Book 7
§prooemium–21
§prooemium Πάντες σχεδὸν οἱ προγράψαντες ἐξηγήσεις τῶν ἀφορισμῶν ἐν ἀρχῇ μὲν ἐπὶ πλέον ἐπεκτείνουσι τοῦ χρησίμου τὸν λόγον, ἐκλύονται δὲ προϊόντες, ὥστε πρῶτον μὲν ἐπὶ τὸ χρήσιμον προϊέναι μόνον, εἶθἑξῆς ἐλλιπέστερον τούτου καὶ τελευτῶντες ἐσχάτως συντέμνουσι τὰς ἐξηγήσεις, ὡς μηδὅτι νόθοι τῶν ἀφορισμῶν εἰσιν ἔνιοι καὶ προφανῶς ψευδεῖς, ἔτι παρακολουθεῖν. ἀλλὥσπερ οἱ κάμνοντες ἐν τοῖς διαλόγοις ἐπινεύουσι πρὸς ἅπαν ἑτοίμως, οὕτω καὶ αὐτοὶ προσίενταί τε πάντας, οὓς ἂν εὕρωσι γεγραμμένους ἀφορισμοὺς εἰς ἔσχατόν τε βραχυλογίας ἀφικνοῦνται κατὰ τὰς ἐξηγήσεις αὐτῶν ἐπιλανθανόμενοι τῆς ἐν ἀρχῇ μακρολογίας. ἀλλἡμεῖς γε τὰς ἄλλας αὐτῶν ἀτοπίας ἐπειράθημεν φυλάξασθαι καὶ πάσας ὁμαλῶς ποιήσασθαι τὰς ἐξηγήσεις ἐσπουδάσαμεν, ἐστοχασμένας μὲν τῶν ἀληθῶν τε ἅμα καὶ χρησίμων τῇ τέχνῃ; τῇ δὲ ἑρμηνείᾳ μήτε εἰς βραχυλογίαν ἐσχάτην συνηγμένας, οὐ γὰρ ὑπομνήματι τὸ τοιοῦτον, ἀλλὰ συγγράμματι πρέπει, μήτεἰς μῆκος τοσοῦτον, ὅσον ἐν ἀρχῇ τῶν ἐξηγήσεων ἐκεῖνοι πεποίηνται. τὸ δἄριστον ἐν ἅπασι τοῖς λόγοις, ὅπερ καὶ σύμμετρόν ἐστιν ἑκάστῃ πραγματείᾳ, τοῦτο ἐσπουδάσαμεν ἀπἀρχῆς μέχρι τέλους διαφυλάξαι.
§1 Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλισθὅσα χωρὶς πυρετῶν εἰσι καὶ κατὰ τὸν χειμῶνα καὶ γέρουσι ψυχρὰ γίνεσθαι τὰ τοῦ σώματος ἔσχατα μόρια, ῥῖνας καὶ πόδας καὶ ὦτα καὶ χεῖρας ἄκρας, οὐδὲν ἄτοπον. οὐ μὴν ἔν γε τοῖς ὀξέσι μέτριον τὸ κακὸν, ἀλλἱκανῶς ὀλέθριον τὸ σύμπτωμα, φλεγμοναῖς σφοδροτάταις τῶν σπλάγχνων ἐπιγινόμενον. ὀξέα δὲ προσαγορεύεσθαι νοσήματά φησιν αὐτὸς, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς. ἐν οἶς ὅταν ἄνευ μεγάλης φλεγμονῆς ὦσι, μὴ ὅτι καταψύχεσθαι τοῖς ἀκροῖς, ἀλλὰ καὶ διακαίεσθαι συμβέβηκεν. ἀλλὅταν τὸ τῆς φλεγμονῆς θερμὸν οὕτω σφοδρὸν, ὡς ἕλκειν ἐφἑαυτὸ δίκην σικύας ἐξ ὅλου τοῦ σώματος τὸ αἷμα, διακαίονται μὲν οἱ οὕτως ἔχοντες τὰ σπλάγχνα, ψύχονται δὲ τὰ ἀκρωτήρια διὰ τὴν ἔνδειαν τοῦ αἵματος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα, καὶ οἵ πλεῖστοί γε αὐτῶν οὐδὲ τῶν περιβολαίων ἀνέχονται, διὰ τὸ περὶ τοῖς σπλάγχνοις καῦμα.
§2 Οὐ γὰρ ἐπὶ μετρίαις βλάβαις ὀστῶν, ἀλλὰ ταῖς ἰσχυραῖς σηπέδοσι τὸ τοιοῦτον εἶδος τῆς χρόας ἐγγίνεται περικειμέναις σαρξὶ, σβεννυμένης δηλονότι τῆς κατὰ φύσιν θερμασίας ἐν αὐτοῖς.
§3 Οἷόν τι πάθος τοῖς μυσὶν σπασμός ἐστι, τοιοῦτον ἐν τῷ στομάχῳ γίνεται λὺγξ, ὑγροῖς ἀνιῶσιν ἐπιγινομένη, ποτὲ μὲν ὅλην τὴν κοιλίαν, ὡς τὰ πολλὰ δὲ τό τε στόμα καὶ τὸν στόμαχον αὐτῆς, καὶ ἐν τοῖς ἐμέτοις ἀποῤῥίψασα, παραχρῆμα παύεται τῆς λυγγός. ὡς ὅταν γε μηδὑπὸ τούτων παύηται, δυοῖν θάτερον ἐνδείκνυται, ἤτοι τὴν ἀρχὴν τῶν νεύρων τὸν ἐγκέφαλον τὴν γαστέρα φλεγμαίνειν οὐ μετρίαν φλεγμονήν. τὸ δὲ τῶν ὀφθαλμῶν ἔρευθος ἕπεται ἀμφοτέροις, καὶ μᾶλλόν γε ταῖς κατὰ τὸν ἐγκέφαλον φλεγμονώδεσι διαθέσεσιν.
§4 Ὅτι τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα λέλεκται πρὸς αὐτοῦ, διὰ τὸ τὴν φύσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ὑπὸ τοῦ νοσήματος νικᾶσθαι.
§5 Δυσεντερίαν μὲν ὕδρωπα τῷ λόγῳ τῆς μεταστάσεως ἴαμα γίνεσθαι μανίας οὐδὲν ἄλογον, ἐκ τῆς κεφαλῆς τῶν λυπούντων κάτω μεθισταμένων, ἔκστασιν δοὐδαμῶς διάλυσιν εἶναι μανίας, ὥστε μᾶλλον αὔξησιν ἄν τις εἴποι καὶ μέντοι καὶ εἴπερ ὄντως Ἱπποκράτης πολλαχῆ μανίαν καὶ σφοδρὰν ὠνόμασεν ἔκστασιν, οἴδαμεν οὕτω τινὰ παυσάμενον ἧς ἔμπροσθεν εἶχε μετρίας μανίας, ἐλογισάμεθά τε τῇ σφοδρότητι τῆς κινήσεως τῶν ποιούντων τὴν μανίαν αἰτίων ἀκολουθῆσαι τὴν λύσιν, ὥσπερ εἴωθε κἀν τοῖς ὀξέσι νοσήμασι τὰ σφοδρότατα τῶν συμπτωμάτων ἔστιν ὅτε κρίσεις ἀγαθὰς ἐργάζεσθαι.
§6 Καὶ αὐτὴ μὲν καθἑαυτὴν ἀποσιτία σημεῖον ἐστι μοχθηρὸν ἐν χρονίοις νοσήμασιν. ἐπὶ γὰρ τῶν σωθήσεσθαι μελλόντων ἐκ τῶν τοιούτων νοσημάτων αὐτῷ τοὐναντίον ὄρεξις σφοδροτέρα γίνεται σιτίων. ὥστοὐκ ἀγαθὸν σημεῖον ἀποσιτία. ὅταν δὲ καὶ τὰ κατὰ τὰς διαχωρήσεις ὑπάρχει πονηρὰ, πολὺ δὴ καὶ μᾶλλον. ἀκράτους δὑποχωρήσεις εἴρηκε τὰς ἀμίκτους ὑδατώδους ὑγρότητος αὐτοῦ τοῦ κενουμένου χυμοῦ μόνου διαχωροῦντος, εἴτε πικρόχολος εἴτε μελαγχολικὸς εἴτε πρασοειδὴς εἴτε τῆς ἰώδους λεγομένης ὑπάρχει χολῆς, ἐνδείκνυνται γὰρ αἱ τοιαῦται διαχωρήσεις ἐκπεφρύχθαι τὴν κατὰ φύσιν ὑγρότητα πᾶσαν ὑπὸ τῆς πυρετώδους θερμασίας.
§7 Ὅτι μὲν πολυποσία πολλὴν πόσιν οὐχ ὕδατος, ἀλλοἴνου δηλοῖ πρόδηλον παντί. παραφρονοῦσι δἐπὶ ταῖς τοιαύταις πόσεσιν ἔνιοι πληρουμένης τῆς κεφαλῆς αἵματός τε καὶ πνεύματος θερμοῦ. διαὐτὸ δὲ τοῦτο καὶ θερμότεροι γίνονται, μάλιστα μὲν τὴν κεφαλὴν, ἤδη δὲ καὶ σύμπαν τὸ σῶμα. σπάνιοί γε μὴν ἐξ αὐτῶν εἰσὶν οἱ σὺν τῇ παραφροσύνῃ ῥιγώσαντες, ἐφὧν οὐκ ἐξάπτεται τὸ σύμφυτον θερμὸν, ἀλλὰ σβέννυται διὰ τὸ πλῆθος, ὥσπερ ἐπὶ τῶν πολλῶν ξύλων ἐπιβληθέντων τῷ πυρὶ τε τοῦ λύχνου φλὸξ ἐξ ἐλαίου καταχυθέντος ἀθρόως.
§8 Φῦμα μὲν ὠνόμασεν, ὅπερ ἐν ἑτέροις αὐτὸς εἴωθε προσαγορεύειν ἐμπύημα, τὴν δἔσω ῥῆξιν αὐτοῦ τὴν εἰς τὴν γαστέρα λέγει. ταύτῃ γὰρ ἔμετος ἕπεται, ὡς αἵ γε τὸν κατὰ θώρακά τε καὶ πνεύμονα φυμάτων ῥήξεις οὐκ ἐμέτους, ἀλλἐκ ἀνάγκης μὲν βῆχα, πολλάκις δὲ καὶ πνίγα φέρουσιν, ὥσπερ γε καὶ αἱ εἰς τὰ ἔντερα συῤῥήξεις τῶν ἐμπυημάτων διαχώρησιν ἐργάζονται πύου. κοινὸν δὲ πασῶν ῥήξεων ἔκλυσίς τε καὶ λειποψυχία, διὰ τὴν τοῦ ζωτικοῦ πνεύματος ἔκκρισιν, ὡς ἑτέρωθι δέδεικται.
§9 Οὗτος ἀφορισμὸς ἡμᾶς ὠφελεῖ μεγάλα πρὸς τὸ πεισθῆναι γίνεσθαί ποτε παραφροσύνας ἐπἐνδείᾳ παραπλησίῳ τρόπῳ τοῖς κατὰ κῶλα τρόμοις. ἐκεῖνά τε γὰρ ἀῤῥωστίᾳ τῆς κινούσης αὐτὰ δυνάμεως ἀστηρίκτους ἴσχει τὰς κινήσεις, τἐγκέφαλος παραφόρους. διόπερ οὐδὲ σφοδρὸν γίνεταί ποτε τὸ τοιοῦτον εἶδος τῆς παραφροσύνης, ἀλλὰ μέτριόν τε καὶ ὡς ἂν εἴποι τις ληρῶδες, αὐτὸς γὰρ εἴωθεν ὀνομάζειν λῆρον τὴν μετρίαν παρακοπήν. ἐὰν οὖν καὶ σπασμός ποτε συνέλθῃ τῇ τοιαύτῃ παραφροσύνῃ, παντάπασιν ἀνιάτως ἔχουσιν. ἔνια μὲν οὖν τῶν ἀντιγράφων διὰ τοῦ καί συνδέσμου γέγραπται, τινὰ δὲ τὸν παραδιαζευκτικὸν ὀνομαζόμενον ἔχει τὸ , καθὃν καὶ παραφροσύνη μὲν οὐκ ἀγαθόν ἐστι σύμπτωμα μεθαἵματος ῥύσιν, εἰ καὶ μόνη συμβαίη. πολὺ δὴ μᾶλλον σπασμὸς, εἰ καὶ χωρὶς παραφροσύνης γένοιτο, μέγιστον δὲ κακὸν, εἰ ἀμφοῖν ἐστι σύνοδος. ὅπου γε καὶ μόνος διὰ τὴν ἄμετρον κένωσιν γενόμενος σπασμὸς ὀλεθριώτατόν ἐστι σύμπτωμα. τὸ μὲν γὰρ τῆς παραφροσύνης ἧττόν ἐστι κακόν.
§10 Ἐν τοῖς εἰλεοῖς οὐδὲν ὑπέρχεται κάτω καὶ τοῦτό ἐστιν ἴδιον ἀχώριστον τοῦ πάθους. ἔμετος δὲ οὐκ ἀεὶ σύνεστιν, ἀλλὅταν ὀλεθρίως ἔχωσι. καὶ εἰ πλέον δὲ σπαράττονται καὶ κόπρος αὐτοῖς ἐπανέρχεται καὶ λύζουσιν. ἔνιοι δὲ καὶ παραφρονοῦσι καὶ σπῶνται, συμπασχούσης τῆς ἀρχῆς τῶν νεύρων τῇ τοῦ στομάχου κακώσει. δοκεῖ δέ μοι γίνεσθαι τὰ τοιαῦτα τῶν ἐντέρων, ἐν οἷς διάθεσίς ἐστιν, ἀπώσασθαι ἑαυτῶν τὴν κόπρον ἐφιεμένων, ὅταν ἀνιαρὰ διὰ χρόνου μῆκος , μὴ δυναμένων δὲ διὰ τὴν ἐν τοῖς κάτω μέρεσι στέγνωσιν ἐκεῖθεν διαπέμπειν, ἀλλἀναγκαζομένων ἔμπαλιν τῇ φύσει κινεῖσθαι βιαίως καὶ πρὸς τὴν ἄνω χώραν ἐκθλίβειν τὰ λυποῦντα.
§11 Ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ πρόσκειται τὸ κακόν, ἔν τισι δἁπλῶς οὕτως γέγραπται· ἐπὶ πλευρίτιδι περιπνευμονία, βουλομένων τῶν οὕτως γραφόντων οὐχ ὅτι κακόν ἐστιν ἀγαθὸν ἐπιγινομένη πλευρίτιδι περιπνευμονία διδάσκειν νῦν αὐτὸν, ἀλλἁπλῶς αὐτὸ τοῦτο μόνον, ὅτι μεταπίπτειν εἴωθε πλευρῖτις εἰς περιπνευμονίην ἐπιγίνεσθαι πλευρίτιδι περιπνευμονίαν. μεταπίπτει μὲν οὖν ὅταν τοῦ προτέρου παυσαμένου ἕτερον γένηται, ἐπιγίνεται δὲ ὅταν διαμείναντος ἐκείνου προσγένηται ἕτερον. ἀλλὰ νῦν φαίνεται περὶ τῶν ἐπιγινομένων Ἱπποκράτης γράφων, οἷς εὐθὺς ἐξ ἀρχῆς καὶ τὸ κακοῖς εἶναι ὑπάρχει. ὥστε κἂν μὴ πρόσκειται τὸ κακὸν, ἤτοι γε ἐπακουστέον αὐτὸ κατὰ τὸν ἀπὸ κοινοῦ λεγόμενον τρόπον δυνάμει δηλοῦσθαι νομιστέον. ἅπασα γὰρ τῶν οὕτως ἐπιγινομένων σύστασις οὐ σμικροῖς οὐδἐπιεικέσιν ἕπεται νοσήμασιν, ἀλλὰ μεγάλοις τε καὶ κακοήθεσιν· οἷον εὐθέως ἐπὶ τῶν εἰρημένων κατὰ τὸν ἀφορισμὸν παθῶν, ὅταν μὴ στέγηται κατὰ τὰς πλευρὰς τὴν πλευρῖτιν ἐργαζόμενος χυμὸς, ἀφικνεῖταί τι μέρος αὐτοῦ καὶ πρὸς τὸν πνεύμονα. τῇ μέντοι περιπνευμονίᾳ πλευρῖτις οὐ πάνυ τι πέφυκεν ἕπεσθαι, διότι καὶ μὲν τὴν ἐπιεικῆ περιπνευμονίαν ἐκκαθαίρεται πᾶς λυπῶν χυμὸς ἀναβηττόμενος. ἐν δὲ ταῖς ὀλεθρίαις φθάνει πνίγειν πρὸ τοῦ τὰς πλευρὰς συμπαθεῖν.
§12 Ὅταν ὑπὸ θερμοῦ χυμοῦ περιπνευμονία, πολλοὺς ἀτμοὺς ἐπὶ τὴν κεφαλὴν ἀναπέμπουσα πληροῖ τὸν ἐγκέφαλον ἀτμῶν καὶ φρενῖτιν ἐργάζεται. τὰ δἄλλα κοινὰ πρὸς τὸν ἔμπροσθεν εἰρημένον ἀφορισμὸν, οὐκ ἐν τούτῳ μόνον, ἀλλὰ κἀν τοῖς ἐφεξῆς.
