Book 5
§1.1–3.2
§1.1 Πέμπτον ἐνιστάμενος λόγον ὑπὲρ τῆς ὑγιεινῆς πραγματείας, παραμυθήσασθαι βούλομαι πρότερον, εἴ τινες ἄρα δυσχεραίνουσι τῷ μήκει τῆς διδασκαλίας. οὐ γὰρ ἡμέτερον ἔγκλημα τοῦτό ἐστιν, ἀλλὰ τῆς φύσεως αὐτοῦ τοῦ προκειμένου πράγματος ἴδιον. εἰ μὲν γὰρ οἷόν τἐστὶν, μακρὰν θεωρίαν ἐν βραχέσι διελθόντα μηδὲν τῶν χρησίμων παραλιπεῖν, ἡμεῖς ἁμαρτάνομεν, σὐκ ἀνάγκῃ μηκύνοντες· εἰ δοὐκ ἐγχωρεῖ σαφέστερόν τε ἁμὰ καὶ θᾶττον. ὑπὲρ τῶν αὐτῶν εἰπεῖν, οὐχ ἡμῖν μέμφεσθαι προσῆκεν, ἀλλὰ τοῖς παραλιποῦσιν οὐκ ὀλίγα τῶν ἀναγκαίων. ἔστι δἐν τοῖς ἀναγκαιοτάτοις τε ἅμα καὶ οἷον στοιχεῖον ἁπάσης τῆς ὑγιεινῆς πραγματείας, ὡς πάμπολλαι φύσεις τῶν ἀνθρώπων εἰσὶν, ὥσπερ ὡμολόγηται μὲν ἅπασιν ἰατροῖς τε καὶ γυμνασταῖς. οὕτω δὲ γράφουσιν οἱ πλείους αὐτῶν ὑπὲρ τῆς ὑγιεινῆς ἀγωγῆς, ὡς ὑπὲρ ἑνὸς ἀνθρώπου διαλεγόμενοι, καὶ ταῦτα μηδὲν ἐπιδειξάμενοι κᾂν ἕνα τινὰ πρὸς αὐτῶν ὠφεληθέντα, καίτοι γοὐδἕνα δίκαιον ἦν, ἀλλὰ παμπόλλους ἐπιδείξαντας, ἔμπροσθεν μὲν νοσοῦντας συνεχῶς, ὕστερον δἀνόσους ἔτεσι παμπόλλοις ὑφἑαυτῶν διαφυλαχθέντας, οὕτως ἐπιχειρεῖν γράφειν. ἀλλἡμεῖς γε τοῖς ἔργοις αὐτοῖς ἐπεδείξαμεν τοῦτο, καὶ τοὺς ἔμπροσθεν συνεχῶς νοσοῦντας ἀνόσους φυλάξαντες ἐκ τοῦ πεισθῆναι τοῖς ὑγιεινοῖς παραγγέλμασιν, οὕτως ἐπεχειρήσαμεν ὑπὲρ αὐτῶν γράφειν. ἐνίους μὲν γὰρ ὅλως ἐκωλύσαμεν γυμνάζεσθαι, ταῦτα δὴ τἀκ τῶν ἐπιτηδευμάτων γυμνάσια, μόναις ταῖς κατὰ τὸν βίον ἐνεργείαις ἀρκεῖσθαι βουλεύσαντες· ἐνίους δὲ τοῦ πλήθους ἀφελεῖν τῶν γυμνασίων ἐκελεύσαμεν, ὡς εἰς ἐλάχιστον συστεῖλαι τὸ πᾶν· ἐνίους δὲ τὰς ποιότητας ὑπαλλάξαι μόνας, τὴν τάξιν, τὸν καιρόν· ἐνίους δὲ τὴν σύμπασαν αὐτῶν ἰδέαν μεταβαλεῖν. ὡσαύτως δὲ καὶ περὶ λουτρῶν ὑποθήκας δόντες, ὡς ἤτοι μὴ λούεσθαι παντάπασιν, πλείω τῶν ἔμπροσθεν, ἐλάττω, καὶ πρὸ τροφῆς μόνον, καὶ μετὰ τροφὴν, θερμοτέροις τῶν πρόσθεν, χλιαρωτέροις