Book 1
§prooemium–3.2
§prooemium Γαληνοῦ προοίμιον. Ὅτι μὲν τὸ βιβλίον ἕπεται τῷ περὶ ἀγμῶν εἴρηται μὲν ἤδη καὶ διὰ τῶν εἰς ἐκεῖνο γεγραμμένων ὑπομνημάτων, εἰρήσεται δὲ καὶ νῦν ἐπὶ βραχύ. πρῶτον μὲν ἀπὸ τῶν ἀρχῶν ἑκατέρου τῶν βιβλίων δῆλον, ἐν ἐκείνῳ μὲν γὰρ οὕτως ἄρχεται, ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων καὶ κατηγμάτων, ὡς ἰθυτάτας τὰς καταστάσιας ποιέεσθαι, μηκύνων σαφῶς ὅτι περὶ καταγμάτων αὐτῷ καὶ ἐξαρθρημάτων λόγος ἔσοιτο. κατὰ δὲ τοῦτο πάλιν εὐθὺς ἐν ἀρχῇ τὸν δέ σύνδεσμον ἔγραψεν ἐπὶ προειρημένῳ μέντοι πάντως λεγόμενον, ἀρχόμενον δὲ οὐδέποτε λόγον. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσι σοφίας ὥστε τοῦ Ξενοφῶντος οἰκονομικῶν μνημονεύειν οἰόμενοι μαρτυρεῖν αὐτοῖς ἔθος εἶναι τοῖς παλαιοῖς ἐν ἀρχῇ λόγου χρῆσθαι τῷ δέ συνδέσμῳ, διὰ τοῦτό φασιν ἄρχεσθαι τὸν Ξενοφῶντα τοῦ συγγράμματος οὕτως· ἤκουσα δέ ποτε αὐτοῦ, φησὶ, καὶ περὶ οἰκονομίας τοιάδε μοὶ διαλεγομένου, μὴ γιγνώσκοντες ὅτι τὸ βιβλίον τοῦτο τῶν Σωκρατικῶν ἀπομνημονευμάτων ἐστὶ τὸ ἔσχατον. ἀλλἐπειδή γε τούτοις αὐτὴ τῶν πραγμάτων διδασκαλία τὴν ἀκολουθίαν ἐνδείκνυται τῷ περὶ τῶν ἄρθρων συγγράμματι πρὸς τὸ περὶ τῶν ἀγμῶν· ἐπαγγειλάμενος γὰρ ἐν ἐκείνῳ περὶ τῶν ἐκπτώσεών τε καὶ καταγμάτων ἐρεῖν, ὅσα μὴ διῆλθεν ἐν αὐτῷ, κατὰ τοῦτο προσέθηκεν, ὡς μηδὲν λείπειν τῇ πραγματείᾳ διὰ τοῦτο. διὸ καί τινας ἔφην οὐχ ὑπαὐτοῦ λέγειν Ἱπποκράτους εἰς δύο βιβλία τετμῆσθαι τὴν ὅλην πραγματείαν, ἀλλὑπἐκείνου μὲν ἓν γράφεσθαι βιβλίον ἐπιγραφὲν ὑπαὐτοῦ κατἰητρεῖον, ὕστερον δὲ ὑπἄλλου τινὸς εἰς δύο τμηθῆναι διὰ τὸ μέγεθος. ὅτι δὲ οὐδὲν οὔτἐξαρθρήματος εἶδος οὔτε κατάγματος ὑπελείπετο πλὴν τὰ περὶ κεφαλὴν γινόμενα τῷ ἄλλο ἐπἐκείνοις σύγγραμμα ποιήσασθαι, δῆλον δὴ ἀναμνησθέντι σοι τῶν τἐν τῷ περὶ ἀγμῶν ὑπαὐτοῦ διδαχθέντων, ὧν τε ἐν τούτῳ τῷ βιβλίῳ μέλλει διελθεῖν. ἐν μὲν οὖν τῷ περὶ ἀγμῶν ἔγραψε περὶ πήχεος καὶ βραχίονος καὶ κνήμης καὶ μηροῦ κατεαγότων, εἶθἑξῆς περὶ τῶν ἐν ποδὶ καὶ ἄκρᾳ χειρὶ, κἄπειτα περὶ τῶν μεθἕλκους καὶ ὅσα γυμνοῦνται τῶν ὀστῶν, εἶτα περὶ τῶν κατὰ γόνυ καὶ κατἀγκῶνα πάντων· ὑπελείπετο οὖν ἔτι τῶν μὲν ἄρθρων τὸ κατὦμον κατά τἰσχίον καὶ γόνυ καὶ ῥάχιν. τῶν καταγμάτων δὲ τὰ κατὰ τὰς πλευρὰς καὶ γένυν καὶ ῥίνα καὶ ὦτα, περὶ ὧν ἐν τούτῳ τῷ βιβλίῳ διῆλθεν. ἀλλὰ καὶ περὶ διαστάσεως ὀστῶν καὶ περὶ θλασμάτων τῶν περὶ τὰ ἄρθρα κατἀμφότερα τὰ βιβλία διαλεγόμενος, εἴ τι παρέλιπεν ἐν τῷ περὶ ἀγμῶν ἐνταῦθα προσέθηκεν, ὥστε μηδὲν ὅλως ἐνταῦθα λείπεσθαι ἔτι μήτε κατάγματος εἶδος μήτε ἐξαρθρήματος μήτε διαστάσεως ὀστῶν. εἴρηται δὲ καὶ περὶ τῶν θλασμάτων ὅσα γίνεται περὶ τε τοὺς μύας καὶ τὰς φλέβας καὶ τὰ νεῦρα· καὶ τἄλλα μὲν οὖν, ὡς ἔφην, ἱκανὴν τὴν ἀκολουθίαν ἐπιδεῖξαι τοῦδε τοῦ βιβλίου πρὸς τὸ περὶ ἀγμῶν, ἀλλὰ καὶ τὸ μηχάνημα συμβουλεύσας ἐν ἐκείνῳ τῷ βιβλίῳ παρασκευάσασθαι τοῖς ἐν μεγάλῃ πόλει μέλλουσιν ἰατρεύειν, ἐνταῦθα τὴν κατασκευὴν αὐτοῦ σύμπασαν ἔγραψεν ἅμα τῷ καὶ ἀναμιμνήσκειν αὐτὸν ἡμᾶς, ὅτι καὶ πρόσθεν ὑπὲρ αὐτοῦ λόγον ἐποιήσατο. καλοῦσι δὲ τὸ μηχάνημα τοῦτο βάθρον Ἱπποκράτειον οἱ μεταὐτὸν ἰατροί. ὅτι μὲν οὖν ἕπεται τὸ βιβλίον τοῦτο τῷ περὶ τῶν ἀγμῶν ἀρκείτω ταῦτα. πρὸς δὲ τὴν ἐξήγησιν ἴωμεν αὐτοῦ τοσοῦτον προειπόντες ἔτι, καὶ ἐπὶ τῆς περὶ ἀγμῶν ἐξηγήσεως προείπομεν, ὡς ἔστιν ἑρμηνεία τοῦ Ἱπποκράτους ἱκανῶς σαφὴς ἐλαχίστης ἐξηγήσεως δεομένη τῷ τὰ πρῶτα μαθήματα μεμαθηκότι καὶ εἰθισμένῳ λέξεως ἀκούειν ἀνδρὸς παλαιοῦ· καὶ εἴ τις οὕτως παρεσκευασμένος ἐπἀνθρωπείων ὀστῶν θεάσαιτο τὰς κατὰ τὰς διαρθρώσεις συνθέσεις πάντως γε ἐπὶ πιθηκείων ἔτι μᾶλλον αὐτῷ σαφῆ φανεῖται τὰ κατὰ τοῦτο τὸ βιβλίον. εἰ δὲ καὶ μυῶν ἀνατομῆς ἐμπείρως ἔχοι καὶ ἄλλως εἴη φύσει συνετὸς, οἷδὅτι καὶ τούτῳ πολλὰ τῶν ἐν τοῖσδε τοῖς ὑπομνήμασι γεγραμμένων φανεῖται περιττὰ φθάνοντι νοεῖν τὴν λέξιν τοῦ παλαιοῦ καὶ πρὸ τῶν ἐμῶν ἐξηγήσεων. ἀλλἐπεὶ μὴ μόνον τοῖς τοιούτοις ὑπομνήματα γράφομεν, ἄμεινον εἶναί μοι δοκεῖ τῶν ἄλλων στοχαζομένῳ, εἰ καὶ βραχεῖά τις ἀσάφεια φαίνοιτο μὴ παρέρχεσθαι ταύτην.
