφος, ἀλλὰ λοξὸν ἐκ τοῦ βουβῶνος εἰς τὴν ἐκτὸς ἀπονεύει χώραν. ἐπἐκείνην οὖν τὸ κατεὐθὺ τῷ πεπονθότι σκέλει μέρος τοῦ σώματος ἀποκλείουσιν εἰς κίνδυνον ἀφικνούμενοι τοῦ περιτραπῆναι πρὸς τὴν ἐναντίαν χώραν καὶ οὕτω συμβαίνει κατὰ τὸν κενεῶνα λαμβάνειν αὐτῶν τὸ σῶμα. κενεῶνα δὲ δηλονότι καὶ τὸ μεταξὺ τοῦτο τῆς λαγόνος ὀστοῦ καὶ τῆς νόθου πλευρᾶς καλεῖ χωρίον, ὅπερ δὴ καὶ κενὸν ὀστῶν ἐστι. δυνάμενον δὲ οὐδοὕτω τὸ πεπονθὸς σκέλος ὀχεῖν τὸ σῶμα διά τε τὴν ἀσθένειαν καὶ τὸ σχῆμα βοηθείας δεῖται. ταύτην οὖν ἐπαὐτοῦ τοῦ πράγματος οἱ πάσχοντες διδασκόμενοι πορίζουσιν αὐτὸ στηρίζοντες τῇ χειρὶ τὸ πεπονθὸς σκέλος. ἔνθα δὲ μάλιστα δεῖται, κατἐκεῖνον τὸν μηρὸν ἔξωθεν ἐριζομένου τοῦ στηρίζοντος· καὶ τοῦτοὖν πάλιν αὐτοὺς ἀναγκάζον ἐπινεύειν εἰς τὴν τοῦ βεβλαμμένου σκέλους χώραν, αὐξάνει τὴν κατὰ τὸν κενεῶνα σκολίωσιν. εἰ γὰρ καὶ χωρὶς τοῦ ἔξω ῥέπειν τὸ σκέλος οὕτω τις αὐτὸν σχηματίσειεν ὑφίσαρφος κενεὼν αὐτός.
§75 Ἐναλλάξας τὴν ἑρμηνείαν ἀσάφειάν τινα βραχεῖαν εἰργάσατο κατὰ φύσιν· γὰρ οὕτω μᾶλλον εἰπεῖν, ὡς ἐγὼ νῦν ἐρῶ, κατά γε τὸ ὑγιὲς γλουτὸς ἀναγκάζεται περιφερὴς εἷναι εἰς τὸ ἔξω, διὰ τὸ βαίνειν ἔσω τούτῳ τῷ σκέλει. εἰ γὰρ ἔξω βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα, τὸ δἄλλο ἐπὶ σιναροῦ σκέλους τῇ ὀχήσει ποιεῖσθαι, ὅπερ ἐστὶν ἀδύνατον. οὕτως γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς, ὡς προείρηται, τουτέστιν ὅταν ἔσω βαίνῃ τοῦ ὑγιοῦς σκέλους ποδί. δυνήσεται γὰρ τὸ πᾶν ἐπαὐτῶν στηρίζεσθαι δυσπεριτρέπτως.
§76 Ἐπειδὴ τὸ πεπονθὸς σκέλος ἀδυνατεῖ βαστάζειν τὸ ὑπερκείμενον ἑαυτοῦ μέρος τοῦ σώματος, διὰ τοῦτο καὶ τὸ σκέλος μὲν ὅλον τὸ ὑγιὲς ὑπερείδουσιν ἐσωτάτω καὶ αὐτοὶ δὲ ῥέπουσιν ἐπαὐτῷ παντὶ τῷ σώματι. συμβαίνει γὰρ αὐτοὺς ἑτεροκλινεῖς γινομένους περιτραπῆναι κινδυνεύειν ἐπὶ τἀναντία τοῦ πεπονθότος. ὥσπερ οὖν ὁπότἐπἐκείνου στηριζόμενον μεταφέρειν εἰς τὸ πρόσω τὸ ὑγιὲς, ἐστήριζον τοῦ πεπονθότος τῇ χειρὶ κινδυνεύοντος ἐπαὐτῷ περιτραπῆναι δεινῶς τὸ ὑγιὲς σκέλος ἐπὶ τὴν γῆν καὶ διὰ τῆς ἐκείνων ἀφικνοῦνται βοηθείας.
§77 Κἀνταῦθα πάλιν παρὰ τὴν ἀσάφειαν, ἣν εἰργάσατο, μὴ προειπὼν ὅτι μεταβαίνει τῷ λόγῳ πρὸς ἑτέρων καιρῶν βάδισιν. ἄχρι μὲν γὰρ οὗ τὸν λόγον ἐποιεῖτο περὶ μέρους βαδίσεως, ἐν τοῦ κατὰ φύσιν ἔχοντος σκέλους ἐρηρεισμένου κατὰ τῆς εἰς τὸ πρόσω μεταφερούσης τὸ πεπονθός. δὲ νῦν λόγος ἐστὶν ἐπὶ θατέρου μέρους τῆς βαδίσεως στηριζόμενοι τῷ πεπονθότι μεταφέρουσι τὸ ὑγιές. εἴρηται δὀλίγον τὸ ὑγιὲς ἔμπροσθεν ἤδη περὶ τοῦδε τοῦ μέρους τῆς βαδίσεως.
§78 Δυοῖν σχήμασιν, οὐχὶ ἑνὶ χρωμένων ἐν ταῖς ὁδοιπορίαις τῶν οὕτω πεπονθότων εἰκότως εἶπεν ἐν τούτοισι ἐπαὐτὸ καὶ τῇ χειρὶ τὸν μηρὸν στηρίζοντες· ἕτερον δὅταν ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος ὅλοι πάλιν ἐπὶ τοῦτἐγκλινόμενοι, διὸ καὶ τοῦ κοντοῦ δέονται. διοὗ ῥέπειν οὖν ἐπὶ τἀναντία συμβαίνει τὸ σῶμα ποτὲ μὲν ἐπὶ τὸ δεξιὸν ἐγκλινόμενον μέρος, ὅταν τῷ δεξιῷ ποδὶ στηρίζωνται, ποτὲ δὲ ἐπὶ θάτερον, ὅταν θατέρῳ. καὶ ὅταν πρὸς τοῖς ἄλλοις ἔτυχεν ἀσχήμονι χρῆσθαι τῇ βαδίσει μᾶλλον τῶν ἐξαρθρησάντων ἑτέρῳ ἰσχίων, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.
§79 Ἐν τῷ περιφέρειν μὲν ἔξω τὸ πεπονθὸς σκέλος, ἐρίζειν δὲ ἐνδοτάτω τοῦ ὑγιέος τὸ δισσὸν κέρδος αὐτοῖς γίγνεται, μήτε βαρύνεσθαί ποτε τὸ πεπονθὸς ὑπερειδόμενον ὅλον τῷ σώματι μήθὑπηρεσίαν αὐτοῦ πολυχρόνιον γίγνεσθαι, βραχύτατον διάστημα κινουμένου τοῦ ὑγιοῦς. ἐὰν γὰρ θελήσῃς ἀκριβῶς προσέχειν, ἑκατέρου τοῦ χρόνου τῆς ἑκατέρου τῶν σκελῶν ὑπηρεσίας οὐ διπλάσιον μόνον, ἀλλὰ καὶ τριπλάσιον εὑρήσεις γιγνόμενον. ὀλίγιστον μὲν γὰρ διάστημα καὶ ταχείᾳ τῇ φορᾷ μόνῃ κινουμένου τοῦ ὑγιοῦς, πολὺ δὲ καὶ βραδείᾳ τοῦ πεπονθότος. εὔδηλον γὰρ ὁπόσῳ μείζων ἐστὶν κυκλοτερὴς ὁδοιπορία τῆς εὐθείας, εἰ καὶ τοῖς αὐτοῖς πέρασιν ἀμφότεραι χρῶνται.
§80 Ἔλαττον γίγνεται, φησὶν, ὅλον τὸ σκέλος οἷς ἔξαρθρος οὔπω ὅλος μηρὸς αὐξανόμενος, ἔτι τε κοινὸν αὐτὸ τῶν ἄρθρων ἐστὶν, ὥσπερ καὶ πρόσθεν εἶπον. ἀλλὰ νῦν γε τοῦ κοινοῦ τὴν αἰτίαν ἔγραψεν, ὡς εἴωθεν· ἅπαξ που μεμνῆσθαι τοῦ κοινοῦ καθἕν τι τῶν ἐν μέρει. διὰ τοῦτο γάρ φησιν ἀναυξὲς καὶ ἄτροφον αὐτοῖς γίγνεσθαι τὸ σκέλος, ἅμα μὲν διὰ τὴν στέρησιν τῆς χώρας τοῦ ἄρθρου, ἅμα δὲ ὅτι ἀδύνατον χρῆσθαί ἐστιν. ἐγὼ δἐν τοῖς ἔμπροσθεν ἔφην τῶν μορίων καὶ τὴν αἰτίαν ἀργίαν εἷναι. γίγνεται δὲ ἄμφω διὰ τὴν ἀνάρθρησιν, ὥστοὐκ οἷδὅπως Ἱπποκράτης εἰπὼν, εἶναι τὴν ἐξάρθρησιν, ἐφεξῆς ἐπήνεγκε τὴν ἀργίαν. γὰρ ἐξάρθρησις οὐ πρώτως ἀτροφίαν ἐργάζεσθαι πέφυκεν, ἀλλὰ διὰ μέσης διαστροφῆς τῶν ὀργάνων καὶ τῆς ἀργίας.
§81–96
§81 Τῆς ὅλης τῶν μηρῶν οὐσίας μόριά εἰσιν αἱ σάρκες, ὡς ἐθεάσασθε πολλάκις ἐν τῇ τῶν μυῶν ἀνατομῆ, δεικνύοντος μου τὰ τῆς αἰσθήσεως αὐτῶν αἰσθητὰ στοιχεῖα δύο ὄντα τάς τε νευρώδεις ἶνας καὶ τὰς ἔξωθεν αὐταῖς περιπηγνυμένας σάρκας. ὅταν οὖν τις ἐκ γυμνασίων καὶ τρίψεων ἰσχυρότερος ἑαυτοῦ γένοιτο, τὴν μὲν τῶν ἰνῶν οὐσίαν ἐντροφοτέραν ἔχει, τὴν δὲ τῶν σαρκῶν ἐλάττονα μὲν, ἰσχυροτέραν δέ. τοῖς δὲ ἀγυμνάστοις καλουμένοις πολλὰ τοὐναντίον συμβαίνει τῶν ἴνων ἰσχνῶν οὐσῶν πολλὴν μὲν, ἀλλὰ μαλακὴν διὑγρότητος γίγνεσθαι. προσέοικε γὰρ τοιαύτη σὰρξ τοῖς ἐπιπηγνυμένοις τυροῖς, ὥσπερ τῶν γυμναστικῶν τοῖς ἀκριβῶς ἤδη πεπηγόσι· διὸ καὶ φαίνονται μὲν τούτοισιν οἱ μύες σκληροὶ καὶ νευρώδεις καὶ περιγραφὰς ἔχοντες. τοῖς δἀγυμνάστοις μαλακοὶ καὶ σαρκώδεις, ἤτοι δοὐδὅλως, ἀλλἀμυδρῶς φαινόμενοι ἐμφαίνοντες τὰς ὑπογραφάς. διὰ τοῦτοὖν εἰπὼν Ἱπποκράτης τὸ σκέλος τούτοις ἄσαρκον γίγνεσθαι. γιγνώσκειν δὲ καὶ τοῖς ἐκ γυμνασίων πλεόνων τοιοῦτον γενόμενον ἐπήνεγκε τῷ καὶ ἄσαρκον καὶ ἄμυον ἐν ἴσῳ τῷ τὰς περιγραφὰς οὐκ ἔχον αἰσθητὰς μυῶν. οὐ γὰρ δὴ παντάπασι καὶ διαφθείρεταί τις αὐτῶν μῦς, ἀλλὰ ὥσπερ ἄφλεβον σῶμα λέγομεν τὸ μὴ φαινομένας ἔχον τὰς φλέβας, οὕτω καὶ ἄμυον, ἐν παντάπασιν ἀφανεῖς εἰσιν αἱ περιγραφαὶ τῶν μυῶν. ἔτι δὲ σαφέστερον ἐνδείξασθαι βουλόμενος ὁποία τις τοῦ σκέλους αὐτοῖς ἰδέα γίγνεται προσέθηκε τὸ ἐκτεθηλυσμένον, ὅπερ ἐστὶν ὑγρὸν καὶ μαλακὸν καὶ μὴ σφίγγον καὶ διαῤῥέον, ὁποῖον αἱ γυναῖκες ἔχουσιν. ἅπαντα γὰρ ταῦτα προσηκόντως ἄν τις εἴποι κατὰ τῆς τῶν γυναικῶν σαρκὸς, ἀφἧς κατὰ μεταφορὰν ἐποιήσατο ἐκτεθηλυσμένον ὄνομα. τὸ δὲ λεπτότερον ἐπὶ τῆς τελευτῆς τοῦ λόγου προσέθηκεν ἐνδεικνύμενος, ἁπάντων τῶν καταὐτὸ μορίων ὅπερ ἐν ἀρχῇ τῆς ῥήσεως εἶπε γυιοῦται. τὸ γὰρ ἄσαρκον ἐπὶ τῆς κατὰ σάρκα ἐνδείας μόνης λέγεται, τὸ γυιοῦσθαι δὲ τὸ σκέλος ἐπὶ πάντων τῶν μερῶν ἐλαττόνων γιγνομένων.