ὕδασιν, ψυχροτέροις, παντάπασιν ἀνόσους ἐφυλάξαμεν ἔτεσι παμπόλλοις. ἀλλοὐκ ἂν τούτων οὐδὲν ἐποιήσαμεν, εἰ μήτε δὴ τὰς φυσικὰς τῶν σωμάτων διαφορὰς ἠπιστάμεθα, μήτε τὴν ἑκάστῳ προσήκουσαν ὑγιεινὴν δίαιταν. ἔνιοι δὲ τῶν ὑγιεινὰ συγγράμματα γραφόντων καὶ χωρὶς γραμμάτων ὑποθήκας διδόντων οὐδὲ σφᾶς αὐτοὺς ἀνόσους ἠδυνήθησαν φυλάξαι, κᾄπειθ’, ὅταν ἐπισκώπτωνται πρός τινων, ἄλλα τέ τινα λεγόντων πρὸς αὐτοὺς, καὶ προσφερομένων ἐκεῖνο τὸ ἔπος,
§1.2 οἱ μὲν εἰς ἀσχολίας δή τινας ἀναφέρουσι τὴν αἰτίαν, οἱ δὲ καὶ διἀκολασίαν ὁμολογοῦσι νοσεῖν. ἀλλὰ τούτοις μὲν ἀπολογία πολὺ χείρων ἐστὶ τῆς κατηγορίας, ἐμοὶ γοῦν κριτῇ. τοῖς δεἰς τὰ κατὰ τὸν βίον αὐτοῖς συμπίπτοντα τὴν αἰτίαν ἀναφέρουσιν, εἰ μὲν ἐφήμερόν τινα πυρετὸν πυρέξειαν ἐπἐγκαύσει, καὶ ψύξει, καὶ κόπῳ, καί τισιν ἑτέροις τοιούτοις αἰτίοις, ἀφίστασθαι χρὴ τῶν ἐγκλημάτων, εἰ δέ τινα τῶν ἄλλων, οὐκ ἀφίστασθαι. οὐδὲ γὰρ ἡμεῖς τὸ πάμπαν ἀπύρετοι διεμείναμεν, ἀλλὰ διὰ κόπους δή τινας ἐπυρέξαμεν, ἁπάντων τῶν ἄλλων νοσημάτων ἀπαθεῖς διατελοῦντες ἐτῶν ἤδη παμπόλλων, καὶ μέντοι καὶ πληγέντες τινὰ μέρη τοῦ σώματος, ἐφοἷς ἕτεροι φλεγμοναῖς τε ἅμα καὶ βουβῶσιν ἁλόντες ἐπύρεξαν, οὔτε βουβῶνα ἔσχομεν, οὔτε ἐπυρέξαμεν, οὐκ ἄλλοθέν ποθεν, ἐκ τῆς ὑγιεινῆς θεωρίας, τῶν τηλικούτων ἐπιτυχόντες, καὶ ταῦτα μήτε κατασκευῆς σώματος ὑγιεινῆς εὐτυχήσαντες ἐξ ἀρχῆς, μήτε βίον ἀκριβῶς ἐλεύθερον ἔχοντες, ἀλλὰ καὶ ταῖς τῆς τέχνης ὑπηρεσίαις δουλεύοντες, καὶ φίλοις, καὶ συγγενέσι, καὶ πολίταις ὑπουργοῦντες εἰς πολλὰ, καὶ τῶν νυκτῶν τὸ πλεῖστον ἀγρυπνοῦντες; ἐνίοτε μὲν ἀῤῥώστων ἕνεκα, διαπαντὸς δὲ τῶν ἐν παιδείᾳ καλῶν. ἀλλὅμως οὐκ ἐνοσήσαμεν οὐδὲν νόσημα τῶν ἐκ τοῦ σώματος ὁρμωμένων ἐτῶν ἤδη παμπόλλων, ὅτι μὴ, καθάπερ ἔφην, ἐφήμερόν ποτε πυρετὸν ἐν τῷ σπανιωτάτῳ διὰ κόπον γενόμενον. καίτοι κατά γε τὴν τῶν παίδων ἡλικίαν καὶ προσέτι τῶν ἐφήβων τε καὶ μειρακίων οὐκ ὀλίγαις οὐδὲ μικραῖς ἑάλωμεν νόσοις. ἀλλὰ μετά γε τὸ εἰκοστὸν ὄγδοον ἔτος ἀπὸ γενετῆς, ἐμαυτὸν πείσας, ὡς ἔστι τις ὑγιεινὴ τέχνη, τοῖς προστάγμασιν αὐτῆς ἠκολούθησα παρὅλον τὸν ἑξῆς βίον, ὡς μηκέτι νοσῆσαι νόσημα μηδὲν, ὅτι μὴ σπάνιόν που πυρετὸν ἐφήμερον. ἔστι δὲ δήπου καὶ τοῦτον αὐτὸν φυλάξασθαι τελέως, ἐλεύθερον βίον ἑλόμενον, ὡς ἔν τε τοῖς ἔμπροσθεν ἤδη γέγονε δῆλον, ἔτι τε μᾶλλον ἔσται σαφὲς ἐν τοῖς ἐφεξῆς εἰρησομένοις, εἰ θέλει τις προσέχειν τὸν νοῦν. ἐγὼ γάρ φημι, μηδὲ βουβῶνα δύνασθαι γενέσθαι τοῖς ἀκριβῶς παρεσκευασμένοις εἰς ὑγίειαν, εἴγἀπέριττον αὐτοῖς ἐστι τὸ σῶμα τοῦ γένους τῶν περιττωμάτων ἑκατέρου, τοῦ τε κατὰ τὸ ποσὸν καὶ τοῦ κατὰ τὸ ποιόν. πρὸς μὲν δὴ τοὺς νῦν ἐπαγγελλομένους λέγειν γράφειν ὑγιεινὰ παραγγέλματα καὶ ταῦθἱκανά· πρὸς δὲ τοὺς ἔμπροσθεν, ὑπὲρ ὧν οὔτε ἐκ τῆς τῶν ἄλλων ἱστορίας ἠκούσαμεν, ὡς ἤτοι σφᾶς αὐτοὺς ἀνόσους διεφύλαξαν, τοὺς πεισθησομένους αὐτοῖς, οὔτἐτόλμησαν ἐν τοῖς συγγράμμασιν ἀλαζονεύεσθαί τι τοιοῦτον, οὐδἀντιλέγειν ἀνάγκη, ἀλλὰ θαυμάζειν μόνον, εἴ τινες αὐτῶν ἑνὶ βιβλίῳ τὴν ὑγιεινὴν ἅπασαν θεωρίαν ἐπηγγείλαντο περιλαβεῖν, οὐ μὰ Δίοὕτω γράφοντες ὑπὲρ αὐτῆς, ὡς Ἱπποκράτης, ἐν τοῖς πρώτοις τε καὶ γενικωτάτοις κεφαλαίοις ἐνδεικνύμενος τὴν μέθοδον, ἀλλἐξεργαζόμενοι πᾶν ἀκριβῶς, ὥσπερ ἡμεῖς. μὲν δὴ τοῦ μήκους τῶν λόγων αἰτία καὶ δὴ λέλεκται. χρὴ δ’, ὅστις ἐστὶ φιλόκαλός τε ἅμα καὶ φιλόπονος ἐπὶ τοῖς ἀρίστοις, οὐ πρὸς τὸ μῆκος ἀπαγορεύειν τῆς ὑγιεινῆς τέχνης, ἀλλὰ τοῦ μεγέθους ἄγασθαι τῶν ἐπαγγελμάτων αὐτῆς. πῶς γὰρ οὐ μεγάλα καὶ θαυμαστὰ τῆς τέχνης ταῦτἔστιν ἔργα, γηράσαντα μέχρι πλείστου, ταῖς αἰσθήσεσιν ἀπαθῶς ὑγιαίνοντα διὰ πάντων φυλάξαι ἄνοσον, ἀνώδυνον, ὁλόκληρον, εἴ γε μὴ παντάπασιν ἐξ ἀρχῆς νοσώδης εἴη τετυχηκὼς, σῶμα; ἀλλἐγὼ καὶ πάνυ μοι δοκῶ τινας ὑγιεινοὺς φύσει τεθεᾶσθαι παμπόλλαις νόσοις ἁλισκομένους, καὶ τελευτῶντας δὲ κατά γε τὸ γῆρας ἀνιάτοις περιπεσεῖν πάθεσιν, οὓς ἐνῆν, ὅσον ἐπὶ τῇ φυσικῇ τοῦ σώματος ἕξει, ταῖς ταἰσθήσεσιν ἁπάσαις ἀπηρώτους διατελέσαι μέχρι γήρως ἐσχάτου καὶ τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ σώματος ὑγιαίνοντας. πῶς οὖν οὐκ αἰσχρόν ἐστιν, ἀρίστης φύσεως τυχόντα βαστάζεσθαι μὲν ὑπἄλλων διὰ ποδάγραν, κατατήκεσθαι δὲ ταῖς ὀδύναις λιθιῶντα, καὶ τὸ κῶλον ἀλγοῦντα, καὶ κατὰ κύστιν ἕλκος ἐκ κακοχυμίας ἔχοντα; πῶς δοὐκ αἰσχρόν ἐστι, διὰ τὴν θαυμαστὴν ἀρθρῖτιν ἀδυνατοῦντα χρῆσθαι ταῖς ἑαυτοῦ χερσὶν, ἑτέρου δεῖσθαι τοῦ προσφέροντος τὴν τροφὴν τῷ στόματι, καὶ τοῦ τὴν ἕδραν ἀπονίζοντος ἐν τοῖς ἀποπάτοις; ἄμεινον γὰρ, ὅστις μὴ παντάπασιν εἴη μαλακὸς, ἑλέσθαι μυριάκις τεθνάναι, πρὶν τοιοῦτον ὑπομεῖναι βίον. εἰ δὲ δὴ καὶ τοῦ καταὐτὸν αἴσχους τις ὑπερορᾷ διἀναισχυντίαν τε καὶ μαλακίαν, ἀλλὰ τῶν γε πόνων οὐκ ἐχρῆν ὑπερορᾷν, οὓς νύκτωρ τε καὶ μεθἡμέραν ἔχουσιν, ὥσπερ ὑπὸ δημίων στρεβλούμενοι τῶν παθῶν. καίτοι τούτων ἁπάντων ἀκολασίαν, ἄγνοιαν, ἀμφοτέρας ἀναγκαῖον αἰτιᾶσθαι. ἀλλὰ τὴν μὲν ἀκολασίαν οὐκ ἦν καιρὸς ἐπανορθοῦσθαι· τὴν δἄγνοιαν ὧν χρὴ ποεῖσθαι ἐλπίζω διὰ τῆσδε τῆς πραγματείας ἰάσασθαι, καθἑκάστην φύσιν σώματος ἰδίαν ὑγιεινὴν ἀγωγὴν θέμενος.
§2 Ἄρξασθαι δέ μοί που δίκαιον ἂν ἦν ἀπὸ τῆς ἀρίστης, ἧς σκοπός ἐστιν οὐκ ἐπανόρθωσις, ἀλλὰ φυλακὴ τῶν ὑπαρχόντων, ὅπερ ἡμεῖς ἐποιήσαμεν, εἰπόντες ὑπὲρ αὐτῆς ἄχρι δεῦρο, καθἑκάστην τῶν ἡλικιῶν, πλὴν τῆς παρακμαστικῆς καλουμένης, ἧς τὸ τελευταῖον μέρος ἰδίως ὀνομάζεται γῆρας, ἔχοντός τινα καὶ τούτου τομὴν ἰδίαν, ὡς ὕστερον εἰρήσεται κατἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα τὸ καλούμενον τῆς τέχνης γηροκομικὸν μέρος εἰς διδασκαλίαν ἄξομεν. ἀλλὰ νῦν γε τὰ κυριώτατα τῶν εἰρημένων ἀναλαβόντες ἐπὶ τὰς μοχθηρὰς φύσεις τῶν σωμάτων μεταβήσομεν, δεικνύντες, ὅπως ἑκάστην αὐτῶν