§1–11
§1
Αἱ πρὸς τὰς μήτρας συμφύσεις τῶν ἐμβρύων ἀνάλογον ἔχουσι ταῖς τῶν καρπῶν πρὸς τὰ φυτά. ταυτὶ γάρ τοι κατὰ μὲν τὴν πρώτην γένεσιν ἀσθενέσι λαβαῖς συνέχεται καὶ διὰ τοῦτο ἀποπίπτει ῥᾳδίως, ἐπειδὰν σφοδρότερος ἄνεμος αὐτὰ διασείσῃ. μετὰ ταῦτα δὲ αὐξανόμενα δύσλυτον ἔχει τὴν πρὸς τὰ φυτὰ κοινωνίαν, ὥσπερ αὖ πάλιν, ἐπειδὰν τελειωθῇ, καὶ χωρὶς τῆς ἔξωθεν βίας ἀποπίπτει. κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ κυούμενα ἐν μὲν τῷ πρώτῳ χρόνῳ τῆς καταβολῆς τοῦ σπέρματος, κἂν ἅλλεσθαί ποτε συμβῇ τὴν γυναῖκα ἢ καταπεσεῖν ὀλισθήσασαν ἢ ὁπωσοῦν ἄλλως σφοδρότερον ἢ κατὰ ψυχὴν ἢ κατὰ σῶμα κινηθῆναι, ῥᾳδίως ἀποῤῥήγνυνται. παραπλησίως δὲ καὶ ἐπειδὰν ἤδη τέλεια τυγχάνειν ὄντα. ὁ δὲ μεταξὺ χρόνος ἀσφαλεστέραν ἔχει τὴν σύμφυσιν, ὥστε καὶ κινήσεων σφοδροτέρων ἀνέχεσθαι τὴν κύουσαν ἄνευ τοῦ βλαβῆναι τὸ ἔμβρυον. ἅπερ ἐπιστάμενος ὁ Ἱπποκράτης εἰκότως ἔφη, τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρις ἑπτὰ μηνῶν, ὅσπερ ἐστὶν ἐν τῷ μέσῳ τῆς κινήσεως, ἡνίκα ἀκριβῶς ἐνέχεται τῇ μήτρᾳ τὸ κυούμενον. οὐ μὴν οὐδ’ ἐν τούτῳ πάσας ὅσαι δέονται καθάρσεως ἐπιτρέπει καθαίρειν, ἀλλ’ ἢν ὀργᾷ, φησὶ, τουτέστιν ἐπείγεται· μετενήνεκται γὰρ ἀπὸ τῶν ὀργώντων ἐπὶ συνουσίαν ζώων ἡ προσηγορία. ὅταν οὖν κινῶνταί τε καὶ φέρωνται πάντῃ τοῦ σώματος οἱ πλεονάζοντες χυμοὶ, μηδέπω καθ’ ἕν τι μόριον ἐστηριγμένοι, τηνικαῦτα πρὸς τὴν ἀπόκρισιν αὐτῶν ἡ φύσις ὁρμᾷ καὶ δεῖταί τινος ὀρέξοντος χεῖρα καὶ ποδηγήσοντος αὐτὴν τὴν ὁρμὴν ἐπὶ τὴν γαστέρα. τοὺς δὲ καθ’ ἕν τι μόριον ἐστηριγμένους χυμοὺς οὐ χρὴ κινεῖν· οὕτως γοῦν εἴρηται κἀκεῖνο. ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇσι τῶν νοσημάτων φαρμακεύῃ, λύειν εὐθέως ἐπιχειροῦσι, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν, οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος, τὰ δ’ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν. ὅτι δὲ τὸ φαρμακεύειν ὁ Ἱπποκράτης ἐπὶ τοῦ διὰ φαρμάκου καθαίρειν εἴωθε λέγειν ὡμολόγηται πᾶσιν ὅσοι κἂν ἐπὶ βραχὺ τῆς λέξεως αὐτοῦ συνιᾶσιν. ἵνα γὰρ ἐάσας τις τὰ ἄλλα βιβλία τῶνδε γεγραμμένων ἀφορισμῶν μνημονεύσῃ, κατ’ οὐδένα τρόπον οἶόν τ’ ἐστὶν ἀκούειν ἐν αὐτοῖς ἄλλο τι σημαίνεσθαι πρὸς τῆς φαρμακεύειν φωνῆς, ὡς ὀλίγον ὕστερον ἔσται δῆλον.
§2
Αὐτόματα κενοῦσθαι λέγομεν ἐκ τοῦ σώματος ὅσα χωρὶς τοῦ πρᾶξαί τι τὸν ἰατρὸν ἐκκρίνεται, ποτὲ μὲν τῆς διοικούσης τὸ σῶμα φύσεως ἐκκαθαιρούσης αὐτὰ, ποτὲ δὲ δι’ ἐρεθισμὸν ἢ τὸ μὴ στέγεσθαι πρὸς τῶν ἀγγείων. ὅτε μὲν οὖν ἡ φύσις ἐκκενοῖ τὸ περιττὸν, ὠφελεῖται τὸ ζῶον, ὅταν δ’ ἄλλως ἀποκρίνηται, λόγῳ συμπτώματος οὔτ’ ὠφέλειά τις ἕπεται καὶ σημεῖόν ἐστιν ἡ τοιαύτη κένωσις μοχθηρᾶς διαθέσεως. εἰκότως οὖν ὁ Ἱπποκράτης συμβουλεύει μιμεῖσθαι τὴν φύσιν. ἡ μίμησις δ’ ἐστὶν ἐν τῷ πειρᾶσθαι κενοῦν τοὺς τοιούτους χυμοὺς ἐφ’ ἑκάστῳ τῶν νοσημάτων, οἵους εἴδομεν ὠφελοῦντας ἐν ταῖς αὐτομάτοις κενώσεσιν. ἔμπροσθεν μὲν οὖν εἴρηται περὶ πάσης κενώσεως αὐτῶν γενικώτερον. οὕτω δὲ καὶ κενεαγγείη, ἢν μὲν οἵην δεῖ γίγνεσθαι γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, νυνὶ δὲ περὶ μόνης καθάρσεως τὸν αὐτὸν ἐποιήσατο λόγον, ἐπειδὴ περὶ ταύτης αὐτῷ προὔκειτο διδάσκειν ἐν τῷ χωρίῳ τῷδε τοῦ βιβλίου. βέλτιον δ’ οὖν ἴσως ἐστὶ κἀμὲ ἀναλαμβάνειν τὸν λόγον ὑπὲρ ἁπασῶν κενώσεων, ἃς οἱ ἰατροὶ μηχανῶνται περὶ τὰ τῶν καμνόντων σώματα. γίγνονται δὲ αὗται ποτὲ μὲν διὰ τῶν καθαιρόντων ὅλον τὸ σῶμα φαρμάκων ἐμετηρίων τε καὶ ὑπηλάτων, ἐνίοτε δὲ μορίου τινὸς κενωτικόν ἐστι τὸ φάρμακον, οἶον ὅσα δι’ ὑπερώας καὶ ῥινῶν ἀπάγει τῆς κεφαλῆς τὰ περιττά. τοῦ γένους δ’ ἐστὶ τῶν καθαιρόντων τὰ περιττὰ καὶ ὅσα διὰ βηχὸς ἐκκαθαίρει τὰ κατὰ θώρακα καὶ πνεύμονα καὶ ὅσα δι’ οὔρων ἀπάγει τὸ τοῦ παντὸς αἵματος ὀῤῥῶδες περίττωμα· καὶ κλυστὴρ δ’ ἂν ἐκ τοῦ τοιούτου γένους εἴη καὶ πᾶν ὁτιοῦν ἄλλο τῶν μὴ κενούντων ὁμοτίμως ὅλον τὸ σῶμα, καθάπερ ἥ τε φλεβοτομία κενοῦν πεπίστευται καὶ ὅλως ἀφαίρεσις αἵματος πᾶσα καθ’ ὁντιναοῦν γιγνομένη τρόπον. ἐκ τῶν τοιούτων δ’ ἐστὶ κενώσεων ἥ τε διὰ μήτρας καὶ ἡ δι’ αἱμοῤῥοΐδων, ἥ τ’ ἐπὶ τοῖς γυμνασίοις καὶ τρίψεσι καὶ πάσῃ κινήσει τε καὶ ἀλέᾳ καὶ λουτροῖς θερμοῖς καὶ μάλιστα εἰ νιτρώδη καὶ θειώδη καὶ ἀσφαλτώδη τύχῃ καὶ κατὰ συμβεβηκὸς ἡ ἀσιτία. τὰ γὰρ τοιαῦτα πάντα δοκεῖ μὲν ὁμοτίμως ὅλον τὸ σῶμα κενοῦν. καίτοι γε εἰ ἀκριβῶς τις ἐξετάζοι, εὑρήσει μὴ κενοῦν ὁμοτίμως, ἀλλ’ ἐν τούτοις μὲν ἐπειδὴ μικρὰ τοῦ ἑτέρου πρὸς τὸ παρὰ τὸ ἕτερόν ἐστιν ὑπεροχὴ κατὰ τὴν ποιότητα τῶν κενουμένων ὁμότιμος εἶναί μοι δοκεῖ. τὰ δὲ καθαρτικὰ καλούμενα φάρμακα φανερῶς διάφορον εἶδος ἐργάζεται κενώσεως, ὑπὲρ ὧν, ὡς ἔφην, νῦν αὐτῷ πρόκειται λέγειν. οὐ μὴν περιττότερόν γε διδάσκει τι τοῦ περὶ πασῶν κενώσεων αὐτῷ εἰρημένου. σκοπὸς γάρ ἐστιν ἁπάσαις εἷς ὁ πλεονάζων χυμὸς, οὗ πειρᾶσθαι διαγνωστικὸν ὑπάρχειν ἔκ τε τῆς καθ’ ὅλον τὸ σῶμα παρὰ φύσιν ἑκάστῳ γιγνομένης χρόας, ἔτι τε τῶν συμπτωμάτων καὶ τῶν νοσημάτων, ὥρας τε καὶ χώρας καὶ ἡλικίας καὶ καταστάσεως καὶ φύσεως τοῦ κάμνοντος, ἐπιτηδευμάτων τε καὶ διαίτης, οἷον εἰ τύχῃ καθ’ ὅλον μὲν τὸ σῶμα τῆς χρόας ὠχροτέρας γεγενημένης, ὡς ἐν ἰκτέροις, οὐχ ὑποχωρούσης δὲ δι’ ἕδρας τῆς χολῆς, ἤ τινων ἐξανθημάτων ἐν ὅλῳ τῷ σώματι γεγενημένων χολωδῶν, κατὰ μέρος δὲ δήξεως ἐν τῇ γαστρὶ καὶ ἄσης καὶ ἀσιτίας καὶ δίψης ἐκπικρουμένου τε τοῦ στόματος ἢ κατά τι μέρος ἐρυσιπέλατος ἢ τριταίου πυρετοῦ κατέχοντος τὸν ἄνθρωπον ἢ τῶν καυσωδῶν τοῦ πικροχόλου. πλεονάζει γὰρ ἐν τοῖς τοιούτοις ἅπασιν ἡ ξανθὴ χολὴ καὶ διὰ τοῦτο ἐξάγειν αὐτὴν ἐπιχειρήσομεν ἐκείνοις τοῖς φαρμάκοις, ὅσα δ’ αὐτὴν τὴν ἐνέργειαν ὀνομάζουσι χολαγωγά· καὶ τοῦτ’ ἔστι τὸ ὑφ’ Ἱπποκράτους εἰρημένον· ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι. τὸ γὰρ οἷα δεῖ τὸ πλεονάζον ἐστὶ τῶν λυπούντων δηλονότι κατὰ ποιότητα τὸν κάμνοντα, διὰ τοῦτ’ οὖν συμφέρειν φησὶ τὰς τοιαύτας κενώσεις. ἀλλ’ ἐπεὶ πάντες οἱ τεχνικοὶ στοχασμοὶ κατὰ τὰς πράξεις ἔστιν ὅτε καὶ διαμαρτάνουσιν, αἱ γὰρ ὁμοιότητες, ὡς αὐτὸς εἶπεν, οὐ μόνον τοῖς ἐπιτυχοῦσιν, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς ἰατροῖς φέρουσιν ἀπάτην, ἕτερον ἡμᾶς γνώρισμα ταῖς ἀγαθαῖς κενώσεσιν ἐζευγμένον ἐδίδαξε, τὴν εὐφορίαν, ἵνα κἀν τούτῳ θαῤῥῶμεν, ὀρθῶς ποιούμενοι τὴν κένωσιν. ὅπερ οὖν ἐπὶ τῆς ξανθῆς χολῆς ὡς ἐπὶ παραδείγματος εἴρηκα, τοῦτό μοι καὶ ἐπὶ τῆς μελαίνης νόει. καὶ γὰρ κἀπὶ ταύτης ἡ μὲν καθ’ ὅλον τὸ σῶμα χρόα πρὸς τὸ μελάντερον τρέπεται, τά τε ἐξανθήματα μέλανα διὰ τὴν τῆς μελαίνης γίνεται χρόαν. ὅσα δὲ πάθη διὰ τὴν πλεονεξίαν αὐτῆς γίγνεται, φανερῶς ἐνδείκνυται τὸ πλῆθος τοῦ χυμοῦ, καθάπερ ἐλέφας τε καὶ καρκίνος. καὶ μὴν καὶ ἡ τεταρταία περίοδος ἐπὶ τῷ μελαγχολικῷ γίγνεται χυμῷ καὶ σπλὴν μέγας καὶ κιρσοὶ μελαινόμενοι τῆς αὐτῆς ταύτης ἔγγονα πάθη, καθάπερ γε καὶ ἡ μελαγχολία καλουμένη καὶ πᾶσα παραφορὰ διανοίας, ὀργίλη, θρασεῖα, θηριώδης Ἱπποκράτης δὲ κἀκ τῶν καταμηνίων ἐτεκμαίρετο τὸν πλεονάζοντα χυμὸν ταῖς γυναιξὶ καὶ γέγραπται αὐτῷ τὰ γνωρίσματα κατὰ τὸ πρότερον τῶν γυναικείων. ἐκ τούτων μὲν οὖν ὅτι πλεονάζει μέλαινα διαγινώσκειν χρὴ καὶ τούτους ἔχοντά σε τοὺς σκοποὺς ἐπὶ τὴν κένωσιν αὐτῆς ἰέναι, δεύτερον δὲ κατ’ αὐτὴν τὴν κένωσιν σκοπὸν ἔχειν τὴν εὐφορίαν. ὅσα δὲ ἐπὶ τῆς μελαίνης χολῆς καὶ ὠχρᾶς εἴρηται, ταῦτα καὶ ἐπὶ τοῦ φλέγματός μοι νόει, ὄγκους οἰδηματώδεις, ἐξανθήματά τε καὶ σύμπαν τοῦ σώματος τὸ χρῶμα κατὰ τὴν ἰδέαν τοῦ χυμοῦ καὶ τῶν πυρετῶν τοὺς ἀμφημερινοὺς καὶ τῆς διανοίας ἀργίας καὶ νωθρότητας, ἔτι τε καταφορὰς ὑπνώδεις καὶ βάρη τῆς κεφαλῆς ὀξυρεγμίας τέ τινας, ὅταν ἐν τῇ γαστρὶ πλεονάζῃ τὰ τοιαῦτα, προτρέψηται διδόναι φάρμακον ἐκκαθαῖρον τὸ φλέγμα. γενομένης δ’ ἤδη τῆς καθάρσεως ἡ εὐφορία ἐπιμαρτυρήσει τῇ τε διαγνώσει καὶ τῇ δι’ ἐκείνην τολμηθείσῃ κενώσει πρός τε τὴν διάγνωσιν καὶ ἐλπίδα τῆς κενώσεως, ἔχεις ἄν τι συντελοῦσαν οὐχ ἡλικίαν μόνην ἢ φύσιν τοῦ κάμνοντος, ἀλλὰ καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν, ἔτι δὲ καὶ τὴν χώραν καὶ τὴν προγεγενημένην δίαιταν, ἅμα τοῖς ἄλλοις ἅπασιν ἐπιτηδεύμασιν. ἔμαθες γὰρ ὡς καὶ τούτων ἁπάντων τὰ μὲν τὸ φλέγμα, τὰ δὲ τὴν ξανθὴν, τὰ δὲ τὴν μέλαιναν αὐξάνει χολήν. ταῦτα μὲν, ὡς εἵρηται, πάντα σκοποὶ τοῦ προσάγειν τὸ καθαρτικὸν τοῦ λυποῦντος χυμοῦ φάρμακον. ἐν αὐτῇ δὲ τῇ κενώσει σκοπὸς ἔσται ἕτερος, ἤτοι μαρτυρῶν ἡμῖν ὅτι καλῶς διέγνωμεν ἢ διελέγχων τὸ σφάλμα μαρτυρῶν τῇ μὲν εὐφορίᾳ, διελέγχων δὲ τῇ δυσφορίᾳ· τῶν μὲν γὰρ λυπούντων κενουμένων εὐφορήσουσιν οἱ κάμνοντες. εἰ δὲ ἕτερόν τι κενοῖτο καὶ μὴ τὸ λυποῦν εἴη κενούμενον, ἀνάγκη πᾶσα δυσφορεῖν αὐτούς. ὅπερ οὖν, ὡς ἔφην ἐν ἀρχῇ τοῦ βιβλίου, δι’ ἑνὸς ἐδίδαξεν ἀφορισμοῦ λέγων οὕτω καὶ κενεαγγείη ἢν μὲν οἵη δεῖ γίγνεσθαι γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· τοῦτο νῦν ἐνταῦθα δίχα τεμὼν ἐν ταῖς φαρμακείαις, διὰ μὲν τοῦ προτέρου λόγου τίνες εἰσὶν αἱ ξυμφέρουσαι κενώσεις διδάσκει, διὰ δὲ τοῦ μετ’ αὐτὸν ὅτι ταῖς τοιαύταις ἕπεται γνώρισμα βέβαιον ἡ εὐφορία. παραδείγματα δ’ αὐτὸς εἴρηκε τῶν αὐτομάτως γιγνομένων κενώσεων ἐπ’ ἀγαθῷ, πάμπολλα μὲν ἐν τοῖς τῶν ἐπιδημίων, ὀλίγα δὲ καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον τὸ τῶν ἀφορισμῶν, ὁποῖα καὶ ταῦτά ἐστιν, ὑπὸ ὕδρωπος ἐχομένῳ κατὰ τὰς φλέβας εἰς τὴν κοιλίαν ὕδατος ῥυέντος λύσις. ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίας ληφθῆναι ἀγαθόν. οἷσι χολώδεα διαχωρήματα κωφώσιος γενομένης παύεται. καὶ ὁκόσοισι κώφωσις, χολωδέων γινομένων παύεται.
§3
Προεξήγημαι τοῦτον ἐν τῇ κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν ἐξηγήσει, γεγραμμένον κἀν τοῖς ἀνωτέρω τοῦ βιβλίου κατὰ τὴν αὐτὴν λέξιν, ὅθεν ἔνιοι καὶ περιαίρουσιν αὐτὸν ἐντεῦθεν.
§4
Προϋπακοῦσαι χρὴ δηλονότι κοιλίας. εἰκότως δὲ θέρους μὲν ἄνω καθαίρει. καὶ γὰρ ὁ πλεονάζων τηνικαῦτα χυμὸς ἡ ξανθὴ χολὴ καὶ ὅλως ἡ φύσις ἅπασα τοῦ ζώου, διὰ τὴν περιέχουσαν θερμασίαν ἄνω κινεῖται μᾶλλον. ἀκτέον δέ ἐστιν ἕκαστον τῶν περιττῶν ᾗ ῥέπει διὰ τῶν συμφερόντων, ὡς αὐτὸς ἐν τῷ περὶ χυμῶν ἔγραψε. προσέθηκε δὲ τῷ κατὰ τὸν ἀφορισμὸν λόγῳ μᾶλλον. καὶ οὐχ ἁπλῶς εἶπε φαρμακεύειν θέρεος τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω. καὶ γὰρ εἰ μὴ πολλάκις, ἀλλὰ σπανίως γοῦν ποτε θέρους ὥρᾳ φλεγματικὸς ὤφθη τινὶ πλεονάζων χυμὸς, ὥσπερ ἐνίοτε τῆς ὠχρᾶς χολῆς χειμῶνος.
§5
Ἐκπεπυρωμένη τε γὰρ ἡμῶν ἡ φύσις οὖσα τηνικαῦτα τὴν ἀπὸ τῶν καθαρκτικῶν οὐκ οἴσει δριμύτητα, διὸ καὶ πυρέττουσι πολλοὶ τῶν ἐν τούτῳ τῷ καιρῷ καθαρθέντων, ἀσθενής τε οὖσα ἡ δύναμις διὰ τὸ καῦμα προσκαταλυθήσεται τῇ καθάρσει. καὶ μέντοι καὶ ἡ κάθαρσις αὕτη γενήσεται μοχθηρὰ, ἀντισπώσης τῷ καθαρτικῷ φαρμάκῳ τῆς τοῦ περιέχοντος ἀλέας πρὸς τοὐκτὸς τοὺς χυμούς. ὥσπερ γὰρ τὰ θερμὰ λουτρὰ ταῖς καθάρσεσιν ἀντιπράττειν πέφυκεν, οὕτω καὶ ἡ κατὰ τὸ θέρος θερμασία, καὶ μάλισθ’ ὅταν ᾖ σφοδρότερον ἑαυτοῦ.
§6
Προσθεῖναι κἀνταῦθα χρὴ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον τὸ μᾶλλον, ὡς τὸ πολὺ γὰρ οἱ ἰσχνοὶ χολώδεις εἰσίν. ἐὰν οὖν αὐτοῖς ὑπάρχῃ καὶ εὐεμέσιν εἶναι, φαρμακευτέον ἄνω, πλὴν εἰ μὴ χειμὼν ἐναντιῷτο. προειρήκει γὰρ ὡς θέρους μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω φαρμακευτέον ἐστί.
§7
Εἰ μὲν εὐεμής τε εἴη καὶ ἰσχνὸς, ἄνω φαρμακεύειν αὐτὸν, πλὴν εἰ μὴ χειμὼν εἴη, τουτέστι καὶ θέρους καὶ φθινοπώρου καὶ ἦρος. ἢν δὲ δυσεμὴς εἴη καὶ μέσος εὔσαρκος, κάτω φαρμακευτέον, ἐὰν ἐπείγῃ μόνον τοῦ θέρους φυλαττόμενον. ἐν ἄλλῃ δ’ ὥρᾳ οὐ φυλακτέον.
§8
Ἐπὶ τὰς ἄνω, φησὶ, φαρμακείας οὐδέποτ’ ἄξεις, εὐλαβούμενος δηλονότι τὴν ἐν τοῖς ἀναπνευστικοῖς αὐτῶν ὀργάνοις ἀσθένειαν. ἀκουστέον δὲ φθινώδεις ἤτοι τοὺς φθίσει τῇ νόσῳ ἑαλωκότας ἢ τοὺς ἐπιτηδείως ἔχοντας πρὸς τὴν φθίσιν, ὑπὲρ ὧν εἴρηκεν αὐτὸς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν· καὶ μάλιστα ἔθνησκον οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, στενὸς δὲ τούτοις ἐστὶν ὁ θώραξ καὶ ὁ περιεχόμενος ἐν αὐτῷ πνεύμων.
§9
Φαρμακεύειν τὰς κοιλίας δηλονότι τὰς κάτω τῶν μελαγχολικῶν ἁδροτέρως χρή. ἁδροτέρως δὲ εἴρηκεν ἀντὶ τοῦ σφοδρῶς. ὅτι δὲ κάτω ῥέπει ὁ χυμὸς οὗτος, εἰκότως αὐτὸν ἐκκενοῦν διὰ τῆς κάτω κελεύει γαστρὸς, ὥσπερ τὴν ξανθὴν χολὴν διὰ τῆς ἄνω, κοῦφον ὄντα χυμὸν ἐπιπολάζοντά τε συνεχῶς αὐτόματον. ἐν ἀμφοτέροις μὲν οὖν κοινὸν τὸ ἄγειν ἢ ῥέπειν διὰ τῶν ξυμφερόντων χωρίων. ἴδιον δὲ τοῦ μὲν ἑτέρου τῶν χυμῶν ἄνω ποιεῖσθαι τὴν κένωσιν, ὅτι ταύτῃ ῥέπει, τοῦ δ’ ἑτέρου κάτω, διότι καὶ οὗτος ῥέπει ταύτῃ. ἐναντίον οἶν τὸ ἄνω κενοῦν τῷ κάτω, ὃ καθ’ ἕνα γίγνεται λογισμὸν κοινὸν, διὸ καὶ προσηκόντως εἶπεν ὁ Ἱπποκράτης, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.