§82 Ἔνεστι μὲν παρἩρόδοτον μάλιστα μαθεῖν οὐδὲν πλέον σημαῖνον παρὰ τοῖς Ἴωσι τὸ μετεξετέρην τοῦ παρἡμῖν ἑτέρην· πολλάκις γὰρ αὐτῷ κέχρηται, καθάπερ καὶ τῷ μετεξέτερον. δῆλον οὖν καὶ διὰ τοῦτο πάλιν ὅπερ ἡμῖν διὰ τοῦ τινὲς μὲν εἰ καὶ νῦν οὖν οὐ καὶ μετεξετέρου τοιοῦτον τὸ δῆλον. προειρηκὼς γὰρ ὅτι διὰ τὴν ἀργίαν αὐτοῖς τὸ σκέλος γυιοῦται καὶ τάχα τινὰ παρακοῦσαι νομίσας, ὡς ἅπασιν χρῆσιν τῶν μορίων οὐ τρόφιμον εἶναί φησι πᾶσαν, ἀλλά τινα ἐργάσασθαι λέγει τὴν σύμμετρον δηλονότι, καθάπερ καὶ τἄλλα πάντα καθὅλην τὴν ὑγιεινὴν δίαιταν, ὡς ἐν ἄλλοις τέ τισιν ὑπαὐτοῦ λέλεκται τοῦτο καὶ διἑνὸς κεφαλαίου ἐν τῷ τῶν ἐπιδημιῶν ἕκτῳ, ἔνθα φησὶ, πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα μέτρα.
§83 Τοῖς μὲν ἤδη κεκρατυσμένοις τὰ κῶλα τοιαύτης συμφορᾶς γιγνομένης, γίγνεται χρῆσθαι τῷ σκέλει χωλεύοντι. τοῖς δὲ μικροῖς πάνυ παιδίοις, ἀλλεἰ καὶ κατὰ φύσιν ἔχοι καὶ χρῆσθαι πῶς καλῶς δύναιτο τοῖς σκέλεσι; ῥαθυμία τις ἐγγίγνεται περὶ τὴν τοῦ κώλου ἐνέργειαν καὶ διὰ τοῦτο καταβλακεύουσιν ὀρθοῦσθαι, τουτέστιν ἀμελοῦσι καὶ καταῤῥαθυμοῦσι. καὶ τί θαυμαστὸν, εἰ καὶ αὐτὰ καταφρονεῖ τοῦ διαναστάντος κωλύειν ὀρθὰ καὶ τῶν ἤδη τελειουμένων ἐνίοτε μὴ τολμώντων ὀρθῶς χωλεύειν, ἀλλὡς εἴρηκεν αὐτὸς, εἱλουμένων ἐπὶ τὸ ὑγιὲς σκέλος; ἐνεδείξατο δὲ σαφῶς αὐτῶν καὶ τὸν τρόπον τῆς κινήσεως, ὁποῖός τις γίγνεται διὰ τοῦ εἱλέονται ῥήματος.
§84 Ῥηίους εἴρηκε τοὺς ἑτοιμότερον βαδίζοντας, ὅπερ αὐτοῖς συμβαίνει βραχέος ὄντος τῷ μήκει τοῦ σιναροῦ σκέλους. οὐ γὰρ δέονται μεταφέρειν ἑλίσσοντες αὐτὸ, καθάπερ οἷς τελείοις οὖσιν ἔξαρθρον ἔμελλε, μακρότερον ἐπὶ τούτῳ διὰ τὴν ἔκπτωσιν γενόμενον εἰς ἀνάγκην αὐτοὺς ἄγειν τῆς ὑπαὐτοῦ λεγομένης ὄπισθεν ὁδοιπορίας περιφοράδην γινομένης.
§85 Εἰκότως τοῦτεἶπε· χρῶνται γὰρ εἰκότως τῷ ὑγιεῖ παραπλησίως εἰ καὶ ἀμφότερα ὑγιεινὰ ἦν. ἅτε οὖν τὴν αὐτὴν ἔχοντες αὐτῷ χρῆσιν, ἣν καὶ κατὰ φύσιν ἀμφοῖν διακειμένων εἶχον, ὁμοίως εὐτροφοῦντι καὶ ῥωμαλέῳ χρῶνται.
§86 Πᾶσι μᾶλλον θηλύνονται, φησὶν, αἱ ἔξω τοῦ ἄρθρου σάρκες ἔσω, εἰ εἰς τὴν ἐντὸς χώραν μεταστῇ, διὸ καὶ μᾶλλον ἀργεῖ ταὐτὸ τὸ μέρος· εἰ γὰρ καὶ παρὰ φύσιν, ἀλλὅμως γίγνονταί τινες κνήσεις εἰς τὴν κεφαλὴν τοῦ μηροῦ κατὰ τὰ ἔνδον ἐστηριγμένα μέρη.
§87 Τὸ κυλλὸν ὄνομα τινὲς μὲν ἅπασαν διαστροφὴν κώλου φασὶ δηλοῦν, γενικόν τι σημαινόμενον ὑποτιθέντες αὐτῷ, τινὲς δὲ τὴν τοιαύτην μόνην διαστροφὴν δηλοῦσθαί φασιν, ἐν πρὸς τὴν ἔσω χώραν ῥοπὴ γίνεται τοῦ κώλου. τούτου γὰρ συμβάντος ἀναγκαῖόν ἐστι τὸ ἄκρον αὐτοῦ, τουτέστι πρὸς πόδα πρὸς τὴν ἔσω χώραν, ὅπερ εἰς τὸ τῆς στάσιος ἑδραῖον οὐ μικρὰ συντελεῖ, ὥστε καὶ αὐτῶν τῶν κατὰ φύσιν ἐχόντων τῶν ῥαιβῶν ῥοικῶν ὀνομαζομένων, ἀσφαλέστερον δὲ καὶ δυσανατρεπτότερον ἵστασθαι τῶν ἀκριβῶς ἐχόντων τὰ σκέλη ὀρθά. δηλοῦται δὲ τοῦτο κἀξ ὧν Ἀρχίλοχος εἶπεν, οὐ φιλέω μέγαν στρατηγὸν, οὐδὲ διαπεπηγμένον, ἀλλὅς μοι, φησὶ, μακρὸς εἵη καὶ περὶ κνήμας ἰδεῖν ῥοικοὺς, ἀσφαλέως βεβηκὼς ποσὶ, καρδίας πλέως. οὐ μὴν εἴς τε τὰ προκείμενα νῦν ἡμῖν ἀκρίβεια συντελεῖ τῆς εὑρέσεως τοῦ σημαινομένου πρὸς τῆς κυλλὸν φωνῆς. ἐκ τοῦ λόγου πάντως γίνεται δῆλον ὡς Ἱπποκράτης οὐκ ἄδηλός ἐστιν. ὅταν γοῦν εἰς τὴν ἐκτὸς χώραν μεταστῇ τὸ ἄρθρον, ἵστασθαί φησι δύνασθαι τούτους μᾶλλον εἰ ὀπίσω μετασταίη. κατὰ θάτερον γὰρ ποὺς γίνεται τῷ παντὶ σώματι τοῖς ἔξω μετεστηκὸς ἔχουσι τὸ κατἰσχίον ἄρθρον. ἀποκεχώρηκε δὲ τῆς εὐθυωρίας ἐκτὸς, οἷς ἐβλήθη τὸ σκέλος. ἴσμεν δὲ καὶ αὐτῶν τῶν ἀνθρώπων ὅσοι φύσει βλασσότεροι χεῖρον ἱσταμένους ἅπαντας καὶ μήτε θεῖν ὠκέως δυναμένους εὐανατρέπτους τε γινομένους καὶ καταπίπτοντας ἑτοίμως ἐπὶ σμικραῖς προφάσεσι. ταύτην οὖν τὴν διαφορὰν τῶν πραγμάτων μεγίστην μὲν δύναμιν ἔχειν ἐν τῷ ἰσχίῳ, δευτέραν δἐν τῷ γόνατι, καὶ τρίτην ἐν τῷ σφυρῷ· κατὰ γὰρ τὸ μέγεθος δηλονότι τῆς διαρθρώσεως καὶ τῆς βλάβης ἕπεται μέγεθος. ἐκ τούτων οὖν δῆλον ὡς ἄμεινον ἵστανται καὶ βαδίζουσιν οἷς εἰς τὴν ἔξω χώραν ὤλισθεν κεφαλὴ τοῦ μηροῦ, περὶ ἧς ὀλίγον ὕστερον ἐρεῖ.
§88 Σαφὴς οὗτός ἐστιν ἅπαξ ἐφεξῆς λόγος αὐτῷ κεφάλαια μὲν ἔχων τῆς διδασκαλίας δὴ ταῦτα. τῶν ἐξεστηκότων τῆς οἰκείας ἕδρας ἄρθρων τὰ μὲν ἐγγύτερον μᾶλλον ἀναυξῆ καὶ ἄτροφα γίγνεσθαι, τὰ δἄποθεν ἧττον. ἐπὶ δὲ τῶν ἐξαρθρήσεων τοῦ μηροῦ πολὺ μᾶλλον ἤπερ ἐπὶ τῶν ἔξω καὶ ἄναυξες καὶ ἄτροφον ἀποτελεῖται τὸ κῶλον, διότι καὶ χεῖρον οὖν οὗτοι κινοῦνται καὶ μᾶλλον κωλύουσι. λέγει δὲ καὶ ἐπὶ τῶν γαλιαγκώνων, οὕτω δαὐτὸν ὀνομάζειν τοὺς βραχὺν ἔχοντας τὸν βραχίονα ἔφην, διὰ τὴν εἰς μασχάλην ἐκπτώσιν, ὅταν ἔτι αὐξανομένων τῶν σωμάτων τοῦτο παθοῦσι. τούτους οὖν φησι τοὺς γαλιάγκωνας ἧττον βλάπτεσθαι τὴν ὅλην χεῖρα, βλαπτόμενον τὸ σκέλος ἅπαν, ὅταν ἐκπαλαίσωσι τὸ κατἰσχίον ἄρθρον, ὅτι πολλὰ τῶν κατὰ τὸν βίον ἔργων ἱκανῶς διαπονοῦσιν οὐ δυναμένων ὁμοίως τούτοις χρῆσθαι τῷ σκέλει, οἷς ἐξεπάλαισαν ἔσω τὸ κατἰσχίον ἄρθρον.
§89 Τίνα λέγει τοιαῦτα τὰ ἔκτεινε, καίτοι τὸ μαρτύριον ἐρεῖν ἐπαγγέλλεται; ὅτι καὶ τῶν παρὰ φύσιν ἐχόντων αὐτῶν τὰ μὲν ἧττον κινούμενα μᾶλλον ἀναυξῆ καὶ ἄτροφα γίγνεται. ἐπηγγείλατο μὲν αὐτὸς δείξειν Ἱπποκράτης ἐπὶ τῶν ὀλίγον ὕστερον εἰρησομένων. ἐγὼ δὅταν ἐπὶ τῶν λέξεων ἔνεστι τοῦτο πράττειν, τηνικαῦτα ἀναμνήσω τοῦ λόγου.
§90 Περὶ τῆς δευτέρας διαφορᾶς τῶν εἰς τὸ ἰσχίον ἐξαρθρήσεων λόγος αὐτῷ νῦν ἐστι, τὰ φαινόμενα νοσήματα διηγουμένῳ καὶ τὰς αἰτίας αὐτῶν προστιθέντι, καθάπερ ἐπὶ τῶν πασῶν ἐποίησεν ἐμπειρικῆς διδασκαλίας οὔτε ἀπολιπών τι. σαφὴς δὲ καὶ οὗτος λόγος ἐστὶ σύμπας.
§91 Καὶ τοῦτο γίνεται τῶν ὄπισθεν μυῶν ἀντιβαινόντων τῇ κάμψει διὰ τὸ μὴ δύνασθαι μέχρι πλείστου τὴν ἔκτασιν ὑπομένειν ἐν τῷ τοιούτῳ σχήματι.
§92 Στῆθος ποδὸς εἴρηκε τὸ καλούμενον ἐπὶ τῶν ἀνατομικῶν πεδίον, ἔστι δὲ τοῦτο πρὸ τῆς τῶν δακτύλων ἀρχῆς, ἐπὶ γὰρ τῶν κατὰ φύσιν ἐσχηματισμένων ποδῶν τὸ μέσον κοῖλόν ἐστιν, ὀπίσω μὲν ὁριζόμενον τῷ τῆς πτέρνης πέρατι, κατὰ δὲ τὰ πρόσω τῇ ἀρχῇ τοῦ πεδίου, ὥστε ἐπὶ μέν τι τῆς γῆς στηρίζεσθαι τὸν πόδα διά τε τῆς πτέρνης καὶ τοῦ πεδίου καὶ τῶν ποδῶν καὶ τῆς ἐν τῷ πέρατι τῶν δακτύλων ὑποκάτω σαρκὸς μετέωρον εἶναι, τὸ δἄλλο πᾶν τοῦ ποδὸς ὅσον ἐν τῷ μεταξὺ τῶν εἰρημένων μορίων ἐστὶ, πλὴν κατὰ τὸ ἔξω τοῦ ποδός ἐστιν· ἐνταῦθα γὰρ ὅλος ἐπὶ γῆς στηρίζεται. μοχθηρῶς δἐνίοις διαπέπλασται τὰ κατὰ τοὺς πόδας οὓς ὀνομάζουσι λειόποδας οὐκ ἔχοντας τὸ μέσον αὐτῶν ἔνδοθεν ὑψηλόν· ἀλλὰ τούτοις μὲν οὐκ ἄλλως διαπεπλασμένους, ὥσπερ καὶ τοὺς βλαισοὺς, ἐν τῷ νῦν λόγῳ κατέλιπε. παρακολούθησον δὲ τοῖς ἐφεξῆς εἰρημένοις ἐξετάζων τὸν λόγον ἐπὶ τῶν κατὰ φύσιν ἐσχηματισμένων. οὗτοι γὰρ ἐπειδὰν μὲν μετρίως προβαίνουσιν, ἐρείδουσι κατὰ τῆς γῆς ὅλην τε τὴν πτέρναν καὶ τὸ πεδίον καὶ τὰ σαρκώδη τῶν σκελῶν. εἰ μέντοι μέγιστον διαβαίνειν ἐπιχειρήσειεν, ἐρείδουσι μὲν ἐν ἀρχῇ τὴν πτέρναν, ὕστερον δὅταν ἤδη μεταφέρωσι πρὸς τὸ ἕτερον σκέλος, τηνικαῦτα καὶ τῷ πεδίῳ στηρίζονται καὶ τελευτῶντες ὅταν ὁμοίως ἐπὶ πλεῖστον προβαίνοντες θατέρῳ, κατὰ γῆς ἄρχονται τὴν πτέρναν ἐρείδειν, τότε καὶ τοῦ πρότερον ἐστηριγμένου ποδὸς ἐπαίρουσι μὲν τὴν πτέρναν, ἐρείδουσι δὲ κατὰ τῆς γῆς ἄκρους τοὺς δακτύλους. αὕτη μὲν τῶν κατὰ φύσιν ἐχόντων ὁδοιπορία· τῶν δἐκ πάθους τινὸς ἤτοι μακρότερον ἐχόντων τὸ σκέλος αἰτία μὲν ἑκατέρων διττὴ, τῶν μὲν προτέρων ὑγρότης πολλὴ τοῦ νευρώδους γέγονεν ἐξαρθρήματος εἶδος, ὅσον καὶ νῦν πρόκειται. τρόπος δὲ βαδίσεως τῶν μὲν προτέρων οἷος ὀλίγον ἔμπροσθεν εἴρηται, τῶν δὲ δευτέρων ὁποῖον νῦν διηγεῖται. πρῶτον μὲν διδάξας ὅτι τὴν κεφαλὴν τοῦ μηροῦ σαρκῶδες ὑποδέχεται χωρίον, οὐχ ὥσπερ ἐπὶ τῆς ἑτέρας ἐκπτώσεως ὀστοῦ. ἥκει τοιγαροῦν αὕτη τὸ σαρκῶδες τοῦτο καὶ τῶν μυῶν ἐπὶ τὴν ἰδίαν ἑκάστου κεφαλὴν ἀνασπωμένων συνανασπᾶσθαι συμβαίνει τὸν ὅλον μηρόν. εἰκότως οὖν ἔλαττόν σοι φαίνεται θατέρου τὸ σκέλος καὶ τῆς γῆς οὐκέθὁμοίως δύναται ψαύειν, ὡς ὅτεἶχε κατὰ φύσιν. ὅταν οὖν ἀναγκάζωνται βαδίζειν οἱ οὕτω παθόντες, ἐναντίως σχηματίζουσι τὸν πόδα τοῖς ἔμπροσθεν εἰρημένοις, ὧν μακρότερον ἐφαίνετο τοῦ κατὰ φύσιν ἔχοντος σκέλος τὸ πεπονθός. ἐκεῖνοι μὲν γὰρ τῇ κατὰ τὸν ἀστράγαλον διαρθρώσει τὸν πόδα σιμοῦντες εἰς ὕψος ἀνέτειναν τοὺς δακτύλους, οὗτοι δἔμπαλιν ἐπινεύουσί τε καὶ κατακάμπτουσιν ἐπὶ τὴν γῆν τὸν πόδα καὶ διὰ τῶν δακτύλων ἄκρων αὐτῆς ἐπιψαῦσαι ποθοῦντες· διὰ τοῦτο δὲ καὶ ταπεινοῦσιν ἑαυτοὺς κατὰ τὸ πεπονθὸς ἰσχίον, ὅπως ἐρείσωνται κατὰ τῆς γῆς οὐ μόνον ἄκρους τοὺς δακτύλους, ἀλλὰ καὶ ἐπὶ πλέον αὐτῶν, ὥσπερ ἔφην ὀνομάζεσθαι πεδίον ὑπὸ τῶν ἀνατομικῶν. Ἱπποκράτης δὲ αὐτὸ στῆθος ἐκάλεσεν, εἰ καὶ τὴν πτέρναν ἐπὶ τῆς γῆς ἠθέλησεν ἑδράσαι, πάνυ χρὴ ταπεινοὺς αὐτοὺς γενέσθαι κατὰ τὸ πεπονθὸς ἰσχίον, ὡς κινδυνεῦσαι καταπεσεῖν, ἑτεροκλινεῖς ἀπεργασθέντας. οὗτοι τοίνυν οὐδἐπιχειροῦσι διὰ τοῦταὐτὸ χρῆσθαι τῇ πτέρνῃ.
§93 Κατὰ μεταφορὰν εἴρηκε τρίβον ἀπὸ τῶν τετριμμένων χωρίων ὑπὸ τῶν ὁδοιπορούντων. ἔστι δὲ λόγος αὐτοῦ οὗτος· κεφαλὴ τοῦ μηροῦ τῆς οἰκείας χώρας μεταστᾶσα ἐν τοῖς ἔξω μέρεσι τῆς διαρθρώσεως ἐν σαρκὶ στηρίζεται. κατἀρχὰς μὲν οὖν οἱ οὕτω παθόντες ὀδυνῶνται τὴν θλιβομένην ὑπαὐτοῦ σάρκα, τῷ χρόνῳ δὲ τυλοῦται καθάπερ αἱ τῶν σκαπτόντων χεῖρες. ὅταν δὲ τοῦτο γένηται, παραπλησίον τῇ διαρθρώσει κατασκευάζεται χρωμένου τῇ γεγενημένῃ τρίβῳ καθάπερ ἔμπροσθεν ἐχρῆτο τῇ κοτύλῃ τοῦ ἰσχίου· τά τε γὰρ ἄλλα καὶ ὑγρότης τις αὕτη γίγνεται, κατἀρχὰς μὲν διὰ τὴν φλεγμονὴν ἀθροιζομένη πλείων, ἐν δὲ τῷ χρόνῳ τοῦ λεπτοτέρου τε καὶ ὑδατώδους ἐν αὐτῇ διατμηθέντος ὑπὸ τῶν συμπιπτόντων ἐπιτιθεμένων ἔξωθεν φαρμάκων καταλειπομένου τε τοῦ γλίσχρου τε καὶ μυξώδους πρὸς τὴν κίνησιν τῇ κεφαλῇ τοῦ μηροῦ συμφορώτατόν ἐστι. καὶ διὰ ταύτην οὖν τὴν ὑγρότητα καθάπερ ἄρθρῳ χρῶνται τῇ τρίβῳ, μᾶλλον δὲ ἐπικλίνονται κατὰ τὸ ἔξω μέρος κατὰ τὸ ἔσω· εἴρηται δὲ καὶ πρόσθεν ὡς καὶ τἀναντία μέρη τῶν ὑποδεξαμένων τὸ ἐκπεπτωκὸς ἄρθρον ἀτροφώτερά τε καὶ μαλακώτερα γίνεται κατὰ τὸ μᾶλλον ἀργεῖν. ἐν οἷς δἂν μᾶλλον στηριχθῇ τὸ ἐκπεπτωκὸς καὶ παρὰ φύσιν· ὅμως γοῦν γίνονταί τινες κινήσεις ὅθεν ἀπεχώρησε. πρῶτον μὲν οὖν γίγνονται, κατὰ συμβεβηκὸς δέ τινες βραχεῖαι ἕπονται τοῖς πρώτοις κινουμένοις θηλυνομένων τῶν μορίων ἐν τοῖς νῦν, τουτέστι τὸ μαρτύριον ἐν τοῖς ἐφεξῆς λόγοις ἐρεῖν ἐπηγγείλατο, περὶ τῶν μᾶλλον ἧττον ἀτροφούντων τε καὶ καταλεπτυνομένων μερῶν.
§94 Ὁποῖόν τι σημαίνει τὸ διαῤῥέπουσιν εἴρηται μὲν μοι καὶ πρόσθεν· εἰρήσεται δοὐδὲν ἧττον ἔτι καὶ νῦν, ὅτι γὰρ ἐξήρθρησεν μηρὸς εἰς τὴν ἕσω χώραν ἀνασπώμενος ὑπὸ τῶν ταύτῃ μυῶν, ὡς ὀλίγον ἔμπροσθεν ἐλέχθη, τὸ συνεχὲς σκέλος αὐτῷ ὅλον ὑψηλότερον ἐργάζεται καὶ διὰ τοῦτο μόγις ἁπτόμενος γῆς ἐῤῥήθη διὰ ταύτην τὴν αἰτίαν ἀναγκάζονται τῷ στήθει μόνῳ τοῦ ποδὸς χρῆσθαι κατὰ τῆς γῆς ἐπιβαίνοντες ἅμα τῷ καὶ συνεπινεύειν ὅλῳ τῷ σώματι πρὸς τὸ πεπονθὸς σκέλος, ὅταν ἐπαὐτοῦ στηρίζωνται. ἀναγκαῖον οὖν ἐστιν, ἐπειδὰν θατέρου τοῦ ὑγιοῦς ἐργάζεσθαι δεηθῶσιν ἐν τῷ μεταφέρειν ἕσω τὸ πεπονθὸς ἐπἐκεῖνο πάλον αὐτοὺς ῥέπειν ὀρθούμενον τοῦ μηροῦ, ὥστε κατὰ τὴν ὁδοιπορίαν ἀμείβειν ἀεὶ καὶ μεταβάλλειν εἰς ἄλληλα τὰ δύο σχήματα. καθὃν μὲν χρόνον ἔτι κατὰ φύσιν ἔχοντες σκέλη στηρίζοντές τε καὶ ὀρθοῦντες τὸ σῶμα μετεωρίζονταί τε ἅμα καὶ ὁδοιποροῦσι. καθὃν δαὖ πάλιν ἐπὶ τοῦ πεπονθότος καμπτόμενοι ἐν τῇ κατἐκεῖνο τὸ μέρος. ὑψηλὸν οὖν εἰς τὸ μεταβάλλειν τὸ σῶμα ποτὲ μὲν ἐξ ὀρθοῦ καὶ ἀκλινοῦς ἐπὶ τὸ πεπονθός τε καὶ κεκαμμένον, αὖθις δὲ ἀπὸ τοῦ πεπονθότος καὶ κεκαμμένου πρὸς ὑψηλόν τε καὶ ὀρθὸν ὠνόμασε διαῤῥέπειν ἑνὶ ῥήματι τὴν εἰρημένην μεταβολὴν τῶν σχημάτων ἐνδειξάμενος.
§95 Οἶσιν ἀμφότερα τὰ ἄρθρα παθόντων σκελῶν ἑκατέρων τὴν εἰς τοὐκτὸς ἐξάρθρησιν μεταβολὴν τῶν γινομένων σχημάτων ὅλου τοῦ σώματος ὁδοιποροῦσιν αὐτοῖς ὅμοια γίνεται καθἕτερον τὸ σκέλος, ὅταν ἐπαὐτῷ στηρίζωνται ταπεινουμένων τε καὶ κοιλαινομένων κατὰ τὸν κενεῶνα, θατέρου μόνον ἐξαρθρήσαντος. ἡνίκα μὲν οὖν τοῦ πεπονθότος ἐστηρίζοντο, τὸν εἰρημένον νῦν τρόπον ἐσχημάτιζον αὐτό· ὁπότε δὲ ἐπὶ θατέρου, τὸν ἐναντίον ἀνατεταμένον μὲν ἔχοντες σῶμα ὑψηλὸν, εὐθεῖαν δὲ τὴν λαγόνα· πρόδηλον οὖν ὡς τεταμένον ὁμοίως ἐσχηματίζοντο. νυνὶ δὁμοίως καθἕτερα τὰ μέρη τό τε δεξιὸν καὶ τὸ ἀριστερόν. διαῤῥέπουσι δὲ καὶ νῦν οὐδὲν ἧττον τῇ μεταβολῇ τῶν στηριζόντων ποδῶν, ὅπερ ὠνόμασε σαλεύειν ἐν τῇ ὁδοιπορίῃ, δύναμιν δὲ τὴν αὐτὴν ἔχει τὸ σαλεύουσι τῷ διαῤῥέπουσιν, ἀλλἐπὶ τῷ κοινῷ τὸ διαῤῥέπειν. ἐνταῦθα δὲ ὁμοίως ἀμφοτέροις τοῖς τοῦ σώματος μέρεσι συμβαίνει σχηματίζεσθαι στηριζομένου τοῦ σκέλους ἑκατέρου παρὰ μέρος ἐπὶ τῆς γῆς, ἔμπροσθεν δὲ οὐ τοῦθὑπῆρχεν αὐτοῖς, ὡς δέδεικται.
§96 Κατὰ συμπάθειαν δῆλον ὅτι οὕτω τῶν ἐξαρθρήσεων τῶν σκελῶν ἔνιαι κυφοῦνται, φλεγμονῆς μὲν τὸ πρῶτον ἐν τοῖς συνδέσμοις τῶν σφονδύλων γενομένης, ὕστερον δὲ καὶ σκιῤῥώδους τινὸς ἀπολειφθέντος λειψάνου. φαίνεται γὰρ καὶ ἐπὶ τῶν ἐκτὸς τοῦτο γιγνόμενον ἐν ἰγνύϊ τε καὶ τῇ κατἀγκῶνα διαρθρώσει κἀπὶ τῶν δακτύλων οὐκ ὀλίγον, ὅπερ ὀνομάζουσιν ἀγκύλην. καὶ πρόδηλός ἐστιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ἀγκύλη γινομένη διὰ τὸν σκίῤῥον, οὐχ ἑπομένου τοῦ τένοντος τοῖς ἐκτείνουσι τὸ μόριον μυσὶν, ὥσπερ οὐδὅταν τις τῶν ἐκτεινόντων σκιῤῥωθῇ. τοῖς κάμπτουσιν ἑπομένου τὸ καλούμενον ὀρθόκωλον σχῆμα περὶ τὴν οὕτω πεπονθυῖαν ἀποτελεῖται διάρθρωσιν. δύναται μὲν οὖν καὶ διὰ τοιοῦτόν τινα σκίῤῥον ῥάχις διαστραφῆναι, δύναται δὲ καὶ τῷ λόγῳ τῆς συμπαθείας φύματος ἀπέπτου καὶ κακοῦ γενέσθαι στέγνωσις ἐπαὐτῆς. ὅπως δὲ ἕπεται ταῖς τοιαύταις διαθέσεσιν διαστροφὴ τῆς ῥάχεως, ἔμπροσθεν εἴρηται κατὰ τὸν ἴδιον ὑπὲρ αὐτῆς λόγον.
§97–104
§97 Ἢν ἔξω τὸ κατἰσχίον ἄρθρον ἐκπέσῃ, βέλτιον μὲν βαδίζουσιν οἱ τοιοῦτοι τῶν ἔσω τὴν μετάστασιν τοῦ ἄρθρου ἐχόντων, ὅταν ἐκφύγωσι τοὺς ἐκ τῆς φλεγμονῆς τε καὶ συμπαθείας τῶν ἐπικαίρων μορίων κινδύνους, αὐτὰ δὲ ταῦτα μᾶλλον ἐκείνων πάσχουσιν· μὲν γὰρ εἰς τὴν ἔσω χώραν μετάστασις τοῦ ἄρθρου· κἀκ τούτου οὖν ἐπίβασιν ἔχει, μήτε θλιβόμενος διὰ τὴν σκληρότητα μήτε καὶ τούτου αὐτῷ συμβαίνεσθαι δυναμένου. τὸ δἔξω τοῦ μηροῦ χωρίον, ὅτι ὑπὸ μεγίστων μυῶν κατειλημμένον εἰς ὀδύνην ἰσχυρὰν ἀφίκωνται. καὶ γὰρ θλίβονται πρὸς τοῦ μεταστάντος εἰς αὐτοὺς ὀστοῦ καὶ θλῶνται καὶ περιτείνονται τῷ παρὰ φύσιν ὄγκῳ τῆς τοῦ μηροῦ κεφαλῆς, αἰσθάνονται τούτων ἁπάντων ὡς πάσχουσι καὶ διὰ τοῦτο ὀδυνῶνται. διά τε οὖν τὴν θλάσιν καὶ τὴν θλίψιν τὴν γινομένην φλεγμοναῖς ἐν τοῖς ὑποδεξαμένοις τὸ ἄρθρον μυσὶν, εἰς συμπάθειαν ἔρχονται τὰ ὑποκείμενα μόρια τά τε ἄλλα καὶ τὰ κατὰ τὴν ῥάχιν. ἢν δἅπαξ οὖν νοσήσῃ ταῦτα, καθάπερ μηρὸς, οὕτω καὶ ταῦτα γίνεται τοῖς τε ἐν αὐξήσει σώμασι παθοῦσι τὸ τοιοῦτον πάθος, ἀναυξέστερά τε καὶ μικρότερα καὶ πάντα φαυλότερα. μεμνῆσθαι γάρ σε χρὴ καὶ τοιούτου διὰ παντὸς ἤδη πολλάκις εἰρημένου καὶ τοιούτου μαρτυροῦντος τοῖς ὀλίγον ἔμπροσθεν, ὡς τοῖς μὲν αὐξήσει παθοῦσιν, οὕτως ἐνδεέστερον αὔξεται τὰ μόρια, τοῖς δὲ τελειωμένοις ἀτροφώτερα γίνεται καὶ μαλακώτερα, τῆς ῥάχεως δὲ ἀναυξεστέρας γενομένης ἀκόλουθόν ἐστι καὶ τὸ σύμπαν σῶμα τοῖς οὕτω παθοῦσιν ἔλαττον γίνεσθαι. κάτω μὲν γὰρ τὰ σκέλη συμπάσχει, τὸ δὲ ἄνω τῶν σκελῶν ἄχρι τῆς κεφαλῆς ῥάχις ἐστίν. ὅταν οὖν αὕτη τε μικροτέρα γένηται καὶ σύμπαν τὸ σκέλος, εἰκότως ἐπὶ τῶν τοιούτων ἐρεῖ, πλὴν τῆς κεφαλῆς, ἀναυξεστέρους τοὺς ἀνθρώπους γεγονέναι τὸ πᾶν σῶμα.
§98 Ὀλίγοις μὲν διαρθρεῖ τὸν νῦν προκείμενον τρόπον κεφαλὴ τοῦ μηροῦ διἣν εἴπομεν ἔμπροσθεν αἰτίαν, ὅτι τὸ βάθος τῆς κοτύλης ἄνισόν ἐστιν. ἔνθα μὲν οὖν βραχύτερον μᾶλλον ἐκπίπτει καὶ διὰ τοῦτἔσω μᾶλλον, ἔνθα δὲ ὑψηλότερον, ὀλίγοις, ἐνταῦθα δὲ ἐξανίσταται τοῦτο σπανίως ὀπίσω. συμβαίνει δὲ ἐν τούτῳ τῷ τρόπῳ τῆς ἐξαρθρήσεως κατὰ μὲν τὸν βουβῶνα μηδὅλως ἐκτείνεσθαι τῷ σκέλει, κατὰ δὲ τὸ γόνυ μὴ τελέως. αἰτία δἑκατέρου τῶν μυῶν θέσις, ἣν ἅπασαν ἀκριβῶς τὴν φύσιν ἔν τε τῇ τῶν μυῶν ἀνατομῇ κἀν τῷ δευτέρῳ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἔχετε γεγραμμένην, ὑπομνήσεως δἕνεκα ὧν ἐθεάσασθε πολλάκις ἀνατεμνομένου πιθήκου, διότι τὰ πολλὰ τὸ ζῶον τοῦτο παραπλησίως ἀνθρώπῳ παρεσκεύασται. πρῶτον οὖν ἀναμνήσθητε νῦν ἐκ τῆς ψόας εἰς τὸν μικρὸν ἥκοντα τροχαντῆρα, δεύτερον δὲ ἐκ τοῦ τῆς ἥβης ὀστοῦ συνεχῆ. τὸ δὲ κατὰ φύσιν εἰς τὸν αὐτὸν τροχαντῆρα ποιούμενον οὕτω μεταστήσεις ὀπίσω τῆς κεφαλῆς τείνονται βιαίως, ἐκεῖσε περιελιττόμενοι καὶ περικλώμενοι τῇ κοτύλῃ καὶ εἰ ἐπιχειρήσειεν οὕτω πεπονθὼς ἄνθρωπος ἐκτείνειν τοῦτο τὸ ἄρθρον, δεήσει τὸν μηρὸν ὅλον ἑλιχθῆναι πρὸς τοὐπίσω, μειζόνως πονήσουσιν οἱ προειρημένοι δύο μύες ἐπὶ πλεῖστον ἑλκόμενοί τε καὶ τεινόμενοι καὶ ὅτι μείζονες εἴπερ ἦσαν, ἀνώδυνοι πλείονα τάσιν ἀνέχουσιν. εἰ δἡδύναται πρᾶξαι τοῦτο διὰ τὴν κεφαλὴν τοῦ μηροῦ τῆς κοτύλης ἐκπεσοῦσαν ἐκ τῶν ὀπίσω μερῶν τοῦ περιέχοντος αὐτὴν ὀστοῦ τετάχθαι. εἴπερ οὖν ἔμελλε τὸ κατὰ γόνυ πέρας τοῦ μηροῦ καμψάντων τελέως τὸν βουβῶνα μετέωρον ἱκανῶς ἔσεσθαι τὴν κεφαλὴν τοῦ ἰσχίου πρὸς τὴν ἔσω χώραν ἀναγκαῖον ἦν, ὅπερ οὐκ ἐνδέχεται γενέσθαι χωρὶς τοῦ διασπασθῆναι τὸν ὑποδεξάμενον αὐτὴν μῦν, ὃν ἔξεστιν ἐν τῇ διαρθρώσει, ἣν εἶχε κατὰ φύσιν, οὔθἕτερον ὑπάρχειν τῇ κατὰ βουβῶνα διαρθρώσει τῶν ἔμπροσθεν ὑπαρχόντων, πρὶν ἐκπαλαῖσαι τὸ ἄρθρον· οὔτε γὰρ ἐκτείνεσθαι τελέως οὔτε κάμπτεσθαι δύναται. τί δή ποτοὖν Ἱπποκράτης τὸ ἕτερον αὐτῶν εἶπε μόνον; ὅτι μετὰ τὴν ἔκπτωσιν εὐθέως φαίνεται κεκομμένος μηρὸς, ὡς ἂν πρὸς τῷ γόνατι πέρατος αὐτὸ τὸ σῶσον ἀποχωροῦντος εἰς τὸ πρόσω μέρος, ὅσον κεφαλὴ μετέστη εἰς τοὐπίσω. ὅσον δἐν τῇ κατὰ τὸν βουβῶνα φαίνεται καμφθὲν τὸ σκέλος, οὕτω καὶ κατὰ τὴν ἰγνύαν ἐντείνονται οἱ ὄπισθεν μύες ἅπαντες ἐν ταῖς ἄνωθεν ἀρχαῖς, ὀπίσω μεταχωρήσαντος κατὰ ταῦτα τοῦ μηροῦ. τεινομένων δὴ τούτων αὐτοῖς τῶν μερῶν συνεντείνεται καὶ τὸ λοιπὸν σῶμα ἅπαν ἄχρι τῶν εἰς τὴν κνήμην καθηκόντων τενόντων· δὲ τούτων ἔντασις κάμπτει τὴν ἰγνύαν, ὥστε οἱ οὕτως ἐκπαλαίσαντες εὐλόγως ἀμφοτέρας τὰς διαρθρώσεις ὁρῶνται κεκαμμένας ἔχοντες. ἐπεὶ τοίνυν ἐκτείνονται ἑαυτὰς ἀδυνατοῦσιν ἂν καὶ μάλιστα τὴν κατὰ βουβῶνα, διὰ δὴ τοῦθἹπποκράτης τοῦτο μόνον εἶπε, τὸ μὴ δύνασθαι τὰς διαρθρώσεις ταύτας ἐκτείνειν. ἀλλἐπὶ τῆς κατἰσχίον ἁπλῶς εἶπεν· ἐπὶ δὲ τῆς κατὰ γόνυ προσέθηκε τὸ κάρτα, τουτέστι τὸ λίαν, ὡς ἐκτείνεσθαι τῆς δυνάμεως, οὐ μὴν λίαν γε τοῦτο πασχούσης, ἐπεὶ δύναται τὸ τελέως μηδὲν ἀπολείπεσθαι τοῦ κατὰ φύσιν· αὐτὸ δὲ τὸ σύμπτωμα γίνεται διὰ τὴν αὐτὴν αἰτίαν, διἣν καταπίπτεται μετὰ τὴν ἐξάρθρησιν αὐτίκα τὸ κατὰ τὴν ἰγνύαν ἄρθρον. ἐπὶ πασῶν γάρ σε χρὴ τοῦτο γιγνώσκειν τῶν διαστροφῶν κοινὸν, ὡς ἐκτεινομένων μερῶν αἱ πρὸς ἐκεῖνο ῥοπαὶ γίγνονται, συνακολουθούντων αὐτοῖς τῶν συνεχῶν. οὐδὲν γὰρ τῶν μεθισταμένων οὕτως ἰδίῳ πάθει καὶ τὴν οἰκείαν ἀπολείπει χώραν, ἀλλἀπὸ τοῦ συνεχοῦς ἑλκόμενον ἕλκει μὲν τὸ συνεχὲς ἑνὶ μὲν λόγῳ κοινῷ τεινόμενον, οὐχ ὑπὸ μιᾶς δὲ προφάσεως τοῦτο πάσχει· καὶ γὰρ ὑγρανθέντι πόῤῥω τοῦ προσήκοντος αὐτῷ καὶ ξηρανθέντι, φλεγμαίνοντί τε καὶ σκιῤῥωθέντι καὶ τῆς οἰκείας χώρας μεταστάντι κοινὸν ὑπάρχει τὸ γίνεσθαι πάθημα. διὸ περὶ πάντων τῶν τοιούτων ἐπὶ πλέον ἑξῆς Ἱπποκράτης ἐδίδαξε. καὶ ἡμεῖς ἀκολουθήσαντες αὐτοῦ ταῖς ῥήσεσιν ἁπάσας τὰς λέξεις ἐξηγησάμεθα.