§1 Ὅτι τῶν διαρθρουμένων ὀστῶν ἀλλήλοις ἄρθρον ὀνομάζειν εἴωθεν, οὐ τὴν ὑποδεχομένην κοιλότητα τὸ τοῦ πλησιάζοντος  ὀστοῦ πέρας, ἀλλαὐτὸ τὸ πέρας, εἴρηται μὲν κατὰ τὸν ἔμπροσθεν ἤδη λόγον, ἀναμεμνήσθω δὲ καὶ νῦν ὅτι κεφαλὴν ἀξιόλογον βραχίων ἔχων οὐ πάνυ βαθεῖαν κοιλότητα διαρθροῦται τῷ πέρατι τοῦ τῆς ὠμοπλάτης αὐχένος ἐπικείμενος, καὶ ὅτι τὰ τοιαῦτα πράγματα ποτὲ μὲν οὕτως εἴωθεν ἑρμηνεύειν, ὡς νῦν εἴρηκεν, ὤμου δὲ ἄρθρον, ἐνίοτε δὲ οὐχ οὕτως, ἀλλὡς εἰ τὸ κατὦμον ἄρθρον εἰρήκει, καθάπερ ἐν τῷ περὶ ἀγμῶν, τότε κατὰ γόνυ πολλάκις εἷπεν. ἕνα δὲ τρόπον, ὅπερ ἐστὶ διαφορὰν μίαν, εἰδέναι φησὶ τοῦ κατὰ τοῦτο τὸ ἄρθρον ὀλισθήματος. εἰ δὀρθῶς λέλεκται τοῦταὐτῷ κατὰ τὸν ἐφεξῆς λόγον ἐπισκεψόμεθα.
§2 Τῆς κατὰ τὸν ὦμον διαρθρώσεως κοιλότης, ἣν ἐπὶ τῷ πέρατι τοῦ τῆς ὠμοπλάτης αὐχένος ἔφην ὑπάρχειν, εἰς τὸ πρόσω τέτραπται μέρος, ὥσθ’, ὅταν ἀνατείνῃ τις τὸν βραχίονα, καταλαμβάνειν αὐτοῦ τὴν κεφαλὴν ἅπαν ἀκριβῶς τὸ κοῖλον. ἁπάσης δὲ διαρθρώσεως ἕξ τῶν πέριξ χωρῶν οὐσῶν, τῆς ἄων καὶ κάτω καὶ πρόσω καὶ ὀπίσω καὶ ἕξω καὶ ἔνδον, μὲν ἀκριβῶς ἄνω μὲν τοῦ κατὦμον ἄρθρου τὸ σαρκῶδες ἐπιβεβλημένον ἔχει τοῦ δελτοειδοῦς ὑπὸ τινῶν ὀνομαζομένου μυὸς, δὡς πρὸς τὸν τράχηλον ἐκκλινομένη τὴν ῥάχιν τῆς ὠμοπλάτης, τῆς κλειδὸς ζευγνυμένης τὸ καλούμενον ἀκρώμιον γεννᾶται. κατὰ δὲ τὴν ἔξω χώραν ἐστὶν ἀπόφυσις τῆς ὠμοπλάτης, ἣν διὰ τὸ σχῆμα τινὲς μὲν ἀγκυροειδῆ προσαγορεύουσιν, ἔνιοι δὲ κορακοειδῆ. αὕτη μὲν οὖν κωλύει τὴν εἰς τοῦτο τὸ μέρος ἔκπτωσιν τοῦ ἄρθρου, τὴν δὀπίσω τίς ἂν ἡμῶν ἐννοῆσαι δύναιτο τῆς ὠμοπλάτης ἐνταῦθα κειμένης. λοιποὶ τοίνυν ἀφρούρητοι τόποι τέσσαρές εἰσιν, εἰς οὓς ἐννοῆσαι δύναται τὸ ἄρθρον ἐκπίπτειν, ὧν ἁπάντων ἐμνημόνευσε, τοῦ μὲν κάτω καταὐτοῦ τοῦ βιβλίου τὴν ἀρχὴν εἰπὼν, ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθαῖνον τὸν εἰς τὴν μασχάλην, τῶν λοιπῶν δὲ τριῶν ὀνομαστὶ, πρώτου μὲν τοῦ ἄνω, δευτέρου δὲ τοῦ ἔξω, τρίτου δὲ τοῦ πρόσω. προσέχωμεν οὖν τὸν νοῦν, τίνα λέγει περὶ τῶν δύο τρόπων ὧν ἐν ταύτῃ τῇ ῥήσει προεχειρίσατο.
§3.1 Δύο τρόπους ὀλισθήματος εἰρηκὼς, τόν τε ἄνω καὶ τὸν ἔξω, καὶ ἀποφηνάμενός γε περὶ ἀμφοτέρων, ὡς οὐδέτερον αὐτῶν ἑωρακὼς εἴη, μετὰ ταῦτα προσέγραψε τὴν νῦν ἡμῖν προκειμένην λέξιν, ὡς περὶ ἀμφοῖν διαλεγόμενος. ἀλλὰ τό γε προσκείμενον αὐτῇ κατὰ τὸ τέλος, ἔνθα φησὶ, καίτοι ἔχων περὶ αὐτοῦ τι λέγω, δοκεῖ φανερῶς ἐπὶ θατέρου τῶν προειρημένων εἰρῆσθαι. περὶ γὰρ ἀμφοτέρων εἴπερ ἠβουλήθη λέγειν, οὐκ ἂν εἶπεν ἑνικῶς αὐτοῦ· μήτοὖν περὶ μονῆς τῆς ἔξω διαφορᾶς ποιεῖται τὸν λόγον, ἐκείνῃ γὰρ ἐπενήνεκται τὸ, καίτοι ἔχων περὶ αὐτοῦ τι λέγω. δύναταί γε μὴν, ὥς τινες ἤκουσαν, ἐν σχήματι λέξεως εἰρῆσθαι παλαιῷ περὶ τῶν τρόπων ἀμφοτέρων, ὡς εἰ καὶ οὕτως ἐγεγράφει, καίτοι ἔχων περὶ τούτου τοῦ πράγματος ὅτι λέγω. ἔνιοι δὲ ἐγχωρεῖν φασιν ἡμαρτῆσθαι τὴν λέξιν, οὐκ ὀρθῶς γράψαντος τοῦ πρώτου βιβλιογράφου, κἄπειτα μηδενὸς αὐτὴν ἐπανορθῶσαι τολμήσαντος ἄχρι δεῦρο διαφυλαχθῆναι τὴν ἁμαρτίαν. ἐγὼ δὲ καθἕν τι τῶν ἀντιγράφων εὗρον οὕτω γεγραμμένον, καίτοι ἔχων περὶ αὐτῶν τι λέγω. μεταγράψαι δηλονότι τολμήσαντός τινος τὴν ἐναντίως τοῖς ἄλλοις εὑρισκομένην γραφήν· ἀλλεἴτε περὶ ἀμφοτέρων τῶν τρόπων εἴτε περὶ θατέρου μόνου φησὶν οὐκ ἔχειν ἰσχυρίσασθαι. καλὸν δὴ ἡμᾶς ἐστι περὶ ἀμφοτέρων ἐπισκέψασθαι, τοσοῦτον ἔτι περὶ τῆς λέξεως αὐτοῦ προειπόντας, ὡς τὸ ἰσχυριείω δηλοῖ τὸ ἰσχυριστικῶς ἔχω, παραπλησίως τῷ ὀψείω, δηλοῦντι καὶ αὐτῷ τὸ ὀπτικῶς ἔχω, παρ καὶ Ὅμηρος ἐποίησε τὴν ὀψείοντες φωνὴν, σημαίνων κἀκεῖνος διαὐτῆς τοὺς ὀπτικῶς ἔχοντας, ἔνθα φησί·
§3.2 διὰ τί γοῦν ἔφη, καίτοι δυνάμενός τι λέγειν οὐκ ἐθέλω εἰπεῖν, ἐπισκεψώμεθα πρότερον ἐπινοήσαντες αὐτοὶ τίνα ποτἐστὶν λέγειν ἐδύνατο. δῆλον γὰρ ὡς ἐκ τῆς τῶν  μερῶν φύσεως γοῦν εὕρεσις αὐτῶν τῶν λεχθησομένων ἐγένετο ἂν, εἴπερ ὅλως ἠξίωσεν εἰπεῖν τι, τὴν κατασκευὴν δὲ αὐτῶν ἀκριβῶς ἔχειν ὑφἡμῶν δεδειγμένην ἔν τε τῷ περὶ ὀστῶν βιβλίῳ καὶ τῇ τῶν μυῶν ἀνατομῇ καὶ δηλονότι κἀν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. γὰρ ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων φύσις οὐδὲν εἰς τὰ παρόντα χρήσιμος, ἐπειδὴ τὰ κατὰ τὰς ἐκπτώσεις τῶν ἄρθρων ἅπαντα συμπτώματα γίνεταί τε καὶ κωλύεται διά τε τὰ τῶν ὀστῶν ἄρθρα καὶ τοὺς περιέχοντας αὐτὰ μύας· οὐδὲν εἰς αὐτὰ συντελούντων κωλυόντων οὕτε τῶν ἀρτηριῶν οὔτε τῶν νεύρων τῶν φλεβῶν. αὐτίκα γέ τοι τὸ κατὦμον ἄρθρον πάντων τῶν ἄλλων ἑτοιμότερον ἐκπίπτει, διότι τε μονοειδές ἐστι καὶ ἁπλοῦν, οὐχ ὥσπερ τὸ κατὰ γόνυ διπλοῦν τὸ κατἀγκῶνα ποικίλον τε καὶ οὔ ποτε ἁπλοῦν, ὅτι τε τοῦ βραχίονος κεφαλὴ μεγάλη τοὖσα καὶ χωρὶς προμήκους αὐχένους ἀβαθεῖ κοιλότητι διαρθροῦται, τοῦ τε μηροῦ τὴν κεφαλὴν ἔχοντος μικρὰν καὶ τὸν αὐχένα προμήκη. τὴν δὑποδεχομένην αὐτὸν κοτύλην βαθεῖαν, ὀφρύσιν ἀξιολόγοις στεφανωμένην, μετὰ τοῦ καὶ σύνδεσμον ἰσχυρότατον κατἄκραν αὐτοῦ τὴν κεφαλὴν τῷ βαθυτάτῳ χωρίῳ τῆς κοτύλης τὴν σύμφυσιν ἔχειν. εἰκότως οὖν ὀλιγάκις μηρὸς ἐκπίπτει, πλειστάκις δὲ βραχίων, ὡς ἂν μήτε τὸν σύνδεσμον ἔχων μήτἐγκαταβαίνων βαθείᾳ κοιλότητι. τὴν μὲν οὖν ἀρχὴν τῆς ἐκπτώσεως εἰς ἐκεῖνο γίνεσθαι τὸ μέρος ἀναγκαῖόν ἐστιν, εἰς ὅπερ ἂν τοῦ σχήματος ἄγει βία. μένειν δοὐκέτἐξ ἀνάγκης δύναται ἐν ἐκείνῳ διά τε τὴν φυσικὴν εἰς τὸ κάτω ῥοπὴν καὶ τὴν στενοχωρίαν ἐνίοτε τοῦ χωρίου γινομένην, ἤτοι διἐξοχὰς ὀστῶν συντονίαν μυῶν. μὲν οὖν ἄνω χώρα τῆς κατὦμον διαρθρώσεως ὑπερκείμενον ἔχει τὸ ἀκρώμιον, ὥστε εἰ καὶ μετασταίη ποτὲ τὸ ἄρθρον εἰς αὐτὴν οὐ παραδεχομένων αὐτὸ τῶν ἐνταῦθα τεταγμένων ὀστῶν, αὐτίκα τῷ βάρει ῥέψαν ἐξενεχθήσεται κάτω. δἔξω χώρα καὶ μύας ἔχει μεγάλους, ἀλλὰ τὴν εἰς τὸ κάτω ῥοπὴν ἑτοίμην. ἐνδέχεται δέ ποτε καὶ βίαιον σχῆμα διαστήσειν ἀπἀλλήλων δυνάμενον εἰς τὴν μεταξὺ χώραν αὐτῶν ἀπώσασθαι τὸ ἄρθρον, ἐν σφηνωθῇ, ὑπαὐτῶν τῶν μυῶν κατασχεθῆναι. διὰ τοῦτοὖν καὶ Ἱπποκράτης φησὶ, μὴ διϊσχυρίσασθαι βιαίως, εἴτἐκπεσεῖν οἷόν τε τὸ κατὦμον ἄρθρον εἴτε καὶ μή. ὅσῳ μὲν γὰρ ἐπὶ τὸ κάτω ῥέπειν, οὐδἂν ἐν τῇ πρόσω χώρᾳ διαμεῖναι δύναται. διαστάντων δὲ, ὡς εἴρηται, τῶν μυῶν οὐκ ἀδύνατον φαίνεται σφηνωθὲν ἐνταῦθα μένειν. λέγειν μὲν οὖν εἶχε τοιαῦτα περὶ τῆς εἰς ἄλλο τι χωρίον ὅτι μὴ τὴν μασχάλην ἐκπτώσεως. ἐπεὶ δοὐδέποτε ἑώρακεν, οὐκ ἠξίωσε γράφειν αἰτίας ἐξ ἐπινοίας λογικῶν, ἀξιοπιστότερον ἡγούμενος ἀεὶ τὸ φαινόμενον ἐναργῶς. οὕτως οὖν καὶ τὰς ἐν ταῖς θεραπείαις ἐπινοίας ἑαυτοῦ τῇ πείρᾳ βεβαιοῖ, πρὶν ἡμᾶς διδάσκειν, οὐχ ὡς ἔνιοι τῶν μεταὐτὸν ἰατρῶν ἔγραψαν, ἐν θεραπευτικοῖς συγγράμμασι κελεύοντες ἡμᾶς ποιεῖν μηδέποτε αὐτοὶ πρόσθεν ἔπραξαν. ἀλλ γε Ἱπποκράτης ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ περὶ τῶν κατὰ ῥάχιν διαλεγόμενος, εἶθἑαυτοῦ τὴν ἐπίνοιαν εἰπὼν ὑπὸ τῆς πείρας ἀδύνατον ἐλεγχθεῖσαν ἔφη· καλὰ δὲ καὶ τὰ τοιαῦτα μαθήματά ἐστιν, πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ διἅσσα ἠπορήθη.