§10
Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ὀργᾷ φωνὴν ὁ Ἱπποκράτης ἀπὸ τῶν ζώων μετενήνοχε τῶν ἐπειγομένων χρῆσθαι συνουσίᾳ, φυσικήν τινα ταύτην ἐπιθυμίαν ἰσχόντων αὐτῶν εἰς τὴν τοῦ σπέρματος ἀπόκρισιν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ σπέρματος λόγοις καὶ τὸ θῆλυ κατὰ τὰς συνουσίας σπερμαῖνον. ὅταν οὖν ἤτοι γε ἐν ὅλῳ τῷ σώματι παραπλησία τῇδε γένηται τῆς φύσεως ὁρμὴ πρὸς ἀπόκρισιν τῶν περιττῶν ἢ εἰ καὶ μὴ καθ’ ὅλον, ἀλλά γε κατὰ τὰ κυριώτατα μέρη, τὸ τοιοῦτον ὁ Ἱπποκράτης ὀργᾷν ὀνομάζειν εἴωθεν. ἀξιοῖ τε διὰ φαρμάκου κενοῦν αὐτίκα, πρὶν ἤτοι κακωθῆναι τὴν δύναμιν ἢ αὐξηθῆναι τὴν τοῦ πυρετοῦ θερμασίαν ἢ εἰς κύριόν τι κατασκῆψαι μόριον τοὺς ἁλωμένους κατὰ τὸ σῶμα χυμούς. ὅτι δὲ λίαν ὀξέα κέκληκε νῦν ἃ πρόσθεν ὠνόμασε κατόξεα δῆλον παντί καὶ μέντοι καὶ ὅτι τῆς τούτων κρίσεως ὅρος ἐστὶν ἡ ἑβδομὰς ἡ πρώτη λέλεκταί μοι καὶ τοῦτο πρόσθεν.
§11
Οἱ μὲν στρόφοι γίγνονται διά τε δῆξιν ἰσχυρὰν καὶ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον, ἀλλ’ ἐν ταῖς ἐντέρων ἕλιξιν ἐναπειλημμένον, οἱ πόνοι δὲ ὅτι ταῖς τοιαύταις διαθέσεσιν ἕπονται πρόδηλον. ἀλλ’ ὅταν μὲν κατὰ τὸν ὀμφαλὸν ἐρείδωσι καὶ τὴν ὀσφὺν, εἶτα μήθ’ ὑπὸ φαρμακείας μήθ’ ὑπὸ τῶν ἄλλων βοηθημάτων λύονται, δυσκρασία τίς ἐστιν ἑκτικὴ τῶν αὐτῶν μορίων, ἥτις ὡς τὰ πολλὰ χρονίζοντα τὸν ὑφ’ Ἱπποκράτους ὀνομαζόμενον ξηρὸν ὕδρωπα ἐργάζεται. ὀνομάζεται δ’ ὑπὸ τῶν μετ’ αὐτὸν ἰατρῶν ὁ τοιοῦτος ὕδερος τυμπανίας, ὅτι κρουόμενον τὸ ὑπογάστριον ἀποτελεῖ ψόφον οἶόν περ τὰ τύμπανα. καὶ γὰρ οὖν καὶ κατ’ ἐκεῖνα διὰ τοῦ περιτεταμένου δέρματος ὁ ἀὴρ πλήττεται, καθάπερ ὁ ἐν τῷ βάθει τῶν τοιούτων ὑδρῶν. ὅτι δὲ ἀπὸ τῆς κατὰ τὸν ὄγκον ὁμοιότητος ὕδρωπα καὶ τοῦτον ὁ Ἱπποκράτης ὠνόμασεν εὔδηλον. οὐ μὴν ὑγρόν γε καθάπερ τὴν ἀσκίτην, ἐφ’ ᾧ τὸ συνειλεγμένον οὐκ ἀήρ ἐστι φυσώδης, ἀλλ’ ὑγρὸν ὑδατῶδες. ἔοικε δὲ μείζονος μὲν τῆς ψύξεως ἔκγονος ὑπάρχειν ὁ ὑδατώδης ὕδερος, ὃν ἀσκίτην ὀνομάζουσιν, ὅτι καθάπερ ἐν ἀσκῷ τινι τῷ περιτονίῳ κατακέκλεισται τὸ ὑγρὸν, ἐλάττονος δ’ ὁ τυμπανίας. οὐδὲ γὰρ οὐδὲ μεταβάλλειν ἡ ὑγρότης εἰς ἀέρα φυσώδη δύναται χωρὶς θερμασίας τινός.
§12–25
§12
Ὅταν ἐν τάχει τῶν ἐσθιομένων ἡ διαχώρησις γίγνηται τοιούτων, οἶα κατεπόθη, λειεντερίαν ὀνομάζουσι τὸ νόσημα. γίγνεται μὲν οἶν ἐπὶ τῇ τῆς καθεκτικῆς δυνάμεως ἀῤῥωστίᾳ, ταῖς δυσκρασίαις δ’ ἕπεται πάντων τῶν κατὰ τὴν κοιλίαν ὀργάνων, τουτέστιν αὐτῆς τε τῆς γαστρὸς εἰς ἣν καταπίνομεν τὰ σιτία καὶ τῶν ἐκ ταύτης αὐτὰ διαδεχομένων τε καὶ παραπεμπόντων ἐντέρων. γίγνεται δ’ ἔστιν ὅτε λειεντερία καὶ κατά τινα ἐπιπολῆς ἕλκωσιν, ὁμοίαν ταῖς ἄφθαις. αἱ μὲν οὖν δυσκρασίαι ποτὲ μὲν ὡς ἂν εἴποι τις ἑκτικαὶ γίνονται, καλοῦσι δ’ οὕτως τὰς αὐτῆς τῆς ἕξεως τῶν σωμάτων βεβλαμμένης ἀποτελουμένας, ἔστιν ὅτε διὰ φλέγμα ψυχρὸν, οἷόν ἐστι μάλιστα τὸ ὀξύ· τῶν δ’ ἐπιπολῆς ἑλκώσεων αἴτιόν ἐστι χυμὸς ὁ δριμὺς καὶ λεπτός. οὗτος μὲν οὖν, εἰ καὶ τῆς ἄνω φαρμακείας δεῖται, διὰ τὸ μᾶλλον ἐπιπολάζειν ἢ ὑποχωρεῖν κάτω τοὺς τοιούτους χυμοὺς, ἀλλ’ οὐκ ἐν χειμῶνί γε δίδοται, καθότι καὶ πρόσθεν εἴρηται. ὁ δ’ ἕτερος ὁ φλεγματικὸς, ὅταν ᾖ τοῖς ἐντέροις ἐμπεπλασμένος, οὐδέποτε δεῖται τῆς ἄνω φαρμακείας, ὅπερ ἐστὶν ἐμετηρίου φαρμάκου. μόνα γὰρ ἐμεῖσθαι πέφυκε τὰ κατὰ 7 τὴν γαστέρα. τῶν δ’ ἐν τοῖς ἐντέροις περιεχομένων οὐδὲν οἷόν τε δι’ ἐμέτου κενῶσαι.
§13
Προπειρᾶσθαι χρὴ τῆς τοῦ μέλλοντος τὸν ἐλλέβορον λήψεσθαι φύσεως ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ ἐμέτων. γιγνέσθω δ’ ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια. ἐὰν οὖν φαίνηται μὴ ῥᾳδίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν, ἄνευ τοῦ προπαρασκευάσασθαι. γίγνοιτο δ’ ἂν τοῦτο καὶ διὰ τῶν συνεχῶν μὲν ἐμέτων ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον. ἀλλ’ ὡς μικρὸν τοῦτο γνώριμον ἅπασιν ὁ Ἱπποκράτης παρέλιπε. γένοιτο δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προυγραίνειν τὰ σώματα, προνγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον. ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκε, οὕτως καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία τε καὶ ἀγυμνασία φυλάττει τὰς ὑγρότητας. ἡ τροφὴ δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλ’ εἴ τις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνῆς μήτε δριμείας μήθ’ ἁλυκῆς μήτε πικρᾶς. τάχα δ’ οὐδὲ τροφὴν ἁπλῶς φατέον εἶναι τὴν τοιαύτην, ἀλλ’ οἷον φαρμακώδη τροφὴν, ὡς τῇ γε ἁπλῶς τροφῇ μόνῃ τῶν ἁπάντων ὑπάρχειν κατὰ τὴν ἑαυτῆς φύσιν, οὐ κατά τι συμβεβηκὸς ὑγραίνειν τὰ στερεὰ τοῦ ζώου μόρια τῆς ἀναπαύσεως οὐ καθ’ αὑτὴν, ἀλλὰ κατά τι συμβεβηκὸς τοῦτο ποιούσης. ὅτι γὰρ οὐ ξηραίνει τὴν ἐκ τῆς τροφῆς ὑγρότητα, διὰ τοῦτο ὑγραίνειν λέγεται. τὸ δ’ ὕδωρ οὔτε πινόμενον οὔτ’ ἔξω προσπῖπτον ὑγραίνειν πέφυκεν αὐτὰ τὰ στερεὰ τοῦ ζώου μόρια. μαθεῖν δ’ ἐστί σοι τελεώτερον ὑπὲρ τῶν τοιούτων τῇ τῶν φυσικῶν δυνάμεων ἐντυχόντι πραγματείᾳ τῇ ἡμετέρᾳ καὶ τῷ περὶ μαρασμοῦ βιβλίῳ.
§14
Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν δι’ ἣν κινεῖσθαι κελεύει τὰ σώματα τῶν τὸν ἐλλέβορον εἰληφότων. ἡσυχία μὲν γὰρ ἐπὶ τῆς καταστάσεως φυλάττει, μεταβάλλει δὲ καὶ ἀλλοιοῖ τὸ σῶμα κίνησις, ὡς δηλοῖ καὶ ναυτιλία, κίνησις μὲν οὖσα, ταράσσουσα δὲ τὰ σώματα μέχρι τοῦ καὶ πρὸς ἔμετον ὁρμᾷν. ὁπότ’ οὖν ἡ τοιαύτη κίνησις ἱκανὴ καὶ μόνη παρασκευάσαι τὸ σῶμα πρὸς ἔμετον, εἰκὸς δήπου συνελθοῦσαν αὐτὴν ἐμετηρίῳ φαρμάκῳ μικρῷ τινι γενέσθαι δραστικωτέραν. ἔνιοι δὲ ἀντὶ τοῦ ναυτιλίη ναυτίη γράφουσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· δηλοῖ δὲ καὶ ἡ ναυτίη ταῖς σφοδραῖς τοῦ σώματος κινήσεσιν ἐπιγιγνομένη ὅτι κίνησις αὐτὰ ταράσσει. πρόδηλον δὲ ὡς καὶ οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει τῷ προειρημένῳ.
§15
Ὁ μὲν πρότερος ἀφορισμὸς ὅπως χρὴ παρασκευάσαι τὸν ἐλλέβορον εἰληφότα πρὸς τὴν κάθαρσιν ἐδίδαξεν, ὁ δὲ νῦν ὅπως χρὴ παύειν τοὺς καθαιρομένους. εὔλογον δὲ τἀναντία τοῖς ποιοῦσι τὸν ἔμετον παύειν τὴν κάθαρσιν. ὅπερ οὖν αἱ κινήσεις ποιοῦσιν, αἱ ἡσυχίαι παύουσι. καὶ πολὺ δὴ μᾶλλον ὁ ὕπνος ἠρεμίαν ἐργαζόμενος τῶν ψυχικῶν ἐνεργειῶν, ὅσαι διὰ τῶν αἰσθήσεων γίνονται καὶ προσέτι διὰ τῶν μυῶν ἐν ταῖς καθ’ ὁρμὴν κινήσεσιν.
§16
Ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐπὶ πασῶν τῶν καθάρσεων εἶπε, τοῦτο νῦν ἐπὶ μόνης τῆς δι’ ἐλλεβόρου, ὥστε καὶ συναφθῆναι δύνασθαι τοὺς ἀφορισμοὺς τρόπῳ τοιῷδε· οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες. οὕτω γοῦν καὶ ὁ ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι· σπασμοὺς γὰρ ἐμποιέει· ἐξαίρετον γάρ τοι πρόσεστι τῷ ἐλλεβόρῳ τὸ τοῦ σπασμοῦ, διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας.
§17
Ἡ μὲν ἀσιτία τὸ αὐτὸ δηλοῖ τῇ ἀνορεξίᾳ, ὁ δὲ καρδιωγμὸς δῆξίς ἐστι καρδίας, τουτέστι τοῦ στόματος τῆς γαστρός. ὠνόμαζον γὰρ οἱ παλαιοὶ καὶ τοῦτο καρδίαν. σκοτόδινος δ’ ἐστὶν, ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκῇ τὰ βλεπόμενα, ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖται, δοκούντων αὐτῶν σκότος περικεχύσθαι. γίγνεται δὲ τοῦτο τοῦ στόματος τῆς κοιλίας ὑπὸ μοχθηρῶν χυμῶν δακνομένου. διὰ γὰρ τὸ μέγεθος τῶν νεύρων τῶν ἐξ ἐγκεφάλου καθηκόντων εἰς αὐτὸ βλάπτεται τὰ τῆς ψυχῆς ἔργα κακοπραγοῦντος τοῦ μορίου. τὰ μὲν τοιαῦτα συμπτώματα κοινὰ πάντων ἐστὶ τῶν δάκνειν δυναμένων χυμῶν. τὸ δ’ ἐκπικροῦσθαι τὸ στόμα μόνης τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης χολῆς. διὸ καὶ καλῶς τοῖς εἰρημένοις συμπτώμασιν ὁ Ἱπποκράτης εἶπεν ἄνω φαρμακεύειν σημαίνειν, ὅπερ ἐξαπλωθὲν οὕτως ἑρμηνευθήσεται. τὰ εἰρημένα συμπτώματα σημαίνει τῷ ἰατρῷ τὸν ἄνθρωπον τῆς ἄνω δεῖσθαι φαρμακείης, τουτέστι τῆς δι’ ἐμέτων.
§18
Οὗτος ὁ ἀφορισμὸς ὅπερ ὁ πρόσθεν ἐφ’ ἑνὸς ἀλγήματος ἐδίδαξε, τοῦ κατὰ τὸ στόμα τῆς κοιλίας, τοῦτ’ ἐπὶ πάσας ἐκτείνει τὰς ὀδύνας. ὅσαι μὲν ἄνω τῶν φρενῶν συνίστανται καθάρσεως δεόμεναι, δηλονότι συμβουλεύει ἄνω φαρμακεύειν. ὅσαι δὲ κάτω τῶν φρενῶν εὔδηλον ὅτι καὶ ταύτας κάτω. προσέθηκε δὲ τῷ λόγῳ τὸ καθάρσεως δεόμεναι, χάριν τοῦ μὴ δόξαι τινὶ πάσας ἁπλῶς τὰς ὀδύνας τὸν Ἱπποκράτην διὰ καθάρσεως ἰᾶσθαι. νυνὶ γὰρ οὐ τοῦτ’ εἶπεν, ἀλλ’ ὅτι κατὰ τὰς ῥοπὰς τῶν λυπούντων χυμῶν χρὴ τὰς κενώσεις ποιεῖσθαι καὶ μήτε τὰς ἄνω τῶν φρενῶν ὀδύνας διὰ τῶν ὑπηλάτων ἐκκενοῦν μήτε τὰς κάτω διὰ τῶν ἐμετικῶν.
§19
Τῶν καθαιρομένων τινὲς μὲν εὐθέως διψῶσι, τινὲς δ’ ὕστερον. καὶ γίνεται τοῦτο διά τε τὴν αὐτῆς τῆς κοιλίας διάθεσιν καὶ τὸ δοθὲν φάρμακον καὶ τὴν ἰδέαν τοῦ κενουμένου χυμοῦ. διὰ μὲν τὴν κοιλίαν ὑπὸ θερμότητος ἢ ξηρότητος ἢ ἀμφοῖν ἑτοίμως εἰς τὸ διψῇν ἀγομένην, ἐάν τε φύσει τοῦθ’ ὑπάρχῃ τῷ πεπωκότι τὸ φάρμακον ἐάν τε κατ’ ἐκεῖνον μόνον τὸν καιρόν. διὰ δὲ αὐτὸ τὸ φάρμακον δριμὺ καὶ θερμὸν καὶ δηκτικὸν ὑπάρχει. διὰ δὲ τὸν κενούμενον χυμὸν, ὅταν πικρόχολος ᾖ. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις αἰτίοις διψῶσιν, ἐπὶ δὲ τοῖς ἐναντίοις ἄδιψοι μέχρι πλείστου διατελοῦσιν, ὅταν ἤτοι ψυχροτέραν καὶ ὑγροτέραν ἔχῃ ὁ καθαιρόμενος τὴν κοιλίαν, ἤτοι γε ἐξ ἀρχῆς ἢ κατὰ τὸν τῆς φαρμακοπωσίας χρόνον ἢ ὅταν αὐτὸ τὸ φάρμακον ἄδηκτον ᾖ καὶ τρίτον, ὅταν ἤτοι φλεγματικὸς ὁ κενούμενος ὑπάρχῃ χυμὸς ἢ ὑδατώδης. ἀλλά τι κἀπὶ τούτων, ὅταν δαψιλῶς κενωθῶσιν, ἕπεται δίψος. ἱκανὴ μὲν γὰρ ἡ ἐπὶ τῇ κενώσει ξηρότης ἐργάζεσθαι τοῦτο. προσέτι δὲ καὶ ἡ ἀπὸ τοῦ καθαίροντος φαρμάκου δύναμις ἔχοντός τινα κᾂν εἰ μὴ φανερὰν μηδ’ αἰσθητὴν, ἀλλὰ λεληθυῖαν δριμύτητα καὶ θερμασίαν.
§20
Ὥσπερ ὀλίγον ἔμπροσθεν ἐδίδαξε τὰ σημεῖα τῶν δεομένων τῆς ἄνω φαρμακείας, οὕτω νῦν διδάσκει δι’ ὧν ἄν τις γνοίη τοὺς δεομένους τῆς κάτω. κοινὸς δ’ ἀμφοῖν ἐστιν ὁ λογισμὸς ἐπὶ διαφέρουσι συμπτώμασι. κατὰ γὰρ τὰς ῥοπὰς τῶν λυπούντων καὶ τὰς κενώσεις χρὴ ποιεῖσθαι.
§21
Περὶ τῶν διαχωρημάτων αὐτῷ νῦν ὁ λόγος ἐστὶν, ἅπερ ὀνομάζεται μὲν ὑπὸ τῶν παλαιῶν ἰατρῶν μέλανα. μέλαινα δ’ ἀκριβῶς οὐκ ἔστι χολὴ, τὸ γὰρ δριμὺ καὶ διαβρωτικὸν καὶ ὀξῶδες οὐκ ἔχει. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ ζυμοῖ τὴν γῆν ἐκχεόμενα κατ’ αὐτῆς, ἀλλ’ ἔστιν ὥσπερ ἂν εἴ τις εἰκάζων εἴποι σαφῶς, οἷον ἰλύς τις αἵματος, οἷα καὶ τοῖς παχέσιν οἴνοις καθισταμένοις ὑφίστασθαι πέφυκεν, ἢν ὀνομάζουσι τρύγα. χρονιζούσης δ’ αὐτῆς ἐν τῷ σώματι καὶ μήτε ἐκκρινομένης κατά τινα τῶν αἰσθητῶν ἐκροῶν, μήτε κατὰ τὸ ἄδηλον, ἀλλὰ μεταβαλλομένης τε καὶ σηπομένης ἀκριβῶς, μέλαινα γεννᾶται χολή. πρὶν δὲ γεννηθῆναι ταύτην ὁ σπλὴν ἕλκει τὴν οἷον τρύγα τοῦ αἵματος, ἐκκαθαίρων τὸ ἧπαρ, ὡς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι δέδεικται. καὶ τοίνυν καὶ καταχρῆται τούτῳ μελαγχολικῷ χυμῷ πρὸς τὴν ἑαυτοῦ τροφὴν ὁ σπλὴν, ὅσον δ’ αὖ πάλιν αὐτὸς ἐργάζεται περίττωμα, τοῦτο ὠθεῖ πάλιν εἰς τὴν γαστέρα, μετὰ τῶν ἄλλων περιττωμάτων ἐκκριθησόμενον. ἐὰν οὖν ποτε μήθ’ ὁ σπλὴν ἐκκαθαίρῃ καλῶς, αὐτό τε τὸ αἷμα τὸ κατὰ τὸ ἧπαρ ἔχει πολλὴν ἰλὺν τοιαύτην ἀῤῥωστήσει τε τὸ σπλάγχνον, ὡς μὴ κατέχειν ἐν ἑαυτῷ τὰ περιττὰ δυνάμενον, τηνικαῦτα ὑποχωρεῖ τὰ καλούμενα μέλανα, περὶ ὧν ὁ λόγος ἐστὶν αὐτῷ νῦν. προσέθηκε δ’ ἐν τῷ λόγῳ τὸ οἷον αἷμα, τοιοῦτον δηλῶν ὁποῖόν τι γίγνεται τὸ αἷμα τὸ μελανθὲν ἐν τῇ διὰ τῶν ἐντέρων φορᾷ, τοιαῦτ’ ἔστι τὰ μέλανα. τελέως γὰρ ἠλίθιόν ἐστιν ὑπολαμβάνειν αἵματι τῷ κατὰ φύσιν ἔχοντι ταῦτα ἐοικέναι τὰ μέλανα. γενήσεται γὰρ ἐρυθρά τε καὶ μέλανα ταῦτα. καίτοι γε ἀδύνατον ἅμα ταὐτὸν ἐρυθρόν τε καὶ μέλανα ὑπάρχειν, πάμπολλα τοιαῦτα διαχωρήματα κατὰ τὴν λοιμώδη νόσον εἴδομεν ταύτην τὴν μακρὰν, οὐ μᾶλλόν τι τοῖς ὀλεθρίως ἔχουσιν ἢ τοῖς σωθησομένοις ἐπιφανέντα, οὐ μὴν ἀρχομένων τε καὶ αὐξανομένων τῶν νοσημάτων ἑωρᾶτο. συντήξεις γὰρ ἦσαν αἱ τότε κενούμεναι ξανθαί τε καὶ πυῤῥαὶ τὸ χρῶμα. τὰ δ’ ὕστερον ἐπιφαινόμενα μέλανα, καθάπερ αἵματος τρὺξ, ἤτοι γε ὑπεροπτηθέντος αὐτοῦ τὴν γένεσιν ἔσχεν ἢ σηπεδόνα τινὰ ἀλλόκοτον, ἀνάλογον ταῖς ἐν τῇ γαστρὶ γενομέναις ἀπεψίαις, ὅταν εἰς μοχθηροὺς χυμοὺς ἡ διαφθορὰ τελευτήσει. διὸ καὶ κατ’ ἀρχὰς μὲν οὐδέποτε ἐπ’ ἀγαθῷ φαίνεται τοιαῦτα, μεγάλην κάκωσιν ἐνδεικνύμενα τοῦ σπλάγχνου, ταῖς δ’ ἀκμαῖς ἕπεται πολλάκις ἐκκαθαιρούσης τὰ περιττὰ τῆς φύσεως, οὐ μὴν προσέθηκέ γε αὐτὸ κατὰ τὸν ἀφορισμὸν ὁ Ἱπποκράτης, καίτοι γε ἄλλοθι μὲν εἰπὼν καθόλου τὰ κρίσιμα μὴ αὐτίκα ἐπιφαίνεσθαι. κατὰ δὲ τὸν ἐφεξῆς ἀφορισμὸν ἐπὶ μέρους ἐν τῷ φάναι· νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθῃ, θανάσιμον. μή τι τοίνυν ἔδοξεν αὐτάρκως δεδηλωκέναι τὴν ἑαυτοῦ γνώμην ἰόντα φάμενος. ἐνδείκνυται γὰρ τοῦτο τοὔνομα χρόνου μῆκος, ὡς ἤτοι δι’ ὅλου τοῦ νοσήματος ἢ κατὰ πολὺν χρόνον αὐτοῦ, ἰόντων τοιούτων ὑποχωρημάτων. εἰ γὰρ ἕνα τινὰ καιρὸν ἐβούλετο δηλῶσαι, πάντως ἂν ἢ ἐπιφανέντα ἢ ἐλθόντα εἶπεν, οὐκ ἀπὸ ταὐτομάτου ἰόντα· τουτὶ γὰρ τὸ ἰόντα τῷ ἐρχόμενα ταὐτὸν, οὐ τῷ ἐλθόντα δηλοῖ. φαρμάκου μέντοι ληφθέντος, ὑφ’ οὗ κενοῦται μέλανα, διαχωρῆσαι τὰ τοιαῦτα θαυμαστὸν οὐδέν. οὕτω δὴ καὶ τὰ πλείω τῶν διαχωρημάτων χρώματα παρὰ φύσιν αὐτόματα μὲν ἐκκενούμενα, σημεῖα πολλῶν ἐστι διαθέσεων ἐν τῷ σώματι ἐνδεικτικά. τὰ ὑπὸ φαρμάκου δ’ ἀγόμενα πεφυκότος ἐκκενοῦν ἤδη πλείονα χυμὸν οὐδὲν ἄτοπον σημαίνει.