§99 Ἣν ἔφη εἶναι κοινότητά τινα τῶν ἀποστερουμένων τινὰς κινήσεις μορίων, οὐ διἴδιον πάθος, ἀλλά τινα τῶν κοινωνούντων σωμάτων γιγνομένην ἐντεῦθεν ἤρξατο διδάσκειν, ἐπὶ τῶν κατὰ φύσιν μυῶν οὐδὲν ἐκφύεσθαι τοῦ μηροῦ, καίτοι πολλῶν ὄντων. ἔνιοι μὲν ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ κατέρχονται, τινὲς δὲ ἐξ ἰσχίου πεφύκασιν, εἷς δὲ μόνος τοῦ ἐκ τῆς ἥβης ὀστοῦ. διὰ τοῦτἀναγκαῖόν ἐστι συγκινεῖσθαι τὰς διαρθρώσεις ἀλλήλαις, ὥσπερ ἀρτίως ἐπὶ τῆς κατὰ τὸν πόδα καὶ τὴν ἰγνύαν ἐδείχθη, συμφαινομένης ἅμα καὶ τῆς κατὰ τὸν βουβῶνα κοινωνίας αὐτῶν. ὥσπερ γὰρ ἐδείχθησαν οἱ κινοῦντες τὸ ὄπισθεν αὐτῶν ἥκοντες, ὡς ἔφην, ἐκπεφυκέναι τῶν κάτω περάτων τοῦ μηροῦ κατὰ τὰς ῥίζας τῶν κονδύλων, οὕτω καὶ νῦν ἄνω τοῦ ποδὸς εἰς τὴν κνήμην καθήκοντας ἐκ τῶν εἰρημένων ἀρχῶν ἀναγκαῖόν ἐστι τείνεσθαι, τοὺς μὲν ὄπισθεν ἐκτεινομένης τῆς ἰγνύας, τοὺς δὲ πρόσω καμπτομένης. ὅταν οὖν ἐπὶ πλέον πεφύκασι, τείνονται ἀντιτεταγμένοι αὐτοῖς ἀντισπῶσί τε καὶ οὐχ ἕπονται. λέγω δὲ ἀντιτεταγμένους τοὺς ἐκτείνοντας τοῖς κάμπτουσι, τουτέστι τοὺς προσθίους τοῖς ὄπισθεν ἐπὶ δυσὶ μυοῖν ὡς ἐπὶ παραδείγματος ἕνεκα σαφηνείας τὸν λόγον ποιησάμενος ἀρκεσθήσομαι. τοῖς γὰρ ἑωρακόσιν ἐν ταῖς ἀνατομαῖς ἅπαντας τοὺς κατὰ σκέλη μύας ἐκ τῶν εἰρημένων ἐστὶ καὶ περὶ τῶν ἄλλων ταῦτα λογίζεσθαι. τοῖς δοὐδὅλως ἑωρακόσιν οὐδ περὶ τὰ δύο λόγος ἔσται σαφής. οὗτοι οὖν ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ πεφυκότες ὑπερβαίνουσι καταφερόμενοι πρώτην μὲν τὴν κατὰ τὸν βουβῶνα τοῦ μηροῦ διάρθρωσιν, εἶτα διελθόντες ὅλον τὸν μηρὸν, ἐφεξῆς δευτέραν τὴν κατὰ γόνυ. φέρεται δὲ μὲν ἕτερος αὐτῶν στενὸς παρὰ τὸν ἕνα κόνδυλον τοῦ μηροῦ ταπεινότερον αὐτοῦ, κἄπειτα ἀνανεύσας πάλιν ἐπὶ τὸ καλούμενον ἀντικνήμιον εἰς τὴν ἐντὸς χώραν αὐτοῦ καταφύεται. δἕτερος μέγας ἰσχυρότατον ἐπιφύεται τένοντα πλατὺν ἀναμιγνύμενον ἑτέρῳ τένοντι τὴν γένεσιν ἐκ τοῦ μεγίστου μυὸς ἔχοντι τῶν προσθίων, ὃς ἀπὸ τοῦ γλουτοῦ καταφέρεται. πρῶτον μὲν ἐπιφύεται τῇ μύλῃ, μετὰ ταῦτα ἐμφύεται τῇ κνήμῃ. ἐὰν μὲν οὖν κάμπτηται κατὰ βουβῶνα τὸ σκέλος, ἦττον γίνεται τὸ μῆκος ἐνταῦθα τῶν μυῶν, ἐὰν δὲ ἐκτείνηται, μεῖζον. ἐπὶ δὲ τοῦ γόνατός τε καὶ τῆς ἰγνύας ἐκτεινομένης μὲν τῆς διαρθρώσεως μὲν τὴν μύλην ἐπιβαίνων βραχύτερος, δὲ ἐκ τῶν ἔνδον μερῶν φερόμενος μακρότερος γίγνεται, ὥσθ μὲν πρόσθιος ἄκραν ἔκτασιν ἀναγκασθήσεται λαμβάνειν, ἐὰν κατὰ βουβῶνα τὸ σκέλος ἐκτείναντες ἐπιχειρῶμεν κάμπτειν τὴν ἰγνύαν. δὀπίσθιος, ἐὰν ἐκτείνηται τὴν ἰγνύαν, κάμπτομεν τὸν βουβῶνα. καταφερόμενος γὰρ ἐξ ὑψηλοῦ χωρίου διὰ τῶν πρόσω τοῦ μηροῦ κάμπτεται ἐντεῦθεν ἐπιστρεφόμενος λοξὸς, ἀνανεύεται πρὸς τὸ καλούμενον ἀντικνήμιον. εἰκότως οὖν αὐτὸς μακρότερα ἐργάζεται τὰ πρῶτα μέρη καὶ τοῦ μηροῦ καὶ τῆς κνήμης ὑψούμενα μακρότερος γινόμενος. ἐδείχθη γὰρ ἐν τοῖς περὶ μυῶν κινήσεως ἐσχάτη συστολή τε καὶ ἔκτασις ὀδυνῶσα, ὧν τὴν μὲν συστολὴν ἐνεργοῦντες αὐτοὶ, τὴν δἔκτασιν ὑπὸ τῶν ἀντιτεταγμένων ἑλκόμενοι πάσχουσιν. ἐὰν οὖν ποτε τοῖς εἰς τὴν αὐτῶν σύνοδον ἐνεργοῦσι μυσὶν οἱ ἀντιτεταγμένοι μὴ ὀδυνῶνται, συνεκτείνεται κατὰ φύσιν μὲν ἐν ταῖς εἰρημέναις ἄρτι κοινωνίαις τῶν διαρθρώσεων, παρὰ φύσιν δἐν ταῖς ἐφεξῆς εἰρησομέναις. τηνικαῦτα συμβαίνει πολλοὺς τῶν ἰατρῶν ἀπατᾶσθαι καὶ νομίζειν πεπονθέναι τοὺς μύας ἐκείνους, ὧν ὁρῶσι τὴν ἐνέργειαν ἐμποδιζομένην. ἔτι δὲ ἐναργέστερον τοῦτο γνωσθήσεται διὰ τῶν ἐφεξῆς εἰρησομένων.