ἐν ὑγείᾳ μάλιστα φυλακτέον ἐστίν. τὸ τοίνυν ἄριστον σῶμα σκοποὺς ἔχει κατὰ μὲν τὰς ποσότητάς τε καὶ ποιότητας καὶ δυνάμεις, ἐν μὲν τοῖς γυμνασίοις τὰ μέτριά τε καὶ σύμμετρα προσαγορευόμενα, μετὰ τοῦ πᾶσιν ὁμοτίμως τοῖς μορίοις τοῦ σώματος προσάγεσθαι, φυλαττομένων ἡμῶν ἅπασαν ὑπερβολὴν, εἰ δέ ποθἁμαρτηθείη, καθὁτιοῦν τῶν εἰρημένων ἐπανορθούντων τὸ σφάλμα. κατὰ δὲ τὴν τῶν ἐσθιομένων τε καὶ πινομένων φύσιν ἐν ποσότητι καὶ ποιότητι καὶ δυνάμει σκοπὸς πάλιν ἐστὶν κᾀνταῦθα τὸ σύμμετρον, ὡς μήτε πλείω, μήτἐλάττω λαμβάνειν, ἀλλ ὅσα πεφθέντα, καὶ ἀναδοθέντα, καὶ θρέψαντα τὸ σῶμα καλῶς, εἰ δέοι καὶ τοῖς ἔτι αὐξομένοις τι προστεθῆναι σύμμετρον, οὐδὲν ἐάσειν περιττὸν οὐδἐνδεές. οὕτω δὲ καὶ κατὰ τοὺς ὕπνους τε καὶ τὰς ἐγρηγόρσεις, καὶ τὰ λουτρὰ, καὶ τὰς τῆς ψυχῆς ἐνεργείας, ὅσα τἄλλα τοιαῦτα, τὴν συμμετρίαν δηλονότι προσήκει φυλάττειν, εἰ δέ ποθἁμάρτοι τις καθὁτιοῦν τῶν εἰρημένων, ἐπανορθοῦσθαι τὸ σφάλμα. κοινὸς δἔστω σοι σκοπὸς ἁπάσης ἐπανορθώσεως τῆς ἐναντίας ἀμετρίας χρῆσις, εἰ μὲν ἐπὶ πλέον ἐπόνησε τὸ σῶμα τῇ προτεραίᾳ, καθαιροῦντι τὸ πλῆθος τῶν γυμνασίων, εἰ δἐνδεέστερον, αὐξάνοντι, οὕτω δὲ εἰ καὶ ὀξυτέραις ἐχρήσατο ταῖς κινήσεσιν, ἀνιέντι μετρίως, εἰ δἐκλελυμέναις, ἐπιτείνοντι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ μὲν τοῖς εὐτονωτέροις τὰ μαλακώτερα γυμνάσια παραλαμβάνων, ἐπὶ δὲ τοῖς ἀτονωτέροις ἰσχυρότερα, καὶ τὰ σφοδρὰ δὲ τοῖς ἀμυδροῖς ἀντεισάγων, καὶ τοῖς σφοδροῖς τἀναντία, καὶ συλλήβδην εἰπεῖν ἁπάσας ἀμετρίας ἐπανορθούμενος, διὰ τῆς ἐναντίας ἀμετρίας ὑγιαίνοντα διαφυλάξαι τὸν ἄνθρωπον. εἰς δὲ τὸ μηδὲν ταῖς ἐπανορθώσεσι σφάλλεσθαι πρῶτον μὲν χρὴ γινώσκειν ἀκριβῶς τὰς διαθέσεις τοῦ σώματος, εἶτα μεμνῆσθαι τῶν ἐν τῇ προτεραίᾳ προγεγενημένων ἁπάντων. αἱ μὲν γὰρ διαθέσεις ἐνδείξονται τὸ πλημμεληθὲν, μνήμη δὲ τῶν προγεγενημένων, εἰς ὅσον χρὴ μετακινῆσαί