Book 2
§1–13
§1 Ὅτι μὲν πόνος αὐτῷ βλάβην σημαίνει νῦν εὔδηλον ἐκ τῆς ἀντιθέσεως. φησὶ γὰρ, ἢν δὕπνος ὠφελέῃ, οὐ θανάσιμον. οὔσης δὲ διττῆς τῆς ἐξ ὕπνου βλάβης τῆς μὲν κοινῆς, ὅταν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, ἃς ἐπισημασίας ὀνομάζουσιν, οἱ κάμνοντες κοιμηθῶσι, τῆς δἰδίας, ὡς ἐπί τινων νοσημάτων, ὅταν ἐν ἄλλῳ τινὶ καιρῷ, περὶ ταύτης αὐτὸν ἡγετέον λέγειν. ἐκείνη γὰρ οὔτε θάνατον οὔτἄλλο τι σημαίνει δεινὸν, ἑπομένῃ τῇ φύσει τοῦ καιροῦ. συννεύουσι γὰρ εἰς τὸ βάθος τοῦ σώματος ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς, ἤτοι θερμασία πᾶσα καὶ οἱ χυμοὶ, καθάπερ αὐτὸς ἐδίδαξε, καὶ μᾶλλον ἐφὧν ἤτοι φρίκη τις ῥῖγος ψύξις τῶν ἔξω μερῶν ἰσχυρὰ γίνεται. καὶ διὰ τοῦτο αὐτοῖς χρονίζει τὰ συμπτώματα κοιμηθεῖσιν ἐν ταῖς ἀρχαῖς καὶ μόγις ἐπὶ τὴν ἀκμὴν οἱ πυρετοὶ παραγίνονται. καὶ εἰ δή τις εἴη φλεγμονὴ περὶ σπλάγχνων, εἰκότως αὔξεται· καὶ εἰ χυμοί τινες εἰς τὴν γαστέρα συῤῥέουσιν, οὐχ ὁμοίως πέττονται, καθάπερ ἐν τοῖς ἄλλοις ὕπνοις, ἀλλὰ πολλῷ πλείους γίνονται, διαμένοντες ἄπεπτοι. διὰ ταῦτά τοι καὶ παρακελευόμεθα τοῖς κάμνουσιν ἐγρηγορέναι τηνικαῦτα τὴν ὑπὸ τῆς ἐγρηγόρσεως ἐπὶ τὰ ἐκτὸς φορὰν τοῦ πνεύματος καὶ τοῦ αἵματος καὶ τῆς ἐν αὐτοῖς θερμασίας, ἀντιτάττοντες ὡς μέγιστον ἴαμα τῇ κατὰ τὰς ἐπισημασίας ἐπιγινομένῃ πρὸς τὸ βάθος αὐτῶν φορᾷ. διὸ καὶ φαίη ἄν τις οὐκ ἀλόγως μὲν αὐτὰς τὰς βλάβας ἐν τούτῳ τῷ καιρῷ γίγνεσθαι τῇ φύσει τοῦ παροξυσμοῦ, κωλυομένας δὲ ὑπὸ τῆς ἐγρηγόρσεως, ἐπειδὰν δὲ καὶ ταύτης στερηθῶσιν οἱ κάμνοντες, ἐναργεστέραν ἴσχειν τὴν βλάβην, οὐχὶ τῷ προσέρχεσθαί τινα διὰ τὸν ὕπνον ἑτέραν βλάβην, ἀλλὰ τῷ τὴν ἐκ τῆς ἐγρηγόρσεως ὠφέλειαν ἀπογίνεσθαι. οὗτος μὲν οὖν λόγος ἐπιδείκνυσι μηδεμίαν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν βλάβην ἐξ ὕπνου γινομένην, ἀλλαὐτὸ δὴ τοῦτο μόνον, ἀπουσίαν ὠφελείας· δἕτερος λόγος καὶ τοίοις ὕπνοις συγχωρῶν ἐν τούτῳ τῷ καιρῷ βλάβην ἐργάζεσθαι τὴν διδασκαλίαν φησὶ γίνεσθαι νῦν Ἱπποκράτει περὶ τῶν ἐν ἄλλοις καιροῖς ὑπνούντων, οἷς ἀκολουθεῖ τοὐπίπαν ἐναργής τις ὠφέλεια καὶ μάλιστα ὅταν ἐν ταῖς παρακμαῖς γεννηθῶσιν. ὠφελοῦσι μὲν γὰρ ἐναργῶς ἐνίοτε καὶ καταὐτὰς τὰς ἀκμὰς γινόμενοι, καί ποτε κἀν τοῖς τῶν ἀναβάσεων τῶν γινομένων ἐν τοῖς ἐσχάτοις, ὅσαι συνάπτονται ταῖς ἀκμαῖς, ἀλλ πασῶν ἐναργεστάτη τῶν ὠφελειῶν ἐν ταῖς παρακμαῖς γίνεται. καὶ τοίνυν καὶ βλάπτοντες ἧττον μὲν ὀλέθριοι, κατά γε τὴν ἀκμήν εἰσι καὶ τὴν αὔξησιν τοῦ παροξυσμοῦ, μάλιστα δἐν ταῖς παρακμαῖς ὀλέθριοι γίνονται. ἐν γὰρ ἕκαστον τὸ ὠφελιμώτατόν ἐστιν, ἐὰν πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάπτῃ, θάνατον εἰκότως δηλώσει. βλάβαι δἐξ ὕπνων εἰσὶν αἱ ταῖς ὠφελείαις ἐναντίαι, παραδείγματος χάριν τό τε τὸν πυρετὸν μὴ λύεσθαι πρὸς αὐτῶν καὶ παροξύνεσθαι καὶ τὸ τὰς ὀδύνας ἐπιτείνεσθαι καὶ τὰ ῥεύματα πλείω γίνεσθαι καὶ τὰς φλεγμονὰς αὐξάνεσθαι. τινὲς δὲ καὶ καταὐτοὺς τοὺς ὕπνους φθέγγονται παρακοπτικῶς καὶ ἢν ἐξεγείρωνται, μέχρι πολλοῦ παρανοοῦσιν. ἐνίοις δὲ ἀρχὴ κώματος ἐν τῷ ὕπνῳ γίνεται καὶ μόγις ἀνίστανται νυττόμενοι. συμβαίνει δὲ ταῦτα πάντα διὰ τὴν τῶν χυμῶν κακοήθειαν, οὓς, ὅταν μὲν ἰσχυρότερον τὸ ἔμφυτον θερμὸν ἡμῶν, ἐκπέττει κατὰ τοὺς ὕπνους· ὅταν δὲ ἀσθενέστερον, ἐνικήθη μὲν ὑπἐκείνων, βαρύνεται δὑπαὐτῶν τὰ σπλάγχνα καὶ τοῖς εἰρημένοις ἁλίσκεται παθήμασιν ἄνθρωπος. αὐτὸς γάρ τοι Ἱπποκράτης βούλεται τὸν μὲν ἐγρηγορότα ἔξωθεν θερμότερον εἶναι, τὸν δὲ καθεύδοντα ἐναντίον, διδάσκων ἡμᾶς ὅπερ καὶ ἄλλοις τισὶ τῶν φυσικῶν ἔδοξε, κατὰ τὰς ῥοπὰς τῆς ἐμφύτου θερμασίας ἐγρήγορσίν τε καὶ ὕπνον γίνεσθαι. καὶ τοίνυν εἰκότως, ἐπειδὰν ἐν τοῖς σπλάγχνοις ἀθροισθὲν τοῦτο μὴ περιγίνηται τῶν νοσοποιῶν αἰτιῶν, ὄλεθρον σημαίνει. περιγινόμενον μέντοι οὐδέπω βεβαίας ἐστὶν ἀσφαλείας σημεῖον, πλὴν εἴ τις ὅσον ἐπὶ τούτῳ τῷ πάθει φάσκοι σωθήσεσθαι τὸν κάμνοντα, καθἑτέραν διάθεσιν ἀπολέσθαι δυνάμενον. εἰ γὰρ δὴ φθάνοι φλεγμονή τις εἶναι καθὁτιοῦν τῶν κυρίων δύσλυτος, ἐγχωρεῖ τὸν οὕτως ἔχοντα τεθνήξεσθαι· ὥστἀσφαλέστερον μὲν εἰπεῖν, ὅταν ἐξ ὕπνου γίνηταί τις βλάβη, θανάσιμον εἶναι τὸ σημεῖον, ὅταν δὠφέλεια, οὐ θανάσιμον. ὅτι δἐξ ὕπνων γίνονταί τινες βλάβαι κἀν τοῖς τῶν ἐπιδημιῶν αὐτὸς ἐδήλωσεν εἰπών· ἐν τούτοις πολλοὶ κωματώδεες ἦσαν καὶ παράφοροι, οἱ δὲ ἐξ ὕπνου τοιοῦτοι ἐγίνοντο.
§2 Ἐὰν ἐφεξῆς ἀλλήλων εἴπωμεν ἀμφοτέρους τοὺς ἀφορισμοὺς, τοῦτόν τε καὶ τὸν προειρημένον, ὅλος λόγος γενήσεται τοιοῦτος· ἐν νοσήματι ὕπνος πόνον ποιεῖ, θανάσιμον, ἢν δὕπνος ὠφελέῃ, οὐ θανάσιμον. ὅκου γοῦν παραφροσύνην ὕπνος παύει, ἀγαθόν. ἵνα δοἶον παράδειγμά τι τῶν κατὰ μέρος ἓν ἐπιφέρηται τῷ προειρημένῳ λόγῳ τῷ καθόλου, ὡς εἰ καὶ οὕτως εἶπεν· ὅκου ὀδύνην ὕπνος παύει ἀγαθόν. ὅκου πυρετὸν ὕπνος, ἀγαθόν. ἀλλἠρκέσθη τὸ κινδυνωδέστερον εἰπεῖν, νόσημα μόνον. ἐναργέστερον γὰρ τῶν καθόλου λόγων ἀλήθεια διὰ τῶν τοιούτων ἐπιδείκνυται παραδειγμάτων.
§3 Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν μὲν ἀγρυπνία μᾶλλον τοῦ μετρίου γιγνομένη κακὸν εἶναι καὶ σημεῖον καὶ αἴτιον, οὐ μήν γε ὕπνος. ἀεὶ γὰρ τοῦτον ἀγαθὸν εἶναι καὶ μηδὲ γίνεσθαί ποτε μᾶλλον τοῦ μετρίου, τοὺς πολλοὺς δἐξηπατῆσθαι, τὰς κωματώδεις διαθέσεις ἀρχομένας, νομίζοντας εἶναι ὕπνον μακρόν. ἀλλὰ μαθόντες οὗτοι παρἡμῶν ὡς πρὸ τοῦ τὸ δυσδιέγερτον ἔχειν, οὔπω κῶμα προσαγορεύεσθαι συγχωρείτωσαν ὕπνον ὀρθῶς ὀνομάζεσθαι μακρὸν, ὅταν τῷ χρόνῳ μόνῳ ὑπερβάλλῃ τὴν κατὰ φύσιν συμμετρίαν, οὐδέπω τὸ δυσδιέγερτον ἔχων. γίγνεται δὲ τοιοῦτος ὕπνος ἐπὶ ψύξει τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τοῦ ἐγκεφάλου, ἥτις ψύξις, ὅταν ἰσχυρὰ γενηθῇ, μετὰ μὲν ὑγρότητος μιχθεῖσα τὰ ληθαργικὰ πάθη ποιεῖ, μετὰ δὲ ξηρότητος τὰς καλουμένας καταλήψεις. οὕτω δὲ καὶ ἀγρυπνίαι γίνονται μὲν διὰ θερμασίαν τοῦ πρώτου μορίου τῶν αἰσθητικῶν, ἀλλἤτοι κατὰ δυσκρασίαν μόνην καὶ χυμοῦ χολώδους πλεονάσαντος. αἱ δἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ταῖς ἡμετέραις εἴρηνται πραγματείαις. νυνὶ δὲ ἀρκεῖ μόνα αὐτῶν λελέχθαι τὰ κεφάλαια. καθάπερ δὲ μόνον τὸν ὕπνον διὰ παντὸς οἴονται ἔνιοι σύμμετρον γίγνεσθαι καὶ μηδέποθὑπάρχειν ὕπνον ἄμετρον, οὕτως ἔνιοι πάλιν φασὶν ἀγρυπνίαν μηδέποτε γίγνεσθαι μετρίαν, ἀλλεἶναι τοὔνομα μόνης ἀμετρίας δηλωτικὸν, ἐπιλελησμένοι τῆς τοῦ βίου συνηθείας, ὅτι καὶ κατὰ μέτρια λέγομεν, ἐνίοτε τοῖς μεγάλοις ἀντιθέντες. οὕτω γοῦν καὶ ἀγρυπνίαν ἀκούειν χρὴ μετρίαν ἐν ἴσῳ τῷ μικράν.
§4 Πάλιν οὗτος λόγος, ὥσπερ προγεγραμμένος ἀφορισμὸς, ἐπὶ μιᾶς ὕλης αὐτὸς καὶ ἐπὶ πασῶν ἀποφαίνεται. τῆς γὰρ ὑγείας συμμετρίας οὔσης ἀνάγκη πάσας τὰς ἀμετρίας, ὅσαι μὲν ἐπὶ πλεῖστον ἀποκεχωρήκασι τῆς συμμετρίας, ἤδη νοσήματα ὑπάρχειν, ὅσαι δοὐδέπω τὸ μέχρι πλείστου κέκτηνται νοσημάτων ἐνδείκνυσθαι γένεσιν.
§5 Οὐ τῆς ἐκ τῶν κινήσεων ἀμετρίας ὄνομά ἐστιν κόπος, ἀλλὰ τῆς ἐγγινομένης διαθέσεως ἐν τοῖς τῶν ζώων σώμασιν· οὐ γινομένων γὰρ μνημονεύει κόπων, ἀλλὰ τῶν αὐτομάτων· ὅταν οὖν ἄνευ κινήσεως τοιαύτη γένηται διάθεσις, οὐ κόπος ἁπλῶς, ἀλλὰ κόπος αὐτόματος ὀνομάζεται. τριῶν οὖν ὄντων κόπων, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐδείξαμεν, ἑλκώδους, τονώδους καὶ φλεγμονώδους τοῦ ἐκ τούτων συντιθεμένου, μὲν πρῶτος αὐτῶν ἀπὸ κακοχυμίας, δὲ δεύτερος ὑπὸ πλησμονῆς, δὲ τρίτος ὑπἀμφοτέρων ἅμα συνελθόντων πέφυκε γίνεσθαι. ἐδείχθη γὰρ οὕτω καὶ περὶ τούτων ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. εἰκότως οὖν οἱ αὐτόματοι κόποι νόσους ἀπαγγέλλουσιν.
§6 Πόνους εἴωθεν ὀνομάζειν ἐνίοτε τὰς διαθέσεις αὐτὰς, ἐν αἷς ὀδυνώμεθα. κατὰ τοῦτο γοῦν ἔλεγεν ἐν ταῖς ἐπιδημίαις, ἐν Κρανῶνι αἱ μὲν παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δέ νεαραὶ θερμαί· οὐκ αὐτὰς δήπου τὰς ὀδύνας θερμὰς καὶ ψυχρὰς ὀνομάζων, ἀλλὰ τὰς διαθέσεις ἐφαἷς γίνονται. καὶ νῦν οὖν ὡσαύτως εἴρηκε πόνους αὐτὰς τὰς διαθέσεις, ὅσαι μετὀδύνης γίνεσθαι πεφύκασιν, ἐρυσίπελας δηλονότι καὶ φλεγμονὴν καὶ τραῦμα καὶ θλάσμα καὶ ῥῆγμα καὶ σπάσμα καὶ πᾶν εἴ τι τοιοῦτον. ὦν ἐάν τινος ὑπάρχοντος κάμνων ἀναίσθητος , τὴν γνώμην νοσέει, γνωμὴν δὲ λέγειν διάνοιαν οὐδὲ εἰς τὰ παρόντα διοίσει.
§7 Τὰ μὲν γὰρ ἐν ὀλίγῳ χρόνῳ λεπτυνόμενα σώματα κενώσει τῶν ὑγρῶν καὶ τῶν πνευμάτων, οὐ συντήξει τῶν στερεῶν πέπονθε τοῦτο. τοῖς δἐν πλείονι χρόνῳ λεπτυνθεῖσιν ἐκτήκονται μὲν αἱ σάρκες, ἰσχνὰ δὲ γίνονται καὶ τὰ ἄλλα, διὦν τε πέψις τῶν ζώων ἐπιτελεῖται καὶ ἀνάδοσις καὶ ἐξαιμάτωσις καὶ θρέψις, ὥστε οὐ δυνήσεται τοσαύτην κατεργάσασθαι τροφὴν, ὅσης δεῖται τὸ σῶμα. διὰ τοῦτοὖν ἐν χρόνῳ πλείονι χρὴ τὰ τοιαῦτα ἀνατρέφειν καὶ λεπτῶς, ὅπερ ὠνόμασε νωθρῶς. ἐφὦν δὲ μόνα ἐκενώθη τὰ ὑγρὰ καὶ τὰ πνεύματα, ἐπὶ τούτων διὰ ταχέων ἀνατρέφειν ἐγχωρεῖ καὶ ἄκρως, εὐθαῤῥοῦντας τῇ τῶν στερεῶν εὐρωστίᾳ. τὸ δἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς γέγραπται καὶ σημαίνει ταυτὸν, ἄν τε ὀλίγῳ κατὰ δοτικὴν πτῶσιν γεγραμμένον , ἅν τἐπιῤῥηματικῶς, ὀλίγως μετὰ τοῦ σ΄.
§8 Διὰ βραχυλογίαν καὶ συνήθειάν τινα λέξεως, ὁποῖα καὶ νῦν ἔτι παρἡμῖν ἐστιν ἐν πολλαῖς τῶν κατὰ τὴν Ἀσίαν πόλεων, ἀσαφὴς ἀφορισμὸς ἐγένετο. λέγειν γὰρ ἡμῖν ἔθος ἐστὶ μὴ λαμβάνειν μὲν τροφὴν τοὺς ἀνορέκτους, λαμβάνειν δὲ τοὺς ὀρεγομένους τε καὶ τρεφομένους ἄχρι κόρου. ὅσοι μὲν οὖν ὀρεγόμενοι καὶ τροφὴν δαψιλῆ προσφερόμενοι τὴν ὑγιεινὴν ἰσχὺν ἀδυνατοῦσιν ἀνακτήσασθαι, βαρύνονται μᾶλλον, οὐ τρέφονται πρὸς αὐτῆς. ὅσοι δοὐδὲ λαμβάνειν αὐτάρκως δύνανται, μοχθηροὺς ἔχουσι χυμοὺς, οὓς εἰ μὴ κενωθεῖεν, ἀδύνατον αὐτοῖς ἐστι νῦν ὑγιεινὴν ἰσχὺν ἀναλαβεῖν. δἹπποκράτης οὐ νῦν μόνον, ἀλλὰ κἀν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν, ὅταν μὲν ἀναλόγως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ πάντες, αἵματος ἀφαιρέσει ποιεῖται τὴν βοήθειαν· ὅταν δεἷς τις ἐξ αὐτῶν πλεονάσῃ, καθαρτικὸν ἐκείνῳ δίδωσι φάρμακον. ἅτε οὖν ταῦτα γινώσκων τε καὶ πολλάκις ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν εἰρηκὼς, ὀρθῶς ἐπάγει τοὺς ἑξῆς ἀφορισμοὺς δύο, περὶ τῆς αὐτῆς ἔτι διαθέσεως διδάσκων, περὶ ἧς καὶ κατὰ τὸν προκείμενον ἀφορισμὸν ἐδίδαξεν εἰπών· ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται· καὶ τήν γε τάξιν τῶν ἐφεξῆς δυοῖν ἀφορισμῶν πεπλημμελῆσθαι νομίζω κατὰ τὰ πλεῖστα τῶν ἄλλων ἀντιγράφων. καὶ κάλλιον ἐν ἐκείνοις γέγραπται, καθ πρότερος ἀφορισμὸς ἐξ αὐτῶν γέγραπται οὕτω. τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις, ἵνοὖν πᾶς λόγος τοιοῦτος, ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται. τὰ γὰρ μὴ καθαρὰ σώματα, ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις. ἀλλἡμεῖς τῇ κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἑπόμενοι τάξει τὴν ἐξήγησιν αὐτῶν οὕτω ποιησόμεθα.