§100 Εἴρηταί μοι καὶ πρόσθεν, ὡς τὰς κοινωνίας καὶ οἷον συγγενείας τῶν μορίων ἀδελφίξιας εἴωθεν ὀνομάζειν, ὡσεὶ καὶ ἀδελφότητας εἶπεν. ἔστι δὲ αὐτῶν τὸ κεφάλαιον ἑτέρου μορίου πεπονθότος ἐν ἄλλῳ φαίνεσθαι τὴν βλάβην ἤτοι τῆς ἐνεργείας τῆς θέσεως τοῦ σχήματος τοῦ μεγέθους. κοινὴ δὲ ἐπὶ πάντων αἰτία τάσις εἰς τὸν ἀντικείμενον τόπον· οἷον ἐκθέσεως, ἵνἀπὸ τῶν προφανεστάτων ἄρξωμαι, πολλοὺς τῶν ἐπιπηδώντων τῇ τέχνῃ χωρὶς τοῦ νομίμως αὐτὴν ἐκμαθεῖν, ἐθεασάμην ἐξαίφνης συσταθέντος τινὸς μορίου καὶ τῷ τε μεγέθει βραχύ τι φαινομένου καὶ τὴν ἀρχαίαν θέσιν οὐκ ἀκριβῶς φυλάττοντος αὐτῷ τούτῳ τῷ μορίῳ προσφέροντας τὰ βοηθήματα, καίτοι μηδεμίαν ἔχοντι διάθεσιν ἰάσεως δεομένην. παραλυθέντων γοῦν τῶν κατὰ τὴν ἑτέραν γνάθον μυῶν συμβαίνει τὴν μὲν ἀντικειμένην αὐτῇ βραχυτέραν φαίνεσθαι καὶ οἷον συνεσπασμένην τὴν πεπονθυῖαν διαὐτὴν ἐκτείνεσθαι συνεπομένην ἐκείνην. διὰ γὰρ τὸ τοὺς μύας ἅπαντας οἰκείαν ἔχειν μίαν ἐνέργειαν, ἐπὶ τὰς ἰδίας κεφαλὰς ἀνατεινομένους ὅταν οἱ κατὰ τὴν ἀριστερὰν γνάθον ἀπολέσωσι τὴν ἐνέργειαν οἱ κατὰ τὴν δεξιὰν ἐῤῥωμένοι τε καὶ κατὰ φύσιν ἔχοντες ἐνεργήσαντες ἕλκουσιν ὅλην ἐφἑαυτοὺς τὴν δεξιὰν γνάθον καὶ τὰ χείλη· καὶ οὕτω φαίνεται τὸ μὲν ἀριστερὸν χεῖλος ἐκτεταμένον τε καὶ μακρότερον αὐτοῦ γεγονὸς, τὸ δεξιὸν δὲ ἔλαττόν τε καὶ συντεταμένον. ἐνταῦθα μὲν οὖν ἔλαττον γίνεται τὸ ἀπαθὲς ἀντισπῶν ἐφἑαυτὸ θάτερον μέρος τῆς γνάθου τὸ παραλυθέν. ἑτέρωθι δὑπὸ τοῦ πεπονθότος ἕλκεταί τε καὶ σπᾶται τὸ ἀπαθὲς, ὥσπερ ὅταν τένων μῦς σκιῤῥωθεὶς ὅλως ἀδυνατεῖ συνεπεκτείνεσθαι τοῖς ἀντιτεταγμένοις ἐνεργοῦσι. πολλὰ δὲ τοιαῦτα φαίνεται γιγνόμενα, κατὰ δὲ τοὺς δακτύλους τῆς χειρὸς καὶ κατἀγκῶνα τὴν ἰγνύαν ἀγκυλουμένων μὲν αὐτῶν ἐπὶ τοῖς τῶν ἔνδον μυῶν τενόντων πάθεσιν. ὀρθοκύλλων δὲ γινομένων ἐπὶ τοῖς τῶν ἐκτὸς, οὕτως γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς, ὅταν ἐκτεταμένον τι μὴ δυνάμενον κάμπτεσθαι. ὅμοιον δὲ τούτῳ συμβαίνειν εἴωθεν ἐπὶ ταῖς μεγάλαις τε καὶ σκληραῖς οὐλαῖς· καὶ γὰρ καὶ αὗται κατὰ μὲν τὴν ἔνδον χώραν γενόμεναι κυλλοῦσι τὸ μέρος, κατὰ δὲ τὴν ἔξω τὸ καλούμενον, ὡς ἔφην, ὀρθόκυλλον ἐργάζονται καὶ διὰ ξηρότητος καὶ διαπλήρους ἐξ ὑγρῶν ἐπιῤῥοῆς φυσώδους πνεύματος ταὐτὸ συμβαίνειν εἴωθε. συναγομένων γὰρ εἰς ἑαυτὰ τῶν οὕτω πεπονθότων μορίων ἀκόλουθόν ἐστι τοὺς ἀντιτεταγμένους μύας ἀδυνάτους ἐνεργεῖν, ἀντισπώντων τὰ μόρια τῶν συντεταμένων. οὕτως δὲ καὶ οἱ σπασμοὶ γίγνονται τῶν τε μυῶν αὐτῶν ἑλκομένων ἐπὶ τὴν ἰδίαν ἀρχὴν αὐτῶν πρώτων καὶ μάλιστα καὶ διαὐτοὺς τῶν μορίων εἰς καθήκουσιν· οὕτω καὶ μήτρα ποτὲ μὲν ἄνω χωρεῖ, ποτὲ δὲ εἰς τὰ πλάγια μέρη καθίσταται, οὐκ αὐτὴ κατἰδίαν ἐνέργειαν ἀποχωροῦσα τῆς οἰκείας χώρας, ἀλλὑφἑτέρων ἑλκομένη. τὰ δἕλκοντα πολλά· καὶ γὰρ ἀρτήματα καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες αἱ εἰς αὐτὴν καθήκουσαι τοῦτο ποιεῖν πεφύκασιν, ὅταν εἰς ὄγκον ἀρθεῖσαι τοῦ μήκους ἀφαιρῶσι τοσοῦτον ὅσον εἰς εὖρος ἐπέδωκε, κοινὸν γὰρ τούτων πάντων ἐστὶ τῶν ἐκτάσεις τε καὶ συστολὰς ἐχόντων σωμάτων, οὐ τῶν ζώντων μόνον, ἀλλὰ καὶ τῶν ἀψύχων, οἷον ἀσκῶν τε καὶ θυλάκων καὶ πλοκάμων. τε οὖν μήτρα κατὰ τοιαύτην αἰτίαν ἀνασπᾶταί τε καὶ κατασπᾶται καὶ τῶν ἐντέρων ἔνια καὶ μύες πολλοὶ καὶ διαὐτοὺς τά τε κῶλα καὶ αἱ γένυες. ἀνάλογον δέ τι τούτῳ κἀπὶ τῶν τῆς ῥάχεως παθῶν ἔμπροσθεν ἐδείκνυτο κυφώσεώς τε καὶ λορδώσεως καὶ σκολιώσεως.
§101 Φύσις ὀστοῦ λεπτοῦ κατὰ τὸ ἰσχίον, ἐν καὶ κοτύλη, πρόδηλον γὰρ ὅτι τὴν ὀπίσω τοῦ μηροῦ τῆς κεφαλῆς μετάστασιν ἐπὶ τῆς ὀπίσω χώρας ὀχεῖσθαι τῆς κοτύλης ἀναγκαῖόν ἐστιν ὡς εἶναι μεταξὺ τῆς κοιλότητος καὶ τῆς τοῦ μηροῦ κεφαλῆς τὸ περιλαμβάνον ἐκ τῶν ὀπίσω μερῶν ὀστοῦ τὴν κοτύλην. ἔστι δὲ τοῦτο τὸ μέρος αὐτοῦ τοῦ ἰσχίου· καὶ νῦν ποιούμενος τὸν λόγον καταφερὴς, φησὶ, πέφυκε αὐτὸ πρὸς τὸ ἔξω μέρος τοῦ πυγαίου. πρόδηλον οὖν ἐστι τοῖς ἑωρακόσιν, ἀνατεμνόμενα ταυτὶ τὰ χωρία τὴν κεφαλὴν τοῦ μηροῦ μεθὅλου τοῦ αὐχένος ἐκπεπτωκέναι βιαίως τῷ κατὰ τὴν πυγὴν μυὶ τῷ μεγάλῳ τῷ τὴν ἔκτασιν ἐργαζομένῳ τῆς κατὰ τοῦτο διαρθρώσεως. ἀποφύεται δέ τις τοῦ μυὸς τοῦδε τένων ὑμενώδης ἑνούμενος τῷ μικρὸν ἔμπροσθεν εἰρημένῳ τένοντι τὴν γένεσιν ἔχοντι ἐκ τῶν προσθίων τοῦ μηροῦ δυοῖν μυοῖν, ὃν καὶ τὴν μύλην ἔφην ὑπερβαίνοντα καταφύεσθαι τῇ κεφαλῇ τῆς κνήμης. οὗτος οὖν μῦς τὴν τοῦ μηροῦ κεφαλὴν ἐκπεσοῦσαν δεχόμενος ὀδυνᾶται μάλιστα πάντων ὑπαὐτῆς θλιβόμενός τε καὶ διατεινόμενος, ὥστε καὶ φλεγμαίνειν ἀναγκαῖόν ἐστιν αὐτὸν ἕλκειν τε πρὸς ἑαυτὸν ἄνω τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ὑμενώδη τένοντα. τούτου δὲ συμβαίνοντος ἀκόλουθόν ἐστιν ὀδυνᾶσθαι τὸν κάμνοντα καμπτομένης τῆς ἰγνύας· εἰς ὅσον γὰρ αὕτη κάμπτεται, περιτείνεσθαί τε καὶ περιθλᾶσθαι τῇ μύλῃ τὸν τένοντα. τεινόμενος δοὗτος ἀναπέμπει τὴν τάσιν ἐπὶ τὸν μῦν αὐτὸν, ὅθεν ἀπέφυ, τὸν μέγαν ἐκεῖνον, ἐν τὴν κεφαλὴν ἔφην ἐστηρίχθαι τοῦ μηροῦ. τοῦ χωρίου μὲν τούτου προϊόντος, ὅταν τε φλεγμονὴ παύσηται τούτου τοῦ μυὸς ὑγρότητά τέ τινα ἴσχει γλίσχραν καὶ τύλον ἐν ἑαυτῷ κτήσεται τὸ ψαῦον τοῦ ἄρθρου μέρος μυὸς, ἀνώδυνος κατἰγνύαν γίνεται καμπή. συντελεῖ δὲ εἰς τοῦτο καὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα περὶ τῶν κατὰ τὸ σκέλος μυῶν.
§102 Ὅτι μήτε τελείως καὶ πάνυ σφοδρῶς μήτε παντελῶς ἐκ τῆς ἐπιεικέως δηλοῦται φωνῆς, ἀλλὰ τὸ μετρίως, εὔδηλόν ἐστι καταὐτῆς τῆς λέξεως. αὐτὸς γὰρ ἐφεξῆς Ἱπποκράτης εἶπε καὶ οὔτε τῇ οὔτε τῇ πολὺ ἐγκεκλιμένα σαφῶς ἐνδεικνύμενος διαὐτοῦ προσγράψαι τὸ πολὺ μὴ παρεῖναι τῷ σκέλει, τὸ δἐπὀλίγον ἐκτετράφθαι τε καὶ διεστράφθαι παρεῖναι. διὰ τοῦτοὖν ἔφη καὶ κνήμη τε καὶ ποὺς ὀρθὰ ἐπιεικῶς φαίνεσθαι, ὡς εἰ καὶ μετρίως ὀρθὰ φαίνεσθαι τὰ μόρια ταῦτεἰρήκει.
§103 Εἴρηται καὶ πρόσθεν ὅτι τῇ φωνῇ χρῆται Ἱπποκράτης, ὅταν αὐξῆσαί ποτε βουληθῇ τὸ λεγόμενον. ἔστι γὰρ λόγος τοιόσδε· κατὰ βουβῶνα δοκεῖ τι σὰρξ λαπαρωτέρα θεωμένοις καὶ πολὺ μᾶλλον, εἰ ψαύσειέ τις τοῦ χωρίου. τὰ δἐφεξῆς πάντα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων ἐστὶ δῆλα.