τι τῶν συνήθων, ὑπαγορεύσει. κατὰ μὲν δὴ τὰς διαθέσεις αἱ τοιαίδε εἰσὶν ἀμετρίαι, ὡς ἰσχνότερον, εὐογκότερον, σκληρότερον, μαλακώτερον, ξηρότερον, ὑγρότερον, ἀραιότερον, πυκνότερον ἑαυτοῦ φαίνεσθαι τὸ σῶμα, πρὸς τῷ μὴ κατὰ φύσιν ἀκριβῶς ἀποσώζειν εὔχροιαν. μνήμη δὲ τῶν προγεγονότων αὐτό τε τὸ ἁμαρτηθὲν ἐνδείξεταί σοι, καὶ διδάξει τὴν ἐπανόρθωσιν ἐκ τοῦ παραβάλλεσθαι τοῖς ἐνεστῶσιν. εἰ μὲν γὰρ ἰσχνότερον τὸ σῶμα φαίνοιτο, σκοπεῖσθαι χρὴ καὶ ἀναμιμνήσκεσθαι, πότερον πλείω τοῦ προσήκοντος ἐπόνησεν, ὀξυτέραις ἐχρήσατο ταῖς κινήσεσιν, περὶ τὴν τρίψιν ἐπλεόνασεν, τὰ λουτρά· καὶ μετὰ ταῦθἑξῆς ἐπισκοπεῖσθαι, πότερον ἐφρόντισεν, ἠγρύπνησεν, ἐξέκρινε κατὰ γαστέρα πολὺ πλείω τοῦ προσήκοντος· ἐπισκοπεῖσθαι δὲ καὶ εἰ οἶκος θερμότερος, ἐν διέτριψεν, ἔφαγεν ἔλαττον, ἔπιεν, ἀφροδισίοις ἐχρήσατο πλείοσιν. εἰ δἐν ὄγκῳ μείζονι τὸ σῶμα φαίνοιτο, μὴ τρίψις μαλακὴ, γυμνάσιον ἔλαττον βραδύτερον, πλείων ὕπνος, ἐποχὴ γαστρὸς, σιτίων πλῆθος ἀμέμπτως πεφθέντων. εἰ δὲ σκληρότερον ἑαυτοῦ φανείη τὸ σῶμα, τρίψεων ἀναμνησθῆναι χρὴ πρῶτον, εἶτα γυμνασίων εὐτόνων μετἀνταγωνιστοῦ σκληροῦ πιλοῦντος, καὶ πρὸς τούτοις εἰ ἐν κόνει, καὶ ταύτῃ σκληρᾷ καὶ ψυχρᾷ, καὶ εἰ χωρὶς τῆς καλουμένης ἀποθεραπείας· εἶθἑξῆς λουτρῶν, εἰ ψυχρᾲ παντάπασιν, λίαν θερμὰ, καὶ οἶκος, ἐν διέτριψεν ἐγρηγορώς τε καὶ κοιμώμενος, ψυχρός· ἔτι δὲ σιτίων ξηρότητα καὶ πομάτων ἔνδειαν. εἰ δὲ μαλακώτερος ἑαυτοῦ γένοιτο κατὰ τὴν ὑστεραίαν τὸ σῶμα, πρῶτον μὲν ἀναμιμνήσκεσθαι χρὴ τῆς τρίψεως, εἰ μαλακή τε καὶ σὺν λίπει, καὶ λουτροῖς ἀτρέμα καὶ χλιαροῖς ἐγένετο· μετὰ δὲ τὴν τούτων ἐπίσκεψιν, εἰ τὰ γυμνάσια βραδέα καὶ ὀλίγα, καὶ μετὰ τοῦ συμπαλαίοντος ἀμετρώτερον ἁπαλοῦ, κᾄπειτα περὶ πόματος, εἰ πλέον, εἶθἑξῆς ἐδεσμάτων, πλειόνων, ὑγροτέρων τὴν φύσιν, εἶθὕπνων, εἰ πλείους. ἐγγὺς δὲ τῆς μαλακῆς τοῦ σώματός ἐστι διαθέσεως ὑγρὰ καλουμένη, πλὴν ὅσον μὲν μαλακὴ τῶν σωμάτων αὐτῶν ἐστιν οἰκεία ποιότης, δὑγρὰ τῶν ἐν αὐτοῖς ὑγρῶν. διακρίνεται δἁπτομένων, μὲν γὰρ ὑγρὰ σὺν ἰκμάσιν ἐστὶν, δὲ μαλακὴ χωρὶς τούτων, ὄντος δὲ δηλονότι καὶ τοῦ μαλακοῦ σώματος ὑγροῦ τοῖς οἰκείοις μορίοις, ἀλλἕνεκα σαφοῦς διδασκαλίας μαλακὸν μὲν τοῦτο καλείσθω, τὸ δἕτερον ὑγρόν. μὲν οὖν ἀμέτρως ξηρὰ διάθεσις εὐθὺς σκληρύνει τὴν ἕξιν, οὐκ ἐξ ἀνάγκης δὲ μετὰ μαλακότητός ἐστιν ὑγρά. δύναται μὲν γὰρ ἐσκληρύνθαι μὲν σὰρξ, ἀναφέρεσθαι δἐκ τοῦ σώματος ἰκμὰς ἱδρώς. ἐπὶ μὲν οὖν τῶν ὑγροτήτων ἤτοι γἀφροδισίων χρῆσιν ἄκαιρον, ἀπό τινος ἑτέρας αἰτίας ἀῤῥωστίαν τῆς δυνάμεως ὑποπτευτέον, ἀραιότητα τοῦ σώματος ἐπὶ μαλακαῖς ἀμέτρως τρίψεσιν, λουτροῖς πλέοσιν, ἀέρι τῷ κατὰ τὸν οἶκον, ἐν διέτριψε, θερμοτέρῳ παρὰ τὸ δέον. ἐπισκεπτέον δὲ καὶ περὶ πομάτων, εἰ πλέον, ὕπνοι πολλῷ πλείους τῶν κατὰ φύσιν, εἰ τὸ περιέχον ἀθρόως μετέβαλεν εἰς ὑγρότητά τε καὶ θερμότητα, καὶ περὶ τροφῶν δὡσαύτως. ἐπὶ δὲ τῆς ἁπαλότητος μαλακότητος, (ἑκάτερον γὰρ ὀνομάζειν ἔθος ἐστὶν,) ὅταν ποτὲ χωρὶς ὑγρότητος , πεπέφθαι μὲν τὴν τροφὴν ὀρθῶς, καὶ τεθράφθαι τὸ σῶμα, γεγυμνάσθαι δὲ ἐνδεέστερον. ἔμπαλιν δὲ ἐπὶ τῆς σκληρότητος, τετρίφθαι σκληρῶς, γεγυμνάσθαι πλείω μετὰ τοῦ σκληροῦ σώματος ἐν κόνει. ξηρότης δὲ τῆς ἕξεως ἔνδειαν πόματος τροφῆς, ἀγρυπνίαν, μέριμναν βιωτικὴν, πολλὴν τρίψιν, γυμνάσιον ἄμετρον ἐνδείκνυται. ταῦτά τε οὖν βίον σκεπτόμενος, ἐπανορθοῦσθαι ἂν δυνηθείης καθἑκάστην ἡμέραν τὸ σφάλμα, πρὶν αὐξηθὲν δυσίατον γενέσθαι. μέμνησο δἀεὶ τοῦ πᾶσαν ἀμετρίαν εἰς ἐπανόρθωσιν ἄγεσθαι διὰ τῆς ἐναντίας ἀμετρίας. γάρ τοι σκοπὸς οὗτος ἁπάντων ἐστὶ κοινὸς τῶν παρὰ φύσιν. ὥστε χρὴ προσθέντα σε τῷδε τήν τε τῶν σωμάτων αὐτῶν διάγνωσιν, ὧν προνοεῖσθαι μέλλεις, ἑκάστου τε τῶν βοηθημάτων τὴν δύναμιν, ἁπάσης ἐπιστήμονα τῆς περὶ τὸ σῶμα τέχνης γενέσθαι, καθἣν οὐ μόνον τοὺς ὑγιαίνοντας ἐν ὑγείᾳ διαφυλάξεις, ἀλλὰ καὶ τοῖς νοσοῦσιν ἀναλήψῃ τὴν ἀρχαίαν ἕξιν.