§22
Διώρισταί μοι καὶ κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν ὁ μελαγχολικὸς χυμὸς, αὐτῆς τῆς μελαίνης χολῆς, ὑπὲρ ἧς νῦν ὁ λόγος αὐτῷ, καὶ τήν γ’ αἰτίαν τοῦ κατ’ ἀρχὰς μὲν ὀλεθρίους εἶναι τοὺς τοιούτους χυμοὺς, ἐξ ὑστέρου δὲ κρισίμους ἐπιφαίνεσθαι, καὶ κατ’ ἐκεῖνον μὲν αὐτάρκως διῆλθον. ἀναλήψομαι δὲ καὶ νῦν, ἐπειδὴ καὶ περὶ τῶν ἀναγκαιοτάτων τῇ τέχνῃ διέρχεσθαι πολλάκις ἄμεινόν ἐστιν. ὅταν ἄρχηταί τι νοσήμα, τῶν ἐκκρινομένων οὐδὲν ἐκκρίνεται τηνικαῦτα τῷ λόγῳ τῆς φύσεως, ἀλλ’ ἔστιν ἅπαντα συμπτώματα τῶν ἐν τῷ σώματι παρὰ φύσιν διαθέσεων. ἐν ᾧ γὰρ χρόνῳ βαρύνεται μὲν ὑπὸ νοσωδῶν αἰτίων ἡ φύσις, ἀπεψία δ’ ἐστὶ τῶν χυμῶν, ἐν τούτῳ κενοῦσθαί τι χρηστῶς ἀδύνατον, εἴ γε προηγεῖσθαι μὲν χρὴ πέψιν, ἀκολουθῆσαι δὲ διάκρισιν, εἶθ’ ἑξῆς κένωσιν, ἵν’ ἀγαθὴ γένηται κρίσις. ἐδίδαξε γοῦν ἡμᾶς ταῦτα αὐτὸς κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν εἰπών· πεπασμοὶ ταχύτητα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα, ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅταν οὖν ἐπὶ πέψει νοσήματος ἐκκρίσις γένηται μοχθηροῦ χυμοῦ, καθαίρεται τηνικαῦτα τὸ σῶμα πρὸς τῆς φύσεως καὶ διὰ τοῦτο καὶ μέλαινα χολή. καὶ πᾶς ἄλλος τοιοῦτος χυμὸς ἐπειδὴ πέψεως φανῇ σημεῖα προήκοντος τοῦ νοσήματος, ἀγαθὴν σημαίνει τὴν κένωσιν. εἰ δ’ ἄλλως ἐκκρίνοιτο χωρὶς τῶν τῆς πέψεως σημείων, ὀλέθριόν ἐστι τὸ σύμπτωμα. ὥστ’ ἐπειδὴ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος, ἀπεψίας ἐστὶν ἀεὶ σημεῖα μοχθηρὰ, διὰ παντὸς ἔσται τῶν τοιούτων χυμῶν ἡ κένωσις.
§23
Ὁ κατὰ τόνδε τὸν ἀφορισμὸν λόγος ἐστὶ δυνάμει τοιοῦτος, ἐάν τε χολὴ μέλαινα, περὶ ἧς ὁ προγεγραμμένος ἀφορισμὸς ἐδίδαξεν, ἐάν τε τὰ μέλανα τὰ τῷ αἵματι ἐοικότα, περὶ ὧν ὁ προκείμενος, λελεπτυσμένοις ἐσχάτως ἐπιφανῇ, κατὰ τὴν ὑστέραν ἀποθνήσκουσιν. ἀσθενὴς γὰρ ἐπὶ τῶν τοιούτων ἡ φύσις, ὡς μήτε πέψαι δύνασθαι μήτε διακρῖναι μήτε ἐκκρῖναι τὰ οὕτω μοχθηρά. διὰ μέγεθος οὖν τοῦ νοσήματος ἀποχεῖται μὴ στεγόμενα καὶ ταύτῃ χαλεπὸν τὸν θάνατον οὐκ ἐν ὑστέρῳ φέρει, καθάπερ ἐν ἄλλοις νοσήμασι διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐδήλωσε μέντοι κατὰ τοῦτον τὸν ἀφορισμὸν ἐναργῶς ὅτι κατὰ τὸν ἔμπροσθεν ἀφορισμὸν ἡνίκα ἔλεγεν, ὑποχωρήματα μέλανα ἢ οἷον αἷμα, προσυπακοῦσαι χρὴ τὸ μέλαν, ἵνα ᾖ τὸ πλῆρες τοιοῦτον, ὑποχωρήματα οἷον αἷμα μέλαν. ἐδήλωσε δὲ καὶ ὅτι καλῶς ἡμεῖς διωρίσαμεν ἀπὸ τῶν μελάνων τὴν μέλαιναν χολήν. τὰ μὲν γὰρ αἵματι μεμελασμένῳ παραπλήσια φέρεται διαφέροντα τῷ κεχύσθαι τε καὶ μὴ πεπηγέναι καθάπερ ἐκεῖνο. μέλαινα δὲ χολὴ καὶ τῷ κεχύσθαι, χωρὶς πεπῆχθαι, καὶ τῷ στίλβον ἔχειν τὸ μέλαν. ἔτι δὲ δακνῶδες εἶναι καθάπερ ὄξος, ἀναδέρειν τε καὶ ζυμοῦν τὴν γῆν, ὧν οὐδὲν ὑπάρχει τοῖς μέλασιν.
§24
Ὑπὸ τῆς ὠχρᾶς μὲν ὑπ’ ἐνίων, ὑπ’ ἄλλων δὲ ξανθῆς ὀνομαζομένης χολῆς ἄρχεται τοὐπίπαν ἡ δυσεντερία. ξυομένων τὰ πρῶτα τῇ τῶν χυμῶν δριμύτητι τῶν ἐντέρων, ἀναβιβρωσκομένων δ’ ὕστερον, ὡς ἑλκοῦσθαι καὶ γίνεσθαι δυσεντερίαν. ταύτην μὲν οὖν τὴν δυσεντερίαν ἰώμεθα πολλάκις. ἥτις δ’ ἂν ὑπὸ τῆς μελαίνης γένηται χολῆς, ἀνίατός ἐστι πάντῃ, οὐδὲν διαφέρουσα καρκίνου τοῦ μεθ’ ἑλκώσεως. ὅπου τοίνυν ἐπιπολῆς συνιστάμενος ὁ τοιοῦτος καρκίνος ἤτοι δυσίατος ἢ παντάπασιν ἀνίατός ἐστι, καίτοι διὰ παντὸς ἐπικείμενον ἑαυτῷ φάρμακον ἔχειν δυνάμενον, εἰκὸς δήπου τὸν ἐν τοῖς ἐντέροις γιγνόμενον οὐ μόνον τῷ μηδὲν ἔχειν δύνασθαι παντὸς ὁμιλοῦν φάρμακον ἑαυτῷ, ἀλλὰ καὶ τῶν τῆς τροφῆς περιττῶν ἀεὶ ψαυόντων αὐτοῦ παντάπασιν ἀνίατον μένειν.
§25
Ἐν τοῖς ἔμπροσθεν ἀφορισμοῖς ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν διὰ τοῦ στόματος ἢ τῆς ἕδρας ἐκκρινομένων, ὥστε καὶ κατὰ τόνδε τὸν προκείμενον ἀκούσωμεν αὐτοῦ λέγοντος, ἄνω τὴν διὰ τοῦ στόματος ἔκκρισιν μόνην ἄνευ τοῦ περιλαμβάνεσθαι τὴν διὰ τῶν ῥινῶν. ταύτην οὖν φησι διὰ παντὸς εἶναι κακὴν, ὁποῖον ἂν ᾖ τὸ αἷμα ἐκκρινόμενον, τουτέστιν ἄν τε ἀφρῶδες ἄν τε ἐρυθρὸν ἄν τε ξανθὸν ἄν τε μέλαν ἄν τε ὑδατῶδες ἄν τε παχύ. κάτω γὰρ ὑπέρχεσθαι βέλτιον εἶναί φησιν αὐτό. οὔκουν οὐδ’ ἐνταῦθα τρόπον αἱμοῤῥαγικὸν, ἀλλὰ κατὰ βραχὺ συῤῥέον, ὥστε ἐν τῷ βραδεῖ τῆς διεξόδου μελανθῆναι. αὐτὸ μὲν οὖν τὸ συῤῥεῖν ὅλως εἴς τι τῶν ἐντέρων αἷμα φαῦλον εἶναι χρὴ νομίζειν. ἄμεινον δ’ ὀλίγον ἤπερ ὅταν αἱμοῤῥαγικῶς ἐκκρίνηται πάμπολλα. διὸ καὶ τὸ ἀγαθὸν ὡς οὐ κυρίως εἰρημένον ἀκούειν προσῆκον, ἀλλ’ ἐν ἴσῳ τῷ ἄμεινον ὡς εἰ καὶ οὕτως εἴρητο. κάτω δὲ ἄμεινον τὰ μέλανα χωρέοντα, τῷ γὰρ ὄντι τοῦτ’ ἂν ἕλοιτό τις πρὸ τοῦ διὰ στόματος ὁπωσοῦν ἀναφέρεσθαι τὸ αἷμα. τουτὶ μὲν οὖν ἄν τις εἴποι, διαλυόμενος τὴν μάχην τῶν λόγων τοῦ παλαιοῦ, νυνὶ μὲν εἰπόντος, ἀγαθὸν εἶναι κάτω ὑποχωρεῖν τὰ μέλανα, μικρὸν δ’ ἔμπροσθεν κάκιστον ὑπάρχειν. ἐγχωρεῖ δὲ καὶ οὕτως ἀκοῦσαι τὰ μέλανα, καθάπερ αὐτὸς ἐπὶ τῶν αἱμοῤῥοΐδων ἐν ἐπιδημίαις ἔλεγεν ὡς ἰωμένων τὰ μελαγχολικὰ πάθη. τῷ γὰρ ὄντι μελαγχολίας ἤδη γεγενημένης ἴαμα μέγιστόν ἐστιν αἱμοῤῥοῒς, μελλούσης ἔσεσθαί γε κώλυμα. τοιγαροῦν οὕτως ἀκουόντων ἡμῶν ὁ λόγος ἔσται τοιοῦτος, ἄνω μὲν ὁποῖον ἂν ᾖ, κακὸν, κάτω δὲ δι’ αἱμοῤῥοΐδων ἀγαθὸν, ὅταν ἐκκενοῖ τὰ μέλανα, τουτέστιν ὅταν ἡ φύσις τοῦ ἀνθρώπου πολὺν τὸν τοιοῦτον ἀθροίζῃ χυμόν. ἄλλως δὲ οὐκ ἐπιτρεπτέον ἐθίζεσθαι τῇ τὴν δι’ αἱμοῤῥοΐδος κενώσει σφαλερὰν ἐχούσῃ τὴν ἀμετρίαν ἑκατέρᾳ, ἔν τε τῷ περαιτέρω τοῦ προσήκοντος ἐκκρίνεσθαι κἀν τῷ παντάπασιν ἴσχεσθαι.
§26–35
§26
Ἐν ταῖς δυσεντερίαις ἔτι μὲν συνισταμέναις ἐκκρίνεταί τινα πιμελώδη σώματα. τούτοις δ’ ἐφεξῆς ὅταν μὴ φθάσῃ παυσαμένη, ξύσματά τινα τῶν ἐντέρων αὐτῶν, ἀποῤῥιπτομένης τῆς ἔνδοθεν ἐπιφανείας αὐτῶν ὑμενώδους οὔσης καὶ πυκνῆς ἀνάλογον τῇ κατὰ τὸ δέρμα τοὐκτὸς ἐπιδερμίδι. μετὰ δὲ ταῦτα αὐτῆς τι οὐσίας τῶν ἐντέρων ἀποξύεται, καθ’ ὃν ἤδη χρόνον οὐκέτι γίνεσθαι τὴν δυσεντερίαν, ἀλλ’ ἤδη γεγονέναι καὶ κατεσκευάσθαι φαμέν. ὅταν οὖν οὕτω μεγάλα μέρη τῶν ἐντέρων ἐκκρίνηται κατὰ τὴν δυσεντερίαν ὡς δύνασθαι σάρκας ὀνομάζεσθαι αὐτὰ, θανάσιμον εἶναί φησι τὸ νόσημα, μήτε σαρκωθῆναι τῆς τηλικαύτης ἑλκώσεως μήτε ἐπουλωθῆναι δυναμένης.
§27
Τῆς ἐμφύτου θερμασίας ἀῤῥώστου γιγνομένης διὰ τὴν αἱμοῤῥαγίαν οὔτε πέττεσθαι καλῶς τὰ σιτία οὔθ’ αἱματοῦσθαι, πολὺ δὲ δὴ μᾶλλον οὐδ’ ἀναδίδοσθαι δύναται, καὶ διὰ ταῦτα πάντα τὰς κοιλίας ὑγροτέρας γίνεσθαι τοῖς τοιούτοις εἰκός ἐστι, μέχρι περ ἂν ἐν χρόνῳ πλείονι τὴν ἑαυτῆς ἰσχὺν ἡ φύσις ἀνακτήσηται.
§28
Οὐ περὶ τῆς ἐν ἕξει δυσλύτου κωφώσεως ὁ λόγος αὐτῷ νῦν ἐστιν, ἀλλὰ περὶ τῆς ἐξαίφνης πυρετοῖς ἢ ἄλλως γινομένης, ἀναδραμούσης ἐπὶ τὴν κεφαλὴν τῆς χολῆς. αὕτη γὰρ, ὅταν μὲν καταλάβῃ τοὺς ἀκουστικοὺς πόρους τὴν κώφωσιν ἐργάζεται. ὅταν δ’ ἐντεῦθεν ἀπωσαμένης αὐτὴν τῆς φύσεως ἐπὶ τὴν διαχώρησιν ἀφίκηται, λύει τὴν κώφωσιν.
§29
Ὅσα τοῖς πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι ἐπιγίνεται ῥίγη, κρίνειν εἴωθεν ἀγαθὴν μὲν καὶ τελέαν κρίσιν, ὅταν ἐν ἡμέρᾳ κρισίμῳ γίνηται καὶ μετὰ τῶν τῆς πέψεως σημείων, οὐκ ἀγαθὴν δὲ οὐδὲ τελέαν, ὅταν ἤτοι τὰ τῆς ἡμέρας ἢ τὰ τῆς πέψεως σημεῖα ἐλλιπῶς ἔχῃ. ὅτι μὲν οὖν πεπέφθαι χρὴ τὰ μέλλοντα κρίνεσθαι καλῶς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐδίδαξε, διὰ τῆς ὀλίγον ἔμπροσθεν εἰρημένης ῥήσεως, ἧς ἡ ἀρχὴ πεπασμοὶ, ταχύτητα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὅτι δ’ οὐδ’ ἐν ἁπάσαις ταῖς ἡμέραις, ἔν τε τῷ προγνωστικῷ διῆλθον καὶ κατὰ τουτὶ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔτι δὲ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν. ἠθροίσθη δ’ ὑφ’ ἡμῶν ἅπαντα ταῦτα μετὰ τῆς προσηκούσης ἐξηγήσεως. ὅσα μὲν εἴρηται περὶ τῶν κρισίμων ἡμερῶν, κατὰ τὴν περὶ κρισίμων ἡμερῶν πραγματείαν, ὅσα δὲ περὶ τῶν τῆς πέψεως σημείων, ἐν τῇ περὶ τῶν κρίσεων. εἴρηται δ’ ἐν αὐταῖς καὶ περὶ τῆς κατὰ τὴν ἕκτην ἡμέραν κρίσεως, ἧς καὶ νῦν μνημονεύων ἔφη, τὰ κατ’ αὐτὴν ῥίγη δύσκριτα γίνεσθαι, τουτέστιν ἤτοι κακὴν ἐπιφέροντα κρίσιν, ὡσεὶ καὶ κακόκριτα ἐλέλεκτο, ἢ οὐ βεβαίαν. ἀλλ’ ὥστε ῥᾳδίως ὑποτροπιάζειν ἢ εἰς μακρὸν ἐμπίπτοντα χρόνον, ὡσεὶ καὶ δύσλυτα ἐλέλεκτο, καὶ μετὰ συμπτωμάτων δ’ ἔστιν ὅτε χαλεπῶν, εἰ ἑκταία γίνεται ἡ κρίσις, ὑπὲρ ὧν ἁπάντων γέγραπταί μοι τελέως ἐν ταῖς προειρημέναις πραγματείαις. ταῦτα μὲν οὖν οὕτως γίγνεσθαι καὶ πρὸς τῆς ἐμπειρίας μεμαρτύρηται. τὰς δ’ αἰτίας αὐτῶν μακρὸν ἂν εἴη νῦν διεξέρχεσθαι. περὶ μὲν γὰρ τῶν κρινουσῶν ἡμερῶν ἐν τῷ τρίτῳ τῶν περὶ κρίσεων εἴρηται, περὶ δὲ τοῦ ῥίγους ἰδίᾳ κατ’ αὐτό.
§30
Ὑποθώμεθά τινα κατὰ τὴν πρώτην ἡμέραν ἀρξάμενον ὥραν τὴν τρίτην, πεπαῦσθαι δὲ καθ’ ἡντιναοῦν ὥραν ἑτέραν, εἶθ’ ὑπῆρχθαι πάλιν ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν κατὰ τὴν ὥραν τὴν τρίτην, εἶτα παυσάμενον αὖθις, ὅτε δή ποτε τῇ τρίτῃ τῶν ἡμερῶν πάλιν ἄρξασθαι κατὰ τὴν τρίτην ὥραν, εἶτ’ αὖθις ὡς ἔτυχε παυσάμενον ἄρξασθαι τῇ τετάρτῃ τῶν ἡμερῶν κατὰ τὴν τρίτην ὥραν καὶ οὕτως ἀεὶ κατὰ τὸ ἑξῆς φυλάττεσθαι μὲν αὐτῷ τὴν τρίτην ὥραν, ἐν ᾗ τὴν ἀρχὴν ὁ παροξυσμὸς λαμβάνει, μὴ φυλάττεσθαι δὲ τὰς ἄλλας, ἐν αἷς παύεται. τὸν οὖν οὕτω νοσοῦντα μακρότερον ἀνάγκη νοσῆσαι χρόνῳ τῶν ἄτακτον ἐχόντων τὴν ὥραν τῆς ἀρχῆς τοῦ παροξυσμοῦ. τοῦτο μὲν οὖν ἡμεῖς ὑπὸ τῆς πείρας μαρτυρούμενον εἰρῆσθαί φαμεν. εἰσὶ δ’ οἳ τοιοῦτό τί φασιν εἶναι τὸ λεγόμενον. εἰ τῇ πρώτῃ τῶν ἡμερῶν παροξυνθεὶς ὁ κάμνων ὥρᾳ, φέρε εἰπεῖν, τρίτῃ παυσάμενός τε δωδεκάτην ὥραν, εἰ τύχοι, πάλιν ἄρξαιτο τῇ δευτέρᾳ τῶν ἡμερῶν, κατὰ τὴν δωδεκάτην ὥραν δύσκριτον ἔσεσθαί φασιν αὐτῷ τὸ νόσημα, μήτε λογισμόν τινα προστιθέντες, ἀλλὰ μηδ’ ἀπὸ τῆς πείρας μαρτυρούμενον ὑποδεῖξαι δυνάμενοι τὸν ἑαυτῶν λόγον. οὐ μὴν οὐδὲ τὸ δύσκριτον, οἷόν τ’ ἐστὶν ἐπινοῆσαι κατ’ ἄλλο τι σημαινόμενον εἰρῆσθαι παρὰ τὸ δύσλυτον, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον, ἐάν τε καθ’ ἑκάστην ἡμέραν ἐάν τε διὰ τετάρτης ὁ κάμνων παροξύνηται κατὰ τὴν αὐτὴν ὥραν, δύσλυτον ἔσται τοῦτο νόσημα, κἂν πολλαῖς κἂν ὀλίγαις ὁ παροξυσμὸς ὥραις γένηται. τοῦτο μὲν οὖν, ὡς ἔφην, ὑπὸ τῆς ἐμπειρίας μαρτυρεῖται. τὴν δ’ αἰτίαν αὐτοῦ νομιστέον εἶναι τοιαύτην, ὅταν μὲν ἀστήρικτον ᾖ τὸ τῶν παροξυσμῶν αἴτιον, οὐ φυλάττει τὴν αὐτὴν περίοδόν τε καὶ προθεσμίαν, ὅταν δ’ ἐστηριγμένον, φυλάττει καὶ διὰ τοῦτο δύσλυτον μέν ἐστι τὸ ἐστηριγμένον, εὔλυτον δὲ τὸ μὴ τοιοῦτον. μοχλείας γὰρ, ὡς ἂν εἴποι τις, ἰσχυρᾶς δεῖ τοῖς ἐστηριγμένοις, ἥτις ἐν χρόνῳ πλείονι καὶ διὰ βοηθημάτων ἰσχυροτέρων τε καὶ πλειόνων γίγνεται.
§31
Ἐῤῥέθη ἤδη καὶ πρόσθεν ὡς τῶν κόπων ἔνιοι μὲν ἐπὶ κινήσεσι γίγνονται πολλαῖς, οἵπερ ἁπλῶς τε καὶ κυρίως ὀνομάζονται κόποι. τινὲς δὲ οὔτε σφοδρὰς κινήσεις κινηθέντες εἰώθασι γίγνεσθαι κοπώδεις. τοὺς τοιούτους οὖν κόπους οὐχ ἁπλῶς κόπους, ἀλλὰ μετὰ προσθήκης ὀνομάζουσι κόπους αὐτομάτους. ἀμφοτέρων δ’ αὐτῶν κοινὸς ὁ πεπονθὼς ὑπάρχει τόπος, ἔστι δ’ οὗτος ἅπαν τὸ μυῶδες ἐν τῷ σώματι γένος. ὅσοι δ’ ἐπὶ κινήσεσι πλείοσι γίγνονται κόποι, πρόσεστιν αὐτοῖς ἴδιον ἐξαίρετον ἡ ἐν τοῖς ἄρθροις θερμότης, ὥστ’ ἐπὶ τούτων μὲν οὐδέν θαυμαστὸν εἰς τὰ ἄρθρα γίγνεσθαι τὰς ἀποστάσεις, ὡς καὶ πεπονηκότα τοῖς μυσὶν, ὁμοίως καὶ τεθερμασμένα περαιτέρω τοῦ προσήκοντος. τοῖς δ’ αὐτομάτοις κόποις ἑνὶ μόνῳ λόγῳ τὰ ῥεύματα κατασκήπτειν εἰς ἄρθρα συμβέβηκεν, ὡς καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασι νοσήμασιν, ὅσα δι’ ἀποστάσεως κρίνεται τῆς εὐρυχωρίας αὐτῶν ἐπιτηδείως ἐχούσης ὑποδέξασθαι τὰ περιττά. σπανιώτερα μὲν οὖν ἐπ’ ἐκείνων εἰσὶν αἱ ἀποστάσεις, ἐπὶ δὲ τῶν κοπωδῶν πλείους, καὶ μάλισθ’ ὅταν αὐτόματος ὁ κόπος ᾖ καὶ τούτων αὐτῶν μάλισθ’ ὅσοι διὰ πλῆθος. ἔσται τοιγαροῦν καὶ κατὰ τὸν ἀφορισμὸν τοῦ λόγου τὸ κεφάλαιον τοιοῦτον. τοῖς κοπώδεσιν ὁπωσοῦν ἐν πυρετοῖς γενομένοις, ἐς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους αἱ ἀποστάσιες γίνονται. συμβαίνει δὲ τοῦτο διὰ τὴν ἐν τοῖς πυρετοῖς θερμασίαν, ἐπὶ κεφαλὴν ἀναφερομένου τοῦ πλήθους, εἶτ’ ἐντεῦθεν τῶν περὶ τὰς γνάθους ἀδένων ὑποδεχομένων αὐτὸ, καθάπερ ὅταν εἰς βουβῶνας ἢ μασχάλας ἀφίκηταί τι τῶν ἐν ἐκείνοις τοῖς μέρεσιν.
§32
Εἴπερ ὁ πόνος τήν τε σφοδρὰν κίνησιν σημαίνει καὶ τὴν ὀδύνην καὶ τὴν βλάβην, ὡς ἔμπροσθεν ἐδείχθη, πρόδηλον δήπου ὅτι καὶ πονεῖν τὸ ἐν πλείονι κινήσει γενέσθαι δηλώσει καὶ τὸ σχεῖν τινὰ ὀδύνην ἢ βλάβην. ἀτὰρ οὖν καὶ φαίνεταί τισι τῶν ἀνακομιζομένων ἐκ νόσου, μὴ πάνυ καλῶς κεκαθαρμένων τῶν ἐργασαμένων τὴν νόσον χυμῶν, ἀλλά τινα περιττὰ καταλελοιπότων, ὅταν ἤτοι κάμνωσιν ἢ ὀδυνηθῶσί τι μόριον, ἐκεῖσε κατασκήπτειν ἀποστήματα, τοῦ μὲν καμάτου λόγον αἰτίας ἔχοντος, τῆς δ’ ὀδύνης σημείου. κατὰ μὲν γὰρ τὰς σφοδροτέρας κινήσεις ἥ τε δύναμις ἀῤῥωστοτέρα γίνεται καὶ θερμασία πλείων ἀνάπτεται. τὸ δ’ ὀδυνᾶσθαι τοῦ ῥεύματος ἤδη κατασκήπτοντος ἀποτελεῖται. τοῦτο μὲν οὖν, ὡς ἔφην, γιγνομένης ἀποστάσεώς ἐστι σημεῖον. ἡ ἀῤῥωστία δὲ καὶ ἡ θερμασία ποδηγεῖ τοὺς περιττοὺς ἐπὶ τὸ πεπονθός. ἑκατέρως μὲν οὖν ὡς ἐπιδέδεικται δυνατὸν ἀκούειν τοῦ πονῆσαι. τῷ μέντοι λόγῳ παντὶ τῷ νῦν ὑφ’ Ἱπποκράτους περαινομένῳ τὸ ἕτερον τῶν σημαινομένων οἰκειότερόν ἐστιν, εἴ γε δὴ προειρήκει μὲν ὑπὲρ τῶν κοπωδῶν πυρετῶν. ἐφεξῆς δὲ πάλιν, φησὶν, ἀτὰρ καὶ ἢν προπεπονηκός τι ᾖ. φαίνεται γὰρ ὁ μὲν πρῶτος ἀφορισμὸς οὗ ἡ ἀρχὴ, ἐν τοῖσι κοπώδεσι, περὶ τῶν ἐν ταῖς νόσοις κόπων διαλεγόμενος, ὁ δὲ νῦν προκείμενος ὑπὲρ τῶν ἐν ταῖς ἀναλήψεσιν, ὁ δ’ ἑξῆς ὑπὲρ τῶν προηγησαμένων τῆς νόσου.