§13 Οἱ πλεῖστοι τῶν ἐξηγητῶν οὕτως ἴσασι γεγραμμένον ἀφορισμὸν τοῦτον, δὲ Μαρῖνος ἐπὶ τραύμασι γράφει. καὶ γὰρ τὸν ἑξῆς ἀφορισμὸν αὐτῷ φησι μαρτυρεῖν. ἀληθὲς μὲν οὖν καὶ τὸ τοῖς ἰσχυροῖς τραύμασι φλεγμονάς τε καὶ σπασμοὺς γίνεσθαι. τῶν δἐξηγησαμένων σχεδὸν ἁπάντων καὶ μάλιστα τῶν παλαιοτάτων, τὴν ἐπὶ καύμασιν ἰσχυροῖς γραφὴν ἐπισταμένων, ἄμεινον καὶ ἡμᾶς ἐκείνην ἐξηγεῖσθαι. τινὲς μὲν οὖν τὸ καύμασιν ἐν ἴσῳ τῷ πυρετοὺς ἤκουσαν, ἔνιοι δὲ τὴν ἐκ τοῦ περιέχοντος πύρωσιν οὕτως εἰρῆσθαί φασιν. ἔνιοι δὲ ἀντὶ τοῦ καυτηρίοις τε καὶ ἐσχάραις καὶ πάντες ἀληθεύουσιν. ἐπιγίνονται γὰρ ἅπασι τούτοις οὐκ ἐπἀγαθῷ τέτανοί τε καὶ σπασμοὶ κατὰ ξηρότητα τῶν νεύρων, οὕσπερ χαλεπωτάτους ἐδείκνυμεν ὄντας.
§14 μὲν γὰρ παραφροσύνη γνωρίζεται, φθεγγομένων τε καὶ πραττόντων οὐδενὸς ἐχόμενα λόγου. δἔκπληξίς ἐστιν, ὅταν μὴ φθέγγωνταί τι, μήτε πράττωσιν, ἀλλἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς, ἐφἡσυχίας μένωσιν ὁμοίως τοῖς ὑπὸ δέους ἐκπλαγεῖσιν. ὅτι δὲ τὰ τοιαῦτα πάντα πάσχοντος ἐγκεφάλου γίνεται πρόδηλον· ἐδείχθη γὰρ ἐν ἐκείνῳ τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἐὰν γοῦν ἐπὶ τῇ τελευτῇ προγεγραμμένον τὸ κακὸν, εὔδηλον ὡς ὀρθῶς εἴρηται. διήκει γὰρ εἰς αὐτὸν εἴσω τὸν ἐγκέφαλον ἐνδείκνυται τὴν πληγήν. ἐὰν δὲ μὴ προσγράφηται, δυνατὸν ἡμῖν ἐστι καὶ προσυπακοῦσαι, καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν ἀπὸ κοινοῦ. δυνατὸν δὲ καὶ τῷ συνενδείκνυσθαι τὰ συμπτώματα τὴν βλάβην τοῦ ἐγκεφάλου τὸ μέγεθος τῆς κακώσεως ἐπινοεῖν.
§15 Ὅτι πᾶς οὗτος κατάλογος αὐτῷ τῶν καλουμένων ἰδίως ἐπιγινομένων ἐστὶν, ὑπὲρ ὧν καὶ Πραξαγόρας ἓν ὅλον οὐ σμικρὸν ἔγραψε βιβλίον, εὔδηλον εἶναι νομίζω κἀξ αὐτοῦ τοῦ ἀφορισμοῦ. οὐ γὰρ ἅπασα πτύσις αἵματος ἑπομένην ἔχει πύου πτύσιν, ἀλλ κακοήθης μόνη, διὸ καὶ ἐκ τοῦ πνεύμονος τοὐπίπαν τοιαύτη.
§16 Ἥν ἰδίως ὀνομάζουσιν οἱ Ἕλληνες καὶ μάλισταὐτῶν οἱ Ἀθηναῖοι φθόην, ταύτην νῦν Ἱπποκράτης ὠνόμασε φθίσιν, ἐπὶ πνεύμονος ἑλκώσεσιν ἀνιάτοις, γιγνομένης ἅπαντος τοῦ σώματος ἰσχνότητος μετὰ πυρετοῦ λεπτοῦ. τὸ δὲ ῥύσις ἤτοι κατὰ τῆς τῶν τριχῶν ἐκπτώσεως κατὰ τῆς ὑγρᾶς διαχωρήσεως εἴρηκεν, ἀμφότερα γὰρ εἴωθε γίνεσθαι, ἐσχάτως ἐχόντων τῶν φθινόντων, τὸ μὲν ἐπὶ ξηρότητι, τὸ δἐπἀῤῥωστίᾳ δυνάμεως. τό γε μὴν ἐπὶ τέλει γεγραμμένον· ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσι τὸν τρόπον δηλοῖ τοῦ θανάτου τῶν ὑπὸ φθόης ἀπολλυμένων. ἄχρι γὰρ τοσούτου ζῶσιν ἰσχνοὶ γιγνόμενοι, μέχρι περ ἀναβήττειν δύνανται καὶ καθαίρειν διὰ τῶν ἀναπτυομένων τὸν πνεύμονα. μενόντων δἔνδον αὐτῶν ἐμφράττονται μὲν αἱ τῆς ἀναπνοῆς ὁδοὶ, πνίγονται δοἱ πάσχοντες.
§17 Εἶπον ἤδη καὶ πρόσθεν ὡς ἅπαντες οὗτοι οἱ ἐφεξῆς ἀλλήλων ἀφορισμοὶ γεγραμμένοι διδάσκουσι περὶ τῶν ἐπιγενομένων συμπτωμάτων τοῖς πάθεσιν αὐξανομένοις καὶ χείροσιν αὐτῶν γιγνομένας· οὕτως οὖν καὶ νῦν λὺγξ ἐφἥπατι φλεγμαίνοντι γίνεσθαι λέλεκται, οὐ διὰ παντὸς οὔθὡς ἔτυχε πάσχοντος, ἀλλὅταν εἰς μέγεθος αἴρηται ξεούσης τῆς φλεγμονῆς, ὑφἧς εἰς συμπάθειαν στόμαχος ἔρχεται, ποτὲ μὲν τῷ λόγῳ τῶν κοινῶν νεύρων, ἅπερ ἐστὶν (ὡς αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐδίδαξε) βραχύτατα. διὸ καὶ τότε μόνον συμπάθεια γίνεται τῷ στομάχῳ πρὸς τὸ ἧπαρ, ὅταν καὶ φλεγμονὴ μεγίστη τε καὶ χειρίστη γένηται. καὶ μέντοι καὶ διὰ τὸ χολὴν ἱκανῶς θερμήν τε καὶ πολλὴν ἐν ταῖς φλεγμοναῖς τοῦδε τοῦ σπλάγχνου γεννᾶσθαί τε καὶ συῤῥεῖν εἰς τὴν ἀρχὴν τῶν ἐντέρων, ἧς ἐπιπολαζούσης καὶ ἀναθεούσης εἰς τὴν γαστέρα δάκνεσθαί τε καὶ διὰ τοῦτο λύζειν τῷ στομάχῳ συμβέβηκεν. ἔνιοι δὲ οἴονται τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ ἥπατος θλῖβον τὴν κοιλίαν ἐργάζεσθαι τὴν λύγγα, διέξοδον οὐκ ἔχοντος ὡς ἐκεῖνοί φασι τοῦ πνεύματος.
§18 Ἔνιοι προστιθέασι κἀνταῦθα τὸ κακόν. ἡμῖν δεἴρηται πρόσθεν ὡς εἰ μὴ καὶ προστεθείη περιέχονται δυνάμεις. διὰ τί δὲ ταῖς ἀμέτροις ἀγρυπνίαις ἕπεται σπασμὸς παραφροσύνη, δῆλόν ἐστι τῷ μεμνημένῳ τῶν ἔμπροσθεν. μὲν γὰρ σπασμὸς ἐῤῥέθη καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὥσπερ ὑπὸ πληρώσεως, οὕτω καὶ κενώσεως γίνεσθαι. κενωτικώτατόν τι δὲ καὶ ξηραντικώτατόν ἐστιν ἀγρυπνία, καὶ διὰ τοῦτο τόν τε κατὰ ξηρότητα φέρει σπασμὸν καὶ παραφροσύνην, αὐτῷ τῷ λόγῳ τῆς ἀμέτρου ξηρότητος καὶ πρὸς τούτῳ, διότι χολωδέστερον ἐν ταῖς μακραῖς ἀγρυπνίαις γίνεται τὸ αἷμα. κατὰ τινα μέντοι τῶν ἀντιγράφων καὶ τά γε ἀκριβέστατα χωρὶς τῆς παραφροσύνη γέγραπται ἀφορισμὸς τρόπῳ τοιῷδε· ἐπὶ ἀγρυπνίῃ σπασμὸς, ὡς ἂν οἶμαι, τὰ κάκιστα τῶν ἐπιγινομένων ἐνταῦθα γράφοντος τοῦ Ἱπποκράτους.
§19 Ἐν τούτῳ τῷ λόγῳ μάλιστα χρὴ προσυπακούειν τὸ κακόν· οὐ γὰρ δὴ τοῦτό γέ φησιν ὡς διὰ παντὸς ὡς τὸ πολὺ τοῖς ἐψιλωμένοις ὀστοῖς ἐρυσίπελας ἐπιγίνεται. τοὐναντίον γὰρ πᾶν ἀληθές ἐστι, τῷ σπανίῳ ἕπεσθαι τοῖς οὕτω παθοῦσιν ὀστοῖς ἐρυσίπελας· ἀλλὅτι μοχθηρόν ἐστι σύμπτωμα, συγγυμνωθέντος ὀστοῦ τὴν πέριξ σάρκα φανῆναι κατειλημμένην ἐρυσιπέλατι.
§20 Πρόδηλον δή που καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶν, ὡς τοῖς κακοήθεσιν ἐρυσιπέλασιν ἐπιγίνεται ταῦτα.
§21 Ἐν τοῖς φλεγμαίνουσιν ἕλκεσιν σφυγμὸς γίνεται μὴ φερούσης τῆς ἐπικειμένης ταῖς ἀρτηρίαις σαρκὸς τὴν κένωσιν αὐτῶν, ἀλλὀδυνωμένης, ὅταν ἐμπίπτωσιν αὗται διαστελλομέναι. ἔστι γὰρ τοιοῦτος σφυγμὸς ὀδυνηρά τις αἴσθησις, ἐκ τῆς τῶν ἀρτηριῶν κινήσεως γινομένη, ὧν οὐδὲ αἰσθανόμεθα τὴν ἀρχὴν, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὰ μόρια, διά τε τὸ τῆς ὁμιλίας αὐτῶν ἄλυπον καὶ διὰ τὴν εὐρυχωρίαν, ἐν κινοῦνται. φλεγμονὴν δὲ τε στενοχωρία καὶ τὸ τῆς διαθέσεως ὀδυνηρὸν αἴσθησιν ἀνιαρὸν ἐργάζεται τοῖς κάμνουσιν, ἐκ τῆς κινήσεως τῶν ἀρτηριῶν, ἣν καλοῦσιν οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι σφυγμόν. ἔοικε δὲ καὶ κίνησις αὕτη τῶν ἀρτηριῶν κατὰ τὰς τοιαύτας διαθέσεις αὐξάνεσθαι. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡς ἔστι καὶ τῶν ἀλλοτρίων ἀποκριτικὴ μία τις ἐν αὐτοῖς δύναμις, ἥτις καὶ τοὺς κρισίμους ἱδρῶτας ἐργάζεται καὶ τὰς αἱμοῤῥαγίας καὶ τὰς τῆς γαστρὸς ὑποχωρήσεις, ὅσα τε ἄλλα τοιαῦτα. κατὰ ταύτην οὖν τὴν δύναμιν ἐνίοτε σφοδρότερον φύσις ἐνεργοῦσα μεγάλην τε ἅμα καὶ βίαιον ἐργάζεται τὴν κίνησιν τῶν ἀρτηριῶν, ἐφιεμένη διώσασθαι τὰ λυποῦντα καὶ οὕτως ἐπιφέρει τὰς αἱμοῤῥαγίας.
§22–37
§22 Εἴτε γὰρ ψύξις εἴθὅλως ἀνώμαλός τις εἴη δυσκρασία περὶ τὴν κοιλίαν εἴτε πνεῦμα φυσῶδες εἴτε δριμύτης τις δακνώδης ἀδύνατον αὐτοῖς εἰς πολὺν ἐκταθῆναι χρόνον ἁπάντων δεόντως περὶ τὸν κάμνοντα γιγνομένων. ἀναγκαῖον γὰρ τοῦτο προσυπακούειν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις. ὑπολείπεται γοῦν ἔτι διὰ φλεγμονὴν χρονίζειν τὴν ὀδύνην, ἥτις ἐκπυήσει τῷ χρόνῳ δηλονότι μὴ φθάσαντός γε ἀποθανεῖν τοῦ ἀνθρώπου. καὶ γὰρ τοῦτο χρὴ προσυπακούειν ἐν τοῖς τοιούτοις λόγοις ἅπασιν.
§23 Ἀκρήτους ὑποχωρήσεις εἴωθεν ὀνομάζειν Ἱπποκράτης τὰς ἀμίκτους ὑγρότητος ὑδατώδους, αὐτὸν μόνον ἐχούσας εἰλικρινῆ ὑπερχόμενον κάτω χυμὸν, εἴτε τὸν τῆς ξανθῆς χολῆς εἴτε τὸν τῆς μελαίνης. θαυμαστὸν οὖν οὐδὲν ἐπὶ ταῖς τοιαύταις ὑποχωρήσεσιν ἀναβρωθῆναί τι τῶν ἐντέρων.
§24 Ἐπὶ τοῦ κατὰ τὴν κεφαλὴν ὀστέου δηλονότι διακοπέντος οὐχ ἁπλῶς οὐδὡς ἔτυχεν, ἀλλὰ μέχρι τῆς ἐντὸς ἐπιφανείας, ἣν περιέχουσα τὸν ἐγκέφαλον ἐνδέχεται κενὴ χώρα, παραφροσύνη γίνεται· πλησιάζει γὰρ ἤδη τὸ πάθημα ταῖς μήνιγξι καὶ τῷ ἐγκεφάλῳ. Μαρῖνος δὲ οὐκ οἶδὅπως ἰδίᾳ μὲν ἀναγινώσκειν ἀξιοῖ τὸ ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη. ἰδίᾳ αὖθις ἀρχὴν ἀφορισμοῦ δευτέρου ποιεῖται, τὸ ἢν κενεὸν λάβῃ, προστιθεὶς αὐτῷ τὸ ἐκ φαρμακοποσίης σπασμὸς, οὕτως ὡς ὅλος ἀφορισμὸς τοιοῦτος γίνηται· ἢν κενεὸν λάβῃ ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες. εἰκότως τε γάρ φησιν εἰρῆσθαι τοῦτο. τὸν γὰρ ἐπὶ κενώσει γινόμενον σπασμὸν ἀεὶ μέμφεσθαι τὸν Ἱπποκράτην. ἀλλὰ τοῦτο μὲν αὐτὸ καλῶς εἶπεν Μαρῖνος, ὡς διὰ κένωσιν ἄμετρον γινόμενος σπασμὸς, ὀλέθριόν ἐστιν. οὕτω γοῦν καὶ ἐκ φαρμακοποσίης ὀλέθριος γίνεται· τὸ πρότερον δοὐκ αἰσθάνεται λόγον ἐργαζόμενος ψευδῆ· τὸ γὰρ ἐπὶ ὀστέου διακοπῇ τὴν παραφροσύνην γίνεσθαι προφανῶς ψεῦδός ἐστιν. οὔτε γὰρ κατἄλλο τι τῶν ὀστῶν οὔτε κατὰ τῆς κεφαλῆς ἕπεται τῇ διακοπῇ παραφροσύνη, πρὶν ἐπὶ τὰς μήνιγγας ἐξικέσθαι τὸ πάθος.
§25 Φαρμακοποσίας καὶ φαρμακείας ἰδίως εἴωθεν Ἱπποκράτης ὀνομάζειν τὰς τῶν καθαιρόντων φαρμακείας μόνον. ὅτι δἐπὶ τούτοις ἀμέτρως κενώσασι σπασμὸς ἐπιγινόμενος ὀλέθριόν ἐστιν, εἴ τις μέμνηται τῶν ἤδη πολλάκις εἰρημένων οὐκ ἀγνοεῖ.
