Book 3
§prooemium–11
§prooemium Προοίμιον Γαληνοῦ. Ἐν τῷ τρίτῳ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων τῷδε περὶ τῶν κατὰ τὰς ὥρας τε καὶ ἡλικίας Ἱπποκράτει γεγραμμένων ἐξηγησόμεθα. μάλιστα μὲν οὖν ὅσον ἐν αὐτοῖς ἀσαφές ἐστι σαφηνίζοντες, ἔργον γὰρ τοῦτο ἴδιον ἐξηγήσεως, οὐ μὴν ἀλλὰ καὶ τὴν ἀπόδειξιν ἑκάστου τῶν ὀρθῶς εἰρημένων προστιθέντες, ἐπειδὴ καὶ τοῦτἔστιν ἔθος ἐν τοῖς ὑπομνήμασιν γίνεσθαι. θαυμάζω δὲ κἀνταῦθα τὴν ἀνωμαλίαν τοῦ Λύκου γράφοντος μὲν, ὥς φησιν, ἐξηγήσεις Κοΐντου τοῦ διδασκάλου, μηδενὶ δὲ τῶν κατὰ τὰς ὥρας καὶ ἡλικίας εἰρημένων προσθέντος πίστιν ἀποδεικτικὴν, ἀλλεἰς ἐμπειρίαν καὶ τήρησιν ἀναπέμψαντος ἅπαντα, καίτοι γἄλλους πολλοὺς ἀφορισμοὺς ἐξηγούμενος αὐτὸς ἐπισκέπτεται λογικῶς ὑπὲρ τῆς ἐν αὐτοῖς ἀληθείας, οὐκ ἀρκούμενος μόνῃ τῇ πείρᾳ. ὅτι δοὐ δυνατὸν ἐστι μόνῃ τῇ πείρᾳ τοιαύτην ἀθροῖσαι θεωρίαν Ἱπποκράτης τε αὐτὸς ἐνδείκνυται τοῦτο καὶ προδόντος ἐπιδειχθήσεται τοῦ λόγου.
§1 Μεταβολὰς ὡρῶν ἔνιοι νομίζουσι λέγεσθαι καθἃς εἰς ἀλλήλας μεταβάλλουσιν, ὡς εἰ καὶ διαδοχὰς τὰς μεταβολὰς εἰρήκει. χειμῶνος μὲν γὰρ εἰς ἔαρ μεταβάλλοντος γένεσίς ἐστι τῶν εἰρημένων νοσημάτων, ὑπὲρ ὧν αὐτὸς ἐφεξῆς ἐρεῖ. τοῦ μὲν γὰρ ἦρος τὰ πανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικά. τοῦ δἦρος πάλιν εἰς θέρος μεταβάλλοντος, ὅπερ ἐστὶν ἀρχομένου θέρους, πυρετοὶ συνεχεῖς, φησὶ, καὶ τριταῖοι καὶ καῦσοι καί τἄλλα ὅσα τούτοις ἐφεξῆς κατέλεξε. καὶ περὶ φθινοπώρου δὲ καὶ χειμῶνος ὁμοίως ἔγραψεν, ὥς φασιν οἱ τὰς μεταβολὰς ἐν ἴσῳ τῷ διαδοχὰς ἡγούμενοι λέγεσθαι. ἀλλὰ τὸ μάλιστα προκείμενον ἐν τῇ λέξει τοῦ ἀφορισμοῦ τὴν ἐξήγησιν ταύτην οὐ προσίεται. μεταβαλλουσῶν γὰρ ἐνίοτε εἰς ἀλλήλας τῶν ὡρῶν, ὥσπερ ἔνια συνίσταται νοσήματα, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύεται. καὶ τοῦτο αὐτὸς εἴρηκεν Ἱπποκράτης· ὥστε οὐδὲν μᾶλλον αἱ διαδοχαὶ τῶν ὡρῶν τίκτουσι νοσήματα, ἀλλὰ καὶ τὸ μάλιστα προσέθηκεν. ἄμεινον τοίνυν ἐστὶ διὰ τὴν προσθήκην τήν τε μεταβολὰς ἀκούειν τὰς κατὰ τὴν κρᾶσιν αὐτῶν ἀλλοιώσεις. αὗται γάρ εἰσιν αἱ μάλιστα τίκτουσαι νόσους, ὅταν ἐφεξῆς ἀλλοιώσεις ὦσι πλείους, ὡς ἐν ταῖς ἐπιδημίαις ἔγραψε καὶ νῦν δὀλίγον ὕστερον ἐρεῖ. δὲ μιᾶς ὥρας ἀλλοίωσις μόνης ἐργάζεται μὲν νόσους τινὰς, ἀλλοὐ μάλιστα. πότοὖν μάλιστα νόσοι γίνονται κατὰ μίαν ὥραν ἀλλοιωθεῖσαν; ὅταν συμβῇ μεγάλην ἔσεσθαι τὴν μεταβολήν καὶ διὰ τοῦταὐτὸς εἶπεν Ἱπποκράτης· καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ψύξιος θάλψιος τινος τῶν ἄλλων, οἶον ὑγρότητος ξηρότητος πνευμάτων ἀπνοιῶν. αὕτη μὲν οὖν ἐξήγησις ὀρθῶς εἴρηται τῆς προκειμένης γραφῆς. ἔστι δέ τις καὶ ἄλλη γραφὴ τοιάδε· αἱ μεταβολαὶ τῶν ὡρέων τίκτουσι νοσήματα μέγιστα. μάλιστα δὲ καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαί. καθἣν οὐδέν ἐστιν ἀσαφὲς καὶ μάλιστα τοῖς ἀκηκοόσιν ὦν ἄρτι πέπαυμαι λέγων. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς γραφαὶ τῆς αὐτῆς ῥήσεως, ἃς καὶ νοήσεις καὶ δοκιμάσεις, ἐξ ὧν εἶπον ὁρμώμενος.
§2 Φύσεις εἴρηκε νῦν Ἱπποκράτης κατὰ τὸ κυριώτατόν τε καὶ πρῶτον σημαινόμενον, καθαὑτὴν μάλιστα τὴν οὐσίαν ἐστὶ τῆς φύσεως. ἐλέγομεν δἐν τοῖς ἔμπροσθεν αὐτὴν κρᾶσιν εἶναι τῶν τεσσάρων στοιχείων, ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ. καὶ μέντοι καὶ δέδεικται πρὸς ἡμῶν ἐν τοῖς περὶ κράσεων μία μὲν κρᾶσις εὔκρατός τε καὶ ἀρίστη, δύσκρατοι δὲ καὶ μοχθηραὶ τὸν ἀριθμὸν ὀκτὼ, τέσσαρες μὲν κατὰ μίαν ἐπικρατοῦσαν ποιότητα, τέσσαρες δἄλλαι κατὰ δύο· κατὰ μίαν μὲν θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, κατὰ δύο δὲ θερμὴ καὶ ξηρὰ καὶ ὑγρὰ καὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ψυχρὰ καὶ ξηρά. πρὸς μὲν δὴ τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ φύσεις ἄριστα διάκεινται, πρὸς χειμῶνα δὲ αἱ θερμαὶ καὶ ξηραί. καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέρος, αἱ δὲ ψυχραὶ καὶ ὑγραὶ πρὸς χειμῶνα. τελειότατα μὲν οὖν αἱ φύσεις αὗται πρὸς τὰς εἰρημένας ὥρας ἄριστά τε καὶ χείριστα διάκεινται, μετρίως δὲ αἱ καθὁτιοῦν ὠφελούμεναι πρὸς τὰς ὥρας βλαπτόμεναι, καθάπερ ὑγρὰ καὶ θερμὴ θέρους καὶ χειμῶνος, ἐπειδὴ κατὰ τὸ θέρος μὲν ὡς ὑγρὰ βέλτιον διατίθεται, κατὰ δὲ τὸν χειμῶνα πάλιν ὡς θερμή.
§3 Ἀτακτότερον ἡρμηνευκέναι μοι δοκεῖ τὸν ἀφορισμὸν τοῦτον Ἱπποκράτης. ἄμεινον γὰρ ἂν οὕτως εἴρητο, τῶν νούσων καὶ τῶν ἡλικιῶν, ἄλλαι πρὸς ἄλλας ὥρας καὶ χώρας καὶ διαίτας εὖ καὶ κακῶς πεφύκασι. νόσοι μὲν οὖν εὖ πεφύκασι πρὸς ὥρας, ὡς μὲν πρὸς γένεσιν αἱ ὅμοιαι, ὡς δὲ πρὸς λύσιν αἱ ἐναντίαι. διώρισται γὰρ ἡμῖν ὑπὲρ τοῦδε πρόσθεν ἡνίκα ἐξηγούμεθα τὸν ἀφορισμὸν, οὖ ἀρχὴ, ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἶς ἂν οἰκείη τῆς φύσεως. ἡλικίαι δὲ ὥσπερ καὶ φύσεις αἱ ψυχραὶ μὲν πρὸς θερμὰς, αἱ δὲ θερμαὶ πρὸς ψυχράς. μὲν τῶν γερόντων πρὸς θέρος, δὲ τῶν ἀκμαζόντων πρὸς χειμῶνα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ πρὸς τὰς χώρας οὐχ αἱ νοῦσοι μόνον, ἀλλὰ καὶ αἱ ἡλικίαι διάκεινται. γεννῶνται γὰρ μᾶλλον ἐν ταῖς θερμοτέραις χώραις αἱ θερμαὶ νοῦσοι καὶ ἧσσόν εἰσι κινδυνώδεις. ὑγιαίνουσί τε μᾶλλον ἐν ταῖς ψυχροτέραις χώραις αἱ θερμότεραι τῶν ἡλικιῶν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. οὕτω δὲ καὶ πρὸς διαίτας ἄλλαι πρὸς ἄλλας εὖ καὶ κακῶς διάκεινται νοῦσοί τε καὶ ἡλικίαι. αἱ μὲν γὰρ θερμότεραι πρὸς τὰς ψυχροτέρας, αἱ δὲ ψυχρότεραι πρὸς τὰς θερμοτέρας. καὶ αἱ μὲν ξηρότεραι πρὸς τὰς ὑγροτέρας, αἱ δὲ ὑγρότεραι πρὸς τὰς ξηροτέρας εὖ διάκεινται, καὶ ἁπλῶς εἰπεῖν αἱ μὲν ἐναντίαι πρὸς τὰς ἐναντίας καλῶς, κακῶς δὲ αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας. πλὴν εἰ σύμμετρος ἡλικία συμμέτρῳ παραβάλλοιτο διαίτῃ τε καὶ ὥρᾳ καὶ χώρᾳ. μόνον γὰρ οὕτως ὑπὸ τῶν ὁμοίων αἱ ὅμοιαι καλῶς διακείσονται. ταῖς δἀμετρότερον ἐχούσαις ἡλικίαις κατὰ τὴν κρᾶσιν αἱ ἐναντίαι χῶραι καὶ ὥραι καὶ δίαιται συμφορώτεραι. τῶν νόσων δἀμετριῶν οὐσῶν ἁπάντων γένεσις μὲν ἐν ταῖς ὁμοίαις ὥραις καὶ χώραις, λύσις δὑπὸ τῶν ἐναντίων γίνεται.
§4 Δεόντως, οὐ γὰρ αἱ προσηγορίαι τῶν ὡρῶν αἰτίαι τῶν νοσημάτων, ἀλλαἱ κράσεις εἰσίν. ὅταν οὖν αὗται μεταπέσωσιν, ἀναγκαῖόν ἐστι συμμεταπίπτειν καὶ τὰ νοσήματα.
§5 Τὸ μὲν οὖν γινόμενον ἐδήλωσεν εἰπὼν ὅτι νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. τὴν δαἰτίαν προσγράψας, ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. ἀεὶ γὰρ χρὴ τὸν ἰατρὸν ἀποχωρίζειν τε καὶ διακρίνειν τὸ διά τι τῶν ἔξωθεν, οὐ διὰ τὰς νόσους γεγονὸς, ἵνα καὶ τὰς προγνώσεις ἀκριβέστερον ποιῆται. τὴν δαἰτίαν διἣν οἱ νότοι βαρυηκοΐαν ποιοῦσι καὶ ἀχλυώδη τὴν ὄψιν, οὐ χαλεπὸν ἐκ τῆς κράσεως αὐτοῦ κατανοῆσαι, θερμοῦ καὶ ὑγροῦ τὴν φύσιν ὑπάρχοντος. πάντα γὰρ τὰ τοιαῦτα πληρωτικὰ τῆς κεφαλῆς εἰσι, διὰ τοῦτοὖν τά τε τῶν αἰσθήσεων ὄργανα μετὰ πολλῆς ὑγρότητος ἀποφαίνουσι καὶ καρηβαρίας ἐργάζονται. τῆς δἀρχῆς τῶν νεύρων ὑγρασμένης, ἀναγκαῖόν ἐστι καὶ περὶ τὰς καθὁρμὴν ἐνεργείας γίνεσθαι νωθρότητα καὶ ὥσπερ διαλελυμένον ἐν ἑαυτῷ φαίνεσθαι τὸν ἄνθρωπον. ἐξ ὑπεναντίου δὲ πάλιν ἐν τοῖς βορείοις, ὡς αὐτὸς ἐρεῖ κατωτέρω, συνίσταται τὰ σώματα καὶ εὔτονα, εὐκίνητα καὶ εὐηκοώτερα γίνεται. νυνὶ δὲ οὐκ ἀντέθηκε ταῦτα τοῖς ὑπὸ τοῦ νότου περὶ τὸ σῶμα συμβαίνουσιν, ἐπειδὴ κατὰ τὸν ἀφορισμὸν τοῦτον αὐτῷ περὶ τῆς ἐξ ἑκατέρων τῶν ἀνέμων βλάβης διελθεῖν, προὔκειτο μόνον, ἵνεἰδότες ταῦτα ἀποχωρίζωμεν ὅσα διὰ τὰς νόσους συμβαίνει· ἐν τοῖς βορείοις οὖν, φησὶ, γίνονται βῆχες διὰ δυσκρασίαν δηλονότι τῶν ἀναπνευστικῶν ὀργάνων καὶ διὰ τὴν τραχύτητα τῆς φάρυγγος, ὑπὲρ ἧς ἐνεδείξατο προσθεὶς τὸ φάρυγγες, ἵνα προσυπακούσωμεν τὸ πάσχουσι. καὶ γὰρ καὶ οὕτως εἴωθεν ἑρμηνεύειν ἐνίοτε· μετὀλίγα οὖν ἐρεῖ τοῦ μὲν φθινοπώρου καὶ θερινῶν τὰ πολλὰ, πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες. ἔνεστι δὲ καὶ συνάπτοντας ἀναγινώσκειν ἅμα τὰ δύο. φάρυγγες, κοιλίαι σκληραὶ, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἠξίωσαν. αἵ τε γὰρ φάρυγγες ἐν ταῖς βορείαις καταστάσεσι γίνονται σκληραὶ διὰ τὸ ξηραίνεσθαί τε καὶ ψύχεσθαι καὶ γαστὴρ κάτω σκληρὰ διαχωρεῖ διά τε τὴν κρᾶσιν τῆς καταστάσεως ἐπὶ ξηρότερον ῥέπουσαν, ὅλου τοῦ σώματος ξηραινομένου καὶ μᾶλλον ἕλκοντος εἰς ἑαυτὸ τὰς ἐκ τῶν σιτίων ὑγρότητας. οὐ μὴν ἀλλὰ καὶ διό τε χρόνῳ πλείονι μένοντα καὶ μὴ διαχωρούμενα πάντα ἐξικμάζεται. καὶ αἱ δυσουρίαι δὲ γίνονται τῆς κύστεως βλαπτομένης ἐν τῷ βοῤῥᾷ διὰ τὴν ψύξιν· ἄναιμός τε γάρ ἐστι ψυχρὰ καὶ διὰ ταῦτα πλέον τἄλλα μόρια τοῖς ψυχροῖς αἰτίοις εὐάλωτα. αὐτὴ δὲ τοῦ βοῤῥᾶ ψυχρότης καὶ τὰς τοῦ θώρακος ὀδύνας ἐργάζεται τῇ κοινῇ πρὸς τἄλλα μόρια βλάβῃ καὶ τὴν ἐκ τῆς ἀναπνοῆς αὐτοῦ προσειληφότος, ἥτις οὐχ ὁμοίως ἅπτεται πνεύμονός τε καὶ καρδίας, διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς θερμασίας. τὸ δὲ φρικώδεις γίνεσθαι τοὺς ἀνθρώπους ἐν ταῖς βορείαις καταστάσεσι, πρόδηλον ὡς διὰ τὴν τοῦ περιέχοντος ἀκόλουθον κρᾶσιν.
§6 Ὥσπερ ὀλίγοι ἔμπροσθεν ἔλεγεν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα δεῖ προσδέχεσθαι, οὕτω νῦν πάλιν, ὅταν θέρος ὅμοιον γένηται ἦρι, τουτέστι σύμμετρον τῇ κράσει, προδέχεσθαί φησι χρῆναι πολλοὺς ἱδρῶτας ἐν τοῖς πυρετοῖς· εἰκότως. οὔτε γὰρ ἄνευ τοῦ θερμὸν εἶναι τὸ περιέχον ἱδρῶτες δύνανται γίνεσθαι πολλοὶ οὔτἄνευ τοῦ περιέχεσθαί τινα ὑγρότητα περιττὴν ἐν τῷ σώματι. τούτων δὲ τὸ μὲν ἕτερόν ἐστιν ἐν τῷ θέρει, τὸ δἕτερον ἐν τῷ χειμῶνι. κατὰ δὲ τὸ φθινόπωρον οὐδέτερον, ἄμφω δἐν τῷ ἦρι. δεόντως οὖν τὸ μὲν αὐχμηρὸν ἱκανῶς θέρος δαπανᾷ τε καὶ διαφορεῖ τὴν ὑγρότητα, τὸ δὅμοιον ἦρι διὰ μὲν τὴν θερμασίαν ἕλκει πρὸς τὸ δέρμα, διὰ δὲ τὴν ὑγρότητα διαφορεῖν ἀτμοειδῶς οὐ δύναται. ἀθρόως οὖν ἐν ταῖς τῶν νούσων κρίσεσι τὸ ὑγρὸν ἅπαν ἐκκρινόμενον, ἱδρῶτας πολλοὺς ἐργάζεται.
§7 Οὐ πολλοὺς πυρετοὺς ἐν τοῖς αὐχμοῖς γίνεσθαί φησιν, ἀλλὀξεῖς, ἐπεί τοί γε μετὀλίγον ἐρεῖ· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων μᾶλλόν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες καὶ τοῦτο ἐφεξῆς συνάπτων πάλιν ἐρεῖ· νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ δεόντως. μὲν γὰρ ὑγρότης τοῦ περιέχοντος τούς τε φλεγματώδεις ἀθροίζει χυμοὺς καὶ τῶν ὑδατωδῶν περιττωμάτων οὐκ ὀλίγα, δὲ ξηρότης ἐνδεεστέρους μὲν τῷ πλήθει τοὺς χυμοὺς ἐργάζεται, χολωδεστέρους δὲ τῇ ποιότητι καὶ διὰ τοῦτο οἱ πυρετοὶ τὸν ἀριθμὸν μέν εἰσιν ἐλάττους τῶν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ γίνονται. τὰ δἑξῆς τούτων εἰρημένα κατὰ τὸν ἀφορισμὸν εὔδηλα.