§4–7
§4 Βραχίων μὲν ὀνομάζεται τὸ μεταξὺ τῶν δύο διαρθρώσεων ὅλης τῆς χειρὸς μέρος, ἄκουε δέ μου δύο διαρθρώσεις, τὴν κατἀγκῶνα καὶ τὴν κατὦμον. ἐπωμὶς δὲ τὸ ἐπάνω τοῦ ὤμου μέρος ἐπιτεινόμενον ὡς ἐπὶ τὸν τράχηλον. ὦμος γὰρ ὀνομάζεται τὸ περὶ τὴν διάρθρωσιν ἅπαν ὅσον φανερὸν, ὡς τό γε μὴ φαινόμενον ἐκ μὲν τῶν ὀπίσω μερῶν ἐστι τὸ τῆς ὠμοπλάτης ὀστοῦν, ἐκ δὲ τῶν κάτω τὸ κατὰ τὴν ἀνάστασιν ὅλης τῆς χειρὸς φανερὸν γιγνόμενον προσαγορεύεται μασχάλη. προειπὼν οὖν Ἱπποκράτης, ἐφὧν ἠτροφήκασιν αἱ κατὰ τὸν ὦμον σάρκες, ἐξέχουσαν φαίνεσθαι τὴν κεφαλὴν τοῦ βραχίονος, ὡς δοκεῖν ἐνίοις ἐκπεπτωκέναι, διδάσκειν τὴν φύσιν αὐτῆς ὅλην ἐξ ἀνατομῆς ἀξιῶν. εἴ τις βούλοιτο θεάσασθαι σαφῶς αὐτὴν, ψιλῶσαι μὲν τῶν σαρκῶν τὴν ἐπωμίδα, τουτέστι περιελεῖν σμίλῃ μέχρι τοῦ γυμνωθῆναι τὰ κατὰ τὴν διάρθρωσιν ὀστᾶ, ψιλῶσαι δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην. τρεῖς γάρ τοι μύες εἰσὶν ἐνταῦθα· πρῶτος μὲν ἀπὸ τῆς ὠμοπλάτης τε καὶ τῆς κλειδὸς ὁρμώμενος, ὃν καὶ δελτοειδῆ ὀνομάζουσι. τούτου τοῦ μυὸς τὸ μὲν σαρκῶδες ἅπασαν καλύπτει τὴν  διάρθρωσιν, δὲ τένων εἰς τὸ τοῦ βραχίονος ὀστοῦν ἐμφύεται κατὰ μῆκος, ὥσπερ φύεται τένων ἄλλος ἀξιολόγου μυὸς ἀπὸ τοῦ στέρνου ἀρχομένου, παραφερομένου δὲ τῷ προειρομένῳ κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς θέσιν, οὗ καὶ αὐτοῦ μέμνηται λέγων, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην, ἐν μέντοι τῷ φάναι ψιλώσειε δὲ, μῦς ἀνατείνει, δύναται μὲν καὶ αὐτὸν τὸν δελτοειδῆ λέγειν, οὗ τὸ σαρκῶδες ἅπαν καλύπτει τὸ ἄρθρον, ἐγχωρεῖ δαὐτὸν καὶ τοῦ προσθίου κατὰ τὸν αὐχένα μεμνῆσθαι μυὸς ἔχοντος ἐν δύο κεφαλαῖς συνδέσμους εὐρώστους, τὸν μὲν ἕτερον ἐκ τῆς ἀγκυροειδοῦς ἀποφύσεως ἐκφυόμενον, τὸν δὲ ἕτερον ἐκ τῆς ὑψηλῆς ὀφρύος τοῦ τῆς ὠμοπλάτης αὐχένος.
§5.1 Ὁμιλεῖν ἔλεγον οἱ παλαιοὶ τοὐπίπαν οὐκ ἐπὶ τοῦ διαλέγεσθαι, καθάπερ νῦν οἱ πολλοὶ, τὸ συνιέναι δὲ ἀλλήλοις καὶ οἷον ὁμοῦ εἱλεῖσθαι, ταύτῃ προσηγόρευε τῇ φωνῇ. καὶ Ὅμηρος ἐπὶ τῶν κατὰ τὴν ἀσπίδα γεγραμμένων ὑπὸ τοῦ Ἡφαίστου φησίν·
§5.2 τίς οὖν βραχίονα τῷ κοίλῳ τῆς ὠμοπλάτης ὁμιλεῖν ἔφη πλάγιον, ὅταν παρὰ τὰς πλευρὰς χεὶρ παρατεταμένη, διὰ τοῦ ὁμιλεῖν ῥήματος δηλῶν τό τε ὁμοῦ εἶναι καὶ ψαύειν αὐτῆς. ὅταν μέντοι φησὶν σύμπασα χεὶρ ἐκταθῇ, τότε κατὰ τὴν εὐθυωρίαν βραχίων γίνεται τῷ κοίλῳ τῆς ὠμοπλάτης καὶ οὐκέτἐξέχειν εἰς τὸ πρόσω διὰ τὸ ἄρθρον αὐτοῦ φαίνεται.
§6 Εἴρηταί μοι κἀν τοῖς εἰς τὸ περὶ ἀγμῶν ὑπομνήμασι διὰ δύο αἰτίας ἐκπίπτειν ἄρθρον πυκνῶς καὶ ἐπὶ σμικραῖς προφάσεσιν, ἤτοι διὰ τὸ τῆς κοιλότητος ἀβαθές τε ἅμα, κἀν ταῖς ὀφρύσιν ὕπτιον διὰ τὴν ὑγρότητα τῶν περικειμένων τῇ διαρθρώσει σωμάτων, διἣν χαλαρά τἐστὶ καὶ ῥᾳδίως ἐκτεινόμενα. λέλεκται δὲ ὡς διὰ τὰς αὐτὰς αἰτίας αἱ ἐμβολαὶ τῶν τοιούτων ἄρθρων εἰσὶ ῥᾴδιαι καὶ διὰ τοῦτο χωρὶς ἰατρῶν ὑπαὐτῶν πασχόντων γίνονται.
§7 πρῶτος τρόπος οὗτος τῆς ἐμβολῆς ἐστιν ὑποβάλλοντος εἴταὐτοῦ τοῦ κάμνοντος εἴτἰατροῦ τινος ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος τοὺς κονδύλους τῆς χειρὸς οὐχ ἁπλῶς, ἀλλἐκ τῶν ἔνδον μερῶν ὡς ἀποστῆσαι κάτω πρῶιον, εἶθοὕτως εἰς τὴν ἄνω χώραν ἀπώσασθαι καὶ κατεὐθὺ ποιῆσαι τῆς ὑποδεξομένης αὐτὴν κοιλότητος. ἐνταῦθα γὰρ, οἶμαι, καὶ οἱ περικείμενοι τῇ διαρθρώσει μύες ὑπηρετοῦσί τε καὶ συμπράττουσιν αὐτῇ. εἴρηται γὰρ ὑπαὐτοῦ κατὰ τὸ περὶ ἀγμῶν, ὥσπερ οὖν καὶ ἡμῖν ἐν τοῖς περὶ μυῶν κινήσεως οἰκείαν τε καὶ σύμφυτον εἶναι τοῖς μυσὶ τὴν εἰς ἑαυτοὺς συνίζησιν. ἐκτείνονται γὰρ οὐχ ὑφἑαυτῶν, ἀλλὑπὸ τῶν ἀντιτεταμένων μυῶν ἡσυχάζοντες καὶ ἀργοῦντες αὐτοί. τοιαύτη κίνησις τῶν μυῶν καὶ τὴν ἐνεχθεῖσαν εἰς μασχάλην κεφαλὴν τοῦ βραχίονος οὐκ ἐᾷ κατὰ χώραν μένειν, ἀλλἀνασπᾷ μέχρι τῶν πλευρῶν τοῦ θώρακος ὑποπίπτειν τε καὶ ὑποκεῖσθαι τῷ τῆς ὠμοπλάτης αὐχένι, διό καὶ ἐμβολὴ σύνθετός ἐστιν ἐκ τριῶν ἐνεργειῶν, πρώτης μὲν καθἥν ἡμῖν εἰς τὸ πρόσω τὸ ἄρθρον ἄγεται, δευτέρας δὲ καθἣν ἄνω, καὶ τρίτης καθἢν ὀπίσω. αὕτη γὰρ ἀναγκαία τῷ ἐμβάλλοντι, διοὗπερ ἂν ἐπιχειρεῖ τρόπου τὴν ἐμβολὴν ποιήσασθαι. ἔνθα μὲν οὖν ὑγρὰ φύσει καὶ χαλαρὰ τὰ περικείμενα σώματα διαρθρώσει μετὰ βραχείας