§9 Οἱ μὲν οὖν πολλοὶ βούλονται εὔροα γίγνεσθαι τὰ σώματα τῶν μὲν ἐμετηρίων φαρμάκων μελλόντων κενοῦσθαι διὰ τοῦ τῶν ἐμετηρίων ἐρεθισμοῦ, τῶν δὑπηλάτων διὰ τοῦ συνεχῶς ὑπάγεσθαι τὴν γαστέρα. καὶ διὰ τοῦτο τὴν διάθεσιν πᾶσαν ἑκατέροις τοῖς μὲν εἰς ὑπαγωγὴν γαστρὸς ἐπιτήδειον παρασκευάζουσι, τοῖς δὲ εἰς ἐμέτους. ἐγὼ δἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν ἡμᾶς νῦν οὐ τουτὶ τὸ σμικρὸν, ἀλλά τι μεῖζον ἕτερον, διὰ μακρᾶς πείρας ἡμεῖς ἐδιδάξαμεν οὕτως ἔχον. εἰ γάρ τις λεπτύνοι καὶ τέμνοι τοῦτο, παχεῖς καὶ γλίσχρους χυμοὺς ἐν τῷ σώματι καὶ τοὺς πόρους, διὧν οὗτοι μεταλαμβάνονταί τε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομώσειεν, κάθαρσις ἀρίστη γίνεται κατὰ πάντα. τοῖς δὲ τούτων μὲν ἀμελήσασιν, ἐμέτων δὲ καὶ γαστρὸς ὑπαγωγῆς προνοήσασιν αἱ καθάρσεις δυσχερῶς ἀπαντῶσι μετὰ στρόφων ἐνίοτε καί τινων ἰλίγγων, ἄσης τέ τινος πολλῆς καὶ κακοσφυξίας, ἐκλύσεώς τε καὶ δυσκολίας. ἀλλἡμεῖς γε τῆ λεπτυνούσῃ χρώμεθα ἀγωγῇ, περὶ ἧς ὅλον ἕν ἐστιν ὑπόμνημα γεγραμμένον ἡμῖν καὶ οὐδὲν οὔτε τούτων εἴωθε συμβαίνειν αἵ τε κενώσεις ἁπάντων τῶν παρὰ φύσιν ἀλυπόταται καὶ τάχισται γίνονται. διὰ τοῦτο τὸν Ἱπποκράτην φαμὲν τῷ λόγῳ προστεθεικέναι τὸ, ὅκου τις ἂν βούληται καθαίρειν, τὰ σώματα εὔροα ποιέειν, ὡσεὶ καὶ οὕτως εἶπεν, εἴτε καὶ διἐμέτων εἴτε καὶ διὑπαγωγῆς γαστρὸς ἐθέλοις καθαίρειν, εὔρουν ὅλον ἐργασάμενος τὸ σῶμα, κάλλιστα ἂν  οὕτω καθάρῃς· εὔρουν δ’, ὡς εἴπομεν, ἔσται, τῶν μὲν πόρων ἁπάντων ἀναστομωθέντων, τῶν δὑγρῶν τμηθέντων καὶ λεπτυνθέντων, εἴ πού τι παχὺ καὶ γλίσχρον ὑγρὸν κατὰ τὸ σῶμα.
§10 Συνδιαφθείρεται γὰρ ἐπεισιοῦσα τροφὴ τῇ προϋπαρχούσῃ κατὰ τὸ σῶμα κακοχυμίᾳ, ὥσταὐξάνεσθαι μὲν αὐτῆς τὴν ποσότητα, φυλάττεσθαι δὲ τὴν ποιότητα. καὶ μάλιστα γίγνεται τοῦτο, ὅταν γαστὴρ ἀναπεπλησμένη μοχθηρῶν χυμῶν τινων, ὑφὧν καὶ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον σύμπτωμα τοῖς ἀνακομιζομένοις ἐκ τῶν νοσημάτων συμβαίνει, τὸ μὴ δύνασθαι λαμβάνειν τροφάς.
§11 Ἐπειδὴ περὶ τῶν ἀνατρέψεως δεομένων λόγος αὐτῷ προείρητο, διὰ τοῦτο τὸ νῦν ἔγραψε τὰς διαφορὰς τῶν ὑλῶν, ὑφὧν ἀνατρέφονται. γέγραπται δὲ καὶ ἐν τῷ περὶ τροφῆς ὡδί· ὁκόσοι ταχίστης προσθέσεως δέονται. ὑγρὸν ἴημα εἰς ἀνάληψιν δυνάμεως ἄριστον· ὅκου δὲ ἔτι ταχυτέρης δεῖ ὀσφρήσεως. ἀκούειν δοὐχ ἁπλῶς χρὴ καθἑκάτερον βιβλίον οὔτἐκεῖ τὸ ὑγρὸν οὔτἐνταῦθα τὸ ποτὸν, ἀλλἐπὶ τῶν πεφυκότων τρέφειν ὑγρῶν καὶ ποτῶν. εἰ γὰρ μὴ ὁμοίως ταῦτα τοῖς στερεωτέροις τρέφει, πλεονεκτήσει τῷ πάχει, καθάπερ οἱ παχύτεροι τῶν οἴνων. οἱ μὲν γὰρ ὑδατώδεις, ὀνομάζουσι δοὕτως τοὺς λευκοὺς καὶ λεπτοὺς, ἐγγὺς ὕδατος ὥσπερ τὴν ἰδέαν εἰσὶν, οὕτω καὶ τὴν δύναμιν, ὅθεν οὔρησιν μὲν κενοῦσιν, ἥκιστα δὲ τρέφουσιν. ὅσοι δὲ παχεῖς τε ἅμα καὶ τὴν χρόαν ἐρυθροὶ, τροφιμώτατοι πάντων οἴνων εἰσὶν, ὑπάρχει δὲ τούτοις καὶ τὸ τάχιστα πληροῦν τὰ κεκενωμένα σώματα καὶ διὰ τοῦτο προσθέσεως δεόμενα. ὅτι δὑγρὰ τροφὴ, καὶ μάλισθὅταν φύσει θερμὴ , ῥᾷον ἀνατρέφει πρόδηλον τοῖς ἐγνωκόσιν ὅπως ἀνάδοσίς τε καὶ πέψις γίνεται.
§12 Καὶ οὗτος ἀφορισμὸς συνέζευκται τοῖς προειρημένοις· εἰρηκὼς γὰρ Ἱπποκράτης, ἢν ἐκ νόσου τις τροφὴν λαμβάνων μὴ ἰσχύῃ, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῇ χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίγνεται, σημεῖον ὅτι κενώσεως δεῖται. καὶ διὰ τοῦτο περὶ τῶν κενώσεων ἐφεξῆς διελθὼν ἀπέδωκε νῦν τὴν αἰτίαν τοῦ δεῖσθαι κενώσεως τοὺς ἀνορέκτους μετὰ νόσον, ὡσεὶ καὶ οὕτως πᾶς εἴρηται λόγος αὐτῷ· ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνεται, σημαίνει ὅτι δεῖται κενώσεως. τὰ γὰρ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα δηλονότι τὰ λείψανα τῶν μοχθηρῶν χυμῶν ἐγκαταλιμπανόμενα κέκληκεν, ἅπερ ἀνάγκη σηπόμενα τῷ χρόνῳ πυρετοὺς ἀνάπτειν. ἐπειδὴ πᾶν ὑγρὸν ἀλλότριον τῆς τοῦ περιέχοντος αὐτὸ σώματος φύσεως, οὔτε τρέφειν ἐκεῖνο πέφυκε καὶ λοιπὸν ἐξ ἀνάγκης ἔχει τὴν εἰς σηπεδόνα μεταβολήν. ὅταν δὲ καὶ θερμὸν τὸ χωρίον, ἐν ᾧπερ ἂν ἠθροισμένον ὑπάρχῃ, τότε δὴ μάλιστά τε καὶ τάχιστα σήπεται.
§13 μὲν κρίσις ὀξύῤῥοπός ἐστιν ἐν νόσῳ μεταβολὴ πρὸς ὑγείαν θάνατον· γίγνεται δὲ τῆς φύσεως διακρινούσης ἀπὸ τῶν χρηστῶν τὰ μοχθηρὰ καὶ παρασκευαζούσης πρὸς τὴν ἔκκρισιν. εἰκότως οὖν ἐπὶ τῇ τοιαύτῃ ταραχῇ δυσφοροῦσι καὶ μᾶλλον κατάφωρος δυσφορία γίνεται κατὰ τὰς νύκτας, ἐν ταύταις γὰρ ἡμῖν ἔθος ἐστὶ κοιμᾶσθαι. διακοπτομένων οὖν τῶν ὕπνων ὑπὸ τῆς ταραχῆς ἐναργῶς δυσφορία διαγινώσκεται, καίτοι τῆς ἡμέρας ὁμοίαν ἐχούσης ταραχὴν, ἐπειδὰν μεταὐτὴν νὺξ ἔχῃ τὴν κρίσιν. τὸ δὲ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ γεγραμμένον, δἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολὺ κατὰ τὰ πολλὰ τῶν ἀντιγράφων οὐ φέρεται. βούλεται δἡμᾶς διδάσκειν ὡς μετὰ τὴν κρίσιν νὺξ εὐφορωτέρα τῆς προηγησαμένης ἐστὶν ὡς ἐπὶ τὸ πολὺ, διὰ τὸ τῶν κρίσεων τὰς πλείους εἰς ἀγαθὸν τελευτᾶν. ἴσμεν γὰρ ὡς τῶν νοσούντων οἱ σωζόμενοι πλείους εἰσὶ ἀποθνησκόντων, πλὴν εἰ μή ποτε λοιμώδης κατάστασις γενηθείη.
§14–18
§14 Αἱ μεταβολαὶ τῶν διαχωρημάτων πολλὰς ἰδέας ἐκκενοῦσαι χυμῶν ἀκριβέστερον ἐκκαθαίρουσι τὸ σῶμα, πλήν εἰ μὴ συντήξεως καὶ σηπεδόνος ἔχοιεν σημεῖα. περὶ ὧν ἐν τῷ προγνωστικῷ διῆλθεν αὐτὸς, ἔνθα καὶ λιπαρῶν καὶ δυσωδῶν ἐμνημόνευσε καὶ κακόσμων.
§15 Δύο λόγους ἀλλήλοις ἀντιτιθεὶς, ἐν ἑκατέρῳ παραλέλειπται τὸ συνεμφαινόμενον τῷ λόγῳ· ὥστε τοῦ λείποντος ἑκατέρῳ προστεθέντος σύμπασα λέξις ἐστὶ τοιαύτη, ὅκου φάρυγξ νοσέει φύματα ἐν τῷ σώματι γίνεται, σκέπτεσθαι χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα συννοσέει καὶ οὐκ ἀσφαλὲς τρέφειν αὐτό. ἐξ ὧν δέ μοι δοκεῖ πείσας ἑαυτὸν Ἱπποκράτης οὕτως ἀποφήνασθαι καὶ δὴ φράσω. τῶν ζώων φύσις ἐστὶν, ὅτε τοὺς ἐν τοῖς κυρίοις μέρεσι μοχθηροὺς χυμοὺς ἐκκενοῦσα τινὰς μὲν διοὔρων ἐμέτων τῆς κάτω γαστρὸς ἐκκρίνειν, τινὰς δἐξωθεῖν μὲν ὡς ἐπὶ τὸ δέρμα, κενῶσαι δοὐ δυναμένη διὰ τὸ πάχος ἀποτίθεται ταύτῃ φύματά τε ἐν τῷ σώματι οὕτω γίνεται. πολλάκις δὲ τε φάρυγξ ὑποδεχομένη τοὺς ἐκ τῆς κεφαλῆς καταῤῥέοντας χυμοὺς ἐνοχλεῖται. σκεπτέον οὖν ἐστι τηνικαῦτα καὶ διοριστέον εἴτε σύμπαν ἤδη τὸ περιττὸν φύσις ἐναποτίθεται τοῖς πεπονθόσι μορίοις εἴτἐστὶν ἔτι καθὅλον τοῦ ζώου τὸ σῶμα μοχθηρῶν χυμῶν περιουσία, δῆλον δἔσται τοῦτο ταῖς ἐκκρίσεσιν. εἰ γὰρ ὅλως φύσις ὥρμησεν ἐκκαθαίρειν τὸ σῶμα, χολώδεις αὗται φανοῦνται. διότι καὶ τὰ φύματα θερμανθέντος αἵματος ὑπὸ τοῦ πικροχόλου χυμοῦ γίγνεσθαι πέφυκε καὶ δηλονότι πρότερον καθᾶραι, οὐ τρέφειν χρὴ τὰ τοιαῦτα σώματα. τὰ γὰρ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν μᾶλλον τρέφῃς μᾶλλον βλάψεις. εἰ δὅμοιαι τοῖς τῶν ὑγιαινόντων αἱ ἐκκρίσεις εἶεν, ὑγιαῖνον ἐνδείκνυνται τὸ ὅλον σῶμα καὶ κίνδυνος οὐδείς ἐστι τρέφειν αὐτό.
§16 Λιμώττειν ἐκείνους φαμὲν, ὅσοι διἀπορίαν σιτίων εἰς ἄκρον ἥκουσι πείνης. οὕτως οὖν καὶ Ἱπποκράτης αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἶπεν, ἐν Αἴνῳ ὀσπριοφαγέοντες ἐν λιμῷ, σκελέων ἀκρατέες ἐγένοντο. καὶ μέντοι καὶ πᾶσαν τὴν σφοδρὰν ἔνδειαν τῶν σιτίων, εἰ καὶ χωρὶς ἀπορίας κατὰ προαίρεσιν πρόσταγμα γένοιτο, λιμὸν ὀνομάζειν εἴωθεν. ὅταν οὖν εἴπῃ, τοῖσιν ὑγρὰς ἔχουσι τὰς σάρκας, λιμὸν ἐμποιέειν, λιμὸς γὰρ τὸ σῶμα ξηραίνει. καὶ ἐπειδὰν ἐν τῷ προγνωστικῷ φησι ἐπανερέσθαι χρὴ μὴ ἠγρύπνηκεν ἄνθρωπος τὰ τῆς κοιλίας ἐξυγρασμένα εἴη ἰσχυρῶς λιμῶδές τι ἔχει αὐτὸν, ἐπὶ τῆς τῶν σιτίων ἐνδείας φέρει τοὔνομα. καὶ νῦν δὴ οὕτως εἴρηκεν, ὅκου λιμὸς οὐ δεῖ πονέειν, ὡσεὶ καὶ οὕτως εἴρηκε, τοῖς μὴ μέλλουσιν ἐσθίειν μηδὲ πόνον τινὰ προσφέρειν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. πόνον δὲ νῦν ἀκούειν χρὴ τὴν σφοδρὰν κίνησιν, ἥνπερ καὶ γυμνάσιον ὀνομάζουσιν. οὕτω γοῦν ἔλεγεν αὐτὸς, πόνοι σιτίων ἡγείσθωσαν. ἔστιν οὖν λόγος αὐτῷ κοινὸς ὑγιαινόντων τε καὶ νοσούντων. ὑγιαίνουσί τε γὰρ οὐ χρὴ προστάττειν γυμνάσια ἅμα ταῖς ἀσιτίαις, ἐπί τε τῶν νοσούντων μηδεμίαν σφοδρὰν κίνησιν ἐπάγειν τῷ σώματι σὺν ἀσιτίᾳ, μήτε φλεβοτομοῦντα μήτε καθαίροντα μήτε ἐμέτοις κενοῦντα, μήτε τρίψει χρώμενον πολλῇ μήθὅλως ἰσχυρᾷ κινήσει ἀλλοιώσει τοῦ σώματος. ἐπὶ γὰρ ταῖς τοιαύταις κινήσεσιν ἁπάσαις, ὅταν ἄνευ τροφῆς γίνωνται, καταλύεσθαι πέφυκεν δύναμις, ἄν τε ὑγιαίνωσιν ἄν τε νοσῶσιν οἱ ἄνθρωποι. πεφρόντικε δἀεὶ μεγάλως Ἱπποκράτης τοῦ φυλάττειν ἐῤῥωμένην τὴν τὰ ζῶα διοικοῦσαν δύναμιν. ἐάν τε οὖν κατὰ τὸν ἑνικὸν ἀριθμὸν εἴπωμεν δύναμιν ἄν τε κατὰ τὸν πληθυντικὸν δυνάμεις οὐ διοίσει. καὶ τοῦτο κατὰ τὸ περὶ τῆς τροφῆς αὐτὸς εἶπε, δύναμις μία καὶ οὐ μία, κατὰ μὲν τὸ γένος δηλονότι ἐμφαίνων μίαν εἶναι τὴν δύναμιν, ἰδέας δὲ πλείους ἔχειν.
§17 καθἕτερον ἀφορισμὸν ἔφη καθόλου, τοῦτο νῦν ἐφἑνὸς εἴδους διδάσκει. καθόλου μὲν γάρ ἐστιν τοιοῦτος λόγος, οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδἄλλο οὐδὲν ἀγαθὸν τι ἂν μᾶλλον τῆς φύσεως . δὲ νῦν ἡμῖν προκείμενος  ἀφορισμὸς ὑπὲρ ἑνὸς ἀποφαίνεται πράγματος, τῆς πλησμονῆς. γὰρ πλείων τροφὴ τῆς τοῦ σώματος φύσεως ὀνομάζεται πλησμονή. πρὸς τὶ μὲν οὖν ἀεὶ τὸ πλέον, ἀλλἔν γε τοῖς ἡμετέροις σώμασι διττόν· ἓν μὲν ὡς πρὸς τὴν τῶν ἀγγείων εὐρυχωρίαν, ἕτερον δὲ ὡς πρὸς τὴν διοικοῦσαν ἡμᾶς φύσιν. ὑπὲρ οὗ νῦν διδάσκων ἡμᾶς Ἱπποκράτης ἔφη τὴν πλείονα τροφὴν εἶναι παρὰ φύσιν, ἵνα μήτε τοὺς ἐμπεπλησμένους εἰς τοσοῦτον σιτίων ὡς διατετάσθαι τὴν γαστέρα, πάντως ὑπολαμβάνομεν ἐκ τούτου βλαβήσεσθαι, μήτε τοὺς ἐνδεὲς ἔχοντας αὐτῆς τὸ κύτος, ὀλίγα δὲ προσενηνέχθαι καὶ πάντως πέψαι καλῶς αὐτά. καὶ γὰρ τοὺς προτέρους ἐγχωρεῖ πέψαι τὰ πεπληρωκότα τὴν κοιλίαν, εἰ ῥώμην αὐτὴν φύσις ἔχει καὶ τοὺς δευτέρους ἀπεπτῆσαι, διἀῤῥωστίαν καὶ μάλισθὅταν εὔπεπτα μὲν οἱ πρότεροι, δύσπεπτα δοἱ δεύτεροι τὰ σιτία προσενηνεγμένοι τύχωσιν. οὕτω δὲ κἀπὶ τῆς ἀναδοθείσης τροφῆς αἱματοῦσα δύναμις ἀνάλογον τῇ πεπτούσῃ κατὰ τὴν γαστέρα ποτὲ μὲν ὑπἀῤῥωστίᾳ, οὐκ ἀλλοιώσει τὸν εἰς τὰς φλέβας ἀναδοθέντα χυμὸν, κἂν εἰ σύμμετρος εἶναι δοκεῖ, ποτὲ δὲ τὸν τούτου πολλαπλάσιον ἑτοίμως αἱματώσει, διά τε τὴν ἑαυτῆς ῥώμην καὶ τὴν ἐπιτηδειότητα τοῦ χυμοῦ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τρίτη τροφὴ, ἥνπερ δὴ καὶ κυριώτατα λέγομεν τροφὴν, προστιθεμένη τοῖς τοῦ ζώου μορίοις, ὡς πρὸς τὴν δύναμιν, ἤτοι πλείων οὐ πλείων εἶναι λεχθήσεται, καὶ ἤτοι πεφθήσεται καλῶς καὶ θρέψει οὔ. καὶ κατὰ τοῦτο ἤτοι κρατηθήσεται πρὸς αὐτῶν μὴ κρατουμένη διαφθαρήσεται καὶ νόσον γεννήσει. μία μὲν οὖν ἐξήγησις αὕτη τὸ πλέον ὡς πρὸς τὴν διοικοῦσαν δύναμιν τὰ ζῶα ἀκουόντων ἡμῶν. ἑτέρα δὲ τὸ κατὰ ποιότητα παρὰ φύσιν ἀληθὴς καὶ αὕτη. τρέφεται γὰρ ἕκαστον μόριον ἐξ οἰκείας αὐτῷ τροφῆς, ἣν ὀρθῶς ἂν εἴποιμεν εἶναι κατὰ φύσιν ἑαυτῷ. ἐὰν οὖν ποτε εἰς αὐτὸ παραγίνηται χυμός τις, ἑτέρῳ μὲν μορίῳ κατὰ φύσιν, ἀλλότριος δὲ καὶ παρὰ φύσιν ἐκείνῳ, μοχθηρὸν μὲν τὸ τοιοῦτον, οὐ μὴν πάντως γε καὶ νόσος ἀκολουθήσει, βραχείας αὐτῷ ὑπαρχούσης ποσότητος. ὅπου γὰρ οὐδὲ τὰ διαφθείρειν ἡμῶν τὸ σῶμα δυνάμενα φάρμακα, μανδραγόρας καὶ μήκων, κώνειον, ἄνευ ποσότητος οἷά τε βλάπτειν ἐστὶν, πού γε τοιοῦτος χυμὸς, ὃς πρὸς τῷ μὴ διαφθείρειν ἔτι καὶ τρέφειν ἕτερα μόρια δύνανται. τὴν ἀρχὴν γὰρ οὐκ ἂν ὠνόμασε τροφὴν αὐτὸν, εἰ μὴ τοιοῦτος ἦν. ὥσπερ οὖν εἰ πνεύματος μέν τι βραχὺ διὰ τοῦ στομάχου κατενεχθὲν εἰς τὴν γαστέρα τύχοι, τῆς δὲ πινομένης ὑγρότητος ὀλίγιστον μὲν εἰς τὸν πνεύμονα διὰ τῆς τραχείας ἀρτηρίας, οὔτἂν γαστὴρ, ὅσον ἐπὶ τούτῳ νοσήσῃ, οὔτε πνεύμων οὕτως ἔχει καὶ ἐπὶ τῆς κατὰ τὰ λοιπὰ μόρια τροφῆς. καὶ μὲν δὴ καὶ τρίτη τις ἐξήγησις εἴρηται πρός τινων ἀκούειν ἡμᾶς ἀξιούντων τὸ παρὰ φύσιν ἀντὶ τοῦ μεγάλως καὶ ὑπερβαλλόντως, ὡς εἰ καὶ οὕτως εἶπεν· ὅκου ἂν τροφὴ πλείων ὑπερβαλλόντως εἰσέλθῃ. τοῦτο νόσον ποιεῖ. τὴν γὰρ ὀλίγον ὑπερβάλλουσαν τοῦ συμμέτρου μηδέπω δύνασθαι νόσον ποιεῖν, ἀλλἔτι φυλάττειν τὸ σῶμα κατά γε τῆς ὑγιείας πλάτος, ἀληθὲς μὲν οὖν καὶ τοῦτο· χρὴ γὰρ τὴν μέλλουσαν ἐργάσασθαι νόσον τροφὴν, οὐ μικρῷ τινι τῆς ἀκριβοῦς· συμμετρίας ὑπερέχειν. ἀλλοὐκ ἔστιν ἔθος τούτου ἕνεκα διορίζεσθαι τὸν λόγον. εἰώθασι γὰρ αὐτὸ μόνον ἀποφαίνεσθαι τὸ γένος, ἔγκαυσιν ψύξιν κόπον, ἀπεψίαν τε καὶ φθορὰν χυμῶν, ὅσα τἄλλα τοιαῦτα νοσοποιεῖν φάσκοντες, ὡς ἡμῶν ἑκάστῳ τῶν εἰρημένων συνεπινοούντων ἀξιόλογον ποσότητα. κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ τὴν πλείονα τροφὴν νοσοποιεῖν λέγουσιν, ἄνευ τοῦ προσθεῖναι τὸ πολλῷ, γινωσκόντων ἡμῶν ὡς ἐὰν δραχμῆς μοῖρα ιε΄ τὸ πλεῖον τοῦ συμμέτρου νόσον οὐδέπω δύναται κατασκευάζειν, ἀλλὰ πολλαπλασιαζομένη τε καὶ αὕτη ποτε ποιήσει νόσον. ἐκ γὰρ τοῦ γένους ἐστὶ μία τῶν κατεργαζομένων αἰτίων τὰς νόσους. κατὰ ταῦτα μὲν οὖν τρίτη τῶν ἐξηγήσεων, εἰ καὶ ὅτι μάλιστα ἀληθής ἐστι, περιεργοτέρα μοι δοκεῖ τοῦ τῶν παλαιῶν ἔθους ὑπάρχειν, μετὰ καὶ τοῦ βιαίως ἐξηγήσασθαι τῆς παρὰ φύσιν φωνῆς τὸ σημαινόμενον. δἐπὶ τέλει τοῦ ἀφορισμοῦ προσγεγραμμένη λέξις, ἔνθα φησὶ, δηλοῖ δὲ ἴησις, ἄμεινον ἂν εἶχε μετὰ τοῦ καί συνδέσμου γεγραμμένη κατὰ τόνδε τὸν τρόπον, δηλοῖ δὲ καὶ ἴησις. οὐ γὰρ δὴ μόνον γε ἴησις δηλοῖ τὸ τὴν τροφὴν, ἔνθα ἂν εἰσέλθῃ, πλείω νοσοποιεῖν, ἀλλὰ καὶ τοῦ πράγματος φύσις συνενδείκνυνται συνεπιμαρτυρούσης αὐτῇ καὶ τῆς ἰάσεως. ἐν ἁπάσαις γὰρ ταῖς τέχναις τοῖς καλῶς ἐπινοουμένοις καὶ ἀπὸ τῆς ἐκβάσεως μαρτυρία προσέρχεται. τίς οὖν ἐστιν αὕτη κατὰ τὸν προκείμενον λόγον; ἐπὶ ταῖς κενώσεσιν ἴασις τῶν λυπούντων χυμῶν, ἥν τινα καὶ Ἡρόφιλος ἐν τῇ τριχρόνῳ καλουμένη σημειώσει παρέλαβεν. εἰ γάρ τις ἐσθίων μὲν πλείω τῶν συνήθων, ἤτοι δἴσα τοῖς ἔμπροσθεν ἐλάσσω γυμναζόμενος, βαρυνθείη τε τὸ σῶμα καὶ σὺν ἐρεύθει καὶ ὄγκῳ τῶν φλεβῶν ἄρξηται πυρέττειν, οὐκ ἂν ἀλόγως τις αὐτὸν ὑπὸ πλήθους νοσῆσαι νομίζῃ. εἰ τοίνυν καὶ κενωθεὶς ὠφεληθείη, βεβαίωσις καὶ παραχρῆμα τῆς περὶ τοῦ πλήθους γενήσεται δόξης, θάρσος τε πρὸς τὸ πάλιν ἐπὶ  τῶν αὐτῶν παραγενήσεται ὡσαύτως κενῶσαι, μὴ περιμείνοντας τὴν τῶν ἐμπειρικῶν τήρησιν, ἣν αὐτοὶ τῶν πλειστάκις ἐπὶ τοῖς αὐτοῖς ὡσαύτως ἀποβαινόντων εἶναί φασιν. ἴσως μὲν οὖν καὶ προσέκειτο κατὰ τὸν ἀφορισμὸν καί σύνδεσμος, εἶτά τίς ὡς περιττὸν ἀφεῖλεν αὐτόν. ἴσως δὲ καὶ ἐξ ἀρχῆς αὐτὸς Ἱπποκράτης ἁπλῶς ἔγραψε χωρὶς τοῦ καί συνδέσμου, δηλοῖ δὲ ἴησις, ὡς εἰ καὶ οὕτως εἰρήκει, τοῖς γὰρ προειρημένοις οὕτως ἔχουσιν ὡς εἴρηται, τουτέστι τροφῆς πλείονος παρὰ φύσιν ἐν τῷ σώματι περιεχομένης, ἐπειδὰν κενώσεως προσαχθείσης, κάμνων ὠφεληθείη, δῆλόν ἐστιν ὡς εἰς νόσον ἥκει διὰ τὸ πλῆθος τῆς τροφῆς. ὅτι δὲ κένωσιν μὲν ἁπλῶς εἴωθε λέγειν Ἱπποκράτης, ὅταν ὁμοτίμως ἅπαντες οἱ χυμοὶ κενῶνται, κάθαρσιν δὲ ὅταν οἱ μοχθηροὶ κατὰ ποιότητα, μεμνῆσθαι χρὴ, καὶ ὅτι νῦν ἴασις ὑπὸ κενώσεως, οὐ καθάρσεώς ἐστι γινομένη μαρτυρεῖ τῇ περὶ τοῦ πλήθους δόξῃ. κένωσις δὁμοτίμως ἁπάντων τῶν χυμῶν μὲν ἀκριβεστάτη διὰ φλεβοτομίας ἐστὶν ἐγγὺς δαὐτῆς τε ἀποσχαζομένων τῶν σφυρῶν, ὥσπερ ἡμῖν εὔθισται, καὶ διὰ γυμνασίων τρίψεων λουτρῶν καὶ προσέτι κατὰ συμβεβηκὸς διὰ ἀσιτίας. κατὰ συμβεβηκὸς δεἶπον, ὅτι μὴ διἑαυτῆς ἀσιτία κενοῖ, καθάπερ ἕκαστον τῶν προειρημένων. ἀλλ μὲν κένωσις γίνεται τῷ φυσικῷ τρόπῳ τῆς διαπνοῆς, μηδεμιᾶς δὲ ἀντὶ τῶν κενωθέντων εἰσενεχθείσης τροφῆς, ἐναργῶς τηνικαῦτα φαίνεται πρότερον λανθάνουσα. ταυτὶ μὲν οὖν αὐτάρκη πρός γε τὴν ἐξήγησιν τοῦ ἀφορισμοῦ. ὅστις δὲ βούλεται τὸν περὶ πλήθους λόγον ἀκριβῶς ἀναλέξασθαι, βιβλίον ἔχει γεγραμμένον ὑφἡμῶν ἓν ὅλον, δὴ καὶ περὶ πλήθους ἐπιγέγραπται. νυνὶ δἀρκεῖ τό γε τοσοῦτον ἔτι προσθεῖναι τοῖς εἰρημένοις, ὡς ἄρξασθαι μὲν δύναται τὸ πρὸς τὴν δύναμιν πλῆθος, ἄνευ τοῦ διεφθάρθαι, μεῖναι δοὐ δύναται χρηστόν. ἀνάγκη γὰρ πᾶσα μεταβάλλειν αὐτὸ κατὰ ποιότητα, διαφθείρεσθαι τοῦ χρόνου προϊόντος· ἀλλὰ κἂν τοῦτο γένηται, μέχρι τοσούτου πλῆθος αὐτὸ καλέσομεν, μέχρι περ ἂν ἐπὶ τῇ κενώσει τοῦ περιττοῦ τὸ λοιπὸν δύνηται γίνεσθαι χρηστόν. ὁποῖον γὰρ κατὰ τοὺς ὀξυνομένους οἴνους συμβέβηκε, τοιοῦτόν τι καὶ κατὰ τὴν ἀλλοίωσιν τοῦ αἵματος. ἔστι δὲ τὸ συμβαῖνον ἐπὶ τῶν οἴνων τοιόνδε. τελέως μὲν ὀξεῖς γενηθέντες οὐκέτεἰς τὴν τοῦ οἴνου φύσιν ἐπανέρχονται, βραχεῖαν δέ τινα ποιησάμενοι ῥοπὴν ὡς ὀξύνεσθαι μὲν, ὄξος δοὐδέπω γεγονέναι, πολλοὶ πολλάκις ἀνεκτήσαντο τὴν πρότερον φύσιν. οὕτως ἔχει κἀπὶ τοῦ αἵματος· καὶ γὰρ καὶ τοῦτο μεγάλης μὲν τῆς διαφθορᾶς γενομένης οὐκέτἐπανέρχεται πρὸς τὸ κατὰ φύσιν, ἐπὶ βραχὺ δὲ συμβάσης, ἐπειδὰν τὸ περιττὸν ἀποκενωθῇ τὸ κατάλοιπον ἀνακτᾶται τὴν ἑαυτοῦ φύσιν, καὶ δὴ καὶ καλεῖν ἔθος ἐστὶ τὴν τοιαύτην διάθεσιν οὐ διαφθορὰν, ἀλλὰ πλῆθος, ἐκείνης, ὡς ἔφην, μόνης ὀνομαζομένης διαφθορᾶς, ἥτις ἂν οὕτως ἀξιόλογον ἔχῃ τὴν τὸ παρὰ φύσιν ἐκτροπὴν, ὡς μηκέθὑπὸ φύσεως δύνασθαι πεττομένης χρηστὸς γίνεσθαι χυμός.
§18 Ταχέως μὲν τρέφειν ἀκουστέον εἰρῆσθαι πρὸς αὐτοῦ τὰ μετὀλίγον χρόνον τῆς προσφορᾶς εὐθέως τρέφοντα κατά γε τὴν ἑαυτῶν φύσιν. ἐξετάζεται δαὕτη κατά γε τοὺς ἀμέμπτως ὑγιαίνοντας. ἀθρόως δὲ τὰ μετὰ τὸ ἄρξασθαι τρέφειν ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τὴν ἐξ αὐτῶν τροφὴν δίδονται τῷ σώματι. τὰ τοιαῦτα οὖν, ὅσον ἐπὶ τοῦτο μόνον τῷ τρέφειν ἀθρόως καὶ διαχωρηθήσεται ταχέως. εἰ δἤτοι δριμύτης τις αὐτοῖς ἐρεθίζουσα πρὸς ἀπόκρισιν γλισχρότης ὑπάρχει, διἣν ἐπὶ πλέον κατέχεται, τὰ μὲν θᾶττον κατὰ τὴν διαχώρησιν ὁρμήσει, τὰ δὲ βραδύτερον. τάχιστα μὲν οὖν καὶ ἀθροώτατα οἶνος τρέφει, βραδύτατα δὲ καὶ κατὰ βραχὺ βόειον κρέας καὶ κοχλίαι καὶ σπόνδυλοι θαλάττιοι καὶ ἀκρίδες καὶ κάραβοι καὶ ἀστακοὶ, καὶ συνελόντι φάναι πάντα τὰ σκληρόσαρκα τῆς αὐτῆς ἐστι τούτοις φύσεως. καὶ σκληροὶ τυροὶ καὶ τὰ τεταριχευμένα τῶν κρέων καὶ φακοὶ καὶ βολβοὶ καὶ τὰ μέχρι τοῦ σκληρωθῆναι τῶν ὠῶν ἀφεψημένα. ταυτὶ γὰρ πάντα μετὰ πολὺν χρόνον τοῦ προσαχθῆναι τρέφει κατὰ βραχύ. σημεῖον δἔστω σοι τοῦ τρέφειν ἤδη τὸ προσενηγμένον ἐν μὲν τοῖς σφυγμοῖς τε σφοδρότης καὶ τὸ μέγεθος, ἐν δὲ ταῖς καθὁρμὴν κινήσεσιν προστιθεμένη τοῖς τεθραμμένοις ῥώμη. μάλιστα δἐξετάζειν αὐτὴν προσῆκον ἐπὶ τῶν ἐκλελυμένων διὰ κένωσίν τινα αἰσθητὴν διὰ κάματον διἀσιτίαν. ἐπὶ μὲν οὖν τῶν προειρημένων ἁπάντων αἱ κατὰ τὴν γαστέρα διαχωρήσεις βραδεῖαι γίνονται, τοῦτἔστι μετὰ πολὺν τῆς προσφορᾶς χρόνον, ἐπὶ δὲ τῶν ἐναντίων ταχεῖαι, μάλιστα δἐναντίος ἁπάντων αὐτοῖς ἐστιν οἶνος ὡς εἴρηται, τάχιστα τρέφων, ἐφεξῆς δαὐτῷ κατὰ στοῖχον ἄλλα περὶ ὧν ἐρῶ, πρῶτόν γε περὶ τῶν οἴνων αὐτῶν διερχόμενος. οἱ μὲν γὰρ ὑδατώδεις αὐτῶν ἐλαχίστην τροφὴν τῷ σώματι διδόασιν. εἰσὶ δὲ οὗτοι λευκοὶ μὲν τὴν χρόαν, λεπτοὶ δὲ τὴν σύστασιν,  οἱ δὲ παχεῖς καὶ κιῤῥοὶ πολὺ μὲν πλείονα τὴν τροφὴν τούτων διδόασι τῷ σώματι, ἀπολείπονται δὲ τῶν μελάνων ἐς τοσοῦτον τροφῆς, ὅσον πλεονεκτοῦσιν εἰς τὸ ταχέως καὶ ἀθρόως τρέφειν. ὅσοι δὲ λευκοὶ μὲν, ἀλλὰ παχεῖς εἰσιν ἀτροφώτεροι μὲν τοσοῦτον ὑπάρχουσιν, τροφιμώτεροι δὲ τῶν λεπτῶν τε καὶ λευκῶν, ἀλλοὔτε ταχέως οὔτε ἀθρόως τρέφουσιν. εἰς ὅσον δὲ ἐν τούτοις διαφέρουσιν, εἰς τοσοῦτον καὶ κατὰ τὴν διαχώρησιν. οἱ μὲν γὰρ ὑδατώδεις κατοὖρα διαχωροῦσι τάχιστα, διὰ τὸ φθάνειν τάχιστα σχεδὸν ἀναλαμβάνεσθαι ὅλοι, τῶν δἄλλων πάντων ὅσον ὑπέρχεταί τι κατὰ τὴν γαστέρα σαφὲς, ἀνάλογον τῷ χρόνῳ τῆς θρέψεως ἔχει τὴν διαχώρησιν. οὕτω δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων συμβέβηκεν. μὲν γὰρ τῆς πτισάνης χυλὸς οὐ μετὰ πολὺν χρόνον τῆς προσφορᾶς φαίνεται τρέφων, οὐ μὴν πολλὴν τροφὴν διδοὺς τῷ σώματι καὶ ταύτην ἐν ὀλίγῳ χρόνῳ παρέχων ἀθρόαν. χόνδρος δὲ οὔτὀλίγην οὔτἀθρόαν, ἀλλἐν πολλῷ τε χρόνῳ καὶ πολλὴν παρέχει τροφήν. ὡσαύτως δὲ δηλονότι προσήκει τῇ συστάσει ἔχειν τὰ παραβαλλόμενα καὶ μὴ τὸ μὲν ἀκριβῶς εἶναι ὑγρὸν, τὸ δὲ ἄκρως ξηρόν. ἐπὶ μὲν οὖν τῆς πτισάνης καὶ χόνδρου καὶ πάντων τῶν τοιούτων, ὅσα σκευάζουσιν ἐκ κέγχρων κυάμων, τινων ἄλλων καρπῶν; ὁμοίως ἐχέτω τὰ παραβαλλόμενα, κατὰ τὸ ποιὸν τῆς συστάσεως. ἐπὶ δὲ τῶν κρεῶν ἰδία μὲν σύστασις ἑκάστου. παραβάλλεσθαι δὲ αὐτὰ χρὴ κατὰ τὸ ποιὸν τῆς σκευασίας ὠπτωμένων ἀμφοῖν ἑψημένων ὡσαύτως. ἀφαιρείσθωσαν δὲ κατὰ τὴν σκευασίαν καὶ οἱ δακνώδεις χυμοὶ, καθάπερ ἐπὶ κράμβης τε καὶ ὀσπρίων, εἰ μέλλεις ἀκριβῆ βάσανον αὐτῆς τῆς τρεφούσης οὐσίας λαβεῖν. δἀφαίρεσις τῶν χυμῶν ἐκ τοῦ μετατίθεσθαι κατὰ τὴν ἕψησιν εἰς ἕτερον ὕδωρ ἐξ ἑτέρου γίγνεται. ἐὰν οὖν ἅπαντα ταῦτα διορισάμενος ἐξετάσῃς ἀκριβῶς, εὑρήσεις ὅσα μὲν ὀλίγῳ χρόνῳ τρέφει, τοῦτο δέ ἐστι τὸ ἀθρόως καὶ μετὀλίγον χρόνον τῆς προσφορᾶς, τοῦτο γάρ ἐστι τὸ ταχέως, τούτων καὶ τὴν διαχώρησιν ἐν τάχει γινομένην, ὅταν γε ὡσαύτως ἔχουσιν ἀνθρώποις δίδοται. καὶ γὰρ καὶ τοῦτο ἐπὶ πάντων τοιούτων χρὴ προσδιορίσασθαι. τὰ δἐναντίως ἔχοντα βραδέως ὑποχωρεῖν. τὴν δαἰτίαν τῶν γινομένων μάθοις ἂν ἐκ τῶν ἀποδεδειγμένων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. γάρ τοι γαστὴρ ἀπολαύειν ἐνεδείκνυτο τῶν σιτίων αὐτὴ πρώτως τὸν οἰκεῖον ἐξ αὐτῶν ἕλκουσα χυμὸν, ἐναποτιθεμένη τε τοῖς ἑαυτῆς χιτῶσιν, εἶτἐπειδὰν τούτου κορεσθῇ, τηνικαῦτα ἐκπέμπειν αὐτὰ πρὸς τὴν διαχώρησιν. ἐν τούτῳ δὲ τῷ χρόνῳ καὶ τὸ ἧπαρ ἐκ τῶν σιτίων ἕλκειν ἐδείκνυτο, ἐπειδὰν ἐνδεῶς ἔχῃ τροφῆς. εἰ δὲ μὴ, χρήσεται τῇ προϋπαρχούσῃ. κατὰ δὲ τὸν αὐτὸν λόγον ἕλκειν αὖθις ἐκ τοῦ ἥπατος ὅλον τὸ σῶμα, καθὃν ἂν χρόνον καὶ τοῦτο ἀπορεῖ τροφῆς. ὅθεν ἐφὧν ὅλον τὸ σῶμα κενόν ἐστι, μάλιστα ἄν τις λάβῃ τὴν πεῖραν τῶν ἀθρόως τε καὶ ταχέως τρεφόντων, οἷσπερ, ὡς ἔφαμεν, ὑπάρχει καὶ τὸ πρὸς τὴν διαχώρησιν ἰέναι θᾶττον, ὅσον ἐπὶ τῷδε. τινὲς μέντοι τὴν ἐξ ὅλου τοῦ σώματος ἔφασαν κένωσιν εἰρῆσθαι διαχώρησιν, ἵνα ταυτὸν τὸ νῦν διδασκόμενον τῷ λελεγμένῳ κατὰ τὸ περὶ τροφῆς βιβλίον, ἔνθα φησίν· δυσαλλοίωτος δυσεξανάλωτος, εὐπρόσθετος εὐεξανάλωτος, ὅπερ ἀληθέστατον μέν ἐστιν, οὐ μὴν οἰκείως ἀκούσεσθαί τε δοκεῖ τῇ τῆς διαχωρήσεως προσηγορίᾳ. λέγεται γὰρ αὐτὴ μᾶλλον ἐπὶ τῆς κατὰ γαστέρα μόνον, δυνατόν γε μὴν κἀπὶ τῶν καθὅλον ἀκούειν αὐτὴν τὸ σῶμα. διαφέρει γὰρ ὑποχώρησιν διαχώρησιν εἰπεῖν. μὲν οὖν ὑποχώρησις ἐπὶ τῶν κατὰ τὴν γαστέρα μόνον λέγεται, κοινὸν δἀμφοῖν τὸ τῆς διαχωρήσεως ὑπάρχειν ἐγχωρεῖ ὄνομα. τὰ μὲν οὖν χοίρεια κρέα καὶ ὅσα γλίσχρους καὶ παχεῖς ἔχει τοὺς χυμοὺς, ἐν χρόνῳ ποιεῖται τὴν ἐξ ὅλου τοῦ σώματος διαπνοήν· λάχανα δὲ καὶ τῶν ἰχθύων οἱ πετραῖοι καὶ ἁπλῶς ὅσα λεπτὸν ἔχει τὸν ἀναδιδόμενον χυμὸν, ἐν μὲν τῷ τάχει τῆς ἀναδόσεως καὶ τῆς προσθέσεως πλεονεκτεῖ, μόνιμον δοὐκ ἔχει τὴν φύσιν, ἀλλὰ διαπνεῖται ῥᾳδίως.