§26 Γίνεται μὲν ὡς καὶ πρόσθεν ἐῤῥέθη καὶ διὰ μέγεθος φλεγμονῆς σπλάγχνων τῶν ἀκρωτηρίων ψύξις. γίνεται δὲ καὶ διὰ λειποψυχίαν τὸ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν τὸ πνίγεσθαι διὰ πλῆθος καὶ μάλισθὅταν ψυχρὸν εἴη. γίνεται δὲ καὶ διὰ ὀδύνην ἰσχυρὰν ἐν τοῖς μέσοις τοῦ σώματος ὑπάρχουσαν, διἣν συστέλλεται μὲν φύσις εἰς ἑαυτὴν, ἕπεται δαὐτῇ καὶ τὸ αἷμα καταλεῖπον οὐ μόνον τὰ ἀκρωτήρια τοῦ σώματος, οἷον πόδας καὶ χεῖρας καὶ κεφαλὴν, ἀλλὰ καὶ σύμπαν τὸ δέρμα. μερικὴν οὖν τινα αἰτίαν εἴρηκεν Ἱπποκράτης ἐν τῷδε τῷ λόγῳ, ψύξεως ἀκρωτηρίων, ὥσπερ καὶ κατἄλλους πολλοὺς ἐδείχθη λόγους τοῦτο πράττων, καὶ θαυμαστὸν οὐδέν ἐστι τὸν ἐξευρίσκοντα πρῶτον πολλὰ μὴ πάντων ὁμοῦ τὴν εὕρεσιν, ἀλλἑκάστου κατὰ μέρος ποιεῖσθαι.
§27 Περὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον τεινεσμὸς γίνεται τὴν αὐτὴν ἔχων αἰτίαν τε καὶ διάθεσιν, ἣν ἐν ταῖς δυσεντερίαις λαμβάνει τῶν ἄλλων τι τῶν ὑπερκειμένων ἐντέρων. ὠνομάσθαι δὲ τὸ πάθος ἀπὸ τῆς τάσεώς φασι τῆς γινομένης καταὐτὴν, διἣν καὶ προθυμούμενοι σφοδρῶς ἀποπατεῖν ἐξανίστανται συνεχῶς. διὰ τὴν τοιαύτην οὖν ἔντασίν τε καὶ κακοπάθειαν τό τἄλλο πᾶν σῶμα κάμνει καὶ μάλιστα πάντων μήτρα, συμφυὴς οὖσα τῷ ἀπευθυσμένῳ. θαυμαστὸν δοὐδὲν ἐπὶ σφοδραῖς τε καὶ συνεχέσιν ἐξαναστάσεσι καὶ τάσεσι ἐκτιτρώσκεσθαι τὸ κυούμενον, ὅτε καὶ ἐπὶ ταῖς ἄλλαις σφοδραῖς ἤτοι κινήσεσιν ὀδύναις τῆς κυούσης ἐκτιτρώσκεσθαι πέφυκεν.
§28 Καὶ οὗτος ἀφορισμὸς ἔμπροσθεν ἤδη γέγραπται κατὰ τήνδε τὴν λέξιν. ἐπὴν διακοπῇ ὀστέον χόνδρος νεῦρον γνάθου τὸ λεπτὸν ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται, καὶ ἐφθάσαμεν αὐτὸν ἐξηγήσασθαι μετὰ τὸ ἕκτον ὑπόμνημα.
§29 Σύνηθές ἐστι τοῖς ἄλλοις ἰατροῖς ὀνομάζειν τινὰ λευκοφλεγματίαν ὕδερον ἤγουν ὡς καὶ πελιδνοῦ τινος φλέγματος ὡς κατὰ μὲν τὸν ἑαυτοῦ λόγον ὑπάρχοντος ἀεὶ λευκοῦ, διἐπιμιξίαν δέ τινα τῶν ἄλλων χυμῶν μεταβάλλοντος τὸ ἀκριβὲς τῆς χρόας. δύναται δὲ καὶ ὡς ἐν τῷ περὶ ἄρθρων ἔγραψε· σπόνδυλοι δοἱ κατὰ ῥάχιν οὐχ ὡς οὐκ ὄντων τῶν σπονδύλων ἑτέρωθι διοριζόμενος, ἀλλἁπλῇ προσθήκῃ χρώμενος, οὕτως κἀνταῦθα χωρὶς διορισμοῦ τὴν προσθήκην τοῦ λευκοῦ πεποιῆσθαι. τὸ δὑπὸ διαῤῥοίας ἰσχυρᾶς χρονίας, ἑκατέρως γὰρ γράφεται, λύεσθαι τὴν τοῦ λευκοῦ φλέγματος πλεονεξίαν κοινὸν καὶ πρὸς ἄλλα πολλὰ τῶν οὕτως εἰρημένων αὐτῷ.
§30 Ἀδιορίστως εἴρηται τοῦτο, γένοιτο μὲν γὰρ ἄν ποτε τὸ διαχωρούμενον ἀφρῶδες, ἐκ τῆς κεφαλῆς ἐπιῤῥέοντος ὑγροῦ πνευματώδους εἰς τὴν γαστέρα· γένοιτο δἄν ποτε καὶ τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων ἐκχεόντων αὐτό. συσταίη δἂν ἐνίοτε καὶ κατὰ τὴν γαστέρα, μίαν μὲν ὡς ἂν εἴποι τις, ἔχον αἰτίαν συνεκτικὴν, ὅπως ἂν ἐκκρίνηταί τε καὶ γένηται, προηγουμένας δὲ πλείους. ἔστι δὲ συνεκτικὴ τοῦ τοιούτου φλέγματος αἰτία πνεῦμα φυσῶδες ἐν τῇ πρὸς ὑγρότητα μίξει σφοδρᾷ καὶ ἀνωμάλῳ κινήσει κεχρημένον, ὡς αὐτό τε θραυσθῆναι καὶ τὸ φλέγμα θραῦσαι κατὰ πολλὰ καὶ σμικρὰ μόρια. τῆς δὲ τοιαύτης αὐτῷ κινήσεως τε οἰκεία φύσις αἰτία καί ποτε καὶ πλῆθος θερμασίας. οὕτως γοῦν ἐπὶ τε τῶν ἑψημένων ἀφρὸς ὁρᾶται καὶ μάλισθὅταν γλίσχρα τὴν φύσιν, ἔν τε τῇ θαλάττῃ κατὰ τὰς βιαίας τῶν ἀνέμων ἐμβολάς. ὅσοι δὲ ἡγοῦνται διὰ τοῦ πνεύμονος εἰς τὴν γαστέρα τὴν ὁδοιπορίαν γίνεσθαι τῷ φλέγματι καὶ διὰ τοῦτο ἀφρῶδες αὐτὸ φαίνεσθαι, οὐκ οἶδα τί φήσουσιν ἐπὶ τῶν ἀπὸ κεφαλῆς σαφῶς εἰς πνεύμονα ῥευματιζομένων. ἐχρῆν μὲν γὰρ αὐτοὺς ἀφρώδη διαχωρεῖν. οἱ δοὔτε διαχωροῦσιν οὔτἀναβήττουσιν ἀφρώδη, καίτοι πολλάκις ἐναργῶς αἱ τραχεῖαι κατὰ σπλάγχνον ἀρτηρίαι πλήρεις εἰσὶ τοῦ καταῤῥέοντος ἐκ τῆς κεφαλῆς, πεφθὲν μὲν ἀναπτύεται πύῳ παραπλήσιον, ἀφρῶδες δοὐ γίνεται. ἀλλοὐδαἷμα διὰ παντὸς ἀφρῶδες ἀναπτύουσιν ἐκ πνεύμονος. ἔοικεν οὖν ὅταν ἐξ αὐτῆς τοῦ σπλάγχνου τῆς ἰδίας οὐσίας συναναφέρηταί τι ἀφρῶδες γίνεσθαι τὸ αἷμα. πτύουσί γε μὴν καὶ οἱ πλευριτικοί ποτε τὸ ἀφρῶδες, ἔτι τε σπανιώτερον αὐτῶν μᾶλλον οἱ περιπνευμονικοί. θερμασίας δέ μοι δοκεῖ ἀκράτου τε καὶ πυρώδους ἠθροισμένης ἐν τοῖς πάσχουσι μορίοις. εἰ δὲ τὸ καταῤῥέον ἐκ τῆς κεφαλῆς εἰς τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, ὡς ἔνιοί φασι, διεξέρχεται κάτω, πρῶτον μὲν εἰς τὰς τῆς καρδίας κοιλίας αὐτὸ παραγίνεσθαι δεήσει, μετὰ δὲ τοῦτο δυοῖν θάτερον, ἤτοι διὰ τῆς κοίλης φλεβὸς εἰς μὲν τὰ κυρτὰ τοῦ ἥπατος πρῶτον, εἶτα ἐκεῖθεν εἰς τὰ σιμὰ καὶ οὕτως διὰ τῶν πυλῶν εἰς τὰς τῶν ἐντέρων ἕλικας, πρῶτον μὲν εἰς τὴν μεγάλην ἀρτηρίαν, εἶθοὕτως εἰς τὴν τοῦ μεσεντερίου. καὶ πῶς ἂν ἔτι μένειν ἀφρῶδες ἀναμιχθέν τε τῷ αἵματι καὶ τοσαύτας διεξελθὸν ἅμα αὐτῷ φλέβας.
§31 Καὶ οὗτος λόγος διορισθεὶς ἀληθὴς γίνεται μαρτυρούμενος ὑπὸ τῆς πείρας. ὀλέθρια μὲν γάρ ἐστι τὰ κριμνώδη τῶν οὔρων, κἀν τῷ προγνωστικῷ λέλεκται καὶ φθάνουσιν ἀποθνήσκειν οἱ πλεῖστοι πρὶν χρονίσαι τὴν νόσον. ὅσοι δἐξ αὐτῶν ἐσώθησαν, ἐχρόνισαν οὗτοι πάντες, ὡς ἂν πολλῆς τῆς πέψεως δεομένης τῆς διαθέσεως, ἐφ τὸ τοιοῦτον οὖρον οὐροῦσιν. εἴρηται δἡμῖν ἐν τοῖς περὶ κρίσεων ὑπὲρ ἁπάντων οὔρων ἐπὶ πλέον ἔν γε μὴν ταῖς ἐπιδημίαις. ἀρκέσει γάρ μοι δυοῖν ἀῤῥώστοιν μνημονεῦσαι, κατὰ μὲν τὸ πρῶτον τοῦ μετὰ τρεῖς καταστάσεις δευτέρου γεγραμμένου Σιληνοῦ, περὶ οὗ κατὰ τὴν διήγησιν οὕτως εἶπεν· οὔρησεν ἀθρόως ὑπὸ τοῦ χυμοῦ κενούμενον ὑπόστασις κριμνώδης, λευκὴ, ἄκρεα πάλιν ψυχρὰ, ἑνδεκάτῃ ἀπέθανε. κατὰ δὲ τὸ τρίτον τοῦ τρίτου τῶν ἀῤῥώστων, περὶ οὗ κατὰ μὲν τὴν ἀρχὴν τῆς διηγήσεως οὕτως ἔγραψεν· κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ. προελθὼν δὲ μετὀλίγον, οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμικρὰ οἷον κρίμνα. τοῦτον δὲ φησι τεσσαρακοσταῖον κριθῆναι. δῆλον οὖν κἀκ τούτων τῶν παραδειγμάτων, ὅσοι μὲν σωθήσεσθαι μέλλουσι τῶν οὐρησάντων κριμνώδη, χρονίζουσιν, ὅσοι δὲ ὀλεθρίως ἔχουσι, τούτους ἐνδέχεται καὶ διὰ ταχέων ἀποθανεῖν.
§32 Τὸ μὲν χολῶδες ἀεὶ ὀξείας ἐργάζεται νόσους. εἴρηται γὰρ ἡμῖν ὅτι τὸν πικρόχολον χυμὸν οὕτως ὀνομάζειν ἔθος ἐστὶ τοῖς παλαιοῖς ἰατροῖς, ὡς τόν γε μελαγχολικὸν ἀεὶ μετὰ προσθήκης λέγουσιν, οὐχ ἁπλῶς χολὴν ὡς τὴν ξανθὴν, ἀλλὰ μέλαιναν χολήν. τὸ δἄνωθεν λεπταὶ, τουτέστιν ὑδατώδεες. οὕτω γὰρ εἴωθε χρῆσθαι τῇ τοῦ λεπτοῦ προσηγορίᾳ Ἱπποκράτης, δόξειεν ἂν οὐ καλῶς εἰρῆσθαι. τὸ γὰρ ὑδατῶδες οὖρον ἄπεπτόν ἐστι καὶ χρόνιον. ἐγὼ γοῦν οὐκ ἐθεασάμην ποτὲ οὖρον ὡς τὸ ὑφιστάμενον ἐν αὐτῷ χολῶδες εἶναι, τὸ δἐπιπολάζον ὑδατῶδες. οὐκ ἀλόγως οὖν ἔνιοι τῶν ἐξηγητῶν ἔφασαν οὐ τόπου δηλωτικὸν, ἀλλὰ χρόνου τὸ ἄνωθεν ἐπίῤῥημα νῦν εἶναι, καθάπερ εἰ καὶ οὕτως εἴρηται. τῶν οὔρων αἱ ὑποστάσεις, ὅταν ἐξ ἀρχῆς μὲν ὦσι λεπταὶ, μετὰ δὲ ταῦτα χολώδεις γεννηθῶσιν, ὀξεῖαν ἀῤῥωστίαν δηλοῦσιν.
§33 Τὰ διεστηκότα κυρίως μὲν ἀκούοντι ἀδύνατόν τι δηλώσει. συνεχὲς γὰρ ἑαυτῷ τὸ οὖρόν ἐστιν ἀεὶ μηδεμίαν ἐν τῷ μέσῳ χώραν ἔχον κενήν. εἰ δὲ τὸ κατὰ τὴν σύστασιν ἀνώμαλον εἰρῆσθαι δεχοίμεθα, δεόντως εἶπε ταραχὴν ἰσχυρὰν αὐτὸ σημαίνειν. ἐπικρατούσης μὲν γὰρ τῆς φύσεως ὁμαλῶς ἥνωται πάντα, στασιαζόντων δὲ τῶν νοσωδῶν αἰτίων αὐτῇ, τὸ μὲν κρατούμενόν τε καὶ πεττόμενον ἑτέραν ἴσχει τὴν ἰδέαν, τὸ δὲ ἀνθιστάμενόν τε καὶ στασιάζον ἑτέραν. καὶ ὅταν γε πλείω τὰ τοιαῦθὑπάρχει, ποικιλωτέραν ἀποφαίνει τὴν ἀνωμαλίαν τῶν οὔρων καὶ τὴν αἰτίαν αὐτῶν τὴν ταραχήν.
§34 Πομφόλυγες γίνονται περιτεινομένης ὑγρότητος φυσώδει πνεύματι. μᾶλλον δὲ εἴωθε τὸ τοιοῦτον συμβαίνειν, ὁπόταν ἔχῃ τι γλίσχρον ὑγρότης. τηνικαῦτα δὲ καὶ αἱ πομφόλυγες αὗται δύσλυτοί τε καὶ μόνιμοι γίνονται. σημεῖον οὖν ἐστι τὸ συνεκκρίνεσθαι τοῖς οὔροις πνεῦμα φυσῶδες ἀῤῥωστίας νεφρῶν ψυχρᾶς. τοιαύτη γὰρ ἀθροίζει τὸ φυσῶδες πνεῦμα καὶ διὰ τοῦτό φησιν ἔσεσθαι τὴν ἀῤῥωστίαν μακράν. τὸ γὰρ ψυχρὸν ἅπαν δύσλυτόν τε καὶ δύσπεπτόν ἐστι καὶ διὰ τοῦτο χρόνιον. ἔνιοι δὲ φασιν ὑπὸ τῆς δριμύτητος τῶν οὔρων ἀνεστομωμένας τὰς κατὰ νεφροὺς ἀρτηρίας ἐκκρίνειν τι τοῦ πνεύματος, συνεξερχόμενον τοῖς οὔροις τὰς πομφόλυγας ἐργάζεται.