καταστάσεως τῆς χειρὸς κεφαλὴ τοῦ βραχίονος εἰς τὸ πρόσω μέρος ἀνάγεται. συντόνων δὲ ὄντων ἰσχυροτέρως δεῖται, διὰ τοῦτοὖν εὕρηνται πλείους τρόποι τῆς ἐμβολῆς, ἐπεὶ τό γε κεφάλαιον ἁπασῶν ἕν ἐστι τὸ προειρημένον, εἰς  τρεῖς οὓς εἶπον σκοποὺς ἀναγόμενον, αὐτοὺς δὲ τοὺς τρεῖς σκοποὺς εὕρομεν ἐκ τοῦ κοινοτάτου καὶ γενικωτάτου πάντων ὑφἹπποκράτους μὲν εἰρημένου, πρὸς ἡμῶν δὲ ἀποδεδειγμένου κατὰ τὰ τῆς θεραπευτικῆς μεθόδου βιβλία. λεχθήσεται δὲ καὶ νῦν ὅσον οἷόν τε διὰ βραχυτάτων. οὐδὲν μὲν τῶν κατὰ φύσιν ἐπανορθώσεως δεῖται. φυλάττειν μὲν γὰρ ἡμῖν, οὐκ ἀνασκευάζειν αὐτὰ πρόκειται, τὰ δὲ παρὰ φύσιν ἔχοντα πρόκειται μὲν εἰς τὸ κατὰ φύσιν ἐπανάγειν, ἀναγκαῖον δέ ἐστι τῷ μέλλοντι εἰς τὴν ἀρχαίαν ἐπανέρχεσθαι κατάτασιν, ὅθεν ἐξετράπετο τὴν αὐτὴν ὁδὸν ἀνάπαλιν ἐλθεῖν, ὅπερ οὐδὲν διαφέρει τοῦ φάναι τὴν ἐναντίαν ὁδὸν ἀνύσαι. τοῖς οὖν ἐξ Ἀθηνῶν εἰς Ἐλευσῖνα πορευθεῖσιν οὐκ ἂν ἔχοις ἐναντίαν ὁδὸν ἑτέραν εἰπεῖν τὴν ἐξ Ἐλευσῖνος Ἀθήναζε· καίτοι γε τὸ πρῶτον ἀνυσθὲν μέρος τῆς ὁδοῦ πορευομένοις ἐξ Ἀθηνῶν ὕστατον ἀναστρεφόντων. σκέπτου τοίνυν ἐφἑκάστης ἐξαρθρήσεως ὁπόθεν μὲν ἤρξατο τῆς μεταστάσεως τὸ ἄρθρον, ὅπως δὲ προῆλθεν, ὅποι δὲ τὴν τελευτὴν ἐποιήσατο. δεήσει γάρ σε τὴν μὲν τελευτὴν τῆς μεταστάσεως ἀρχὴν τῆς ἐπανόδου ποιήσασθαι, προελθεῖν δὲ ἐντεῦθεν ἀνάπαλιν τὴν ἀρχὴν τῆς ἐμπτώσεως. αὐτίκα γοῦν ἐπὶ τῆς προκειμένης ἐξαρθρήσεως, ὅταν ἀπὸ τῆς οἰκείας ἕδρας εἰς τὴν πρόσω χώραν κεφαλὴ τοῦ βραχίονος ὑποχωροῦσα κάτω μὲν ἐνεχθῇ τῷ βάρει ῥέψασα, μετὰ ταῦτα δὲ ὀπίσω πρὸς τὰς πλευρὰς ὑπὸ τῶν μυῶν εἰς αὐτὰς συνελκόντων ἀνασπασθῇ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον ἄρξασθαι μὲν ἀπὸ τῆς ὀπίσω χώρας ἀναγκαῖόν ἐστιν, ἐνταῦθα δὲ πρόσω μὲν πρῶτον, εἶτἄνω παράγεσθαι, κἀπειδὰν ἤδη κατεὐθὺ τῆς κοιλότητος , δυοῖν θάτερον, τοῖς μυσὶν ἐπιτρέψαι τὸ πᾶν καὶ αὐτὸν συνεπωθεῖν. ὅταν γε μὴν ἐπιτρέψῃς τοῖσι μυσὶ, μὴ καταλίπῃς τὴν κάτω χώραν ἀφρούρητον. ὀχεῖσθαι γὰρ ἐνταῦθα ἐπί τινος χρὴ τὸν βραχίονα, μή πως ἠτονηκότων τῶν μυῶν ἀνασπᾷν αὐτὸν ἐνεχθῆναι κάτω φθάσῃ, πρὶν ὑπἐκείνων εἰς τὴν οἰκείαν ἐνεχθῇ χώραν. οὐσῶν οὖν τούτων τῶν τριῶν ὁδοιοποριῶν, ἄριστον μέν ἐστιν ἑκάστην ποιεῖσθαι κατεὐθεῖαν γραμμὴν, πρώτην μὲν τὴν πρόσω, δευτέραν δὲ τὴν ἄνω καὶ τρίτην τὴν ὀπίσω. πολλάκις δὲ οὐχ οὕτως, ἀλλὰ καὶ περικυλινδομένου τῆς κεφαλῆς τοῦ βραχίονος τῷ τῆς ὠμοπλάτης αὐχένι τὴν ἐμβολὴν ἐργαζόμεθα καὶ γε πρῶτος τρόπος διὰ τῶν δακτύλων ὑπό τε τοῦ πάσχοντος καὶ τῶν ἰατρῶν γιγνόμενος ἐκ τούτου τοῦ εἴδους ἐστίν. ὀνομάζει δὲ αὐτὸν αὐτὸς Ἱπποκράτης κατὰ περίσφαλσιν ἐπιτυγχανόμενον ἄνευ βλάβης ἐν τῇ κατὦμον διαρθρώσει μηδεμίαν ἐξοχὴν ἐχούσῃ προμήκη, μήτε κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος. ἀκριβῶς γάρ ἐστι περιφερὴς, μήτε κατὰ τὰς ὀφρῦς τῆς ὑποδεξομένης αὐτὸν κοιλότητος· οἷς μὲν οὖν ἐκπίπτει πυκνῶς ἀνάγκη τήν τε διάρθρωσιν εἶναι χαλαρὰν καὶ τὴν κοιλότητα βραχείας ἔχειν τὰς ὀφρῦς, καὶ διὰ τοῦτο ῥᾳδίως αὐτοὶ ἑαυτοῖς ἐμβάλλουσι τὸ ἄρθρον οἱ οὕτω κατεσκευασμένοι τοὺς κονδύλους τῶν δακτύλων τῆς ἀπαθοῦς χειρὸς ὑποθέντες εἰς τὴν μασχάλην, ὡς μεταξὺ δηλονότι τὴν ἔνθεσιν αὐτῶν γίνεσθαι τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν, καὶ γίνονται ἀντὶ μοχλοῦ τηνικαῦτα τῆς χειρὸς οἱ δάκτυλοι, τελευτώντων μὲν εἰς ὀξὺ πέρας τῶν κονδύλων, ὥσπερ κώνου κορυφή. αὐτῇ δὲ ταύτῃ τῇ κορυφῇ παρεισερχομένων ῥᾳδίως, ὡς εἰπεῖν, εἰς τὴν μεταξὺ χώραν τῆς τε κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν. ἢν δἅπαξ ὑπαὐτῆς εἰσδεχθῶσι ῥᾳδίας τῆς ἐμβολῆς γινομένης διὰ τὴν ὑγρότητα τῶν κατὰ τὴν διάρθρωσιν σωμάτων. οἱ μέντοι δάκτυλοι παραδεχθέντες εὐθέως ἐν αὐτῷ τούτῳ τὸ ἄρθρον εἰς τὸ πρόσω μέρος ἀφιστᾶσι τῶν πλευρῶν· δἀγκὼν παρὰ τὸ στῆθος ἀπαγόμενος ὑψοῖ τὸν βραχίονα. συνεπωθούντων δὲ ἐν τῷδε τῶν δακτύλων καὶ κυλινδουμένων κατὰ τῶν κάτω τε καὶ πρόσω μερῶν τῆς διαρθρώσεως κεφαλὴ τοῦ βραχίονος ἐπὶ τὴν ὀφρῦν ἀναβαίνει τῆς ὑποδεχομένης αὐτὴν κοιλότητος. εἰ δἅπαξ ἐν τούτῳ γένοιτο, διὰ βραχείας ῥοπῆς εἰς αὐτὴν ἐμπίπτει τὴν κοιλότητα· τοῦτο δἦν τὸ πέρας τῆς ἐμβολῆς.