§8 Καθεστῶτας καλεῖται καιροὺς τὰς ὥρας τὰς ἐν τάξει τὴν οἰκείαν κράσιν ἀπειληφυίας. τίνα δὲ καθεστῶτα καλεῖ τῶν ἐτῶν ἔνεστί σοι μαθεῖν παραὐτοῦ λέγοντος ἐν τοῖς περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ὧδε· ἢν μὲν κατὰ λόγον γένηται τὰ σημεῖα ταῦτἐπὶ τοῖσι ἄστροις δύνουσί τε καὶ ἐπιτέλλουσι, ἔν τε τῷ μετοπώρῳ, ἢν ὕδατα γένηται καὶ χειμὼν μέτριος καὶ μήτε λίαν εὔδιος, μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι γένηται ὕδατα ὡραῖα καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς ὑπάρχειν. ὁπότοὖν ἤδη μεμάθηκας ὁποῖόν τι τὸ καθεστὸς ἔτος εἶναι βούλεται, ῥᾷστόν σοι νοῆσαι τὸ ἀκατάστατον. ἅπαντα γὰρ ὅσα μὴ φυλάττῃ κατά τι τὴν τοῦ καθεστῶτος ἔτους ἀγωγὴν, αὐτά τε καλεῖ νῦν καὶ Ἱπποκράτης ἀκατάστατα καὶ τὰς ἐν αὐτοῖς νόσους ὁμοίως προσαγορεύει. φησὶ δαὐτὰς καὶ δυσκρίτους εἶναι, τουτέστι κακοκρίτους. γὰρ μετὰ κινδυνωδῶν συμπτωμάτων αἱ κρίσεις γίνονται τοῖς τοιούτοις νοσήμασιν αὐτίκα ὀλέθριοι πάντως ὑποτροπιάζουσιν.
§9 Ὁπόταν αἱ ὧραι τὴν προσήκουσαν ἅπασαν φυλάττωσι κρᾶσιν, ὑγιεινότατον μὲν ἐν αὐταῖς ἔσται τὸ ἔαρ, ὡς ἂν εὔκρατον ὄν. ὀξυτάτας δὲ νόσους καὶ θανατώδεις, ὡς ἐν ὥραις, οἴσει τὸ φθινόπωρον, ἐπειδὴ τὸ μὲν ἔαρ εὔκρατόν ἐστι, τὸ δὲ φθινοπώρῳ πρῶτον μὲν ὑπάρχει, τὸ τῆς αὐτῆς ἡμέρας, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ἴσχει. εἶτα διαδέχεται τὴν θερινὴν ὥραν, ἐν πολλοῖς μὲν οἱ χυμοὶ κατωπτήθησαν, ἐνίοις δὲ καὶ δύναμις ἔκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο μοχθηρόν ἐστι τὸ φθινόπωρον, ἀλλὰ καὶ ὅτι πρῶτον μὲν οἱ χυμοὶ τὴν ὑπὸ τὸ δέρμα κίνησιν ἐκινοῦντο καὶ διεπνέοντο. κατὰ δὲ τὸ φθινόπωρον εἰς τὸ βάθος, ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως, ὠθοῦνταί τε καὶ συνελαύνονται. ταῦτα μὲν οὖν ἅπασιν ἀνθρώποις κοινὰ, τοῖς δοὐκ ὀρθῶς διαιτωμένοις ἐξ ἐπιμέτρου προσέρχεται τὸ κατὰ τὰς ὁπώρας, ὧν ἀφθόνως ἐμπιπλάμενοι κακοχυμίας πληροῦνται.
§10 Ἐμέμφετο μὲν καὶ ἄλλως τὸ φθινόπωρον ἐν τῷ πρόσθεν ἀφορισμῷ, νυνὶ δὡς ἐξαιρέτως αὐτοὺς βλάπτον τοὺς φθίνοντας αὖθις μέμφεται. πότερον δὲ τοὺς φθόην νοσοῦντας μόνους ὀνομάζει φθίνοντας, οἷς ἥλκωται δηλονότι πνεύμων, πάντας τοὺς ὁπωσοῦν συντηκομένους, οὐχ οἷόν τε ἀμφιβάλλειν. ὅτι δἀμφοτέροις κακὸν τὸ φθινόπωρον εὔδηλον, ἐπειδὴ ξηρόν τέ ἐστι ἅμα καὶ ψυχρὸν καὶ ἀνώμαλον.
§11 Περὶ τῆς ἐν ταῖς ὥραις ἀλλοιώσεως ἐν τούτοις διδάσκει, τὴν ἀρχὴν ἀπὸ χειμῶνος αὐχμηροῦ καὶ βορείου ποιησάμενος, ἦρος δἐπόμβρου καὶ νοτίου. μικραὶ μὲν οὖν αἱ τοιαῦται μεταβολαὶ, παρὰ φύσιν δὅμως εἰσί· διὸ καὶ εἰς τὸ θέρος ἔσεσθαί φησι νοσήματα, πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας. τὴν δαἰτίαν τοῦ πλεονάζειν ἐπὶ τῇ προειρημένῃ καταστάσει τοιαῦτα νοσήματα διῆλθεν αὐτὸς ἐν τῷ περὶ ὑδάτων τόπων καὶ ἀέρων. ἔχει δ ῥῆσις ὧδε· ἢν δὲ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες εἶναι καὶ ὀφθαλμίας ἐγγίνεσθαι. ὅταν γὰρ τοῦ θέρους ἐπιγίνεται, πνῖγος ἐξαίφνης τῆς τε γῆς ὑγρᾶς οὔσης ὑπὸ τῶν ὀμβρίων τῶν ἠρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλοῦν τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου οὔσης καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ συνεστηκυιῶν τοῖς ἀνθρώποις, μήτε τοῦ ἐγκεφάλου ἀνεξηραμμένου. οὐ γὰρ οἷόν τε τοῦ ἦρος τοιούτου ἐόντος μὴ συντήκεσθαι τὸ σῶμα καὶ τὴν σάρκα, ὥστε τοὺς πυρετοὺς συνεμπίπτειν ὀξυτάτους τοῖσιν ἅπασι, μάλιστα δὲ τοῖσι φλεγματίαισι. τὰς δὲ δυσεντερίας εἰκὸς γενέσθαι τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τοῖσιν ὑγροτέροισιν. ταῦτα μὲν οὖν Ἱπποκράτης εἴρηκεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων. ἡμεῖς δὲ ἐπὶ πλέον ἐξειργασάμεθα τὸν λόγον αὐτοῦ καὶ πρῶτόν γε διὰ τί μήτἐν αὐτῷ τῷ χειμῶνι μήτἐν τῷ ἦρι κατὰ τὴν τοιαύτην κατάστασιν ἐπιδημεῖν φησι νοσήματα. καίτοι γε ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν καταὐτὴν τὴν βεβλαμμένην ὥραν, ἐν Κρανῶνι λέγων γενέσθαι τοὺς ἄνθρακας. ἔχει δ ῥῆσις οὕτως· ἄνθρακες ἐν Κρανῶνι θερινοὶ, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ. δῆλον τοίνυν ἐξ ὧν εἶπε καὶ αἰτία τοῦ κατὰ τὸ θέρος ἐν Κρανῶνι γενέσθαι τοὺς ἄνθρακας· οὐ γὰρ ἐπὶ βραχὺ μετέστη τῆς κατὰ φύσιν κράσεως, ἀλλεἰς τοιαύτην κατάστασιν ἧκον, ἐν σήπεται ῥᾳδίως, ὅσα σήπεσθαι φύσιν ἔχει· ἱκαναὶ μὲν γὰρ ὑγρότητες ἄμετροι γενηθεῖσαι σήπειν, ὥσπερ αὐτὸς ἐρεῖ. νοσήματα δὲ ἐν μὲν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνεται πυρετοί γε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἔτι δὲ μᾶλλον αὐτῶν αἱ θερμότητες. ἐς ταυτὸν δἀμφοῖν ἀφικομένων οὕτως ἰσχυρῶν τε καὶ ἀμέτρων ὡς ἐν Κρανῶνι. δευτέραν ὥραν οὐκ ἀναμένει τὸ σῶμα, φθάνον ἐν αὐτῇ τῇ πρώτῃ μέγιστα βλάπτεσθαι. κατὰ δὲ τὸν αὐχμηρὸν καί βόρειον χειμῶνα λυπηθείη μὲν ἄν τι τὰ σώματα τοιοῦτον, οἷον αὐτὸς εἶπε· ἢν δὲ βόρειον , βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρῶν, στηθέων· οὐ μὴν ἀξιόλογόν γε τὸ νόσημα συστήσεται. πρὸς γὰρ τοῖς ἄλλοις καὶ αἱ ξηρότεραι τῶν καταστάσεων ὑγιεινότεραι. τὸ γὰρ ὅλον, φησὶν, οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧττον θανατώδεες. δὲ χειμὼν βόρειος καὶ αὐχμηρὸς λυπήσει μὲν ὀρθοστάδην τοὺς ἀνθρώπους εἰς βῆχάς τε καὶ γαστρὸς ἐποχὴν καὶ δυσουρίαν καὶ τὰς ὀδύνας τῶν κατὰ τὸν θώρακα χωρίων· οὐ μὴν πυρετοὺς δυσεντερίας τοιοῦτόν τι ἐργάσεται. τί δή ποτοὖν οὐδὲ κατὰ τὸ ἔαρ ἔπομβρόν τε καὶ νότιον γενόμενον ἐπιδημήσει νοσήματα; ὅτι προϋπῆρχεν χειμὼν ἱκανῶς ψυχρός τε καὶ ξηρός. εἰρήκει δαὐτὸς, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι τὰς ἐνεστώσας καταστάσεις, ἀλλὰ καὶ τὸ ἐξ οἵων εἰς οἷά εἰσιν αἱ μεταβολαὶ προσεπισκοπεῖσθαι. προεξηρασμένον οὖν τὸ σῶμα κατὰ τὸν χειμῶνα γινόμενον αὐχμηρὸν καὶ βόρειον, οὐ μόνον οὐδὲν πείσεται τοῖς ὄμβροις τοῖς ἠρινοῖς, ἀλλά τι καὶ προσωφεληθήσεται μέχρι τινὸς εἰς κατὰ φύσιν ἐπανερχόμενον συμμετρίαν· εἰ δὅλον τὸ ἔαρ ὑγρὸν γενηθῇ, πρὸς τὴν ἐναντίαν ἀχθήσεται τὸ σῶμα κατάστασιν τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῷ τῆς ξηρᾶς, ὑπερβαῖνον τὴν ἐν τῷ μέσῳ συμμετρίαν, ὥσθἕτοιμον αὐτὸ πρὸς βλάβην διαδέξεται τὸ θέρος, ἔτι τῆς γῆς ὑγρᾶς οὔσης, καὶ διὰ τοῦτο πνῖγος ἐργαζομένης, ἄτε μήτε τῶν ἐτησίων ἤδη πνεῖν δυναμένων. ὕστερον γὰρ ἐκεῖνοι καὶ μετὰ κύνα πεφύκασιν ἄρχεσθαι, ὥστε μεταξὺ χρόνος ἅπας ἕξει τούς τε πυρετοὺς ὀξεῖς διά τε τὴν ὑγρότητα καὶ θερμότητα σηπομένων τῶν ἐν τῷ σώματι χυμῶν καὶ τὰς ὀφθαλμίας καὶ τὰς δυσεντερίας, κατά γε τὴν ἐπιτηδειότητα τῶν δυναμένων βλάπτεσθαι μορίων. ἄλλα γὰρ ἄλλων μᾶλλον εὐπαθῆ τέ ἐστι καὶ δυσπαθῆ κατὰ τὰς κράσεις τῶν σωμάτων. αἱ μὲν γὰρ ὀφθαλμίαι σχεδὸν ἅπαντας ἐνοχλοῦσι πληρουμένης τῆς κεφαλῆς, πλήν εἴ τινες ἰσχυροὶ πάνυ τοῖς ὀφθαλμοῖς εἶεν. δυσεντερίαι δ’, ὡς αὐτὸς εἴρηκε, τοῖς ὑγρὰς ἔχουσι τὰς φύσεις καὶ ταῖς γυναιξὶν, ὑγρότεραι γάρ εἰσιν αὗται τῶν ἀνδρῶν. εἴπερ οὖν ὅλην τὴν κατάστασιν ὡς σήπουσαν ἡμῶν τὰ σώματα μεμφόμεθα, πρόδηλον ὅτι μᾶλλον σηπεδὼν ἐν τοῖς ὑγροῖς ἔσται σώμασιν. αὐτὸ γὰρ δὴ τοῦτἔστι τὸ σηπόμενον ἐν τοῖς σώμασιν ὑγρὸν, ὡς ὕλη τις ὑπὸ δυνάμεως τῆς θερμότητος. δὑγρότης τοῦ περιέχοντος ὅτι κωλύει ξηραίνεσθαι τὴν ἐν τῷ σώματι περιουσίαν τῶν ὑγρῶν, κατὰ τοῦτο συντελεῖ τῇ σηπούσῃ δυνάμει. θαυμαστὸν οὖν οὐδὲν ἐν ταῖς τοιαύταις καταστάσεσι μᾶλλον βλάπτεσθαι τὰς ὑγροτέρας φύσεις. διὰ τοῦτο καὶ τοὺς πυρετοὺς ἔφη τοῖς φλεγματώδεσι μᾶλλον γίνεσθαι· καὶ γὰρ καὶ τούτους ὑγροτέρους ἀναγκαῖον εἶναι. μενούσης μὲν οὖν ἐν τῷ σώματι τῆς σηπεδόνος οἱ πυρετοὶ γίνονται, κενουμένης δὲ διὰ τῆς γαστρὸς αἱ δυσεντερίαι, καὶ ταῦτἔσται σοι διὅλου τοῦ θέρους, ἐὰν μὴ μεταβολή τις περὶ κυνὸς ἐπιτολὴν γένηται, περὶ ἧς αὐτὸς ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐφεξῆς τῇ γεγραμμένῃ μικρὸν ἔμπροσθεν ῥήσει διῆλθεν, ἦς ἐστι τελευτή. τὰς δὲ δυσεντερίας εἰκὸς γίνεσθαι ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσι τοῖς ὑγροτέροις. τούτοις γὰρ συνάπτων ἐφεξῆς γράφει, καὶ ἢν μὲν ἐπιγένηται περὶ κυνὸς ἐπιτολὴν ὕδωρ καὶ χειμὼν, ἐτησίαι πνεύουσιν, ἐλπὶς παύσεσθαι καὶ τὸ μετόπωρον ὑγιεινὸν γενέσθαι· εἰ δὲ μὴ, κίνδυνος θανάτου γενέσθαι τοῖς παιδίοις καὶ ταῖς γυναιξὶν, ἥκιστα δὲ τοῖσι πρεσβυτέροισι, τοὺς δὲ παραγενομένους εἰς τεταρταῖον ἀποτελευτᾷν καὶ αὐτὸν τεταρταῖον εἰς ὕδρωπα. ἀλλὰ περὶ μὲν τούτων ὧν προσέθηκεν ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων, ὅταν τὰ εἰς ἐκεῖνο τὸ βιβλίον ἐξηγησώμεθα, διασκεψόμεθα, περὶ δὲ τῶν κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν αὐτάρκως εἴρηται, πλὴν μιᾶς λέξεως τῆς ἐξ ἀνάγκης, ἣν οὐ μόνον ἐν τοῖς ἀφορισμοῖς προσέθηκεν, ἀλλὰ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐνδεικνύμενος ὅτι τῇ φύσει τοῦ πράγματος πεπιστευκὼς, οὐ τηρήσει τινὶ γράφεν ταῦτα. ποσάκις οὖν εἰκός ἐστιν ἑωρακέναι τοιαύτην αὐτὸν κατάστασιν ἐν πόσοις χωρίοις, ἆρά γε δὶς τρὶς ἔσται τετράκις, ἀλλοὐδεἰ πλεονάκις εἴπῃς, δυνατόν ἐστιν ἤδη εἰπεῖν ὅτι διὰ παντὸς οὕτως ἔσται, καθάπερ οὐδεἰ κεκαθαρμένους ὑπὸ φαρμάκου τινὸς ἴδῃς ἀνθρώπους στ΄ ζ΄ δυνήσῃ διατεταγμένως εἰπεῖν, ὅτι πάντες οἱ μετὰ ταῦτα ἐξ ἀνάγκης καθαρθήσονται. δῆλον οὖν ἐστιν ὅτι τῇ φύσει τοῦ πράγματος Ἱπποκράτης ἑπόμενος οὐ τηρήσει τινὶ προσέγραψεν εἰπὼν, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι.