§19–23
§19 Τὰ ὀξέα νοσήματα πρὸς τὸ κρίνεσθαι ταχέως εὐθέως καὶ μέγεθος ἔχει· τοὺς γὰρ ἐφημέρους πυρετοὺς καίτοι ταχέως παυομένους οὐ καλοῦσιν ὀξέα νοσήματα. διττὴ δέ ἐστιν τῶν ὀξέων νοσημάτων φύσις· γὰρ ἐπὶ χυμοῖς μόνοις θερμοῖς οὐδένα τόπον ἐγκατειληφόσιν, ἀλλὁμοτίμως ἐν ἅπασι τοῦ ζώου τοῖς μέρεσι γίγνεσθαι πεφυκόσιν τόπου τινὸς πεπονθότος, ὡς ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ κυνάγχῃ. καὶ οἵ γε πυρετοὶ τοὐπίπαν οἷον συνεχεῖς εἰσιν ἐν τοῖς ὀξέσι νοσήμασι. σπάνια γὰρ τὰ χωρὶς πυρετῶν, ὁποία ἐστὶ καὶ ἀποπληξία. τὰ δὲ χρόνια νοσήματα διὰ χυμοὺς γίνεται παχεῖς καὶ γλίσχρους καὶ ψυχροὺς, οὔτε πεφθῆναι ῥᾳδίως δυναμένους, ἐμπλαττομένους τε καὶ σφηνουμένους ἐν τοῖς πεπονθόσι μορίοις, ὥστε καὶ σκιῤῥώδεις  αὐτῶν μᾶλλον φλεγμονώδεις εἶναι τὰς διαθέσεις. ὀλίγα δἐξ αὐτῶν γίγνεται τὰ κατὰ συμπάθειαν καὶ χωρὶς τόπου πεπονθότος, ἐν οἷς ὁμοτίμως ἁπασῶν τῶν φλεβῶν, ἤτοι μελαγχολικοὺς φλεγματώδεις χυμοὺς ἐχουσῶν σηπομένους. ἐπὶ μὲν τούτων ἁπάντων ἔοικεν Ἱπποκράτης θαῤῥεῖν ταῖς προγνώσεσιν, ἐπὶ δὲ τῶν ὀξέων οὐχ ἁπάντων, ἀλλἔστιν ὅτε καὶ διαμαρτάνεσθαι τὴν πρόγνωσιν ὁμολογεῖ. τοιοῦτον γάρ ἐστι τὸ οὐ πάμπαν, ἀπόφασις ὄν. τὸ γὰρ οὐ πάμπαν τῷ οὐ παντελῶς ταὐτὸν σημαίνει. καὶ ἔστι τὸ οὐ πάμπαν ἴσον τῷ οὐκ ἐπὶ πάντων, ὅπερ ὅταν ὀλίγα τῶν πάντων ἐξαιρῶσιν ὀνομάζειν εἰώθασιν. οἷον οὐ πάντες ἄνθρωποι κακοί. δηλοῖ γὰρ τοῦτεἰπὼν ὀλιγοστοὺς εἶναι τοὺς ἀγαθοὺς. οὕτω γοῦν καὶ νῦν Ἱπποκράτης ἐμφαίνει λέγων, οὐ πάμπαν ἀσφαλεῖς εἶναι τὰς προσαγορεύσεις ἐπὶ τῶν ὀξέων ὡς ὀλιγάκις ποτὲ καὶ σφαλλομένου τοῦ ἀρίστου ἰατροῦ. συμβαίνει δαὐτὸ τοῦτο διά τε τὴν ὀξύῤῥοπον ἐν κρίσει μεταβολὴν, ἥτις ἕπεται τῶν ἐργαζομένων αὐτὰ χυμῶν τῇ φύσει καὶ διὰ τὸ μεταῤῥεῖν ἐνίοτε τὸν λυποῦντα χυμὸν ἐξ ἑτέρων εἰς ἕτερα.
§20 Ὅτι μὲν ὡς τὸ πολὺ τοῦτο γίνεται καὶ οὐ διὰ παντὸς ἐδήλωσεν αὐτὸς ἐν τοῖς κατωτέρω γράψας τόνδε τὸν ἀφορισμὸν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι νέοι μὲν ἐόντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, εἰς δὲ τὸ γῆρος χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ πολὺ τοῖσιν ἀπογηράσκουσιν. ἀκουστέον δέ ἐστι ξηρᾶς καὶ ὑγρᾶς κοιλίας οὐχ ἁπλῶς, ἀλλἐπὶ τοῖς αὐτοῖς διαιτήμασιν. εἰ γάρ τις ἐν μὲν τῇ νεότητι τῇ τῶν Ἀλεξανδρέων χρῆται διαίτῃ, ταρίχη τε καὶ πράσα ἐσθίων, ἐπιπίνων τε ζυθὸν, ἐν δὲ τῷ γήρᾳ μηδὲν τούτων προσφέρηται, φακὴν δὲ ἐσθίει καὶ οἶνον αὐστηρὸν ἔτι πίνει, πῶς ἂν φαίημεν ὑπηλλάχθαι τούτῳ τὰ διαχωρήματα τῷ λόγῳ τῆς ἡλικίας; οὕτω δὲ καὶ μὲν κατὰ τὴν νεότητα φακὴν ἐσθίων καὶ μέσπιλα καὶ οἶνον αὐστηρὸν πίνων, ἐπὶ δὲ τοῦ γήρως τῇ τῶν Ἀλεξανδρέων χρώμενος διαίτῃ, συμμεταβάλλει ταῖς διαίταις τὴν κατὰ τὴν διαχώρησιν, οὐκ ὀρθῶς ποιησόμεθα κρίσιν. ἀλλὅταν ἁπάντων τῶν ἄλλων, οὐ μόνον τῶν κατὰ τὴν τροφὴν, ὁμοίως πραττομένων ὑπηλλάχθαι τὰ κατὰ τὰς διαχωρήσεις, κρίσις ὀρθὴ γενήσεται τῶν ὑφἹπποκράτους εἰρημένων· ὑπαλλαχθήσεται δὲ τὰ κατὰ τὰς διαχωρήσεις, ὅσον ἐπὶ τῇ φύσει τῶν ἡλικιῶν κατὰ τὰς ἐν τῷ σώματι διαθέσεις ἀλλαττομένας, ὑφὧν γαστὴρ ὑγροτέρα τε καὶ ξηροτέρα γίνεται. τίνες δέ εἰσιν αὗται τῶν ἐζητημένων ἐστὶ καὶ οὕτω γε μακρὸν ἔσεσθαί μοι νομίζω τὸν λόγον, εἰ σὺν ταῖς οἰκείαις ἀποδείξεσι γράφειν αὐτὸν ἐπιχειρήσαιμι, ὥσθἑνὸς ὅλου δεήσεσθαι βιβλίου. τοῦτο μὲν οὖν αὖθις ἔσται ποτὲ, νῦν δὲ διὰ βραχέων ἐρῶ τὰ κεφάλαια, συγχρησάμενος οἷς ἔν γε τοῖς τῶν φυσικῶν δυνάμεων ἀπέδειξα ὑπομνήμασι καὶ τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὑγροτέρα τοῦ συμμέτρου γίνεται γαστὴρ, ὅταν χυλωθεῖσα τροφὴ καταὐτὴν ἐνδεέτερον ἀναδίδοται, ξηροτέρα δὲ πάλιν τῆς καταὐτὴν ὑγρότητος ἁπάσης εἰς τὸ ἧπαρ ἀναφερομένης. ἀλλὰ τὸ μὲν ἐνδεέστερον ἀναδίδοσθαι γίνεται μέν ποτε πλείονα τροφὴν λαμβανόντων ὅσης δεῖται τὸ ἧπαρ, ἔστι δὅτε θᾶττον ἐπὶ τὴν διαχώρησιν ἰούσης αὐτῆς. τῆς μὲν γὰρ πλείονος ἀπολείπεται τὸ περιττὸν, ἐπειδὰν ἑλκύσει τὸ ἧπαρ, ὅσης δεῖται. τῆς δὲ ταχέως διεξιούσης οὐ φθάνει τοσοῦτον ἕλκειν τὸ ἧπαρ ὅσου δεῖται. θᾶττον δὲ ὑπέρχεται τὰ διαχωρούμενα, ποτὲ μὲν διὰ τὸ πλῆθος τῆς καταῤῥεούσης εἰς τὴν γαστέρα χολῆς ἐρεθιζούσης αὐτὴν εἰς ἀπόκρισιν, ἐνίοτε δὲ τῆς μὲν ἐν αὐτῇ τῇ γαστρὶ καθεκτικῆς δυνάμεως, ἀῤῥωστοτέρας γινομένης, τῆς δὲ ἀποκριτικῆς ἐν ταύτῃ γε καὶ τοῖς ἐντέροις ἰσχυρᾶς ὑπαρχούσης. πλειόνων μὲν οὖν ὀρεγόμεθα τοῦ στόματος τῆς γαστρὸς, ἐνταῦθα γὰρ μάλιστα ὄρεξίς ἐστι, ψυχροτέρου τὴν κρᾶσιν ὑπάρχοντος. οὕτω δὲ καὶ τὸ ἧπαρ ἧττον ἕλκει διὰ ψυχρότητα· τὴν δὲ καθεκτικὴν γαστὴρ δύναμιν ἀσθενεστέραν ἔχει διὑγρότητα, καθάπερ δὴ καὶ τὴν προωστικὴν ἰσχυροτέραν διὰ ξηρότητα. γερόντων οὖν ἐπειδὰν ψυχρότερον γένηται τὸ σῶμα, τὴν ἐν τῷ στόματι τῆς κοιλίας ὑγρότητα συμβαίνει γίνεσθαι ψυχρὰν ἐς τοσοῦτον, ὡς μεταπίπτειν εἰς ἀνορεξίαν, καὶ οὕτω ξηραίνεσθαι τὴν διαχώρησιν, ἐνδείᾳ τῶν προσφερομένων, ὡς πρὸς τὴν ἀνάδοσιν. οὕτω δὲ καὶ ὅσοι διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ πικροχόλου χυμοῦ τὴν κοιλίαν ὑγραίνονται, πρὸς τοὐναντίον μεταπίπτουσι, μηκέτι ἐν τῷ γήρᾳ τοῦ τοιούτου χυμοῦ πολλοῦ γενομένου. τοῖς μέντοι διἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ὑγραινομένοις τὴν κοιλίαν οὐχ ἅπασιν μετάπτωσις ἔσται, ἀλλὰ παρὰ τὸ ποσὸν τῆς συνεζευγμένης αὐτῇ θερμασίας. εἰ μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς εἴη ψυχροτέρα τὴν κρᾶσιν γαστὴρ, εἰς ἀμετρίαν  τῆς κατὰ ψυχρότητα δυσκρασίας ἐν τῷ γήρᾳ παραγινομένη τὴν καθεκτικὴν δύναμιν ὁμοίως ἄῤῥωστον ἕξει, διὰ τὸ πᾶσαν ἄμετρον δυσκρασίαν ἐκλύειν τὰς ἐνεργείας. εἰ δἀκριβῶς εἴη θερμὴ μέχρι πλείστου τῆς ἡλικίας ἰσχυρὰν ἔξει τὴν καθεκτικὴν ἐνέργειαν, ὡς ἂν μηδἑτέραν ἔχουσα τῶν δυσκρασιῶν ἀκριβῶς, μηδὲ τὴν κατὰ ξηρότητα, φύσει γὰρ ἦν ὑγροτέρα πάντως· οὐκ ἂν ἄῤῥωστον εἶχε τὴν καθεκτικὴν δύναμιν μήτε κατὰ θερμότητα. τοῦτο γὰρ ὑπέκειτο. δῆλον οὖν ὡς ὀλίγου δεῖν ἅπασιν, οἷς ὑγρότεραι φύσεις γαστρός εἰσιν, εἰς τοὐναντίον μετάπτωσις γίνεται γηράσκουσιν. οἷς δὲ ξηρότεραι, τούτοις ὑγρότεραι γενήσονται γηρῶσι, διὰ τὰς ἐναντίας κράσεις· ἤτοι γὰρ ὅταν ἐλάττονα τροφὴν προσφέρωνται τῆς κατὰ τὸ ἧπαρ δυνάμεως διἐξίκμασιν τὸ συῤῥέειν τῆς χολῆς εἰς τὴν κοιλίαν ὀλίγον διεὐρωστίαν τῆς καθεκτικῆς δυνάμεως διαχώρησις ἔσται ξηροτέρα. τούτων δὲ τὸ μὲν ἧττον ὀρέγεσθαι καὶ θᾶττον ἐμπίπλασθαι διὰ τὴν θερμότητα γίνεται τῶν ὀρεκτικῶν μορίων. τὸ δἐξικμάζεσθαι τὴν τροφὴν ἤτοι συμμέτρως ἔχοντος ἐν τῇ κράσει τοῦ ἥπατος καὶ βραχεῖ τινί θερμοτέρου τὴν κράσιν ὑπάρχοντος. τὸ δὀλίγην συῤῥεῖν εἰς τὴν γαστέρα χολὴν, ὡς ἂν δηλονότι καὶ γενομένης ὀλίγης, ἐπὶ τῇ ψυχρότητι τοῦ σπλάγχνου συμβαίνει. ῥωμαλέα δ καθεκτικὴ δύναμις γίνεται τοῖς νέοις ἐπὶ τὸ ξηρότερον τῇ κράσει ῥέπουσιν. εἰκότως οὖν γερόντων ἁπάντων τῶν προειρημένων εἰς τἀναντία μετάπτωσις ἔσται. οἵ τε γὰρ ἀνόρεκτοι διὰ θερμότητα προηκούσης τῆς ἡλικίας ὀρεχθήσονται πλειόνων ὅσων δύναται κρατήσειν τὸ ἧπαρ. ὅσοις τε διὰ ξηρότητα σύμφυτον καθεκτικὴ δύναμις ἦν ἰσχυροτέρα, τούτοις γηρῶσιν ἀῤῥωστοτέρα γενήσεται τῇ τῆς ξηρότητος ἀμετρίᾳ. καὶ διὰ τοῦθ διαχώρησις ὑγρανθήσεται, τῷ ταχύνειν τὴν διέξοδον τῶν σιτίων. ὅσοις δὲ διὰ τὴν ἔνδειαν τῆς χολῆς διαχώρησις βραδύνουσα, τῷ πολυχρονίῳ τῆς διεξόδου τὸ πολὺ τῆς ὑγρότητος ἐξικμάζεται, δυνατὸν μὲν ἔτι μεῖναι αὐτὴν διάθεσιν. ἐγχωρεῖ δὲ καὶ διὰ ψύξιν ἄμετρον τοῦ ἥπατος εἰς ἀῤῥωστίαν ἱκανὴν τῆς ἀναδόσεως ἀφικομένης ὑγρὰ γίνεσθαι τὰ διαχωρήματα. ταῦτἐν τῷ παρόντι περὶ τῆς αἰτίας εἰρήσθω μοι τῶν ἐν ταῖς ἡλικίαις μεταβολῶν, ὅσα ἴσχουσι διὰ ξηρότητα καὶ ὑγρότητα γαστρὸς, ἀσαφῆ διὰ βραχυλογίαν ἐσόμενα τοῖς μὴ προγεγυμνασμένοις ἐν οἶς ὑπομνήμασιν· ἀλλὕστερόν ποτε διἑνὸς ὅλου βιβλίου σαφέστερον ὑπὲρ τῶν αὐτῶν εἰρήσεται. πρὸς μέντοι τὴν ἐν τῇ τέχνῃ χρείαν ἱκανὸν καὶ τοῦτο μόνον ἐπίστασθαι, τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἄνευ τοῦ προσκεῖσθαι τὴν αἰτίαν.
§21 Θώρηξιν οἴνου πόσιν αὐτὸς εἴωθεν ὀνομάζειν. ἐν γοῦν τῷ περὶ φύσεως ἀνθρώπου καὶ διαίτης ὧδέ πως ἔγραψε· φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμῶν οὐκ αἴτιά ἐστιν. ὅτι δἅπτεται πάντων νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων καὶ πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων. ἐκ τοῦ τοίνυν ἀντιθεῖναι τοῖς ὑδροποτέουσι τοὺς θωρησσομένους ἐδήλωσεν, ὅτι τοὺς οἰνοποτοῦντας ὀνομάζει θωρησσομένους, ὥστε καὶ θώρηξις τοῦ οἴνου πόσις ὑπαὐτοῦ λέγεται, ταύτην οὖν φησι λύειν λιμὸν, οὐ μὰ Δία ἅπασαν ἔνδειαν ὀνομάζων λιμὸν, ὥς τινες ὑπολαμβάνουσιν. οὐ μὴν οὐδὲ τὴν μετὀρέξεως, ἀλλὰ τὴν ἐπαὐτῶν δὴ τοῦτο πάθημα ἐχόντων ὄρεξιν σφοδρὰν καὶ ἄπαυστον σιτίων, ἣν ἔνιοι τῶν ἰατρῶν ὀνομάζουσι κυνώδη. τούτου γάρ τοι τοῦ λιμοῦ τοῦ οἴνου θώρηξις ἴαμά ἐστιν, οὐχ ὅστις ἂν ἤτοι διὰ μακρὰν ἀσιτίαν ῥύσιν γαστρὸς αἱμοῤῥαγίαν τινα ἑτέραν κένωσιν γεγενημένος. οἱ μέντοι διά τι τῶν τοιούτων ἐνδεεῖς οὐχ ὅπως ἀγαθόν τι τῆς οἰνοποσίας ἀπολαύουσι, ἀλλὰ καὶ μέγιστα βλάπτονται, σπασμοῖς καὶ παραφροσύναις ἁλισκόμενοι διὰ ταχέων, εἰ πρὸ τοῦ σιτία προσενέγκασθαι θωρηχθεῖεν. οἶς δέ ἐστι πάθος λιμὸς, ἴαμα τούτοις ἐστὶν τοῦ οἴνου πόσις, οὐ τροφῆς πλῆθος. ἐγὼ γοῦν οὕτως ἰασάμην ἐνίους τῶν ἀπαύστως λιμωττόντων, οἶνον πίνειν διδοὺς δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων. οὐ γὰρ δὴ οἱ στρυφνοὶ τῶν οἴνων ἰῶνται τὸν τοιοῦτον λιμὸν, ὅτι μηδὲ θερμαίνουσιν. ἀλλὅσοι γε κιῤῥοὶ τὴν χρόαν ἐρυθροὶ χωρὶς τοῦ στύφειν, οὗτοι μέγιστον ἴαμα τῶν τὴν κυνώδη καλουμένην ὄρεξιν ἐχόντων εἰσί. χρὴ γὰρ αὐτοῖς ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι λιπαρὰ καὶ ὡς ἂν εἴπῃ τις ἐλαιώδη τῶν ἐδεσμάτων καὶ τἄλλα δὲ πάντα, διἐλαίου πολλοῦ σκευάζονται. μάλιστα δὲ μηδὲν αὐστηρὸν στρυφνὸν ἔστω. μετὰ δὲ ταῦτα τῶν εἰρημένων οἴνων τινὰ, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι. πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως λιμὸς ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. ἐν πλείονι δὲ χρόνῳ πραττόντων οὕτω παύεται. καί μοι δοκεῖ τοῦτο μᾶλλον Ἱπποκράτης ἐνδείκνυσθαι κατὰ τὸν προκείμενον ἀφορισμόν. ἐπειδὴ γὰρ αἱ κυνώδεις ὀρέξεις ἤτοι διὰ δυσκρασίαν μόνην τὴν ἐπὶ τὸ ψυχρότερον διά τινας χυμοὺς ὀξεῖς γίνεσθαι πεφύκασιν ἐναποθέντας εἰς αὐτὸ τὸ στόμα τῆς γαστρὸς, ἄμφω δἰᾶσθαι ταῦτα  πέφυκεν εἰρημένος οἶνος, εἰκότως παύει τὰς κυνώδεις ὀρέξεις. ὅσοι δἡγοῦνται τὸν καλούμενον βούλιμον εἰρῆσθαι λιμὸν νῦν ὑφἹπποκράτους, ἀλογώτερόν μοι δοκοῦσιν ἀκούειν τοῦ λόγου, πρῶτον μὲν ἀντὶ γενικοῦ τε καὶ καθόλου ποιοῦντες εἰδικόν τε καὶ κατὰ μέρος, εἶτα καὶ ψευδόμενοι. κατάπτωσις γάρ ἐστι δυνάμεως ὑπὸ τῆς ἔξωθεν ψύξεως βούλιμος, ἀρξάμενος μὲν ἀπὸ πείνης, οὐκ ἔτι δἔχων αὐτὴν συνοῦσαν.