§33
Εἴτε συνάπτειν τις ἐθέλει τοῖς προειρημένοις δύο λόγοις καὶ τοῦτον νῦν εἰρημένον εἰς ἑνὸς ἀφορισμοῦ συμπλήρωσιν εἴθ’ ἕκαστον ἰδίᾳ περιγράφειν οὐ διοίσει. δέδεικται γὰρ ἥ τε κοινότης αὐτῶν καὶ ἡ καθ’ ἕκαστον ἰδιότης ἐν τῷ προειρημένῳ λόγῳ. ῥηθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων. ὅταν ἐν νοσήματι κοπώδης αἴσθησις ᾖ τῷ κάμνοντι, προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν εἰς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους. ὁμοίως δὲ καὶ ἐὰν ἀνακομιζόμενος ἐκ νόσου κάμῃ τινὶ μορίῳ τοῦ σώματος ἢ πρὶν τοῦ νοσεῖν. εἴωθε γὰρ κατὰ πολὺ κατασκήπτειν εἰς τὰ τοιαῦτα, κατ’ ἐκείνας δηλονότι τῶν νόσων, ἐφ’ ὦν ἐλπίς ἐστιν ἀπόστασιν γενέσθαι καὶ μὴ προκριθῆναι τὸ νόσημα δι’ ἐκκρίσεως. εἴρηται μὲν οὖν τινα κἀν τοῖς πρόσθεν ὑπὲρ τῆς τῶν τοιούτων νοσημάτων διαγνώσεως. ὁ δὲ σύμπας λόγος ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι διήρηται.
§34.1
Ἔνεστι μὲν καὶ ἁπλῶς ἀκοῦσαι τῆς ἀρχῆς τοῦ ἀφορισμοῦ, καθ’ ἥν φησιν, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, ὡς εἰ καὶ οὕτως ἔτυχεν εἰπὼν, ἢν πυρέσσοντι ἀνθρώπῳ οἰδήματος μὴ ἐόντος ἔνεστι δὲ καὶ σὺν ἐνδείξει τινὶ πλείονι, καθάπερ εἴωθε καὶ ἐν τοῖς τῶν ἐπιδημιῶν γράφειν, οὐ τὸν ἁπλῶς ὁπωσοῦν πυρέττοντα δηλῶν, ὅταν εἴπῃ πυρετὸς εἶχεν αὐτὸν, ἀλλ’ ὅτῳ μέγας ἐστὶν ὁ πυρετὸς, οὕτως ἑρμηνεύων. ἐγχωρεῖ μὲν οὖν καὶ χωρὶς μεγάλου πυρετοῦ πνίξεως ἐξαίφνης ἐπιγενομένης ἀπολέσθαι τὸν ἄνθρωπον. ἀφυκτότερος δὲ καὶ θάττων ὁ θάνατος, ὡς μηδ’ ἐκ παραδόξου ποτὲ σωθῆναι, σφοδροῦ κατέχοντος τὸν κάμνοντα πυρετοῦ. δεῖται γὰρ ὁ τοιοῦτος πυρετὸς, ὡς ἐν τοῖς περὶ δυσπνοίας δέδεικται λόγοις, εἰσπνοῆς δαψιλοῦς. γίνεται δ’ οὐχ ὅπως δαψιλὴς, ἀλλὰ καὶ παντάπασιν ὀλίγη τοῖς πνιγομένοις. οὐ γὰρ δὴ οὐδ’ ἄλλο τί ἐστιν ἡ πνὶξ παρὰ τὴν γινομένην ἀπώλειαν ἐξαιφνίδιον ἐξ ἐνδείας ἀναπνοῆς, διὰ στενοχωρίαν τῶν ἀναπνευστικῶν τινος ὀργάνων ἀποτελουμένης· ἡ γὰρ τοιαύτη στενοχωρία οὐκ αὐτῶν χωρὶς τῶν τῆς ἀναπνοῆς ἐστι, γιγνομένης καὶ ταύτης ἤτοι διὰ τὴν ἀῤῥωστίαν τῆς κινούσης τὸν θώρακα δυνάμεως ἢ διὰ ψύξιν ἰσχυρὰν τῆς ζωτικῆς ἀρχῆς. ἀλλ’ ἥ γε πνὶξ ἐπὶ στενοχωρίᾳ μὲν γίγνεται πάντως, ἡ στενοχωρία δὲ ἤτοι πεπληρωμένης τῆς μεταξὺ τοῦ θώρακός τε τῆς πνεύμονος χώρας ἢ τῶν σηράγγων τοῦ πνεύμονος ἤ τινος φλεγμονῆς περὶ τὸ σπλάγχνον ὅλον οὔσης ἢ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἢ τὴν οἶον κεφαλὴν αὐτὴν, ἣν ὀνομάζουσι λάρυγγα. καί ποτε κατὰ τὴν προκειμένην εὐρυχωρίαν ταύτης, ᾖ τοὔνομα φάρυγξ ἐστὶ, πνίγεσθαι πέφυκεν. οὕτως οὖν καὶ Ὅμηρος ἔφη·
§34.2
τὴν προκειμένην εὐρυχωρίαν στομάχου καὶ λάρυγγος ὀνομάζων φάρυγγα. φαίνεται δὲ καὶ νῦν ὁ Ἱπποκράτης ταὐτὸ τοῦτο τὸ μόριον ὡσαύτως Ὁμήρῳ καλέσας· φησὶ γοῦν οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, ὡς δυνατὸν ἐπὶ πλέον ἀνοιχθέντος τοῦ στόματος, ἀκριβῶς θεάσασθαι τὸ μόριον, ὅπερ οὐχ ὑπάρχει τῷ λάρυγγι. γενήσεται γοῦν ὁ σύμπας λόγος τοιοῦτος. ἐὰν ὑπὸ πυρετοῦ ἐχομένῳ πνὶξ ἐξαίφνης ἐπιγενήσεται χωρὶς ὄγκου τοῦ κατὰ τὴν φάρυγγα, θανατῶδές ἐστιν. ὡσαύτως ὠνόμαζον οἱ παλαιοὶ τὸ οἴδημα καὶ τὸν ὄγκον. ἴσμεν δ’ ὅτι τρίτη τίς ἐστιν ἡ διαφορὰ τῶν ὄγκων. ἤτοι γὰρ μετ’ ὀδύνης εἰσὶ καὶ καλοῦσιν αὐτοὺς οἱ νεώτεροι φλεγμονὰς ἢ χωρὶς ὀδύνης καὶ σκληροὶ, καλοῦσι δὲ καὶ τούτους σκίῤῥους ἢ χωρὶς ὀδύνης καὶ μαλακοί. προσαγορεύουσι δὲ καὶ τούτους ἰδίως οἰδήματα καὶ δι’ αὐτό γε τοῦτο τῆς παλαιᾶς χρήσεως ἀπέστησαν ὡς μηκέτι τὰς παρὰ φύσιν αὐξήσεις ἁπάσας οἰδήματα προσαγορεύειν. ὅταν οὖν ἡ φάρυγξ φαίνηται χωρὶς ὄγκου, πνὶξ δὲ ἐξαίφνης ἐπιγένηται, τοῦ λάρυγγός ἐστι μόνου τὸ τοιοῦτον πάθημα. πνίγονται μὲν γὰρ, ὡς ἔφην, καὶ δι’ ἄλλα νοσήματα τὰ μικρῷ πρόσθεν εἰρημένα. τὸ δ’ ἐξαίφνης ὑπάρχει μόνῳ τῷ λάρυγγι· περιπνευμονία γὰρ οὐκ ἐξαίφνης πνίγει τοὺς κάμνοντας ἀνθρώπους, ἀλλὰ κατὰ βραχὺ τὴν αὔξησιν ἀπὸ τῆς ἀρχῆς λαβοῦσα μέχρι τῆς ἰδίας ἀκμῆς, ἐν ᾖ τοῦτ’ ἐπάγει τὸ σύμπτωμα. καὶ εἴ τι φῦμα καὶ ἀπόστημα κατὰ πνεύμονα γίγνεται, χρόνιον καὶ τοῦτ’ ἔστι, καθάπερ γε καὶ ἡ μεταξὺ πνεύμονός τε καὶ θώρακος χώρα πληρουμένη πύου, πολλάκις ἀποπνίγει τὸν ἄνθρωπον ἀποστήματος εἰς αὐτὴν ῥαγέντος, ἐν χρόνῳ πολλῷ δηλονότι καὶ τούτου συστάντος. τῆς γε μὴν τραχείας ἀρτηρίας φλεγμονῆς δύσπνοιαν μέν τινα δύναται ποιῆσαι, πνίγα δ’ οὐ δύναται, διά τε τὸ μέγεθος τῆς κατ’ αὐτὴν εὐρυχωρίας καὶ τὴν λεπτότητα τοῦ χιτῶνος, ἀδύνατον γάρ ἐστιν οὕτω λεπτοῦ σώματος φλεγμονὴν εὐρυχωρίαν ἀξιόλογον πληρῶσαι. λοιπὸν οὖν ὁ λάρυγξ ἐστὶν ὁ τὴν αἰφνίδιον πνίγα δυνάμενος ποιῆσαι, ἐπειδὴ στενοῦταί τε κατὰ τοῦτον ὁ τοῦ πνεύμονος πόρος οἵ τ’ ἔνδον αὐτοῦ μύες ἅμα τῷ περιέχοντι χιτῶνι φλεγμήναντες ἀποκλεῖσαι δύνανται τὴν ὁδὸν τοῦ πνεύματος. ὀνομάζουσι δ’ ἔνιοι τῶν ἰατρῶν τὴν τοιαύτην διάθεσιν οὐ διὰ τοῦ σ συνάγχην, ἀλλὰ διὰ τοῦ κ κυνάγχην, οἶς ἀρέσκει τὴν τῆς φάρυγγος φλεγμονὴν διὰ τοῦ συνάγχην. ἔνιοι δὲ καὶ παρασυνάγχην καὶ παρακυνάγχην ὀνομάζουσι. παρασυνάγχην μὲν, ὅταν τῶν ἐπικειμένων τῇ φάρυγγι μυῶν γένηται φλεγμονὴ, παρακυνάγχην δὲ, ὅταν ἔξωθεν τοῦ λάρυγγος. ἐκ γοῦν τῶν εἰρημένων εὔλογόν ἐστι τὴν τοιαύτην διάθεσιν ὀδύνην τινὰ φέρειν κατὰ τὸν λάρυγγα. καὶ φαίνεταί γε σαφῶς μεμνημένος ὁ Ἱπποκράτης αὐτῆς ἐν τῷ προῤῥητικῷ κατὰ τήνδε τὴν ῥῆσιν· φάρυγξ ἐπώδυνος ἰσχνὴ μετὰ δυσφορίης, πνιγώδης, ὀλέθριοι ὀξέως. ἀλλὰ νῦν γε τὸ ἐπώδυνον οὐκ εἶπεν, ὡς τοῖς προειρημένοις συνεπινοεῖσθαι δυνάμενον ἢ ὡς καὶ χωρὶς ὀδύνης, ὑπολαμβάνων ποτὲ τὴν ἐν τῷ προειρημένῳ λόγῳ συνίστασθαι πνίγα. εἴπερ ὅλως δύναται χωρὶς ὀδύνης γενέσθαι πνὶξ, ἐπ’ αἰτίαις ἔσται τοιαῖσδε. δυνατὸν μὲν καὶ πλήθους ὑγρότητος καὶ μάλιστα φλεγματώδους διαβρέξαι τὸν ἔνδοθεν τοῦ λάρυγγος χιτῶνα, γενέσθαι τὸν ὄγκον ἀνώδυνον αὐτῷ, δυνατὸν δὲ καὶ τῶν διοιγόντων αὐτῶν μυῶν παχυνθέντων στενώτερον ἀποτελεσθῆναι τὸν πόρον, ἐγχωρεῖ δὲ καὶ ἄμφω συνελθεῖν. οὐκ ἀδύνατον δὲ οὐδὲ δι’ ὑπερβάλλουσαν ξηρότητα τῶν ἔνδον τοῦ λάρυγγος. μυῶν ἐπὶ πλεῖον ταθέντων, στενωθῆναι τὸν πόρον. οἵτινες δ’ εἰσὶν οὗτοι καὶ ὅπως κλείουσι τὸν λάρυγγα τεινόμενοι δέδεικται κατὰ τὴν περὶ φωνῆς πραγματείαν.
§35
Οὐκέτι προσέθηκεν ἐνταῦθα τὸν τόπον, ἐν ᾧ φησιν, οἰδήματος μὴ ἐόντος, ὥσπερ ἐν τῷ πρόσθεν ἀφορισμῷ τῆς φάρυγγος ἐμνημόνευσεν εἰπὼν, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι. ἀλλ’ ἡμεῖς γε δυοῖν θάτερον ἐροῦμεν. ἤτοι ἀπὸ κοινοῦ δεῖν ἀκούειν ἐπὶ τῆς φάρυγγος ἢ ὅλως ἐπὶ πάντων τῶν κατὰ τὸν τράχηλον χωρίων. ὁπόταν γὰρ ἐν μηδενὶ τούτων φαίνηται, μήτε διοιγομένου τοῦ στόματος ἐν τῇ φάρυγγι μήτ’ ἔξωθεν οἴδημα, συμβῇ δὲ τὸν ἄνθρωπον ἀδυνατεῖν καταπίνειν, ὀλέθριον σύμπτωμά ἐστι γινόμενον ἐπὶ φλεγμονῇ ποτὲ μὲν τῶν προβεβλημένων μυῶν τῷ στομάχῳ, ποτὲ δὲ αὐτοῦ τοῦ στομάχου. κοινωνία γάρ τίς ἐστι τούτοις τοῖς μορίοις διὰ νεύρων καὶ συνδέσμων πρὸς τε τὸν νωτιαῖον μυελὸν καὶ τὰς ἀμφ’ αὐτὸν μήνιγγας, ἔτι τε τὰ παρακείμενα τούτοις ἔξωθεν ὀστᾶ τῶν σπονδύλων. τεινομένων οὖν ἐπὶ τὰ φλεγμαίνοντα μόρια τῶν τε συνδέσμων καὶ τῶν νεύρων ἕλκεσθαι τοῖς σπονδύλοις, ἤτοι γε εἰς τὸ ἐντὸς ἢ εἰς τὰ πλάγια, ἀναγκαῖόν ἐστιν· εἰ μὲν κατὰ τὴν ἑτέραν ἀπόφυσιν τῶν νεύρων τὴν τάσιν συμβαίνῃ γενέσθαι, πρὸς τὰ πλάγια, εἰ δὲ κατ’ ἀμφοτέρας, εἰς τὸ ἐκτός. ἐπὶ πλέον δὲ περὶ τούτων ἐροῦμεν ἐξηγούμενοι τὸ περὶ τῶν ἄρθρων βιβλίον, ἔνθα τὰς διαστροφὰς τῆς ῥάχεως γίνεσθαί φησι, φυμάτων ἀπέπτων ἔνδον αὐτῆς συστάντων. ἐν ἐκείνῳ μὲν οὖν τῷ βιβλίῳ καὶ τὰς κυφώσεις ἔφη γίνεσθαι, τεινομένων ἔσω τῶν τοῦ σπονδύλου μορίων, οὐ μόνον τὰς λορδώσεις τε καὶ σκολιώσεις. ἐν μέντοι τῷ δευτέρῳ τῶν ἐπιδημιῶν καὶ νῦν προκειμένης κατὰ τὸν ἀφορισμὸν συνάγχης μνημονεύων ἔφη, ἦν δὲ τῶν συναγχικῶν τὰ παθήματα τοιάδε. οἱ σπόνδυλοι τοῦ τραχήλου εἴσω ἔῤῥεπον καὶ ἔξωθεν ἦν δῆλος κοῖλον ἔχων ὁ τράχηλος καὶ ἤλγεε ταύτῃ ψαυόμενος. ἐν τούτῳ μὲν οὖν τῷ λόγῳ μίαν ἐδήλωσε διαστροφὴν τῶν σπονδύλων τὴν ἐπὶ τὰ ἔσω. κατὰ δὲ τὸν προκείμενον ἀφορισμὸν ὀνόματι γενικωτέρῳ κέχρηται λέγων, ἢν ὁ τράχηλος ἐπιστραφῇ. τὸ γὰρ ἐπιστραφῇ ῥῆμα τὴν ἐκτροπὴν τὴν εἰς τὸ παρὰ φύσιν ἅπασαν δηλοῖ τῆς τῶν σπονδύλων εὐθυωρίας. ἐν μὲν οὖν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν προσέθηκε τῷ λόγῳ, καὶ ἤλγεε ταύτῃ ψαυόμενος, ἐνταυθὶ δ’ οὐδὲν εἶπεν ὑπὲρ ἀλγήματος, καίτοι γε ἀναγκαῖον ἄλγημα συνεῖναι τῇ κατὰ τὸν τράχηλον φλεγμονῇ. πλὴν εἰ κἀνταῦθα τὴν δι’ ὑπερβάλλουσαν ξηρότητα γιγνομένην ὁλκὴν καὶ τάσιν καὶ διαστροφὴν τῶν μορίων ἐνδείκνυται μόνην καὶ διὰ τοῦτο αὐτὸ θανάσιμον εἶναί φησι τὸ σύμπτωμα, τοῦ ἑτέρου τοῦ κατὰ τὴν φλεγμονὴν συνισταμένου μὴ πάντως ὄντος θανασίμου, καθάπερ τὸ πρότερον ἦν, τὸ μετὰ τοῦ πνίγεσθαι καὶ τοῦ καταπίνειν μόγις. ἀλλ’ ἐὰν δι’ ὑπερβάλλουσαν ξηρότητα γεγονὸς ᾖ τὸ παραστράφθαι τὸν τράχηλον καὶ τὸ καταπίνειν μόγις, ὀλέθριον ἔσται τὸ σύμπτωμα καὶ μάλισθ’ ὅταν ὁ πυρετὸς ᾖ σφοδρὸς, ἵνα τὸ ἢν ὑπὸ τοῦ πυρετοῦ ἐχομένῳ καὶ κατὰ τοῦτο ἀκούοι τις, διὰ δὲ τὸν αὐτὸν τοῦτον πυρετὸν καὶ τὴν ἄμετρον ἐν τοῖς μέλεσιν εἰκὸς γίγνεσθαι ξηρότητα. καὶ διττὸν ἕξει λόγον ὁ σφοδρὸς πυρετὸς ὡς πρὸς τὸν θάνατον, ὅτι τε σημεῖον ἔσται τοῦ διὰ ξηρότητα τήν τε διαστροφὴν γεγονέναι καὶ τὸ καταπίνειν μόγις, ὅτι τε συντελέσει τι καὶ αὐτὸς ὡς ἕν τι τῶν ἐπὶ θάνατον ἀγόντων αἰτίων.
§36–51
§36
Οὐχ ἱδρῶτες μόνον, ἀλλὰ καὶ διαχωρήσεις γαστρὸς ἀξιόλογοι καὶ οὖρα πολλὰ καὶ ἀποστήματα παρ’ οὖς ἢ κατ’ ἄλλο τι τῶν ἄρθρων ἐν ταῖς ἡμέραις ταῖς εἰρημέναις ἐπιφαίνεται χρηστῶς. ὁ γάρ τοι καθόλου λόγος ἐστὶ τοιόσδε. τὰ δὲ κρίσιμα σημεῖά τε καὶ συμπτώματα ταῖς κρισίμοις ἡμέραις ἀρχέσθω. καὶ ἤρκει οὗτος ὁ λόγος ὁ εἰρημένος. ἀλλ’ ὁ Ἱπποκράτης νῦν οὐ περὶ πάντων αὐτὸν ἐποιήσατο τῶν κρισίμων, ἀλλ’ ἱδρώτων μόνων. ἀνέμνησέ τε τῶν κρισίμων ἡμᾶς ἡμερῶν, ὅσαι τῆς τεσσαρακοστῆς ἐντός εἰσι. τὰ γὰρ τούτων χρονιώτερα νοσήματα δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεσθαι πέφυκεν, ὥσπερ οὐδὲ δι’ ἐκκρίσεως ὅλως, ἀλλ’ ἤτοι κατὰ τὴν σύμπεψιν ἢ δι’ ἀποστημάτων. ὅτι δ’ οὐ πάσης τῆς ἡμέρας ἀριθμὸς ἐπιτήδειος εἰς κρίσιν ἐναργῶς ἡ πεῖρα μαρτυρεῖ καὶ θαυμάσειεν ἄν τις τῶν φασκόντων μηδεμίαν ἐν αὐταῖς εἶναι διαφοράν. ἄμεινον μὲν γὰρ ἐκ τῶν ἐναργῶς φαινομένων διδάσκεσθαι τὴν διαφορὰν, τὴν δ’ αἰτίαν τοῦ γιγνομένου κατὰ πολλὴν ἐπισκέπτεσθαι σχολὴν, ὅπερ ἡμεῖς ἐποιήσαμεν ἐν τῇ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ. τὸ μὲν εἰς τὴν χρείαν τῆς τέχνης διάφορον ἐν τοῖς πρώτοις ὑπομνήμασι δύο διελθόντες, τὰς δ’ αἰτίας αὐτῶν ἐν τῷ τρίτῳ πειραθέντες ζητῆσαι. διαπεφώνηνται δ’ ἱκανῶς αἱ νῦν εἰρημέναι κατὰ τὸν ἀφορισμὸν ἡμέραι, γραφόντων αὐτὰς ἄλλων ἄλλως ὡς ἂν ἐθέλωσιν. ἀλλ’ ἡμεῖς γε κατὰ τὰ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένα διά τε τοῦ προγνωστικοῦ καὶ τῶν ἐπιδημιῶν καὶ αὐτοῦ τοῦ βιβλίου τοῦ τῶν ἀφορισμῶν τὴν ἐξαρίθμησιν αὐτῶν ἐποιησάμεθα. τὰς δὲ ῥήσεις ἐν αἷς ἔγραψε περὶ τούτων τῶν ἡμερῶν ὁ Ἱπποκράτης ἔν τε τῇ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ καὶ τῇ τῶν κρίσεων ἁπάσας ἔχεις ἠθροισμένας. νυνὶ δ’ ἀπὸ τῆς τρίτης ἤρξατο προλαμβανούσης τὴν τετράδα κατὰ βραχὺ τὰ χρονιώτερα τῶν νοσημάτων καὶ μετὰ ταύτην ἔγραψε τὴν πέμπτην, ὑστερίζουσαν ἡμέραν μίαν τῆς τετάρτης. οὕτω γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται, οὐκέτι γεγραμμένης τῆς τετάρτης ἡμέρας κατὰ τὸν ἀφορισμόν. καίτοι δοκεῖ πρώτη κρίσιμος ὑπάρχειν αὕτη, ἀλλ’ ὅμως αὐτὴν ὑπερέβη νῦν ἢ αὐτὸς ὁ Ἱπποκράτης ἢ ὁ πρῶτος τὸ βιβλίον γράψας. εἴπερ δ’ ὅλως ὁ Ἱπποκράτης αὐτὴν ὑπερέβη, δοκεῖ μοι διὰ τήνδε τὴν αἰτίαν αὐτὸ ποιεῖσθαι, τὰ πλεῖστα κατοξέων νοσημάτων, ὅσα σὺν ἱδρῶτι κρίνεται, τῇ τρίτῃ καὶ τῇ πέμπτῃ μᾶλλον ἢ τετάρτῃ τὴν κρίσιν λαμβάνει. σπανιώτεροι γὰρ οἱ διὰ τῆς τετάρτης κρινόμενοι; καί μοι τοῦτο ἐξεύρηται πάνυ σφόδρα διὰ πείρας αὐτὸ τοῦτο ζητήσαντι, διότι παραλέλοιπε κατὰ τὸν προκείμενον ἀφορισμόν. ἔοικε δὲ συμβαίνειν οὕτως, ἐπειδὴ τὰ κατόξεα νοσήματα τόν τε πρῶτον εὐθὺς παροξυσμὸν ἔχει σφοδρότερον καὶ τὸν ἀνάλογον αὐτῷ διὰ τρίτης, ἐμάθομεν δ’ ὡς ἐν τοῖς σφοδροτέροις παροξυσμοῖς αἱ κρίσεις γίνονται. καὶ μέντοι καὶ ὅτι τὰ μὲν ἐν περισσαῖς ἡμέραις παροξυνόμενα θᾶττον κρίνεται. τὰ δ’ ἐν ἀρτίαις χρονίζει. καὶ διὰ τοῦτο κἂν ἐν ἀρχῇ τε παροξύνηται νόσημα, κατὰ τὰς περιττὰς μᾶλλον. ἐὰν δὲ μέλλῃ χρονίζειν, εἰς τὰς ἀρτίους μεταπίπτουσιν οἱ σφοδρότεροι παροξυσμοί. ταυτὶ μὲν ἔχω περὶ τῆς τετάρτης λέγειν. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ τινὲς μὲν τὴν τριακοστὴν πρώτην ἡμέραν, τινὲς δὲ τὴν τριακοστὴν τετάρτην γράφουσιν. ἴσμεν δ’ αὐτὰς ἐν τῷ καταλόγῳ περιεχομένας τῶν κρισίμων ἡμερῶν καὶ ἴσως ἰσχυροτέραν γε τὴν τριακοστὴν τετάρτην. οὐ μὴν τῆς τεσσαρακοστῆς ἐμνημόνευσεν ἴσως, ἐπειδὴ ταύτην τινὰ ἀρχὴν τῶν χρονίων ἐνόμιζεν, ἃ δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεται. καὶ γὰρ καὶ αὐτὴν τὴν τριακοστὴν πρώτην καὶ τριακοστὴν τετάρτην καὶ πρὸ αὐτῶν τὴν εἰκοστὴν ἑβδόμην σπανίως ἔστιν ἱδρῶσι κρινούσας εὑρεῖν.