§35 Εἴτε διαχώρησις εἴτοὖρον λιπαρὸν, ἐπὶ συντήξει γίνεται πιμελῆς οὐ μᾶλλόν τι τῆς κατὰ τοὺς νεφροὺς τῆς καθὅλον τὸ ζῶον. ὅθεν οὐδὲ νεφριτικὸν ἰδίως ἐστὶ τὸ σημεῖον, ἀλλὰ κοινὸν ἁπάσης πιμελῆς τηκομένης ὑπὸ θερμασίας πυρώδους· τοίνυν οὕτως ἀκουστέον ἐστὶν ὡς ἐπὶ τῶν νεφριτικῶν εἶναι ὁμολογουμένων, οὐ τὸ γένος τοῦ πάθους, ἀλλὰ τὴν ὀξύτητα διαγινώσκοντός τε καὶ προλέγοντος ἐν τῷδε τοῦ Ἱπποκράτους τὰ νεφριτικὰ μεταγραπτέον, ὡς ἔνιοι τῶν ἐξηγησαμένων ἐποίησαν εἰς τὰ φρενιτικά. καίτοι γε τοῦτο οὐδὲ φρενίτιδος μόνης σημεῖον οὔτε τῆς ἁπλῶς οὔτε τῆς διακαοῦς, ἀλλὰ παντὸς συντήκοντος πυρετοῦ. τό γε μὴν ἀθρόον προσκείμενον τῷ λόγῳ δύναται μὲν καὶ τὴν τοῦ χρόνου βραχύτητα δηλοῦν, δύναται δοὐδὲν ἦττον καὶ τὴν τοῦ τόπου τὸ γὰρ ἐσφιγμένον ἑαυτῷ τε συνεχόμενον ἀθρόον ὀνομάζομεν, ἐναντίον ὑπάρχον τῷ διεσπασμένῳ. ταυτὶ μὲν οὖν ἄχρι τοσούτου καὶ τοῖς διδασκάλοις ἡμῶν ἡρμήνευται. τὸ δέ μοι δοκοῦν ἤδη φράσω· τὸ ἀθρόον προσκείμενον τῷ λόγῳ δοκεῖ μοι κατὰ τοῦ χρόνου λελέχθαι καὶ διὰ τοῦτο τῆς περὶ τοὺς νεφροὺς πιμελῆς ἐνδείκνυσθαι τῆξιν. αἱ γοῦν ἐν ἄλλοις μέρεσι τοῦ ζώου τηκόμεναι πιμελαὶ κατὰ βραχὺ καὶ οὐκ ἀθρόως ἐπὶ τὴν οὔρησιν ἀφικνοῦνται, μεταλαμβανομένης τῆς συντήξεως εἰς τὰς πρώτας μὲν τὰς πλησίον αὐτῆς φλέβας, ἐφεξῆς δὲ τὰς συνεχεῖς. εἶταὖθις εἰς ἄλλας τε καὶ ἄλλας μέχρι περ ἂν ἐπὶ τοὺς νεφροὺς ἀφίκηται. τῆς δὲ περὶ τοὺς νεφροὺς πιμελῆς τακείσης μετάληψις εἰς οὖρα ταχίστη τε ἅμα καὶ οὐ κατὰ βραχύ. πᾶσα δὲ ἀθρόως γίνεται καὶ διὰ τοῦτο περὶ τοῖς νεφροῖς αὐτοῖς ἐνδείκνυται τὴν διάθεσιν ὑπάρχειν. τούτῳ καὶ τὴν πεῖραν εὑρήσεις μαρτυροῦσαν, ἐὰν ἀκριβῶς παραφυλάττῃς. καὶ μέντοι καὶ διττῆς οὔσης γραφῆς, ἔν τισι μὲν γὰρ ἀντιγράφοις ἐπίστασις, ἔν τισι δὲ ὑπόστασις γέγραπται, τὴν προτέραν ἀληθεστέραν εἶναί φαμεν· ἐφίσταται γὰρ ἀεὶ τὸ λιπαρὸν, οὐχ ὑφιζάνει. καὶ μέντοι καὶ τῇ τοῦ πρόσθεν ἀφορισμοῦ λέξει συμφωνεῖ μᾶλλον τοιαύτη γραφή. καταὐτὴν γὰρ εἶπεν Ἱπποκράτης, ὁκόσοισι δὲ ἐπὶ τοῖς οὔροις πομφόλυγες ἐφίστανται, νεφριτικὰ σημαίνει καὶ μακρὴν τὴν ἀῤῥωστίαν ἔσεσθαι. ἀκόλουθον οὖν τὸ ἐφίστανται τοῖς ἐφεξῆς εἰρημένοις ἐστίν. ὁκόσοισι δὲ λιπαρὰ ὑπόστασις καὶ ἀθρόως, τουτέοισιν νεφριτικὰ σημαίνει καὶ ὀξείην τὴν νόσον ἔσεσθαι.
§36 Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς διαγνωστικὰ σημεῖα πασχόντων νεφρῶν ἔγραψεν, ἐν τούτῳ δὲ περὶ τῶν ὁμολογουμένων ἐκ πλείονος χρόνου νεφριτικῶν εἶναι διδάσκει, λέγων ἐπαὐτῶν ἀπόστασιν ἔσεσθαι τοῖς προγεγραμμένοις σημείοις προελθόντος πόνου, τουτέστιν ἀλγήματος κατὰ τοὺς ῥαχιαίους μῦς, οὓς καὶ ῥαχίτας ὀνομάζουσιν οἱ ἰατροί. διττὸν δέ ἐστι γένος τῶν μυῶν τούτων, ἓν μὲν ὄπισθεν ὑπὸ τῷ δέρματι περιλαμβάνον ἑκατέρωθεν ὅλην τὴν ἄκανθαν, ἕτερον δἐν τοῖς πρόσω μέρεσιν ἐπιτεταμένον οὐ καθὅλης τῆς ῥάχεως, ἀλλὰ μόνων τῶν κατὀσφὺν μερῶν. καθὁποτέρους οὖν αὐτῶν ἐρείδῃ τὸ ἄλγημα καὶ τὴν ἀπόστασιν ἐκεῖ γενήσεσθαι προσδέχου. πότερον δὲ τῶν νεφρῶν αὐτῶν ἐκπυησάντων μόνων τῶν μυῶν ποτε καὶ συναμφοτέρων οὐκέτι διώρισεν. μέντοι πεῖρα δείκνυσιν ἅπαντα τὰ γινόμενα. καὶ γὰρ οἶς μύες ἐνίοτε μόνοι τοῦτο πάσχουσιν, ἤτοι γε οἱ ἔνδον τε πρόσω οἱ πίσω τε καὶ ἔξω καὶ χωρὶς τῶν μυῶν, οἱ νεφροὶ ποτὲ μὲν εἴσω, ποτὲ δὲ ἔξω ῥεπούσης αὐτοῖς τῆς ἀποστάσεως.
§37 Ἐμεῖται μὲν ἐκ στομάχου καὶ γαστρὸς, ἀναβήττεται δὲ τὰ ἐκ τῆς τραχείας ἀρτηρίας ἀναφερόμενα καὶ πνεύμονος. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τὸ βιβλίον εἰρῆσθαί φασι τὸ ἐμέουσι καὶ κατὰ τῶν ἐξ ἀρτηρίας τε καὶ πνεύμονος ἀναγόντων αἷμα. καίτοι γε σωτήριον εἶναι τοῦτο τὸ πάθημα, τουτέστι θεραπευθῆναι δυνάμενον, ὅταν μὴ πυρέττωσιν οἱ κάμνοντες, οὐκ ἀληθές. εἰ γὰρ καὶ ὅτι μάλιστα χωρὶς πυρετοῦ τις ἐκ πνεύμονος ἀναβήττοι τὸ αἷμα, κίνδυνός ἐστι καὶ τούτῳ μὴ θεραπευθῆναι καὶ πάντως, χρονίζοντος αὐτοῦ γενήσονται ὕστερον καὶ οἱ πυρετοί. διὰ τοῦτο μὲν οὖν ἄμεινον ἀκούειν τοῦ ἐμέουσιν ὀνόματος ὡς κυρίως εἰρημένου, προσεπισκοπεῖσθαί τε καὶ διορίζεσθαι τό τἀκίνδυνον ἐν αὐτῷ καὶ τὸ κινδυνῶδες ἐκ τοῦ πυρέττειν μή. τοῖς μὲν γὰρ ἀπυρέτοις εὔδηλον ὡς οὐδεμία φλεγμονὴ κατὰ τὸν τόπον ἐστὶν, ὅθεν ἀναφέρεται τὸ αἷμα, ὥστε ἤτοι κατἀναστόμωσιν ἀγγείου γίνεσθαι τὸν ἔμετον τοῦ αἵματος μεθἑλκώσεως, ἀλλὰ χωρὶς φλεγμονῆς. θεραπεύεται δὲ τὰ χωρὶς φλεγμονῆς ἕλκη ῥᾳδίως τοῖς στυπτικοῖς. ὅσον δὲ σὺν φλεγμονῇ τε ἅμα καὶ πυρετοῖς ἐστι, μὴ ὅτι θεραπείας τυχεῖν, ἀλλοὐδἐπὶ ταὐτοῦ δύναται διαμεῖναι μεγέθους, ἀεὶ γὰρ μείζω καὶ κακοηθέστερα γίνονται.
§38–51
§38 Ἄνω κοιλίαν νῦν ὀνομάζει τὴν ὑπὸ τοῦ θώρακος περιγραφομένην, ἣν πνεύμων κατείληφε καὶ διὰ τοῦτο εἰς τοῦτον ἐκ τῆς κεφαλῆς κατάῤῥους φέρεται διὰ τῆς τραχείας ἀρτηρίας. ἐκπυΐσκεται δὲ τὸ πλεῖστον ἐν ἡμέραις εἴκοσι καὶ οὐχ ὡς οἱ πλεῖστοι γράφουσιν, ἡμέραις εἴκοσι μιᾷ. διὰ παντὸς γὰρ Ἱπποκράτης τὴν κ΄ ἡμέραν κρίσιμον, οὐ τὴν κα΄ οἶδεν, ὡς ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἔδειξα.
§39 Σχεδὸν μὲν ἐν ἅπασι τοῖς ἀντιγράφοις ἀφορισμὸς οὗτος γέγραπται· περιελεῖν δὲ αὐτὸν χρὴ διὰ τὸν ἔμπροσθεν εἰρημένον. ἐξηγησάμεθα γὰρ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων τοιοῦτον ὑπάρχοντα τῇ λέξει, ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίη ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσεῖ. κατὰ γοῦν αὐτὸν τὸν προκείμενον ἀφορισμὸν τελευτὴ διττὴν ἔχει τὴν γραφὴν, μίαν μὲν, ὡς προγέγραπται, ἑτέραν δὲ τὴν κύστιν νοσέειν σημαίνει.
§40 Ἀκρατῆ μὲν ὀνομάζει γλῶσσαν ἤτοι τὴν ἀστήρικτον ὡς μὴ διαθροῦσαν ἀκριβῶς τὴν φωνὴν τὴν ἀκίνητόν τε καὶ παραλελυμένην παντάπασιν. ἀπόπληκτον δέ τι τοῦ σώματος τὸ παραλελυμένον. διὰ τί δὲ ἐξαίφνης γινόμενα ταῦτα μελαγχολικὰ ὑπάρχειν φησὶν οὐκ οἶδα. μελαγχολίας μὲν γὰρ, ἣν δὴ καὶ συνήθως ἅπαντες Ἕλληνες ὁμολογοῦσιν, ὀρθῶς εἴρηται πρὸς αὐτοῦ τὰ τοιαῦτα γνωρίσματα, ἢν φόβος δυσθυμία πολὺν χρόνον ἔχουσα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. ἄλλως δὲ μελαγχολικὰ λέγομεν εἶναι πάθη τούς τε καρκίνους καὶ τοὺς ἰλέφαντας, ἔτι τε λέπρας καὶ ψώρας καὶ μέλανας ἀλφούς. ἀλλοὐδὲ τῶν τοιούτων παθῶν τινος οὔτε τῆς ὑπὸ πάντων ὀνομαζομένης μελαγχολίας ὁρᾶται προηγουμένη γλώσσης ἀκράτεια, καθάπερ οὐδὲ μορίου τινὸς ἀποπληξία. λοιπὸν οὖν ἐστι λέγειν, ὥσπερ ἐπὶ τεταρταίου πυρετοῦ, μελαγχολικὸν εἶναί φαμεν αἴσιον τὸν τῆς περιόδου χυμὸν, οὕτω καὶ τῶν εἰρημένων παθημάτων, τῆς τε κατὰ τὴν γλῶτταν ἀκρατείας καὶ τῆς τοῦ μορίου παραλύσεως. καὶ δυνατόν γε τῷ πάχει τοῦ χυμοῦ τὰ τοιαῦτα ἀκολουθῆσαι παθήματα, καθάπερ τῷ παχεῖ τε καὶ γλίσχρῳ φλέγματι, οὔκουν ἁπλῶς μελαγχολικὸν ἐροῦμεν εἶναι τῶν εἰρημένων ἑκάτερον, ὥσπερ οὐδὲ φλεγματικὸν ἁπλῶς, ἀλλὰ φλεγματικὸν καὶ μελαγχολικόν. τὸ δὲ ἐξαίφνης πρόσκειται τῷ λόγῳ διὰ τὰς κατὰ βραχὺ γιγνομένας βλάβας, ἐπί τε φλεγμονῇ σκιῤῥουμένῃ καὶ δυσκρασίᾳ δυσλύτῳ.
§41 Κοινὸς οὗτος λόγος κατἄμφω, καὶ καθὅσον ἅπασι τοῖς ὑπερκαθαιρομένοις οὐκ ἀγαθὸν λὺγξ καὶ καθὅσον τοῖς πρεσβυτέροις τὰ μοχθηρὰ πάντα χείρω διὰ τὴν ἡλικίας ἀσθένειαν.
§42 Δηλοῖ σαφῶς ἐν τούτῳ τῷ λόγω μὴ πάντας ἀπὸ χολῆς γίνεσθαι τοὺς πυρετούς. δηλοῖ δὲ καὶ ὅτι πλὴν τῶν ἐπὶ χολῆς γινομένων οἱ λοιποὶ πάντες ὕδατος πολλοῦ καταχεομένου ἐπὶ τῆς κεφαλῆς λύονται. κατὰ τοῦτον γοῦν τὸν λόγον κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐπὶ Μελίτωνος ἔγραψε, λουτροῖς ἐχρήσατο κατὰ τῆς κεφαλῆς. οἵ τε γὰρ ἐπἐγκαύσει καὶ ψύξει γινόμενοι πυρετοὶ πρὸς τῶν τοιούτων ὀνίνανται λουτρῶν, οἵ τἐπὶ κόποις οὐδὲν ἧττον, οἵ τε διὰ στέγνωσιν πόρων, εἴτε διἔμφραξιν εἴτε διὰ μύσιν στεγνωθέντων. ἀναπνεῦσαι γὰρ ἐπαὐτῶν χρὴ καὶ διαφορηθῆναι τὴν πυρετώδη θερμασίαν. οὐ μὴν ὅταν γε φλεγμονή τις καὶ χωρὶς φλεγμονῆς χυμῶν σηπεδὼν ἀνάπτῃ τὴν πυρετώδη θερμασίαν, ὀνίνησι τὰ λουτρὰ πρὶν ἤτοι κενωθῆναι τοὺς λυποῦντας χυμοὺς πεφθῆναι. ἀλλὰ τά γε τοιαῦτα νοσήματα πλευρίτιδάς τε καὶ περιπνευμονίας ἡπατίτιδάς τε καὶ σπληνίτιδας ἐκάλουν οἱ παλαιοὶ, σύμπτωμα τιθέμενοι τὸν πυρετὸν αὐτὸν, οὐκ αὐτὸ πάθος. ἐφὧν δὲ χωρὶς μορίου φλεγμονῆς οἱ κατὰ τὰς φλέβας χυμοὶ σηπόμενοι πυρετοὶ ἀνάπτουσιν, ἐπἐκείνων μόνων ἔλεγον ὑπὸ πυρετοῦ τὸν ἄνθρωπον ὀχλεῖσθαι καὶ πυρετὸν ἔχειν αὐτὸν, ἐπἐκείνων δὲ καὶ τὰς διαφορὰς τῶν πυρετῶν ἔγραψαν, ἠπίαλον καὶ λειπυρίαν, ἑλκώδη τε καὶ τυφώδη καὶ λοιμώδη καὶ καῦσον. ἡπατίτην δὲ τὸν πυρετὸν καὶ σπληνῖτιν περιπνευμονίην πλευρίτην οὐδεὶς εἶπεν, ὥστε νῦν λόγος ἐστὶ τῷ Ἱπποκράτει περὶ τῶν αὐτῶν πυρετῶν μορίων ἄνευ φλεγμονῆς. κατὰ μέντοι τὰ πλεῖστα τῶν ἀντιγράφων οὐχ ὕδατος, ἀλλἱδρῶτος γέγραπται, τοιαύτην τινὰ ἔννοιαν ἐνδεικνυμένης τῆς γραφῆς· ἐὰν πυρετὸς μὴ ὑπὸ χολῆς ἔχῃ, πολὺς ἱδρὼς ἀπὸ τῆς κεφαλῆς καταῤῥέων λύει τὸν πυρετὸν, οὐ δήπου τῆς κεφαλῆς μόνης ἐκχεῖσθαι τὸν ἱδρῶτα λέγοντος τοῦ Ἱπποκράτους, ἀλλἀπὸ πρώτου φαινομένου μορίου περὶ παντὸς τοῦ σώματος δηλοῦντος. ἐπὶ ταύτῃ τῇ γραφῇ συμβήσεται τοὺς διὰ χολὴν πυρέττοντας ὑπὸ τῶν τοιούτων ἱδρώτων μηδὲν ὀνίνασθαι. καὶ μὴν ἐναργῶς γε λύονται πολλάκις οἵ τἄλλοι πυρετοὶ καὶ καθοὓς ξανθὴ χολὴ πλείστη τριταῖοί τε καὶ καῦσοι. βελτίων οὖν προτέρα γραφὴ θεραπείαν ἀληθῆ διδάσκουσα τοῦ γένους τῶν εἰρημένων πυρετῶν, ὅσοι διὰ κόπους ἐγκαύσεις ψύξεις ὅλως στεγνώσεις τοῦ δέρματος γίγνονται. τὸ μὲν οὖν μὴ ἀπὸ χολῆς ῥῆμα καὶ τὴν ὠχρὰν δύναται καὶ τὴν μέλαιναν ἐνδείκνυσθαι χολήν. οὐ μὴν ἐπί γε ταύταις μόναις ἐδείκνυμεν, ἀλλὰ καὶ διὰ φλέγμα σηπόμενον γίνεσθαι πυρετὸν καὶ κατὰ τοῦτο μόνον ἀφορισμὸς οὐκ ἀληθεύειν δόξει, πλὴν εἰ τὴν σηπεδόνα τοῦ φλέγματος εἰς χολώδη χυμὸν ἀξιώσειέ τις μεταπίπτειν.