§12–16
§12 Ἔμπαλιν κρᾶσις ἔχει ταῖς κατὰ τὸν πρότερον ἀφορισμὸν εἰρημέναις ὥραις δύο πρὸς τὰς νῦν λεγομένας. οἶος μὲν γὰρ πρότερος χειμὼν ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστι τὸ ἔαρ, ὁποῖον δὲ τὸ ἔαρ ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστιν χειμών. ὅτι μὲν οὖν ἐπἐκείνων οὐκ ἦν ἀναγκαῖον ἐν τῷ ἦρι νόσους ἐπιδημῆσαι σφοδρὰς αὐτάρκως ἐδείχθη. νυνὶ δὲ ὅτι τοῦ χειμῶνος μὲν ὑγροῦ καὶ θερμοῦ γινομένου, τοῦ δἦρος ξηροῦ καὶ ψυχροῦ, νοσεῖν ἀναγκαῖόν ἐστι τοὺς ἀνθρώπους ἐν αὐτῷ τῷ ἦρι δεικτέον ἐστί. αἱ μὲν οὖν γυναῖκες αἷς ἂν τόκος πρὸς τὸ ἔαρ, ἐπὶ ταῖς τυχούσαις προφάσεσιν ἐκτιτρώκουσιν. ὑγρὰ γὰρ τὰ σώματα καὶ μαλακὰ, ἀραιὰ γεγονότα κατὰ τὸν εὔδιον χειμῶνα, ῥᾳδίως εἰς τὸ βάθος αὐτῶν διαδίδωσι τὴν ἐκ τοῦ περιέχοντος ψύξιν, ὥσθὅσα τῶν παίδων ἤδη πολυχρόνιον ἔθος ἔσχεν ἀέρος ἀλέας, ταῦτα πληττόμενα σφοδρῶς ὑπὸ τοῦ κρύους εἰκότως ἁλίσκεται τὰ μὲν ἤδη νεκρὰ, τὰ δἀποθνήσκοντα καταὐτὸν τὸν τόκον. δἂν αὐτῶν ζῶντα τεχθῇ, τὴν εἰς τοὐναντίον ἐξαιφνίδιον οὐ φέροντα μεταβολὴν, ἤτοι διὰ τάχους ἀποθνήσκει λεπτὰ καὶ νοσώδεα γινόμενα μόλις διαζῇ. τῶν δἄλλων τοῖς μέν φλεγματώδεσι καὶ ταῖς γυναιξὶ δυσεντερίας φησὶ γίνεσθαι, φλέγματος ἀπὸ τῆς κεφαλῆς εἰς τὴν γαστέρα καταῤῥέοντος. εἰκὸς γὰρ δήπου τοῦτο πολὺ γεννᾶσθαι κατὰ τὴν εἰρημένην κατάστασιν· ἐν μὲν τῷ χειμῶνι πληρωθείσης τῆς κεφαλῆς, ψυχθείσης δὲ ἀθρόως ἐν ἀρχῇ τοῦ ἦρος, ἐπειδὴ φλεγματικὰ περιττώματα πέφυκε γεννᾷν ἐγκέφαλος, ὅταν ψυχθεὶς ἀδυνατεῖ κρατεῖν τῆς τροφῆς. ὑπάρχει δὲ καὶ τοῦτο τῇ τοῦ φλέγματος γενέσει, τὸ μὲν γὰρ ὑπὸ ψύξεως ἰσχυρᾶς γιγνόμενον ὀξὺ γίγνεται. τὸ δὑπὸ θερμασίας πληρούσης τὴν κεφαλὴν ἁλυκὸν, ὥσπερ γε καὶ τὸ διὰ βραχεῖαν ψύξιν τι βραχὺ γλυκύτητος ἔχει μηδεμίαν ἐναργῆ ποιότητα. τὸ τοίνυν ἐπὶ τῇ προκειμένῃ καταστάσει γενόμενον φλέγμα διὰ τὴν ἐν τῷ χειμῶνι θερμασίαν ἁλυκὸν ἔσται καὶ κατὰ τοῦτο μάλιστα γεννήσει δυσεντερίας, ὅταν ἐν χρόνῳ πλείονι δάκνον καὶ ξύον κακώσῃ τὸ ἔντερον. ἅτε γὰρ διὰ τὴν γλισχρότητα κατὰ τὴν διέξοδον ἐν τοῖς ἐντέροις ἰσχόμενόν τε καὶ βραδῦνον, ἀεί τε ῥῖπτον αὐτὸ διὰ τὴν ποιότητα τὴν δυσεντερίαν ἐργάζεται. τοῖς μέντοι φύσει θερμοῖς καὶ χολώδεσιν αὐτός φησιν ὀφθαλμίας γίνεσθαι ξηράς. οὕτω δὀνομάζει τὰς ἄνευ ῥεύματος. εἰκὸς δὲ δήπου ταῖς θερμαῖς καὶ ξηραῖς φύσεσιν ἐν ξηρᾷ καὶ ψυχρᾷ καταστάσει διαδεξαμένῃ θερμὴν καὶ ὑγρὰν τοιαύτας γίνεσθαι τὰς ὀφθαλμίας. μὲν γὰρ κεφαλὴ πεπλήρωται πρόσθεν τῇ θερμῇ καὶ ὑγρᾷ καταστάσει, τὸ δὲ κρύος ἐπιγινόμενον, ὥσπερ χείρ τις ἔξωθεν λαβοῦσα καὶ θλίψασα, καθάπερ τινὰ σπόγγον τὸν ἐγκέφαλον ἐκθλίβει τὴν καταὐτὸν ὑγρότητα. φερομένη δαὕτη ἄλλοτε πρὸς ἄλλον τόπον τῶν εὐπαθῶν πλείονα γεννᾷ τὰ νοσήματα. καὶ κατὰ τοῦτο καὶ ὀφθαλμίαι συμβήσονται τοῖς ἀσθενέσι φύσει τοὺς ὀφθαλμούς. ἀποῤῥήσεται δὲ οὐδὲν αὐτῶν ἐκτὸς διὰ τὴν ὑγρότητα τοῦ περιέχοντος πυκνοῦντος τὴν ἐπιφάνειαν. ὅτι δαὐτὸς Ἱπποκράτης εἰς τάσδε τὰς αἰτίας ἕκαστον τῶν εἰρημένων ἀναφέρει, δῆλον ἐξ ὧν ἔγραψεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων κατὰ τήνδε τὴν ῥῆσιν. τοῖσι μὲν οὖν φλεγματικοῖσι τὰς δυσεντερίας εἰκὸς γίνεσθαι καὶ τῇσι γυναιξὶ, φλέγματος ἐπικαταῤῥέοντος ἀπὸ τοῦ ἐγκεφάλου διὰ τὴν ὑγρότητα τῆς φύσεως, τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς διὰ τὴν θερμότητα καὶ ξηρότητα τῆς σαρκός. τὸ δἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον· τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοι συντόμως ἀπολλύντες, κατὰ τήνδε τὴν λέξιν αὐτὸς ἔγραψεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων· τοῖσι δἄγαν πρεσβυτέροισι κατάῤῥους διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτηξιν τῶν φλεβῶν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι, τοὺς δὲ παραπλῆγας γίνεσθαι τὰ δεξιὰ τὰ ἀριστερά. διὰ τούτων ἔοικεν Ἱπποκράτης οὐ τοὺς πάνυ συνήθεις λεγομένους κατάῤῥους δηλοῦν, τοὺς ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα διὰ τῆς τραχείας ἀρτηρίας γιγνομένους, ἀλλὰ πάντα καταφερόμενα ῥεύματα διὰ τῶν φλεβῶν ἀπὸ τῆς κεφαλῆς εἰς τὰ κάτω μόρια. διὸ καὶ τὸ συντόμως ἀπολλύντες καλῶς δοκεῖ προσκεῖσθαι, διότι ταχεῖαν τὴν κρίσιν οὗτοι ποιοῦνται τῶν ἄλλων χρονιζόντων. ἔνιοι δὲ τῶν ἐξηγητῶν κατάῤῥους ἀκούσαντες τοὺς ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα γιγνομένους διὰ φάρυγγος καὶ ἀρτηρίας, μετὰ τῆς ἀποφάσεως τῆς οὐ γράφουσι τὴν λέξιν. κατάῤῥους γίγνεσθαι τοῖς πρεσβυτέροισι, οὐ συντόμως ἀπολλύντας, εἰκότως φάσκοντες. οὐ γὰρ πέττεται τὰ ψυχρὰ τῶν ῥευμάτων αὐτοῖς διὰ τὴν ἡλικίαν. ἔν τισι δὲ τῶν ἀντιγράφων γέγραπται συντόμως ἀπολλύντες, ἐπειδὴ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων αὐτὸς εἶπεν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι.
§13 Τὴν αὐτὴν κρᾶσιν ἀνατέθεικε νῦν θέρει καὶ φθινοπώρῳ, τὴν μικρὸν ἔμπροσθεν εἰρημένην περί τε χειμῶνος καὶ ἦρος ἡνίκα ἔλεγεν· ἢν μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δἔαρ ἔπομβρον καὶ νότιον. ἀλλἐκεῖ μὲν ἐπὶ ταύτῃ τῇ καταστάσει τοῦ θέρους ἔφησε τοὺς πυρετοὺς ὀξεῖς, ὀφθαλμίας καὶ δυσεντερίας γίγνεσθαι. νυνὶ δὲ ἐν τῷ χειμῶνι κεφαλαλγίας καὶ βῆχας καὶ βράγχους καὶ κορύζας· προσέγραψε δὲ οὔτε ἐκεῖ τὴν τοῦ θέρους κατάστασιν, οὔτε ἐνταῦθα τὴν τοῦ χειμῶνος ὡς ἐν τῇ κατὰ φύσιν ἀξιῶν φυλάττεσθαι κράσει τὰς ὥρας ἀμφοτέρας. ἐὰν γὰρ ἔτι καὶ κατὰ ταύτας ἑτέρα τις γένηται δυσκρασία τοῦ περιέχοντος, ἔσται τι καὶ διἐκείνην ἕτερον ἐπὶ τοῖς εἰρημένοις νοσήμασι τῆς δυσκρασίας οἰκεῖον. ἀλλἐπὶ μὲν ἐκείνης τῆς καταστάσεως, ἐν τὸν χειμῶνά φησιν αὐχμηρὸν καὶ βόρειον γενέσθαι, τὸ δἔαρ ἔπομβρον καὶ νότιον αὐτὸς ἔγραψε τὰς αἰτίας τῶν εἰρημένων νοσημάτων ἐν τῷ θέρει γενέσθαι, ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων βιβλίῳ. ἐπὶ δὲ τῆς νῦν προκειμένης οὐδὲν εἶπεν ἐν ἐκείνῳ. μετὰ γὰρ τὰς δύο τὰς προγεγραμμένας καταστάσεις μίαν μὲν ἐν τὸν χειμῶνα βόρειόν τε ἅμα καὶ αὐχμηρὸν ἄξιοι γενέσθαι, τὸ δἔαρ ἔπομβρον καὶ νότιον, ἑτέραν δὲ ἐν τοὐναντίον ἔπομβρον μὲν καὶ νότιον τὸν χειμῶνα, τὸ δἔαρ αὐχμηρὸν καὶ βόρειον. τὴν δἐφεξῆς αὐταῖς τήνδε τρίτην οὖσαν τροπὴν, ὑπὲρ ἧς ἐνεστηκὼς λόγος, οὐκέτι προσέγραψεν, ἀλλὰ ἀντὶ ταύτης ἑτέραν τοιαύτην. ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται καὶ φθινόπωρον ὡσαύτως, ἀνάγκη τὸν χειμῶνα νοσερὸν εἶναι· εἶτἐφεξῆς ἄλλας τινὰς οὐδὲ ἐκείνας ὡσαύτως τῇ νῦν προκειμένῃ. περὶ μὲν οὖν ἐκείνων, ὅταν εἰς αὐτὰ ἐξηγησώμεθα, τὸν λόγον ποιησώμεθα. νυνὶ δὲ περὶ τῆς ἐν τοῖς ἀφορισμοῖς εἰρημένης ὑπαὐτοῦ λέγωμεν, ἀρχὴν τῷ λόγῳ τὴν αὐτὴν θέμενοι τὴν μικρῷ πρόσθεν εἰρημένην. φυλάττειν γὰρ εἰκός ἐστιν αὐτὸν ὅμοιον τῷ κατὰ φύσιν τὸν χειμῶνα, τουτέστιν ὑγρόν τε καὶ ψυχρὸν εἰς ὅσον αὐτῶν ἑκάτερον πρέπει τοῖς εὐκράτοις τῆς οἰκουμένης χωρίοις, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὧν ὀλίγον ὕστερον ὀνομαστὶ μνημονεύσω, φυλάξαντός τε τὴν ἑαυτοῦ κρᾶσιν τοῦ χειμῶνος οὐδὲν ἐν αὐτῷ συστήσεται ἰσχυρὸν νόσημα, κεφαλαλγίαι δὲ μόνον καὶ βῆχες καὶ βράγχοι καὶ κόρυζαι, πεπληρωμένης τῆς κεφαλῆς συμπτώματα. εἰ μὲν οὖν, ὡς καὶ πρόσθεν ἔφην, ἀμφοτέραις ταῖς ὥραις, τῇ θερινῇ καὶ τῇ φθινοπωρινῇ, τοὺς νοτίους ὄμβρους γενέσθαι συνέβη, τάχα μὲν ἂν καὶ καταὐτὸ τὸ θέρος. εἰ δὲ μὴ, ἀλλὰ πάντως γε κατὰ τὸ φθινόπωρον ἐπεδήμησεν ἂν οἰκεῖα νοσήματα καταστάσεως ὑγρᾶς καὶ νοτίου. νῦν ἐπειδὴ τὸ θέρος αὐχμηρόν τε καὶ βόρειον ὑπέθετο προγεγονέναι, τὸ δὲ φθινόπωρον ὑγρόν τε καὶ νότιον, εὔλογον οὐ μόνον αὐτίκα νοσεῖν οὐκ ἄρξαρθαί τινας, ἀλλὰ καὶ τῆς ἀμετροτέρας ἐν τῷ θέρει ξηρότητος ἴαμα ἔχειν οὐ σμικρὸν τὴν ἐν τῷ φθινοπώρῳ κατάστασιν ὑγρὰν γενομένην. ἐπεὶ δὅλον τὸ φθινόπωρον ἠκολούθησε τοιοῦτον, ἀναγκαῖον ἔσται τοῖς ὑγροτέραν ἔχουσι τὴν φύσιν ἱκανώτερον τοῦ μετρίου πληρωθείσης τῆς κεφαλῆς ἀπαντῆσαι κατὰ τὸν χειμῶνα τὰ προειρημένα νοσήματα, τισὶ δαὐτῶν δηλονότι καὶ φθίσιν, ὅσοι πρὸς τὸ πάθος ἐπιτηδείως εἶχον, οἵ τε κατὰ τὸν θώρακα στενοὶ καὶ οἷς ἀπὸ τῆς κεφαλῆς εἰς πνεύμονα καταφέρεται ῥεῦμα. τούτοις οὖν ἔσονται φθίσεις, τοῖς δἄλλοις οὐδὲν μὲν ἰσχυρὸν νόσημα, τὰ δὲ περὶ τὰς βῆχας καὶ τοὺς βράγχους, ὅσα τἄλλα γενήσεται συμπτώματα τοιαῦτα τῆς χειμερινῆς ὥρας, πεπληρωμένας ὑπὸ τῶν νοτίων ὄμβρων κεφαλὰς διαδεξαμένης, εἶτἐπἐνίων μὲν αὐτὸ δὴ τοῦτο μόνον ἐργασαμένης, ὡς ἐν τῇ κεφαλῇ διαμένον τὸ περιττὸν, ἀλγήματος αἴτιον αὐτῇ γίνεσθαι. διαφορεῖ γὰρ οὐδὲν πλῆθος οὐδὲ καθἓν μόριον χειμών. ἐπἐνίων δὲ συναχθείσης ἐπὶ πλέον καὶ οἱονεὶ πιληθείσης τῆς κεφαλῆς, ἐκθλιβόμενον τὸ περιττὸν εἰς τὰ κάτω τῆς κεφαλῆς ἰέναι χωρία. τοῦτο μὲν οὖν οἷον κάθαρσίς ἐστι καὶ κένωσις τῆς κεφαλῆς. ἐφὧν δὲ διὰ τὸ βαρυνθῆναι τῷ πλήθει προκαμοῦσα τὸ τοῦ χειμῶνος οὐκ ἤνεγκε κρύος, ἐπὶ τούτων ψυχθεῖσα κατὰ δυσκρασίαν ἤδη μειζόνων ῥευμάτων αἰτία τοῖς κάτω μέρεσιν ἑαυτῆς γίνεται.
§14 Οὗτος λόγος νῦν εἰρημένος εὔδηλον ὡς οὐκ ἔστι τέλειος ἀφορισμὸς, ἀλλἑνὸς ἀφορισμοῦ μέρος δεύτερον, οὗ τὸ πρότερον μέρος ἄρτι πεπαύμεθα διεξερχόμενοι. μενούσης γὰρ κοινῆς τῆς κατὰ τὸ θέρος ὑποθέσεως ἀμφοτέροις τοῖς λόγοις, μὲν πρότερος ἔπομβρον καὶ νότιον ἐπαὐτῇ προϋποτίθεται τὸ φθινόπωρον, δὲ δεύτερος νῦν ἐνεστὼς ἄνυδρον καὶ βόρειον. ὅτι δοὐδὲν διαφέρει ξηρὸν αὐχμηρὸν ἄνυδρον εἰπεῖν πρόδηλον παντί. γενομένων οὖν ἀμφοτέρων τῶν ὡρῶν αὐχμηρῶν τε καὶ ξηρῶν, αἱ μὲν ὑγραὶ φύσεις οὐ μόνον οὐδὲν βλαβήσονται πρὸς τῆς τοιαύτης καταστάσεως, ἀλλὰ καὶ ὠφέλειά τις ἐν αὐταῖς γενήσεται. τὴν δαἰτίαν αὐτὸς εἶπεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων οὕτω γράψας· τοῖσι δὲ φλεγματίῃσι ταῦτα πάντα ἀρωγά ἐστιν. ἀναξηραίνονται γὰρ καὶ εἰς τὸν χειμῶνα ἀφικνέονται οὐ πλαδῶντες, ἀλλἀνεξηραμμένοι. τοῖσι δὲ λοιποῖσιν, ὅσοι μὴ τοιοῦτοι, ξηραὶ μὲν ὀφθαλμίαι, πυρετοὶ δὲ ὀξέες ἕπονται καὶ κόρυζαι, τισὶ δαὐτῶν καὶ μελαγχολίαι. τὴν δαἰτίαν τῆς τούτων γενέσεως αὐτὸς εἶπεν ἐν τῷ προγεγραμμένῳ βιβλίῳ διὰ τῆσδε τῆς λέξεως· τοῖσι δὲ χολώδεσι τοῦτο πολεμιώτατον γίνεται, λίαν γὰρ ἀναξηραίνονται καὶ ὀφθαλμίαι τούτοισι ἐπιγίνονται ξηραὶ καὶ πυρετοὶ ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι· εἶτα ἐπιφέρων φησὶ, τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδαρέστατον ἀποξηραίνεται καὶ ἀναλίσκεται, τὸ δὲ παχύτατον καὶ δριμύτατον λείπεται, καὶ τοῦ αἵματος κατὰ τὸν αὐτὸν λόγον, ἀφὦν ταῦτα τὰ νοσήματα αὐτοῖς γίνεται. ταῦτα μὲν οὖν ἡμῖν εἰς τὰς προκειμένας καταστάσεις αὐτάρκως εἰρήθη. διὰ τί δὲ μόνον τούτων τῶν καταστάσεων ἐμνημόνευσεν Ἱπποκράτης, οὐσῶν γε ἄλλων πολλῶν, οὐκ ἔχω φάναι. δηλῶσαι δὲ μᾶλλον βούλομαι τὴν μέθοδον, τις ἂν χρώμενος, συμπλέκοι πάσας τὰς καταστάσεις, οὖσαν τοιαύτην. ἄρξασθαι μὲν οὖν ἀναγκαῖόν ἐστιν ὡς ἀπὸ στοιχείων, τῶν ἁπλῶν δυσκρασιῶν τοῦ περιέχοντος ἡμᾶς ἡμᾶς ἀέρος. διελόμενον δὲ αὐτὰς εἴς τε τὰς πάνυ μικρὰς καὶ εἰς τὰς πάνυ σφοδρὰς καὶ εἰς τὰς καὶ μετὰ ταῦτα εἰπεῖν περὶ ἑκάστης τῶν εἰρημένων δυσκρασιῶν, ἐν ἑκάστῃ τῶν ὡρῶν γενομένης, τίνα γενήσει νοσήματα καθἑκάστην φύσιν, εἶθἑξῆς συμπλέκειν ἀλλήλαις δυοῖν ὡρῶν δυσκρασίαν, ὡς νῦν Ἱπποκράτης ἐπεχείρησε. διελθόντας δὲ καὶ ταύτας ἁπάσας ἐφεξῆς τὰς τῶν τριῶν ὡρῶν δυσκρασίας συμπλέξαι πάσας πάσαις, εἶθἐξῆς τὰς τῶν τεσσάρων, οὕτως γὰρ ἂν γυμνασία γένοιτο τελεία. ταυτὶ μὲν οὖν ἴσως ποτὲ καὶ ἡμεῖς, σχολῆς ἐὰν ἐπιλαβώμεθα πλείονος, ἰδίᾳ γράψομεν. ἐν τῷ παρόντι δἀρκείτω μόνον τοῦτο εἰρημένον ὡς ὀλίγας πάνυ συμπλοκὰς δυσκρασιῶν ἔγραψεν Ἱπποκράτης, ὡς παράδειγμα δοκεῖν εἶναι μᾶλλον αὐτὰς, τι μέρος ἀξιόλογον ὅλης τῆς περὶ ταῦτα διδασκαλίας. ἐροῦμεν δἐπὶ πλέον ὑπὲρ αὐτῶν, ἐπειδὰν ἐξηγησώμεθα τό τε περὶ τῶν ὑδάτων καὶ ἀέρων καὶ τόπων σύγγραμμα καὶ τὸ πρῶτον τῶν ἐπιδημιῶν δὲ ὑπεσχόμην ὀλίγον ἔμπροσθεν ἐρεῖν ἤδη προγράψας ἐπαὐτῷ καταπαύσω τὸν λόγον. ἀκούειν γὰρ ἡμᾶς χρὴ τῶν καταστάσεων ἁπασῶν ὦν ἔγραψεν Ἱπποκράτης ἐν τοῖς εὐκράτοις χωρίοις τῆς οἰκουμένης γινομένων, ἐξῃρημένων τοῦ λόγου τῆς μὲν Θρᾴκης ὅσα τῆς θαλάττης ἀποκεχώρηκεν, ὑγρὰ γὰρ ταῦτα καὶ ψυχρὰ περαιτέρω τοῦ μετρίου, καθάπερ τὰ κατΑἴγυπτόν τε καὶ Λιβύην θερμὰ καὶ ξηρὰ, πλὴν κἀνταῦθα τῶν ἐπὶ τῇ θαλάττῃ κειμένων. ἐν γὰρ τοῖς ψυχροῖς χωρίοις ὁποῖα τὰ κατὰ τὴν Θρᾴκην ἐστὶ καὶ Πόντον, ἐπειδὴ ταπεινὰ τὰ πρὸς τῇ θαλάττῃ, διὰ τοῦτἔστι θερμότερα ταῖς κράσεσιν. ἐν δὲ τοῖς θερμοῖς ὁποῖα τὰ κατΑἴγυπτόν τε καὶ Λιβύην, ἐπειδὴ τοῦ θέρους ἀναψύχεται τοῖς ἀρκτικοῖς ἀνέμοις, διὰ τοῦτἔστιν ἧττον θερμὰ τῶν ἀποκεχωρηκότων εἰς μεσόγειον. δἀκριβῶς εὔκρατός τε καὶ μέση ζώνη τῆς οἰκουμένης ἐστὶν διὰ Κνίδου καὶ Κῶ καὶ ὅσα χωρία μὴ πολὺ τούτων ἀποκεχώρηκεν, ἤτοι πρὸς ἄρκτον πρὸς νότον. ἐπινοῆσαι δέ σε χρὴ διὦν εἴρηκα χωρίων, ἐπἀνατολήν τε καὶ δύσιν εὐθεῖάν τινα τεταμένην γραμμὴν εἶναι, τὴν εὔκρατον καλουμένην ζώνην καὶ ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ἀκριβῶς νοήσεις. ὀνομάζουσι δἔνιοι τῶν ἀστρολόγων οὐ ζώνας, ἀλλὰ παραλλήλους τὰς τοιαύτας ἐπὶ τῆς γῆς ὁμοιότητας τῶν οἰκήσεων ἐπἀνατολῆς ἕως δύσεως ἐκτεταμένας. μὲν οὖν λόγος τῷ Ἱπποκράτει περὶ τούτων ἐστὶ μάλιστα τῶν χωρίων, δὲ τῶν ὡρῶν τάξις, ὡς αὐτός τε πολλάκις ἐνδείκνυται διὰ τῶν ἐπιδημιῶν οἵ τἄριστοι τῶν περὶ τὰ τοιαῦτα δεινῶν ἔγραψαν, ἥδἐστίν. ἐπιτολὴ πλειάδος ἀρχὴ θέρους ἐστὶ, μεθἣν κυνὸς ἐπιτολὴ τῆς καλουμένης ὁπώρας, ἣν δὴ καὶ αὐτὴν τὸ δεύτερον μέρος τοῦ θέρους τίθενται, μεθἣν ἀρκτοῦρος ἐπιτέλλων ἀρχὴν ποιεῖται φθινοπώρου, κᾄπειτα δύσις πλειάδων χειμῶνος ἀρχὴ γίνεται, εἶτα μετὰ τὸν χειμῶνα ἰσημερία τὴν ἀρχὴν ἔχει τοῦ ἦρος.