§37
Ὅτι μὲν οὖν οὕτω γίνεται πολλάκις ἡ πεῖρα διδάσκει. τίς δ’ ἡ αἰτία τοῦ γινομένου σκεπτέον. ἀπορώτατον γὰρ εἶναι δοκεῖ πυρετοῦ θερμοτάτου κατέχοντος τὸν ἄνθρωπον ἱδρῶτα ψυχρὸν γίγνεσθαι. ὅτι μὲν οὖν ἐν ἄλλοις χρὴ μέρεσι τοῦ σώματος εἶναι τὴν σφοδρὰν θερμασίαν, ἐξ ἄλλων δὲ κενοῦσθαι τοὺς ψυχροὺς ἱδρώτας εὔδηλον. ἐθερμάνθησαν γὰρ ἂν εἴπερ ἐκ τῶν θερμοτάτων ἐφέροντο. κενοῦνται δὲ ἐκ τοῦ αὐτοῦ δέρματος οἱ ἱδρῶτες, ὅπερ ἐγχωρεῖ ψυχρὸν εἶναι, διακαιομένων τῶν ὑπ’ αὐτό. σηπομένων γάρ τινων χυμῶν ἐδείχθησαν ὀξέες γινόμενοι πυρετοί. σήπονται δ’ οὗτοι πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι, πολλάκις δ’ ἐν τοῖς ἀγγείοις μόνοις. ὅταν οὖν ποτε συμβῇ δύο ταῦτα, τοὺς μὲν ἐν τοῖς ἀγγείοις χυμοὺς σήπεσθαι, τὴν δὲ τὰ στερεὰ μόρια διοικοῦσαν φύσιν, ἥτις ἐστι καθ’ Ἱπποκράτην τὸ ἔμφυτον θερμὸν, ἤτοι γε ἐσβέσθαι παντάπασιν ἢ πλησίον ἥκειν σβέσεως, τὰ μὲν ἐκ τούτων κενούμενα ψυχρὰ φαίνεται. τὴν δ’ ἐπὶ τῇ σήψει θερμασίαν οὐδὲν κωλύει σφοδροτάτην εἶναι. καὶ διὰ τοῦτο ὀλέθριον τὸ σημεῖον, ἐνδεικνύμενον ἐν τῷ τοῦ ζώου σώματι πλεονεκτεῖν ὑγρῶν πλῆθος, ψυχρῶν τοσοῦτον ὡς μήθ’ ὑπὸ τῆς ἐμφύτου μήθ’ ὑπὸ τῆς πυρεκτικῆς ἐκθερμαίνεσθαι. χλιαρῶν μέντοι πυρετῶν ὑπαρχόντων ἐγχωρεῖ σωθῆναι τὸν ἄνθρωπον ἐν χρόνῳ πλείονι τοῦ ψυχροῦ πλήθους πεφθέντος καὶ κρατηθέντος ὑπὸ τῆς φύσεως. ὁ μὲν γὰρ ὀξὺς πυρετὸς αἴτιόν ἐστι καὶ σημεῖον δὲ ὀλεθριώτατον· αἴτιον μὲν, ἐπειδὴ πέφυκε διαλύειν τὰ σώματα, σημεῖον δὲ, ὅτι τὸ πλῆθος τῶν ὑγρῶν ἐνδείκνυται ὅτι ψυχρότατον ὑπάρχει, ὅπου γε μηδ’ ὑπὸ τῆς τοῦ πυρετοῦ μεταβάλλεται θερμότητος. ὁ δ’ οὐκ ὀξὺς, ἀλλὰ μέτριος πυρετὸς ἐπιτρέπει χρόνῳ πλείονι πρὸ τῆς φύσεως πεφθῆναι τὸ πλῆθος, ὡς ἂν μὴ φθάνων διαλύειν τὸ ζῶον. σημεῖον δ’ οὐκ ἔστιν οὕτως ὀλέθριον ὡς ὁ σφοδρός. ἐγχωρεῖ γὰρ ἐν χλιαρῷ πυρετῷ, κἂν μετρίως ψυχρὸν ᾖ τὸ πλῆθος, ἀνεκθέρμαντον μένειν.
§38
Εἴπερ γὰρ εἰς ὅλον ἡ νόσος ἐξέτατο τοῦ ζώου τὸ σῶμα καὶ τὴν κένωσιν ἂν ἐξ ἅπαντος ὁμοίως ὁμότιμον ἐποιεῖτο. γίγνονται μὲν γὰρ οἱ ἱδρῶτες ἤτοι τῆς φύσεως ἐκκενούσης τὰ περιττὰ, ἡνίκα καὶ κρίνουσι χρηστῶς, ἢ καὶ τῷ μὴ στέγεσθαι κατὰ τὸ σῶμα, τῷ λόγῳ τοῦ νοσήματος. ὁποτέρως δ’ ἂν γένωνται, τὴν τῶν πεπονθότων μερῶν ἐκκρίνουσιν ὑγρότητα.
§39
Ἐν ᾧπερ ἂν ἢ μορίῳ τοῦ σώματος ἐπίσημος ἤτοι θερμότης ἢ ψύξις, ἐν τούτῳ καὶ τὴν νόσον ἀναγκαῖον ὑπάρχειν. ἐξέστηκε γὰρ τοῦτο δηλονότι τῆς κατὰ φύσιν εὐκρασίας, ἥτις ἐστὶν ἡ ὑγίεια.
§40
Αἱ ποικίλαι διαθέσεις ἀεὶ χρονιώτεραι γίγνονται τῶν μονοειδῶν, ἀδυνατούσης δηλονότι τῆς φύσεως ἐν ὀλίγῳ χρόνῳ κατεργάζεσθαι τὰς πολλὰς διαθέσεις.
§41
Ἔνιοι γράφουσιν οὕτω τὸν ἀφορισμὸν, ἱδρὼς πολὺς ἐξ ὕπνου γιγνόμενος ἄνευ φανερᾶς αἰτίας, ἔνιοι δὲ ἄνευ τινὸς αἰτίης ἑτέρης. ἀλλά γε τὰ τοιαῦτα κἂν μὴ προσγραφῇ νοῆται, μυριάκις ἐν μυρίαις ῥήσεσιν ὑπ’ αὐτοῦ παραλελειμμένα, διὰ τὸ προσυπακούειν ἡμᾶς αὐτὰ, κἂν μὴ ῥηθῇ, μεμαθηκότας γε ἅπαξ παρ’ αὐτοῦ ὅτι διὰ τὴν ἔξωθεν αἰτίαν οὐκ ἐκ τῆς τοῦ σώματος διαθέσεως γιγνόμενα συμπτώματα πρόγνωσιν οὐδεμίαν ποιεῖται ἀσφαλῆ. τούτου μὲν οὖν ἀεὶ χρὴ μεμνῆσθαι, τὸ δὲ κατὰ τὸν προκείμενον ἀφορισμὸν διδασκόμενον ἐν τῇ τοῦ πολὺς προσθήκῃ μάλιστά ἐστιν. εἰ γὰρ μὴ πολὺς ἱδρὼς ᾖ, δύναιτ’ ἂν καὶ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν καὶ διὰ τὴν τοῦ σώματος ἀραιότητα γίγνεσθαι. τὸ γὰρ πλῆθος ὑπ’ αὐτοῦ δυοῖν θάτερον, ἤτοι διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν ἢ διὰ τὴν τῶν ἔμπροσθεν ὑπάρχει. εἰ μὲν διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν, κωλυτέον πολλὰ λαμβάνειν, εἰ δὲ διὰ τὴν τῶν ἔμπροσθεν, κενωτέον.
§42
Περὶ μὲν οὖν τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γιγνομένων ἱδρώτων ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν ἐν ὅλῳ χρόνῳ τοῦ νοσήματος ἐπιφαινομένων ἀκρίτως ἐν τῷδε δηλοῖ, χαλεπωτέρους μὲν εἶναι λέγων τοὺς ψυχροτέρους, ἧττον δὲ τούτων μοχθηροὺς τοὺς θερμούς. ἀμφότεροι μὲν γὰρ ἐνδείκνυται πλῆθος, ἀλλ’ οἱ μὲν ἕτεροι ψυχρὸν, οἵ γε καὶ χείρους εἰσὶν, οἱ δὲ ἕτεροι θερμὸν, ἧττον ἐκείνων ὄντες ὀλέθριοι πυρετοί.
§43
Ὅτι τὸ διαλείπειν ὁ Ἱπποκράτης ἐπὶ τῶν εἰς ἀπυρεξίαν παυομένων παροξυσμῶν λέγει δῆλον ἐποίησεν ἐν τῷδε τῷ ἀφορισμῷ, τοὺς ὁπωσοῦν διαλείποντας τῶν διὰ τρίτης παροξυνομένων ἀκινδύνους ἀποφαινόμενος. μόνοι γὰρ οἱ εἰς ἀπυρεξίαν λήγοντες ἐξ αὐτῶν εἰσιν ἀκίνδυνοι, κἂν σφοδρότατον ποιῶνται τὸν παροξυσμὸν κἂν ἱκανῶς μακρόν. ἐὰν μὲν γὰρ οὗτος ᾖ βραχὺς, ὡς ἐν τοῖς ἀκριβέσι τριταίοις ἐστὶν ἐλάττονι ἢ τῶν δώδεκα ὡρῶν χρόνῳ περιγραφόμενος, οὐ μόνον ἀκίνδυνος ὁ τοιοῦτός ἐστι πυρετὸς, ἀλλὰ καὶ ταχυκρίσιμος· ἐὰν δὲ μακρότερος ὡς ὡρῶν, εἰ τύχοι, ἡ, ὑπάρχει ἀκίνδυνος μὲν ἔτι καὶ οὗτος, εἰς τοσοῦτον δὲ χρονιώτερος, εἰς ὅσον ὁ παροξυσμὸς αὐτοῦ μείζων ἐστὶν ἢ κατὰ τὸν ἀκριβῆ τριταῖον. εἰκότως δὲ τοὺς εἰς ἀπυρεξίαν τελευτῶντας ἀκινδύνους εἶναί φησιν, ὡς ἂν μήτε διὰ φλεγμονήν τινα γιγνομένους μήτε ἐπὶ κακοήθει σήψει χυμῶν. οὐδέτεροι γὰρ τούτων εἰς ἀπυρεξίαν ἀφικνοῦνται. ὅτῳ δ’ ἂν οὖν τρόπῳ διαλείπῃ σημαίνει ὅτι ἀκίνδυνοι, τουτέστιν, ἐάν τε σφοδροῦ τοῦ παροξυσμοῦ γεγονότος ἐάν τε μακροῦ.
§44
Οὐ διὰ παντὸς οὐδὲ τοῦτο καθάπερ οὐδ’ ἄλλο οὐδὲν τῶν ὁμοίων, ἀλλ’ ὡς τὸ πολὺ δηλονότι φαίνεται συμβαῖνον, ἡ δ’ αἰτία φανερά. διὰ γάρ τοι τὸ πλῆθος ἢ τὸ πάχος ἢ τὴν ψυχρότητα τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἐπὶ πλεῖστον ἐκτείνεται τὰ νοσήματα, χρόνου μακροῦ δεομένων αὐτῶν εἰς τὴν πέψιν. εἰκὸς οὖν ἐστιν ἐπ’ αὐτοῖς καὶ φύματα γίγνεσθαι καὶ κατασκήπτειν εἰς ἄρθρα τὸ περιττόν. εἴτε δ’ ἀντὶ τῶν ἀλγημάτων ἀκούσομεν εἰρῆσθαι τοὺς πόνους εἴτ’ ἀντὶ τῆς βλάβης ἑκάτερον ἔχει τινὰ λόγον. ἄμφω γὰρ ἕπεται τοῖς ἀποσκήμμασιν.
§45
Περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου διδάσκει. τούτοις γὰρ ἐμπιπλαμένοις εἰκός ἐστι γίγνεσθαι πληθωρικὰ περιττώματα καὶ μάλιστα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως.
§46
Οὐ ταὐτόν ἐστιν ἢν ἐπιπέσῃ φάναι καὶ ἢν ἐμπίπτῃ. τὸ μὲν γὰρ ἐπιπέσῃ μίαν καταβολὴν τοῦ ῥίγους δηλοῖ, τὸ δ’ ἐμπίπτῃ πλείονας. ἅπαξ μὲν οὖν ἐπιπεπτωκότος τοῦ ῥίγους οὔπω δῆλον εἴτ’ ὀλέθριος εἴτε χρηστὴ κρίσις ἀκολουθήσει. δύναται μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὀλέθριον γενέσθαι τὸ σύμπτωμα, δύναται δὲ καὶ σφαλερὰ κρίσις, ἀλλ’ ὅμως εἰς ἀγαθὸν τελευτῆσαι. τὸ δὲ πλεονάκις γενέσθαι τὸ ῥῖγος μὴ διαλείποντος τοῦ πυρετοῦ καὶ ἄλλως μὲν οὐκ ἀγαθὸν, ἐπ’ ἀσθενεῖ δὲ τῇ δυνάμει γιγνόμενον ὀλέθριον. εἰ μὲν γὰρ καὶ κένωσίς τις ἕποιτο τῷ ῥίγει διάλειμμα μηδὲν ἐργαζομένη, κατ’ ἄμφω διαλυθῆναι τὸν ἄνθρωπον εἰκὸς, οὔτε τῆς δυνάμεως φερούσης τὸν κλόνον τοῦ ῥίγους ὑπό τε τῆς κενώσεως καταλουμένης. εἰ δὲ τὸ ῥῖγος γίγνοιτο μόνον, οὐδεμιᾶς γιγνομένης κενώσεως ἑκατέρως οὐκ ἀγαθὸν τὸ σύμπτωμα. καὶ γὰρ ὡς αἴτιον κακὸν ἅψεται τῆς δυνάμεως καὶ σημεῖον ἔσται μοχθηρὸν ἐνδεικνύμενον ἀῤῥωστίαν ἐσχάτην αὐτῆς, εὐωθυίας μὲν ἐπὶ τοῖς ῥίγεσιν ἐκκρίνειν τοὺς λυποῦντας χυμοὺς, ἀδυνατούσης δ’ αὐτὸ νῦν ποιεῖν.
§47
Ἦν μὲν ἴσως πρέπον ἀφοριστικῇ διδασκαλίᾳ συντομώτερον εἰρῆσθαι πάσας τὰς πονηρὰς ἐκκρίσεις καλῶς ἀποχωρούσας εἰς ἀγαθὸν τελευτᾶν, ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως ἐποίησεν, ἀλλὰ πρῶτον μὲν ἐμνημόνευσε τριῶν γενῶν ἐκκρίσεως, τῆς τε διὰ στόματος καὶ τῆς τῶν διαχωρουμένων καὶ τῆς τῶν οὔρων, εἶτα καὶ τῆς διὰ στόματος αὐτῆς λεπτομερέστερον. οὐ γὰρ ἁπλῶς εἶπε τὰς μοχθηρὰς ἀποχωρούσας καλῶς ἀγαθὰς ὑπάρχειν, ἀλλὰ καὶ κατ’ εἶδος αὐτῶν ἐμνημόνευσεν εἰπών· αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες. εἷς δέ τίς ἐστιν ὁ κοινὸς ἐπὶ πάντων τούτων λόγος, αἱ μοχθηραὶ κενώσεις μοχθηρῶν διαθέσεών εἰσι σημεῖα καὶ γίγνονται πολλάκις μὲν οὕτω, ὡς ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν ἡμῶν οἷς ἰχῶρες ἀποῤῥέουσιν, οὐδὲν ὠφελοῦντες τὴν διάθεσιν, ἐνίοτε δὲ οὕτως, ὡς πῦον ἐξ ἀποστήματος ῥαγέντος, ἐκκαθαιρομένου καλῶς τοῦ πεπονθότος. τεκμήρια δὲ τοῦ καλῶς ἀποκρίνεσθαι μέγιστα μὲν, εἰ πέψις εἴη καὶ ἡ εὐφορία. σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ μετ’ αὐτῶν ὥρα καὶ χώρα καὶ ἡλικία καὶ ἡ τοῦ κάμνοντος φύσις. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς εὑρίσκεται γεγραμμένον, ἐν τισὶ μὲν ὡς προγέγραπται, ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται, ἐν τισὶ δὲ χωρὶς τοῦ μὴ, κατὰ τόνδε τὸν τρόπον, ἢν δέ τι τῶν συμφερόντων ἐκκρίνηται· κατὰ μὲν τὴν προτέραν γραφὴν ὁ λόγος ἔσται τοιοῦτος, ἢν δὲ τι τῶν μὴ συμφερόντων ἐκκρίνεσθαι φαίνηται κενούμενον, οὐκ ἀγαθόν ἐστι· κατὰ δὲ τὴν δευτέραν, ἢν δέ τι τῶν συμφερόντων τῷ ζώῳ καὶ οἰκείων ἐκκρίνηται, οὐκ ἀγαθόν ἐστι. βελτίων οὖν ἡ προτέρα γραφή.
§48
Σκεπτέον εἰ δυνατὸν ἔσται τὰ εἰρημένα συμπτώματα καὶ κατὰ τὸν διαλείποντα γενέσθαι πυρετόν. ἐγὼ μὲν γὰρ οὔτ’ εἶδον οὔτ’ ἐπινοῶ. φαίνεται δὲ μόνον τοῖς ὀλεθρίοις ὑπάρχοντα καύσοις ἢ εἰ βούλοιο καλεῖν ἑτέρως, τοῖς κακοηθεστάτοις, οἷον λιπυρίαις· ἄλλος δ’ οὐδεὶς πυρετὸς διακαίει τὸ βάθος ἐψυγμένου τοῦ δέρματος. οὔτε γὰρ ὁ ἐπιεικὴς καῦσος οὔθ’ ὁ τριταῖος, οἵπερ ἁπάντων εἰσὶ πυρετῶν θερμότατοι. ἔοικεν οὖν οὐχ ἕνεκα διορισμοῦ προσκεῖσθαι τῷ κατὰ τὸν ἀφορισμὸν τὸ ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἀλλ’ ὁμοίως εἰρῆσθαι τῷ σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οὐχ ὡς καὶ ἄλλοθί που τοῦ σώματος ὄντων σπονδύλων, ἀλλ’ ὥσπερ εἰ καὶ οὕτως εἶπε, σπόνδυλοι δὲ οἷς ὑπάρχει κατὰ ῥάχιν εἶναι, καὶ νῦν οὕτως ἀκουσόμεθα τοῦ λόγου. τὸ διακαίεσθαι τὸ βάθος ἐψυγμένου τοῦ δέρματος ὀλέθριόν ἐστι. γίγνεται δὲ τοῦτο κατά τινας τῶν μὴ διαλειπόντων πυρετῶν. αἰτία δ’ αὐτοῦ τοιάδε τίς ἐστιν· ὅταν ἤτοι φλεγμονή τίς ἐστιν ἰσχυρὰ κατά τι τῶν ἐν βάθει μορίων ἢ ἐρυσίπελας συστῇ, πᾶν ἐπὶ τὸ πεπονθὸς μέρος ἐξ ὅλου τοῦ σώματος ἕλκεται τὸ αἷμα καὶ διὰ ταῦτα μὲν διακαίεται τὸ βάθος, ἀποψύχεται δὲ τὸ δέρμα, καθάπερ ἐν ταῖς ἐπισημασίαις.
§49
Αἱ διαστροφαὶ τῶν μορίων γίγνονται τεινομένων τε καὶ συνελκομένων ἐπὶ τὰς ἰδίας ἀρχὰς τῶν εἰς αὐτὰ καθηκόντων νεύρων, αὐτό τε τὸ τείνεσθαι φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ξηρότησι καὶ ψύξεσιν ἀμέτροις ἕπεται. χαλεπὰ δὲ ταῦτά ἐστιν ὁπόταν τῆς τῶν νεύρων ἀρχῆς πλησίον συνίστηται. διὸ κἀπειδὰν ὅ τε πυρετὸς ᾖ συνεχὴς καὶ ὁ κάμνων ἀσθενὴς, ἐγγὺς εἶναι τὸν θάνατον εἰκός ἐστι, ἔτι δὲ μᾶλλον, ὅταν ἢ μὴ ἀκούῃ τις ἢ μὴ βλέπῃ, διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀῤῥωστίαν.
§50
Γίγνεται μὲν ἐνίοτε καὶ διὰ μίαν αἰτίαν ἀμφότερα, δύσπνοια καὶ παραφροσύνη, πεπονθότος τοῦ ἐγκεφάλου καὶ φαίνεται τηνικαῦτα τὸ πνεῦμα, καθάπερ αὐτὸς εἶπεν ἐν τῷ προγνωστικῷ, μέγα τε καὶ διὰ πολλοῦ, τουτέστι μέγα τε καὶ ἀραιόν, ἐγχωρεῖ δὲ καὶ διά τι τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθὸς γενέσθαι τὴν δύσπνοιαν. αἵ τε γὰρ πλευρίτιδες καὶ περιπνευμονίαι τά τ’ ἄλλα τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη δύσπνοιαν ἐργάζεται. κινδυνώδη δὲ ταῦτα πάντα ἐστὶ καὶ μάλιστα μετὰ συνεχοῦς πυρετοῦ. καὶ γὰρ καὶ γίγνεσθαι πέφυκεν ἀεὶ μετὰ τοιούτου, ὥστε κἀνταῦθα τὸ ἐν πυρετῷ μὴ διαλείποντι κατὰ τὸν αὐτὸν ἔοικε λόγον εἰρῆσθαι τῷ κατὰ τὸν ἔμπροσθεν ἀφορισμόν.
§51
Πρόδηλος ὁ λόγος καὶ ἴσως οὐδὲ Ἱπποκράτους δεόμενος. ἐν αὐτῷ γὰρ τῷ μὴ λύεσθαι κατὰ τὰς πρώτας κρισίμους εὔδηλον ὡς χρονίζει τὰ τοιαῦτα παθήματα.
§52–69
§52
Εἴρηται κἀν τῷ προγνωστικῷ τὸ δακρύειν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ὅταν γε δηλονότι μηδὲν ᾖ πεπονθὸς αὐτὸς ὁ ὀφθαλμὸς ἴδιον ἐξαίρετον πάθος, οἷον ὀφθαλμίαν ἢ τραχύτητα περὶ τὰ βλέφαρα ἤ τι τοιοῦτον. ἀῤῥωστία γάρ τις ἐμφαίνεται τῆς καθεκτικῆς δυνάμεως, ἐπειδὰν μηδενὸς ὄντος τοιούτου δακρύουσιν. οὐκ ὀρθῶς δὲ ἀτοπώτερον γέγραπται παραβλητικῶς· ἄμεινον γὰρ ἦν ἀπολελυμένως ἄτοπον εἰρῆσθαι, καί μοι δοκεῖ τὸ σφάλμα τοῦ πρώτου βιβλιογράφου γεγονέναι μᾶλλον ἢ Ἱπποκράτους αὐτοῦ.
§53
Οὐδὲ γὰρ οὐδὲ γενέσθαι δύνανται ταῦτα τὰ περίγλισχρα χωρὶς πολλῆς θερμασίας ὑγρότητα φλεγματικωτέραν ξηραινούσης.
§54
Ξηρὰς ὀνομάζουσι βῆχας ἐφ’ ὧν οὐδὲν ἀναπτύεται, γίγνονται δὲ ποτὲ μὲν ἐπὶ δυσκρασίᾳ τῶν ἀναπνευστικῶν ὀργάνων, ἔστι δ’ ὅτε ἐπὶ τραχύτητι τῆς φάρυγγος ἥ τινος ὑγροῦ λεπτοῦ τε καὶ ὀλίγου καταῤῥέοντος. ὅ τι δ’ ἂν ᾖ τούτων, ἐπιτέγγεταί πως τὰ περὶ τὴν ἀρτηρίαν χωρία καὶ διὰ ταῦθ’ ἧττον γίγνονται διψώδεις. καὶ γὰρ ἐὰν τραχύτης ᾖ μόνη, διὰ τὴν ἐν τῇ βηχὶ κίνησιν ἐκ τῶν πλησίον ἕλκεταί τις ὑγρότης. οὕτω δὲ κἂν ᾖ δυσκρασία μόνη.
§55
Ἐφήμεροι πυρετοὶ πάντες πρὸς αὐτοῦ καλοῦνται ὅσοι κατὰ τὸν ἴδιον λόγον ἡμέρᾳ γίγνονται μιᾷ. τοιοῦτοι δέ εἰσι καὶ οἱ ἐπὶ τοῖς βουβῶσιν, ὅταν ἐπὶ φανεροῖς αἰτίοις συστῶσι. τοὺς δ’ ἄλλους βουβῶνας, ὅσοι χωρὶς αἰτίας φανερᾶς ἐγένοντο, ταῖς τῶν σπλάγχνων εἰκός ἐστι συνεισβάλλειν φλεγμοναῖς καὶ διὰ τοῦτο καὶ τοὺς ἅμα αὐτοῖς γιγνομένους πυρετοὺς κακοὺς εἶναι.