§43.1 Ἀμφιδέξιον Εὐριπίδης εἴρηκε σίδηρον τὸν ἑκατέρωθεν μὲν τέμνοντα, περιδέξιον δὲ τὸν Ἀστεροπαῖον Ὅμηρος τὸν ἀμφοτέραις ταῖς χερσὶν ὁμοίως χρώμενον, ὡσεὶ καὶ ἀμφοτεροδέξιον εἰρήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀμφαριστερὸν Ἀριστοφάνης εἶπεν ἐν Ταγηνίταις ἄνθρωπον ἀμφοτέρωθεν ἀριστερόν. Ἱππῶναξ ἀμφιδέξιον ἔφη κατὰ τόνδε τὸν ἴαμβον.
§43.2 ἄνδρες μὲν οὖν ἀμφοτέραις ταῖς χερσὶν ὡς δεξιαῖς χρώμενοι πολλάκις ὤφθησαν, γυνὴ δὲ οὐδεμία μέχρι δεῦρο, διὰ τὴν ἀσθένειαν τῆς φύσεως. εἴπερ γὰρ ἀμφοτέραις ταῖς χερσὶ διὰ ῥώμην τῆς κατὰ τὰ νεῦρα καὶ τοὺς μῦς δυνάμεως ἄνδρες τινὲς χρῶνται, δεόντως οὐδεμία γυνὴ χρήσεται, γε ἀγαπητόν ἐστι τῇ δεξιᾷ μόνῃ χρῆσθαι μετρίως. τὰς γοῦν Ἀμαζονίδας αὐτός φησιν ἐπικαίειν τὸν δεξιὸν τιτθὸν, ἵνα εἰς τὴν πλησίον χεῖρα πλείονος τροφῆς ἀφικνουμένης εὐρωστία τις αὐτῇ προσγένηται, ὡς τῇ φύσει γε καὶ ταύτης ὑπαρχούσης ἀσθενοῦς. ἔνιοι μέντοι φασὶν ἀμφιδέξιον εἰρῆσθαι τὴν ἐν τῷ δεξιῷ μέρει τῆς μήτρας γινομένην. καὶ τούτων ἔτἀλογώτερον ἕτεροι περὶ τῶν ἑρμαφροδίτων ὀνομαζομένων τὸν λόγον εἶναί φασι τῷ Ἱπποκράτει τῷ μὲν ἄῤῥενι προσγίνεσθαι φάσκοντι γυναικεῖον αἰδοῖον, τῇ θηλείᾳ δὲ μὴ προσγίνεσθαι τὸ ἀνδρεῖον.
§44 Ἐμπυήματα μὲν εἴωθεν ὀνομάζειν οὐ τὰ κατὰ θώρακα μόνον, ἀλλὰ καὶ τὰ καθὁτιοῦν μόριον ἄλλον τοῦ σώματος εἰς πῦον ἀλλοιωθέντα φύματα. μόνους δὲ ἐμπύους προσαγορεύει τοὐπίπαν ἐξαιρέτους, οἷς μεταξὺ θώρακός τε καὶ πνεύμονος ἤθροισται τὸ πῦον, οὓς ὅτι συνήθως ἔκαιον οἱ παλαιοὶ μαθεῖν ἔστι καὶ ἐξ ὧν εἴρηκε Πλάτων κωμικὸς ἐπὶ Κινησίου κατὰ τήνδε τὴν ῥῆσιν· μετὰ ταῦτα δὲ Εὐαγόρου παῖς ἐκ πλευρίτιδος Κινησίας σκελετὸς, ἄπυος, καλάμινα σκέλη φορῶν, φθόης προφήτης, ἐσχάρας κεκαυμένος πλείστας ὑπΕὐρυφῶντος ἐν τῷ σώματι. ὅτι δὲ τὸ μὲν πῦον τὸ λευκὸν ἀγαθόν ἐστι, τὸ δὲ βορβορῶδες καὶ δυσῶδες μοχθηρὸν οὐδεὶς ἀγνοεῖ.
§45 αὐτὸς εἶπε τὴν αἰτίαν, διἣν οἱ μὲν ἀπόλλυνται τῶν οὕτως ἐχόντων, οἱ δὲ περιγίνονται· καὶ γὰρ οἷς ἐν χιτῶνι τὸ πῦον ἐστι μηδὲν πεπονθυίας τῆς οὐσίας τοῦ σπλάγχνου σώζονται πάντες, οἷς δἄχρι τῆς τοῦ ἥπατος σαρκὸς φθορὰ διήκει, δεόντως ἀποθνήσκουσιν. ὅτι δὲ ἀμόργην ὀνομάζουσιν οἱ Ἕλληνες τὴν ὑπόστασιν τοῦ ἐλαίου καὶ ὅτι τοιαύτης εἰκὸς γίνεσθαι τὴν ἄπεπτον σηπεδόνα τοῦ ἥπατος εὔδηλον παντί.
§46 Τῶν παραγεγραμμένων εἶναί μοι δοκεῖ καὶ οὗτος ἀφορισμὸς, οὐχ ὁμολογῶν ἑνὶ τῶν ἔμπροσθεν εἰρημένων τὸ ὀδύνην ὀφθαλμῶν ἀκρατοποσίαν λουτρὸν πυρίην φλεβοτομίην φαρμακείην λύειν. τοῦτον μὲν τὸν ἀφορισμὸν ἐξήγημαι κατὰ τὸ ἕκτον ὑπόμνημα, δεικνὺς τὰς διαθέσεις, ἐφὧν ἕκαστον χρὴ τῶν βοηθημάτων ἄγειν εἰς χρῆσιν. δὲ νῦν προκείμενος ἀφορισμὸς ἐπὶ μιᾶς διαθέσεως ἀξιοῖ χρῆσθαι τοῖς τρισὶ βοηθήμασιν. εἰ μὲν οὖν ἔχει τις ἡμᾶς διδάξαι τὴν διάθεσιν,· ἐφἧς χρεία τῶν τριῶν ἐστι βοηθημάτων, εἰσόμεθα χάριν αὐτῷ· μέχρι δἂν ἐξηγῶνται μὲν τὸν ἀφορισμὸν ὡς γνήσιον, μὴ διδάσκωσι δἡμᾶς τὴν διάθεσιν, οὐ πεισόμεθα ταῖς ἐξηγήσεσιν αὐτῶν. γοῦν λέγουσιν οἱ ὅλως ἐγχειρήσαντες εἰπεῖν τι, κἂν μετρίως πιθανὰ, ἔστι τοιαῦτα. ἐφὧν αἷμα παχὺ τὸ πλεονάζον ἐστὶ καὶ διὰ τοῦτο κενώσεως χρῇζον, ἄμεινον νομίζουσι χέοντες πρότερον αὐτὸ μετὰ ταῦτα χρῆσθαι τῇ φλεβοτομίᾳ, χεθήσεσθαι δὲ πιόντων τὸν ἄκρατον νῶν καμνόντων καὶ λουσαμένων. ἀλλοἱ ταῦτα λέγοντες ὅτι μηδέποτε διὰ πείρας ἦλθον ὧν λέγουσιν, ἀκριβῶς ἴσασιν οἱ τῶν ἔργων τῆς τέχνης τρίβωνες. οὔτε γὰρ οἶνον οὔτε λουτρὸν ἀνέχεται πληθωρικὴ διάθεσις ἄνευ μεγίστης βλάβης, ἀλλἔστι ταῦτα τὰ βοηθήματα ταχέως αἵματος ἐσφηνωμένου κατά τι μόριον ἄνευ τοῦ καθὅλον τὸ σῶμα πλήθους. οὕτω γοῦν καὶ Ἀσκληπιάδης οἴνῳ χρῆται μετὰ τὴν τοῦ παντὸς σώματος κένωσιν, ὑπὲρ τοῦ τὰς ἐνστάσεις ἰᾶσθαι. πλήθους δὄντος ἐν ὁλῷ τῷ σώματι διαῤῥαγῆναι φθάνουσιν οἱ χιτῶνες ὀφθαλμῶν ἐν αὐτῷ τῷ πίνειν τε καὶ λούεσθαι. ὥστε εἰ μὲν ἄνευ πλήθους ὀδύνη γίγνοιτο, διἔμφραξίν τε καὶ σφήνωσιν αἵματος παχέος, ὀρθῶς μὲν λούσουσί τε καὶ οἶνον δώσουσιν, οὐκ ὀρθῶς δὲ φλεβοτομήσουσιν· εἰ δὲ πλῆθος εἵη, καλῶς μὲν φλεβοτομήσουσιν, οὐκ ὀρθῶς δὲ λούσουσι καὶ οἶνον δώσουσιν.
§47 Τοῦτο πρόσθεν εἴρηται· τοῖς ὑδρωπικοῖς βὴξ ἐπιγενομένη κακόν.
§48 Ὅτι μὲν στραγγουρία τὴν κατὰ στράγγα τῶν οὔρων ἀπόκρισιν δηλοῖ τοὔνομα αὐτὸ διδάσκει. δυσουρία δὲ δύναται μὲν καὶ μετὀδύνης οὔρησις εἰρῆσθαι, δύναται δὲ καὶ μετὰ δυσχερείας τινὸς, ὡς μόγις ἐνεργεῖν τὴν κύστιν. τὴν μὲν οὖν στραγγουρίαν αὐτῶν τε τῶν οὔρων ἐργάζεται δριμύτης, ἀῤῥωστία τε τῆς καθεκτικῆς ἐν τῇ κύστει δυνάμεως, ἥτις γίνεται διὰ δυσκρασίαν καὶ μάλιστα τὴν ψυχράν. τὴν δὲ δυσουρίαν, εἰ μὲν μετὰ ὀδύνης εἴη, φλεγμονὴ καὶ ἀπόστημα καὶ ἕλκωσις ἀνώμαλός τε δυσκρασία καὶ πνεῦμα φυσῶδες· εἰ δὲ δυσχερής τις κίνησις εἴη, ἀῤῥωστία δυνάμεως παρὰ φύσιν ὄγκος. ἐκ τούτων ἁπασῶν τῶν διαθέσεων τὴν μὲν ψύξιν θώρηξις λύει, τουτέστιν ἤτοι ἁπλῶς οἴνου πόσις ἀκρατεστέρου· καὶ μέντοι τὴν τοιαύτην φλεγμονὴν, ἥτις διἔμφραξιν παχέος αἵματος ἄνευ πλήθους ἐγένετο, τὴν δὲ σὺν πλήθει φλεγμονὴν, ἤδη δὲ καὶ τὴν ἄλλην, ὅση χωρὶς μὲν ἐνδείας ἐστὶ, μετεὐρωστίας δὲ δυνάμεως, ἰᾶται φλεβοτομία. περὶ δὲ τοῦ τέμνειν τὰς εἴσω φλέβας εἴρηταί μοι κατὰ τὸ πρὸ τούτου βιβλίον, ἐν τόνδε τὸν ἀφορισμὸν ἐξηγούμην, δυσουρίην φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.
§49 Οὗτος ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν· ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ βρόγχῳ ἀγαθόν. ἐξήγημαι δαὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. ἐνταῦθοὖν ἔοικε παραγεγράφθαι, προσθεῖναί τινος βουληθέντος τὸ ἔξω γὰρ τρέπεται τὸ πάθος.
§50 Τὸ σφακελίζειν μὲν, ὡς πολλάκις εἴρηκεν ἐν τῷ περὶ ἀγμῶν καὶ ἄρθρων, ἐπὶ τοῦ διαφθείρεσθαι τοὔνομα φέρων, ἐνταυθοῖ οὐκ ἐγχωρεῖ φθορὰν ἀκοῦσαι τοῦ ἐγκεφάλου προκειμένου τοῦ, ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται. εἰ γὰρ δὴ φθορὰ τῆς οὐσίας ἐστὶν ὅλης ἑκάστου τῶν σφακελιζόντων μορίων σφάκελος, οὐκ ἐνδέχεται θεραπευθῆναι τὸν οὕτω κάμνοντα. μή ποτε οὖν ἐνίοτε οὕτω καταχρώμενοι φέρωσι τοὔνομα καὶ κατὰ τῶν ἀρχομένων μὲν ἐμπίπτειν τῇ διαθέσει, μηδέπω δἀκριβῶς ἐχόντων αὐτὴν συμπεπληρωμένην. τοιαῦτα γάρ τινα κἀπὶ τῶν σαρκωδῶν μορίων ἐν ταῖς γαγγραίναις συμβαίνει, τοῦ μὲν πάθους αὐτοῦ διὰ μέγεθος τῆς φλεγμονῆς ἀναισθησίαν τε καὶ μελασμὸν πάντως γε νεκρώδη τινὰ χροιὰν ἐπιφέροντος τῷ πάσχοντι μορίῳ. γαγγραινοῦσθαι δὲ λέγομεν καὶ τὸν ἀρχόμενον ἐμπίπτειν τῇ διαθέσει. ὥσπερ οὖν γάγγραιναν ἤδη μὲν συμπεπληρωμένην, ὡς νενεκρῶσθαι τὸ μόριον ἀδύνατον ἰᾶσθαι, γεννωμένην δἔτι δυνατὸν, οὕτω καὶ σφάκελον. καίτοι γε καὶ τὴν ἐν τοῖς σαρκώδεσι μορίοις νέκρωσιν ἐπὶ μεγέθει φλεγμονῆς, ἣν ἰδίως ὀνομάζουσι γάγγραιναν οἱ ἰατροὶ καὶ ταύτην οἱ Ἕλληνες ἐκάλουν σφάκελον. οὕτω γοῦν μοι δοκεῖ καὶ Ἡρόδοτος τὸν μηρὸν εἰρηκέναι τοῦ Καμβύσου σφακελίζεσθαι καὶ τὸν ἐγκέφαλον δὲ σφακελίζειν οὕτως ἄν τις εἴποι μόνως· καὶ μέντοι καὶ διὰ τί παχὺς θάνατος ἐπαὐτοῦ, πρόδηλον ὡς τοῦ τε πάθους ὄντος χαλεπωτάτου καὶ μορίου κυριωτάτου. μὴ φθάσαντος δὲ ἀποθανεῖν ἐν τρισὶ ταῖς πρώταις ἡμέραις τοῦ κάμνοντος, ἀλλεἰς τὴν τετάρτην ἀφικομένου, παρακμάζειν τε χρὴ τὸ πάθος ἐλπίζειν, ἐῤῥῶσθαί τε τὴν δύναμιν, ὡς κρατῆσαι τελέως αὐτοῦ.