§15 Ὅτι βέλτιον ἦν τῶν προειρημένων ἀφορισμῶν, ἐν οἶς διδάσκει περὶ τῆς ἐν ταῖς ὥραις καταστάσεως γεγράφθαι τοῦτον πρῶτον τὸν ἀφορισμὸν, ὃν νῦν προκεχειρίσμεθα, διαὐτῶν τῶν πραγμάτων ἐμάθομεν. ἐπειδὴ πρότερόν ἐστι καὶ τῇ φύσει καὶ τῇ διδασκαλίᾳ τὸ ἁπλοῦν τοῦ συνθέτου· μετἐκεῖνον οὖν τὸν ἀφορισμὸν οὖ ἀρχὴ, νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοί. πρότερον μὲν τάξομεν οὖ ἀρχὴ, αἱ δὲ καθἡμέρην καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα συνιστῶσι. δεύτερον δὲ τόν γε νῦν ἡμῖν προκείμενον, ἐν τῶν ὅλων τοῦ ἐνιαυτοῦ καταστάσεων προκρίνει τοὺς αὐχμοὺς τῶν ἐπομβρίων, εἰκότως. ἐν μὲν γὰρ τοῖς αὐχμοῖς διαφορεῖται τὰ περιττὰ ὑγρὰ, κατὰ δὲ τὰς ἐπομβρίας ἔνδον τοῦ σώματος ἀθροιζόμενα σήπεται πλὴν εἴ τις αὐτὰ καθἑκάστην ἡμέραν ἀθροιζόμενα ἐκκαθαίρει τοῖς γυμνασίοις. οὐ μεγάλη γὰρ διὰ τῶν βαλανείων κένωσις καὶ μόνος σχεδόν τι τῶν κατὰ τὸ δέρμα. τὰ δἐν τῷ βάθει κατεσπαρμένα τῇ τε σαρκὶ καὶ τοῖς στερεωτέροις ὀργάνοις οὐκ αὐτάρκως ἐκκενοῦται διὰ τῶν βαλανείων, οὐ μὴν οὐδὲ διὰ τῶν καθαρτικῶν φαρμάκων κένωσίς γε τῶν περιττῶν ἐπιτήδειος. μεγάλως τε γὰρ δεομένοις χρήσιμος καὶ διὰ χρόνων μακρῶν, αἱ δὲ τῶν ὁσημέραι γενομένων ἐν τῷ σώματι περιττωμάτων κενώσεις ἐλάττους εἰσὶν κατὰ φαρμάκου καθαίροντος ἐνέργειαν. εἰ δὲ καὶ βουληθείη τις αὐταῖς χρῆσθαι δὶς τοῦ μηνὸς πάντως γε ἅπαξ εὐλαβούμενος ἀθροισθῆναι πολλὰ τῶν περιττωμάτων, κακώσει τὸ σῶμα, μετὰ καὶ τοῦ μοχθηρῷ περιβάλλειν ἔθει. τῆς γάρ τοι τροφῆς τὸ μὲν οἷον ὀῤῥῶδές ἐστι καὶ ὑγρὸν, χάριν τῆς ἀναδόσεως αὐτῇ μέμικται, τὸ δὲ οἷον λιγνυῶδες περίττωμα κατὰ πλεῖστά γε τῶν σιτίων ὅσα μοχθηρότερα καὶ διαφεύγει τὴν ἐργασίαν τῆς φύσεως, ὡς μήθὁμοιωθῆναι τῷ τρεφομένῳ σώματι μήτε προσφῦναι. ταῦτα οὖν πάντα κενοῦσθαι μὲν ἐφἡμέρᾳ δεῖται, κενοῦται δὲ μᾶλλον ἐν ταῖς ξηραῖς καταστάσεσιν ἤπερ ἐν ταῖς ὑγραῖς καὶ διὰ τοῦτο ταύτας ὑγιεινοτέρας εἶπεν.
§16 Τὸ μὲν τοὺς μακροὺς πυρετοὺς ὑγρότητος ἕπεσθαι πλήθει θαυμαστὸν οὐδὲν, εἴ γε δέονται μὲν τῆς πέψεως οἱ κάμνοντες εἰς λύσιν τῶν νοσημάτων, τὰς πλείονας δὲ ὑγρότητας εἰκὸς ἐν πλείονι χρόνῳ πέττεσθαι. προσέτι δὲ καὶ τὸ ψυχροτέρους καὶ φλεγματικωτέρους ἐν ταῖς ἐπομβρίαις γίνεσθαι τοὺς χυμοὺς, ὥσπερ αὖ πάλιν ἐν τοῖς αὐχμοῖς χολωδεστέρους, ὥστε καὶ κατὰ τοῦτο χρονιοῦσι μὲν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ ἐν τοῖς αὐχμοῖς πυρετοὶ γενήσονται, τὸ δὲ καὶ τὰς ῥύσεις τῆς κοιλίας εἰκότως ἐν ταῖς ἐπομβρίαις γίνεσθαι, τῆς ἐν τοῖς χυμοῖς περιουσίας ἐκκαθαιρομένης διὰ τῆς γαστρὸς οὐκ ἄδηλον, ὥσπερ γε οὐδὲ τὰς σηπεδόνας· ἀσηπτότερα γὰρ ἐναργῶς ὁρᾶται τὰ ξηρὰ τῶν ὑγρῶν. εἰσὶ δὲ δήπου καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἐπιληψίαι φλεγματικὰ νοσήματα. κυνάγχη δὲ γίνεται μὲν ἔστιν ὅτε καὶ αὐτοῦ τοῦ πλήθους τῶν περιττωμάτων ἐνεχθέντος εἰς φάρυγγα. γίνεται δὲ ὡς τὰ πολλὰ καὶ τῶν ἐκ τῆς κεφαλῆς ῥευμάτων ἐν φάρυγγι στηριχθέντων. ὅτι δὲ ἐν ταῖς ἐπομβρίαις τά τε ἄλλα ῥεύματα καὶ μάλιστα τὰ ἐκ τῆς κεφαλῆς ὁρμώμενα πλεονάζει, πρόδηλόν ἐστι καὶ λέλεκται πολλάκις. ἐν δὲ τοῖς αὐχμοῖς τάς τε φθινώδεις νόσους φησὶ πλεονάζειν καὶ τὰς ὀφθαλμίας, ἀρθρίτιδάς τε καὶ στραγγουρίας καὶ δυσεντερίας, ἀδιοριστότερον ὡς ἐμοὶ δοκεῖ, τὴν περὶ τούτων ἀπόφασιν ποιησάμενος. αἱ γὰρ φθινώδεις νόσοι δύο ταύταις ἕπονται καταστάσεσι, τῇ τε ἄκρως ψυχρᾷ, καθἣν καὶ ῥήγνυνταί τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἀγγείων τινὰ, καὶ τῇ μεθὑγρότητος θερμῇ, καθἣν κεφαλὴ πληρουμένη καταπέμπει τῷ πνεύμονι ῥεύματα. τῇ δὲ ξηρᾷ μὲν, ὅσον ἐπὶ τῇ θερμότητι καὶ ψυχρότητι κατὰ φύσιν ἐχούσῃ, πάντα μᾶλλον φθινώδεες ἀκολουθήσουσι νόσοι. διό μοι δοκοῦσί τινες ἀναγκασθῆναι τὸ περὶ τῶν ὀφθαλμῶν ἀκοῦσαι τὸ φθινῶδες, ἵνα λόγος τοιοῦτος. ἐν δὲ τοῖς ἀμέτροις αὐχμοῖς αἵ τὀφθαλμίαι φθινώδεις γίνονται, τουτέστιν εἰς φθίσιν ὀφθαλμῶν τελευτῶσι, καθἣν ἀτροφώτεροί τε καὶ ξηρότεροι τῶν κατὰ φύσιν ἀποτελοῦνται μετὰ τοῦ καὶ τὴν κόρην αὐτῶν στενὴν γίνεσθαι, ξηραινομένων δηλονότι τῶν ὑγρῶν, ὑφὧν διατεινομένη μετρίως μὲν ἐν τῇ κατὰ φύσιν ἐφυλάττετο συμμετρίᾳ, μειζόνως δὲ προσῆκεν εἰς πλάτος ἐξετείνετο μοχθηρόν. εἰ δαὐτὰς ταθἑαυτὰς ἀκούομεν εἰρῆσθαι τὰς ὀφθαλμίας, προσθήσομεν αὐταῖς τὰς ξηράς. εἴρηται δὀλίγον ἔμπροσθεν αἰτία τοῦ ξηρὰς ὀφθαλμίας ἐν τοῖς ἀμέτροις αὐχμοῖς γίνεσθαι. καὶ μὲν δὴ καὶ τὰ ἀρθριτικὰ νοσήματα τὰ μὲν ἐπὶ ῥεύμασιν, οὐδὲ ὅλως ἔσται κατὰ τὰς ἀμέτρους ξηρότητας, τὰ δὑπὸ δριμύτητός τινος, ἐὰν καὶ θερμότης ἄμετρος προσγένηται, τηνικαῦτα μόνον ἔσται. τίνας οὖν εἴρηκεν ἀρθρίτιδας ἐν τοῖς αὐχμοῖς γίνεσθαι ζητητέον. εἰ γὰρ ἄμετροι γεννηθέντες δαπανήσειαν ἐκ τῶν ἄρθρων τὴν ὑγρότητα, δυσκινησίαν μέν τινα κατὰ ξηρότητα ποιήσουσιν, ἴσως δἄν ποτε καὶ ἄλγημα. τὴν μέντοι καλουμένην ἀρθρῖτιν οὐκ ἂν ἐργάσαιντο, πλὴν εἰ πᾶν ἄρθρων ἄλγημα καλεῖν τὸ τοιοῦτόν τις ἐθέλῃ. καίτοι αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν φησιν, ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες, σκελέων ἀκρατέες ἐγένοντο· ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες, οὐκ ἀρθριτικοὺς, ἀλλὰ γονυαλγεῖς ὠνόμασεν αὐτούς. ἴσως δἄν τις λέγοι μὴ τὸν ἑνὸς ἄρθρου πόνον, ἀλλὰ τῶν πολλῶν ἀρθρῖτιν ὀνομάζεσθαι, καὶ κατὰ τοῦτο μηδέπω τοὺς γονυαλγεῖς ἀρθριτικοὺς προσαγορεύεσθαι. περὶ μὲν οὖν τῆς ἀρθρίτιδος ἀρκείτω διηπορῆσθαι μέχρι τοσούτου· περὶ δὲ τῶν στραγγουριῶν ἐφεξῆς εἴπωμεν. οὐδὲ γὰρ οὐδαὗται τοῖς αὐχμοῖς ἁπλῶς ἕπονται, χωρὶς τοῦ διορίσασθαι τοὺς τρεῖς διορισμοὺς, ἕνα μὲν τὴν ἀμετρίαν τῆς ξηρότητος, ἕτερον δὲ τὴν μετὰ θερμότητος, καὶ τρίτον τὴν μετὰ ψυχρότητος, ὧν οὐκ ἐμνημόνευσεν Ἱπποκράτης. ἀλλἐάν τις, ὡς ἔφην, ἐθελήσῃ πασῶν τῶν ἐν ταῖς ὥραις καταστάσεων ἐρευνήσασθαι τὴν φύσιν, οὕτως αὐτῷ ποιητέον. ἔσται δ λόγος σαφὴς ἐπὶ παραδείγματος αὐτοῦ τοῦ νῦν προκειμένου σκέμματος. αὐχμὸς μὲν γὰρ ἄμετρος ἐν μὲν ταῖς εὐκράτοις φύσεσιν ἑτέραν ἐργάζεται κατὰ τὸ σῶμα διάθεσιν, ἑτέραν δἐν ταῖς ξηραῖς, ὥσπερ γε κὰν ταῖς ὑγραῖς ἑτέραν. οὕτω δὲ καὶ κατὰ τὴν θερμήν τε καὶ ψυχρὰν ἄλλην ἐν ἑκατέρᾳ διάθεσιν ἐργάζεται. καὶ κατὰ τὰς συζυγίας δὲ τῶν ἁπλῶν δυσκρασιῶν ἄλλην μὲν ἐν τῇ θερμῇ τε καὶ ξηρᾷ, διαφέρουσαν δαὐτῆς ἐν τῇ ψυχρᾷ τε καὶ ξηρᾷ, κἀπὶ τῶν ὑπολοίπων δυοῖν ὡσαύτως. ὥσπερ δἁπλῆν φυλάξαντες ἄρτι τὴν τοῦ περιέχοντος δυσκρασίαν καθἑκάστην φύσιν ἔφαμέν τινα ἰδίαν ἐργάζεσθαι διάθεσιν, οὕτω σύνθετον ὑποθέμενοι καθἑκάστην αὖ πάλιν φύσιν ἐπισκεψόμεθα τὰς ἐσομένας διαθέσεις. ἔσται δὲ σύνθετος ξηρὰ τοῦ περιέχοντος κατάστασις, ὅταν ἤτοι μετὰ ψυχρότητος θερμότητος μιχθῇ. καίτοι γε ἁπλῆ δόξειεν ἂν εἶναί πως σύνθετος, ἐμίγνυτο γὰρ εὐκράτῳ καταστάσει μέσῃ τῶν ἀμετριῶν ἑκατέρων, τῆς τε κατὰ θερμότητα καὶ τῆς κατὰ ψυχρότητα. συγκεχωρημένου δἐν ταῖς διδασκαλίαις ἁπλᾶς μὲν δυσκρασίας γίγνεσθαι τὰς κατὰ μίαν ποιότητα τοῦ κατὰ φύσιν ἐξισταμένας, οὐχ ἁπλᾶς δὲ τὰς κατὰ πλείους· εἰκότως. ὅταν ἐν μὲν τῇ κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν ἀντιθέσει δύσκρατον τὸ περιέχον, ἐν δὲ τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν εὔκρατον, ἁπλῆν ἐροῦμεν εἶναι τὴν δυσκρασίαν. ἐφἁπάντων οὕτω σκοποῦσιν ἡμῖν εὔδηλον εἰς ὅσον ἐκταθήσεται μῆκος τἄλλος τῶν καταστάσεων λόγος, τε νῦν εἰρημένος ἐπὶ τῆς κύστεως. αἱ γάρ τοι στραγγουρίαι γίγνονται διά τε τὴν δριμύτητα τῶν οὔρων καὶ ἀῤῥωστίαν τῆς ἐν τῇ κύστει καθεκτικῆς δυνάμεως, ἥτις πάλιν ἀῤῥωστία γίνεται διἄμετρόν τινα δυσκρασίαν. οὐσῶν δὀκτὼ τῶν ἀμετριῶν, καθἑκάστην αὐτῶν ἄῤῥωστός τε κύστις ἔσται καὶ διὰ τοῦτο ἀκολουθήσουσιν αὐτῇ στραγγουρίαι. καὶ μὲν δὴ καὶ αἱ δριμύτητες τῶν οὔρων ὑπὸ δυσκρασιῶν γίγνονταί τινων καὶ μᾶλλον ἐπὶ τῆς κατὰ τὸ θερμὸν, ἐφεξῆς δἐπὶ τῆς κατὰ τὰ θερμότητά τε καὶ ὑγρότητα καὶ τρίτον τῆς κατὰ ξηρότητα. γενήσεται γοῦν καὶ διὰ ταῦτα στραγγουρία τῶν αὐτῆς τῆς κύστεως παθῶν ἰδίων ἐξῃρημένων, οἷς ἀκολουθοῦσιν αἱ στραγγουρίαι λόγῳ συμπτώματος, οἷον ὅταν ἤτοι διἕλκος, ἐρυσίπελας, ἀπόστημα καταὐτὴν γενόμενον, φλεγμονὴν, τι τῶν τοιούτων ἕτερον, τῇ στραγγουρίᾳ συμπέσῃ. νυνὶ γὰρ οὐ περὶ τούτων λόγος, ἀλλὰ μόνον τῶν ἐκ τῆς τοῦ περιέχοντος κράσεως γινομένων ἐστὶν, ὥσπερ γε οὐδὲ περὶ τῶν ἐκ διαίτης τινὸς πλημμελοῦς. δὲ ἐπὶ τῆς στραγγουρίας εἴρηται, ταὐτά μοι νόει κἀπὶ τῆς δυσεντερίας εἰρῆσθαι, περὶ ἧς οὐδαὐτὸς συμφέρομαι τῷ Ἱπποκράτει. δυσεντερίαι γὰρ οὐχ ἁπλῶς ἀκολουθήσει ταῖς ξηρότησιν ἄνευ τοῦ διορίσασθαι, πρῶτον μὲν τὸ καταὐτὴν ἐσχάτως ἄμετρον εἶτα τὴν θερμότητα καὶ ψυχρότητα τοῦ περιέχοντος ἐξαλλαγὴν, εἶτα καὶ τὰς πασχούσας φύσεις τῶν σωμάτων. ἔστι δοὐχ οὕτως ὑπὲρ Ἱπποκράτους ἀπορῆσαι δίκαιον, ὅτι τηλικαύτην θεωρίαν πρῶτος συστησάμενος οὐκ ἐξειργάσατο πᾶσαν, ὥσπερ Διοκλέους μὲν πρῶτον καὶ Μνησιθέου μεταὐτὸν, εἶτα καὶ ἄλλων πολλῶν ἰατρῶν, ὅσοι ταῖς ἀληθέσιν ὁδοῖς Ἱπποκράτους χρώμενοι πολλὰ τῶν κατὰ μέρος ἐξεργάσασθαι προὔθεντο. δέον γὰρ αὐτοὺς εἴπερ τι καὶ ἄλλο, τὴν περὶ τῶν καταστάσεων θεωρίαν ὡς ὑπεθέμην ἄρτι διαρθρώσασθαι καὶ πᾶσαν ἐξεργάσασθαι παντελῶς ὠλιγώρησαν. ἀλλἡμεῖς αὐτὸ πειρασόμεθα ποιῆσαι, γράψαντες ἑτέραν ἰδίαν πραγματείαν ὅλην περὶ τούτων. ταῦθἡμῖν πρότερον ὅσα μετὰ χεῖρας ἔχομεν συντελεσθῇ.