§56
Ἐχρῆν τοῦτον τὸν ἀφορισμὸν ἐζεῦχθαι τῷ μικρῷ πρόσθεν εἰρημένῳ, καθ’ ὃν ἔφη, ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων. αὐτός τ’ ἐδήλωσε καὶ ὅπως κακὸν ἔφησε τὸν τοιοῦτον εἶναι καὶ διὰ τίνα αἰτίαν. κακὸς μὲν οὖν ἐστιν, ὅτι πρὸς τῷ μὴ λύειν τὴν νόσον ἔτι καὶ μηκύνειν αὐτὴν δηλοῖ. τὴν δ’ αἰτίαν τοῦ κατὰ τὸν χρόνον μήκους ὑγρότητα πολλὴν εἶναί φησιν, ἣν ἐν χρόνῳ πλείονι διαφερούσης τε καὶ πεττούσης τῆς φύσεως ἀναγκαῖόν ἐστι μηκῦναι τὸ νόσημα.
§57
Ἔστι μὲν δήπου καὶ ὁ τέτανος σπασμὸς, ἀλλ’ οὐ φαίνεται σπώμενα τὰ μόρια κατ’ αὐτὸν, ὅτι κατ’ ἴσον ὀπίσω τε καὶ πρόσω τείνεται καὶ διὰ τοῦτο ἐξαίρετόν ἐστιν ὄνομα τέτανος ὡς εἶναι πάντας τοὺς τρεῖς σπασμοὺς ὀπισθότονον, ἐμπροσθότονον, τέτανον. ἅπαντες δ’ οἱ σπασμοὶ γίγνονται κατ’ αὐτὸν, ὑπὸ κενώσεως ἢ πληρώσεως τῶν νευρωδῶν δηλονότι μορίων. ὅσοι μὲν οὖν ἐπιγίγνονται πυρετοῖς καυσώδεσι σπασμοὶ, τούτους μὲν εἰκός ἐστι διὰ ξηρότητα συνίστασθαι. ὅσοι δ’ ἀπ’ ἀρχῆς ἰδίας εἰσβάλλουσιν, ἐπὶ πληρώσει τὴν γένεσιν ἴσχουσι. τούτοις οὖν τοῖς σπασμοῖς ἐπιγινόμενοι πυρετοὶ τὸ μέν τι διαφοροῦσι τῆς περιττῆς ὑγρότητος, τὸ δέ τι καὶ συμπέττουσι τῆς ὑγρότητος, οἵπερ εἰσὶ καὶ τοῖς ἰατροῖς σκοποὶ τῶν ἰαμάτων. εἰκότως οὖν ὀλέθριοι μὲν οἱ ἐπὶ πυρετοῖς σπασμοὶ, οὐκ ὀλέθριοι δὲ οἱ πρὸ τῶν πυρετῶν.
§58
Ἐδείχθη γὰρ ἐν τῷ περὶ ῥίγους λόγῳ καὶ διὰ τὴν ξανθὴν χολὴν φερομένην ὀξέως διὰ τῶν αἰσθητικῶν σωμάτων ῥῖγος γιγνόμενον. ἐφ’ ὧν δηλονότι καὶ κοιλίαι καταῤῥήγνυνται καὶ ἱδρῶτες καὶ ἔμετοι χολώδεις ἐπιφαίνονται. καθαιρομένης οὖν τῆς τὸν καῦσον ἐργαζομένης χολῆς ἡ λύσις τῷ πυρετῷ. καῦσον γὰρ ἴσμεν γιγνόμενον, ὅταν ἐν θερινῇ ὥρᾳ ἀναξηρανθέντα τὰ φλεβία ἐπισπάσηται δριμέας καὶ χολώδεις ἰχῶρας εἰς ἑαυτά.
§59
Ὁ τριταῖος πυρετὸς τοῦ καύσου κατὰ μὲν τὸν ποιοῦντα χυμὸν οὐ διαφέρει. γίγνονται γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς ἀμφότεροι. διαφέρουσι δὲ πολὺ τῷ τὸν μὲν καῦσον ἐν ταῖς φλεψὶν ἅμα τῷ αἵματι τὴν ξανθὴν χολὴν πλεονάζουσάν τε καὶ ζέουσαν ἔχειν, τὸν δὲ τριταῖον ἐν ὅλῳ τῷ σώματι φερομένην τε καὶ κινουμένην. ἀκριβὴς οὖν ἔσται ὁ τριταῖος ὁ τὴν ἑαυτοῦ φύσιν εἰλικρινῆ διασώζων. διασώζει δὲ ὁ ξανθὴν χολὴν ἔχων, ὡς εἴρηται, πλεονεκτοῦσάν τε καὶ κινουμένην, τήν τε ὥραν θερινὴν καὶ τὸ χωρίον ὁμοίως τῇ ὥρᾳ θερμὸν καὶ ξηρὸν καὶ τὴν ἡλικίαν τοῦ ἀνθρώπου καὶ τὴν κρᾶσιν ὁμοίαν. εὐθὺς δ’ ἂν τῷ τοιούτῳ τριταίῳ καὶ ὁ παροξυσμὸς γίγνοιτο μετὰ ῥίγους καὶ ἡ λύσις αὐτοῦ μεθ’ ἱδρῶτος ἢ ἐμουμένης ἢ ὑπιούσης τῆς ξανθῆς χολῆς ἢ καὶ πάντων ἅμα τούτων γιγνομένων. ἔσται δὲ τῷ τοιούτῳ τριταίῳ καὶ ὁ τοῦ παροξυσμοῦ χρόνος ἐλάττων πολλῷ τοῦ τῆς ἀνέσεως. ἐν δυοῖν γὰρ ἡμέραις καὶ νυξὶ ταῖς ἴσαις συντελουμένης ὅλης αὐτοῦ τῆς περιόδου τὸν ἀκριβῆ τριταῖον οὐκ ἄν ποθ’ εὕροις ἐξωτέρω τῶν δώδεκα ὡρῶν ἐκτείνοντα τὸν παροξυσμόν. τὸν τοιοῦτον οὖν ὁ Ἱπποκράτης φησὶν ἐν ἑπτὰ περιόδοισι κρίνεσθαι τὸ μακρότατον. ὃ γὰρ ἐπὶ τῶν συνεχῶν ἡμέρα μία δύναται, τοῦτο ἐπὶ τῶν διαλειπόντων ὁ παροξυσμός. κατὰ γοῦν τὴν τούτων συναρίθμησιν αἱ κρίσεις αὐτῶν γίγνονται. τοῦτο δ’ ᾐνίξατο μὲν καὶ αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τὸν περὶ τεταρταίων λόγον εἰπών· γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τοῦ τοιούτου κόσμου. τετήρηται δὲ καὶ ἡμῖν ἐπὶ τῶν τεταρταίων αὐτῶν καὶ τῶν τριταίων ἡ κρίσις γιγνομένη κατὰ τὸν τῶν περιόδων ἀριθμὸν οὐ τὸν τῶν ἡμερῶν. εὐθὺς γοῦν ἐπὶ τοῦ τριταίου πυρετοῦ ὁ ἕβδομος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς εἰς τὴν τρισκαιδεκάτην ἡμέραν ἐμπίπτει καὶ κρίνεται πολλάκις ἐν αὐτῷ τὸ νόσημα, μὴ περιμεῖναν τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν. καθάπερ οὖν ἐν τοῖς συνεχέσι νοσήμασι τῶν μὲν ὀξέων νοσημάτων ὅρος ἦν ἡ τεσσαρεσκαιδεκάτη, τῶν δὲ κατοξέων ἡ ἑβδόμη, οὕτως ἐν τοῖς διαλείπουσιν ὁ μακροχρονιώτατος πυρετὸς τριταῖος ὅρον ἔχει τὴν ἑβδόμην περίοδον. ὥσπερ δὲ πάλιν ἐπὶ τῶν κατοξέων ἐνεδέχετο κριθῆναι τὸ νόσημα καὶ κατὰ τὴν πέμπτην ἡμέραν καὶ κατὰ τὴν τετάρτην καὶ κατὰ τὴν τρίτην, οὕτως καὶ τοῦ τριταίου καὶ κατὰ τὰς αὐτὰς περιόδους ἐνδέχεται γενέσθαι τὴν λύσιν, οὐκ ἀναμενούσης τῆς φύσεως τὴν ἑβδόμην περίοδον. ἐνίοτε μὲν οὖν μετὰ προσθήκης ὁ Ἱπποκράτης ἀκριβῆ τριταῖον ὀνομάζει τὸν τοιοῦτον. ἐνίοτε δὲ ἁπλῶς ἀρκεῖται τριταῖον εἰπὼν, ὥσπερ καὶ νῦν ἔθους ὄντος καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησι τὰ τοιαῦτα πάντα πράγματα ἀδιορίστως ὀνομάζειν.
§60
Εἴρηται καὶ πρόσθεν αὐτῷ κώφωσιν γίγνεσθαι, χολωδῶν διαχωρημάτων ἐπισχεθέντων καὶ ἀναδραμόντων ἐπὶ τὴν κεφαλὴν, λύεσθαί τε τὴν τοιαύτην κώφωσιν ἐκταραχθείσης τῆς γαστρός. εἴρηται δὲ καὶ νῦν αὐτῷ τοῦτο καὶ πρὸς αὐτὸ τὸ περὶ τῆς διὰ τῆς ῥινὸς αἱμοῤῥαγίας. καὶ γὰρ καὶ αὕτη λύει κώφωσιν τὴν ἐν πυρετοῖς γιγνομένην, δηλονότι χωρὶς τοῦ πεπονθέναι τι τὸ τῆς ἀκοῆς ὄργανον ἴδιον ἐξαίρετον πάθημα· καὶ οὐδὲν θαυμαστὸν, ἐκκρινομένων τε καὶ μεταβαλλομένων τῶν λυπούντων χυμῶν παύεσθαι τὰ νοσήματα.
§61
Οὐκ οἶδ’ εἰ τοῦτον τὸν ἀφορισμὸν Ἱπποκράτης αὐτὸς ἔγραψε καὶ μὴ τῶν παρεγγεγραμμένων ἐστίν. ἔν τε γὰρ τῷ προγνωστικῷ τὰς κατὰ τετράδα τῶν κρισίμων ἡμερῶν αὐξήσεις τε καὶ συνθέσεις ἐδίδαξε καὶ κατὰ τοῦτ’ αὐτὸ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔν τε ταῖς ἐπιδημίαις οὐ μόνον ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πολλοὺς οἶδε κρινομένους, ἀλλὰ καὶ κατὰ τὴν εἰκοστὴν καὶ τὴν τεσσαρακοστὴν καὶ ἑξηκοστήν καὶ ὀγδοηκοστήν. κρίνει δ’ αὐτῷ καὶ εἰκοστὴ τετάρτη καὶ τριακοστὴ τετάρτη, ὀγδοηκοστή τε καὶ κατ’ ἀρχὰς εὐθέως ἡ τετάρτη. πῶς οὖν νῦν φησιν, εἰ μὴ ἐν περισσῇ ἡμέρᾳ ὁ πυρετὸς παύσεται, μὴ γίνεσθαι πιστὴν τὴν κρίσιν. ἄμεινον οὖν ἀντὶ τοῦ ἐν περισσῇ ἡμέρᾳ, ἐν κριτικῇ γράφειν, ὡς ἐνίοις ἔδοξε. πολλὰ μέντοι τῶν ἀντιγράφων πληθυντικῶς τό τ’ ἐν περισσῇσι καὶ τὸ ἡμέρῃσιν ἔχει γεγραμμένα.
§62
Ἴκτερος μὲν ἐνίοτε γίγνεται καὶ κριτικὸς, ἀποτιθεμένης τῆς φύσεως εἰς ὅλον τὸ σῶμα καὶ μάλιστα πρὸς τὸ δέρμα τὴν ξανθὴν χολήν. γίγνεται δὲ καὶ σύμπτωμα κακοπραγοῦντος τοῦ ἥπατος. αἱ κακοπραγίαι δ’ αὐτοῦ τρεῖς εἰσιν, ἐφ’ αἷς ἴκτερος εἴωθεν ἐπιγίγνεσθαι, σκίῤῥος καὶ φλεγμονὴ καὶ ἔμφραξις. ἀλλὰ σκίῤῥος μὲν χρόνιον νόσημα, φλεγμονὴ δὲ καὶ ἔμφραξις καὶ ἐξαίφνης δύναται γενέσθαι. καὶ δὴ καὶ οἱ πρὸ τῆς ἑβδόμης ἡμέρας ἴκτεροι κατά τι τούτων γίγνονται. θᾶττον γὰρ οὐχ οἷόν τε κριτικῶς ἀναχυθῆναι τὴν χολὴν εἰς τὸ σῶμα. τὸ μὲν οὖν πρὸ τῆς ἑβδόμης ἡμέρας κακὸν εἶναι τὸν ἴκτερον ἀληθὲς, οὐ μὴν τό γε μετὰ τὴν ἑβδόμην ἀκίνδυνον ὁμοίως ἀληθὲς, οὐδ’ εἴρηται νῦν τοῦτο. δύναται γὰρ καὶ φλεγμονὴ καὶ ἔμφραξις ἄχρι πλείονος παραμεῖναι. θᾶττον μέντοι τῆς ἑβδόμης ἀναχυθῆναι τὴν χολὴν κριτικῶς ἀδύνατόν ἐστιν. ἔν τισι δὲ τῶν ἀντιγράφων πρόσκειται τῷ ἀφορισμῷ κατὰ τὸ τέλος, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γίνονται, τῶν προσθέντων αὐτὸ βουλομένων καὶ κατὰ τὴν κοιλίαν ἐκκαθαίρεσθαι τὴν χολήν.
§63
Ἐπειδὴ κινουμένης τῆς χολῆς κατὰ τὴν ὅλην τοῦ σώματος ἕξιν ἐπιγίγνεται ῥίγη καὶ διὰ τοῦτο ἐκκαθαίρεταί τε καὶ κενοῦται καθ’ ἕκαστον παροξυσμὸν, εἰκότως εἰς ἀπυρεξίαν ἀφικνεῖται τὸ διάλειμμα τῶν τοιούτων πυρετῶν. τοῦτο οὖν ἐστιν αὐτὸ τὸ νῦν εἰρημένον, τὸ καθ’ ἑκάστην ἡμέραν οἱ πυρετοὶ λύονται, ὡς εἰ καὶ καθ’ ἡμέραν ἀπυρέτους γίγνεσθαι τοὺς κάμνοντας εἰρήκει. ὥσπερ δὲ εἰ καθ’ ἡμέραν γίγνοιτο τὰ ῥίγη, καθ’ ἡμέραν οἱ πυρετοὶ παύοιντο, οὕτω δηλονότι καὶ εἰ διὰ τρίτης καὶ εἰ διὰ τετάρτης, ὅπερ ἀμέλει καὶ φαίνεται γιγνόμενον ἐπί τε τῶν τριταίων καὶ τεταρταίων περιόδων, ἐφ’ ὧν οἱ μὲν πυρετοὶ λύονταί τε καὶ πάλιν γίγνονται. μένει δέ τις ἐν τῷ σώματι παρὰ φύσιν διάθεσις, ἐφ’ ἧς κατὰ περίοδον οἵ τ’ ἄλλοι πυρετοὶ καὶ τὰ νοσήματα γεννῶνται.
§64
Ὁ πρὸ τούτου γεγραμμένος ἀφορισμὸς ἀτάκτως μοι δοκεῖ παρεγκεῖσθαι. βέλτιον γὰρ ἦν συνῆφθαι τὸν νῦν εἰρημένον ἀφορισμὸν ἐκείνῳ, καθ’ ὅν φησιν· οἷσιν ἂν ἐν πυρετῷ ἴκτερος ἐπιγένηται πρὸ ἑπτὰ ἡμερῶν, κακόν· ἵν’ ὁ σύμπας λόγος γένηται τοιοῦτος, πρὸ μὲν τῶν ἑπτὰ ἡμερῶν ἴκτερον γενέσθαι κακὸν πάντως, μετὰ δὲ τὰς ἑπτὰ χρηστόν· εἰ μή τι τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν εἴη, τουτέστιν εἰ μή τις ἐν τῷ σπλάγχνῳ ἤτοι τῷ ἥπατι κακοπραγία τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ὑπάρχει. καθαιρομένου γὰρ ἐν αὐτῷ τοῦ αἵματος καὶ τῆς χολῆς μεταλαμβανομένης ἐκ τῶν φλεβῶν εἰς τοὺς χοληδόχους πόρους, ἐάν τε ἔμφραξίς τις γένηται, κατά τι τῶν μεταλαμβανόντων χωρίων, ἐάν τε φλεγμονή τις ἢ σκίῤῥος, ἀνάγκη πᾶσα μήτε καθαίρεσθαι τὸ αἷμα καὶ συναναφέρεσθαι τὴν χολὴν αὐτῷ πάντῃ σώματος, ἐντεῦθέν τε τὸν ἴκτερον γίγνεσθαι.
§65
Ὅτι μὲν οὖν οὐ μόνον τὸ σφύζον ἐξ ἑαυτοῦ κατὰ φύσιν σπλάγχνον, ἀλλὰ καὶ τὸ στόμα τῆς γαστρὸς οἱ παλαιοὶ καρδίαν ὠνόμαζον ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, ὥσπερ γε καὶ ὅτι καρδιαλγίαν τὰ τούτου τοῦ μέρους ἀλγήματα προσαγορεύουσι. τό γε μὴν καρδιώσσειν οἱ πλεῖστοι μὲν τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς ταυτὸν ἡγοῦνται σημαίνειν τῷ καρδιαλγεῖν. ἔνιοι δὲ τῆς καρδίας αὐτῆς, λέγω δὴ τοῦ σπλάγχνου, καρδιωγμὸν δηλοῦσθαί φασιν, ἐξηγούμενοί τε κίνησίν τινα φασὶ παλμώδη τὸν καρδιωγμὸν εἶναι. τὸ μὲν οὖν ἰσχυρὸν καῦμα τῆς κοιλίας ὑπὸ τῆς ξανθῆς χολῆς ζεούσης ἐν τοῖς χιτῶσιν αὐτοῖς γίγνεται. κατὰ λόγον δὲ τοῖς οὕτω διακειμένοις καὶ τὸ στόμα τῆς γαστρὸς δάκνεται καὶ διὰ τοῦτο κακόν ἐστι τὸ σύμπτωμα. εἰ δὲ καὶ τὴν πυκνὴν καὶ ταχεῖαν κίνησιν τῆς καρδίας καὶ μάλισθ’ ὅταν ᾖ καὶ παλμώδης, ἀκούοι τις εἰρῆσθαι καρδιωγμὸν, ἔσχατον ἤδη τοῦτο κακόν ἐστι, σημαῖνον ἐκπεπυρῶσθαι τὴν ζωτικὴν ἀρχήν.
§66
Οἱ σφοδροὶ πυρετοὶ παραπλησίως πυρὶ ξηραίνοντες τὰ νεῦρα τείνουσί τε καὶ σπῶσι καὶ κατὰ τοῦτο ἐπιφέρουσιν ὀλεθρίους σπασμούς. ἐνίοτε δὲ καὶ αὐτὰ τὰ σπλάγχνα κατὰ τὴν τοιαύτην διάθεσιν ὀδυνᾶται τῷ σφοδρῷ τῆς φλογώσεώς τε καὶ ξηρότητος, καὶ διὰ τοῦτο κακὴν εἶναί φησιν αὐτὴν, ἔτι δὲ μᾶλλον κακὴ ἔσται τῶν πόνων ἰσχυρῶν γιγνομένων. ἴσμεν δὲ δήπου καὶ διὰ φλεγμονὴν ἢ ἐρυσίπελας ἢ ἔμφραξιν ἰσχυρὰν ἢ ἀποστήματα ἐν τοῖς σπλάγχνοις ὀδύνας γιγνομένας. ἀλλὰ νῦν οὐκ εἰκὸς αὐτῷ τὸν λόγον ὑπὲρ ἐκείνων εἶναι. προφανής τε γὰρ ὁ ἐπ’ αὐτῆς κίνδυνός ἐστι καὶ οὐκ ἐξ ἀνάγκης συνημμένος σπασμῷ, καὶ τὸ ἐν πυρετοῖς εἴωθε λέγειν ὁ Ἱπποκράτης ἀντὶ τοῦ πυρετικοῖς νοσήμασιν, ὅταν αὐτοῖς πάθος ὑπάρχωσιν οἱ πυρετοὶ καὶ μὴ σύμπτωμα μορίου πεπονθότος τι τῶν προειρημένων παθῶν.
§67
Εἴρηται μὲν ὑπ’ αὐτοῦ καὶ πρόσθεν ὅτι ὁ μὲν βλάπτων τὸν ἄῤῥωστον ὕπνος θανάσιμος ὑπάρχει, ὁ δὲ μὴ βλάπτων οὐ θανάσιμος. ἔνθα καί παράδειγμα τοῦ λόγου προσθεὶς εἶπεν· ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν· ὡς ὄντος τινὸς ὕπνου τοῦ μήτε παύοντος παραφροσύνην, παροξύνοντος δ’ ἐνίοτε καὶ γεννῶντος. ἀλλὰ καὶ νῦν ἕτερα παραδείγματα τῆς ἐξ ὕπνου βλάβης εἶπε τοὺς φόβους καὶ τοὺς σπασμούς. γράφουσι δ’ οὐ φόβους, ἀλλὰ πόνους ἔνιοι, καὶ μέντοι καὶ τεθεάμεθα πολλάκις ἐν ὀλεθρίοις νοσήμασι καὶ φόβους καὶ πόνους καὶ σπασμοὺς ἔξ ὕπνου γενομένους. ἔοικε δὲ τοῦτο συμβαίνειν, ὅταν ἐν τοῖς ὕπνοις ἐπὶ τὸν ἐγκέφαλον ὁ λυπῶν ἀφίκηται χυμὸς, ἔσω κινουμένης τηνικαῦτα τῆς φύσεως μᾶλλον ἤπερ ἔξω. καὶ μέντοι καὶ ὥσπερ ἐπὶ τῇ τροφῇ κατενεχθέντες εἰς ὕπνον πληροῦνται τὴν κεφαλὴν, οὕτω κἀν ταῖς πληθωρικαῖς διαθέσεσιν οἱ ὕπνοι πληροῦντες αὐτὴν βαρύνουσι τὸν ἐγκέφαλον. ἐὰν μὲν οὖν μελαγχολικώτερον ᾖ τὸ πλῆθος, οἱ φόβοι γίγνονται, μὴ τοιούτου δὲ ὄντος οἱ πόνοι τε καὶ οἱ σπασμοὶ, καὶ οἱ ὕπνοι δὲ δηλονότι διὰ παντὸς ἂν ἔβλαπτον, ὅσον ἐπὶ τὸ συῤῥεῖν εἰς τὸ βάθος τε καὶ τὰ σπλάγχνα τὴν ὕλην, εἰ μὴ τῷ τῆς πέψεως λόγῳ πλέων εἶχε τὸ τῆς ὠφελείας ἤπερ τὸ τῆς βλάβης ἐστὶν ἐκ τῆς ἔσω ῥοπῆς. οὐ μόνον δὲ κατὰ τὸν ἐγκέφαλον αὐτὸν ἀθροιζόμενοι μοχθηροὶ χυμοὶ τοιαῦτα συμπτώματα φέρουσιν, ἀλλὰ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς, ὅθεν καὶ μᾶλλον ἐν τοῖς ὕπνοις αἱ ἀναθυμιάσεις γίγνονται, μενόντων ἀπέπτων αὐτῶν, ὡς αἵ γε πέψεις τοὺς ὠφελίμους ἐπιφέρουσιν ὕπνους.
§68
Πνεῦμα νῦν ἀκουστέον αὐτὸν λέγειν, ὥσπερ κἀν τῷ προγνωστικῷ τὸ κατὰ τὴν ἀναπνοὴν, ὅπερ ἐπειδὰν προσκόπτῃ, τουτέστιν ἴσχηται μεταξὺ καὶ διακόπτηται, σπασμὸν σημαίνει. καὶ γὰρ καὶ γίγνεται τῶν τὸν θώρακα κινούντων μυῶν καὶ νεύρων ἤδη σπασμωδῶς διακειμένων. αὐξηθείσης οὖν τῆς διαθέσεως, ἐπιλαβούσης τε πλείονα μόρια σαφὴς σπασμὸς καταλήψεται τὸν ἄνθρωπον. οὔσης δὲ διπλῆς τῆς κατὰ τὴν ἀναπνοὴν κινήσεως ἡ μὲν ἔσω φορὰ τοῦ πνεύματος εἰσπνοὴ προσαγορεύεται, ἡ δ’ ἔξω τὴν ἐναντίαν εἴληφε προσηγορίαν ἐκπνοὴ κληθεῖσα. προσκόπτει δὲ τὸ πνεῦμα ποτὲ μὲν ἡμῶν εἰσπνεόντων, ὥσπερ ὅταν εἴπῃ διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπίπνευσις, ποτὲ δὲ ἐκπνεόντων, ὡς ὅταν εἴπῃ καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορᾷ. ἐν τούτοις μὲν οὖν ἑκατέρου τοῦ μέρους τῆς ἀναπνοῆς ἐμνημόνευσε μόνον, κατὰ δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν ὑπὲρ ὅλης αὐτῆς ἀποφαινόμενος ἔφη τὸ πνεῦμα προσκόπτον, εἴτε κατὰ τὴν ἔσω φορὰν εἴτε κατὰ τὴν ἔξω, εἴτε κατ’ ἀμφοτέρας πάσχει τὸ τοιοῦτον.
§69
Οὐχ ἁπλῶς εἴρηκεν οὖρα παχέα, ἀλλὰ προσέθηκε καὶ θρομβώδεα, δυοῖν θάτερον ἐνδεικνύμενος, ἤτοι τοῦ πάχους τὸ ποσὸν ἢ τὸ τῆς ὑποστάσεως ἀνώμαλόν τε καὶ διεσπασμένον, ὡς καὶ κατὰ περιγραφήν τινα φαίνεσθαι πολλὰς συστάσεις αὐτῶν ὥσπερ θρόμβους. ἔνιοι μὲν οὖν οὐ θρομβώδεα γράφουσιν, ἀλλὰ βορβορώδεα, καθάπερ καὶ ὁ Νουμισιανὸς καὶ ὁ Διονύσιος, εἰ μὲν καὶ δυσωδίαν τινὰ συνενδεικνύμενοι διὰ τῆς λέξεως, πλέον τι τῶν ἄλλων δηλοῦντες. εἰ δ’ ὡς τοῦ πάχους τὸ ποσὸν, οὐδὲν περιττότερον ἐν τῷδε διδάσκοντες. ὅ γε μὴν σύμπας λόγος τοῦ Ἱπποκράτους οὐ φαίνεται περὶ δυσωδῶν οὔρων γιγνόμενος, ἀλλὰ μόνων ὀλίγων τε καὶ παχέων, ὡς ἐκ τῆς ἀντιθέσεως ἔσται δῆλον. πλῆθος γὰρ, φησὶν, ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, ὥστε εἰ καὶ μόνον ἐγέγραπτο τοῦτο, ὅσοις οὖρα παχέα ὀλίγα, μηδὲν ἂν λείπειν τῷ λόγῳ. γίγνεται μὲν οὖν καὶ χωρὶς πυρετοῦ τισιν οὖρα τοιαῦτα, τῆς φύσεως ἐκκαθαιρούσης διὰ νεφρῶν τὰ τοῦ παντὸς σώματος περιττώματα. γίγνεται δὲ καὶ μετὰ πυρετῶν, ἐφ’ ὧν ἴσως ἄν τις ὑπονοήσειε τὴν εἰς τοὐναντίον αὐτῶν μετάπτωσιν οὐκ εἶναι χρηστὴν, ἐπειδὴ τοὐπίπαν ἐν τοῖς πυρετοῖς ἐκ λεπτῶν κατ’ ἀρχὰς τῶν οὔρων ἡ μετάπτωσις εἰς τὸ παχύτερον γίγνεται πρὸς τὴν λύσιν ἰούσης τῆς νόσου, καὶ διὰ τοῦτό μοι δοκεῖ μάλιστα καὶ ὁ ἀφορισμὸς οὗτος αὐτῷ γεγράφθαι, διδάσκοντι τὸ σπάνιον τοῦ πράγματος. ἔστιν ὅτε γὰρ ἤτοι κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἢ οὐ μετὰ πολύ γε τῆς ἀρχῆς, οὖρα γιγνόμενα παχέα διὰ τὸ βάθος ὑπόστασιν ἔχει. τούτοις οὖν τοῖς οὔροις οὐκ ἔστιν ἀγαθὸν σημεῖον ἡ ὑπόστασις, ὥσπερ τοῖς ἄλλοις, ὁπόσα λεπτὰ κατ’ ἀρχὰς ὄντα τῷ λόγῳ τῆς πέψεως ὅλου τοῦ νοσήματος ὑπόστασιν λαμβάνει. τῷ πλήθει δ’ εἰκότως ἐστὶν ὀλίγα τὰ παχέα τῶν οὔρων, ὡς ἂν μόγις διεξερχόμενα τῶν νεφρῶν. ὁπόταν οὖν ἅμα μὲν ἐκκενωθῇ τὸ πλέον τῆς τοιαύτης κακοχυμίας, ἅμα δὲ καὶ πεφθῇ τὸ κατάλοιπον, ἐκκρίνεται τηνικαῦτα λεπτότερα πολὺ τῶν πρόσθεν, ἄμεινον γὰρ οὕτως εἰπεῖν, οὐκ ἀπολύτως ὡς Ἱπποκράτης εἶπε λεπτά. τὰ γὰρ κατὰ φύσιν οὐχ ἁπλῶς ἐστι λεπτὰ, καθάπερ οὐδὲ παχέα, μέσα δ’ ἑκατέρας τῆς ὑπερβολῆς καὶ σύμμετρα ὄντα, παχύτερα μέν ἐστι καὶ λέγεται τῶν ὑδατωδῶν, λεπτότερα δὲ τῶν θρομβωδῶν. πολλὰ δ’ εἰκότως ἐκκρίνεται διὰ τὸ πρόσθεν ἐπέχεσθαι, καθ’ ὃν χρόνον μόγις διεξῄει τὰ παχέα.
§70–76
§70
Τοῦτον ἔνιοι τὸν ἀφορισμὸν τῷ πρὸ αὐτοῦ συνάπτουσιν ὡς μέρος ἐκείνου γράφοντες οὕτως· οἷσιν δ’ ἀνατεταραγμένα τὰ οὖρα, τούτοισι κεφαλαλγίαι. καὶ βούλονται τινὲς μὲν τὸ ἀνατεταραγμένα τὰ ἐναντία δηλοῦν τοῖς προειρημένοις τοῖς λεπτοῖς, τινὲς δὲ παχέσι καὶ θρομβώδεσι, τινὲς δ’ αὐτὰ τὰ ἀνατεταραγμένα ἐξηγοῦνται. ψεῦδός γε μήν ἐστι τὸ τὰ λεπτὰ τῶν οὔρων εἶναι κεφαλαλγικά. φαίνονται γὰρ αἱ κεφαλαλγίαι ποτὲ μὲν προηγούμεναι, ποτὲ δὲ συνοῦσαι τοῖς ἀνατεταραγμένοις οὔροις. ὁποῖα δ’ ἐστὶ ταῦτα σαφῶς ἐδήλωσεν εἰπὼν, οἶον ὑποζυγίου καὶ γίγνεται τοιαῦτα παχείας τε καὶ πυκνῆς ὕλης ὑπὸ θερμοῦ κατεργαζομένης. αὗται γὰρ μάλιστα καὶ πρὸς τῆς ἔξω θερμασίας φαίνονται πνευματούμεναι, καθάπερ ἄσφαλτος καὶ πίσσα καὶ ῥητίνη. τινὰ μὲν οὖν τῶν τοιούτων οὔρων ἐπὶ πλεῖστον ἀνατεταραγμένα μένει, τινὰ δ’ ὑπόστασιν ἴσχει παχεῖαν διὰ ταχέων καὶ δηλοῖ βραδέως λυθήσεσθαι τὸ νόσημα. τὰ δ’ ἕτερα τὰ μὴ καθιστάμενα σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει μηκύνεσθαι τὸ νόσημα δηλοῖ, σὺν ἀσθενεῖ δὲ τεθνήξεσθαι τὸν κάμνοντα. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἴρηταί μοι, διότι χρήσιμά ἐστιν· ἃ δ’ εἰς αὐτὸν τὸν ἀφορισμὸν ἔτι χρὴ εἰπεῖν ἐστὶ τοιαῦτα. τοῖς ἀνατεταραγμένοις οὔροις ἐξ ἀνάγκης αἱ κεφαλαλγίαι, καθὼς προεῖπεν ὁ Ἱπποκράτης, ἢ σύνεισιν ἢ ἔσονται, ἐπειδὴ τὸ φυσῶδες πνεῦμα μετὰ τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἑτοίμως ἀναφέρεται, οὐ μὴν εἴ τις ἐκεφαλάλγησεν ἢ κεφαλαλγεῖ, τούτῳ πάντως τοιαῦτα τὰ οὖρά ἐστι. γίγνονται γὰρ αἱ κεφαλαλγίαι καὶ διὰ θερμότητα μόνην, ἐνίοτε δὲ καὶ διὰ τὴν ξανθὴν χολὴν, ἤτοι γε ἐν τῇ κεφαλῇ περιεχομένην ἢ ἐν τῇ γαστρὶ καὶ διὰ πλῆθος ὑγρῶν κατειληφὸς τὴν κεφαλὴν καὶ δι’ ἔμφραξίν τινα τοπικὴν ἢ πνεύματος φυσώδους ἐν αὐτῷ τῷ μορίῳ τὴν γένεσιν ἔχοντος, ὧν οὐδεμία τοιοῦτον οὖρον ἐπιφέρει ἐξ ἀνάγκης.
§71
Ὥσπερ ἐν ἄλλοις πολλοῖς ἐπεδείξαντο τῆς Ἱπποκράτους τέχνης ἑαυτοὺς ἀμαθεῖς ὄντας οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὕτω κἀν τῷδε. νομίζουσι γὰρ προσκεῖσθαι τῷ ἀφορισμῷ τὸ καὶ τἄλλα κατὰ λόγον, ὅσα περὶ ὕπνους ἢ ἐγρήγορσιν ἢ ἀναπνοὴν ἢ ἀνάκλησιν ἢ διανάστασιν, ἤ τι τοιοῦτον ἄλλο τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων, ἵνα εἰ ταῦτα πάντα φαίη καλῶς γιγνόμενα, τὴν κρίσιν ἔσεσθαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐλπίζοιμεν. ἀγνοεῖν δ’ ἐοίκασι τὰ μέγιστα τῶν προγνωστικῶν κεφαλαίων. ἀγρυπνοῦσί τε καὶ ὡς τὰ πολλὰ καὶ δυσφοροῦσι καὶ πυρέττουσι σφοδρότερον οἱ κάμνοντες, ὅσῳ περ ἂν ἐγγυτέρω τῆς κρίσεως ἀφίκωνται. πολλοὶ δ’ αὐτῶν καὶ δυσπνοοῦσιν ἐγγυτέρω τῆς κρίσεως. οὔκουν δεῖται τοῦτο διὰ τῶν οὔρων φανὲν σημεῖον ἄνευ τῶν εἰρημένων συμπτωμάτων εἰς πιστοτέραν ἐλπίδα τῆς μελλούσης ἔσεσθαι κρίσεως, σημεῖον ἐν οὔροις, ἀλλ’ ἕτερα πολλὰ συνεχέστερον αὐτοῦ φαινόμενα, περὶ ὧν ἐοίκασιν οὐδὲν γιγνώσκειν οἱ τολμῶντες ἐξηγεῖσθαι τὰ Ἱπποκράτους συγγράμματα, πρὶν ἐκμαθεῖν ἅπασαν αὐτοῦ τὴν τέχνην. οὔσης γὰρ τῆς τετάρτης ἡμέρας ἐπιδήλου, καθάπερ αὐτὸς ἐδήλωσε, καὶ μηνυούσης ὁποία τις ἡ ἑβδόμη γενήσεται πᾶν ὅ τί περ ἂν ἐν αὐτῇ πρώτῃ φανῇ σημεῖον ἀξιόλογον πέψεως, τὴν ἐσομένην κρίσιν ἐπὶ τῆς ἑβδόμης δηλοῖ, ὥστ’ οὐ μόνον ἐρυθρά τις ἐπιφανεῖσα νεφέλη πρότερον οὐ γεγενημένη σημαίνει τὴν κρίσιν, ἀλλὰ καὶ ἡ λευκὴ πολὺ μᾶλλον αὐτῆς. ἔτι δὲ μᾶλλον ἐναιώρημα λευκὸν ὁμαλόν τε καὶ συνεστηκός. εἰ δ’ ὀξέως πάνυ κινοῖτο τὸ νόσημα καὶ ἡ τῆς χρόας μεταβολὴ καὶ ἡ τῆς συστάσεως, ἱκανὰ σημεῖα τῆς μελλούσης ἔσεσθαι κρίσεως. τὸ γοῦν λεπτὸν οὖρον εἰ συμμέτρως γένηται παχὺ καὶ τὸ λευκὸν ἢ ὠχρὸν, ἐν τοιούτῳ νοσήματι προδηλοῖ τὴν κρίσιν. ἑνὸς μὲν οὖν ὀνομαστὶ σημείου τοῦ κατὰ τὴν ἐρυθρὰν νεφέλην ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ἀξιοῖ δ’ ὡς τοῦτο καὶ τἄλλα κατὰ λόγον ἡμᾶς ἐννοεῖν, ὅσα σημαίνει μελλούσας ἔσεσθαι κρίσεις. ἔστι δὲ ταῦτα τὰ κατὰ τὰς ὑπ’ αὐτοῦ καλουμένας ἐπιδήλους τε καὶ θεωρητὰς ἡμέρας ἐπιγινόμενα ἢ δι’ οὔρων ἢ διαχωρημάτων ἢ πτυσμάτων. ἀεὶ μὲν γὰρ ἅπαντα τὰ τοιαῦτα δηλοῖ κρίσεις, οὐκ ἀεὶ δὲ τὰς ἀγαθάς. μόνοις γὰρ τοῖς τῆς πέψεως σημείοις ἐν ταῖς θεωρηταῖς ἡμέραις ἐπιφανεῖσιν ἀγαθαὶ προδηλοῦνται κρίσεις. ἡ μὲν οὖν διάνοια τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου τοιαύτη τίς ἐστιν, ἐμνημόνευσε δὲ τῆς ἐρυθρᾶς νεφέλης, ὡς σπανίου σημείου. λευκαὶ μὲν γὰρ συνεχέστατα φαίνονται καί εἰσιν ἐναργέστερον πέψεως σημεῖον, αἱ δὲ ἐρυθραὶ σπανίως γίγνονται καὶ εἰ μὴ νῦν ὑφ’ Ἱπποκράτους εἴρηντο καὶ αὗται κατὰ τὰς ἐπιδήλους ὁρώμεναι μέλλουσαν ἐπαγγέλλεσθαι κρίσιν, ἴσως ἄν τις οὐδὲ προσεδόκησε τοιαύτην ὑπάρχειν αὐταῖς δύναμιν, εἴ γε γοῦν τὸ ἐρυθρὸν χρῶμα σωτήριον μὲν εἶναί φησι, χρονιώτερον δὲ. λέγει γὰρ ἐν προγνωστικῷ κατὰ λέξιν οὕτως· εἴ γε εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολὺ χρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίνεται, σωτήριον δὲ κάρτα. ἆρ’ οὖν ἐν τετάρτῃ τῶν ἡμερῶν ἡ τοιαύτη νεφέλη φανεῖσα δηλώσει τὴν ἐπὶ τῆς ἑβδόμης ἐσομένην κρίσιν, ἐν ἄλλῃ δέ τινι τῶν ἐπιδήλων οὐ δηλώσει σκεπτέον ἀκριβῶς· ὅπερ ἐστὶ παραφυλακτέον ἐπ’ αὐτῶν τῶν ἔργων. ὅσον μὲν γὰρ ἐπὶ αὐτῷ τῷ λόγῳ δυνατὸν εἰς ἑκάτερον ἐπιχειρῆσαι καὶ μᾶλλόν τε ὡς οὔπω δηλώσει, πλὴν εἰ πάνυ σφόδρα τὸ νόσημα ταχέως κινοῖτο. κατὰ μὲν γὰρ τὴν τετάρτην ἡμέραν γενόμενον ἴσον τῷ πρόσθεν χρόνῳ τὸν ἑξῆς ἐπιλαβὸν οὐκ ἀδύνατόν ἐστι δηλῶσαι κρίσιν. ἐπὶ δὲ τῆς ἑνδεκάτης φανὲν οὐ πάνυ τί μοι δοκεῖ τριῶν ἡμερῶν δεήσεσθαι μόνων, ἀλλὰ καὶ πλειόνων, ἀληθέστατον μὲν γὰρ ἐστι τὸ τὴν τοιαύτην χρείαν ἐπιμετρεῖν τι ταῖς λύσεσιν. ἐθεασάμην γοῦν ἐγὼ σπανιάκις τὸ τοιοῦτον σημεῖον ἐν ἄλλαις ἡμέραις παρὰ τὴν τετάρτην. ᾧ μὲν οὖν ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἐκρίθη, ᾧ δὲ ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης, εἰκοσταῖος. ἐφάνη δὲ καὶ ἄλλῳ κατὰ τὴν ἑνδεκάτην, ὅστις ἑπτακαιδεκαταῖος ἐκρίθη, καὶ ἄλλῳ πάλιν ἐπὶ τῆς αὐτῆς ἑνδεκάτης, ὅστις εἰκοσταῖος.
§72
Τὰ τοιαῦτα τῶν οὔρων ἀπεψίας ἐσχάτης ἐστὶ σημεῖα, διὸ καὶ χρονίζει τὰ νοσήματα, τινὰ δ’ αὐτῶν ὅταν γε φθάσῃ προκαταλύσαντα τὴν δύναμιν, ὀλέθρια γίγνεται, καθάπερ ἐν ταῖς φρενίτισιν. οὐδένα γοῦν οἶδα σωθέντα φρενιτικὸν, ᾧ τοιοῦτον οὖρον ὤφθη. βέλτιον γὰρ ὥσπερ ὅλον τὸ νόσημα χολῶδες, οὕτω καὶ τὰ οὖρα φαίνεσθαι χολώδη. τὰ δ’ ὑδατώδεα τῶν οὔρων, τοιαῦτα γάρ ἐστι τὰ διαφανέα, λευκὰ, παμπόλλην τε τὴν ἀπεψίαν δηλοῖ καὶ προσέτι τῆς ξανθῆς χολῆς ἅπασαν τὴν ὁρμὴν ἄνω γεγονέναι πρὸς τὴν κεφαλήν. διαφανῆ μὲν γὰρ γίγνεταί τισιν οὖρα, χωρὶς τοῦ λευκὰ, λεπτὰ μὲν ὄντα τῇ συστάσει, χολώδη δὲ τῇ χρόᾳ. τὰ δὲ διαφανῆ τε ἅμα καὶ λευκὰ τελέως ἐστὶν ὑδατώδη. εἰ μὲν οὖν ἁπλῶς εἴη γεγραμμένον, μάλιστα δὲ τοῖς φρενιτικοῖσιν, εἴρηται σαφῶς ὁ νοῦς τοῦ λόγου. προσκειμένου δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἐπιφαίνεται, καθάπερ ἐν ἄλλοις πρόσκειται τῶν ἀντιγράφων, τὸ δηλούμενον ἔσται τοιοῦτον. τὰ ὑδατώδη τῶν οὔρων ἐστὶ πονηρὰ, μάλιστα ἐπιφαίνεται τοιαῦτα τοῖς ὀλεθρίως ἔχουσι φρενιτικοῖς. οὐ γὰρ δὴ πᾶσί γε ὥς τινες ἤκουσαν τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὐδὲν ἐπιστάμενοι τῶν κατὰ τοὺς ἀῤῥώστους ἐπιφαινομένων. ἔν τισι δὲ τῶν ἀντιγράφων οὕτω γέγραπται τὸ τέλος τοῦ ἀφορισμοῦ, μάλιστα δ’ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται τὰ τοιαῦτα, καὶ ἔστιν ἡ αὐτὴ διάνοια τῇ κατὰ τὴν προειρημένην δευτέραν γραφῇ.
§73
Ὑποχονδρίων μετεώρων ὅπερ ἐστὶν ἐν ὄγκῳ μείζονι κατὰ πολλὰς αἰτίας γιγνομένων, ἔστι μία καὶ ἡ διὰ πνεῦμα φυσῶδες, ὑπὲρ ἧς νῦν διαλέγεται, διττῶς αὐτῆς γιγνομένης, ἐνίοτε μὲν ἐπὶ διαθέσει τινὶ δυσλύτῳ τῶν κατὰ τὴν γαστέρα χωρίων, ἐνίοτε δὲ ἐπί τινι προσφάτῳ προφάσει. διακρίνει δὲ ταῦτα νῦν ὁ Ἱπποκράτης· ἡ μὲν γὰρ προτέρα διάθεσις οὐ μετὰ βορβορυγμοῦ γίγνεται, τεταμένα γὰρ καὶ πεφυσημένα καθάπερ ἀσκὸν ἀποφαίνει τὰ ὑποχόνδρια, ἡ δ’ ἑτέρα μετὰ βορβορυγμοῦ συνίσταται καλεῖται δ’ οὗτος ὁ ψόφος τοῦ πνεύματος, ὅταν μὴ μέγας ᾖ, μηδὲ πολὺς, σὺν ὑγρότητι δέ τινι μετρίᾳ κινούμενος ἐπὶ τὰ κάτω. καὶ τοίνυν καὶ συμβαίνει τῷ τοιούτῳ βορβορυγμῷ κατιόντι τὸν ἐκ τῶν ὑποχονδρίων ὄγκον εἰς τὰ κατὰ τὴν ὀσφὺν ἅμα ἑαυτῷ καταφέρειν, ἐφ’ ᾧ πεινομένων τῶν ἐνταῦθα μορίων ἄλγημά τι γίγνεσθαι κατ’ αὐτήν. εἶθ’ οὕτως ἐνίοτε μὲν εἰς ἀνάδοσιν ὁρμήσαντες τοῦ ὑγροῦ τὸ φυσῶδες πνεῦμα διαχωρηθῆναι μόνον, ἐνίοτε δὲ σὺν τῷ ὑγρῷ. καὶ μέντοι καὶ τὸ ἀναδοθὲν ὑγρὸν ὡς τὰ πολλὰ δι’ οὔρων ἐκκρίνεται. προσηκόντως οὖν εἶπεν ἐν τοῖς εἰρημένοις σημείοις, κοιλίαν καταῤῥήγνυσθαι, εἰ μή γε συμβῇ ἰδίᾳ μὲν ἀναδοθῆναι τὸ ὑγρὸν, ἰδίᾳ δὲ τὸ καταληφθὲν ἐν τοῖς ἐντέροις πνεῦμα δι’ ἕδρας ἐκκριθῆναι, ἔστι δ’ ὅτε ἄμφω πρὸς ἀνάδοσιν ὁρμώμενα τὸ ὑγρὸν καὶ τὸ πνεῦμα διεξέρχεται ῥᾳδίως ἐπὶ τὴν κύστιν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν πυρετοῖσι δὲ ταῦτα τοιοῦτόν μοι δοκεῖ δηλοῦν. πυρετοῖς ἐνοχλεῖσθαι τοὺς νοσοῦντας ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄνευ τινὸς φλεγμονῆς ἢ ἀποστήματος ἢ ἀλγήματος ἢ ἐρυσιπέλατος ἢ ἁπλῶς εἰπεῖν ἄνευ μορίου τινὸς ἐξαιρέτως πεπονθότος ἔχοντας κακῶς. εἰ δ’ ἤτοι διὰ πλευροῦ φλεγμονὴν ἢ πνεύμονος ἤ τινος ἑτέρου τοιούτου πυρέττοιεν, οὐ πυρεταίνοντας αὐτοὺς ὠνόμαζον, οὐδ’ ὑπὸ πυρετῶν ἐνοχλουμένους, ἀλλὰ πλευριτικούς τε καὶ περιπνευμονικοὺς, ἡπατικούς τε καὶ σπληνικοὺς ὅσα τ’ ἄλλα τοιαῦτα. νῦν οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν ὁ Ἱπποκράτης δυοῖν θάτερον ὡς ἢ τοῖς πυρετοῖς τούτων ὧν εἴρηκε συμβαινόντων, ἐν οἷς οὐδέν ἐστι τὸ πεπονθὸς μόριον ἢ ὡς γιγνομένων μὲν καὶ κατ’ ἐκεῖνα τὰ νοσήματα, μὴ μέντοι καταῤῥηγνυμένης αὐτῶν γαστρὸς ἢ φυσῶν ἣ οὔρων διερχομένων. οὐδὲ γὰρ οὐδὲ φυσικῇ τινι κινήσει τῶν μορίων ἀπωθουμένων τὸ φυσῶδες πνεῦμα γίγνεσθαι συμβαίνει τὸν βορβορυγμὸν ἐν ἐκείνοις, ἀλλ’ ὡς σύμπτωμα μόνον.
§74
Λέλεκταί μοι καὶ πρόσθεν ὡς ἀποστάσεις εἰς τὰ ἄρθρα γίγνονται τοῖς τε προπεπονηκόσιν αὐτὰ καὶ τοῖς ὁπωσοῦν κοπώδεσιν ἐν τῇ νόσῳ γιγνομένοις, ἔτι τε πρὸς τούτοις ὅσοι χρονίζουσι παχέων χυμῶν ἐπὶ πλήθει. ἐὰν οὖν ἡ φύσις ἀῤῥωστήσῃ, δι’ οὔρων ἐκκαθᾶραι τὸ σῶμα, τῆς ἀποστάσεως ἐρύσαιτο τὸν κάμνοντα τὸ μέλλον εἰς ἄρθρα κατασκήπτειν, ἐκκενώσασα διὰ κύστεως. ἠρκέσθη δὲ τῶν κοπωδῶν πυρετῶν ὡς παραδείγματος μνημονεῦσαι, τὴν ἀρχὴν τὴν εἰς οὖρα ῥοπὴν ἐν ἡμέρᾳ λαβόντων ἐπιδήλῳ. τούτοις γὰρ τοῖς κοπώδεσι ἀποστήματα ποιεῖν ὑπάρχει διὰ ταχέων, οὐκ ἀναμένουσι πλείονα χρόνον ὥσπερ οἱ ἄλλοι. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰ παρ’ οὖς ἀποστήματα πέφυκε γίγνεσθαι, ὡς τοῖς γε ἄλλοις χρονίοις εἰς τὰ κάτω μᾶλλον ἀποσκήπτει τὸ πλῆθος. οἷς οὖν ἡ θερμασία πλείων γινομένη μετέωρον εἰργάσατο τὴν ὕλην, ἤτοι διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν ἢ παρωτίδας ἴσχουσιν, ὅτι δ’ ἡ τοιαύτη λύσις θᾶττόν ἐστι τῆς δι’ οὔρων οὐδὲ λόγου δεῖται. διὸ καὶ προσέθηκεν ὁ Ἱπποκράτης ἐπ’ αὐτῆς καὶ πάνυ ταχὺ λύεται τῆς ἑτέρας τῆς δι’ οὔρων κενώσεως, ἡμερῶν πλειόνων δεομένης. τὸ δ’ ἐπὶ τῆς τετάρτης ἐν παραδείγματι γέγραπται πρὸς αὐτοῦ, μετάγειν δὲ σὲ χρὴ καὶ πρὸς τὰς ἄλλας ἁπάσας, ὅσαι θεωρηταί εἰσι καὶ κρίσιμοι.