§104 Δῆλον ὅτι μὲν ἰσχίον εἴρηκεν ἐκπίπτειν ἀντὶ τοῦ κατἰσχίον ἄρθρου. εἴρηται γὰρ ἡμῖν πολλάκις, ὡς οἱ παλαιοὶ πάντες, οὔπω τὴν ὕστερον ἀσκηθεῖσαν εἴδεσαν ἀκριβολογίαν τε καὶ λεπτολογίαν ἐν τοῖς ὀνόμασιν, ἀλλἱκανὸν ἦν αὐτοῖς ἑρμηνεύειν, ἑνὸς μόνου στοχαζομένοις τὸ παρακολουθεῖν τοῖς λεγομένοις τοὺς ἀκούοντας. δοὖν λέγει τοιόνδε ἐστὶν, οἷς ἂν εἰς τὴν ὀπίσω χώραν μηρὸς ἐκπέσῃ κακοῦσθαί φησιν οὐ μόνον ἐκεῖνο τὸ ἐκπεσὸν ἄρθρον, ἀλλὰ πρὸς αὐτῷ καὶ τὸ κατὰ τὴν ἰγνύην. διὰ τοῦτο οὖν προσέθηκε τὸν καί σύνδεσμον οὐχ ἁπλῶς εἰπών· κακοῦται γὰρ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον. ἥντινα δὲ κάκωσιν κακοῦται σαφῶς αὐτὸς ἐδήλωσεν εἰπὼν, τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται, νεῦρα δεἴτε κυρίως τὰ λεγόμενα τὰ ἐκ νωτιαίου πεφυκότα νῦν ἐβουλήθη δηλοῦν, εἴτε τὰς ἀπονευρώσεις τῶν μυῶν ὅσαι καθήκουσιν εἰς τὴν κνήμην, οὐδὲν εἰς τὰ παρόντα διαφέρει. μαρτύρια γὰρ ἡμῖν ἑκάτερα καλῶς ἐξηγουμένοις τὰ εἰρημένα κατὰ τὸν ἔμπροσθεν ὑπαὐτοῦ λόγον, ἐν οἷς ἔφασκε κατὰ τὴν ἰγνύαν ἄρθρον ἀδυνατεῖν ἐκτείνειν, οἷς οὕτως ἐξήρθρησε μηρὸς, ἔτι τε κοινόν τινα προσετίθει λόγον, ὡς πολλαὶ βλάβαι περὶ τινα μόρια γίνονται καὶ σχημάτων καὶ μεγεθῶν καὶ θέσεων καὶ κινήσεων, οὐδὲν αὐτῶν ἐκείνων τῶν μορίων ἴδιον πάθος πεπονθότων, ἀλλὰ διἕτερά τινα τῶν κοινωνούντων αὐτοῖς· καὶ μάλιστά γε τὰς τάσεις αἰτίαν εἶναί φησι τῶν τοιούτων συμπαθειῶν, ὑπὲρ ὧν ἐδήλουν διελθὼν, ὡς τριχῶς αἴτια γίνεται. καθἕνα μὲν λόγον ὅταν παραλυθῇ τις μῦς, οὐ γὰρ ὑγιής τις συνεσπασμένος· φαίνεται, καθἕτερον δὅταν ἀντικείμενος ταθῇ, κατἄλλον δὲ τρίτον ὅτε ἑλχθῇ τὸ ὑγιὲς ὑπό τινος τῶν συνεχῶν, ὡς ἐπὶ τῶν τῆς ἑτέρας μεταστάσεως. νῦν οὖν τῶν ὄπισθεν νεύρων καὶ μυῶν καὶ τενόντων τεταμένων ἰγνύα καμφθεῖσα τοῖς ἐκτείνουσιν οὐχ ἕπεται μυσί. περὶ μὲν οὖν τῶν τενόντων τε καὶ μυῶν τῆς τάσεως ἔμπροσθεν εἰπών· ἐν δὲ τῷδε τῷ λόγῳ περὶ τῶν νεύρων τῶν ἀπὸ τοῦ νωτιαίου πεφυκότων ἐπὶ τὰ σκέλη. τρεῖς δέ εἰσιν αὐτῶν ἀρχαί· μία μὲν ἐν τοῖς πρόσω κατὰ τὸ μέγα τρῆμα τοῦ τῆς ἥβης ὀστοῦ. μία δἄλλη κατὰ βουβῶνα τοῦ τε συμφερομένου τῇ μεγάλῃ φλεβὶ νεύρου καὶ τοῦ ταύτης ἔξωθεν ἐν τοῖς πρόσω τοῦ μηροῦ. μικραὶ μὲν αὗται, μεγίστη δἀρχὴ νεύρων εἰς ὅλον ἀφικνεῖται τὸ σκέλος ἐπὶ τὴν ὀπίσω χώραν πρῶτον ἐξερχομένη μεταξὺ τοῦ τε πλατέος ὀστοῦ καὶ τοῦ καλουμένου κόκκυγος. αὕτη τοίνυν ἀρχὴ μεταστάντος ὀπίσω τοῦ ἄρθρου θλίβεται καὶ τείνεται· καὶ διὰ τοῦτἔφην ἐν τῇ προκειμένῃ ῥήσει δύνασθαι τὸν Ἱπποκράτην καὶ τὰ κυρίως καλούμενα νεῦρα τείνεσθαι λέγειν.
§105–115
§105 Ὅτι μὲν τὸ βάθος τῆς κοτύλης οὐκ ἴσον ἐν ἅπασι τοῖς μέρεσιν αἴτιον μέν ἐστι τοῦ κατά τινα μὲν ὀλιστάκις ἐκπίπτειν, ἐν ἄλλοις δὲ τόποις πλειστάκις ἔμπροσθεν εἴρηται. νυνὶ δὲ περὶ τῆς εἰς τὸ πρόσω γιγνομένης ὀλισθήσεως τοῦ μηροῦ διαλεγόμενος ἐναντία φησὶ πάσχειν τοὺς οὕτω διακειμένους τοῖς ὀπίσω τὴν ἐξάρθρησιν ἐσχηκόσιν. ἐκεῖνοι μὲν γὰρ ἐκταννύειν τὸ σκέλος οὐκ ἠδύναντο, κάμπτειν δοὗτοι κατὰ μὲν τὸν βουβῶνα. διότι καταὐτὴν τὴν καμπτὴν κεφαλὴ τοῦ μηροῦ νῦν ἐστιν ἅμα τῷ αὐχένι, κατὰ δὲ τὸ γόνυ διὰ τὸν ἀπὸ τοῦ τῆς λαγόνος ὀστοῦ καταφερόμενον μῦν πρόσθιον, ὃν κεφαλὴ τοῦ μηροῦ θλίβεται καὶ διατείνεται κυρτοῦσα περὶ αὐτήν. ἐκτείνεσθαι τοιγαροῦν ἐπὶ πλεῖον οὐκ ἄρα δυναμένη ἀντιβαίνει τοῖς κάμπτειν ἐπιχειροῦσι τὴν ἰγνύαν. μῆκος δὲ σκέλεος παραπλησίως φαίνεται ἐπὶ μὲν τῆς εἰς τὴν ἔσω χώραν ἐκπτώσεως αὐτὸς εἶπε κατὰ λέξιν οὕτως· ἐπὶ τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πέφυκεν ὀστοῦν τὸ ἀναφερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτον ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται καὶ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται κατὰ τὸν ἔμπροσθεν χρόνον οὐχ ὅλως ἐπαὐτῆς ὀχούμενος, ἀλλὰ τῷ πλείστῳ κατὰ τοῦ βάθους αὐτῆς ὀχούμενος. ἐν δὲ τῷ νῦν λόγῳ φησί· κατὰ μὲν τὸν βουβῶνα ἐξογκέονται καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, ὥστε ἀποκεχώρηκε νῦν ἐκείνης τῆς ἐξαρθρήσεως μηρὸς εἴς τε τὸ πρόσω καὶ τὸ κατωτέρω βραχὺ καὶ διὰ τοῦτἴσον φαίνεται τὸ πεπονθὸς σκέλος τῷ ὑγιεῖ καὶ τοῦτο μάλιστα αὐτοῖς ὑπάρχει κατὰ τὴν πτέρναν. ἄρκος γὰρ ποὺς ἧσσον ἐπινεύειν δύναται πρὸς τὴν γῆν. εἴρηται δἡμῖν τούτου πρόσθεν αἰτία καὶ νῦν δἐφεξῆς εἰρήσεται διὰ κεφαλαίων.
§106.1 Τὸ μὲν ἐθέλειν αὐτὸ σημαίνει τὸ δύνασθαι, καθάπερ που καὶ παρὰ τῷ ποιητῇ·
§106.2 ἐπὶ τῷ μὴ δύνασθαι λέλεκται· ποδὸς δὲ ἄκρον εἴρηκε τὸ ἀπὸ τοῦ πεδίου μέχρι τοῦ κατὰ τοὺς δακτύλους ὀνύχων τε μέρος τοῦ ποδός· συμβαίνει δ’, ὡς καὶ πρόσθεν ἐῤῥέθη, μὴ δύνασθαι καλῶς εἰς τοὐπίσω τὸ κατὰ τὸν ἀστράγαλον ἄρθρον ἐκτεταμένης τῆς ἰγνύος. ταῦτοὖν καὶ νῦν ἑρμηνεῦσαι θέλων εἶπεν· ἄκρος δὲ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει εἰς τοὔμπροσθεν, ἐνδεικνύμενος ὅτι τοὺς δακτύλους, οἵπερ ἦσαν ἄκρος ποὺς οὐχ οἷόν τε εὐκόλως κατατείνειν τε καὶ κατανεύειν καὶ καταφέρειν εἰς τοὔδαφος.
§107 Αὐτὸς εἶπε τὴν αἰτίαν διἣν ταῦτα γίνεται.
§108 Ὠνόμασε δοὕτω τὰ συγκαταφερόμενα διὰ τοῦ βουβῶνος νεῦρα τῇ τἀρτηρίᾳ καὶ τῇ φλεβί. κέκληκε δὲ ἐπίκαιρα ταῦτα τὰ νεῦρα, καθότι καὶ πρόσθεν ἐμάθομεν, ὅσοι μεγάλην οὕτως ἔχει δύναμιν αὐτὸν ὀνομάζειν. ἔχει δὲ ταῦτα μεγάλην δύναμιν ἐγγυτάτω τοῦ τε νωτιαίου κείμενα καὶ κατἐκεῖνα τὰ μέρη τὴν ἔκφυσιν αὐτῶν λαμβάνοντα, καθ καὶ εἰς τὴν κύστιν ἀποφύεται νεῦρα, διὸ καὶ συμπάθεια τῆς κύστεως ἀκολουθεῖ τοῖς τοιούτοις ἐξαρθρήμασι φλεγμαινούσης τε καὶ ἀδυνατούσης ἐκκρίνειν τὸ οὖρον. ἴσως δἄν ποτε καὶ διὰ μέγεθος φλεγμονῆς ἐν τῷ τραχήλῳ τῆς κύστεως γενόμενον, ἔνθα καὶ μῦς ἐστιν σφίγγων αὐτὸν ἐπισχεθῇ τὰ οὖρα τὴν κατὰ τὸν πόρον χώραν τῶν φλεγμαινόντων μορίων καταλαμβανόντων τε καὶ ἀποφραττόντων.
§109 Τὸ μὲν αὐτίκα, τουτέστι παραχρῆμα, κατὰ τὸν τῆς ἐκπτώσεως καιρὸν ὀδυνᾶσθαί τε αὐτοὺς εἶπε καὶ οὔρων ἐπίσχεσιν γίγνεσθαι. τοῦ μέντοι χρόνου προϊόντος, ὅταν ταῦτα παύσηται, βαδίζειν δύνασθαι· διὰ τί δὲ ταῦτα πέπαυται, καίτοι κατὰ τὴν αὐτὴν χώραν μενούσης τῆς κεφαλῆς τοῦ μηροῦ καὶ θλιβούσης τε καὶ τεινούσης ὁμοίως τὰ νεῦρα διδάξει τε διὰ τοῦ προσθεῖναι τῇ λέξει τὸ ἐθισθείη ἐν τῷ χωρίῳ στροφᾶσθαι, ἕνα ἐξέπεσεν. εἰς γὰρ τὸν ἐθισμὸν ἀναφέρειν φαίνεται τοῦ γινομένου τὴν αἰτίαν, ἐπειδὴ τά τε θλιβόμενα πρός τινων ἐν τῷ χρόνῳ τυλουμένων ῥᾷον αὐτῶν ἀνέχεται καὶ τὰ τεινόμενα κατὰ τὸν αὐτὸν χρόνον, ὅταν ἐθισθῇ τοῦτο πάσχειν, ἀνιώμενα παύεται. διὰ τί δὀρθοὶ δύνανται βαδίζειν ἄνευ ξύλου κατὰ τὴν ἐχομένην ῥῆσιν αὐτὸς ἐδίδαξε· κεφάλαιον δἐστὶ τοῦ λόγου τό τε κατὰ τὴν εὐθυωρίαν φυλάττεσθαι τὸ σκέλος καὶ τὸ μηδέτερον κάμπτεσθαι τῶν ἄρθρων, μήτε τὸ κατὰ βουβῶνα, μήτε τὸ κατὰ γόνυ.