§8–16
§8 Οἱ ἰατροὶ τὰ μὲν κοινά τινα ταῖς ἰδιωτῶν ἐνεργείαις ἐνεργοῦσιν ἐμβάλλοντες αὐτοῖς τὸ ἐξαρθρῆσαν, καὶ τοῦτο μὲν διαπράττουσι κατά γε τὴν νῦν ἑρμηνευομένην ἐμβολὴν, τὰ δέ τινα τοῖς κοινοῖς αὐτοὶ προστιθέασιν ἴδια. κοινὰ μὲν οὖν αὐτοῖς ἐστι πρὸς τοὺς ἰδιώτας τε διὰ τῶν δακτύλων μοχλεία καὶ τοῦ βραχίονος ὕψωσις, ἴδια δὲ πρὸς τούτοις τε τῆς κεφαλῆς ἐς· τὸ τοῦ κάμνοντος ἀκρώμιον ἀντέρεισις, τε διὰ τῶν γονάτων ἀντώθησις ἐρειδομένων εἰς τὸ κάτω τοῦ βραχίονος. γίνεται δὲ ἀντέρεισις ἕνεκα τοῦ μὴ συνακολουθεῖν τὸν ἄνθρωπον ἀγομένῳ πρόσω τῷ βραχίονι διὰ τῆς τῶν χειρῶν μοχλείας, καὶ πρῶτά γε χρὴ γίνεσθαι ταῦτα,  τρίτον δαὐτοῖς ἕπεσθαι τὴν διὰ τῶν γονάτων ἀντώθησιν ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ὅλης χειρουργίας ἐπιτηδείως γινομένης, ἡνίκα τελέως κεφαλὴ τοῦ βραχίονος ἀποχωρήσασα τῶν πλευρῶν οὐκ εὐθὺς ὑποπίπτει τῷ τῆς ὠμοπλάτης αὐχένι. τηνικαῦτα γὰρ οὐδἀνάγειν εἰς τὸ πρόσω χρὴ τὸ ἄρθρον, ἀλλὠθεῖν ἄνω. συμβήσεται δὲ τοῦτο καλῶς, εἰ τὸ κάτω πέρας τοῦ βραχίονος ἐπὶ τὰς πλευρὰς ἀπωθοίη τις. εἰς ὅσον γὰρ τοῦτἔσω τε καὶ κάτω χωρεῖ τὸ ἀντικείμενον αὐτῷ πρὸς ἐναντίους τόπους ἐνεχθήσεται. εἰς τὴν ἄνω δὲ καὶ πρόσω χώραν τοῦ βραχίονος κεφαλὴ γιγνομένη ῥᾳδίαν ἕξει τὴν ἔμπτωσιν· εἰ δὲ μὴ βούλοιτό τις ἀντωθεῖν τοῖς γόνασι πρὸς τὸ κάτω πέρας τοῦ βραχίονος, ἑτέρῳ κελευσάτω παρὰ τὸ στῆθος ἀνάγειν αὐτὸν, ὅπερ ἰδιώτης ἔμπροσθεν ἐδείχθη ποιεῖν ὑπὸ τοῦ συνεχῶς ὀλισθαίνειν αὐτῷ τὸ ἄρθρον, ὡς χρὴ ποιεῖν δεδιδαγμένος· ἀλλ γε νῦν πρῶτον ὤλισθεν, οὐχ οἷόν τε τοῦτο πράττειν ἐστὶ, πλὴν εἰ γενναῖός τις εἴη καὶ ἀκατάπληκτος ἐν τοῖς δεινοῖς. γὰρ τοιοῦτος αὐτὸς ὑψώσει τὸν αὐχένα κελευσθεὶς ὑπὸ τοῦ θεραπεύοντος.
§9.1 Οὗτος τρόπος τῆς ἐμβολῆς κατὰ περίσφαλσιν γίνεται μᾶλλον τοῦ πρόσθεν. ἔστι δὲ ἐξ ἀνάγκης μὲν καὶ αὐτὸς ἐκ τῶν τριῶν ἐνεργειῶν σύνθετος, οὐ μὴν ἰδίοις πέρασιν ἑκάστης αὐτῶν περιγραφομένης, οὐδὲ ἐν τῇ μεταβάσει γωνίας ποιούσης, ἀλλὰ κατὰ τὰς κυκλοτερεῖς, ὡς εἰ καὶ τετραγώνου τις ἀποθραύσει τὰς γωνίας. ὁποῖον γάρ τι συμβαῖνόν ἐστιν ἐν τοῖς κατὰ περικύλισίν τε καὶ κατὰ περίσφαλσιν·
§9.2 σαφῶς νοήσεις ὡς ἐπὶ εἰκόνος τοῦδε τοῦ διαγράμματος τῆς φορᾶς τῆς κεφαλῆς τοῦ βραχίονος, ἣν ἄρθρον ὤμου προσαγορεύει, γιγνομένης κατὰ μὲν τὴν πρώτην ἐνέργειαν ἀπὸ τῶν πλευρῶν εἰς τὸ πρόσω, κατὰ δὲ τῆς ΓΔ γραμμῆς, ἐντεῦθεν δὲ ἄνω ἐπὶ τὴν Δ Β, κἄπειτἐντεῦθεν ἐμβαλλομένης τῇ κοιλότητι κατὰ τὸ Α τεταγμένη. τοιαύτης μὲν οὖν γινομένης αὐτοῦ τῆς φορᾶς οὐχ ἕπεται περίσφαλσις, ὅταν δὲ τῶν κατὰ τὸ Δ καὶ Β γωνιῶν, οἷον ἀποθραυσθεισῶν φορὰ μηκέτι κάτω τῶν τριῶν εὐθειῶν, ἀλλὰ κατὰ μιᾶς γίγνεται γραμμῆς κυρτῆς τῷ σχήματι, τότε συμβαίνει κυλίζεσθαι καὶ τὸν βραχίονα πρὸς τὴν ὀφρὺν ἀνέρχεσθαι τῆς διαρθρώσεως. ὅταν δὲ ἐπὶ ταύτης γένηται, βραχείας ῥοπῆς προσελθούσης εἰς τὴν ἐντὸς χώραν περισφάλλεται. τοῦτο μὲν οὖν κοινὸν ἁπάντων τῶν κατὰ περίσφαλσιν ἐμβαλλομένων· ἣν δὲ νῦν ἐμβολὴν ἐξηγεῖται, ταύτῃ προσήκει κατὰ μὲν τὴν εἰς τοὐπίσω τε καὶ τὴν ῥάχιν ἀναγωγὴν τοῦ πήχεως ἀκολουθοῦντος αὐτῷ ἐξ ἀνάγκης τοῦ βραχίονος κεφαλὴ πρόσω τε καὶ ἄνω μεθισταμένη περικυλισθήσεται, πρώτῳ μὲν τῷ κάτω μέρει τῆς διαρθρώσεως, ἐφεξῆς δὲ τῷ πρόσω μέχρις ἂν ἐπὶ τὴν ὀφρὺν ἀναβῇ τῆς κοιλότητος, ὅθεν δὴ πρὸς τὴν ἐντὸς χώραν ἐνεχθεῖσα στηριχθήσεται καταὐτῆς. ἔστι γὰρ δὴ τοῦτο πέρας τῆς ἐμβολῆς. ὥσπερ δὲ ἐπὶ τῆς πρὸ ταύτης ἐμβολῆς ἕνεκα τοῦ μὴ συνακολουθεῖν ἐπὶ τὰ πρόσω τὸν ἄνθρωπον ὠθεῖν ὀπίσω τὸ ἀκρώμιον ἐκέλευσε διὰ τῆς αὐτοῦ κεφαλῆς τὸν ἰατρὸν, οὕτω νῦν ὑπὲρ τοῦ μὴ συνακολουθεῖν, ὀπίσω τοὐναντίον ἀξιοῖ ποιεῖν ἐπιβάλλοντα τὴν χεῖρα κατὰ τὴν ὀπίσω χώραν ὅλης τῆς διαρθρώσεως, ἀντωθεῖν εἰς τὸ πρόσω τὸν ἄνθρωπον.
§10 Οὐ κατὰ φύσιν αὐτὰς εἶπε διὰ τὸ μὴ κατεὐθείας γραμμὰς γίνεσθαι τὴν κίνησιν τῷ ἄρθρῳ, κατὰ περικύλισιν δὲ μᾶλλον, ὡς εἴρηται. κίνδυνος δὲ ἐν τῷδε γίνεται τῆς περιθραύσεως τῶν ἐξοχῶν. τὸ δὲ ἀναγκάζουσι προσέθηκε, τὸ βίαιον αὐτῶν ἐνδεικνύμενος.
§11 Διὰ τί ταύτην τὴν ἐμβολὴν ἐγγύς τι τοῦ κατὰ φύσιν ἔχειν ἔφη μαθήσῃ σαφῶς ὅλης αὐτῆς ἀκούσας πρότερον. ἔσται δὲ τοῦτο ταῖς ῥήσεσιν ἀκολουθήσαντι αὐτοῦ.