§51 Αἱ τοιαῦται λέξεις δύο σημαίνουσιν, ἓν μὲν καθόλου λεγόμενον ἐπὶ παντὸς τοῦ προκειμένου πράγματος, ὥσπερ ἐνταῦθα τῶν πταρμῶν, ἕτερον δἐπὶ μέρους, ὡς ἐνταῦθα περὶ τῶν ἐξ ἐγκεφάλου γινομένων πταρμῶν. μὲν οὖν πρῶτος λόγος ἔσται τοιοῦτος· πᾶς πταρμὸς ἐξ ἐγκεφάλου γίνεται, διαθερμαινομένου τοῦ ἐγκεφάλου διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, ὥσπερ ἐστὶν ἀληθέστερος· οὐ γὰρ πᾶς πταρμὸς γίνεται διαθερμαινομένου τοῦ ἐγκεφάλου διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ. πτεροῖς γοῦν τινες ἐρεθίζοντες τὰς ῥῖνας πτάρνυνται καὶ μετὰ βηχὸς δέ τι πνεῦμα κάτωθεν ἀφικνούμενον εἰς τοὺς τῆς ῥινὸς πόρους αἴτιον γίνεται πταρμοῦ. καὶ τὸ νομίζειν δὲ τὸν ἐκ τῆς κεφαλῆς ἐκκρινόμενον ἀέρα μόνον εἶναι τὸν ψοφοῦντα, προφανῶς ψεῦδός ἐστιν. ἐναργῶς γὰρ φαίνεται κάτωθεν ἐκ τοῦ πνεύμονος ἀὴρ ἀναφερόμενος, ἀθρόως συστελλομένου τοῦ θώρακος. ἀλλὰ καὶ τὸ προηγεῖσθαι τοῦ πταρμοῦ τὴν εἰσπνοὴν ἀθροιζούσης τῆς φύσεως ἀέρα δαψιλῆ, πρὸς τὴν τοῦ πταρμοῦ γένεσιν ὁμολογεῖ τοῖς εἰρημένοις. μόνος οὖν τὴν ἀρχὴν τῆς γενέσεως ἔχων, ὄρεξιν τῆς φύσεως ἀποκρῖναι φυσῶδες ἐκ τῆς κεφαλῆς πνεῦμα, τοῦτον γίνεται τὸν τρόπον, ὃν ἐπιχειρεῖ διδάσκειν ἀφορισμὸς, οὐδὲ τοῦτον ἴσως πάντα, τὸ γὰρ διυγραινομένου περιττὸν εἰς πταρμοῦ γένεσιν. εἰ γὰρ καὶ πλεονάζει τι κατὰ τὴν κεφαλὴν ὑγρὸν, οὐκ ἐργάζεται πταρμὸν ἄνευ τοῦ πνευματωθῆναι· καὶ τοῦτο φαίνεται προφανῶς ἐπὶ πολλῶν ἐκκρινόντων μὲν ὑγρότητα διὰ μυκτήρων παμπόλλην, οὐ πταρνυμένων ἐξ ἀνάγκης ἐπὶ πολύ. ἐκεῖνοι μὲν γὰρ μόνοι πτάρνυνται τῶν οὕτω διακειμένων, οἷς δακνῶδές ἐστι τὸ καταῤῥέον ὑγρὸν, ὡς εἰ καὶ τοῖς μυκτῆρσιν αὐτοῖς ἐνθείης τι δακνῶδες. ὥσπερ γὰρ βήξ φυσικόν τι σύμπτωμά ἐστιν, ἕνεκα τοῦ καθαίρεσθαι τὰς ἐν τῷ πνεύμονι τραχείας ἀρτηρίας, οὕτω καὶ πταρμὸς ἐναργῶς φαίνεται καθαίρων τοὺς κατὰ τὴν ῥῖνα πόρους. διττῆς δοὔσης αὐτοῖς τῆς συντρήσεως, εὐρείας μὲν εἰς τὸ στόμα, διὰ λεπτοτέρων δὲ πόρων εἰς τὸν ἐγκέφαλον. μὲν εἰς τὸ στόμα σύντρησις ὑπὸ τοῦ κάτωθεν ἀναφερομένου πνεύματος, οἱ δεἰς τὸν ἐγκέφαλον ἀνήκοντες πόροι πρὸς τοῦ κατιόντος ἐξ ἐκείνου καθαίρονται. καί σοι παραφυλάττοντι φανοῦνται κουφίζοντες τὰ βάρη τῆς κεφαλῆς οἱ ἐξ ἐγκεφάλου τὴν ἀρχὴν τῆς κινήσεως ἔχοντες πταρμοί. γίνονται γὰρ ἀραιουμένων καθαιρομένων τε τῶν κατὰ τὴν κεφαλὴν ὑγρῶν ἐκκρινομένων τε τῇ τῆς φύσεως ὁρμῇ. τὸ δἀραιοῦσθαι γίνεται αὐτοῖς θερμαινομένοις. θερμαίνονται δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας ἀναζωπυρουμένης, ἧς διὰ τὴν ἀῤῥωστίαν πρότερον ἤθροιστο τὰ περιττὰ τῶν ὑγρῶν. ὅταν οὖν εἴπῃ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, μάλιστα μὲν ἀκουστέον τοῦ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου, ἤδη δὲ καὶ τοῦ περιέχοντος αὐτὸν ἔξωθεν. εὔπορον γάρ ἐστι κἀκεῖνο διὰ τοῦ ἐγκεφάλου, πρότερον μὲν εἰς τὰς κοιλίας αὐτὰς, ἐντεῦθεν δὑπελθεῖν εἰς τὴν ῥῖνα. τὸ δὲ τῷ ἀθρόῳ τῆς ἐκπτώσεως αὐτοῦ γίνεσθαι τὸν ψόφον, αὐτὸς Ἱπποκράτης εἶπεν. ἔστι δὲ τοῦτο κοινὸν ὁποτέρωθεν ἂν ἔχηται, εἴτοὖν ἐκ τοῦ πνεύμονος ἀναφερόμενος εἴτἐκ τῆς κεφαλῆς καταφερόμενος.
§52–65
§52 Τὸ ἐπιγινόμενον ὄνομα δηλωτικόν ἐστι τοῦ πρόσθεν, ὅτι περιωδυνῶντο, μὴ πυρέττειν αὐτούς. εἴπερ οὖν τὸ ἧπαρ ὀδυνᾶται σφοδρῶς διὰ φλεγμονὴν ἰσχυρὰν διὰ πνεῦμα φυσῶδες, οὐκ ἦν αὐτοῖς φλεγμονὴ, πάντως γὰρ ἂν ἐπύρεττον. εὔλογον οὖν ὑπὸ φυσώδους πνεύματος ὀδυνᾶσθαι τὸ σπλάγχνον αὐτοῖς. ὀδυνᾶται μὲν καὶ διἔμφραξιν, ἀλλὰ μετρίως καὶ μετὰ βάρους μᾶλλον σφοδρᾶς ὀδύνης. δὲ σφοδρὰ ὀδύνη διὰ πνεῦμα φυσῶδες φλεγμονὴν ἤτοι μεγίστην διαπυΐσκουσαν γίνεται.
§53 Οὗτος ἀφορισμὸς μόριόν ἐστι τοῦ διὰ τοῦ ἔμπροσθεν εἰρημένου κατὰ τόνδε τὸν τρόπον· ὁκόσοις φαρμακείη φλεβοτομίη συμφέρει, τοῦ ἦρος φλεβοτομεῖν φαρμακεύειν. ἔν τισι δὲ τῶν ἀντιγράφων ὅλως οὐ γέγραπται. καὶ τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον ἴσασι δίς τε γράφουσιν αὐτὸν, ἔνιοι δοὐδὅλως μέμνηνται. θαυμάσαι δἐστὶ τῶν μὴ μόνον γραφόντων δὶς τοὺς αὐτοὺς ἀφορισμοὺς, ἀλλὰ καὶ τὰς ἐξηγήσεις προστιθέντων ἐν τοῖς αὐτοῖς ὑπομνήμασιν, ἄνευ τοῦ ἐπισημαίνεσθαι, ἤδη τῶν ἔμπροσθεν γεγραμμένων ὑπάρχειν αὐτοὺς, ἐνίους μὲν ὅλους, ἐνίους δἐκ μέρους, ὥσπερ καὶ τόνδε. τί ποτοὖν ἔδοξεν τοῖς προστιθεῖσι τοὺς τοιούτους ἀφορισμοὺς ἐπὶ τῆς τοῦ βιβλίου τελευτῆς αὐτῷ τῷ Ἱπποκράτει, δὶς ὑπὲρ τῶν αὐτῶν μνημονεύειν καί τισι τῶν ἐξηγησαμένων δὶς ἐξηγεῖσθαι, μὰ τοὺς θεοὺς, οὐκ ἔχω συμβαλεῖν. οὔτε γὰρ αὐτὸν τὸν συγγραφέα πιθανόν ἐστιν ἐπιλήσμονα τῶν τηλικούτων ὑπάρχειν, καὶ μάλισθὅταν τοιοῦτος, οἶον ἴσμεν ἐν ἅπασιν ὄντα τὸν Ἱπποκράτην, οὔτε τῶν προστιθέντων λήθην τοσαύτην τινα ἄλλην πανουργίαν ἐστὶν ἐπινοῆσαι, διἣν δὶς ἔγραψαν ὑπὲρ τῶν αὐτῶν. ἔτι τε μᾶλλόν ἐστι τῶν ἐξηγητῶν ἐκείνων θαυμάζειν ὅσοι δὶς ἐξηγούμενοι τοὺς αὐτοὺς ἀφορισμοὺς οὐδαὐτὸ τοῦτο προσέθεσαν, ὅτι δεύτερον αὐτὸ ποιοῦσι. καὶ τούτων ἔτι μᾶλλον ὅσοι καὶ διαφόρους ἐξηγήσεις ἔγραψαν, ἔν τε τούτοις ἐπὶ τῇ τελευτῇ καὶ τοῖς ἔμπροσθεν ἐπὶ τῶν αὐτῶν εἰρημένοις.
§54 Εἰκότως ἀπορεῖν μοι δοκεῖ Μαρῖνος, ἀδύνατον ἡγούμενος συστῆναι μεταξὺ γαστρὸς καὶ φρενῶν φλέγμα. καταῤῥυήσεται γὰρ αὐτὸ κάτω μέχρι τῶν τῆς ἥβης ὀστῶν. οὐ μὴν οὐδὲ μεταληφῆναι δύνασθαί φησιν εἰς τὰς φλέβας τοῦτο, καθάπερ ἐπὶ τῶν ὑδερικῶν λεπτὴ καὶ ὑδατώδης ὑγρότης μεταλαμβανομένη διοὔρων ἐκκρίνεται. ἀκούειν οὖν φησι χρῆναι τοῦ μεταξὺ τῶν φρενῶν τε καὶ τῆς γαστρὸς, ἀντὶ τοῦ μεταξὺ φρενῶν ἰδίου σώματος, σαρκῶδές ἐστι καὶ τῆς τοῦ περιτοναίνου κορυφῆς. ἀλλεἰ καὶ οὕτως ἀκούσαιμεν, Μαρῖνε, τὴν εἰς τὰς φλέβας μετάληψιν ὁμοίως ἄπορον εἴη. οὐ δυνατὸν γὰρ ἐντεῦθεν ἐπὶ τοὺς νεφροὺς ἀφικέσθαι διὰ φλεβῶν, οὐδἐκ τῆς ὑπὸ τὸ περιτόναιον εὐρυχωρίας ἀδύνατον πρὸς τῷ καὶ παντελῶς ἄκυρον εἶναι τὴν κατάχρησιν τῆς κατὰ γαστέρα προσηγορίας. οὐδὲν γὰρ ὅμοιόν ἐστι περιτοναίῳ καὶ γαστρὶ, διότι τῆς προσηγορίας κοινωνήσουσι. κάλλιον ἦν ἀκούειν μὲν ὥσπερ ἅπαντες ἤκουσαν, ἐκείνην ὑπαὐτοῦ λέγεσθαι τὴν εὐρυχωρίαν, ὅση κάτω μέν ἐστι τῶν φρενῶν, ἔνδον τε τοῦ κατἐπιγάστριον περιτοναίου, σκοπεῖν τε εἰ δυνατόν ἐστιν λέγει γινωσκόντων ἡμῶν ὡς ἀεὶ ταῖς ὕλαις ὁδὸν εὑρίσκειν οἴεται τὴν φύσιν Ἱπποκράτης, ὅταν ἐῤῥωμένη τυγχάνει κἂν ὅτι μάλιστα παχεῖαί πώς εἰσι καὶ διὰ λεπτῶν ὁδοιποροῦσι πόρων, ὅπου γε καὶ διὀστῶν ἀποστάσεις γίνεσθαί φησιν. ὁρῶμεν δὲ καὶ τὸ μεταξὺ θώρακός τε καὶ πνεύμονος ὑγρὸν ἐπὶ τῶν ἐμπύων ἀναβηττόμενον. ἐνίοτε δὲ καὶ διὰ τοῦ δέρματος ὑγιοῦς ὑπάρχοντος αἷμα διεκπῖπτον ἐπὶ τῶν πωρουμένων ὀστῶν. οὔκουν οὐδἐφοὗ νῦν εἶπεν Ἱπποκράτης φλέγματος ἀδύνατον παντάπασιν ὑποληπτέον εἰς οὖρα γενέσθαι μετάληψιν, ἀλλἐγχωρεῖν ποτε καὶ τοῦτο ὑπὸ τῆς φύσεως πραχθῆναι, προλεπτυνάσης κατὰ βραχὺ τὸ φλέγμα, καθάπερ ἐπὶ τῶν ἐμπύων τὸ πῦον.
§55 Ἐπιτηδειότατόν ἐστι τὸ ἧπαρ ὑδατίδας γεννῆσαι κατὰ τὸν ἔξωθεν αὐτῷ περικείμενον ὑμένα. φαίνεται γοῦν ἐπὶ τῶν σφαττομένων ζώων ἐνίοτε μεστόν. ἐὰν οὖν ποτε συμβῇ ῥαγῆναι τὰς ὑδατίδας, ἐκχεῖται δηλονότι τὸ ὕδωρ εἰς τὴν κατἐπιγάστριον περιτοναίου χώραν, ἐν καὶ τὸ κατὰ τοὺς ὑδέρους ἀθροίζεται. εἰς δὲ τὸ ἐπίπλοον οὐχ οἷον τε ῥαγῆναι τὸ ὕδωρ ἄνευ τοῦ διαβρωθῆναί πως αὐτό. στεγανὸν γάρ ἐστι πανταχόθεν, ὡς μηδὲν εἰς αὐτὸ παρεμπεσεῖν ἐκ μηδενὸς ἄλλου μορίου, πλὴν ἐκ γαστρὸς καὶ κώλου καὶ σπληνὸς, ἐκείνων τε τῶν μερῶν, ὅθεν ἐκπέφυκεν· τοίνυν βούλεται διαβιβρώσκεσθαι τὸν περιτόναιον ἐν τοῖς δεξιοῖς δηλονότι μέρεσιν αὐτοῦ καθ πλησιάζει τῷ ἥπατι. εἰς τὸ ἐπίπλουν ἀκουστέον ἀντὶ τοῦ εἰς τὴν χώραν αὐτοῦ. τὸ δἐμπίπλασθαι τὴν κοιλίαν ὕδατος οὐκ ἐπαὐτῆς εἴρηται τῆς τὰ σιτία δεχομένης γαστρὸς, ἀλλὰ τοῦ παντὸς κύτους, κάτω τοῦ θώρακός ἐστι, καθ σημαινόμενον οἵ τε προγάστορες λέγονται καὶ αἱ γυναῖκες ἔχειν ἐν γαστρί. τὸ δἀποθνήσκειν οἷς ἐνταῦθα τὸ ὕδωρ ἀθροίζεται σκεπτέον. γὰρ διηνεκῶς ἀκουστέον ὡς τὸ πολύ. σώζονται γοῦν ἔνιοι καὶ τῶν ὑδερικῶν, καίτοι τῆς τοιαύτης χώρας αὐτοῖς ὕδατος ἐμπλησθείσης. οὐ μὴν οὐδἀδύνατόν ἐστιν ὥσπερ ἐπἐκείνων, διά τε τῶν ὑδατώδη καθαιρόντων φαρμάκων καὶ προσέτι τῶν οὐρητικῶν, ἐπιθημάτων τε τῶν ἐξατμίζειν δυναμένων ὑγρότητα τοιαύτην, οὕτω κἀπὶ τούτων γενήσεσθαι τὴν θεραπείαν.
§56 Σολοικοφανὲς εἰκότως ἐνίοις ἔδοξεν εἶναι τὸ σχῆμα τοῦ λόγου καὶ διὰ τοῦτἔνιοι καταἰτιατικὰς πτώσεις ἔγραψαν ἁλύκην, χάσμην, φρίκην, οἶνος ἴσος ἴσῳ πινόμενος λύει. διαφέρει γοῦν εἰς τὸ παρὸν, καθὁποτέραν ἄν τις γραφὴν ἐξηγήσηται τὸν ἀφορισμόν. ἐπίστασθαι γὰρ χρὴ πρῶτον ὅτι προσηγόρευκεν ἁλύκην, ἣν οἱ πολλοὶ τῶν Ἑλλήνων ὀνομάζουσιν ἅλην, ἔπειτα δἥτις ἐστὶν τοῦτἐργαζομένη τὸ σύμπτωμα διάθεσις. ἁλύειν μὲν οὖν λέγουσιν ἐκείνους τῶν ὑγιαινόντων, ὅσοιπερ ἂν ἀεὶ τοῖς παροῦσι δυσχεραίνοντες ἄλλοτε εἰς ἄλλα μεταβαίνουσι πράγματά τε καὶ πράξεις. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσούντων ἐκείνης ἁλύειν φασὶν ὅσοι μὴ φέροντες τὴν κατάκλισιν ἐξαλλάττουσι τὰ σχήματα διὰ τὸ δύσφορον ἀεὶ τὸ παρὸν εἶναι. τοῦτο δὲ ἔγνωμεν ἐκείνοις μάλιστα συμβαῖνον, οἷσπερ ἂν ἐν τῷ στόματι τῆς γαστρὸς, ὅπερ ἐνίοτε καταχρώμενοι στόμαχον ὀνομάζουσι, περιέχεταί τις ἰδιότης ὑγρότητος ἀνιαρᾶς, οὔτε πολλῆς οὔτἐμπλεούσης τῷ κύτει τῆς γαστρὸς, ἀνατρεπομένης δὲ εἰς τοὺς χιτῶνας αὐτῆς. ἀλλὰ καὶ τὸ χασμᾶσθαι, καθάπερ καὶ σκοτοδινᾶσθαι περιεχομένης τινὸς ἐν τοῖς μυσὶ, διὧν καὶ κατὰ προαίρεσιν γίνονται κινήσεις, ἤτοι ὑγρότητος πνευματώδους πνεύματος ἀτμώδους γίνεσθαι δέδεικται. καὶ φρίκη δὲ μοχθηρῶν χυμῶν διαθεόντων κατὰ τὸ δέρμα συμβαίνει. δῆλον δὲ ὅτι περὶ τῆς ἐκ τοῦ νοσώδους σώματος ὁρμωμένης φρίκης λόγος νῦν ἡμῖν ἐστιν, οὐ τῆς ὑπό τινος αἰτίας ἔξωθεν. ἕκαστον οὖν τούτων τῶν εἰρημένων οἴνου πόσις θεραπεύει ἀκρατεστέρου, τὴν συμμετρίαν δὲ τῆς κράσεως αὐτὸς ἐδήλωσεν εἰπών. οἶνος ἴσος ἴσῳ πινόμενος· ὕδατι γὰρ δηλονότι κεράννυσθαι βούλεται τὸν οἶνον ἴσῳ, χάριν τοῦ τὸ μὲν διώσασθαι, κενῶσθαι τῶν λυπηρῶν, ὅσον ἂν ὑπείκῃ τῇ ῥύμῃ τῆς τοῦ οἴνου φορᾶς, τὸ δὑπόλοιπον ἐπικράσαι. θερμαίνει γὰρ, ὡς ἴσμεν, οἶνος ἅπαν τὸ σῶμα καὶ ταχέως ἐπὶ πάντα φέρεται τὰ μόρια, μετὰ τοῦ χυμοὺς χρηστοὺς ἐργάζεσθαι.