§17–24
§17 Ξηρὸς καὶ ψυχρὸς ἄνεμος ὑπάρχων βοῤῥᾶς, ἀναλίσκει μὲν ἅπαντα τὰ ἐκ τοῦ σώματος περιττὰ, τόνον δὲ ἐντίθησι τοῖς ὀργάνοις αὐτοῖς ἐκ τοῦ σφίγγειν τε καὶ συνάγειν αὐτὰ, πιλήσει τῆς οὐσίας. διὰ τοῦτο γοῦν βελτίω πάντα γίγνεται, φησὶ, κατά τε τὰς φυσικὰς καὶ τὰς ψυχικὰς ἐνεργείας. τὰς μὲν γὰρ ψυχικὰς ἐνεδείξατο διὰ τοῦ φάναι εὐκίνητά τε καὶ εὐηκοώτερα, τὰς δὲ φυσικὰς ἐνεργείας, ὅταν εὔχροα λέγῃ. κοινὸν δἀμφοῖν εὐτονία, καὶ δῆλον ὡς ἐκ μιᾶς αἰσθήσεως τῆς ἀκοῆς οἷον παραδείγματος ἐδήλωσε καὶ περὶ τῶν ἄλλων. ταυτὶ μὲν οὖν ἀγαθὰ ταῖς βορείαις ὑπάρχει καταστάσεσι καὶ μάλιστα τούτων ἀπολαύουσιν οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα καὶ τούτων αὐτῶν οἱ ὑγρότεροι μᾶλλον. ὑπάρχει δέ τινα καὶ κατὰ ταῖς καταστάσεσι ταύταις, ἀλλὰ μικρὰ καὶ οὐχ ὅμοια τοῖς νοτίοις. πῶς γὰρ οὐ σμικρὰ τό τε ἐπισχεθῆναι τὴν γαστέρα καὶ δηχθῆναι τοὺς ὀφθαλμοὺς καὶ παροξυνθῆναι τὰς προϋπαρχούσας ὀδύνας κατὰ τὸν θώρακα; γνώσῃ δἐναργέστερον αὐτῶν τὴν σμικρότητα παραβάλλων ταῖς νοτίαις καταστάσεσιν, ἃς διαλύειν ἔφη τὰ σώματα. μέγιστον γὰρ τοῦτο κακὸν εἰς ἅπαν ἐστὶν ἔργον, ζωτικόν τε καὶ ψυχικόν. οὐ μικρὸν δοὐδ καρηβαρία τε καὶ δυσηκοΐα. περὶ δὲ τῶν ἰλίγγων τί δεῖ καὶ λέγειν; ἐγγὺς γὰρ οὗτοί εἰσιν ἐπιληψίας τε καὶ ἀποπληξίας. ἴλιγγος γάρ ἐστιν σκοτοδινία, ἥτις γίνεται ὑγροῦ μετὰ παχέος πνεύματος κινουμένου κατὰ τὴν κεφαλὴν, διὸ καὶ προηγεῖται ἐπιληψίας καὶ ἀποπληξίας. ἀλλὰ καὶ δυσκινησίας, φησὶ, κατά τε τοὺς ὀφθαλμοὺς ἀποτελοῦσι καὶ σύμπαν τὸ σῶμα, μοχθηρὰ δὲ καὶ ταῦτα τὰ συμπτώματα. μόνον δἐν αὐτοῖς ὑπάρχει τὸ μέτριον, ὅτι τὰς γαστέρας ὑγροτέρας ἐργάζονται. δρῶσι δὲ καὶ τοῦτο καὶ τὰ ἄλλα πάντα μάλιστα μὲν διὰ τὴν ὑγρότητα, πρὸς ταῦτα δὲ καὶ διὰ τὴν θερμότητα. καὶ τό γε κατὰ τὴν ἀρχὴν τοῦ λόγου γεγραμμένον ἄμεινον ἦν ἐνηλλάχθαι τῇ τάξει, πρῶτον μὲν ἔχον ἐν ἑαυτῷ τὸ ὑγιαίνουσι, δεύτερον δὲ τὸ διαλύουσιν, εἶθοὕτω τὰ ἐφεξῆς. εἰ γὰρ ὑγραίνουσι καὶ τῶν ἄλλων ἕκαστον ποιοῦσι, συντελούσης εἰς ταῦτα καὶ τῆς θερμασίας. αἱ μὲν γὰρ ἐνέργειαι γίνονται διὰ τῶν στερεῶν τοῦ ζώου μορίων, ἅπερ δὴ καὶ ὄντως ἐστὶν αὐτοῦ μόρια. βαρύνεται δὲ ταῦτα καὶ διὰ τοῦτἐνεργεῖ χεῖρον ὑπὸ πλήθους τῶν ὑγρῶν.
§18 Οὐ μόνον ἐπὶ τῶν ἡλικιῶν, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ κρᾶσιν ἤτοι συμμέτρως ἀμέτρως ἔχει τὸν εἰρημένον νῦν ὑπὸ Ἱπποκράτους λόγον ἐξετάζων εὑρήσεις ἀληθῆ. ταῖς μὲν γὰρ εὐκράτοις φύσεσι καὶ ἡλικίαις καὶ χώραις ἀρίστη τῶν ὡρῶν ἐστιν εὐκρατοτάτη, δεομέναις γε οὐ μεταβολῆς ἧς ἔχωσιν ἕξεως, ἀλλὰ φυλακῆς, ἐπειδὴ τῶν ὄντων ἕκαστον ὑπὸ μὲν τῶν ὁμοίων φυλάττεται, μεταβάλλεται δὲ ὑπὸ τῶν ἐναντίων. ὥσθ τῶν παίδων ἡλικία καὶ τούτων μᾶλλον ἔτι τῶν μειρακίων, αὕτη γὰρ ἀρίστη τῶν ἡλικιῶν ἐστιν, ἐν ἦρι κάλλιστα διάγουσι, καὶ κατὰ τὸν αὐτὸν λόγον ὅσαι τῶν φύσεων τῶν χωρῶν εἰσιν εὔκρατοι. προσέθηκε δὲ τὸ ἦρι τὴν ἀρχὴν τοῦ θέρους Ἱπποκράτης, εἰς πλάτος ἐκτείνων τὴν χρείαν ἑκάστου τῶν θεωρημάτων. ἀκριβέστερον δἦν εἰπεῖν τὰ μὲν μειράκια τοῦ ἦρος, τοὺς δὲ παῖδας ἐν ἀρχῇ τοῦ θέρους ἄριστα διάγειν. ἐπὶ δὲ τῶν γερόντων διὰ τὴν ψυχρότητα τῆς κράσεως ὠφέλιμόν ἐστι τὸ θέρος, ὥσπερ γε καὶ τοῖς ἀκμάζουσιν χειμὼν ὠφελιμώτατός ἐστιν. ἐναντίος γάρ ἐστι καὶ οὗτος τῇ κατὰ τούτους δυσκρασίᾳ χολώδει οὔσῃ· οὕτω καὶ τῶν φύσεων αἱ μὲν χολωδέστεραι χειμῶνος ἄριστα διάγουσιν, αἱ δὲ φλεγματικώτεραι θέρους, αἱ δεὔκρατοι τοῦ ἦρος. ὁμοίως δὲ καὶ τῶν χωρῶν αἱ μὲν εὔκρατοι κάλλιστον ἔχουσι τὸ ἔαρ, αἱ δἄλλαι θέρους μὲν αἱ ψυχραὶ, χειμῶνος δαἱ θερμαί. καὶ μὲν δὴ καὶ τὰς χειρίστας ὥρας ἑκάστη τῶν ἡλικιῶν καὶ τῶν φύσεων καὶ τῶν χωρῶν ἐκ τῶν εἰρημένων ἔνεστιν εὑρεῖν. ἐναντιώταται γάρ εἰσι ταῖς ἀρίσταις αἱ κάκισται. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τάς μέσας τῶν ἀρίστων τε καὶ χειρίστων εὑρήσεις. ἔτι δὲ κἀκείνῳ χρὴ προσέχειν ἀκριβῶς τὸν νοῦν ὡς τὸ μὲν ἔαρ ἄριστον εἴρηται εἶναι τοῖς μειρακίοις, ἅπασι δὲ τοῖς ἄλλοις ἐστὶ μέσον. οὔτε γὰρ ἄριστον ὑπάρχει οὔτε χείριστον. οὕτω δὴ καὶ πρὸς τὰς φύσεις ἔχει καὶ τὰς χώρας. τό γε μὴν φθινόπωρον ἁπάσαις καὶ ἡλικίαις κακὸν καὶ φύσεσι καὶ χώραις. ἧττον δἐν αὐταῖς τῶν ἄλλων αἱ ὑγραὶ καὶ θερμαὶ βλάπτονται κατὰ τὸ φθινόπωρον.
§19 Εἰ μὲν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις ἦν αἰτία μόνη τῶν νοσημάτων, ἅπαντες ἂν ἐνοσοῦμεν ἐν ἑκάστῃ τῶν ὡρῶν, ἐκείνας τὰς νόσους ὅσαι τῶν ὡρῶν εἰσιν οἰκεῖαι. νυνὶ δὲ ἐπειδὴ καὶ διὰ τὰς ἐν τῷ βίῳ πλημμελείας αἱ νόσοι γίνονται, πᾶσαι μὲν ἐν ἁπάσαις ἔσονται ταῖς ὥραις, πλείους δὲ καθἑκάστην αὐτῶν αἱ οἰκεῖαι. συμβάλλεται μὲν οὐ μικρὸν εἰς τοῦτο καὶ τῶν φύσεων διαφορά. οὐ γὰρ ὁμοίως ὑπὸ τῆς αὐτῆς αἰτίας θερμὸς τῷ ψυχρῷ βλάπτεσθαι πέφυκεν ὑγρὸς τῷ ξηρῷ. καθάπερ οὐδὲ εὔκρατος ἑκάστῳ τούτων, οὔτε τοῖς κατὰ συζυγίαν τινὰ δυσκράτοις, ὡς ἔμπροσθεν εἴρηται.
§20 Καὶ πῶς ἂν ἔτι δόξειεν ὀρθῶς εἰρῆσθαι πρόσθεν, ἔαρ δὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, παμπόλλων παθῶν ἐν αὐτῷ γιγνομένων; ἔοικε γὰρ μᾶλλον ἁπάσῃ ὥρᾳ ἐξισοῦσθαι κατὰ τὴν ποικιλίαν ὦν γεννᾷ νοσημάτων. αἱ μὲν γὰρ μανίαι καὶ αἱ μελαγχολίαι, ἐπιληψίαι τε καὶ κυνάγχαι φθινοπωρινὰ νοσήματα. κόρυζαι δὲ καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι χειμερινά. περὶ δὲ τοῦ θέρους αὐτὸς ἐφεξῆς ἐρεῖ, τὴν κοινωνίαν ἐνδεικνύμενος αὐτοῦ τὴν πρὸς τὸ ἔαρ· τοῦ δὲ θέρεος ἔνια τουτέων, τουτέστι τῶν προειρημένων κατὰ τὸ ἔαρ. ἔξ ἐπιμέτρου δὲ παρὰ τὰς ἄλλας τὸ ἔαρ, αἵματός τε ῥύσεις καὶ λέπρας καὶ λειχῆνας καὶ ἀλωοὺς καὶ ἐξανθήσεις ἑλκώδεις πλείστας ἐργάζεται καὶ φύματα ἀρθριτικά. ταῦτα μὲν οὖν ὅσα τῆς ἐαρινῆς ὥρας ἴδια, διὰ πάντἐστὶν ἀκίνδυνα καὶ τοσοῦτον δεῖ τὸν ἀφορισμὸν ἐκεῖνον ἀναφαίνειν ψευδῆ, καθὃν εἶπεν αὐτὸς, ἔαρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, ὥστε μαρτυρεῖν αὐτῷ μᾶλλον ἔοικεν. ἐκκαθαίρεσθαι γὰρ ἐν αὐτῇ τῇ ὥρᾳ τὸ βάθος τοῦ σώματος ἀπὸ τῶν κυρίων μερῶν, ἐπὶ τὸ δέρμα τῶν μοχθηρῶν χυμῶν ἀφικνουμένων. οὕτω γοῦν αἵ τε λέπραι καὶ οἱ ἀλφοὶ, ἑλκώδεις τέ τινες ἐξανθήσεις πολλαὶ γίγνονται. καθἕτερον δὲ τρόπον ἐν τοῖς φύμασι καὶ ταῖς ἀρθρίτισι καθαίρεται τὸ βάθος τοῦ σώματος, εἰς τὰ ἄκρα, μόρια τῆς μεταστάσεως γινομένης τῶν μοχθηρῶν χυμῶν. ὅτι δὲ καὶ αἱ τοῦ αἵματος ῥύσεις κενοῦσαι τὸ πλῆθος καὶ τὴν κακοχυμίαν κωλύουσι τὰς ἐν αὐτοῖς νόσους ἄντικρυς δῆλον. εἰ δέ τι σῶμα εὔχυμον παρέλαβεν τοῦ ἦρος ὥρα φυλάττει τοῦτο ὑγιεινότατον, οὐδὲν ἐκ τῆς ἰδίας φύσεως νεωτερίζουσα. οὐ μὴν τό γε θέρος τὸ φθινόπωρον χειμών. ταῦτα γὰρ εἰ καθαρὸν τὸ σῶμα καὶ παντοίως ἄμεμπτον παραλάβοι, τὸ μὲν τὴν ὠχρὰν εἴωθε χολὴν πλείονα τοῦ δέοντος γεννᾷν, τὸ δὲ τὴν μέλαιναν, χειμὼν δὲ τὸ φλέγμα. παραπλήσιον δέ τι συμβαίνει κατὰ τὸ ἔαρ, ὁποῖον ἐπὶ τῶν γυμνασιῶν ὁρῶμεν γιγνόμενον. καὶ γὰρ καὶ τοῦθὑγιεινότατον μέν ἐστιν, ἀλλἐὰν φλέγματος ἄνθρωπον μεστὸν χολῆς ὠχρᾶς μελαίνης καὶ αὐτοῦ τοῦ αἵματος ἐθελήσεις γυμνάζειν, ἤτοι γε ἐπίπληκτον αὐτὸν ἀπόπληκτον ἐργάσῃ τοῖς γυμνασίοις. εἰ μὴ ταῦτα κινδυνεύει, ῥαγέντος ἀγγείου κατὰ τὸν πνεύμονα περιπεσεῖν ἀνηκέστῳ κακῷ. πολλοὶ δὲ πυρέττειν ἀρξάμενοι διὰ τὰ γυμνάσια νόσοις ὀξυτάταις ἑάλωσαν. ὅσοις δἀντὶ καθάρσεως τῶν ἐν τῷ βάθει χυμῶν γένηται τὸ γυμνάσιον εἰς τὸ δέρμα τὴν κακοχυμίαν ἐκτεῖνον, ἕλκη καὶ ψώρας ἐργάζεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς Ἱπποκράτης ἔλεγεν, ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ. καὶ δὴ καὶ κατὰ τὸ ἔαρ ἐκ τοῦ περιέχοντος θερμασία, χέουσα τοὺς χυμοὺς, ἐξάγει πρὸς τὸ δέρμα καὶ τοῦτο τὸ ἔργον αὐτοῦ τοῖς γυμνασίοις ἐστὶ παραπλήσιον. οὐ μόνον δὲ τοῖς τούτων ἔργοις ἔοικε τὰ τοῦ ἦρος, ἀλλὰ καὶ τοῖς τῆς φύσεως αὐτῆς. ταύτης γοῦν ἐστὶν ἔργα τήν τε ἄδηλον διαπνοὴν ἐργάζεσθαι καθὅλον τὸ σῶμα, διἦς ἐκκρίνεται τὰ περιττὰ, καθαίρειν τε τὸ σῶμα πολυειδῶς ἐν ταῖς νόσοις.