§12 Εἴ τις δὴ τῶν οὕτως εἰρημένων συνίησιν, οὗτος οὐ δεῖται τῆς διὰ τῶν λόγων ἐξηγήσεως, ἀλλὰ τῆς ἐπαὐτῶν ἐνεργειῶν δείξεως. διὸ καὶ πολλάκις, ὡς καὶ πρόσθεν ἔφην, ἀξιῶ τὸ βιβλίον ἀναγινώσκειν αὐτοῦ τοῦ Ἱπποκράτους ἐπιμελῶς προσέχοντας τῇ λέξει καὶ πειρωμένους νοεῖσθαι τὸ λεγόμενον. ἐγὼ τοίνυν ὡς ἤδη σοὶ τῶν ὑπαὐτοῦ λεγομένων ἐν περινοίᾳ γεγονότι τὴν αἰτίαν προσθήσω, διἣν ἐγγύς τι τοῦ κατὰ φύσιν ἔφη τὴν τοιαύτην ἐμβολὴν εἶναι, τὰς ἔμπροσθεν ψαυσάμενος ὡς οὐ κατὰ φύσιν ἐπιτελουμένας. πρῶτον μὲν οὖν ὅτι κατατείνει τὸν βραχίονα μηδεμιᾶς τῶν ἔμπροσθεν ἐχούσης τοῦτο, ὥστε προσηκόντως ἄν τις ἐπαινέσειε τὴν τοιαύτην ἐμβολήν. ἐῤῥέθη γὰρ ἡμῖν κἀν τῇ περὶ τῶν ἀγμῶν πραγματείᾳ τε χρεία τῆς κατατάσεως, ὅτι τε προηγεῖσθαι χρὴ πάσης ἐμβολῆς καὶ διαπλάσεως αὐτήν. δεύτερον δὲ ἐπὶ τῷδε τῷ ἔργῳ τὸ διὰ τῆς πτέρνης ὀπίσω τὸν ἄνθρωπον ὠθεῖσθαι, χάριν τοῦ μὴ συνακολουθεῖν ἑλκομένῃ τῇ χειρί. διὰ μὲν οὖν τῶν δυοῖν τούτων ἐνεργειῶν ἀντίτασις γίνεται, διὰ μὲν τοῦ περιβαλλομένου κατὰ τὴν μασχάλην ἱμάντος εἰς τοὐπίσω τοῦ κάμνοντος ἑλκομένου, διὰ δὲ τοῦ ποδὸς ἀντωθουμένου πρόσω, καὶ σαφῶς γε πάνυ τῶν ἀντιτάσεων ἑκατέραν εἷς ἄνθρωπος ἐργάζεται. ταῦτα μὲν οὖν κατὰ φύσιν ἐν τῷ τρόπῳ τῷδε τῆς ἐμβολῆς γίνεται· μέντοι μοχλεία λείπεται τοῦ προσήκοντος, οὔτε τῆς μικρᾶς σφαίρας δυναμένης εἰς τὸ μεταξὺ τῶν τε πλευρῶν καὶ τῆς τοῦ βραχίονος κεφαλῆς εἰσελθεῖν οὔτε πολὺ μᾶλλον τῆς πτέρνης· ὅπου δοὐδὲν εἰς ταύτην τὴν χώραν παρεισέρχεται, πῶς ἂν μοχλεία γένηται; μὴ γινομένης δὲ ταύτης οὐδὲ τὴν ἐμβολὴν ἔσεσθαι κατὰ φύσιν.
§13 Πρῶτος μὲν οὖν αὐτῷ τρόπος ἐμβολῆς εἴρηται διὰ τῶν δακτύλων γινόμενος, ἤτοι τοῦ κάμνοντος τοῦ ἰατροῦ, δεύτερος δὲ διὰ τῆς πτέρνης, ἐφοἷς τρίτος διὰ τοῦ κατωμισμοῦ. καλοῦσι γὰρ οὕτως αὐτὸν, ἐπειδὴ καὶ αὐτὸς ἔφη ὡς κατωμίζουσιν ἐς ὀρθόν. ὅπως δὲ γίνεται τοῦτο, σαφῶς αὐτὸς ἐδίδαξε κελεύσας τὸν κατωμίζειν μέλλοντα διαλλάσσειν ταῖς ἑαυτοῦ χερσὶ τὴν ἐξηρθρηκυῖαν χεῖρα καὶ οὕτως ἀποξύναντα τὸν ἴδιον ὦμον εἰς τὴν κάμνοντος ὑποθεῖναι μασχάλην, ὡς ἕδραν αὐτῷ γενέσθαι τῆς ἐξοχῆς τὴν ἐν ἐκείνῳ κοιλότητα.
§14 Τὴν ὑποστροφήν φησι δηλῶν τοῦ κατωμίζοντος ὦμον, ὡς ὅταν ἐπελθόντες δίφρῳ περιστρεφώμεθα καθίζοντες ἐπαὐτόν. ὅταν δὲ τοῦ κατωμίζοντος ἐκκρεμαθήσεται, δῆλον ὅτι κατὰ τὸν νῶτον αὐτοῦ καὶ οὕτως ἀντίτασιν ἐργάσεται τῆς κατατεινομένης εἰς τὸ πρόσω χειρός. εἰ δὲ εἴη κοῦφος κατωμιζόμενος, προσεκκρεμασθῆναι παῖδα κοῦφον κελεύει, χάριν τοῦ μεῖζον ἐργάσασθαι τὸ βάρος τῆς ἀντιτάσεως. ἀνασείεσθαι δὲ τὸν τοῦ κάμνοντος ὦμον ὑπὸ τοῦ κατωμίζοντος ἀξιοῖ, χάριν τοῦ κατεὐθὺ γενέσθαι τὸν βραχίονα τῆς ἰδίας ἕδρας. εἴρηται γὰρ ἡμῖν πολλάκις ὡς  ὅταν ἐν τούτῳ καταστῇ τὸ ἐμβαλλόμενον ἄρθρον, ἑτοίμην ἴσχει τὴν ἔμπτωσιν, εἰ καὶ μὴ συνεπωθοῦμεν ἡμεῖς αὐτὸ τῶν μυῶν ἐργαζομένων τὸ δέον.
§15 Καὶ οὗτοι μὲν καθόσον ἀντιτάσει χρῶνται, κατὰ φύσιν ἐμβάλλουσι, καθόσον δὲ ὡσαύτως, ἐφεξῆς περισφάλλεται τὸ κυρτὸν τοῦ ἄρθρου ὑπεροειδοῦς ἐν τούτῳ τῷ κατὰ φύσιν ἁμαρτάνουσι. τὰ δὲ κατὰ μέρος τῆς λέξεως ἁπλᾷ.
§16 Μετρίως αὐτὴν λέγει κατὰ φύσιν εἶναι· τοῦτο γὰρ σημεῖον τὸ ἐπιεικῶς, ὥσπερ καὶ ἐπιεικὴς ἄνθρωπος μέτριος δηλοῦται πρὸς τῶν Ἑλλήνων. ἔνιοι δὲ ᾠήθησαν τὸ ἐπιεικῶς ἀντὶ μάλιστα λέγεσθαι καὶ διὰ τοῦτο οἶμαι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἀφείλοντο ἐγγύς τε γράψαντες. οὕτως γὰρ καὶ οἱ περιαναγκάζοντες κατὰ φύσιν ἐμβάλλουσιν. ἐχρῆν δὲ αὐτοὺς, εἰ καὶ μὴ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους τοῦτο εἴρητο, κατὰ τὴν ἐφεξῆς ῥῆσιν, μέμφεται τῆς τοιαύτης ἐμβολῆς αὐτοὺς ἐννενοηκέναι, μέμφεται δὲ λέγων περὶ τὸ ὑπεροειδὲς ὦμος ἢν καὶ καταπεπειγῇ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος, διὅπερ φησὶν, διὰ τοῦ κλιμακίου βελτίων ἐστίν. οὐκ οὖν εἰς ἄκρον ἀρετῆς κατὰ τὸ ὑπεροειδὲς ἥκει, ὡς τοῦδε ἐπιεικῶς τὸ μάλιστα συμβαίνει· τὴν γὰρ διὰ τοῦ κλιμακίου μᾶλλον αὐτῆς ἐπαινέσας τί μᾶλλον ἐκείνης ἐπαινεῖ τὴν διὰ ἐμβολῆς.