§22 Οὐκ εἴ τι γινόμενον ὑπὸ πλησμονῆς οὐδὲ οὐκέτι οὔσης αὐτῆς, εἴ τι μένοι, τοῦτο ἰάσεται κένωσις. ἀλλὅσα κατὰ τὸν αὐτὸν γίνεται χρόνον ἐπιχειροῦμεν ἰᾶσθαι, κενώσεως χρῄζει. ὅτι μὲν οὖν πλῆθος ἐργάζεται νόσον ἔμπροσθεν εἴρηται, ὅτι δὲ ἴασις αὐτοῦ κένωσίς ἐστιν οὐδὲ λόγου δεῖται, καθάπερ οὐδὅτι πάντων τῶν ποιούντων τὰς νόσους ἐναντίωσις. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἄλλο τι παρὰ τοὐναντίον τῶν ποιούντων τὰς νόσους αἰτίων, ὡς ἐπί γε τῶν νόσων αὐτῶν ἤδη γεγενημένων αὖθις ἐπισκεψόμεθα, καθάπερ γε κἀπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς συμπτωμάτων. ἀλλὰ νῦν γε περὶ τῶν ἔτι γινομένων λόγος ἐστὶ νοσημάτων. εὔδηλον οὖν ὡς ἅμα τοῖς ποιοῦσιν αἰτίοις ἀναιρουμένοις ἀναγκαῖόν ἐστι καὶ αὐτὰ συναναιρεῖσθαι. τῶν ποιούντων δαἰτίων ἀναίρεσις ἀπὸ τῶν ἐναντίων γίνεται. εἰ μὲν γὰρ τῷ ψύχειν τι νόσον ἐργάζοιτο, διὰ τοῦ θερμαίνοντος ἴασις, εἰ δὲ τῷ θερμαίνειν, διὰ τοῦ ψύχοντος. οὕτω δὲ καὶ εἰ διὰ πλησμονὴν νόσος συνίσταται, τὸ τηνικαῦτα κενῶσαι χρὴ τὴν πλησμονὴν, ὥσπερ γε καὶ εἰ ὑπὸ κενώσεως ἀνατρέφειν ὅτι τάχιστα προσήκει. καίτοι δοκεῖ τισιν ὡς οὐδέποτε ἐργάζεται κένωσις νόσον. ἡγοῦνται δ’, ὡς ἔοικεν, οἱ τοιοῦτοι μόνον τὸν πυρετὸν εἶναι νόσον. ὡς εἴ γε ἔγνωσαν ὡς ἅπασα διάθεσις ἐνέργειαν βλάπτουσα νόσος ἐστὶ καὶ ὡς αἱ σφοδραὶ δυσκρασίαι τὰς ἐνεργείας βλάπτουσιν, οὐκ ἠμφισβήτουν περὶ τοῦ τὰς ἰσχυρὰς κενώσεις αἰτίας γίνεσθαι νόσων. αἷμα μὲν γὰρ ἄν τε διὰ μήτρας ἄν τε διαἱμοῤῥοΐδος ἄν τἐξ ἕλκους ῥυῇ δαψιλὲς πάσας τάς γε πλείστας ἐνεργείας, οἱ οὕτω παθόντες βλάπτονται. τινὲς δἐξ αὐτῶν οὐ μόνον ταῦτα πάσχουσιν, ἀλλὰ καὶ ὑδέροις ἁλίσκονται. μακραὶ δἀσιτίαι τοῖς φύσει πυρετωδέστερον ἔχουσι τὸ θερμὸν οὐ μόνον τὰς ἄλλας βλάβας, ἀλλὰ καὶ πυτὸν ἐπιφέρουσιν. ὅσον μὲν οὖν ἀληθὲς ἅμα ἐστὶ καὶ χρήσιμον εἴρηται. προσθῶμεν δὲ αὐτῷ τι καὶ διὰ τοὺς ληροῦντας, οἵοιπερ νεώτεροί εἰσι τῶν ἰατρῶν, ὑπὲρ ὀνομάτων μὲν ἐρίζοντες, οἰόμενοι δὲ περὶ τῶν πραγμάτων αὐτῶν ποιεῖσθαι τοὺς λόγους. οὗτοι τοίνυν εἰσὶν οἱ λέγοντες οὐκ εἶναι θεραπείαν τὴν ἀναίρεσιν τῶν ποιούντων τὰς νόσους αἰτίων, ἀλλὰ καὶ προφυλακὴν, οἷς πρῶτον μὲν ἐπιδεικτέον ἐστὶν ὡς περὶ ὀνόματος ἐρίζουσιν, εἶθὅτι μηδὲ περὶ τούτου καλῶς· ἔνθα μὲν γὰρ οὐκ ἔστι τὸ ποιῆσαν αἴτιον τὴν νόσον, ἐνταῦθα ἴασις μόνη τῶν γεγονότων ὑπολείπεται, ἔνθα δὲ οὐδέπω ποιεῖ τὸ ἐνυπάρχον αἴτιον τῷ σώματι, καθάπερ πληθώρα, τοῦτο προφυλακτικοῦ μέρους τῆς τέχνης ἐστὶν τῶν τοιούτων αἰτίων ἀναίρεσις. ὁπότε δἤδη ποιεῖ, μικτόν πώς ἐστι τὸ τοιοῦτον ἔκ τε προφυλακῆς καὶ θεραπείας. ὅσον γὰρ ἔμελλε ποιήσειν ἐκωλύθη γενέσθαι καὶ τοῦτό ἐστι τοῦ προφυλακτικοῦ τῆς τέχνης. ὅσον δἤδη γέγονεν τῆς νόσου, δεῖται θεραπείας ἰδίας. ὅθεν ἐπειδὴ μικτὰ τὰ τοιαῦτά ἐστιν ἔκ τε προφυλακῆς καὶ θεραπείας, ἴδιον οὐκ ἔχομεν ὄνομα καὶ διὰ τοῦτο ἄλλοτε ἄλλως αὐτὸ προσαγορεύουσιν οἱ ἰατροὶ, ποτὲ μὲν προφυλάττεσθαι λέγοντες, ὡς μὴ τελειωθῆναι τὴν ὑπηργμένην ἤδη γεννᾶσθαι νόσον, ἔστι δὅτε ἰᾶσθαι λέγοντες, ὡς ἐπὶ τῶν ὑπὸ λυττῶντος κυνὸς δεδηγμένων. ὅσα γὰρ ἐπαὐτῶν προσφέρεται φάρμακα, διττῶς ὀνομάζουσι, ποτὲ μὲν ἰάματα λύττης, ὡς εἰ καὶ τῆς γεννώσης αὐτὴν διαθέσεως ἐλέγοντο. ἐνίοτε δὲ οὐκ ἰάματα προσαγορεύουσιν, ἀλλὰ προφυλακτικὰ τῆς μελλούσης ἔσεσθαι λύττης.
§23 Τὰ ὀξέα νοσήματα μεγάλα τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγόμενα διὰ ταχέων. εἰκότως οὖν ἐν ὀλίγῳ χρόνῳ καὶ τὰς μεταβολὰς ποιεῖται μεγάλας, ὅπερ ταὐτόν ἐστι τῷ κρίνεσθαι. τὰς γοῦν τοιαύτας μεταβολὰς, ὅταν ἀθρόως ἐν νόσῳ γενηθῶσιν, αὐτὸς Ἱπποκράτης ὀνομάζει κρίσεις, ἐνίοτε μὲν ἀθρόως ὑγιαζομένων τῶν νοσούντων ἀποθνησκόντων, ἐνίοτε δὲ μεταβολήν τινα μεγάλην ποιησαμένων ἐπὶ σωτηρίαν ὄλεθρον, οὐ μὴν παραχρῆμά γε σωθέντων ἀποθανόντων, ὥστεἶναι δ΄ τὰς ὀξυῤῥόπους ἐν αὐτοῖς  μεταβολὰς, ἃς αὐτὸς ἐδίδαξεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰπών· ἐπὶ σωτηρίην ὄλεθρον ῥοπὴν ἐπὶ τὸ ἄμεινον τὸ χεῖρον. ὅτι δἀνάγκη διὰ τὸ μέγεθος τῶν νοσημάτων καὶ τὴν σφοδρότητα τῶν συμπτωμάτων νικηθῆναι διὰ ταχέων τὴν δύναμιν, ὥστἀπολέσθαι τὸν ἄνθρωπον, πρὸς τὴν τῶν λυπούντων ἔκκρισιν ὁρμήσασαν, εἰ μὲν κρατήσειεν ὧν προὔθετο, κρίσιν ἀγαθὴν, εἰ δὲ κρατηθείη, κακὴν ἐργάσασθαι, πρόδηλον παντί. διὰ τοῦτοὖν ἀδύνατον εἰς μακρὸν χρόνον ἐκπεσεῖν τὴν κρίσιν ἐν τοῖς ὀξέσι νοσήμασιν. ὅρον οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων Ἱπποκράτης ἔθετο, τὸν τοῖν δυοῖν ἑβδομάδοιν χρόνον, ὡς ἐξώτερον μὲν οὐδενὸς προϊόντος· ἔμπροσθεν δὲ τῆς ιδ΄ πολλῶν κρίνεσθαι δυναμένων. καὶ γὰρ ια΄ καὶ ζ΄ καὶ ε΄ πολλοὺς φαίνονται κεκρικυῖαι κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία. κρίνει δὲ καὶ στ΄ τινὰς, ἀλλοὐκ ἀγαθῶς, ὡς κἀν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἐπὶ πλέον ἐδείξαμεν, ἐν οἷς ἀξιοῦμεν τὸν μέλλοντα γεγυμνάσθαι παρακολουθήσειν οἷς Ἱπποκράτης διὰ βραχέων ἔγραψεν. ὅσαι δὲ τῶν κρίσεων οἷον ἡμόῤῥοποι γίνονται, ταύταις τὸ τέλος ἄλλη τις τῶν ἑξῆς ἡμερῶν ἐπιτίθησιν, ἃς αὐτὸς ἐδίδαξεν, ὁποῖαί τινές εἰσιν ἐν τῷ προγνωστικῷ· διδάξει δέ τι κἀνταῦθα κατὰ τὸν ἑξῆς ἀφορισμὸν ὑπὲρ αὐτῶν. ἔστι δέ τις καὶ τούτων τῶν ἡμιῤῥόπων κρίσεων ὅρος ἄλλος ἐξώτερον, μεθὃν οὐκέτι προέρχεσθαι πέφυκεν μ΄ τῶν ἡμερῶν. ὅσα μὲν οὖν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἐκρίθη τελέως, ταῦθἁπλῶς Ἱπποκράτης εἴωθε προσαγορεύειν ὀξέα, ὅσα δὲ ἡμιῤῥόπως κριθέντα τῶν ἐφεξῆς τινα κρισίμων ἡμερῶν ἄχρι τῆς μ΄ ἐφυλάχθη, ταῦτα οὐκέτι ἁπλῶς προσαγορεύειν ὀξέα εἴωθεν, ἀλλἐν συνθέτῳ προσηγορίᾳ, διὅλης τῆς λέξεως, ὀξέα τὰ ἐν μ΄ ἡμέραις κρινόμενα σαφεστέρᾳ δαὐτὰ λέξει δηλοῦσιν οἱ προσαγορεύοντες ἐκ μεταπτώσεως ὀξέα. περὶ τούτων μὲν οὖν ἐν τῷ προγνωστικῷ τάδε γράφει· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν ἅπασι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα ξὺν πυρετοῖς μέν εἰσιν καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. νυνὶ δὲ ἐν τοῖς ἀφορισμοῖς περὶ τῶν ἁπλῶς ὀξέων ἀποφαινόμενος ιδ΄ φησὶ κρίνεσθαι αὐτὰ ἡμέραις, οὐ μὰ Δία τοῦτο λέγων, ὥς τινες ὑπέλαβον, ὅτι ιδ΄ τὸν ἀριθμόν εἰσιν αἱ τὴν κρίσιν ἐπὶ τούτων τῶν νοσημάτων ἐργαζόμεναι. κατὰ τοῦτον γὰρ τὸν λόγον καὶ τὰ μεταπτώσεως ὀξέα τὰς κρινούσας ἡμέρας μ΄ τὸν ἀριθμὸν εἶναι φήσομεν, ὡς αὐτή γε λέξις ἐπἀμφοῖν ἐστιν, ἐνταυθοῖ μὲν εἰπόντος αὐτοῦ, ἐν ταῖς ιδ΄ ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, ἐν δὲ τῷ προγνωστικῷ, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν ταῖς μ΄ κρίνεται ἡμέραις. ἀλλοὗτοι μὲν οὐχ εὑρίσκοντες ὅπως ἀλλήλοις ἐπιδείξωσιν ὁμολογοῦντας τοὺς λόγους, τήν τε ἐν τοῖς ἀφορισμοῖς καὶ τὸν ἐν τῷ προγνωστικῷ γεγραμμένον ἀλλόκοτον ταύτην ἐπενόησαν ἐξήγησιν. οὐδὲ γὰρ εἰς τὴν ιδ΄ μέχρι τῆς μ΄ αἱ κρίσιμοι, ἀλλὰ μετὰ μὲν τῶν ἐκ μεταπτώσεως πλείους, ἄνευ δὲ ἐκείνων ἐλάττους, ὡς περὶ κρίσεως ἡμερῶν ἐδίδαξε πραγματεία σαφῶς. αὐτὴ δὲ τῶν πραγμάτων φύσις μαρτυρεῖ τῷ λογισμῷ τῷ φάσκοντι τὰ ὀξέα τῶν νοσημάτων ὅρον ἔχειν τῆς κρίσεως τὴν ιδ΄ ἡμέραν. οὐδὲν γὰρ οὐδέποτὤφθη κινούμενον ἀπἀρχῆς ὀξέως ὑπερβὰν τοῦτον τὸν ὅρον, ἄνευ τοῦ δέξασθαί τινα τῶν εἰρημένων τεσσάρων κρίσεων μίαν, ὡς ἔνιά γε καὶ βληχρὰ καὶ μικρὰ κατὰ τὰς πρώτας ἡμέρας ὄντα περὶ τὴν δ΄ τὴν ε΄ ἡμέραν ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν ι΄ ἐτελεύτησεν. ἄλλα δὲ ἐπὶ τῆς στ΄ ζ΄ ἡμέρας ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν κ΄ ἐτελεύτησεν. ὥστε μηδέποτε ὀξύτητα νοσήματος συνεχοῦς πλείους ἡμέρας δύνασθαι κατασχεῖν τῶν ιδ΄. τῶν δἀνωμάλους ἐχόντων τὰς κινήσεις ἐκτείνεται πολλὰ πρός τινα τῶν ἐξωτέρων προθεσμιῶν. λέγω δἀνωμάλους ἐχόντων τὰς κινήσεις, ὅσαι τισὶν ἡμέραις σφοδρωθέντα μετὰ ταῦτα ἀσήμως ἐῤῥᾳστώνησαν, εἶταὖθις ἐξαυξηθέντα τὴν συνέχειαν ἔλαβεν. ἐὰν οὖν τις, ὡς εἴρηκα, τὴν τήρησιν ἐπὶ τῶν ἀῤῥώστων ποιεῖται, πάντα εὑρήσει τὰ διὅλων τοῖν δυοῖν ἑβδομάδοιν ὀξέως κινηθέντα, μηδέπω ἐξωτέρω προερχόμενα.
§24–33
§24 Ἐπιδήλους καὶ θεωρητὰς εἴωθεν Ἱπποκράτης ὀνομάζειν ἡμέρας, ἐν αἷς τι σημεῖον φαίνεται δηλωτικὸν τῆς ἐσομένης κρίσεως ἐν ἑτέρᾳ τινὶ τῶν κρινουσῶν ἡμερῶν, ἅστινας αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τετράδα ἐποιήσατο τέμνων ἑκάστην τῶν ἑβδομάδων δίχα. τὴν μὲν οὖν πρώτην τετράδα τῆς ζ΄ ἡμέρας ἐπίδηλον εἶναί φησι τὴν ἀπὸ τῆς ἀρχῆς. ἑνδεκάτην δὲ τῆς ιδ΄, ὅτι καὶ αὐτὴ δίχα τμηθεῖσα  τῆς δευτέρας ἑβδομάδος ἐγένετο. κατὰ δὲ τὸν αὐτὸν λόγον ιζ΄ τῆς κ΄ ἐστὶν ἐπίδηλος ἐκ τοῦ τμηθῆναι τὴν γ΄, ἑβδομάδα δίχα γενομένην, πλὴν ὅτι ταύτην ἑβδομάδα συνάπτει τῇ β΄, καίτοι τὴν δευτέραν ἀποχωρίσας τῆς α΄, ἀρχὴν γὰρ αὐτῆς ἔφησεν εἶναι τὴν η΄ ἡμέραν, οὐ μήν γε τῆς γ΄ τὴν ιε΄, ὥς τινες τῶν μεταὐτὸν ὑπέλαβον· ὅτι μηδὲ τὴν κα΄ τὸ πέρας, ἀλλἀρχὴν μὲν τῆς γ΄ ἑβδομάδος τὴν ιδ΄ ἡμέραν, τελευτὴν δὲ καὶ πέρας τὴν κ΄. διὰ τί δὲ τὰς πρώτας μὲν ἑβδομάδας κατὰ διάζευξιν ἀλλήλων ἔταξε, τὴν τρίτην δὲ τῇ δευτέρᾳ κατὰ συνέχειαν, ἐν τῇ περὶ κρισίμων ἡμερῶν πραγματείᾳ λέλεκται. κατὰ δὲ τὸ παρὸν ἀρκεῖ καὶ χωρὶς τῆς αἰτίας ἐπίστασθαι τὸ διὰ τῆς πείρας μαρτυρούμενον. καὶ αὐτὸς δὲ Ἱπποκράτης παμπόλλους ἀῤῥώστους κατὰ τὴν τοιαύτην τάξιν τῶν κρισίμων ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν βιβλίοις ἔγραψεν κεκριμένους. λέγω δὲ τοιαύτην τάξιν, ὥστε τὰς πρώτας ἑβδομάδας τρεῖς εἰς τὴν κ΄ ἡμέραν περιάγεσθαι, τὰς δἐφεξῆς αὐταῖς τρεῖς εἰς τήν μ΄. οὕτω δὲ καὶ τὴν ξ΄ καὶ τὴν π΄ ἕξομεν κρισίμους μεμαρτυρημένας καὶ αὐτὰς τῇ πείρᾳ, καθότι κἀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν, παραγράψαντες τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν κεκριμένους κατὰ τὴν εἰρημένην τάξιν τῶν ἡμερῶν. ἐκείνους μὲν οὖν τοὺς ἀῤῥώστους ἐνταῦθα περιγράφειν μακρὸν, ἀρκέσει δὲ μόνον τὴν ἐκ τοῦ προγνωστικοῦ παραγράψαι ῥῆσιν, τόνδε τὸν τρόπον ἔχουσαν. οἱ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες, τεταρταῖοι παύονται πρόσθεν. οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτοι γινόμενοι τεταρταῖοι κτείνουσιν πρόσθεν. μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· δὲ δευτέρη εἰς τὴν ἑβδόμην περιάγεται, δὲ τρίτη εἰς τὴν ἑνδεκάτην, δὲ τετάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, δὲ πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται μὲν οὖν διὰ τεσσάρων ἐκ τῶν ὀξέων εἰς τὰς εἴκοσιν ἐκ προσθέσεως τελευτῶσιν. αὕτη σαφῶς ῥῆσις ἐδίδαξεν ὅτι τὴν τρίτην ἑβδομάδα κατὰ συνάφειαν ἀριθμεῖ τῇ δευτέρᾳ καὶ ὅτι τὴν ιζ΄ ἐπίδηλον ποιεῖται τῆς κ΄.
§25 Οὐ μόνον τεταρταῖοι βραχεῖς γίνονται τοῦ θέρους, ἀλλὰ καὶ τἄλλα νοσήματα διὰ τὸ χεῖσθαι περιττοὺς χυμοὺς καὶ πάντη τοῦ σώματος φέρεσθαι καὶ διαπνεῖσθαι. ἐφὧν μὲν οὖν δύναμις εἴη ῥωμαλέα κενωθέντων τῶν λυπούντων αἱ νοῦσοι παύονται. ἐφὧν δἀσθενὴς ἅμα τοῖς λυποῦσι χυμοῖς κενουμένοις καὶ αὕτη διαλύεται ὥστεἰκότως οὐδὲν τῶν θερινῶν χρονίζει νοσημάτων. δἹπποκράτης ἐπὶ τοῦ χρονιωτάτου μόνου τὸν λόγον ἐποιήσατο, καθάπερ ἐπὶ παραδείγματος, ἐνδεικνύμενος ἐκ τούτου περὶ τῶν ἄλλων. ὥσπερ δἐν τῷ θέρει καὶ τοὺς χυμοὺς διαφορεῖσθαι καὶ τὴν δύναμιν διαλύεσθαι συμβέβηκεν, οὕτως ἐν τῷ χειμῶνι τἀναντία καὶ τοὺς χυμοὺς ἔνδον μένειν, ὥσπερ φωλεύοντας καὶ τὴν δύναμιν ἐῤῥωμένην διαμένειν. οὔτοὖν λύεται τὰ νοσήματα, μενόντων τῶν ποιούντων αὐτὰ χυμῶν, οὔτἀποθνήσκουσιν οἱ κάμνοντες, ἐξαρκούσης αὐτῶν τῆς δυνάμεως.
§26 Αὐτὸς Ἱπποκράτης ἐν τοῖς ἑξῆς ἀφορισμοῖς ἐρεῖ τὸν σπασμὸν ἐπὶ πληρώσει γίνεσθαι καὶ κενώσει. ὅταν οὖν τινα τῶν ὑγιαινόντων ἐξαιφνῆς συμβῇ σπασθῆναι, τὸν τοιοῦτον σπασμὸν ἀναγκαῖον ἐπὶ πληρώσεως γεγονέναι. καὶ τοίνυν πληροῦνται τὰ νεῦρα γλίσχρων καὶ ψυχρῶν χυμῶν, οἷσπερ καὶ τρέφεται, ὥστε σπασμὸν ὑπομένειν. τούτοις οὖν πυρετὸς ἐπιγενόμενος εἴωθεν ὡς τὰ πολλὰ θερμαίνειν θἅμα λεπτύνειν καὶ διαφορεῖν. εἰ δἐκ πυρετῶν διακαῶν ξηρανθῇ τὸ ὅλον σῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξηρότητα σπασθείη, μέγιστόν τε τοῦτο κακόν ἐστι καὶ σχεδὸν ἀνίατον. ἐπειδὴ χρόνου μὲν δεῖται μακροῦ τὰ νεῦρα πρὸς τὴν ξηρότητος ἴασιν οὐκ ἀναμένει δὲ χρόνον συντονία τοῦ νοσήματος, ἀλλἐν τάχει καταλύει μὲν τὴν δύναμιν, ὀξὺν δὲ θάνατον ἐπιφέρει.
§27 Ὅλος μὲν λόγος ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ κρίσεων εἴρηται. νυνὶ δὲ ὅσον εἰς ἐξήγησιν προκειμένων ἱκανόν ἐστι λέγειν, λεχθήσεται. ὅταν εἰσβάλλῃ νόσημα σφοδρὸν, εἶτἐξαίφνης ῥᾳστωνήσει, μήτε διἱδρῶτος ἐμέτων διαχωρημάτων αἱμοῤῥαγίας κενωθέντος τοῦ σώματος, ἀλλὰ μηδὲ πέψεως φανέντων σημείων, ἄπιστοι ἡγεῖται εἶναι τὴν τοιαύτην ῥᾳστώνην, ὥστεἰ καὶ δυσπνοήσειεν ἀλόγως παραφρονήσειεν πυρέξειεν σφοδρώτερον καὶ μεγάλῳ ῥίγει καταληφθείη. καὶ γὰρ καὶ ταῦτά ἐστιν ἀβέβαια καὶ τοσοῦτον δεῖ χαλεπόν τι σημαίνειν, ὥστἐνίοτε κρίσιν ἀγαθὴν, ὅσον οὔπω γενησομένην καταγγέλλεται· ὅπως δὲ ταῦτα χρὴ διαγινώσκειν τε καὶ προγινώσκειν ἐν τοῖς περὶ κρίσεων εἴρηται.