§21 Τοῦ θέρους φησὶν ἔνια μὲν καὶ τῶν ἠρινῶν γενέσθαι νοσημάτων, κατὰ τὴν ἀρχὴν δηλονότι αὐτοῦ. τὰ γὰρ συνάπτοντα τῷ τέλει τοῦ ἦρος, ὥσπερ ὁμοιότητα τῆς κράσεως ἔπει πρὸς τὸ θέρος, οὕτω καὶ τῆς τῶν παθῶν γενέσεως. γενέσθαι μὲν γάρ φησι καὶ ἄλλα τινὰ τοῦ θέρους ἴδια πυρετοὺς συνεχεῖς καὶ καύσους καὶ τριταίους καὶ ἁπλῶς εἰπεῖν ὅσα διὰ τὴν ξανθὴν χολὴν συμβαίνει πάσχειν τὰ σώματα. καὶ γὰρ οὖν καὶ οἱ ἔμετοι ταύτης ἐπιπολαζούσης καὶ διάῤῥοιαι κάτω χωρούσης γίγνονται, καὶ ὀφθαλμίαι δὲ τοῦ θέρους πολλαὶ, ὡς ἂν τῆς κεφαλῆς πληρουμένης. οὕτω δὲ καὶ ὤτων πόνοι καὶ τὰ ἄλλα τὰ ὅμοια πάσχει τῷ θέρει τὸ σῶμα, διὰ τὴν πλήρωσιν τῆς κεφαλῆς, ἄλλοτε εἰς ἄλλο μέρος ἀποτιθεμένης τὸ περιττόν. αἱ δὲ ἑλκώσεις αἱ τῶν στομάτων ὅτι διὰ τὸν χολώδη γίγνονται χυμὸν εὔδηλόν ἐστιν. αἱ μέντοι σηπεδόνες τῶν αἰδοίων οὐχ ἁπλῶς, ἀλλὅταν ὑγρότερον μᾶλλον ἀπνούστερον νοτιώτερον γένηται. τὸ μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν ἀποκεχωρηκὸς εἰς ὑγρότητα καὶ ἄπνοιαν, οὐκ αἰδοίων μόνων ἐργάζεται σηπεδόνας, ἀλλὰ καὶ παντὸς ἄλλου μορίου, καθάπερ τε ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν κατάστασις τἐν τῷ δευτέρῳ κατὰ τὴν ἀρχήν. αἱ δἐπὀλίγον ἐκτροπαὶ τῶν αἰδοίων ἅπτονται, διὑγρότητα καὶ θερμότητα σήπεσθαι πεφυκότων, ἐπὶ ταῖς τυχούσαις προφάσεσιν. ὥστἐπειδὰν τὴν ἑαυτοῦ κρᾶσιν φυλάττῃ τὸ θέρος, οἳ περιττώμασιν ἐνοχλοῦνται πολλοῖς, ἐπειδὰν ῥυῇ ταῦτα κατά τινα πρόφασιν, ἐπὶ τὰ αἰδοῖα τὰς σηπεδόνας αὐτῶν πάσχουσι. τὰ δἵδρωα τῶν κατὰ τὴν ἐπιφάνειαν ἐξανθημάτων ἐστὶν, ἑλκωδῶς τραχύνοντα τὸ δέρμα. καὶ γίγνεται, καθάπερ καὶ αὐτὸ τοὔνομα ἐνδείκνυται, διὰ τοὺς πολλοὺς ἱδρῶτας, ὅταν χολωδέστεροί πως ὅλως δακνωδέστεροι τυγχάνουσιν ὄντες. ὀδαξοῦσι γὰρ οὗτοι τὸ δέρμα καὶ κνησμῶδες ἐργάζονται καὶ τραχύνουσιν ἑλκωδῶς.
§22 Ἐν τῷ φθινοπώρῳ, φησὶ, καὶ τῶν θερινῶν νοσημάτων γίνονται πολλὰ, μένοντος ἔτι καταὐτὸ τοῦ θερινοῦ χυμοῦ δηλονότι τῆς ξανθῆς χολῆς. οὐ γὰρ ὥσπερ ἐπὶ τῷ ἦρι τὸ θέρος γιγνόμενον ἐκκενοῖ τοὺς χυμοὺς, οὕτω καὶ τὸ φθινόπωρον ἐκκενοῖ τοὺς θερινοὺς, ἀλλὰ τοὐναντίον ἅπαν ἀπὸ τῶν ἐκτὸς μερῶν εἰς τὸ βάθος ἄγει. δεόντως οὖν τὸ μὲν θέρος ἔνια τῶν ἠρινῶν νοσημάτων, φησὶ γεννᾷν, τὸ δὲ φθινόπωρον οὐκ ἔνια τῶν θερινῶν, ἀλλὰ πολλά. καὶ μέντοι καὶ τεταρταίους πυρετοὺς ἐν ταύτῃ τῇ ὥρᾳ γίγνεσθαί φησιν, ἐπὶ τῇ μελαίνῃ δηλονότι συνισταμένους χολῇ, διττὴν ἐχούσῃ τὴν γένεσιν, ἐκ μὲν τῆς ξανθῆς ὑπεροπτηθείσης τὴν ἑτέραν, ἐκ δὲ τοῦ παχέος αἵματος τὴν ἑτέραν. γίνονται δὲ καὶ πλάνητες ἐν φθινοπώρῳ πυρετοὶ, διὰ τὴν ἀνωμαλίαν τῆς κράσεως καὶ σπλῆνες μεγάλοι, διὰ τὸ μελαγχολικὸν περίττωμα, καὶ δὴ καὶ ὕδεροι διὰ τὸν σπλῆνα. καὶ εἴ τι φθινῶδες ἀμφίβολον, ἐν φθινοπώρῳ μάλιστα ἐξελέγχεται, διὰ τὴν ξηρότητα καὶ τὴν ψύξιν καὶ τὴν ἀνωμαλίαν τῆς ὥρας, οὐδὲν δἧττον καὶ διὰ τὴν κακοχυμίαν. διὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ αἱ στραγγουρίαι γίνονται μάλιστα κατὰ τὴν ὥραν ἐκείνην. ψύχεται γὰρ κύστις ἐν ταῖς ἀτάκτοις καὶ ἐξαπίνης ἐπὶ τὸ θερμὸν καὶ ψυχρὸν μεταβολαῖς, αἵ τἐκ τῆς κακοχυμίας ἐνοχλοῦσιν αὐτὴν δριμύτητες καὶ μάλισθὅταν ἐξαίφνης ἐπὶ τὸ ψυχρὸν γιγνομένης μεταβολῆς τοὺς τέως διαπνεομένους καὶ διἱδρώτων κενουμένους χυμοὺς ἀποστρέψῃ πρὸς τὴν κύστιν. αἱ λειεντερίαι δὲ ταχεῖαί τέ εἰσι καὶ κατὰ πάντα ἀμετάβλητοι τῶν σιτίων διαχωρήσεις, ἤτοι διἕλκωσιν ἐπιπολῆς κατά γε τὴν γαστέρα κατὰ τὰ ἔντερα συνισταμένην τοιαύτην, οἷαί περ καὶ ἐπὶ τῶν παιδίων αἱ ἄφθαι καλούμεναι διἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως. ὧν τὸ μὲν πρότερον ἐπὶ δακνώδεσι χυμοῖς λεπτοῖς τῇ συστάσει, τὸ δὲ δεύτερον ἐπὶ δυσκρασίᾳ μεγάλῃ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων γίγνεται. ἄμφω δὲ ταῦτα τῷ φθινοπώρῳ μάλιστα γίνεσθαι συμβαίνει. τὰς δἰσχιάδας εὔλογον ἐπί τε τῇ κακοηθείᾳ τῶν χυμῶν καὶ τῇ ψύξει μάλιστα γίνεσθαι συμβαίνει. κυνάγχαι δὲ ἐπὶ χολώδεσι χυμοῖς συνίστανται, κατασκήπτουσιν εἰς τὴν φάρυγγα. καὶ διαφέρουσι τῶν κατὰ τὸ ἔαρ, ὅτι φλεγματωδέστεραί πως ἐκεῖναι. καὶ μὲν δὴ καὶ τὰ ἄσθματα, διά τε τὴν ἔσω κίνησιν τῶν χυμῶν καὶ τὴν ψύξιν εἴωθε γίγνεσθαι. διαὐτὰ δὲ ταῦτα καὶ οἱ εἰλεοὶ τῆς κάτω διεξόδου τῶν τῆς τροφῆς περιττωμάτων ἐπίσχεσις ὄντες, ἐπὶ φλεγμοναῖς τὰ πολλὰ λὰ μέρους τινὸς ἐντέρων γίγνονται. μάλιστα δὲ εἰκὸς ἐν ψυχρῷ καὶ ξηρῷ καὶ ἀνωμάλῳ καὶ κακοχύμῳ καιρῷ βλάπτεσθαι τὰ κατὰ γαστέρα τε καὶ τὰ ἔντερα. λεπτοὺς γὰρ καὶ εὐκινήτους ἐν τῷ θέρει τοὺς χυμοὺς γιγνομένους διαδεχόμενον τὸ φθινόπωρον ψυχρόν τε ἅμα καὶ ἀνώμαλον ὑπάρχον εἰς τὸ βάθος ἄγει τοῦ σώματος. ἐν τῷ βάθει δἐστὶ καὶ τῶν ἐντέρων θέσις. αἱ δἐπιληψίαι γίγνονται τοῖς ἐπιτηδείως ἔχουσι πάσχειν τὸ πάθος τοῦτο, διὰ τὴν ἐξαιφνίδιον ἐπὶ τἀναντία μεταβολήν. θάλπος μὲν γὰρ ἐν τοῖς μέσοις τῆς ἡμέρας, ψῦχος δἐν τοῖς πρώτοις καὶ τελευταίοις γίγνεσθαι, οὐδὲν δοὕτω τοὺς ἐπιληπτικοὺς, ὡς τοιαύτη μεταβολὴ γεννᾷν πέφυκε. τὰ δὲ μανικὰ πάθη διὰ τὴν ἐν τοῖς λεπτοῖς χολώδεσι χυμοῖς κακοήθειαν γίγνεται, καθάπερ γε καὶ τὰ μελαγχολικὰ διὰ τὴν μέλαιναν, ὑπὲρ ἧς ὀλίγον ἔμπροσθεν εἴρηται.
§23 Τὰ χειμερινὰ νοσήματα ἐξηγούμενος ἐφεξῆς τῶν φθινοπωρινῶν, οὐκέθὁμοίως ὡς ἔμπροσθεν εἶπεν, οὔθὅτι τοῦ χειμῶνος τὰ πολλὰ τῶν φθινοπωρινῶν, καίτοι γἔμπροσθεν ἐπὶ μὲν τῶν θερινῶν εἰρήκει, παραβάλλων αὐτὰ τοῖς ἠρινοῖς, τοῦ δὲ θέρεος ἔνιά τε τουτέων. ἐπὶ δὲ τῶν φθινοπωρινῶν τοῦ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλά. νυνὶ δὲ τοῦ χειμῶνος ἁπλῶς τὸν κατάλογον ἐποιήσατο τῶν νοσημάτων, ἤτοι γὰρ ἀπὸ κοινοῦ βουλόμενος ἡμᾶς κἀνταῦθα προσυπακοῦσαί τι τῶν εἰρημένων ἁπλῶς ἀποφαινόμενος μὴ κατὰ μηδὲν κοινωνούσης τῆς φθινοπωρινῆς ὥρας τῇ χειμερινῇ. καίτοι τά γε πρῶτα τοῦ χειμῶνος εὔλογόν τε ἅμα καὶ διὰ τῆς πείρας φαίνεται κοινωνοῦντα τῷ φθινοπώρῳ. καὶ γὰρ αὐτὸς εἶπεν· οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. εἰ μὴ λέγῃ τὸν αὐτὸν τῶν ἐν τῷ φθινοπώρου ἐσχάτῳ γινομένων μνημονεύειν. ἀλλὰ τά γε τοῦ χειμῶνος ἴδια ταῦτεἶναι βούλεται, πλευρίτιδας καὶ περιπνευμονίας, διὰ τὸ κρύος βλαπτομένων τῶν ἀναπνευστικῶν ὀργάνων, ἐπεὶ τὰ μὲν ἄλλα καὶ σκεπάσαι δυνατὸν οὕτως ἀκριβῶς, ὡς ἤτοι μηδὲν ὡς ἤκιστα αἰσθάνεσθαι τῆς τοῦ περιέχοντος ψυχρότητος· τῆς δἀναπνοῆς οὔτεἶρξαί τινα δυνατὸν οὔτἀναπνεῖν ἑτέρωθεν ἐγχωρεῖ. διά τε οὖν ταύτην αὐτὴν τὴν ψύξιν αἵ τε βῆχες ἐν χειμῶνι γίνονται μάλιστα καὶ οἱ τῶν πλευρῶν πόνοι. διὰ δὲ τὴν αὐτὴν ταύτην ψύξιν καὶ κεφαλὴ βλαπτομένη κορύζας τε καὶ βῆχας καὶ βράγχους ἐργάζεται. γίγνονται δὥσπερ τῶν πλευρῶν οἴ πόνοι διὰ τὴν ψύξιν, οὕτω καὶ τῆς κεφαλῆς καὶ τῆς ὀσφύος καὶ ἁπλῶς τῶν νευρωδῶν. καὶ οἱ ἴλιγγοι δὲ ταῖς τῆς κεφαλῆς ἕπονται βλάβαις, ὥσπερ γε καὶ ἀποπληξίαι. καὶ γὰρ καὶ τοῦτο τὸ πάθος, ὅταν ἐγκέφαλος ἐμπλησθῇ φλέγματος, γίνεται.
§24 Ἐπιμελέστερον ἐξείργασται τὰ κατὰ τὰς ἡλικίας τῶν κατὰ τὰς ὤρας, εἰς μικρὰ μόρια τέμνων αὐτάς. ἐπὶ οὖν τῶν παιδίων τῶν νεογνῶν ἄφθας φησὶ γίγνεσθαι. καλοῦσι δὲ οὕτως τὰς ἐπιπολῆς ἑλκώσεις κατὰ τὸ στόμα, διὰ μαλακότητα μάλιστα τῶν ὀργάνων γιγνομένας, μὴ φερόντων μήτε τὴν ποιότητα τοῦ γάλακτος ἔχοντος οὐκ ὀλίγον ὀῤῥῶδες ἐν αὐτῷ. ῥυπτικὸν δἐστὶ τοῦτο τὴν φύσιν, ὥστοὐδὲν θαυμαστὸν ἐν μαλακοῖς σώμασιν ἐργάζεσθαί τινας ἐπιπολῆς ἑλκώσεις. τοὺς δἐμέτους τηνικαῦτα εἰκὸς γίνεσθαι τούτοις διὰ τὸ πλῆθος οὗ προσφέρονται γάλακτος. ἀγρυπνίαι δαὐτοῖς οὐδαμῶς συνήθεις εἰσὶ, κοιμᾶται γὰρ τὸ πλέον τοῦ χρόνου, πλὴν εἰ διαὐτὸ τὸ πάθος νομίζει γινομένας ποτἀγρυπνίας τοῖς παιδίοις, ἐπειδὴ τὸ πλῆθος τῶν ὕπνων κατὰ φύσιν ἦν αὐτοῖς μάλιστα. οἱ φόβοι δὲ τοῖς παιδίοις γίνονται κατὰ τοὺς ὕπνους καὶ μάλιστα ἐξ αὐτῶν τοῖς ἀδηφάγοις, ὅταν εὐαίσθητα μὲν , ἀσθενῆ δὑπάρχῃ φύσει τὰ κατὰ τὴν γαστέρα χωρία, διαφθείρεται δὲ τροφή. παρεφυλάξαμεν γὰρ οὐκ ἐπὶ τῶν τηλικούτων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἤδη τελείων ἐν τοῖς ὕπνοις γιγνομένας φαντασίας φοβερὰς, ὅταν πολλοί τε ἅμα καὶ μοχθηροὶ χυμοὶ βαρύνουσι καὶ δάκνουσι τὰ κατὰ τὴν γαστέρα, καὶ μάλιστα αὐτῆς τὸ στόμα, τοῦτο γὰρ αὐτῆς ἐστι τὸ αἰσθητικώτατον. αἱ δὲ τῶν ὀμφαλῶν φλεγμοναὶ τῶν ἀποτετμημένων οὐ πρὸ πολλοῦ δεόντως τοῖς νεογενέσι παιδίοις γίνονται, καθάπερ εἰ καί τι μέρος ἔτυχεν ἑλκωθέν. ἀλλὰ τάς γε μὴν τῶν ὤτων ὑγρότητας ἐν παθήμασι τίθεται, καίτοι τάς γε τῆς ὑπερώας καὶ τῆς ῥινὸς οὐ τιθέμενος, ὅτι κατὰ φύσιν μέν ἐστι διὰ ῥινῶν καὶ ὑπερώας μετοχετεύεσθαι τὸ περίττωμα τοῦ ἐγκεφάλου καὶ γίγνεται τοῦτο καὶ τοῖς τελείοις ἤδη, παρὰ φύσιν δὲ διὰ τῶν ὤτων. ἀλλὰ τοῖς γε βρέφεσι καὶ διὰ τούτων ἐγκέφαλος καὶ ἐκκαθαίρεται καὶ καλῶς Ἱπποκράτης ἐν τοῖς ἰδίοις τῆς ἡλικίας ἔγραψε καὶ τὰς τῶν ὤτων ὑγρότητας. ἔστι μὲν οὖν καὶ ὅλον τὸ σῶμα τοῖς νεογενέσι παιδίοις ἐσχάτως ὑγρὸν, ὡς καὶ τὴν τῶν ὀστῶν φύσιν ἐν αὐτοῖς οἷον κηρώδη μᾶλλον ὑπάρχειν λιθώδη. πολὺ δὲ μᾶλλον τῶν ἄλλων μορίων ἐγκέφαλος ὑγρός ἐστιν, ὡς ἂν καὶ τοῖς τελείοις ὑπάρχων τοιοῦτος, ὥστε εὐλόγως αὐτοῖς ἐπειδὴ πλῆθός ἐστι τῶν περιττῶν διὰ πάντων ἐκκρίνεσθαι τῶν πόρων.