§57 Καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τοῖς ἔμπροσθεν Ἱπποκράτης ἔγραψεν, ἡμεῖς δὲ ἐξηγησάμεθα κατὰ τήνδε τὴν λέξιν εἰρημένην· ὁκόσοισιν ἐν τῇ οὐρήθρᾳ φύματα φύεται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύσις
§58 Καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν ἐν τισὶ μὲν τῶν ἀντιγράφων ἀφώνους ἐστὶν εὑρεῖν κατὰ τὴν πληθυντικὴν αἰτιατικὴν πτῶσιν γεγραμμένον, ἐν τισὶ δὲ κατὰ τὴν ἑνικὴν ἄφωνον ἐν σολοικοφανεῖ σχήματι. διαφέρει δὲ οὐδὲν οὐδἐνταῦθα πρός γε τὰ παρόντα γινωσκόντων ἡμῶν ὡς ἔθος ἐστὶ τῷ Ἱπποκράτει πολλάκις ἀφἑνὸς συμπτώματος τοῦ προδηλοτάτου, τῆς ἀφωνίας, ὀνομάζειν οὕτω καὶ δηλοῦν, ὅσοι μηδἄλλην τινὰ τῶν νατὰ προαίρεσιν ἀποσώζουσι κινήσεων μηδὅλως αἰσθάνονται. κεῖνται δὲ ὡσαύτως τοῖς ἀποπληκτικοῖς ἀναίσθητοί τε ἅμα καὶ ἀκίνητοι· γίνεται μὲν οὖν καὶ διἄλλας αἰτίας τοῦτο. νυνὶ μέντοι τῆς σείσεως τοῦ ἐγκεφάλου μνημονεύει Ἱπποκράτης καὶ ταύτῃ τὴν τοιαύτην ὅλου τοῦ σώματος ἔσεσθαί φησι διάθεσιν. σεισθῆναι δὲ οὕτω συμβαίνει τὸν ἐγκέφαλον διά τινα βιαίαν πτῶσιν ὅλου τοῦ σώματος ἐξ ὑψηλῶν γεγενημένην χωρίων. αἱ γὰρ τοιαῦται καταπτώσεις εἰώθασι καὶ τὴν ἐν τοῖς τῆς ῥαχέως σπονδύλοις σεῖσιν ἐργάζεσθαι, ὅταν αἱ μὲν ἁρμονίαι κινηθῶσιν αὐτῶν, δἐν κοιλότητι περιεχόμενος νωτιαῖος πονήσῃ, διασεισθεὶς δὲ σφοδρῶς εἰς κίνδυνον ἄγει ῥήξεων ἔνια τῶν ἀποπεφυκότων αὐτῷ νεύρων, ὅπερ οὐχ ἥκιστα καὶ κατὰ τὸν ἐγκέφαλον γίνεται καὶ τοσούτῳ γε μᾶλλον, ὅσῳ καὶ πλείων ἐστὶν πέριξ αὐτοῦ χώρα κενὴ καὶ μᾶλλον ἐπὶ τῶν πρεσβυτέρων, ὡς ἐν ταῖς ἀνατομικαῖς πραγματείαις λέλεκται, συστέλλεται γοῦν ψυχικὴ δύναμις εἰς ἑαυτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν, ἀνιαθεῖσα τῇ σφαλερᾷ κινήσει καὶ διὰ τοῦτο ἡσυχάζει. τῶν δἀποφύσεων ἔνιαι μὲν ἱκανῶς τείνονται, τινὲς δἐκ μέρους γε διασπῶνται. κατὰ τοῦτο μέχρι περ ἂν ἀνακτήσηται πάλιν ἑαυτὴν ψυχικὴ δύναμις, ἄφωνόν τε καὶ ἀκίνητον ὅλον κεῖται τὸ παθὸν οὕτω ζῶον. εἰ δἀποσπασθῆναι φθάσειεν κατά τι μέρος αὐτοῦ κατασπασθῆναι ἐγκέφαλος, οὐκέτι ἀναφέρουσι.
§59 Ὅτι μὲν οὖν ὅσα ξηραίνει βοηθήματα τῶν ὑγρῶν παθημάτων ἐστὶν ἰατικὰ πρόδηλον, εἴ γε δὴ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. ὅτι δὲ καὶ λιμὸς ξηραίνει κατὰ συμβεβηκὸς οὐκ ἄδηλον. ἐὰν γὰρ ἀποῤῥέῃ μέν τι τοῦ σώματος, ὡς καὶ πρόσθεν, ἀναπληρῶται δὲ μηκέτι ὑπὸ τροφῆς τὸ κενούμενον, ἀναγκαῖον αὐτῷ ξηρότερον γενέσθαι. δῆλον γὰρ ὅτι τῶν κατὰ τὸ ζῶον ἑκάστου μερῶν ἀπέρχεται πρότερον ὅσον ἂν ὑγρότερον , ὡς ἂν καὶ αὐτῆς τῆς ἀποῤῥόης γιγνομένης, διὰ τὸ λεπτύνεσθαί τε καὶ εἰς ἀτμὸν λύεσθαι τὸ σῶμα διὰ διττὴν αἰτίαν, ἔξωθεν μὲν ὑπὸ τοῦ περιέχοντος, ἔνδοθεν δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας· ἀμέλει τῶν φωλευόντων τῶν ζώων, ὡς ἂν μήτἔξωθεν ἔτι θερμαινομένων μήτἔνδοθεν. ὅλως οὐδὲν παντάπασιν ὀλίγιστον ἀποῤῥεῖ, καὶ διὰ τοῦτο τινὰ μὲν αὐτῶν οὐδὅλως δεῖται τροφῆς, ἔνια δὀλιγίστης παντάπασιν. ἐφεξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἕτεροι δύο σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκονται, μετὰ τοῦ καὶ τοὺς ἐξηγησαμένους τὸ βιβλίον ὀλίγου δεῖν ἅπαντας μνημονεύειν αὐτῶν, καί τινες ἐξηγοῦνται αὐτοὺς, ἀλλὰ διαφόρως ἐν τοῖς ἔμπροσθεν, οὐδὲ τοῦτο αὐτὸ προστιθέντες ὅτι γεγραμμένοι ἔμπροσθέν εἰσιν. ἡμεῖς δὲ κατὰ τὸ τέταρτον ὑπόμνημα τὴν ἐξήγησιν αὐτῶν ἐποιησάμεθα, βραχύ τι τῇ λέξει διαφερόντων. μὲν γὰρ ἕτερος τῶν νυνὶ γεγραμμένων ἐκ περιττοῦ προσκείμενον ἔχει καὶ καταπίνειν μὴ δύνασθαι ἀλλ μόγις. δἕτερος ἔμπαλιν ὑπηλλαγμένον ἔχει τὸ μόγις, ὥστεἷναι τὸ μὲν πρότερον τοιοῦτον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται ἀλλ μόγις, θανάσιμον. τὸ δὲ δεύτερον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον. οἱ δὲ πρόσθεν, οὓς κατὰ τὸ τέταρτον ἔφην ἐξηγήσασθαι τῶνδε τῶν ὑπομνημάτων, οὕτως εἶχον. ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, θανάσιμον. εἶθἑξῆς μεταὐτὸν ὑπὸ πυρετοῦ ἐχομένῳ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ θανάσιμον. ὅπερ οὖν ἐν τῷ προτέρῳ τῶν ἀφορισμῶν εἴρηται περιττὸν, νῦν ἐπισκεψώμεθα. καὶ γὰρ καὶ τεθέαμαι γινόμενον αὐτὸ, παντάπασιν ὀλεθρίως ἐχόντων τῶν καμνόντων, ὥστἤτοι μηδὅλως δύνασθαι καταπίνειν μόγις, οὐκ ὄντος οἰδήματος ἐν τῇ φάρυγγι. πάρεστι γὰρ τοῦτο διαγνῶναι σαφῶς ἀνοιχθέντος μὲν ἐπὶ πλεῖστον τοῦ στόματος, προβληθείσης δὲ τῇ κάτω γένυι τῆς γλώττης. ἐν τῇ τοιαύτῃ καταστάσει τοῦ δυσχερῶς καταπίνειν αἰτίαν ὑποληπτέον τὴν κοινωνίαν τοῦ χιτῶνος, ὃς ὑποπέφυκεν ἐκ τῶν ἔνδον μερῶν, τοῦ τε στομάχου καὶ τοῦ λάρυγγος. ἐδείχθη γὰρ οὗτος ἐν τῇ διὰ τοῦ στόματος πορείᾳ τῶν σιτίων αὐτὸς μὲν ὑπὸ γαστρὸς κατασπώμενος, ἀνασπῶν δὅλον τὸν λάρυγγα. οἰδησάσης οὖν τῆς ἐν τῷ λάρυγγι φλεγμονῆς ἐνίοτε μὲν οὐδὅλως, ἔστι δὅτε μόγις ἕπεται κατασπώσῃ τῇ γαστρὶ, καὶ διὰ ταύτην τὴν αἰτίαν ἤτοι γοὐδὅλως μόγις καταπίνουσιν.
§60 Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται, ἀλλὰ μόλις θανάσιμον.
§61 Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ τράχηλος ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.
§62 Καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶν ὑπομνημάτων ἐξηγησάμεθα τὴν αὐτὴν παρὰ βραχὺ λέξιν ἔχοντα τῇ νῦν εἰρημένῃ. γέγραπται γὰρ οὕτως· καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα ψύχηται αὖθις θερμαίνηται καὶ εἰ χρῶμα ἕτερον ἐξ ἑτέρου γένηται, νόσου μῆκος σημαίνει.
§63 Ἔμπροσθεν ἄλλον ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐξηγησάμεθα, ὃς κατὰ τόνδε τὸν τρόπον ἐγέγραπτο· ἱδρὼς πολὺς θερμὸς ψυχρὸς ἀεὶ ἐὼν, ψυχρὸς μείζω, θερμὸς ἐλάσσω νοῦσον σημαίνει. καὶ τήν γε διάθεσιν ἔφαμεν εἶναι τῶν γε τοιούτων ἱδρώτων ὑγρότητος πλῆθος ἐν τῷ τοῦ κάμνοντος περιεχόμενον σώματι. διὰ τοῦτοὖν νῦν ἡμῖν προκείμενος ἀφορισμὸς ἀπάγειν κελεύει τὴν περιττὴν ὑγρότητα, τοῖς μὲν ἰσχυροῖς μὲν ἄνωθεν, ὅπερ ἐστὶ διὰ τῶν ἐμέτων, τοῖς δἀσθενεστέροις κάτωθεν, ὅπερ καὶ αὐτὸ σημαίνει διὑπαγωγῆς γαστρός. ὅτι μὲν οὖν ἐκκενοῦν ἀεὶ χρὴ τοῦ σώματος τὰς περιττὰς ὑγρότητας ἄντικρυς δῆλον. εἰ δὲ τοῖς ἰσχυροῖς μὲν ἄνωθεν μόνον ἀεὶ, τοῖς δἀσθενέσι κάτωθεν, ἄξιον εἶναι δοκεῖ μοι σκέψεως. βέλτιον γὰρ ἴσως οὐ ταύτῃ διαιρεῖν τῶν βοηθημάτων τὴν χρείαν, ἀλλὡς ἡμῖν ἐν τῇ θεραπευτικῇ πραγματείᾳ περὶ τῶν τοιούτων ἁπάντων διώρισται. καὶ τοῦτον οὖν τὸν ἀφορισμὸν ἐκ τῶν παραγεγραμμένων εἶναι νομίζω. ἑξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἄλλοι τρεῖς εὑρίσκονται κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων καὶ τοῖς ἐξηγηταῖς ὁμοίως γεγραμμένοι βραχύ τι διαλλάττοντες τῇ λέξει τῶν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. γράφουσι δαὐτοὺς ὡδί.
§64 Πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.
§65 Ὁκόσοι πυρετοὶ μακροὶ, τουτέοισι φύματα εἰς τὰ ἄρθρα πόνοι ἐπιγίνονται.
§66–81
§66 Εὔδηλον δὲ ὅτι καὶ οὗτοι παρέγκεινται τῶν ἔμπροσθεν οὐδὲν βραχύ τι τῇ λέξει διαφέροντες, ἐξήγημαι δαὐτοὺς ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.
§67 Γράφεται δὲ καὶ οὕτως ἀφορισμὸς ἤν τι τῷ πυρέσσοντι τροφὴν διδῷ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος. ἑκατέρα δ λέξις ἀποκεχώρηκε τῆς κατὰ φύσιν ἑρμηνείας, ἐπὶ τοῦτο δὴ τὸ καλούμενον κακόζηλον, οὐκ οἶδ τι βουληθέντων, ὅσοι διεσκεύασαν οὕτω πολυειδῶς τὸ τέλος τοῦ βιβλίου. τὰ μὲν αὐτῇ τῇ λέξει γράφοντες τῶν ἔμπροσθεν ὑπαὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένων, τὰ δὑπαλλάττοντες βραχύ τι, τὰ δὅλα παρεντιθέντες, ὥσπερ καὶ τουτὶ τὸ νῦν προκείμενον, οὐδἐγγὺς τῆς Ἱπποκράτους ἑρμηνείας ἧκον. ἐκεῖνος μὲν γὰρ ἔμπροσθεν ἔφη· τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν τρέψῃς, μᾶλλον βλάψεις· καὶ ἢν ἐκ νόσου τροφὴν· λαμβάνων τις μὴ ἰσχύει, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῆ χρῆται, ἢν δὲ χρὴ μὴ λαμβάνοντος τοῦτο γίνηται τροφὴν εἰδέναι ὅτι κενώσεως δεῖται, καί τινα τοιαῦτα ἕτερα κατὰ φύσιν ἡρμηνευμένα. δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν συνθεὶς κακοζήλως εἶπεν ἐπὶ τῆς τροφῆς, εἰ τῷ ὑγιαίνοντι ἰσχὺς αὕτη τῷ κάμνοντι νοῦσος, βούλεται γὰρ λέγειν τὴν τροφὴν ἰσχύος μέν εἶναι τοῖς ὑγιαίνουσι ποιητικὴν, βλάβης δὲ τοῖς νοσοῦσιν. ἢν νὴ Δία τοῖς μὲν ὑγιαίνουσιν αὔξειν τὴν ἰσχὺν, τοῖς δὲ κάμνουσι νόσον. ἡρμήνευκε δὲ ἀλλοκότως αὐτὸ τὴν τροφὴν αὐτὴν εἰπὼν ἰσχὺν μὲν τοῖς ὑγιαίνουσιν εἶναι νόσον δὲ τοῖς κάμνουσιν, οὔτἰσχὺν οὖσαν, ἀλλἰσχύος ποιητικὴν, οὔτε νοῦσον, ἀλλὰ νόσου ποιητικὴν, ἄμεινον δὲ εἰπεῖν αὐξητικήν.
§68 Ὅμοια κατὰ τὸ σῶμα σύμπαν εἴρηται πρὸς Ἱπποκράτους ἔν τε τῷ προγνωστικῷ καὶ κατἄλλα βιβλία πάντα τοῖς ὑγιαίνουσι δηλοῦν ἀγαθόν τι, τὰ δἀνόμοια τοὐναντίον. τοῦτο οὖν καὶ νῦν πειρᾶται λέγειν συνθεὶς τὸν ἀφορισμὸν τοῦτον. ὑποπτεύω γὰρ καὶ τοῦτον οὐχ Ἱπποκράτους εἶναι τῇ λέξει τεκμαιρόμενος οὐκ ἐχούσῃ τὴν αὐτὴν ἰδέαν ταῖς ἐκείνου καὶ τοῖς λεγομένοις αὐτοῖς οὐκ ἀπηκριβωμένῃ ὁμοίως ἐκείνου. ὅταν γοῦν εἴπῃ τὸ τὰ ἥκιστα ὅμοια τούτοις, ταῦτα νοσερώτερά τις οὐκ ἂν μέμψαιτο νοσερώτερα λέγοντι αὐτῷ ἀντὶ τοῦ νοσερώτατα, τοῦ τε ὕστατον νοσώδη. τὸ γὰρ ἥκιστα μετἐπιτάσεώς τινος λέγεται καὶ πολλῆς τῆς εἰς τὸ παρὰ φύσιν παρατροπῆς. ἕκαστον δὲ τῶν παρὰ φύσιν εἰς ὅσον ἀποκεχώρηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον καὶ μοχθηρόν ἐστι. τὰ γοῦν ἥκιστα τοῖς κατὰ φύσιν ὅμοια μάλιστά ἐστι τοῖς κατὰ φύσιν ἐναντία καὶ διὰ τοῦτο νοσερώτατα.