§28 Τὸ μὴ παντάπασιν ἐπιπολαίως διορισμοῦ χάριν Ἱπποκράτης προσέθηκε. εἰ γὰρ ἁπλῶς εἴρητο, τῶν πυρεσσόντων τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, μοχθηρὸν ὑπάρχειν, οὐκ ἂν ἦν ἀληθὴς λόγος. ἐγχωρεῖ γοῦν ἐν καταστάσει ψυχρᾷ διὰ πλῆθός τινα νοσοῦντα μὴ συμπίπτειν τὸ σῶμα, μηδἰσχνοῦσθαι, μικρῶν γινομένων αὐτῶν τῶν πυρετῶν, ἀλλὅταν γε μείζους ὦσι, πάμπολύ τι πλῆθος ἐνδείκνυται. τὸ δὲ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν ἐστι καὶ χωρὶς τοῦ προστεθεικέναι, τὸ μὴ παντάπασιν ἐπιπολαίως. ἄν τε γὰρ ἐπιπολαίως πυρέττωσιν ἄν τε καὶ μὴ, σημεῖον ἀσθενείας ἐστὶν παράλογος ἰσχνότης. οὐ γὰρ δὴ τὸ λεγόμενον κυρίως συντήκεσθαι νῦν εἰρῆσθαι πρὸς αὐτοῦ νομιστέον ἐστὶν, ἀλλὰ καταχρῆσθαι μᾶλλον αὐτὸν τῷ ῥήματι ἀντὶ τοῦ ἰσχνοῦσθαι. κάλλιστα δεἶπεν ἐν τῷ δευτέρῳ μέρει τοῦ ἀφορισμοῦ τὸ μᾶλλον τοῦ κατὰ λόγον, καὶ βέλτιον εἰρῆσθαι νομίζειν αὐτὸν κατὰ τοῦ προτέρου μέρους, ὥσθὅλον τὸν λόγον γενέσθαι τοιοῦτον· τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ διαμένειν τὸ σῶμα καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν. ἵνἀμφοῖν κοινῇ κατηγορούμενον τὸ μᾶλλον τοῦ κατὰ λόγον. ἄν τε γὰρ διαμένωσι μᾶλλον τοῦ κατὰ λόγον, ἄν τε ἰσχνοὶ γίνονται μοχθηρόν. αὐτὸ δὲ τὸ μᾶλλον τοῦ κατὰ λόγον ἄμεινον μὲν ἦν εἰρῆσθαι πρὸς αὐτοῦ, τίσι κρίνεται σκοποῖς. ἐπεὶ δἀφοριστικόν ἐστι τὸ τῆς διδασκαλίας εἶδος ἐνταῦθα καὶ κατὰ βραχυλογίαν ἄκραν γινόμενον, ἡμεῖς ἐξηγούμενοι τὸ κατὰ λόγον, ἀνοίσομεν εἰς τὸ μέγεθος τοῦ πυρετοῦ καὶ τὸν χρόνον τῆς νόσου καὶ τὴν ἡλικίαν καὶ τὴν χώραν καὶ τὴν ὥραν καὶ τήν ποτε ὑπάρχουσαν κατάστασιν, ἔτι τε τὰς αἰσθητὰς κενώσεις, ἀγρυπνίας τε καὶ φροντίδας καὶ ἀσιτίας καὶ κινήσεις πλείονας. οἱ μὲν γὰρ μείζους τῶν πυρετῶν θᾶττόν τε καὶ μᾶλλον ἰσχνοὺς ἀποφαίνουσι τοὺς κάμνοντας, ὥσπερ γε καὶ τὸ τῆς νόσου μῆκος καὶ ἡλικιῶν, τε τῶν παίδων καὶ τῶν ἐν ἐσχάτῳ γήρᾳ, καθἕτερον ἑκάτερα λόγον. ἐπὶ μὲν γὰρ τῶν παίδων διά τε τὴν ὑγρότητα καὶ τὴν θερμασίαν πλεῖστον ἀποῤῥεῖ καὶ κενοῦνται σώματα, ἐπὶ δὲ τῶν ἐν ἐσχάτῳ γήρᾳ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν. ὡρῶν δὲ καὶ χωρῶν καὶ κατακαστάσεων αἱ μὲν θερμαὶ καὶ ξηραὶ μᾶλλον κενοῦσιν, αἱ δὑγραὶ καὶ ψυχραὶ μᾶλλον σφίγγουσι τὸ σῶμα καὶ κωλύουσι διαπνεῖσθαι τε καὶ κενοῦσθαι. περὶ δὲ τῶν αἰσθητῶν κενώσεων τί δεῖ λέγειν; οὐδένα γὰρ ἀγνοεῖν οἶμαι περὶ τοῦ διαἱμοῤῥαγίαν διἱδρῶτας πολλοὺς οὔρου πλῆθος ἐμέτων διαχωρημάτων, ὥστεἰκότως ἐν τάχει λεπτύνεσθαι. παράκειται δὲ τοῖς εἰρημένοις αἰτίοις καὶ ἀσιτία, καὶ μὲν δὴ καὶ ἀγρυπνία καὶ φροντὶς ἱκανῶς λεπτύνουσιν, ὥσπερ γε καὶ κινήσεις πλείονες· ἀλλαὗται μὲν ὀλιγάκις ἐπὶ τῶν πυρετῶν γίνονται, κατάκεινται γὰρ ὡς τὰ πολλὰ ἡσυχάζοντες. συμβαίνει γε μὴν ἔστιν ὅτε καὶ καθὁδοιπορίαν ἀρξαμένου τἀνθρώπου πυρέττειν, ἤτοι διἀνάγκην διὰ τὸ σπεύδειν οἴκαδε καταλύσαντες αὐτὴν καταλύσασθαι, ἀλλὰ καὶ διὰ παραφροσύνην ἀνιστάμενοι συνεχῶς ἔνιοι τῶν νοσούντων κατακείμενοι μὲν, ἀεὶ δὲ κινοῦντές τι μόριον καὶ φθεγγόμενοί τι κατὰ λόγον, ἐν ὀλίγαις ἡμέραις ἰσχνοὶ γίνονται. ταυτὶ μὲν οὖν ἅπαντα τοὺς κάμνοντας ἰσχνοὺς ἐργάζεται, καθάπερ γε τἀναντία τούτων ἐν ὄγκῳ μείζονι τὸ σῶμα φυλάττει. σημεῖον δὲ οὐδέν ἐστιν αὐτῶν ἀσθενοῦς δυνάμεως, ἀλλὰ μόνον αἴτιον ἕκαστον. ἐπαὐτῶν γὰρ ὥσπερ τὸ σῶμα λεπτύνεται κατὰ λόγον, οὕτω καὶ δύναμις καθαιρεῖται. τὸ δἄνευ τῶν εἰρημένων λεπτύνεσθαι τὸ σῶμα παρὰ λόγον ἀσθενοῦς δυνάμεως εἶναί φησι σημεῖον Ἱπποκράτης, ἥντινα κἀπὶ τῶν πάνυ γερόντων αἰτιώμενοι ταχέως αὐτῶν ἐφάσκομεν ἰσχνοῦσθαι τὸ σῶμα καὶ οὐδὲν θαυμαστὸν, ἐπὶ τῶν οὕτως ἐχόντων τὴν μὲν ἀσθένειαν αἰτίαν γίνεσθαι τῆς ἰσχνότητος, τὴν δἰσχνότητα τῆς ἀσθενείας σημεῖον. οὕτως ἐπὶ πάντων ἔχει τῶν  ποιούντων καὶ ποιουμένων. αὕτη μὲν τοῦ Ἱπποκράτους γνώμη διὰ παντὸς ἡγουμένου τὴν παρὰ λόγον ἰσχνότητα σημεῖον ἀσθενείας ὑπάρχειν. ἡμεῖς δὲ προσθῶμεν αὐτοῦ τῷ λόγῳ καὶ ἄλλην διάθεσιν, ὡς αἰτίαν ἰσχνότητος ἐν πυρετοῖς γινομένην. ἔστι δαὕτη λεπτότης μὲν τῶν χυμῶν, ἀραιότης δὲ τοῦ σώματος. ὅταν γὰρ ἄμφω ταῦτα συνέλθῃ, τάχιστα κενοῦται τὰ σώματα κατὰ τὴν ἄδηλον καλουμένην διαπνοὴν, ὥσπερ γε κἀπὶ τῆς ἐναντίας τῷ πάχει τῶν χυμῶν καὶ τῇ πυκνώσει τοῦ σώματος, οὔθ κένωσις γίνεται τῶν χυμῶν καὶ τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸν ὄγκον αὐτοῦ τηνικαῦτα συμβαίνει. ταύτην μὲν οὖν τὴν διάθεσιν ἐδήλωσεν Ἱπποκράτης ἐν τῷ πρώτῳ μέρει τοῦ ἀφορισμοῦ διὰ τοῦ φάναι μῆκος νόσου σημαίνεσθαι. τὴν δἀντικειμένην αὐτῷ παρέλειπεν· ἀλλἡμεῖς μέν γε κἀκείνην προσθέντες ὁλόκληρον ἤδη τὸν λόγον εἴπωμεν, εἰς ὅσον οἷόν τε διὰ βραχέων τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως, τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν. τὸ μὲν γὰρ ἐπιμένειν ἐπὶ τῇ πυκνώσει τοῦ δέρματος γίνεται καὶ τῷ πάχει χυμῶν καὶ διὰ τοῦτο μῆκος νόσου σημαίνει, τὸ δὲ συντήκεσθαι ποτὲ μὲν διὰ λεπτότητα χυμῶν καὶ μανότητα τοῦ δέρματος, ἔστι δὅτε καὶ διὰ μόνην ἀσθένειαν δυνάμεως.
§29 Διὰ τί τοῦτο συνεβούλευσεν Ἱπποκράτης ἐδήλωσε κατὰ τὸν ἑξῆς ἀφορισμὸν, ὃν ἐὰν συνάψῃ τις τῷ προειρημένῳ, τὸν ὅλον λόγον ποιήσει τοιοῦτον. ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινέειν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίαν ἔχειν βέλτιόν ἐστι. περὶ γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα. προσθεῖναι δαὐτῷ χρὴ πάντα τὰ συμπτώματα· περὶ γὰρ τούτων εἴρηκε τὸ πάντα· ὡς γε διάθεσις ταῦτα γεννῶσα, ἣν δὴ καὶ νόσον ὀνομάζομεν, οὐκ ἐξ ἅπαντος ἐν ταῖς ἀκμαῖς ἐστιν ἰσχυροτέρα, ἀλλἐπί γε τῶν σωθήσεσθαι μελλόντων πολλῷ βελτίων ἐν ἀρχῇ τοῦ νοσήματος, ἐφὧν καὶ συμβουλεύει νῦν Ἱπποκράτης, ἡσυχίαν ἔχειν ἀρχομένων τῶν νούσων, ἤν τε δοκέῃ κινοῦντας. τῶν γὰρ ὀλεθρίων νοσημάτων οὐ μόνον ἐγγὺς τῆς ἀκμῆς οὐδὲν δεῖ κινεῖν, ἀλλὰ κἀν τοῖς ἔμπροσθεν ταύτης καιροῖς μεμνημένον, ὡς οὐ χρὴ κεκρατημένοις ἐγχειρεῖν, ἀλλἀφίστασθαι δηλονότι προσαγορεύσαντα μόνον ἐς τι τελευτήσει τὸ νόσημα. κατὰ δὲ τὰς ἀρχὰς ἐκείνων τῶν νοσημάτων, ἐν οἶς ἐλπίζει σωθήσεσθαι τὸν κάμνοντα, πειρᾶσθαι χρὴ τὰ μείζω βοηθήματα προσφέρειν, ὑπὲρ ὧν εἶπεν Ἱπποκράτης, ἤν τι δοκέῃ κινέειν, κίνει. ἔστι δὲ ταῦτα μὲν μάλιστα φλεβοτομία, ἐνίοτε δὲ καὶ κάθαρσις, ὧν οὐδέτερον ἐν τῇ ἀκμῇ χρὴ παραλαμβάνειν. ὡς γὰρ ἐν τῷ περὶ κρίσεων ἐδείξαμεν, αἱ πέψεις τῶν νοσημάτων τηνικαῦτα γίνονται μάλιστα. πρὸς μὲν οὖν τὸ γίνεσθαι θᾶττον αὐτὰς ἄμεινον ἐν ἀρχῇ κενοῦν ὅπως ἐλάττονα τὴν ὕλην γινομένην ῥᾷον φύσις δυνηθῇ πέψαι, κατὰ δὲ τὰς ἀκμὰς, ὁπότἤδη πέττει, περιττὸν τὸ κενοῦν, διὰ τά τἄλλα καὶ τῆς ψυχικῆς δυνάμεως κεκμηκυίας τοὐπίπαν ἐν ταῖς ἀκμαῖς, εἰ καὶ ὅτι μάλιστα κατἐκεῖνον τὸν χρόνον ζωτική τε καὶ φυσικὴ δύναμις ἰσχυραὶ διαμένοιεν.
§30 Τὰ συμπτώματα πάντα περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη φησὶν ὑπάρχειν ἀσθενέστερα, τοὺς παροξυσμοὺς δηλονότι τῶν πυρετῶν καὶ τὰς ἀγρυπνίας καὶ τὰ ἀλγήματα καὶ τὴν ἄσην καὶ τὸ δίψος, ὡς τάς γε διαθέσεις αὐτὰς, ἐφαἷς ταῦτα γίνεται κατὰ τὰς ἀκμὰς ἀναγκαῖον εἶναι βελτίους ἐπὶ τῶν σωθήσεσθαι μελλόντων.
§31 Ἔδει καὶ τοῦτον τὸν ἀφορισμὸν καὶ τὸν ἑξῆς αὐτοῦ γεγραμμένον ἐζεῦχθαι τοῖς ἀνωτέρω γεγραμμένοις, ἡνίκα ἔλεγεν ἢν ἐκ νόσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ. κατἐκεῖνον μὲν οὖν τὸν ἀφορισμὸν ἀντὶ τῆς νῦν εἰρημένης λέξεως τῆς εὐσιτέοντι τροφὴν λαμβάνειν εἰπὼν, ἐδίδαξέ τι περὶ συμπτώματος τοῦ μὴ ἰσχύειν. ἐνταυθοῖ δὲ τὸ μὲν λαμβάνειν τὰ σιτία τὸ κοινὸν ἀμφοῖν ἐφύλαξε, τὸ σύμπτωμα δὑπήλλαξεν, ἀνάλογον ἐκείνῳ τι γράψας. τὸ γὰρ μηδὲν ἰσχύειν τῷ μηδὲν ἐπιδιδόναι τὸ σῶμα παραπλήσιόν πώς ἐστιν· ἐκεῖνο μὲν γὰρ τῆς δυνάμεως τῆς διοικούσης τὸ σῶμα· τοῦτο δαὐτοῦ τοῦ σώματός ἐστι πάθημα καὶ γίνεται δηλονότι τὸ μηδὲν εἰς εὐτροφίαν ἐπιδιδόναι τὸ σῶμα,  ποτὲ μὲν διὰ τὴν τῆς τῆς τρεφούσης αὐτὸ δυνάμεως ἀῤῥωστίαν, ἔστι δὅτε καὶ διὰ μοχθηρῶν χυμῶν περιουσίαν.
§32 Ἔοικεν ἔτι καὶ οὗτος ἀφορισμὸς εἰρῆσθαι παρὰ τῶν ἀνακομιζομένων ἐκ νόσου. τὸ γὰρ μηδὲν ἐπιδιδόναι κατὰ τούτων εἰώθασι λέγειν οἵ τἄλλοι καὶ αὐτὸς Ἱπποκράτης. ἐὰν οὖν τις εὐσιτῶν ἐν ἀρχῇ μὴ ἀνατρέφηται, διἢν αἰτίαν τοῦτο πάσχει, διὰ ταύτην αὖθις ἔσται κακόσιτος. αἰτία δἐστὶ τοῦ κατἀρχὰς εὐσιτοῦντος μηδὲν ἐπιδιδόναι μοχθηρία μέν ὅλου τοῦ σώματος, εὐρωστία δὲ τῶν ὀρεκτῶν μορίων. ἀλλἐν τῷ χρόνῳ διὰ τὸ πλῆθος τῆς τροφῆς αὐξηθείσης τῆς ἐν ὅλῳ τῷ σώματι μοχθηρίας βλαβήσεταί τι καὶ τὸ τῆς ὀρέξεως ὄργανον, ὥστἀνορέκτους γενέσθαι τοὺς πρότερον ὀρεγομένους. καλῶς οὖν εὐσιτέοντας ὠνόμασεν. εἰρήκει δὲ κἀν τοῖς ἔμπροσθεν ἀφορισμοῖς αὐτὸ τοῦτο κατὰ τοῦτον τὸν τρόπον. ἢν δὲ τροφὴν μὴ λαμβάνοντι γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται. τοὺς μέντοι κατἀρχὰς μὲν ἀποσίτους ἰσχυρῶς γενηθέντας, ὡς παντάπασιν ὀλίγον λαμβάνειν, ὕστερον δεἰς τοὐναντίον μεταβάντας ἄμεινον ἀπαλλάττειν φησί. συμβαίνει δὲ τοῦτο εἰς τοὐναντίον πεψάσης τῆς φύσεως ἐν ἐκείνῳ τῷ χρόνῳ, καθὃν ἂν ἐνδεῶς διῃτῶντο τὴν αἰτίαν τῆς ἀποσιτίας διάθεσιν.
§33 Οὔθὅταν ἀγαθόν τι εἴπῃ τῶν κατὰ τὸ σῶμα, πάντως ἡγητέον ἐπαὐτῷ σωθήσεσθαι τὸν ἄνθρωπον, οὔθὅταν κακὸν, τεθνήξεσθαι πάντως. καὶ γὰρ ἀγαθὸν σημεῖον ὑπὸ μείζονος κακοῦ νικηθῆναι δυνατὸν καὶ κακὸν ὑπὸ μείζονος ἀγαθοῦ. κατὰ τὰς τοιαύτας οὖν ἀποφάσεις ἀκουστέον ἐστὶν ἐκείνου μόνου τοῦ λεγομένου. λέγεται δὅτι σημεῖον ἀγαθόν ἐστιν, ὅσον ἐφἑαυτῷ τόδε τι, κᾆτα σημεῖον κακὸν, ὅσον ἐφἑαυτῷ τόδε τι, περὶ δὲ σωθήσεσθαι τὸν ἄνθρωπον τεθνήξεσθαι, πάντων τῶν σημείων τὰς δυνάμεις ἐκλογισαμένων οὕτω χρὴ ποιεῖσθαι τὴν ἀπόφασιν, ὡς κἀν τῷ προγνωστικῷ συνεβούλευσεν αὐτός. οὕτως οὖν καὶ νῦν τό τἐῤῥῶσθαι τὴν διάνοιαν καὶ τὸ τὴν ὄρεξιν διαμένειν ἀγαθὰ σημεῖα κατὰ πάσας τὰς νόσους. ἔνια γὰρ οὐκ ἐν ἁπάσαις ἐστὶν ἀγαθὰ, καθάπερ καὶ αὐτὸς εἴωθεν ἐπισημαίνεσθαι λέγων, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην, ἐν πᾶσι τοῖς ὀξέσι νοσήμασιν. ὅτι δὲ τὸ τὴν διάνοιαν ἐῤῥῶσθαι σημεῖον ἀγαθόν ἐστιν ἐντεῦθεν γνώσῃ. τὰ περὶ τὸν ἐγκέφαλόν τε καὶ τοὺς μήνιγγας, ἔτι δὲ νωτιαῖον μυελὸν καὶ διάφραγμα καὶ ὅλως τὰ νευρώδη μόρια καὶ μάλισθὅσα πλησίον ἐγκεφάλου ἐστὶ, πάντως ὑγιεινὰ σημαίνεται τῆς διανοίας ἐῤῥωμένης. ὥσπερ γε καὶ τὰ κατὰ γαστέρα τε καὶ ἧπαρ αὐτήν τε τὴν καρδίαν, ὅταν ἕτοιμοι πρὸς τὰς τῶν σιτίων ὦσι προσφοράς. πάντων δὲ τούτων ἐῤῥωμένων οὐ μικρὰ τῷ κάμνοντι τῆς σωτηρίας ἐλπίς.