§17–22
§17 Πέμπτος οὗτος αὐτῷ τρόπος ἐμβολῆς ἐστι. διὰ τί δὲ βελτίων ἐστὶ τοῦ προειρημένου τοῦ τετάρτου περὶ τὸ ὑπεροειδὲς, αὐτὸς ἐξηγεῖται σαφέστατα.
§18 Ἐξ αὐτοῦ τοῦ κατὰ τὸν κλιμακτῆρα ξύλον τοιοῦτον ἐξέχον εὐθὺς ἀπἀρχῆς γίνεται κατὰ τὸ μηχανικὸν κλιμάκιον, καὶ ἡμεῖς συνήθως χρώμεθα. παραπλήσιον δέ ἐστι τῷ κατὰ τὴν ἐφεξῆς ὑπαὐτοῦ μέλλοντι γράφεσθαι ξύλῳ κατὰ τὴν ἄμβην ἔχοντι τὸ πέρας, ἐφοὗ καὶ πάλιν προσαγορεύουσιν αὐτὸ ἄμβην οἱ μεταὐτὸν ἰατροὶ πάντες. ἐπιτιθέναι δὲ τοῦτο καὶ τοῖς στασίμοις ὀργάνοις, οἷον ἐστι τό τε τοῦ Ἀνδρέου καὶ τὸ τοῦ τέκτονος, ὧν οὐδενὸς ἀναγκαῖόν ἐστι λέγειν νῦν τὴν κατασκευήν. εἴρηται γὰρ μυρίοις τῶν νεωτέρων ὀργανικῶν, ἐν οἷς γεγράφασι περὶ τῶν ὀργάνων. ἡμῖν δὲ νῦν πρόκειται Ἱπποκράτους ἐξηγεῖσθαι χρωμένου πρὸς ἅπαντα τὰ σφοδροτέρας ἀντιτάσεως καὶ μοχλείας δεόμενα τῷ καλουμένῳ βάθρῳ.
§19 Τὸν ἕκτον τρόπον τῆς ἐμβολῆς, ὃν ἐπῄνεσε μάλιστα, νῦν διδάσκειν ἄρχεται, τὴν κατασκευὴν τοῦ ξύλου γράφων σαφῶς, κατὰ τὸ πέρας ἐπικειμένης ὀφρύος ἄμβωνι παραπλησίας ὅλον αὐτὸ προσαγορεύουσιν ἄμβην οἱ ἰατροί. τοιαύτη δέ ἐστιν ὀφρὺς, οἵη κατὰ τῶν λοπάδων πέρας τὸ ἄνω γίνεται πρὸς τὴν ἐντὸς ἐστραμμένην κοιλότητα· καί τις τῶν κωμικῶν ἐπεῖπεν ἐπισκώπτων τινὰ δὴ τῶν λοπάδων τοὺς ἄμβωνας περιλείχειν. ἀῤῥενικῶς μὲν οὖν ἄμβωνας οἱ Ἀττικοὶ, θηλυκῶς δὲ οἱ Ἴωνες τὰ τοιαῦτα σχήματα καλοῦσιν ἄμβας. ἐπιτηδειότατον δὲ ἔτι τοῦτο παραδοῦναι μεταξὺ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν. καὶ μέντοι καὶ μοχλεύουσι χρησιμώτατον ἀσφαλῶς περιλαμβάνον τὴν κυρτότητα τῆς κεφαλῆς τοῦ βραχίονος. τὰ δὲ κατὰ μέρος ἅπαντα τῆς ῥήσεως αὐτοῦ σαφῆ.
§20 Στύλους μὲν δῆλον ὅτι λέγει τοὺς κίονας, στρωτῆρα δὲ ξύλον μεταξὺ ἧκον ἀπὸ τοῦ ἑτέρου κίονος ἐπὶ τὸν ἕτερον.
§21 Τὴν τετριμμένην τε καὶ τετυλωμένην χώραν ὠνόμασε τρίβον, ἥτις ὑπαὐτῆς τῆς κεφαλῆς τοῦ βραχίονος γίνεται, πολυχρονίως ἐστηριγμένης ἐκείνῳ τῷ μέρει τῆς περικειμένης τῇ διαρθρώσει σαρκὸς, ἐν ᾗπερ ἂν αὐτὴ ἐξ ἀρχῆς τύχῃ στηριχθεῖσα. κοτύλην δὲ ὠνόμασε τὴν ἐν τῇ διαρθρώσει κοιλότητα κατὰ τὸ πέρας, ὡς εἴρηται, τοῦ τῆς ὠμοπλάτης αὐχένος ἐπικειμένην ὡς τὸ πολύ. τὰς δὲ βαθείας κοιλότητας καὶ μεγάλαις ὀφρύσιν ἐῤῥιζωμένας αὐτός τε καὶ ἄλλοι τῶν ἰατρῶν ὀνομάζουσι κοτύλας. ἀλλὰ νῦν γε κατὰ γνώμην οὕτως προσηγόρευσεν, εἰς ἣν ἐμπίπτουσιν αἱ περικείμεναι σάρκες, ὅταν ἐξάρθρημα γένηται, καταλαμβάνουσαι τὴν χώραν τὴν πρότερον, ἢν κεφαλὴ τοῦ βραχίονος κατειλήφει. τοιγαροῦν συμβαίνει ἐκ τοῦ ἀποκλεῖσαι τήν τε οἰκείαν χώραν τῆς κεφαλῆς τοῦ βραχίονος, ἔκ τε τοῦ τὰς ὑποδεξαμένας τυλωθείσας ἀντὶ κοτύλης αὐτῶν γενέσθαι, κἂν ἐμβληθῇ ποτε, μὴ δύνασθαι μένειν, ἀποθεμένων μὲν αὐτῇ σαρκῶν ἕνεκα τῶν ἀποκειμένων τῇ κοτύλῃ· παρὰ φύσιν γὰρ αὕτη, ὑποδεξαμένων τοίνυν ὀστῶν ἐκ τοῦ τυλωθῆναι παραπλησίαν διαρθρώσει κοιλότητα λαμβανουσῶν.
§22 Θρόνου τι τοιοῦτον ἦν σχῆμα κατὰ Θετταλίαν μάλιστα πλεονάζον πάλαι, κατεὐθείας γραμμὰς ἀνατεταμένον εἰς ὕψος ὀρθὸν ἔχον τὸ οἷον ἐπίκλιντρον τοῦ θρόνου, περὶ οὗ τὴν ἀντίτασιν ἀξιοῖ ποιεῖσθαι, καθάπερ ἔμπροσθεν ὑπὸ τοῦ στρωτῆρος ἐδίδαξεν. ὅπως δὲ χρὴ καθίζειν τὸν χειριζόμενον ἐπὶ τοῦ δίφρου σαφῶς αὐτὸς ἐδήλωσε. τὸ δὲ αὐτὸ ποιεῖ καὶ ἐπὶ δίκλειδος θύρας ἀναγκάζειν. εἰσὶ δέ τινες τοιαῦται θύραι κατὰ μέσον ἑαυτῶν ἔχουσαι διῆκον ξύλον ἰσχυρὸν οἷον ὀλίγον ἔμπροσθεν στρωτὴρ μεταξὺ τῶν δύο κιόνων ὑπάρχειν ἐλέγετο. τοῦδε τοῦ ξύλου κάτωθεν μὲν ἑτέρα τίς ἐστιν ἀνοιγομένη θύρα, ἄνωθεν δὲ ἄλλη, καὶ διὰ τοῦτο δὴ καὶ τὴν θύραν δίκλειδα εἴρηκεν, οἷον διπλῆν τινὰ περιέχουσαν ἐν ἑαυτῇ δύο θύρας μικράς. ὑπερβάλλειν οὖν κελεύει τὸν ἐξηρθρηκότα ὦμον ὑπὲρ τὸ μεταξὺ δύο θυρῶν ξύλον ἕνεκα τῆς ἀντιτάσεως.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up