§69 Τὰ διὰ τῆς γαστρὸς ὑπιόντα λέγειν εἴωθεν αὐτὸς ὑποχωρήματά τε καὶ διαχωρήματα· καὶ διὰ τοῦτο καὶ νῦν ἐδέξαντό τινες ἐπὶ τῶν κατὰ τὴν γαστέρα κενουμένων εἰρῆσθαι τὸν λόγον αὐτῷ. μάχεται δαὐτὸ τὸ προσκείμενον ἐν τῇ λέξει, τὸ ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, οἰκεῖον γὰρ τοῦτο τοῖς ὑγροῖς, καὶ διὰ τοῦθἕτεροι πάλιν ἐπὶ τῶν οὔρων ἐδέξαντο λέγειν αὐτόν. ἑκάτεροι δὲ πάλιν σχιθέντες οἱ μὲν ἐφίστανται γράφουσι διὰ τοῦ ε τὴν πρώτην συλλαβὴν, οἱ δὲ ὑφίστανται διὰ τοῦ υ. τοῖς μὲν οὖν οὔροις οὐδέτερον ἐναντιοῦται τῶν ῥημάτων. καὶ γὰρ καὶ διὰ τῶν ὑφισταμένων αὐτοῖς καὶ διὰ τῶν ἐφισταμένων εἰώθαμεν καὶ τῶν παρόντων τι διαγινώσκειν καὶ τῶν μελλόντων ἔσεσθαι, κατὰ δὲ τὰ διαχωρήματα τὸ ἐφίστασθαι μᾶλλόν πως, πρέπει. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν οὔρων ἑτοίμη τῶν ὑφισταμένων διάγνωσις, οὕτω κἀπὶ τῶν διαχωρημάτων. ἐπὶ μὲν γὰρ τῶν οὔρων καὶ αὐτὸ τὸ ἄγγος ἐξ ὑέλου πεποιημένων ἐνδείκνυται τῶν ὑφισταμένων τὴν φύσιν, καὶ εἰ ἐν ἄλλῳ δέ τινι περιέχοιτο σκεύει, δυνατὸν ἀποχέοντας τὸ ἐπιπολῆς αὐτὸ μόνον καταλιπεῖν τὸ ὑφιστάμενον. ἐπὶ δὲ τῶν διαχωρημάτων οὐδέτερον πιθανόν. πάλιν δὲ αὐτὸ τὸ ἐφεξῆς εἰρημένον τὸ οἷον ξύσματα τοῖς μὲν κατὰ τὴν γαστέρα διαχωροῦσι πρέπει, τοῖς δἐκφερομένοις τῶν οὔρων καθὁντιναοῦν τρόπον εἴτἄνωθεν εἴτε κάτωθεν ἁρμόττει. ξυσματώδη μὲν γὰρ κατὰ τὴν γαστέρα διαχωρεῖται πολλάκις, ὀνομάζεταί τε συνήθως οὐχ ὑπὸ Ἱπποκράτους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἰατρῶν, οὐ μὴν ἐπί γε τῶν οὔρων. αὕτη τοίνυν περὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα χρῆσις ἄκυρος ἐνδείκνυται παρεγκεῖσθαι καὶ τοῦτον τὸν ἀφορισμόν. ἔτι τε δὴ μᾶλλον ἐπειδὰν εἴπῃ, τούτοις συμφέρει ὑποκαθῆραι τὴν κοιλίην. οὐ γὰρ ἁπλῶς οὐδὡς ἔτυχεν, ὅτῳ ξυσματώδη κατὰ τὴν κοιλίαν ὑπάγονται, τούτῳ συμφέρει καθαίρειν αὐτὴν, ὥσπερ οὐδὲ βλάβη τις ἐξ ἀνάγκης ἕπεται τροφὴν λαμβάνουσι τοῖς οὕτως ἔχουσιν. ὁρῶμεν γὰρ χολωδῶν διαχωρημάτων γενομένων ἐκκρινόμενα κατὰ τὴν γαστέρα ξύσματα, ἐφοἷς οὔτε βλάπτονται ῥοφήματα λαμβάνοντες ἅπαντες οὔτε προκαθαίρειν αὐτοὺς ἀναγκαῖόν ἐστιν, ἐάν γε πᾶν ἤδη κεκενωμένον τὸ χολῶδες. ἔτι δὲ μᾶλλον οὐδεἰ τοῖς οὔροις ἐμφέροιτο οἷον ξύσματα, καθαίρειν προσήκει πρὸς τῷ καὶ χαλεπὸν εἶναι διαγνῶναι, τὴν ἰδέαν ὁποίαν τινὰ εἶναι βούλεται τῶν ἐμφερομένων τοῖς οὔροις ξυσματωδῶν. ἀλλοἱ τούτους τοὺς ἀφορισμοὺς παρενθέντες δοκοῦσί μοι χάριν αὐτοῦ τούτοις συνθεῖναι, τοῦ συγκεχύσθαι τε τὸν λόγον, ὥσπερ αἴνιγμα καὶ δεῖσθαι ζητήσεως πολλῆς, ἐν καθιστάντες ἑαυτοὺς ἐξηγητὰς τῶν λεγομένων εὐδοκιμοῦσι παρὰ τοῖς μειρακίοις. ὅτι δὲ οἱ λόγοι πάντες οἱ ἀσαφεῖς ἀφορμὰς πολυλογίας παρέχουσι τοῖς σοφισταῖς δῆλον ἔσται σοι καταὐτὸν τοῦτον τὸν ἀφορισμόν. ἔνιοι γάρ τοι τῶν ἐξηγησαμένων αὐτὸν οὔ φασιν ἀπαγορεύειν τὸν Ἱπποκράτην, διδόναι ῥοφήματα τοῦ οὕτω διακειμένοις, ἀλλὰ πλέονι κωλύειν εἰρηκέναι, ὁκόσῳ ἂν πλέονα διδῷς μᾶλλον βλάψεις, ὥσπερ οὐ καὶ τῶν ἄλλων, ὅσοι χρῄζουσι ῥοφημάτων ὑπὸ πλειόνων βλαπτομένων ὡς οὐκ ἀκόλουθον τῷ φάντι, ὁκόσῳ ἂν πλεῖστα διδῷς μᾶλλον βλάψεις καὶ τοῖς ἐλάττοσιν ἐλάττονα τὴν βλάβην ἔσεσθαι νομίζειν. ἀλλὅμως διὰ τὸ τῆς ἑρμηνείας μοχθηρὸν ὑπάρχει τοῖς σοφισταῖς πορίζεσθαι τοῖς λόγοις διαλύσεις καὶ μᾶλλόν γε ὅταν ἐξῇ καὶ προσθεῖναί τι καὶ ἀφελεῖν καὶ μεταγράψαι, ὅπερ ἐν τοῖς ἀσαφέσι λόγοις εἰώθασι πράττειν. αὐτίκα γέ τοι καὶ κατὰ τοῦτον τὸν ἀφορισμὸν ἔνιοι τὸν καί σύνδεσμον προσθέντες, ἢν ἄλλοι τοῦ μεταὐτὸν ἀρχὴν τίθενται, ταύτην ποιοῦσι τούτου τελευτὴν, ἵνα λόγος οὕτω ἔχῃ, ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς, μᾶλλον βλάψεις καὶ ὁκόσαις ἂν κάτω ὠμὰ ὑποχωρέῃ, ὡς δηλονότι καὶ τούτοις ὅσῳ ἂν πλείω διδῷς, μᾶλλον βλάψεις. εἶτἀφἑτέρας ἀρχῆς πάλιν γράφουσιν. ὅτι χολῆς μελαίνης ἔνεστιν ἢν πλείω, πλείων, ἢν ἐλάσσω, ἐλάσσων νοῦσος. οἵ γε μὴν πολλοὶ τῶν ἐξηγητῶν ἑτέρως ἐξηγοῦνται καὶ γράφουσιν ὡς ὑπογέγραπται ῥῆσις.
§70 Εἴρηται δὲ καὶ πρόσθεν ὅτι καὶ ἄλλοι τινές εἰσιν, ἔξεστι γὰρ ἐν τοῖς ἀσαφέσιν ὡς ἂν ἐθέλῃ τις γράφειν, οὐδενὸς ἐπὶ τοῖς μεταγράφουσι νόμου κειμένου, πολλάκις δὲ οὐ διὰ τὴν ἀσάφειαν, ἀλλὅτι ψευδής ἐστιν λόγος· διὰ τοῦτο ἀναγκάζονται προσγράφειν τοῖς ἐξ ἀρχῆς εὑρεθεῖσιν ἀφαιρεῖν μεταγράφειν, ὥσπερ ἀμέλει καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν, οὗ τὴν λέξιν οἱ πρῶτοι τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς, ὧν ἐστιν Ἡρόφιλος, Βακχεῖος, Ἡρακλείδης τε καὶ Ζεῦξις οἱ ἐμπειρικοὶ, τοιαύτην τινὰ γράφουσιν. ὁκόσοις ἂν κάτω ὠμὰ ὑποχωρέῃ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω, πλείονος, ἢν ἐλάσσω, ἐλάσσονος. ἀλλὅτι τῶν ἐπὶ μέρους τινὸς λόγος οὗτος ἑρμηνευτὴς ἐστιν, εἴρηται δὡς ἐκ καθόλου, διὰ τοῦτο τὴν ἀπορίαν παρέσχεν. ἐπεί τοι λεγόμενον αὐτοῦ κατὰ τὴν λέξιν οὐδεμίαν ἔχει ζήτησιν, ἀποφαινομένου τοῦ γράψαντος αὐτήν. οἷς ἂν ὠμὰ χωρέῃ, διὰ χολῆς μελαίνης ἐνεῖναι τοῖς πέττουσιν ὀργάνοις δηλονότι, διἣν ψυχόμενα χείρω πέττει καὶ τρόπον ἀπεψίας ἐργάζεται τὸν κατὠμότητα, τῆς ξανθῆς χολῆς τὸ ἐναντίον ἐργαζομένης, οἷον κνισώδη γάρ τινα γίνεται διαὐτὴν ἀπεπτούμενα. τινὲς δὲ καὶ τοῦτον τὸν λόγον ἔτι περὶ τῶν οὔρων ἡγοῦνται λέγεσθαι.
§71 Καὶ οὗτος ἀφορισμὸς ἔμπροσθεν γέγραπται κατὰ τόνδε τὸν τρόπον. αἱ ἀποχρέμψιες ἐν τοῖσι πυρετοῖσιν ἐν τοῖσι μὴ διαλείπουσιν αἱ πελιδναὶ καὶ αἱματώδεες, πᾶσαι κακαί. ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ τὴν διαχώρησιν καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μήτε τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν. ἐξηγησάμεθα δαὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.
§72 Καὶ τούτου τοῦ λόγου τὸ πρῶτον μέρος ἔμπροσθεν γέγραπται, μὴ προσκειμένου τοῦ καὶ ἄνω, ἢν βούλῃ εὔροα καὶ τὰ ἐφεξῆς, ἅτινα προσγράψαι βουλόμενος ἐνταυθοῖ τις ἐνέγραψεν αὖθις τὸν αὐτὸν ἀφορισμὸν μετἐξηγήσεως, ὥσθὑπάρχειν ἀληθῆ. ὅτι ἀληθεστέρα ταύτης ἑτέρα τίς ἐστιν ἐξήγησις, ἣν καὶ διὰ μακρᾶς πείρας ἡμεῖς ἐβασανίσαμεν, ἔμπροσθεν δέδεικται κατὰ τὸ τέταρτον ὑπόμνημα.
§73 Καὶ οὗτος ἀφορισμὸς ἔν τισι τῶν ἀντιγράφων παρέγκειται πρόσθεν εἰρημένος ὅλος ὡσαύτως, πλὴν τοῦ κατὰ τὸ τέλος, ἐνταυθοῖ μὲν γὰρ νόσος. ἐκεῖ δὲ πολὺ βέλτιον γέγραπται κακόν.
§74 Καὶ οὗτος ἀφορισμὸς εἰκῆ γέγραπται πρόσθεν ἄμεινον εἰρημένος, χωρὶς τοῦ καὶ πυρετὸς ἔχῃ. νῦν δὲ ἐκ περιττοῦ πάλιν ἔχει προσκείμενον τὸ καὶ πυρετὸς ἔχῃ· προειρηκότος γὰρ αὐτοῦ κατὰ τὴν ἀρχὴν, ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖς, ματαία πάλιν ἐπὶ τῇ τοῦ λόγου τελευτῇ προσθήκη καὶ πυρετὸς ἔχῃ.
§75 Καὶ οὗτος ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν. ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ῥὶς ὀφθαλμὸς ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενοῦς ἐόντος, τι ἂν τουτέων γένηται, ἐγγὺς θάνατος.
§76 Τὸ λεγόμενόν ἐστι τοιοῦτον, ὅσοις ἂν πλεῖστον ἐν τοῖς ἀγγείοις καὶ κατὰ τὴν ἕξιν ὅλην τοῦ σώματος ἀθροισθῇ λευκὸν φλέγμα, τούτοις λευκοφλεγματίας ὕδερος ἔσται.
§77 Ἀπὸ κοινοῦ δηλονότι προσυπακοῦσαι χρὴ τὸ ἐπιγίνεται, ξεομένων τῶν ἐντέρων κατὰ βραχὺ, κἄπειτα διὰ βάθους τούτου γινομένου καὶ οὕτως ἑλκουμένων. ἔμπροσθεν δὲ βέλτιον ἐν ἀφορισμῷ γνησίῳ γέγραπται κατὰ τόνδε τὸν τρόπον· ἐπὶ ἀκράτῳ ὑποχωρήσει δυσεντερία καὶ ἡμεῖς ἐξηγησάμεθα τὸν ἀφορισμὸν τοῦτον ἐν ἕκτῳ τῶν ὑπομνημάτων.
§78 Καὶ οὗτος ἀφορισμὸς μόριόν ἐστιν ἀφορισμοῦ εἰρημένου ἔμπροσθεν τοῦτον τὸν τρόπον· ὅσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τούτοισιν ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται λειεντερίη, καὶ ἀπόλλυνται. ἐξηγησάμεθα δὲ καὶ ἡμεῖς αὐτὸν κατὰ τὸ ἕκτον τῶν ὑπομνημάτων.
§79 Ἀπὸ κοινοῦ δηλονότι κἀνταῦθα προσυπακοῦσαι δεῖ τὸ ἐπιγίνεται. πότερον δὲ τῷ τοῦ ὀστέου σφακελισμῷ τὴν ἀπόστασιν αὐτοῦ ἕπεσθαι τῷ τῆς προκειμένης σαρκὸς, οὐκ ἐδήλωσε, δύναται δἑκάτερον ἀληθῶς λέγεσθαι.
§80 Ἐπὶ τῇ φθόῃ ῥεῦμα ἐκ τῆς κεφαλῆς ἐπὶ τῷ ῥεύματι διάῤῥοια, ἐπὶ τῇ διαῤῥοίᾳ σχέσις τῆς ἄνω καθάρσεως, ἐπὶ τῇ σχέσει θάνατος. ἐν τοῖς πλείοσι τῶν ἀντιγράφων καὶ παρὰ τοῖς πλείστοις τῶν ἐξηγητῶν γέγραπται· ἐπὶ αἵματος ἐμέτῳ φθορά. κατά τινα μέντοι τῶν ἀντιγράφων ἐπὶ αἵματος ἐμέτῳ φθόη γέγραπται. φαίνεται γοῦν ὅτι καὶ ταῦτα συνηράνισται μοχθηρῶς ἐκ πολλῶν Ἱπποκρατείων ἀποφάσεων συγκείμενα παρεφθαρμένως, μάλιστα δὲ παρἐκείνων τῶν ἀφορισμῶν ἐπὶ αἵματος πτύσει, πύου πτύσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ σίαλον ἴσχηται, ἀποθνήσκουσιν.
§81 Οὗτος ὕστατος ἀφορισμὸς ἐν πλείστοις τῶν ἀντιγράφων γέγραπται, κατά τινα μέντοι καὶ ἄλλοι πρόσκεινται, διεσκευασμένοι καθάπερ καὶ οἵδε οὓς διεληλύθαμεν ἐκ τῶν γνησίων ὄντας οὕτως, ὥστε τοὺς μὲν αὐτῇ τῇ λέξει, τοὺς δὲ παρὰ βραχὺ, τοὺς δὲ μετὰ βραχείας προθέσεως ἐοικέναι τοῖς ὑπαὐτοῦ τοῦ Ἱπποκράτους γεγραμμένοις, ὅθεν αὐτοὺς οὐδἡμεῖς ἔτι προσεθήκαμεν. οὐδὲ γὰρ αὐτὸς οὗτος νῦν προκείμενος ἔχει τι περιττότερον ὧν πολλάκις Ἱπποκράτης ἔδειξεν, ἀλλὰ καὶ τρόπος τὰς ἑρμηνείας εὔδηλος κατἐκεῖνον. τὸ δὲ οἷα καὶ ἐν τοῖς κατὰ τὴν κύστιν καὶ ἐν τοῖς κατὰ τὴν κοιλίαν ἀποδόσεως χρῄζει, τό γε μὴν κεφάλαιον, ὡς ἔφην, ἀληθές. εἰ μὲν γὰρ ὀλίγον ἐκβαίνοι τοῦ κατὰ φύσιν ἐν οἵῳ δή ποτε μορίῳ μακροτέραν τὴν νόσον· εἰ δἐπὶ πλέον, πολλὴν ὑποληπτέον· εἰ πάνυ πολλὴ τοῦ κατὰ φύσιν μετάβασις γένηται, θανάσιμον εἶναι τὸ τοιοῦτον νόσημα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up