§34–45
§34 Τῆς φύσεως πολλαχῶς λεγομένης ἀκουστέον νῦν ἐστιν αὐτῆς κατἐκεῖνο τὸ σημαινόμενον, κέχρηται αὐτὸς, ἐν ἑτέροις πολλοῖς καὶ καθὅλον γε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἐν τὴν ἐκ τῶν πρώτων στοιχείων κρᾶσιν ὀνομάζει φύσιν, ὡς εἰ καὶ οὕτως ἔφη, ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν οἶς ἂν οἰκεία τῆς πρώτης τοῦ σώματος κράσεως καὶ τῆς νῦν διὰ τὴν ἡλικίαν τὴν ἕξιν τὴν ὥραν προσγεγενημένης νόσος μᾶλλον, οἷς ἂν μὴ οἰκεία κατά τι τούτων . τῇ μὲν γὰρ θερμῇ φύσει καὶ ἡλικίᾳ καὶ ἕξει καὶ ὥρᾳ δηλονότι καὶ καταστάσει καὶ χώρᾳ τὰ θερμότερα τῶν νοσημάτων ἐστὶν οἰκεῖα, ταῖς δὲ ψυχροτέραις τὰ ψυχρότερα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ταῖς μὲν ξηροτέραις τὰ ξηρότερα, ταῖς δὑγροτέραις τὰ ὑγρότερα. τὸ δἐναντίον ὑπὸ Διοκλέους εἵρηται κἀν τῷ περὶ ἑβδομάδων, ὑπολαβόντων, ὡς εἴρηται, τῶν γραψάντων ἀνδρῶν αὐτὰ, παροξύνεσθαι μὲν ὑπὸ τῶν ὁμοίων τὰ νοσήματα, λύεσθαι δὲ ὑπὸ τῶν ἐναντίων, ἐπειδὴ καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. νομίζουσιν οὖν ἐν χειμῶνι συστάντα καῦσον εὐϊατότερον εἶναι τοῦ κατὰ τὸ θέρος, οὐκέτἐννοοῦντες ὡς ἐπὶ μεγίστῃ διαθέσει γίνεται καῦσος ἐν χειμῶνι, μηδὲ γὰρ ἂν συστῆσαι τὴν ἀρχὴν αὐτὸν ἑτέρως, εἰ μὴ διὰ τὴν τῆς αἰτίας  ἰσχὺν ἐνίκησε τὴν ἐκ τῆς ὥρας ἐναντίωσιν. ὁπότοὖν οὐ κατέσχεν ὥρα τὸ μέγεθος τῆς αἰτίας, καίτοι βοηθὸν ἔχουσα τὴν ὑγίειαν, πού γἂν ἐν τῇ νόσῳ κινήσειεν αὐτὴν, μηδὲ τῆς ὑγιεινῆς ἰσχύος ἔτι παρούσης. ἀλλὰ καὶ διαὐτῆς τῆς πείρας ἐναργῶς φαίνεται τοῦτο. τῶν γὰρ ἴσων τὸ μέγεθος καύσων ὀλεθριώτερός ἐστιν ἐν χειμῶνι συνιστάμενος, ὅταν γε συστῇ μὲν ἐν θερμοτέρᾳ καταστάσει, μεταβολὴ δἐξαιφνίδιος εἰς ψυχρότερα γένηται, μεγάλως τοιοῦτος καῦσος ὑπὸ τῆς τοῦ περιέχοντος ὀνίναται ψύξεως, ἀμφοτέρων αὐτῷ γινομένων ἀγαθῶν. τῆς μὲν προτέρας καταστάσεως, ἐν τὴν γένεσιν ἔσχεν ὡς σημείου, τῆς δἑτέρας ἐν τὴν λύσιν, ὡς αἰτίου. ταῦτοὖν ἅπαντα μαρτυρεῖ μᾶλλον καὶ οὐ μάχεται τῇ κατὰ τὸν ἀφορισμὸν γνώμῃ. καθάπερ οὐδὲ τὸ βράγχους καὶ κορύζας τοῖς σφόδρα πρεσβυτέροις μὴ πεπαίνεσθαι, καίτοι γε οἰκεῖα παθήματα τῆς τῶν γερόντων ἡλικίας ὄντα. πρῶτον μὲν γὰρ οὐ ταυτόν ἐστι τῷ μὴ πεπαίνεσθαι τὸ κινδυνῶδες ὑπάρχειν. εἶτα καὶ τὸ μηδἁπλῶς εἰρῆσθαι τοὺς πρεσβυτέρους, ἀλλὰ μετὰ τοῦ σφόδρα, πάντα γὰρ ἐκείνοις ἐστὶ κινδυνώδη διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ τὸ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν γεγραμμένον, καὶ μάλιστα ἔθνησκον οἷς ἕῤῥεπεν φύσις ἐπὶ τὸ φθινῶδες, ἐναντιοῦται τοῖς εἰρημένοις. οὐ γὰρ τὴν ἐκ τῶν στοιχείων κρᾶσιν εἴρηκε νῦν, ἀλλὰ τὴν τοῦ σώματος ἰδέαν. ἔστιν ὅτε γὰρ ὀνομάζουσι φύσιν καὶ ταύτην. καὶ ὥσπερ ἀληθές ἐστι τὴν θερμὴν κρᾶσιν ἧττον ἐν τοῖς θερμοῖς κινδυνεύειν νοσήμασιν, οὕτως καὶ τοὺς στενοθώρακας οὐ μόνον μᾶλλον ἁλίσκεσθαι ὑπὸ φθίσεως, ἀλλὰ καὶ κινδυνεύειν ἁλόντας. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς, ὑπὸ τῶν τοιούτων πιθανῶν ἀπατηθέντες, οἰκεῖον νόσημά τι τῇ τοῦ κάμνοντος φύσει τὸ κατὰ τὴν κρᾶσιν ἐναντίον ἔφασαν, ὡς εἰ καὶ ἐπιτήδειον εἴρηται, πάμπολυ καὶ τῆς τῶν πραγμάτων ἀληθείας καὶ τῆς Ἱπποκράτους γνώμης ἁμαρτάνοντες, ὡς δέδεικται.
§35 Ὅτι μὲν ἔξω εἶναι χρὴ πάσης διαθέσεως τῆς παρὰ φύσιν ἅπαντα τὰ κατἐπιγάστριον χωρία πρόδηλόν ἐστι. καὶ λέλεκται κατὰ τὸ προγνωστικὸν, ἔνθα φησὶν ὑποχόνδριον ἄριστον μὲν ἀνώδυνόν τε εἶναι καὶ μαλθακὸν καὶ ὁμαλόν. ἀλλὰ καὶ τούτων αὐτῶν ἐστι τὰ μὲν ἰσχνότερα, τὰ δὲ παχύτερα, περὶ ὧν νῦν τὸν λόγον ποιεῖται, ὅσα μὲν παχύτερα, βελτίω ταῦτεἶναι λέγων, ὅσα δὲ ἰσχνὰ, μοχθηρὰ καὶ ὡς σημεῖα δηλονότι καὶ ὡς αἴτια. ὡς σημεῖα μὲν γάρ εἰσι τῆς ἐν τοῖς ἐκτετηκόσι μορίοις ἀσθενείας, ὡς αἴτια δὲ τοῦ μηδὲ πέττεσθαι καλῶς ἐν τῇ γαστρὶ τὰ σιτία, μηδαἱματοῦσθαι κατὰ τὸ ἧπαρ. ἄμφω γὰρ ταῦτα πάντα τὰ μόρια πρὸς τοῦ πάχους τῶν εἰρημένων σωμάτων ὠφελεῖται θαλπόμενα. τοσούτων οὖν εἰκός ἐστιν ἐκτακέντων αὐτῶν βλάπτεσθαι τὰς ἐνεργείας, ὅσον ὑγιαινόντων ὠφελοῦνται. ὅτι δὲ λεπτότης τῶν εἰρημένων μερῶν καὶ πρὸς τὰς κάτω καθάρσεις ἐπισφαλής ἐστι πρόδηλον. ἰσχυρὰ γὰρ δεῖ εἶναι πάντα τὰ κάτω τοῦ θώρακος μόρια πρὸς τῷ καλῶς ὑπηρετεῖν ταῖς καθάρσεσιν· εἰ δὲ μὴ, μεγάλαις περιπίπτειν βλάβαις. διὰ τί δὲ μόνας εἶπε τὰς κάτω καθάρσεις ἄξιον ζητῆσαι. καὶ γὰρ αἱ ἄνω, τουτέστιν αἱ διἐμέτων, ἐπισφαλεῖς εἰσι τοῖς οὕτω διακειμένοις. ταύτας μὲν ὡς σαφεῖς παρέλιπεν, ἐκείνων δὡς ἀσαφεστέρων ἐμνημόνευσεν; ἦτρον δὲ ἰδίως ὀνομάζει τὸ κάτω χωρίον τῆς γαστρὸς, ὅσον ἐστὶ μεταξὺ τοῦ αἰδοίου καὶ τοῦ ὀμφαλοῦ. ὡς εἰς τρία ταῦτα διαιρεῖσθαι τὸ σύμπαν ἐπιγάστριον, ὑποχόνδριον, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον.
§36 Οἱ μὲν ὑγιεινῶς ἔχοντες τὰ σώματα δεόντως ἐν ταῖς φαρμακείαις ἐκλύονται ταχέως· συντήκονται γὰρ, οὐ καθαίρονται. οἱ πονηρᾷ δὲ τροφῇ χρώμενοι διὰ τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐκλύονται ῥᾳδίως ἐπὶ ταῖς καθάρσεσιν. εἴτε δὲ τὴν ἔξωθεν εἰσφερομένην τροφὴν τῷ σώματι, εἴτε τὴν ἐν αὐτῷ περισχομένην εἴρηκε μοχθηρίαν, ἑκάτερος ἀληθὴς λόγος, ἐπειδὴ καὶ τὰ μοχθηρὰ σιτία μοχθηρὸν εἴωθεν αἷμα γεννᾷν. οὕτως οὖν καὶ λέγεται μοχθηρὰ τῆς ἀναφορᾶς γενομένης, ἐπὶ τὸ γενηθησόμενον ἐξ αὐτοῦ αἷμα.
§37 Οὐ τοὺς ὁτιοῦν φάρμακον προσφερομένους φαρμακεύεσθαι λέγειν εἴωθεν Ἱπποκράτης, ἀλλἐπὶ μόνων τῶν καθαιρόντων τούτῳ χρῆται τῷ ῥήματι. μὲν οὖν προγεγραμμένος ἀφορισμὸς ἓν τῶν προσγινομένων αὐτοῖς ἐδήλωσε σύμπτωμα. ἐκλύεσθαι γὰρ ἔφη ταχέως ἐν ταῖς καθάρσεσι τοὺς ὑγιεινῶς ἔχοντας. ἐν τῇ δὲ γενικωτέρᾳ λέξει περὶ τῶν αὐτῶν ἀπεφῄνατο, λέγων αὐτοὺς ἐργῶδες εἶναι φαρμακεύεσθαι· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται καὶ δυσχερῶς αὐτοῖς κάθαρσις προχωρεῖ καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται. γίνεται δὲ ταῦτα πάντα καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν χυμὸν ἐφιεμένου, ἤτοι τὴν ξανθὴν τὴν μέλαιναν χολὴν τὸ φλέγμα τὸ ὑδατῶδες περίττωμα. τῷ δἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκει, ἵνἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.
§38 Οὐ διὰ τὸ κεχαρισμένον μόνον τῷ κάμνοντι τοῦτο ποιητέον, ἀλλὰ καὶ ὡς ὠφελιμώτερον αὐτῷ γενησόμενον. ὅσα γὰρ ἂν ἡδέως προσενεγκώμεθα, περιστέλλεσθαι τούτοις γαστὴρ εἴωθε καὶ πέττειν μᾶλλον αὐτὰ ῥᾳδίως. ἀποχωρεῖν δὲ ἀπὸ τῶν ἀηδῶν ὡς ἤτοι ναυτίας ἐπιφέρειν πνευματώσεις κλύδωνας. ὅπερ οὖν ἐπὶ τῶν πλείστων καὶ εὐχύμων ὄντων γίνεται, ὅταν μικρῷ χεῖρον, ἐπὶ τῶν ἡδέως λαμβανόντων οὐ μόνον οὐκέτι χεῖρον, ἀλλἐνίοτε καὶ βέλτιον γίνεται.
§39 Οἱ πρεσβῦται τῶν νέων οὐ πάντες ἧσσον νοσοῦσιν, οὐδὲ γὰρ ἅπαντες ἐγκρατέστερον διαιτῶνται. ὅσοις δοὐχ ὑπάρχει τοῦτο, μᾶλλον νοσοῦσιν ἀσθενέστεροι τῶν νέων ὄντες. ὅτι δαὐτοῖς πάμπολλα τῶν χρονίων νοσημάτων συναποθνήσκει πρόδηλον, εἴ γε καὶ δύναμις ἀσθενὴς, ὡς μήτε πέττειν ἔτι δύνασθαι ῥᾳδίως τὰς νόσους καὶ ψυχρὰ πάντα ἐστὶ τὰ χρόνια νοσήματα, διὸ καὶ μᾶλλον γέρουσιν νεωτέροις γίνεται. τοῖς γὰρ οἰκείοις νοσήμασιν ἑαλωτότεροι πάντες.
§40 Ἐὰν συνάψωμεν ἀλλήλοις τοὺς ἀφορισμοὺς, ἑκατέρου λόγος ἔσται τοιοῦτος. οἱ πρεσβύτεροι τῶν νέων τὰ μὲν πλεῖστα νοσοῦσιν ἧττον, ὅσα δαὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ συναποθνήσκει. βράγχοι γοῦν καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται, ὥστε οἷόν τι παράδειγμα τὸν ἀφορισμὸν εἶναι τοῦτον τοῦ προγεγραμμένου. συναποθνήσκει γὰρ οὐ ταῦτα μόνον τοῖς πρεσβυτέροις, ἀλλὰ καὶ νεφρῖτις καὶ ποδάγρα καὶ ἀρθρῖτις καὶ ἰσχιὰς, αἵ τε περὶ κῶλον σπλῆνα διαθέσεις ψυχραὶ καὶ πρὸς ταύταις ἄσθματα, βῆχες, κυρτώσεις, λορδώσεις, σκολιώσεις, ὅσα τἄλλα διὰ τοὺς ψυχροὺς γεννᾶται χυμοὺς, οὓς καὶ τῶν ἀκμαζόντων τισὶ, μὴ ὅτι πρεσβύταις χαλεπὸν ἐκπεφθῆναι.
§41 Οὐ πάντες οἱ ἐκλυόμενοι ἐξαίφνης τελευτῶσιν, ἀλλεἰ προσθείης αὐτοῖς διορισμοὺς τρεῖς, ἕνα μὲν καὶ πρῶτον, ἵνα πολλάκις τοῦτο πάσχωσι, δεύτερον δὲ ἵνα ἰσχυρῶς καὶ τρίτον ἄνευ φανερᾶς αἰτίας. ἐπεὶ γυνή τις ἐπὶ πλεῖστον ἐν τῷ βαλανείῳ διατρίβουσα χρόνον συνεχῶς ἐξελύετο, διὰ τὸ μῆκος τοῦ χρόνου καὶ ὅτι τὸ βαλανεῖον ὡς τὰ πολλὰ μοχθηροῖς ὑπεκαίετο ξύλοις. ἀλλοὐ νοσήματός που τοῦτο σημεῖον, ἐπὶ φανερᾷ προφάσει γινόμενον. ἑτέρα δὲ καὶ ὑστερικοῖς ἐνοχλουμένη παθήμασιν ἔπασχε τοῦτο· καί τις ἄλλος εἰ ἐπὶ πλέον ἀσιτήσας ἔτυχεν, ἐξελύετο λυομένη. ἄλλος δὲ εἰ μὴ προὔλαβεν ἄρτου τι, τοῦτἔπασχεν, εἰ καὶ καθὥραν ἐλούετο. τοῖς τοιούτοις μὲν οὖν ἀσθενὲς αἰσθητικὸν ἱκανῶς ἐστι τὸ τῆς γαστρὸς στόμα. ὅσαι δὲ διὰ μηδὲν τούτων ἐκλύονται πολλάκις καὶ ἰσχυρῶς, οὗτοι διἀῤῥωστίαν τῆς ψυχικῆς δυνάμεως τοῦτο πάσχουσιν, ὥσπερ κἀκεῖνος, μετὰ τῆς ἐκλύσεως παλμὸς ἐγένετο τῆς  καρδίας ἰσχυρὸς, ἀπέθανεν ἐξαίφνης ὥσπερ οἱ ταῖς ὀξυτάταις ἁλισκόμενοι καρδιακαῖς συγκοπαῖς.
§42 Ἐν ταῖς ἀποπληξίαις ἐξαίφνης ἀναίσθητοί τε καὶ ἀκίνητοι γίνονται πᾶν τὸ σῶμα, πλὴν μόνης τῆς ἀναπνοῆς, ὡς εἴ γε καὶ αὕτη κωλυθῇ, μεγίστη τέ ἐστιν ἥδε καὶ ὀξυτάτη τῶν ἀποπληξιῶν. ὅσοι δἀναπνέουσι μὲν, ἀλλὰ μετὰ βίας σφοδροτάτης, ἰσχυρὰ τούτοις ἐστὶν ἀποπληξία. ἰσχυρὰ δὲ καὶ τοῖς τοιούτοις, ἀλλἧττον ὅσοι χωρὶς μὲν συντονίας καὶ βίας ἀνώμαλόν τε καὶ ἄτακτον, ἔτι δὲ διαλείπουσαν ἔχουσιν τὴν ἀναπνοήν. ὡς ἐφὧν γε διασώζει τινὰ τάξιν, ἀσθενὴς τοιαύτη, καὶ πράττων χρὴ πάντα, τάχα ἂν αὐτὴν ἰάσαιο. πᾶσαι μὲν οὖν αἱ ἀποπληξίαι γίνονται τῆς ψυχικῆς δυνάμεως ἐπιῤῥεῖν ἀδυνατούσης τοῖς κάτω τῆς κεφαλῆς, ἤτοι διὰ φλεγμονώδη τινὰ διάθεσιν ἐν αὐτῷ τῷ ἐγκεφάλῳ συστᾶσαν τῶν κοιλιῶν αὐτοῦ ἐμπιπλαμένων ὑγρότητος φλεγματώδους. ἀλλὰ τῷ μεγέθει τῆς αἰτίας καὶ τὸ τοῦ πάθους ἕπεται μέγεθος. ἀνίατον δἐστὶν ὡς τὰ πολλὰ διὰ τὴν βλάβην τῆς ἀναπνοῆς. καὶ θαυμάσαι γέ ἐστιν ὅπως τῶν ἄλλων μυῶν ἁπάντων ἀκινήτων ἐν ταῖς ἀποπληξίαις γινομένων οἱ τὸν θώρακα διαστέλλοντες, εἰ καὶ μόγις, ἀλλὰ κινοῦνταί γε πολλάκις. ἔοικε δὲ γίνεσθαι τοῦτο διὰ τὴν χρείαν τῆς ἀναπνοῆς, ἐπεγειρούσης αὐτὴν τὴν ἐν τοῖς νεύροις δύναμιν ἐπὶ τὴν ἐνέργειαν. καὶ διαὐτό γε τοὐπίπαν ἅπαντες οἱ μύες ἐπὶ τῶν ἀποπλήκτων ἐνεργοῦσιν, οἱ κινοῦντες τὸν θώρακα, καίτοι πρόσθεν ὀλιγάκις ἐνεργοῦντες ἅπαντες, ὥσπερ ἐν ταῖς σφοδροτάταις γυμνασίαις, ἐπειδὴ πλείστης τῆς ἀναπνοῆς ἐστι χρεία κατὰ ταῦτα. ἀλλὰ τοῖς ἀποπλήκτοις οὐ τῷ τὴν χρείαν ηὐξῆσθαι τῆς ἀναπνοῆς, ἀλλὰ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως συνεργεῖν ἀναγκάζονται πάντες οἱ τοῦ θώρακος μύες. ὥσπερ καὶ τῶν ἄλλως ἐν πυρετῷ ἀσθενῆ τὴν δύναμιν ἐχόντων διαὐτό γε τοῦτο καὶ κινεῖν ἀναγκάζονται πάντες ἑαυτοὺς εἰς ἓν ἀξιόλογον κεφάλαιον, τὴν ἐξ ἁπάντων ἐνέργειαν ἀθροίζοντες.