§25–30
§25 Τὸ μὲν ὀδαξησμούς τινας γίνεσθαι τῶν οὔλων, ὅταν οἱ ὀδόντες φύειν μέλλωσι τοῖς παιδίοις, οὐδὲν θαυμαστόν. γὰρ ὀδαξησμὸς κνησμός τίς ἐστι μετὰ βραχείας τινὸς ἀνίας. οἱ πυρετοὶ δὲ καὶ οἱ σπασμοὶ καὶ αἱ διάῤῥοιαι συμβαίνουσι τοῖς παιδίοις ὀδοντοφυοῦσιν ἤδη καὶ μηκέτι μέλλουσιν, ὡς καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν, καὶ μάλισθὅταν ἀνάγωσι τοὺς κυνόδοντας. εὔλογον δὲ δή που ὅτι διατετραμμένων τῶν οὔλων ὑπὸ τῶν ἀνιόντων ὀδόντων ταῦτα γίνεσθαι τὰ συμπτώματα, καθάπερ ὅταν ἐμπεπαρμένος σκόλοψ σαρκὶ, καὶ πλέον γἐστὶ τὸ κατὰ τοὺς ὀδόντας τοὺς σκόλοπας τὸ τῆς ἀνίας. οἱ μὲν γὰρ σκόλοπες ἡσυχάζουσιν ἐστηριγμένοι κατὰ τὸ μόριον κατἀρχὰς ἐμπεπήγασιν, οἱ δὀδόντες ἀεὶ προχωροῦσι τοσοῦτον ὅσον αὐξάνονται. πυρέττει μὲν οὖν ἐν τούτῳ τῆς ἡλικίας τὰ παιδία διά τε τὰς ὀδύνας καὶ τὰς ἀγρυπνίας καὶ τὰς φλεγμονάς. οἱ σπασμοὶ δαὐτοῖς ἕπονται διά τε ταῦτα καὶ διὰ τὴν τροφὴν ἀπεπτουμένην, καὶ διότι μηδέπω τὰ κατὰ τῶν νεύρων φύσιν ἐστὶν ἰσχυρά. τούτοις ἅπασιν ἀκολουθοῦσιν ἐξ ἀνάγκης καὶ διάῤῥοιαι, διὰ τὸ μὴ πέττεσθαι καλῶς τὴν τροφὴν μήτε ἀναδίδοσθαι. τὸ δὲ καὶ τοῖς παχυτάτοις τῶν παιδίων καὶ τοῖς τὰς κοιλίας σκληρὰς ἔχουσιν ἐπὶ τοὺς σπασμοὺς ἀναφέρεται. τούτοις μάλιστα λέγοντος αὐτοῦ τῶν παιδίων γίγνεσθαι σπασμοὺς, ἅπερ ἂν παχύτατα καὶ κοιλίας ἔχοντα σκληράς. πληθωρικὰ γὰρ ἐστι τὰ τοιαῦτα καὶ περιττωματικὰ καὶ διὰ τοῦτο σπασμοῖς εὐάλωτα, μάλιστα δὲ σπασμοὶ τὰς τοιαύτας καταλαμβάνουσι φύσεις.
§26 Πρῶτον μὲν ἔγραψε τῶν νεογνῶν παιδίων, εἶθἑξῆς τῶν ὀδοντοφυούντων, εἶτα νῦν περὶ τῶν μεταξὺ κατὰ τὴν ἡλικίαν ἤδη, τῶν πεπαυμένων τοὺς ὀδόντας φύειν καὶ τῶν πλησίων τοῦ ἡβάσκειν. ἐφεξῆς γὰρ ἐκείνων, ἐπὶ τοῖς δὲ τετάρτων τῇ τάξει, μνημονεύει κατὰ τὸν ἑξῆς ἀφορισμόν. ἀλλὰ τήν γε τρίτην ἡλικίαν, ἥτις νῦν πρόκειται ἡμῖν, τὴν ἄχρι δωδεκάτου καὶ τρισκαιδεκάτου προϊοῦσαν ἔτους, ἁλίσκεσθαι πάθεσί φησιν, ὧν πρῶτα γράφει παρίσθμια, φλεγμονὰς ὄντα τῶν κατὰ τὸν ἰσθμὸν χωρίων. ἀκούειν δὲ νῦν ἰσθμὸν χρὴ, τὸ μεταξὺ τοῦ στόματός τε καὶ τοῦ στομάχου μόριον, ἐκ μεταφορᾶς οὕτως ὠνομασμένον, ἀπὸ τῶν κυρίως λεγομένων ἰσθμῶν. αἳ δή τινές εἰσι στεναὶ γῆς διέξοδοι, μεταξὺ δυοῖν θαλαττῶν. τὰ δὲ παρίσθμια ταῦτα, ποτὲ μὲν αὐτοῦ μόνου τοῦ κοινοῦ, τῇ τε γαστρὶ καὶ τῷ στομάχῳ καὶ τῇ φάρυγγι καὶ ὅλῳ τῷ στόματι χιτῶνός εἰσι φλεγμοναὶ, ποτὲ δὲ καὶ τῶν ὑποκειμένων αὐτῶν μυῶν, ἡνίκα καὶ τοῦ κατὰ τὸ ἰνίον σπονδύλου συμβαίνουσιν αἱ εἴσω ῥοπαὶ, περὶ ὧν ἐφεξῆς ἐν τοῖς παρισθμίοις ἐρεῖ· σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες. ἑλκόμενος γὰρ ὑπὸ τῶν φλεγμαινόντων μυῶν σπόνδυλος οὗτος εἰς τὸ πρόσω τοῦ τραχήλου μέρος ἐπινεύει. κέκληκε δὲ οὐ πρόσω τοῦτο μέρος, ἀλλεἴσω Ἱπποκράτης, ὡς πρὸς τὸν σπόνδυλον ἀναφέρων τὸν λόγον ὀπίσω κείμενον. γὰρ εἰς τὸ βάθος μετάστασις τοῦ σώματος, ἐάν τε ἐκ τῶν ὀπίσω ἐάν τε ἐκ τῶν πρόσω γένηται, διὰ μιᾶς φωνῆς δηλοῦται τῆς ἔσω. τί δή ποτοὖν Ἱπποκράτης ἐπὶ τῶν ἀρτιγενῶν παιδίων οὔτε περὶ τῶν παρισθμίων οὔτε περὶ τῆς ἔσω ῥοπῆς τοῦ κατὰ τὸ ἰνίον σπονδύλου διῆλθεν, οὐδὲν ἧττον κἀκείνων ὑγρὸν καὶ περιττωματικὸν ἐχόντων τὸν ἐγκέφαλον, ὡς ἐπιπέμπειν ῥεῦμα τοῖς ὑποκειμένοις μορίοις· ὅτι φθάνει τὰ τηλικαῦτα διαφθειρόμενα, πρὶν ὑπομεῖναι φλεγμονὴν ἰσχυρὰν, τοὺς ὑποκειμένους τῇ φάρυγγι μύας ἅμα τοῖς νεύροις. καὶ ἄλλως ὅτι μαλακὰ ταῦτά ἐστιν αὐτοῖς τὰ μόρια καὶ διὰ τοῦτο ἀδύνατα τάσιν ὑπομεῖναι σφοδρὰν, ὡς ἐπισπᾶσθαι δύνασθαι τὸν σπόνδυλον εἴσω πρὸς αὐτά. καὶ μὲν δὴ καὶ τὸ ἆσθμα, καλοῦσι δοὕτως οἱ Ἕλληνες τὴν πυκνὴν ἀναπνοὴν, οἷα συμβαίνει τοῖς δραμοῦσιν, ὁπωσοῦν ἑτέρως εἰς σφοδρὰν κίνησιν ἀχθεῖσιν. ἐπὶ μὲν τούτων γίνεται διαὐτὸ τὸ γυμνάσιον, ἀναπνοῆς πολλῆς τοῦ ζώου χρῄζοντος. ἐπὶ δὲ τῶν ἄνευ γυμνασίου, διὰ τὴν στενοχωρίαν τῶν ἐν τῷ πνεύμονι κοιλιῶν. στενοχωρία δαὕτη πληρουμένου τοῦ σπλάγχνου τῶν ἄνωθεν ῥευμάτων γίνεται. τὰ δὲ ῥεύματα ταῦτα πλείω μέν ἐστι τοῖς νεογόνοις παιδίοις, ἀναιρεῖ δὀξέως αὐτὰ, διότι καὶ ἄλλως ἔχει κακῶς. ἥτε γὰρ ἐκ τῆς μήτρας εἰς τὸν πέριξ ἀέρα κατάστασις τε τῆς τροφῆς ἑτερότης, τε φλεγμονὴ κατἀρχὰς μὲν τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, αὖθις δὲ διὰ τὴν τῶν ὀδόντων γένεσιν ἀσθενῆ πάντα ποιεῖ τὰ τοιαῦτα καὶ μόγις ἐφοἷς εἴρηκα διαρκοῦνται, μή τί γε δὴ πρὸς ἐκείνοις ἔτι καὶ τὸ ῥεῦμα δυνάμενα φέρειν, εἰς πνεύμονα κατασκῆπτον. αἱ δὲ λιθιάσεις ἴδιόν ἐστι τῶν παίδων πάθημα, διὰ τὴν ἀδηφαγίαν ὠμοὺς χυμοὺς ἀθροιζόντων οὐκ ὀλίγους, ἐξ ὧν τὸ παχύτερον ἅμα τοῖς οὔροις εἰς τὴν κύστιν ἀφικνούμενον ὕλη τῆς τῶν λίθων ἐστὶ γενέσεως καὶ διὰ τὴν θερμασίαν τὴν πολλήν. ἀθροίζουσι μὲν γὰρ καὶ οἱ γέροντες οὐκ ὀλίγον ὠμὸν χυμὸν, οὐ διὰ τὴν ἀδηφαγίαν ὡς οἱ παῖδες, ἀλλὰ διὰ τὴν ἀῤῥωστίαν τῆς πεπτικῆς δυνάμεως. οὐ μὴν τὸ γε θερμὸν ἔχουσιν ἰσχυρὸν, τὴν παχεῖαν ὕλην ἐξατμίζον ἐργάζεται τοὺς λίθους. ἕλμινθες δὲ καὶ ἀσκαρίδες ἀνάλογον ἐοίκασι γίνεσθαι τοῖς ἄλλοις ζώοις, ὅσα τὴν γένεσιν οὐκ ἐκ σπερμάτων, ἀλλἐκ σηπεδόνος ἔχει μόνον. μόνη γὰρ οὐχ ἱκανὴ ταῦτα γεννῆσαι σηπεδὼν, ἀλλὰ καὶ θερμασίας πολλῆς προσδεῖται. διαφθείρεται μὲν οὖν τροφὴ πολλάκις ἐν τῇ γαστρὶ καὶ μάλιστα ἐν τῇ κάτω τοῖς παιδίοις. ἀλλ θερμασία τοῖς μὲν πάνυ νέοις οὐδέπω τῆς ὕλης ἐγκρατής ἐστι. τῶν δὲ τηλικούτων καὶ τὴν ὕλην ἐπέχει τὴν ἐπιτήδειον εἰς ζώων τοιούτων γένεσιν, ἐπαὐτῇ τε τὴν θερμασίαν προσείληφεν. ἀσκαρίδες μὲν οὖν εἰσι λεπταί τινες ἕλμινθες, ἐν τῷ κάτω μάλιστα τοῦ παχέος ἐντέρου μέρει γεννώμεναι, καὶ φαίνονταί γε πλεῖσται σαφῶς ἐπὶ τῶν ἀπεπτούντων ὑποζυγίων γεννώμεναι. τὴν δἀπεψίαν αὐτῶν δυσωδία τῶν διαχωρημάτων ἐνδείκνυται. τὸ δἄλλο γένος τῶν ἑλμίνθων αἱ στρογγύλαι γεννῶνται μὲν ἐν τοῖς ἄνω μᾶλλον ἐντέροις, ὥστε καὶ εἰς αὐτὴν ἐπιβαίνουσιν ἔστιν ὅτε τὴν γαστέρα. πολὺ δὲ πλείους αὗται τῶν ἀσκαρίδων ἐν τοῖς παισὶ γίγνονται. σπανιωτέρα δ τῆς πλατείας ἕλμινθος γένεσίς ἐστιν, ἥτις καὶ μακροτάτη γίγνεται, παρεκτεινομένη πολλάκις ἅπασι τοῖς ἐντέροις. ἀλλὰ ταύτης μὲν οὐδὅλως ἐμνημόνευσεν Ἱπποκράτης. ὅτι μηδὲ προὔκειτο περὶ πάντων αὐτῷ διεξέρχεσθαι τῶν παθημάτων ὅσα συμβαίνει τοῖς ἀνθρώποις, ἀλλἐκείνων μόνων, ὅσα γίγνεται καθἑκάστην τῶν ἡλικιῶν. διὰ τοῦτο γοῦν αὐτὸς μετὰ τῶν εἰρημένων κατάλογον ἐφεξῆς ἀκροχορδόνας τε καὶ χοιράδας ἔγραψε κακοχύμου πλήθους ἔγγονα νοσήματα ῥέποντος ἔξω τε καὶ πρὸς τὸ δέρμα. πᾶν δὲ αὐτῶν τὸ γένος ὀνομάζει φύματα γράψας ἐφεξῆς οὕτως, ἀκροχορδόνες χοιράδες καὶ τἄλλα φύματα. λέγονται δἐξαιρέτως ἔνια φύματα, φλεγμοναί τινες αὐτόματοι τάχιστα μὲν γεννώμεναι, τάχιστα δεἰς ὀξὺ ὑψηλὸν αἰρόμεναι, τάχιστα δὲ καὶ ἐκπυϊσκόμεναι, καὶ πλείστη γε καὶ τούτων γένεσίς ἐστιν ἐν βουβῶνι καὶ μασχάλη, ὅτι καὶ ἀδένες ἐνταῦθα πολλοὶ φύσιν ἔχοντες εἰς ἑαυτοὺς ἑτοίμως δέχεσθαι τὰ περιττά. τούτων τῶν ἀδένων ἐστὶ πάθημα καὶ χοιρὰς οὐχ ὑπὸ θερμῆς ὕλης, οὐδεἰς ἐκπύησιν ἐπειγομένης, μάλιστα δὲ ψυχροτέρας τε καὶ φλεγματικωτέρας.
§27 Ἄρχονται μὲν ἡβάσκειν μετὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος οἱ παῖδες. ὅσοι δὲ πλησίον ἥκουσι τῆς ἡλικίας ἐκείνης, εἶεν ἄν ποτε ἐτῶν δυοκαίδεκα τρισκαίδεκα, καὶ μέντοι καὶ τεσσαρεσκαίδεκά τινες αὐτῶν. οὐ γὰρ ἁπάντων ἀκριβὴς μία προθεσμία τῆς ἥβης ἐστὶ, διὰ τὴν θερμότητα καὶ ψυχρότητα τῆς κράσεως. οἱ μὲν γὰρ θερμοὶ πρωϊαίτερον, οἱ ψυχροὶ δὲ ὀψιαίτερον ἡβάσκουσι. νοσοῦσι δοἱ παῖδες οὗτοι πολλὰ μὲν καὶ τῶν ἤδη προειρημένων τῇ τῆς κράσεως ὁμοιότητι καὶ μέντοι καὶ πυρετοὺς χρονιωτέρους τῶν ἔμπροσθεν. οὐ μὴν εἴρηκέ τι περὶ τῶν ἐν ἐκείνῃ τῇ ἡλικίᾳ πλεοναζόντων πυρετῶν, ἀλλἐκ τοῦ νῦν εἰρημένου δῆλός ἐστιν ἐνδεικνύμενος ὀξεῖς αὐτοὺς γίγνεσθαι. ἀλλοιοῦνται γὰρ αἱ διαθέσεις τῶν παίδων τάχιστα, διὰ τὴν ὑγρότητα τοῦ σώματος καὶ τὴν τῆς φυσικῆς δυνάμεως ἀῤῥωστίαν. αἵματος δὲ ῥύσεις ἐκ τῶν ῥινῶν γίνονται τοῖς τηλικούτοις, ἐπειδὴ πλεονάζειν ἄρχεται κατὰ τὴν ἡλικίαν ἐκείνην χυμὸς οὗτος, οὐχ ὅτι πλείων γεννᾶται προσθὲν, ἀλλὅτι νῦν ἦττον ἀναλίσκεται, διὰ τὸ καὶ τὴν αὔξησιν, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ σώματος, ἦττον κατὰ τὴν ἡλικίαν ταύτην γίνεσθαι τῆς ἔμπροσθεν.
§28 Εἰ προσέκειτο τῷ λόγῳ τὰ χρόνια, κάλλιον ἂν ἦν. ὅθεν ἔνιοι τὸ τοῦ πάθους ὄνομα κατὰ τῶν χρονίων μόνων οἴονται λέγειν αὐτόν. ἀλλἐναντιοῦταί γε αὐτοῖς τὰ τοιαῦτα κατὰ τοὺς ἀφορισμοὺς εἰρημένα, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι, τῇσι φαρμακείῃσι χρέεσθαι καὶ αἱ λεπταὶ δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν τοῖσιν ὀξέσι. δῆλον οὖν ἐκ τούτων ἐστὶν ὡς οὐ μόνον ἐπὶ τῶν χρονίων, ἀλλὰ καὶ ἐπὶ ὀξέων λέγειν εἴωθεν Ἱπποκράτης τὸ τοῦ πάθους ὄνομα. φαίνεταί γε μὴν νῦν ἤτοι κατὰ τῶν χρονίων αὐτὸ φέρων τὸν λόγον ἐλλιπῆ πεποιημένος. ἀλλἡμεῖς γε ἀναπληρώσαντες αὐτὸν φήσομεν οὕτως· τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθη χρόνια κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι. τῶν μὲν οὖν ἡμερῶν τεσσαρακοστὴ πρώτη μὲν τῶν χρονιζόντων ἐστὶ κρίσιμος, ἐσχάτη δὲ τῶν ἐκ μεταπτώσεως ὀξέων, ὡς καὶ πρόσθεν εἶπον. ὅσα δὲ τὸν ἀριθμὸν τούτων ὑπερβαίνει, κατὰ τὸν τῆς ἑβδομάδος λόγον ἴσχει τὴν κρίσιν, οὐκέθἡμερῶν ἑπτὰ συναριθμουμένων, ἀλλὰ πρότερον μὲν μηνῶν, εἶθἑξῆς ἐτῶν. καὶ μὲν δὴ καὶ ὅτι κατὰ τοῦτον ὑπερβάντα τὸν χρόνον εἰς τὴν τετάρτην ἡλικίαν ἀφικνεῖται πρόδηλον. δευτέρα τε γὰρ ἑβδομὰς ἐν τούτῳ τῷ χρόνῳ συμπληροῦται. καὶ ἄλλως αἱ μεταβολαὶ τοῦ σώματος μεγάλαι γίνονται κατὰ τὴν ἥβην καὶ μάλιστα ἐπὶ τῶν θηλειῶν, διὰ τὴν τῶν καταμηνίων φορὰν, ὥσθὅσα γε νοσήματα μηδὲ κατὰ ταύτην τὴν ἡλικίαν ἐλύθη μέχρι πολλοῦ χρόνου παραμένειν εἴωθεν.