§75
Ἐάν τε κατὰ τὴν κύστιν ἐάν τε ἐν νεφροῖς ἕλκος γένηται, κατὰ μὲν ἀγγείου τινὸς ἀξιολόγου ῥῆξιν, συστάντος αὐτοῦ καὶ μάλιστα μετὰ ἀναβρώσεως, αἵματος ἔκκρισις ἐπακολουθεῖ, χωρὶς δὲ τοῦ πύου μόνου. ἐγχωρεῖ δὲ καὶ κατά τινα τῶν οὐρητήρων ἕλκους γινομένου καὶ πῦον οὐρηθῆναι καὶ αἷμα. μέσοι δ’ οὗτοι κεῖνται νεφρῶν τε καὶ κύστεως καὶ χρὴ συνυπακούειν αὐτοὺς ἐκείνους. ἑλκοῦνται δ’ ὡς τὰ πολλὰ τοῖς λιθιῶσι κατὰ νεφροὺς οὐρητῆρες, ὅταν ὑπὸ λίθου τινὸς ὀξέος ἢ σφόδρα τραχέος ἐμφραχθέντος αὐτοῖς ἀναδαρῶσι, τῶν μέντοι κατὰ τὸ αἰδοῖον αὐτὸ γιγνομένων ἑλκῶν καὶ χωρὶς τῶν οὔρων ἐκκρίνεται τό τε πῦον καὶ τὸ αἷμα. συνεξέρχεται δὲ τοῖς οὔροις πῦον ἐνίοτε συῤῥαγέντος ἀποστήματος ἔν τινι τῶν ἄνω χωρίων· ὅθεν ἔνιοι τῶν ἐξηγητῶν καὶ οἱ πλείους εἵλοντο τὴν ἑτέραν γραφὴν, τὴν διὰ τοῦ καί συνδέσμου, τήνδε τὴν λέξιν ἔχουσαν· ἢν αἷμα καὶ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστεως ἕλκωσιν σημαίνει, ὡς τοῦ ἑτέρου μόνου αὐτῶν οὐρουμένου τοῦ πύου, δυνατὸν οὐ νεφρῶν ἢ κύστεως μόνον ἡλκωμένων, ἀλλὰ καί τινος τῶν ἀνωτέρω τὸ σημεῖον εἶναι. τάχα μὲν οὖν τι καὶ οὗτοι λέγουσι, τάχα δὲ καὶ τὸ οὐρέῃ ῥῆμα διάφορόν τι δηλοῖ τοῦ οὐρῆσαι, τὸν διορισμὸν ἐν αὐτῷ περιέχον. οὐ γάρ ἐστι ταὐτὸν ἢ οὕτως εἰπεῖν, ἢν αἷμα ἢ πῦον οὐρέῃ, ἢ ἐκείνως, ἢν αἷμα καὶ πῦον οὐρήσῃ. ἐν μιᾷ μὲν γὰρ ἢ δυοῖν ἢ τρισὶν ἡμέραις ἐγχωρεῖ πῦον οὐρῆσαι, συῤῥαγέντος ἀποστήματος εἰς τὰ τῆς οὐρήσεως ὄργανα. πολλαῖς δ’ ἡμέραις ἢ καὶ μησὶν ἐπειδὰν τοῦτο γένηται, νεφρῶν ἢ κύστεως ἕλκωσις δηλοῦται. ὁποτέρου δ’ αὐτῶν μᾶλλον ἥ τ’ ὀδύνη διακρίνει κατὰ διαφέροντα χωρία γινομένη καὶ τὰ συνεκκρινόμενα τοῖς οὔροις, ὑπὲρ ὦν ἐφεξῆς ἐρεῖ. καὶ μὲν δὴ καὶ περὶ τῶν οὐρητήρων ὁ αὐτός ἐστι λόγος.
§76
Τὰ μικρὰ μὲν σαρκία τῆς τῶν νεφρῶν οὐσίας εἰσὶ γνωρίσματα, τὰ δ’ ὥσπερ τρίχες οὐδαμῶς μὲν τῆς τῶν νεφρῶν. οὐ γὰρ οἶόν τε διαλυθῆναι νεφρὸν εἰς τοιοῦτον εἶδος οὐσίας, ἀλλ’ ὅσοι τοῦτο λέγουσιν ἀγνοοῦσι φύσιν νεφρῶν. οὐ μὴν οὐδὲ κύστεως ἀναλυομένης τε καὶ ἀναβιβρωσκομένης, ὡς ἐνίοις ἔδοξεν, οὐρεῖται τὰ τοιαῦτα. πεταλώδη γάρ ἐστι μᾶλλον τὰ ταύτης μόρια, καθάπερ καὶ αὐτὸς ὁ Ἱπποκράτης ὀλίγον ὕστερον αὐτὰ προσαγορεύει λεπίδας. ἀλλὰ τό γε ἀληθὲς οὕτως ἔχει πολλάκις ἡμῖν ἑωραμένα ἔκ τινος τύχης. ἄλλοι γοῦν τινες ἰατροὶ πάνυ τρίβωνες ἑωρακέναι πολλάκις φασὶν οὖρα τοιαῦτα. καλοῦσι δ’ οἱ νεώτεροι τριχίασιν τὸ πάθος, ἐπειδὴ θριξὶν ὅμοια καὶ μᾶλλόν γε ταῖς λευκαῖς ἐοικότα φαίνεται τὰ τοῖς οὔροις ἐμφαινόμενα. ἔναγχος δέ τις οὔρει τοιαῦτα σώματα μακρὰ ὥστ’ ἄπιστον τὸ μῆκος ἐδόκει εἶναι· τινὰ γὰρ αὐτῶν εἰς ἥμισυ πήχεως ἐξετείνετο. προσενήνεκτο δ’ οὗτος ὅλῳ σχεδὸν ἐνιαυτῷ τῷ πρόσθεν ἐρεγμῶν τε καὶ κυάμων πάνυ πολλάκις καὶ τυρῶν ἁπαλῶν τε καὶ ξηρῶν. καὶ οἱ ἄλλοι δὲ πάντες οἷς οὐρῆσαι συνέβη τὰ τοιαῦτα, παχυχύμοις ἐδέσμασιν ἐκέχρηντο. τούτου τοίνυν τοῦ χυμοῦ κατωπτημένου πως ἐν νεφροῖς αἱ τριχοειδεῖς γίνονται συστάσεις. καὶ μέντοι καὶ ἡ θεραπεία μαρτυρεῖ τῷ λογισμῷ τῆς αἰτίας· ὑπὸ γὰρ λεπτυνόντων καὶ τεμνόντων φαρμάκων ἅμα καὶ τῷ τὴν ἄλλην δίαιταν ὑγραίνουσαν ὑπάρχειν ἐθεραπεύθησαν οἱ κάμνοντες οὕτως. εἴπερ δὲ ἦν ἕλκωσις τηλικαύτη νεφρῶν ἢ κύστεως, ὡς διαλύεσθαι τὴν οὐσίαν αὐτῶν, οὐ μόνον οὐδὲν ἂν ὠνίνατο ὑπὸ τῶν τοιούτων φαρμάκων, ἀλλὰ καὶ παρωξύνοντο ἐσχάτως· ἄξιος οὖν ἐστιν ὥσπερ ἐν τοῖς ἄλλοις, οὕτω κἀν τούτῳ θαυμάσαι τὸν Ἱπποκράτην τὰ μηδέπω μηδὲ τήμερον ἐγνωσμένα πολλοῖς τῶν ἰατρῶν αὐτὸν ἐξευρεῖν. καὶ μέντοι καὶ ἡ λέξεως ἀκρίβεια θαυμαστῶς ὅπως ἔχει λέγοντος ἀπὸ τῶν νεφρῶν ἐκκρίνεσθαι τὰ τοιαῦτα. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ πρόσθεν ἀφορισμοῦ ἕλκωσιν τοῦ νεφροῦ αἰτιᾶται οὕτω καὶ νῦν εἶπεν, ἀλλ’ ἁπλῶς ἀπὸ νεφρῶν ἐκκρίνεσθαί φησιν, ὡς καὶ λίθον τινὸς οὐρήσαντος ἀπὸ νεφρῶν ἐνηνέχθαι φαίημεν ἂν αὐτὸν, οὐχ ὅτι τῆς οὐσίας αὐτῶν ἐστι μόριον, ἀλλ’ ὅτι τὴν σύστασιν ἐν ἐκείνοις λαμβάνει. τὰ μὲν οὖν σμικρὰ σαρκία τῆς οὐσίας ἐστὶ μόρια ἑλκωθέντων ὅλως τῶν νεφρῶν, τὰ δ’ οἶον τρίχες ἐν νεφροῖς μὲν λαμβάνει τὴν σύστασιν, ὥσπερ καὶ οἱ λίθοι, μόρια δ’ οὐκ ἔστι τῆς οὐσίας αὐτῶν. κακῶς ἐν ἅπασι τοῖς ἀντιγράφοις ὁ ἀφορισμὸς οὗτος ἄνευ τοῦ ἤ γέγραπται, σαρκία σμικρὰ ὥσπερ τρίχες. οὐδαμῶς γὰρ ἔοικε τὰ σμικρὰ σαρκία ταῖς θριξίν· ἀλλὰ χρὴ μεταξὺ τοῦ τε σμικρὰ καὶ τοῦ ὥσπερ τὸ ἥ φωνῆεν τάξαι, ὡς δυοῖν πραγμάτων, οὐχ ἑνὸς ἐν τῷ λόγῳ μνημονεύοντος τοῦ Ἱπποκράτους. τὸ μὲν οὖν ἅτερον αὐτῶν ἐστι σαρκία σμικρὰ, τὸ δ’ ἕτερον ὥσπερ τρίχες. ἐπὶ μὲν οὖν τῶν ταῖς θριξὶν ὁμοίων ἀεὶ φαίνεται παχὺ τὸ οὖρον ὡς ἂν φλεγματικῆς οὐσίας. ἣν ἤθροισαν αἱ φλέβες ἐκκαθαιρομένης διὰ τῶν νεφρῶν, ἐπὶ δὲ τῶν σαρκίων οὐκ ἀναγκαῖον. οὐ μὴν οὐδὲ ἐθεασάμην ποτὲ τοιαύτην νεφρῶν διάθεσιν· ἀλλὰ τὸ μὲν οἶον σαρκία πολλάκις ἐν ἐκείνοις τοῖς πυρετοῖς, ἐν οἶς καὶ τὰς καλουμένας ὀροβοειδεῖς ὑποστάσεις ὁρῶμεν γιγνομένας κατωπτημένου παχέως αἵματος ἐν νεφροῖς ἢ καθ’ ἧπαρ. οὐ μὴν ἀκριβῆ γε σαρκία τεθέαμαί ποτε συνεξερχόμενα τοῖς οὔροις. ἐγχωρεῖ οὖν, ἡγοῦμαι, παχὺ οὖσον εἰρῆσθαι πρὸς αὐτοῦ τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν. ἀντίκειται γὰρ τοῦτό πως τῷ λεπτῷ καὶ γινώσκομεν, ὅτι κυρίως μὲν αἱ κατὰ τὰς ὑπερβολὰς ἀντιθέσεις οὕτω λέγονται. καταχρηστικῶς δὲ καὶ τὸ μέσον ἐνίοτε καὶ σύμμετρον ἀμφοτέροις χρῆται τοῖς ὀνόμασι τῶν ἄκρων. πρὸς μὲν τὸ τελέως παχὺ λεπτὸν ὀνομαζόμενον, πρὸς δὲ τὸ λεπτὸν ἐσχάτως παχὺ, καὶ εἴπερ οὕτως ἀκούσαιμεν, ὁ λόγος ἔσται τοιοῦτος· οἶς ἐν τῷ οὔρῳ μὴ ὄντι λεπτῷ συνεξέρχεται τὰ εἰρημένα, τῶν νεφρῶν ἐστι τὸ πάθημα, λεπτῶν μέντοι τῶν οὔρων ὄντων ὅλον τὸ φλεβῶδες γένος πέπονθε. τὴν δ’ αὐτὴν ταύτην γνώμην δείκνυσθαί μοι δοκεῖ καὶ κατὰ τὸν ἑξῆς ἀφορισμόν.
§77–83
§77
Ἐὰν μὲν οὖν λεπτὸν ᾖ τὸ οὖρον, οὐ κατὰ φύσιν αἱ φλέβες, ἐὰν δὲ μὴ ᾖ λεπτὸν, ἀλλὰ μετρίως συνεστηκὸς, ὅπερ ἀκοῦσαι νῦν χρὴ τὸ παχὺ, τὰ συνεκκρινόμενα τῷ τοιούτῳ περὶ τοὺς νεφροὺς ἢ τὴν κύστιν ἐνδείξεταί τι πάθος. ἐπειδὴ γὰρ ἐκ μὲν τῶν φλεβῶν ἧκε, τὸ οὖρον, διηθεῖται δὲ διὰ τῶν νεφρῶν, ἀθροίζεται δὲ ἐν τῇ κύστει, πᾶν ὅ τί περ ἂν ἐν αὐτῷ φαίνηται παρὰ φύσιν ἢ τὰς φλέβας ἐνδείξεται φαύλως ἔχειν ἢ τὰ κατὰ τοὺς νεφροὺς ἢ κύστιν, ὥσπερ καὶ νῦν τὰ πιτυρώδεα τὴν κύστιν ψωριᾶν, ὅταν γ’ αἱ φλέβες ἀπαθεῖς ὑπάρχωσι. φέρεται γὰρ ἐνίοτε καὶ ἐξ ἐκείνων τὰ πιτυρώδη, ποτὲ μὲν αὐτοῦ τοῦ χιτῶνος αὐτῶν παθόντος, ὥσπερ καὶ τοῦ τῆς κύστεως, ἔστι δ’ ὅτε τοῦ κατ’ αὐτὰς αἵματος ὑπὸ καυσώδους θερμοῦ φρυγέντος. ἐπιτηδειότερος δὲ δηλονότι πρὸς τοῦτο πᾶς ὁ παχὺς ἐν αὐταῖς χυμός ἐστι καὶ μᾶλλον ἔτι ἡ οἷον τρὺξ τοῦ αἵματος, ὃν ὀνομάζειν εἰθίσμεθα μελαγχολικὸν χυμόν. ὥσπερ γὰρ ἡ τοῦ δέρματος ἐπιφάνεια, καλοῦσι δ’ αὐτὴν ἐπιδερμίδα κατὰ τὰς ψώρας καὶ τὰς λέπρας καὶ τοὺς λειχῆνας, ἀποβάλλει τι λεπτὸν, οἷόν περ τὸ γῆράς ἐστι τῶν ὄφεων, οὕτω κἀπειδάν τι τῶν ἔνδον μορίων ὅμοιόν τι πάθημα πάθῃ οἷς τὸ δέρμα καὶ τὸ σύμπτωμα τοῦ παθήματος ὅμοιον γενήσεται. κατὰ τοῦτο οὖν αἱ φλέβες αὗται καὶ ἡ κύστις ψωριῶσα πιτυρώδεα δέρματα σὺν τοῖς οὔροις ἕξει κενούμενα. διορισθήσεται δὲ τῇ λεπτότητι καὶ τῷ πάχει τῶν οὔρων, ὡς προείρηται. τὰ μὲν γὰρ λεπτὰ πεπονθέναι τὰς φλέβας ἐνδείξεται, τὰ δ’ οὐ λεπτὰ τὴν κύστιν.
§78
Τὸ ἀπὸ ταὐτομάτου δύναται μὲν καὶ χωρὶς αἰτίας τῆς ἔξω δηλοῦν, δύναται δὲ καὶ τὸ οἷον ἐξαίφνης οὐδενὸς προηγησαμένου συμπτώματος, οἷά περ ἐπὶ κύστεως ἡλκωμένης φαίνεται. κατὰ ταύτην γὰρ οἷόν τε ῥαγῆναι φλέβα διὰ πλῆθος αἵματος ἐπιῤῥυέντος, ὡς ἐπὶ τῶν νεφρῶν εἴωθε συμβαίνειν, οὐδὲ γὰρ διηθεῖται διὰ τῶν ἐν αὐτῇ φλεβῶν αἷμα, μόνον δ’ ὅσον εἰς τροφὴν αὔταρκες αὐτῇ χορηγεῖται. πρὸς τούτῳ δὲ οὐδὲ αἱ φλέβες αἱ κατὰ τὴν κύστιν γυμναί που καὶ ἀστήρικτοι πεφύκασιν, ὥσπερ αἱ εἰς τὰς κοιλίας τῶν νεφρῶν ἐμβάλλουσαι, καθ’ ἅς ἀναστόμωσίς τε καὶ ῥῆξις ὑπὸ πάχους καὶ πλήθους γίνεται τῶν κατ’ αὐτὰς χυμῶν. ἡ μὲν οὖν ῥῆξις ἀκριβοῦς αἵματος ἐργάζεται κένωσιν, ἡ δ’ ἀναστόμωσις οὐκ ἀθρόον αἷμα προχέουσα, καὶ μάλισθ’ ὅταν ᾖ βραχύ· κατ’ ὀλίγον δὲ τὸ λεπτότερον διηθοῦσα τὸ ὅλον οὖρον ὕφαιμον ἐργάζεται. γίγνεται δ’, ὡς ἔφην, καὶ τῶν ἐν κύστει φλεβῶν ἐξ ἀναβρώσεως πεπονθυιῶν αἵματος κένωσις, ἐφ’ ᾖ προηγεῖται τοῦ κατὰ τὴν κύστιν ἕλκους τὰ σημεῖα, τοὐτέστιν ὀδύνη τε τοῦ μορίου καὶ πῦον καί τινα πολλάκις αὐτοῦ τοῦ σώματος τῆς κύστεως οἷόν περ θρύμματα. κατὰ τοῦτο οὖν ἄμεινον ἀκούειν τὸ ἀπὸ ταὐτομάτου σημαίνειν τὸ ἐξαίφνης τοῦ τὸ χωρὶς αἰτίας φανερᾶς ἐκκρίνεσθαι. ἐκ γὰρ τῶν νεφρῶν αἷμα πολλάκις μὲν καὶ χωρὶς τῆς ἔξωθεν αἰτίας ῥαγέντος τοῦ ἀγγείου διὰ πλῆθος, ἔστι δ’ ὅτε καὶ πηδησάντων σφοδρότερον ἢ κατενεχθέντων ἢ πληγέντων.
§79
Οὐ πάντως ἡ κύστις, ἀλλ’ ἐνδέχεται καὶ νεφροὺς, ὥσθ’ ἡμάρτηται φανερῶς ὁ ἀφορισμὸς ἤτοι γε αὐτοῦ τοῦ Ἱπποκράτους περιδόντος ὅλου τοῦ λόγου τὸ ἥμισυ μέρος ἢ τοῦ πρώτου βιβλιογράφου παραλιπόντος. ἐάν τε γὰρ ἐν νεφροῖς ἐάν τ’ ἐν κύστει λίθοι γίνωνται, συνεξέρχονται τοῖς οὔροις τὰ ψαμμώδη.
§80
Γέγραπται μὲν διχῶς ἡ τελευτὴ τοῦ ἀφορισμοῦ, κατὰ τινὰ μὲν τῶν ἀντιγράφων πονέει, καθ’ ἕτερα δὲ νοσέει, καὶ σχεδὸν ἀλλήλων ταύτῃ γε οὐδὲν διαφέρουσιν αἱ γραφαί. κοινῇ δ’ ἀμφότεραι σφάλλονται, εἴ τις ἀκούσειε τὰ περὶ τὴν κύστιν εἰρῆσθαι πρὸς Ἱπποκράτους, ὡσεὶ καὶ αὐτὴν τὴν κύστιν ἐγεγράφει. τὰ γὰρ εἰρημένα συμπτώματα κοινὰ τῶν οὐρητικῶν ὀνομαζομένων ὀργάνων ἁπάντων ἐστὶ κύστεως, νεφρῶν, οὐρητήρων. οὕτως οὖν ἄμεινον ἀκούειν τὰ περὶ τὴν κύστιν, οὐχ ὡς αὐτῆς μόνης δηλουμένης, ἀλλ’ ὡς καὶ τῶν συνεζευγμένων αὐτῇ μορίων. ἔτι δὲ μᾶλλον οὕτως ἀκούειν ἡμᾶς καὶ ὁ ἑξῆς ἀφορισμὸς ἐπιτρέψει, καθ’ ὃν οὐ τὰ περὶ τὴν κύστιν νοσεῖν φησιν, ἀλλὰ τῆς κύστεως ἕλκωσιν ὑπάρχειν, ὡς οὐ ταὐτὸν ὂν αὐτὴν τὴν κύστιν ἁπλῶς μόνην ἀποφαίνεσθαί τι πάσχειν ἢ τὰ περὶ αὐτήν,
§81
Τὸ μὲν αἷμα καὶ τὸ πῦον οὐρεῖν πάντως ἐστὶ τῶν οὐρητικῶν ὀργάνων ἡλκωμένων κοινὰ σημεῖα, τὸ δὲ βαρὺ τῆς ὀσμῆς, ὅπερ δηλοῖ τὸ ἀηδὲς, ἔτι τε μᾶλλον αἱ λεπίδες, ἴδια τῆς κύστεως. ἐν μὲν οὖν τοῖς πλείστοις ἀντιγράφων, ἢν αἷμα καὶ πῦον οὐρέῃ, γέγραπται· κατὰ δέ τινα αὐτῶν ἢν αἷμα ἢ πῦον οὐρέῃ. δηλώσει δ’ αὐτὴ μὲν ἡ δευτέρα γραφὴ παραδιαζευκτικὸν εἶναι τὸν ἢ σύνδεσμον, ὡς ὁπότερον ἂν ὑπάρχῃ τῶν εὑρημένων ἑλκώσεως εἶναι σημεῖον, ἡ δ’ ἑτέρα τὰ δύο βουλήσεται συνεδρεύειν ἢ ἅμα ἀλλήλοις ἢ ἐναλλάξ.
§82
Διὰ βραχυλογίαν οὐδὲν ἀξιόλογον οὗτος ὁ ἀφορισμὸς ἔχειν ὑποληφθήσεται. πρόχειρον γὰρ παντὶ γνῶναι τῶν ἐν τῷ πόρῳ τῷ οὐρητικῷ τῷ κατὰ τὸ αἰδοῖον, τοῦτο γὰρ οὐρήθραν καλοῦσι, συνισταμένων φυμάτων τὴν λύσιν γίγνεσθαι ῥαγέντων. ἀλλ’ εἰ προσχῶμεν τὸν νοῦν, ἔνδειξίς ἐστί τινος μείζονος πράγματος. ἐνδέχεται γὰρ ἰσχουρίαν δή τινα γενέσθαι καὶ διὰ τὸ τοιοῦτον φῦμα καὶ μέντοι καὶ ὡς τὸ φῦμα τοῦτο ῥαγὲν ἰάσεται τὴν ἰσχουρίαν εὔδηλον. ἀλλὰ ἐκεῖνό γε παραφύεται τοῖς εἰρημένοις ἑπόμενον ζήτημα, πότερον ῥήγνυσθαι μόνον βούλεται τὸ κατὰ τοῦτο χωρίον συνιστάμενον φῦμα ἢ πλειστάκις μὲν αὐτὸ τοῦτο συμβαίνειν, δύνασθαι δὲ διαφορεῖσθαι ἢ παράδειγμα τῶν λύσεων ἓν τοῦτο ἔγραψε, τὴν ῥῆξιν, ὅπερ καὶ ἀληθέστερόν ἐστιν.
§83
Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀναδοθέντος τοῦ κατὰ τὴν κοιλίαν ὑγροῦ βραχυτέραν γενέσθαι τὴν ὑποχώρησιν πρόδηλον παντί. συνεμφαίνει δὲ τούτῳ καὶ ὅτι διεξελθόντος ἅμα τοῖς σιτίοις ὑγροτέρα μὲν ἡ γαστὴρ γενήσεται καὶ διὰ τοῦτο πλείω ὑποχωρήσει, τὸ δ’ αὖ οὖρον ἔλαττον ἐκκριθήσεται. διδάξει δ’ ἡμᾶς ὁ λόγος οὗτος ἰάματα ῥευμάτων γαστρὸς καὶ ξηρότητος· ἐφ’ ὧν μὲν ὑγροτέρα γίνεται τοῦ προσήκοντος, τό τε πόμα ἔλαττον δώσομεν ἐπὶ τε κύστιν ἐπιτρέψομεν ἀφικέσθαι. ἐφ’ ὧν δὲ ξηροτέρα, καὶ πλεῖον δώσομεν τὸ πόμα καὶ τὴν ἀνάδοσιν ὡς οἷόν τε κωλύσομεν.
Tap any Greek word to look it up