§43 Πᾶσα μὲν ἀφροῦ γένεσις ἐκ μίξεως ἀποτελεῖται δυοῖν οὐσιῶν, τῆς μὲν ἑτέρας πνευματικῆς, ὑγρᾶς δὲ τῆς ἑτέρας. γίνεται δ μίξις αὐτῶν εἰς πολλὰ θραυσθείσης ἑκατέρας καὶ πολλὰς ἐν τῇ συμπλοκῇ σμικρὰς πομφόλυγας ἐργαζομένων. ὅταν δὲ γλίσχρον τῇ συστάσει τὸ καταθραυσθὲν ὑγρὸν, οὗ περιπλεκομένου τῷ πνεύματι τὰς πομφόλυγας γενηθῆναι συμβῇ, δύσλυτός τε καὶ μόνιμος ἀφρὸς γίνεται, οἷον μάλιστα τοῖς δραμοῦσιν ἵπποις τοῖς θυμωθεῖσι κάπροις ἀθροίζεται περὶ τὸ στόμα. τὴν δἑκατέρων τῶν οὐσιῶν θραῦσίν τε καὶ μίξιν ἐνίοτε μὲν ἐργάζεται βιαία κίνησις ἤτοι γἀμφοῖν μόνης τῆς ἑτέρας, ἐνίοτε δὲ ἰσχυρὰ θερμότης, εἰ μὴ ἄρα καὶ ταύτην τῇ κινήσει τις λέγοι τὸν ἀφρὸν ἐργάζεσθαι. ἀλλὰ τῷ γε τοῖς ἐναργῶς φαινομένοις ἑπομένῳ διττὴν ἀσφαλέστερόν ἐστι φάναι τὴν γένεσιν εἶναι, κατὰ μὲν τοὺς σφοδροὺς ἀνέμους ἐμπίπτοντας τῇ θαλάττῃ διὰ πληγὴν ἰσχυρὰν, ἐπὶ δὲ τῶν λεβήτων διὰ τὴν θερμασίαν. οὕτω δὲ κἀν τοῖς τῶν ζώων σώμασιν ἐν μὲν τοῖς ἐπληπτικοῖς σπασμοῖς συντονία τῶν κινήσεων τὸν ἀφρὸν εἴωθε γεννᾷν, ἐπὶ δὲ τῶν κάπρων θερμασία, κατὰ δὲ τοὺς δρόμους τῶν ἵπτων ἄμφω φαίνεται σύντονα. συνεχῶς γὰρ εἴσω καὶ ἔξω τοῦ κατὰ τὰς ἀναπνοὰς ἀέρος φερομένου τό τε σίελον αὐτοῖς λεπτύνεται καί τι κἀκ τοῦ πνεύμονος ἀτμοειδῶς ἀναφερόμενον, ἐπιμίγνυταί τε καὶ συμπλέπεται τῷ σιέλῳ τοῦ γενομένου τὴν οὐσίαν ἀφροῦ συναῦξον. ὅσοι δἡγοῦνται τὸν ἀφρὸν τοῦτον ἐκ τῆς κοιλίας ἀναφέρεσθαι διαμαρτάνουσιν. οὔτε γὰρ ἀθρόως αὐτὸν ἐκεῖθεν ἥκειν ἐγχωρεῖ, μήτε ἐμοῦντος τοῦ ζώου τηνικαῦτα μήθὅλως ναυτιῶντος, ὧν συμπτωμάτων χωρὶς οὐχ οἷόν τέ ἐστιν ἐκ τῆς γαστρὸς ἀνενεχθῆναί τι, καὶ πολὺ δὴ μᾶλλον ἀδύνατον ἀναφέρεσθαί τινα ἀτμὸν ὁμοίως τῷ κατὰ τὰς ἀναπνοὰς, μηδεμιᾶς τοιαύτης ἐκ τῆς γαστρὸς ἀναφερομένης οὐσίας, οἵαν πνεύμων ἀναπνεῖ. καὶ γάρ τοι καὶ τὸ αἷμα τὸ μὲν ἐκ τοῦ πνεύμονος ἀναγόμενον ἀφρῶδες ὁμοίως ἐστὶ τῷ σπλάγχνῳ. τὸ δἐκ τῆς γαστρὸς οὐδἐγγὺς τῷ τοιούτῳ, ἀλλ μὲν ἅμα τῷ αἵματι ἐκ τοῦ πνεύμονος συναναφερόμενος ἀφρὸς ἀθρόως τε καὶ μετὰ βηχὸς ἀνάγεται, δἐκ τοῦ τοιούτου χυμοῦ κατὀλίγον ἐκπνεόμενος ἀτμὸς οὐ κινεῖ βῆχας. περιβληθείσης γε μὴν ἀγχόνης τῷ τραχήλῳ δεῖται μὲν καρδία καὶ πνεύμων ἐκπνεῦσαι τὸ λιγνυῶδες περίττωμα· δέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ περὶ χρείας ἀναπνοῆς γράμματι· κωλυόμενον δὲ διὰ τὴν ἀγχόνην βιαίως ὠθεῖ πᾶν αὐτὸ, κἀν τούτῳ καὶ τῆς οἰκείας ὑγρότητός τι συνεκβάλλει, καθάπερ κἀν ταῖς τοῦ αἵματος  ἀναγωγαῖς. ὀλέθριον οὖν τοῦτο τὸ σημεῖόν ἐστιν, ἐπειδὴ τῆς βίας τοῦ πνεύμονός ἐστι δηλωτικὸν, ἣν πάσχει πνιγομένου τοῦ ζώου. μάλιστα δεἰκὸς αὐτῷ γίνεσθαι τοῦτο διὰ τὴν ἐκ τῆς καρδίας εἰς αὐτὸν ὠθουμένην θερμασίαν, ὥστε καὶ τῇ ζέσει τοῦ θερμοῦ καὶ τῇ τοῦ πνεύματος βιαίᾳ κινήσει καὶ τῇ σφοδρᾷ τοῦ πνεύμονος συντονίᾳ, τῆς ἀναγωγῆς γενομένης τοῦ ἀφροῦ, θανατῶδες τὸ σημεῖον. ἔνιοί γε μὴν ἐν τῷ σπανίῳ τῶν ἀπαγχομένων ἀπήνεγκαν, ἀφροῦ φανέντος περὶ τὸ στόμα· καὶ ἴσως Ἱπποκράτης οὐχ ὡς διὰ παντὸς ἀπολλυμένων, ἀλλὅτι τοὐναντίον σπανιώτατα, οὕτως ἀπεφήνατο, καθάπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, ἔνθα φησὶ κατὰ τὸν ἀφορισμόν· ὁκόσοισι νέοισιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. τὸ γὰρ ὡς τὸ πολὺ παρέλιπεν ἐνταῦθα εἰπεῖν, ἐν τοῖς κατωτέρω προσθεὶς αὐτὸ, ἔνθα φησὶν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι· ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.
§44 Τοὺς ἐκ τῆς πρώτης ἡλικίας παχεῖς καὶ ἰσχνοὺς ἀλλήλοις παραβάλλων ἀποφαίνεται περὶ τῶν παχέων, ὡς εἰσὶ ταχυθάνατοι μᾶλλον τῶν ἰσχνῶν. ἄριστον μὲν γὰρ εὔσαρκον φῦναι, τουτέστι σύμμετρον, ὥστε μήτε παχὺν εἶναι μήτἰσχνὸν, οὕτω γὰρ ἂν δυνατὸν καὶ εἰς μακρὸν ἀφικέσθαι γῆρας. εἰ δὑπερβάλλοι τὸ σύμμετρον, ἀμείνων μὲν ἰσχνότης, μοχθηρὰ δὲ εἰς πάχος ὑπερβολή. στεναὶ γάρ εἰσι τούτων αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ διὰ τοῦτο καὶ αἷμα καὶ πνεῦμα παντελῶς ὀλίγον ἔχουσιν, ὥστἐπειδὰν προέρχωνται κατὰ τὴν ἡλικίαν, ταχέως αὐτοῖς ἐπὶ μικρᾷ προφάσει ἔμφυτος θερμασία διαφθείρεται. οἱ δἰσχνοὶ ταύτῃ μὲν οὐ κινδυνεύουσι, τῷ δὲ διαχεῖσθαι τὰ κύρια μόρια μηδὲν ἔχοντα πρόβλημα, πρὸς τῶν ἔξωθεν αἰτίων ἑτοίμως βλάπτονται. ὅσοι μέντοι ἦσαν σύμμετροι, διαίτῃ δἀγροτέρᾳ χρησάμενοι παχεῖς ἐγένοντο, τούτοις, εἰ καὶ σαρκὸς καὶ πιμελῆς ἐπετράφη πλῆθος, ἀλλεὐρεῖαι αἵ τε φλέβες εἰσὶ καὶ αἱ ἀρτηρίαι καὶ διὰ τοῦτο μείζονα ἔχουσι τὴν ἔμφυτον θερμασίαν, ἧττον εὔσβεστον.
§45 Ἐγγὺς πῶς ἐστιν ἀποπληξίας τὸ τῆς ἐπιληψίας πάθος, ὡς ἂν τὸν πάσχοντα τόπον ἐχόντων ἀμφοῖν τὸν αὐτὸν καὶ τὸν ποιοῦντα χυμόν. ἀλλ μὲν ἀποπληξία διὰ παντελῆ στέρησιν τῆς ἐπιῤῥεούσης δυνάμεως τοῖς νεύροις, δἐπιληψία διὰ πλημμελῆ κίνησιν γίνεται. ψυχρὸς δἐστὶν ἀμφοῖν καὶ παχὺς χυμός. καὶ διὰ τοῦθ τῶν νεανίσκων ἡλικία ξηρὰ καὶ θερμὴ τὴν κρᾶσιν ὑπάρχουσα μέγιστον βοήθημα γίνεται τῶν ἐπιληπτικῶν διαθέσεων, οὕτω δὲ καὶ τῶν χωρίων αἱ ἀνάλογοι μεταβολαί. λέγω δἀνάλογον, ὅταν εἰς ξηρότητά τε καὶ θερμότητα μεθιστῶνται. κατὰ ταὐτὰ δὲ καὶ τῶν βίων. οὐδὲ γὰρ αἱ τούτων μεταβολαὶ πᾶσαι λύουσι τὴν ἐπιληψίαν, ἀλλὅσαι θερμοτέραν καὶ ξηροτέραν ἐργάζονται τὴν τοῦ σώματος ἕξιν. ἐγχωρεῖ δὲ καὶ ἁπλῶς ἀκοῦσαι τὴν μεταβολὴν τοῦ βίου τὰς ἐπιληψίας ὠφελεῖν. ἐπειδὴ τοὐπίπαν μοχθηρὰ δίαιτα γεννᾷ τὸ πάθος, ὥσθ μεταβολὴ πάνυ ἐπὶ τὸ βέλτιον ἄγει.
§46–54
§46 Εἰ μὲν ἀκριβῶς ἀκούει τις τὸν αὐτὸν τόπον, οὐδέποτε δύο δύνανται πόνοι γίνεσθαι κατὰ τὸν αὐτόν. εἰ δἐν πλάτει, δυνατόν. λέγω δἐν πλάτει περὶ μόριον μεῖζον, οἷον περὶ βραχίονα πῆχυν μηρὸν κνήμην. ἀλλοὗτοί γε οἱ πόνοι συναύξουσιν ἀλλήλοις τὴν ἀνίαν τοῦ μορίου, μηδἑτέρου τὸν κάμνοντα διαλανθάνοντος. εἰ δἐν διαφόροις τόποις εἶεν, μὲν εἰ τύχῃ κατὰ τὸν πῆχυν, ἐν τῇ κνήμῃ. συμβαίνει τηνικαῦτα πρὸς τοῦ σφοδροτέρου τὸν ἕτερον ἀμαυροῦσθαι, τῆς αἰσθητικῆς δυνάμεως ὅλης ἐπὶ τὸ σφοδρότερον ἀπαγομένης τε καὶ περιελκομένης. τοῦτο γὰρ ἡμῖν καὶ κατὰ τὰς λύπας εἴωθε συμβαίνειν, οὔσας καὶ αὐτὰς οἷον ἀλγήματά τινα τῆς ψυχῆς ἄνευ τοῦ σώματος. κατακρύπτουσι γὰρ οὖν ἐν αὐταῖς αἱ σφοδρότεραι τὰς ἐλάσσους, ὅταν γε μὴ περὶ ἑνὸς γίνονται πράγματος· εἰ δὲ μή γε, ἀλλήλας κἀκεῖναι συναύξουσιν.
§47 Τὸ πῦον ἐξ αἵματος γίνεται, μεταβάλλοντος εἰς ἡμιμόχθηρον, ὡς ἂν εἴπῃ τις μεταβολήν. μὲν γὰρ ἁπλῶς  μοχθηρὰ μετὰ σηπεδόνος ἀποτελεῖται δυσώδους, ὥσπερ καὶ ἁπλῶς χρηστὴ θρέψις ἐστὶ τῶν τοῦ ζώου μορίων· δὲ τὸ πῦον ἐργαζομένη μεταξὺ τούτων ἐστὶν, οὔθὑπὸ τῆς παρὰ φύσιν μόνης οὔθὑπὸ τῆς ἐμφύτου θερμασίας γινομένη. μικτὴ γάρ πως ἐξ ἀμφοῖν ἐστιν τῆς φλεγμονῆς. πόνος μὲν γίνεται τεινομένου τε ἅμα καὶ θερμαινομένου παρὰ φύσιν τοῦ φλεγμαίνοντος μορίου. πυρετοὶ δἕπονται καὶ ἀρχῆς συνεκθερμανθείσης καὶ ταῦτἄμφω συμβαίνει, κατὰ τὴν οἷον ζέσιν τε καὶ καῦσιν τοῦ αἵματος. ἐπειδὰν δὲ τελέως καυθῇ τὸ λείψανον αὐτοῦ, πῦον γίνεται, καθάπερ ἐπὶ τῶν καυθέντων ξύλων τέφρα. καὶ διὰ τοῦτο κατἐκεῖνον τὸν χρόνον οἵ τε πόνοι καὶ οἱ πυρετοὶ λωφῶσι καὶ μάλισθὅταν ἐκκριθῇ τὸ πῦον, ὡς ἂν ἤδη δεδαπανημένης μὲν τῆς ὕλης, ἐσβεσμένης δὲ τῆς φλογώδους θερμασίας.
§48 Τὸ πονεῖν σημαίνει μὲν καὶ τὸ ἀλγεῖν, σημαίνει δὲ καὶ τὸ κάμνειν καὶ καθἑκάτερόν γε λόγος αὐτῶν ἀληθής ἐστιν. ἐάν τε γὰρ ἀλγῶσιν ἤδη τὰ μόρια διὰ τὰς πλείονας κινήσεις, ἐάν τε καὶ κάμνωσιν, ὡς ἐνεργεῖν ἔτι μόγις δύνασθαι, τὸ διαναπαύειν εὐθύς ἐστιν ἄκοπον.
§49 Ἄλλος ἄλλῳ συνήθης πόνος ἐστὶ, τῷ μὲν δρόμος, τις ἑτέρα κίνησις διὰ τῶν σκελῶν, τῷ δὲ τὸ χειρονομεῖν, τις ἄλλη διὰ τῶν χειρῶν ἐνέργειαν, τοῖς δὲ τὸ σκάπτειν ἐρέσσειν ἀροῦν ἁπλῶς ὁτιοῦν ἄλλο. διαφορὰ δἐν ἅπασι τοῖς τοιούτοις ἐστὶ πόνοις, παρά τε τὸ πλείοσιν ἐλάσσοσιν ἐνερεῖν μορίοις καὶ παρὰ τὸ αὐτοῖς μᾶλλον ἧττον. ἀλλὰ τό γε κοινὸν ἐπὶ πᾶσιν, εὐτονώτερα τῶν ἄλλων γίνεσθαι τὰ γυμναζόμενα μόρια, καὶ διὰ τοῦτο ῥᾷον ὑπομένει τοὺς συνήθεις πόνους.
§50 Οὐ περὶ τῶν γυμνασιῶν ἐστι μόνον ὡς πρόσθεν, ἀλλὰ περὶ πάντων ἁπλῶς ἀποφαίνεται τῶν συνήθων ἀφορισμὸς οὗτος, ἐδεσμάτων, πομάτων, λουτρῶν, ἀλουσίας, ἀγρυπνίας, ὕπνου, θάλψεως, ψύξεως, φροντίδων. ἧττον γὰρ ἕκαστον αὐτῶν βλάπτει σύνηθες γινόμενον τοῦ φύσει μὲν ἀβλαβεστέρου, μηδέποτε δὲ εἰς ἔθος ἀφιγμένον. τὸ μὲν οὖν ἐπὶ τῶν γυμνασιῶν οὕτως ἔχειν εἰς τὴν εὐρωστίαν τῶν ἐνεργούντων μορίων ἀναφέρεται, καθ τι προείρηται, τὸ δἐπὶ τῶν ἄλλων ὅπως γίνεται νῦν ἐροῦμεν. ἐδέσματα μὲν καὶ πόματα φύσιν ἐπίκτητον ἐργάζεται, μάλιστα μὲν ἐν τῆ γαστρὶ, σὺν ἐκείνῃ δέ πως ἤδη καὶ κατὰ τἄλλα μόρια. καὶ γὰρ εἰ καὶ ὅτι μάλιστα κρατοῖτο καὶ μεταβάλλοιτο πρὸς τοῦ σώματος, ἀλλά τοι καὶ αὐτὰ διατίθησί πως αὐτὸ, κατὰ τὴν ἑαυτῶν φύσιν, ὥστἐν τῷ χρόνῳ πολλὴν γενέσθαι τὴν ἐναλλαγὴν καὶ τὴν ὁμοίωσιν τοῖς τρεφομένοις συστῆναι πρὸς τὰ τρέφοντα. ἐπιδέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ περὶ ἐθῶν βιβλίῳ. δέδεικται δὲ καὶ ὅτι πρὸς τῶν ὁμοίων ἕκαστον θᾶττον ἀλλοιοῦται. διὰ τοῦτοὖν, ὅταν ὁμοιότερον γένηται τῷ μεταβαλλομένῳ τὸ μεταβάλλον, ἀλλοιοῖ θᾶττον αὐτό. καὶ μὲν δὴ καὶ πρὸς τῶν ἄλλων ἁπάντων, οἷς ὁμιλεῖ τὸ σῶμα, διατίθεταί πως οἷον ἐν ἀέρι ψυχρῷ καὶ θερμῷ, πυκνούμενον μὲν ὑπὸ τοῦ ψυχροῦ, ἀραιούμενον δὑπὸ τοῦ θερμοῦ, καὶ διὰ τοῦτο ἀνέχονται μὲν τῶν συνήθων μᾶλλον, ἐνοχλεῖται δὑπὸ τῶν ἀήθων. εἰ γὰρ ἀραιῷ σώματι διὰ τὴν πρὸς τὸ θερμὸν ὁμιλίαν ἐξαίφνης προσπέσοι τὸ ψυχρὸν, εἴς τε τὸ βάθος αὐτοῦ διαδύεται παραχρῆμα καὶ βλάπτει μεγάλως. μὲν οὖν αἰτία καθἕκαστον τῶν συνήθων ἐν τῷ περὶ ἔθους λέγεται γράμματι. τὸ δἐκ τῆς πείρας ἐγνωσμένον ἤδη γινώσκομεν, μόνον ἔγραψεν Ἱπποκράτης, οὐκ ἀξιώσας προσγράψαι τὴν αἰτίαν. ἀλλἡμεῖς καὶ πρὸς τὴν αὐτῆς εὕρεσιν ἀφορμάς τινας δεδώκαμεν. ταῦτα μὲν οὖν ἱκανὰ πρός γε τὸ πρότερον μέρος τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου. τὸ δἐπὶ τῇ τελευτῇ γεγραμμένον, ἐν συμβουλεύει μεταβάλλειν πως εἰς τὰ μὴ συνήθη, χάριν ἀσφαλείας ὑγιεινῆς εἴρηται. σφαλερὸν γάρ ἐστι πᾶν ἔθος μονοειδὲς, ἀδοκήτοις τύχαις πραγμάτων ὑποπεπτωκοτῶν ἁπάντων ἀνθρώπων. ἵνοὖν μή ποτἐξαίφνης περιπέσοντες ἀήθεσι πράγμασι μεγάλως βλαβῶμεν, ἄμεινον εἶναί φησιν ἁπάντων πεπειράσθαι. γένοιτο δἂν τοῦτο, μὴ μενόντων ἡμῶν  ἐπὶ τοῖς συνήθεσι διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν καὶ τῶν ἐναντίων ἀποπωρωμένων.
§51 Διὰ τί τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν κενοῦν θερμαίνειν ψύχειν ἄλλως ὁπωσοῦν κινεῖν τὸ σῶμα σφαλερόν ἐστιν αὐτὸς ἐδήλωσεν εἰπὼν ἅπαν εἶναι τὸ πολὺ τῇ φύσει πολέμιον. ἔστι γὰρ φύσις ἐν συμμετρίᾳ τῶν στοιχείων ἔχουσα τὴν οὐσίαν. εἰκότως οὖν τὸ πολὺ πᾶν, ὡς ἂν φθεῖρον, τὴν συμμετρίαν διαλυτικόν ἐστι τῆς τοῦ ζώου συστάσεως. τὸ δὲ κατὰ μικρὸν, φησὶ, πληροῦν κενοῦν δηλονότι καὶ τἄλλα ὅσα τούτοις ἑξῆς εἶπεν ἀσφαλὲς ἄλλοτε γινόμενον καὶ μάλισθὅταν ἐξ ἑτέρου τινὸς τῶν ἐν ἔθει τὴν μεταβολὴν εἰς ἕτερον ποιώμεθα. συνεβούλευσε γὰρ ἐν τῷ πρὸ τούτου ἀφορισμῷ καὶ ἐς τὰ ἀσυνήθη μεταβαίνειν. ἐν ταῖς τοιαύταις οὖν μεταβάσεσι τὸ μὲν κατὰ πολὺ καὶ ἐξαπίνης σφαλερὸν ἱκανῶς ἐστι, τὸ δὲ κατὰ μικρὸν ἀσφαλές.
§52 Οὐ σμικρᾶς ἐπιστήμης ἔργον ἐστὶ τὸ μὴ μεταβαίνειν ἀπὸ τῶν ὀρθῶς δοξάντων, εἰ καὶ μηδέπω φαίνηται σαφὴς ὠφέλεια, τοῖς οὕτω γινομένοις ἑπομένη. καθάπερ γὰρ ἐπὶ τοῦ πλήττοντος τὴν ὑποκειμένην πέτραν σταλαγμοῦ παμπόλλῳ χρόνῳ μόγις αἰσθητὸν γίνεται τὸ τοῦ λίθου πάθος, οὕτω συμβαίνει κἀπὶ τῶν δυσπέπτων διαθέσεων, ἐφὧν κατὰ λόγον ὀρθὸν εὑρηκὼς τὸ συμφέρον οὐκ ἀφίσταται τοῦ δόξαντος ἐξ ἀρχῆς, οὐδἄν μηδὲν φαίνηται σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον.
§53 Καὶ σαφής ἐστιν ἀφορισμὸς καὶ ὅσα χρὴ λεχθῆναι περὶ αὐτοῦ, πρόσθεν εἴρηται κατἐκεῖνον τὸν ἀφορισμὸν οὖ ἀρχὴ, ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται.
§54 Μέγεθος σώματος κυρίως μὲν ὀνομάζεται τὸ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ὑπὲρ τὸ σύμμετρον ηὐξημένον, ἤδη δὲ καὶ τὸ κατὰ μῆκος μόνον ἐπὶ πλέον ηὐξημένων σῶμα προσαγορεύομεν ἐνίοτε μέγα, καίτοι τό γε κύριον ὄνομα τούτου τὸ μακρόν ἐστιν. ὀνομάζουσι γὰρ ἐνίοτε καὶ τὸ κατὰ πλάτος τε καὶ βάθος, ὑπὲρ τὴν ἀναλογίαν ηὐξημένον σῶμα μέγα, καίτοι καὶ τοῦτο παχὺ λέγεται κυρίως ὀνομαζόμενον. εἰ μὲν οὖν μέγεθος σώματος εἴρηκεν Ἱπποκράτης τὸ κυρίως λεγόμενον, οὐδὲν μᾶλλον τοῦ μικροτέρου χεῖρον ἐν γήρᾳ, εἰ δὲ τὸ μακρὸν παχὺ δηλοῖ, χείρω καὶ δυσχρηστότερα ταῦτα γερόντων γίνεται. ἀλλὰ τῷ γε πάγει οὐδἐννεάσαι καλὸν οὐδἐλευθέριον. ἐπὶ τοίνυν μόνου τοῦ μακροῦ τὸ ἐννεάσαι μὲν ἐλευθέριον, ἐγγηράσαι δὲ δύσχρηστον ἀληθῶς λέγοιτο· κυφοῦται γὰρ τούτων γηρώντων καὶ μόγις δύνανται βαστάζειν, ὅπερ εἶπεν Ἱπποκράτης δύσφορον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up