§110 Τὰ ἄνω ἄρθρα λέγει τό τε κατἰγνύαν καὶ τὸ κατὰ βουβῶνα. τέτταρα δἐστὶν ἄρθρα τὰ πρὸς τὸ βαδίζειν ὑπηρετοῦντα, τὸ κατὰ βουβῶνα, τὸ κατἰγνύαν, τὸ κατἀστράγαλον, τὸ κατὰ τοὺς δακτύλους. ὡς ἓν γὰρ ἀριθμῷ τοῦτο, κἂν πολλὰ, διὰ τὸ τῆς χρείας τε καὶ τῆς ἐνεργείας κοινόν. τοῦτο μὲν οὖν τὸ ἄρθρον ὀλίγον τι συντελεῖ, τὸ μέντοι κατὰ τῆς γῆς στηριζόμενον διὰ τοῦ ποδὸς ἐκ τοῦ μάλιστα ἡμῖν ὑπάρχει βραχύ τι συντελούντων αὐτῶν κατὰ τοὺς δακτύλους ἄρθρων. γε μὴν ὅλη τῶν σκελῶν ἐνέργεια κατά τε τὸ βαδίζειν καὶ πολὺ μᾶλλον κατὰ τὸ θεῖν ἐκ τῆς κατὰ τὸν βουβῶνα καὶ τὸ γόνυ διαρθρώσεως τείνεται. καμπτομένων γὰρ αὐτῶν ὑψηλὸν ἀπὸ τῆς γῆς τὸ κῶλον εὐμαρῶς καταφέρεται. νῦν οὖν εἰκότως οὐδετέρου καμπτομένου σύρειν αὐτοὺς ἐπὶ τῆς γῆς ἔφη τὸν πόδα. τὸ δἐνίοτε προσέθηκε διὰ τε τὴν ἐν τοῖς ἐδάφεσι διαφορὰν καὶ τὸ ποσὸν τῆς βλάβης. οἱ μὲν γὰρ ἐν ὁμαλῷ τε καὶ κατάντει χωρίῳ βαδίζοντες· εἰ βραχὺ γοῦν κάμπτοιεν ἐν τοῖς ὑψηλοῖς ἄρθροις τὸ σκέλος, οὐδὅλως σύρουσι τὸν πόδα, οἱ δἀνωμάλῳ τε καὶ ἀνάντει κάμπτειν ἱκανοὶ τοσοῦτον ἀποδέουσι τοῦ μὴ σύρειν, ὥστε καὶ προσκόπτουσι τοῖς ἐξέχουσι κατὰ τοὔδαφος καὶ ἅτε παντὶ βαίνοντες τῷ ποδὶ, ὅλῳ τῷ ποδὶ βαίνουσιν, οἱ καὶ τῇ πτέρνῃ καὶ τῷ πεδίῳ καὶ τοῖς ἄκροις δακτύλοις στηριζόμενοι κατὰ τῆς γῆς. οὐ γὰρ πρὸ τούτων οἷς ὀπίσω μετέστη τὸ ἄρθρον, ὡς ἂν μικρότερον ἔχοντες τὸ σκέλος οὐκ ἐχρῶντο τῇ πτέρνῃ βαδίζοντες, ἀλλἤρκει μόνον αὐτοῖς εἰς τοῦτο τοῦ ποδὸς τὸ στῆθος, ὅπερ ἔφην ὑπὸ τῶν ἀνατομικῶν ὀνομάζεσθαι πεδίον. ἀλλοἷς γε εἰς τὸ πρόσω τὸ κατἰσχίον ἄρθρον ἐξέπεσεν, ὡς ἂν τὴν πτέρναν ἐπὶ τῆς γῆς ἑδράζοντες διὰ τὸ μὴ δύνασθαι τῷ κατὰ τοὺς δακτύλους μέρει τοῦ ποδὸς ἐπιβαίνειν, ὧν ὑστέρῳ χρῶνται τῷ πρόσω κατἐκεῖνον τὸν καιρὸν, ἡνίκα ἤδη μέλλωσι στηριχθέντες ἐπὶ τοῦ πεπονθότος σκέλους ἐπιχειρεῖν τὸ ἕτερον μεταφέρειν.
§111 Ὅτι μὲν οἱ μέγα προβαίνοντες τὴν πτέρναν ἐπὶ τῆς γῆς στηρίζουσιν, εἴρηταί μοι πρόσθεν ἐναργῶς τε φαίνεται. οὐδὲν δὲ ἧττον φαίνεται καὶ τὸ μὴ προβαίνειν μέγα πάντως, ὅσοι δύνανται κάμπτειν τὰ ἄνω ἄρθρα διἡντινοῦν αἰτίαν. πάσχουσι δὲ τοῦτο τὴν ταλαιπωρίαν οὐ φέροντες, ἣν ἐν τῷ μεταφέρειν ἀποτεταμένον τὸ σκέλος ἴσχουσιν· ὡς ἄλλο δοὐδέν ἐστι τὸ κωλύον αὐτοὺς μέγιστον προβαίνειν ἐστηριγμένου τηνικαῦτα τοῦ ὑγιοῦς σκέλους, καὶ προελόμενοί γε πρᾶξαι τοῦτο, δύνανται ποιεῖν αὐτὸ μετὰ καμάτου, ὥστε ἄμεινον ἦν ἴσως οὕτως ἑρμηνεύεσθαι τὸν λόγον· οἷς ἐξέπεσε τὸ κατἰσχίον ἄρθρον πρόσω, τούτοις κατὰ τὰς ὁδοιπορίας ὑπάρχει μηδὲν ἧττον τοῦ πεδίου τε καὶ τῶν δακτύλων τῇ πτέρνῃ χρῆσθαι. εἰ δὑπέμενον μέγα διαβαίνειν τῷ πεπονθότι σκέλει, κἂν πάνυ πτερνοβάται ἦσαν· ἀλλὰ γὰρ οὐ τολμῶσι πράττειν οὕτω, διότι ταλαιπωροῦνται μόγις μεταφέροντες ἄκαμπτόν γε τὸ σκέλος.
§112 Τὸ ἐγχρίπτειν εἴωθε λέγειν ἐπὶ τῶν ἐρειδόντων ἄλληλα, καὶ τοῦτο γοῦν σημαινόμενον ὅτε συνεβούλευε διαπλάττειν τὰ κατάγματα διιστάντα πρότερον ἀπἀλλήλων τῇ τάσει τὰ κατεαγότα, οὕτως ἔφη ῥᾷον γίγνεσθαι τὴν ἐπανόρθωσιν αὐτῶν εἴ τις ἐγχρίπτοντα πρὸς ἄλληλα συνάγοι τὰ ὀστέα. σαφῶς οὖν καὶ κατὰ τὴν νῦν προκειμένην ῥῆσιν ἐδήλωσεν μικρὸν ἔμπροσθεν εἶπεν. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν τὸ ἔμπροσθεν. ὅτι σαφέστερον ἂν εἴρητο καὶ κάλλιον, εἴ τις αὐτὸ κατὰ τήνδε τὴν λέξιν ἡρμήνευσεν· οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν τὸ ἔμπροσθεν, ἀλλἔτι μᾶλλον· οὐ μὴν ἐκεῖ γε προσέθηκε τὸ ἔτι καὶ μᾶλλον.
§113 Τὸ κατὰ τὸ πεδίον τε καὶ τοὺς δακτύλους μέρος τοῦ ποδὸς, ὅπερ ἔμπροσθεν εἶπον, αὐτὸ πρὸς τὴν γῆν ἐπινεύειν ἀδύνατόν ἐστι τῆς ἰγνύας ἐκτεταμένης. ὠνόμασε δὲ τὸ σχῆμα τοῦτο τοῦ ποδὸς καμπύλεσθαι διὰ τὸ μήτἔκτασιν εἰθίσθαι λέγεσθαι μήτε κάμψιν ἐπὶ τοῦ κατἀστράγαλον ἄρθρου, καθάπερ ἐπὶ τῆς ἰγνύας τε καὶ τοῦ βουβῶνος. ὅταν μὲν οὖν οἱ πρόσθιοι μύες ἀνατείνωσι τὸν ταρσὸν εἰθισμένον πώς ἐστι λέγειν σιμοῦσθαι τὸν πόδα. τῶν δὄπισθεν εἰς ἑαυτοὺς ἑλκόντων τὴν πτέρναν καὶ τὸν ταρσὸν, οὐδὲν ὄνομα σύνηθές ἐστι τῷ τοιούτῳ σχήματι. διόπερ Ἱπποκράτης, ὡς ἔφην, αὐτὸ καμπύλεσθαι προσηγόρευσεν, οἰκείαν τῷ δηλουμένῳ πράγματι φωνὴν ἐξευρών. οὔτε γὰρ σιμοῦσθαι δύναται ποὺς συγκεκαμμένου τοῦ σκέλεος, ὡς ὅταν ἐκτεταμένον τὸ σκέλος, ἀνατείνεσθαί τε διὰ τῶν ἔμπροσθεν μυῶν ποὺς οὐ δύναται. τοῦτο γάρ ἐστι τὸ σιμοῦσθαι κεκαμμένου τοῦ σκέλους, ὥσπερ ἐκτεταμένου, καθάπερ οὐδὲ καμπύλεσθαι χωρὶς τοῦ καμφθῆναι. ἐπὀλίγον μὲν γὰρ καὶ μετὰ βίας ἑκάτερον τῶν εἰρημένων πάσχῃ καὶ καθἑκάτερον τῶν σχημάτων, ἐπὶ πολὺ δὲ καὶ χωρὶς βίας οὐ δύνανται, ἔτι ὡς οἶδἔφην οἱ τῆς γαστροκνημίας μύες ἐκπεφυκότες, οὐκ ἐκ τῆς κνήμης, ὑφὧν πτέρνα καὶ ποὺς ὅλος ἕλκεται πρὸς τὴν ὀπίσω χώραν, ὅπερ ἔνιοι μὲν ὀνομάζουσι καμπὴν ποδὸς, ἔνιοι δἔκτασιν. ὥσπερ γε καὶ τὴν ἀντικειμένην κίνησιν, ἣν διὰ τῶν προσθίων ἴσχει, ἔνιοι μὲν ἔκτασιν, ἔνιοι δὲ καμπὴν ὀνομάζουσιν, ἀλλἐπὶ μὲν ταύτης εἰθίσθαι τὸν πόδα λέγειν. ἐπὶ δὲ τῆς ἐναντίας οὐδέν ἐστιν ἅπασι σύμφωνον ὄνομα. βλάπτεται δοὐδὲν τῶν πραγμάτων γνῶσις ἐκ τῆς τῶν ὀνομάτων διαφωνίας. ἐγὼ γὰρ νομίζω, σαφῶς ἑκάτερον ἐδήλωσα διὰ τοῦ λόγου χωρὶς τῶν διαπεφωνημένων ὀνομάτων.
§114 Ἔνιοι τῶν ἐξηγουμένων τὰς τοιαύτας λέξεις οὕτως ἐοίκασιν ἐμπείρως ἔχειν αὐτῶν, ὥστε τὸ μὲν ἥκιστα σημαίνειν νομίζουσιν οὐδὅλως, τὸ δοὐχ ἥκιστα μάλιστα. οὗτοι δἂν νομίσαιεν ὑφἹπποκράτους εἰρῆσθαι, τοῖς οὕτω παθοῦσι μηδὅλως μειοῦσθαι τὸν μηρόν· ἀλλὰ φαίνεταί γε μειούμενος, οὐ μὴν ὥσπερ ἐπὶ ταῖς ἄλλαις ἐκπτώσεσιν, ὅτι μετριωτέρας ἐκείνων ἔχει τὰς μειούσας αἰτίας. ἐλέχθησαν δὲ εἶναι δύο, διαστροφή τε τῶν ὀργάνων καὶ βλάβη τῶν ἐνεργειῶν, διἣν ὀλίγα χρῶνται τῷ σκέλει· ἀλλἐν τούτῳ τῷ παθήματι πρὸς τῷ μὴ διεστράφθαι μεγάλως οὐδ τῆς ἐνεργείας βλάβη σφόδρα τὸ σκέλος γίγνεται.
§115 Οὐ ταύτης μόνης τῆς ῥήσεως, ἀλλὰ καὶ τῶν ἐφεξῆς ἁπασῶν ἕν ἐστι κεφάλαιον κοινὸν ἀλλήλων διαφέρειν τὰς ἐξαρθρήσεις, οὐ σμικρὰν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. ἔνιαι μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν, ἔνιαι δἐπὀλίγον ἀφίστανται μᾶλλον καὶ ἧττον ἑκάτεραι τοῦτο πάσχουσαι. περὶ μὲν οὖν τῶν ἄλλων ἄρθρων εὔδηλόν ἐστιν, οἷον τοῦ τε κατἀγκῶνα καὶ καρπὸν καὶ κνήμην καὶ πόδα καὶ δακτύλους. ἐπὶ δὲ τοῦ κατὦμον καὶ ἰσχίον ἐπιδεικνύει, μὴ δυνάμενον γενέσθαι τὸ καλούμενον παράρθρημα διὰ τὸ τὰς κεφαλὰς τῶν ἄρθρων σφαιροειδεῖς οὔσας ἐμβαίνειν κοιλότησιν ὀφρῦς ἐχούσας κυκλοτερεῖς, ἐφὧν ἀδύνατόν ἐστι διαμένειν τὰς κεφαλάς. ἐξ ἀνάγκης γὰρ εὐθέως, εἴ τισι τὰς κοιλότητας ἐμπίπτουσιν ἐκτὸς αὐτῶν ὀλισθαίνουσιν· ἀλλὅμως φησὶ κἀπὶ τούτων ἐνίοτε μὲν ἀξιόλογον, ἐνίοτε δὀλίγιστον ἀφίστασθαι τὰς κεφαλὰς τοῦ κατὰ φύσιν. εὔδηλον δὅτι τοῦ τε βραχυτάτου καὶ τοῦ πλείστου τὸ μεταξὺ διαφορὰς ἔχει κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ὀλίγας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up