§29 Λεπτομερῶς πάνυ διελθὼν τὰς πρώτας ἡλικίας ἄχρι τῆς τῶν ἡβώντων οὐκ οἶδὅπως ὑπερέβη τὴν τῶν μειρακίων, ἐν τῷ μεταξὺ τῆς τῶν ἡβώντων καὶ τῶν ἀκμαζόντων οὖσαν. ἀλλἐκ τῶν εἰρημένων ἔνεστί σοί τι καὶ περὶ ταύτης τεκμήρασθαι, κοινωνούσης μὲν κατὰ πολλὰ ταῖς περιεχούσαις αὐτὴν ἑκατέρωθεν ἡλικίαις, ἴδιον δἐξαίρετον ἐχούσης ἐπὶ τῶν ἀῤῥένων τὴν ἐκ ῥινῶν αἱμοῤῥαγίαν, ἧς ἐμνημόνευσεν ἐπὶ τῶν ἐγγὺς τῆς ἥβης. ἄρχεται μὲν γὰρ ἐπιφαίνεσθαι κατἐκείνην τὴν ἡλικίαν τοῦτο τὸ σύμπτωμα, μάλιστα δἀκμάζει τοῖς μειρακίοις, εἶθὑφίησιν ἀνδρουμένους. ἀλλὰ ταύτην τὴν ἡλικίαν ὑπερβὰς Ἱπποκράτης ἐπὶ τὴν τῶν νεανίσκων ἀφικνεῖται, καὶ πρῶτον μὲν αἵματος πτύσιν καὶ φθίσιν ἔγραψεν, εἶθἑξῆς πυρετοὺς ὀξεῖς καὶ μεταὐτοὺς ἐπιληψίαν. εἶτἐπὶ τούτοις ἔφη καὶ τὰ ἄλλα νοσήματα, μάλιστα δὲ τὰ προειρημένα, καλῶς μὲν τοῦτο προσγράψας, ὁρᾶται γὰρ οὕτως ἔχον, ἐλλιπῶς δὲ περὶ τῶν ὀξέων πυρετῶν διελθών. οὐ γὰρ ἁπλῶς ἐχρῆν εἰπεῖν ὀξεῖς καὶ οἵ γε τοῖς παισὶν οὐδὲν ἧττον ὁρῶνται γιγνόμενοι, ἀλλὰ τῶν ὀξέων τριταίους μάλιστα καὶ καύσους. οὗτοι γὰρ χολωδέστατοί τε πυρετῶν ἁπάντων εἰσὶ καὶ πλεῖστοι τοῖς νεανίσκοις γίνονται. διότι καὶ ξανθὴ χολὴ πλεονάζει καταὐτὴν τὴν ἡλικίαν, ἐφἧς αἱ τοιαῦται νόσοι τοῖς ἀκμάζουσι γίνονται. φθίσεις δὲ καὶ πτύσεις αἵματος οὐ κατὰ τὴν φύσιν τῆς ἡλικίας πάσχουσιν, ἀλλὰ κατά τι τῶν συμβεβηκότων αὐτῇ. διὸ καὶ πρόσθεν ἔλεγεν· οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πλεῖστα νοσέουσιν ἦττον, ἔνθα καὶ ἡμεῖς εἴπομεν ὡς διὰ τὴν ἀκρασίαν τοῖς νέοις, οὐ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως τὰ νοσήματα γίγνεται πολλά. κατὰ τοῦτο οὖν καὶ τοῖς νεανίσκοις αἱ τοῦ αἵματος πτύσεις συμβαίνουσιν, ἤτοι διὰ τὸ πληγῆναι καὶ θλασθῆναι καὶ πηδῆσαι καὶ κράξαι σφοδρῶς διὰ ψύξιν καὶ χαμευνίαν πλησμονὴν τι τοιοῦτον. ταῖς δὲ τοῦ αἵματος πτύσεσιν ἕπονται φθίσεις, ὥστε καὶ διὰ ταῦτα νοσήσουσιν οἱ νεανίσκοι κατὰ συμβεβηκὸς, οὐ πρώτως οὐδὲ τῷ λόγῳ τῆς ἡλικίας. ἐπιληψίαι δὲ καίτοι κακῶς διαιτωμένοις αὐτοῖς, ὅμως οὐ γίγνονται πολλαὶ, καὶ θαυμάζω πῶς καὶ ταύτας ἔγραψεν Ἱπποκράτης αὐτὸς ἐν ἑτέροις, οὐ μόνον ὅτι πλεονάζουσι τοῖς παισὶν εἰπὼν, ἀλλὰ καὶ ὅτι διὰ τοῦτο παιδικὸν ὀνομάζεται τὸ πάθημα καὶ ὅτι κατὰ τὴν μεταβολὴν τῆς ἡλικίας παύονται. γίνονται μὲν οὖν τισι καὶ τῶν νεανίσκων ἐπιληψίαι πρότερον οὐκ οὖσαι, διὰ τὴν ἐν τῇ διαίτῃ πλημμέλειαν ἣν ἔν τε τοῖς προσφερομένοις ποιοῦνται καὶ ἣν ἐν τοῖς διαπραττομένοις ὑπαὐτῶν ἔργοις, ἔν τε χαμευνίαις καὶ ἡλιώσεσι καὶ χειμῶσι καὶ τοιούτοις. ἀλλαὗταί γε οὐ πολλαί τινές εἰσι καὶ γίγνεται δὲ καὶ ἄλλα τινὰ νοσήματα κατὰ τὸν αὐτὸν λόγον, ὥστε κάλλιον ἦν ὧδέ πως εἰρῆσθαι τὸν ἀφορισμόν. τοῖς δὲ νεανίσκοις γίνεται μὲν καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ ῥητὰ κατὰ τὰς ἄλλας ἡλικίας, ἐξαιρέτως δὲ οἵ τε καῦσοι καὶ οἱ τριταῖοι πυρετοί. ἰστέον δὲ ὅτι ἀκμαστικὴ ἡλικία λε΄ ἔτεσι περιγράφεται, δὲ παρακμαστικὴ μθ΄.
§30 Τῶν νεανίσκων ἡλικία κατὰ τὴν πέμπτην ἑβδομάδα περιγράφεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ἔλεγεν ἐν τῷ προγνωστικῷ. μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵματος τὴν ῥύσιν τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων. γὰρ ἐχομένη τῶν νεανίσκων ἡλικία ταῖς ἐφεξῆς ἑβδομάσι δύο παρεκτείνεται, πάντα μὲν ἔτι πράττειν ἐπιχειρούντων αὐτῶν τὰ κατὰ τὸν βίον, παραπλησίως τοῖς ἀκμάζουσιν, οὐ μὴν ὁμοίως γε ἐξαρκούντων τοῖς πόνοις. ὑπό τε γὰρ ἐγκαύσεως καὶ ψύξεως καὶ χαμευνίας, ἀγρυπνίας τε καὶ πλησμονῆς μᾶλλον ἐκείνων βλάπτονται. καὶ μὲν δὴ καὶ κρᾶσις αὕτη τῶν τοιούτων μελαγχολικωτέρα πως ἔστι. καὶ διὰ τοῦτο ἐν αὐτῇ μελαγχολῶσι πολλοὶ, καθάπερ τῶν ὡρῶν ἐν φθινοπώρῳ. ὡς γὰρ ἐκεῖνο τὴν ἐν τῷ θέρει κατοπτηθεῖσαν ὠχρὰν χολὴν διαδέχεται ψυχρὸν ὂν, οὕτω καὶ παρακμαζόντων ἡλικία τὴν τῶν νεανίσκων, ἐπεὶ αὐτῇ ἐοικυῖα μάλιστα θέρει καὶ θαυμάσαι γέ ἐστι πῶς οὐκ ἔγραψεν ἐπαὐτῆς μελαγχολίας. εὗρόν γε μὴν ἔν τισι τῶν ἀντιγράφων καὶ ταύτην γεγραμμένην, ἤτοι προσθεῖναι τὸ λεῖπον τολμήσαντός τινος ὡς παρεωραμένον ὑφἹπποκράτους, τῶν ἄλλων ἡμαρτημένοις ἀντιγράφοις πιστευσάντων. ἀπόλλυνται δὲ καὶ τῶν φθινόντων πολλοὶ κατὰ ταύτην τὴν ἡλικίαν καὶ τῶν νεανίσκων καὶ ὅσοι ἐξ αἵματος πτύσεως ἁλίσκονται φθόῃ κατὰ ταύτην ἀπόλλυνται. οὐ μὴν πτύουσί γε αἷμα πολλοὶ κατὰ ταύτην, ὅτι μηδὲ πλῆθος αἵματός ἐστιν ἐπὶ τοῖς τηλικούτοις. ἄσθμασι δὲ καὶ περιπνευμονίαις καὶ πλευρίτισιν ἁλίσκονται μᾶλλον τῶν νεανίσκων, ὡς ἂν τῇ μὲν διαίτῃ καὶ τοῖς πόνοις ὁμοίως χρώμενοι, πολὺ δἀσθενέστερον ἐκείνων ἔχοντες τὸ σῶμα. καὶ ὅλως παρέλιπεν ἐπὶ τῶν ἀκμαζόντων κατὰ λέξιν νοσήματα, ταῦτα νῦν ἅπαντα διέρχεται. καὶ γὰρ αἱ φρενίτιδες καὶ οἱ καῦσοι καὶ αἱ χολεραὶ καὶ αἱ δυσεντερίαι τοῖς νεανίσκοις οὐδὲν ἧττον, τοῖς παρακμάζουσι γίνονται, τὴν ὑπόθεσιν τῆς γενέσεως ἐκ τῆς ὠχρᾶς χολῆς λαμβάνουσαι. χρονιώτεραι δὲ ἐπὶ τῶν παρακμαζόντων αἱ διάῤῥοιαι γίνονται, διὰ τὸ τῆς ἀναδόσεως ἐλλιπές. σχεδὸν γὰρ ἁπασῶν τῶν ἡλικιῶν παρακμαστικὴ βραχυτάτων δεῖται τῶν ἀναλαμβανομένων εἰς τὴν ἕξιν, ὅτι καὶ τὸ διαφορούμενον ὑπαὐτῶν ὀλίγιστον. οὔτε γὰρ ἔτι θερμὸν ὁμοίως ἐστὶ τὸ σῶμα ὡς ἔμπροσθεν οὔτε εἰς αὔξησιν ἔτι δαπανᾶται καταὐτὴν, ἀλλοὐδὲ τῆς καθεκτικῆς δυνάμεως ἱκανῶς ἀῤῥωστούσης, ὡς ἐπὶ τῶν γερόντων, ἀποῤῥεῖ τι πλέον ἐκ τοῦ σώματος. ἐπεὶ τοίνυν αἱ διάῤῥοιαι γίγνονται μὲν, ἤτοι τῆς πέψεως τῆς ἀναδόσεως ἀποτυγχανομένων, γίγνονται δὲ καὶ διὰ χολῆς δριμύτητα ξυούσης τὸ ἔντερον, ἅπαντα δὲ ταῦτα ἐπὶ τῶν παρακμαζόντων ἐστὶν, εἰκότως ἐπαὐτῶν αἱ διάῤῥοιαι χρονίζουσιν. οἵ γε μὴν ληθαργικοὶ πυρετοὶ γίγνονται μὲν ἐπὶ φλεγματώδει χυμῷ κατὰ τὸν ἐγκέφαλον ἠθροισμένῳ. ταῖς δὲ ἔμπροσθεν ἡλικίαις ἐνδεῖ μᾶλλον χυμὸς οὗτος περιττεύει. κατά γε μὴν τὴν τῶν γερόντων πάμπολυς μέν ἐστιν, ἀλλὰ διὰ τὸ ψυχρὸν τῆς ἡλικίας οὐκ ἐξάπτει πυρετούς. ἐπὶ δὲ τῆς τῶν ἀκμαζόντων καὶ περιττεύει τοιοῦτος χυμὸς καὶ ψυχρὸν οὐδέπω τὸ σῶμά ἐστιν. αἱ λειεντερίαι δὲ ἐδείχθησαν αἱ μὲν ὑπὸ τοῦ ψυχροῦ φλέγματος, αἱ δὲ ὑπὸ δυσκρασίας μόνης ἄῤῥωστον ἐργαζομένης τὴν καθεκτικὴν τῆς γαστρὸς δύναμιν, αἱ δὑπό τινος ἑλκώδους διαθέσεως γιγνόμεναι, καὶ ταῦτα πάντα πλεονάζει τοῖς παρακμάζουσιν. αἱ δαἱμοῤῥοΐδες οἰκεῖον ὄντως εἰσὶ τῆς ἡλικίας ταύτης πάθος, ὥσπερ αἱ μελαγχολίαι. γίνονται γὰρ ὑπὸ μελαίνης χολῆς, ἐπειδὰν εἰς τὰς κατὰ τὴν ἕδραν φλέβας ἀθροώτερον κατασκήψῃ. ἐμοὶ μὲν οὖν εἴρηται τῶν κατειλεγμένων ἁπάντων παθῶν αἰτία. τὸ δἐπιστημονικὸν τῆς πίστεως αὐτῶν, ὑπάρχει τοῖς ἀναλεξαμένοις τὰς περὶ τούτων ἀποδείξεις, ἃς ἐν ταῖς ἡμετέραις πραγματείαις πεποιήμεθα. καταμαθήσεται δαὐτὰς βουλόμενος ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ ἥντινα θεωρίαν διδάσκουσα ἑκάστη τὸ περὶ τῆς τάξεως τῶν ἡμετέρων ὑπομνημάτων ἀναγνοὺς βιβλίον. ἐκ τούτων γὰρ ὁρμηθεὶς εἴσεται πῶς ἑκάστην αὐτῶν ἀναγνωστέον ἐστί.
§31
§31 Τοὺς πρεσβύτας τῶν γερόντων ἔνιοι τῶν ὑπὸ Ἱπποκράτους διορίζουσιν, ἐπὶ μὲν τῆς τελευταίας ἡλικίας τὸ τῶν γερόντων ὄνομα διορίζοντές τε καὶ διὰ παντὸς ἡγούμενοι λέγεσθαι, τὸ δὲ τῶν πρεσβύτων ἐπὶ τῆς πρὸ αὐτῆς, ἥτις ἐστὶ μέση τῆς τε τῶν νεανίσκων καὶ τῆς τῶν γερόντων. ἀλλὰ νῦν γε σαφῶς ἐνεδείξατο πρεσβύτας ὀνομάζων τοὺς τὴν ἐσχάτην ἄγοντας ἡλικίαν· ἐν αὐτοῖς γοῦν καταπαύει τὸν λόγον ὡς ἁπάσας ἤδη διεληλυθώς. ἁλίσκονται δοὗτοι συνεχέστατα κατάῤῥοις βηχώδεσι, διά τε τὸ ῥᾳδίως ψύχεσθαι τὰ περὶ τὴν κεφαλὴν καὶ διὰ τὸ πολλὰ γεννᾶσθαι περιττώματα τούτοις φλεγματικὰ ψυχρῶν τὴν κρᾶσιν ἱκανῶς ἤδη γενομένων τῶν κατὰ τὸν ἐγκέφαλον. ἄσθματα δὲ διά τε τοὺς κατάῤῥους τούτους καὶ ἄλλως τῶν ἀναπνευστικῶν ἰδίαν ἀρχὴν ψύξεως πολλάκις λαμβανόντων, ἅτε δὴ πολλῶν τε καὶ παχέων ἐν αὐτοῖς περιττωμάτων γιγνομένων καὶ προσέτι τῆς δυνάμεως ἀσθενοῦς οὔσης, ἐμφράττονται πολλάκις οἱ νεφροὶ καὶ τοὺς λίθους γεννῶσιν, ὅταν γλίσχρον παχὺ περίττωμα μένον αὐτόθι πωρώδη λάβῃ σύστασιν. ἄρθρων δὲ πόνοι γίγνονται, ὁτὲ μὲν ἐπιῤῥεόντων ἐνίοις περιττῶν ἐνταῦθα, ἔστι δὅτε καὶ τῇ ψύξει ἐτῶν κινούντων ὀργάνων αὐτά. καὶ τοὺς ἰλίγγους δὲ πολλάκις μὲν αὐτοῖς τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις ἀτμώδους πνεύματος ἄτακτος κίνησις ἐργάζεται, πολλάκις δἀθροισθέντων ἐν τῇ γαστρὶ περιττωμάτων μοχθηρῶν ἀτμώδης ἀναθυμίασις ἐπὶ τὸν ἐγκέφαλον φέρεται. περὶ δὲ τῆς ἀποπληξίας τί δεῖ καὶ λέγειν; οὐδὲν γὰρ οὕτως οἰκεῖόν ἐστι νόσημα τῇ τῶν γερόντων ἡλικίᾳ, διὰ τὸ πληροῦσθαι τὸν ἐγκέφαλον αὐτοῖς φλεγματωδῶν περιττωμάτων. εἴ γε μὴν ἕλκος που γένηται γέροντι, δυσχερῶς ὑγιάζεται διὰ τὴν ἔνδειαν τοῦ αἵματος καὶ κνῶνται πυκνῶς ὅπερ, ὠνόμασε ξυσμοὺς, ὡς ἂν τῶν τὴν κίνησιν ἐργαζομένων περιττωμάτων δυσχερῆ τὴν διὰ τοῦ δέρματος ἐχόντων κένωσιν. εἰκὸς γάρ που τῇ ψύξει καὶ τὸ δέρμα πυκνούμενον αὐτοῖς εἶναι καὶ τὰ περιττώματα πλείω τε ἅμα καὶ παχύτερα. οὐ γὰρ δὴ πάντες συνεχῶς ἀγρυπνοῦσι καὶ ἄλλως μὲν ὅτι φροντιστικόν πως ὑπάρχει τὸ γῆρας, ἀλλὰ καὶ διὰ τὴν τοῦ σώματος ξηρότητα, διὸ καὶ μᾶλλον ἀγρυπνοῦσιν ὅταν ἀκριβῶς ὑγιαίνουσι. λέλεκται τοιγαροῦν ἡμῖν ἐν τοῖς περὶ κράσεως ὑπομνήμασιν αὐτὰ μὲν τὰ μόρια τοῦ σώματος ἐν τῷ γήρᾳ γίνεσθαι ξηρότητα, περιττωμάτων δὲ πλῆθος ἀθροίζεσθαι φλεγματωδῶν. διὸ πρὸς τῶν πολλῶν εἰκότως ὑπολαμβάνεται ψυχρὸν καὶ ὑγρὸν τὸ γῆρας. ἐν μὲν χρόνῳ ταῦτἀθροισθῇ, πλείω κατὰ τὸ ἐγκέφαλον, ὑπνώδεις γίγνονται μᾶλλον, ἐν δἂν ἐκκρίνηται καλῶς, ἀγρυπνητικοί. συμβαίνει δὲ καὶ γεννᾶσθαι μείω καὶ θᾶττον ἐκκρίνεσθαι μᾶλλον καθὃν ἂν ὑγιεινῶς διάγωσι χρόνον, ὅθεν καὶ μάλιστα πάθος ἴδιον δοκεῖ γεροντικῆς ἡλικίας ἀγρυπνία. αἱ δὑγρότητες αὐτοῖς αἵ τε τῶν ὀφθαλμῶν καὶ τῶν ῥινῶν εὔδηλον ὅτι διὰ τὰ τοῦ ἐγκεφάλου περιττώματα γίγνεται. τῶν δαὐτῶν τούτων καταῤῥεόντων εἰς τὴν γαστέρα καὶ αὐτὴ πολλάκις ὑγραίνεται. αἱ δἀμβλυωπίαι καὶ αἱ βαρυηκοΐαι διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀμαύρωσιν αὐτοῖς γίγνονται. γλαυκώσεις δὲ διὰ τὴν τῶν ὀργάνων ἄμετρον ξηρότητα καὶ διὰ τὸ τὴν ἰδέαν τοῦ ὑποχύματος ἔχειν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up