§3.1 Ὁποῖον μὲν οὖν ἐστι τὸ ἄριστον σῶμα, πρότερον εἴρηται. τὸ δἀπολειπόμενον τοῦδε γινώσκειν μέν σε χρὴ διὰ τρεῖς αἰτίας ἀπολειπόμενον, ὅτι κακῶς ἐξ ἀρχῆς κατεσκευάσθη κυούμενον, ὅτι μετὰ ταῦτα πρός τινος αἰτίας εἰς τὴν παρὰ φύσιν ἤχθη διάθεσιν, τῷ τῆς ἡλικίας λόγῳ. πειρᾶσθαι δἐπανορθοῦσθαι πάντα διὰ τῆς ἀντικειμένης ἀμετρίας· οἷον αὐτίκα περὶ γήρως. τὸ γῆράς ἐστι μὲν ψυχρὸν καὶ ξηρὸν, ὡς ἐν τοῖς περὶ κράσεων ἐπιδέδεικται λόγοις. ἐπανόρθωσις δαὐτοῦ διὰ τῶν ὑγραινόντων τε καὶ θερμαινόντων γίνεται. τοιαῦτα δἐστὶ θερμὰ λουτρὰ γλυκέων ὑδάτων, καὶ οἴνου πόσις, ὅσαι τε τῶν τροφῶν ὑγραίνειν τε ἅμα καὶ θερμαίνειν πεφύκασι. περὶ δὲ γυμνασίων, τρίψεων, ἁπάσης τε κινήσεως, (ἀπὸ τούτων γὰρ ἄρξασθαι βέλτιον, ἐπειδὴ καλῶς εἴρηται, τοὺς πόνους τῶν σιτίων ἡγεῖσθαι,) τάδε χρὴ γινώσκειν, ὡς ἐκ μέρους μέν τινος ὀρθῶς εἶπεν ποιητὴς,
§3.2 οὐ μὴν τό γε σύμπαν ἐν τούτῳ τέτακται. δέονται γὰρ οἱ γέροντες οὐδὲν ἧττον τῶν νέων εἰς κίνησιν ἄγειν τὸ σῶμα, κινδυνευούσης αὐτοῖς σβεσθῆναι τῆς ἐμφύτου θερμασίας. ἐπεί γε τῶν ἀκμαζόντων σωμάτων εὑρίσκονταί τινες φύσεις, ἡσυχίας δεόμεναι, περὶ ὧν εἴρηται καὶ Ἱπποκράτει, γερόντων δοὐδεὶς χρῄζει παντελοῦς ἡσυχίας, ὥσπερ οὐδὲ γυμνασίου σφοδροῦ· ῥιπίζεσθαι μὲν γὰρ αὐτῶν δεῖται τὸ θερμὸν, ἐξελέγχεται δὲ κατὰ τὰς σφοδροτέρας κινήσεις. αἱ μὲν οὖν μεγάλαι φλόγες οὐδὲν ἔτι χρῄζουσι τοῦ ῥιπίζοντος, ἀλλἑαυταῖς εἰσιν ἱκαναὶ πρὸς τὸ διασώζεσθαί τε καὶ κρατεῖν τῆς ὕλης. οὔκουν οὐδἀνατρίβεσθαι ἄμετρα μετὰ τοὺς ὕπνους ἕωθεν ἅπαντες οἱ ἀκμάζοντες δέονται, καθάπερ οἱ γέροντες. γὰρ τοι σκοπὸς τῆς τοιαύτης ἀνατρίψεως ἅμα λίπει γινομένης διττός ἐστιν, κοπώδη διάθεσιν ἰάσασθαι, πρὶν αὐξηθεῖσαν ἀνάψαι πυρετὸν, ἀῤῥωστοῦσαν ἀνάδοσιν ἐπεγεῖραι. πολλοὺς γὰρ ἀτροφοῦντας ἐκ μακροῦ χρόνου ῥᾳδίως ἐν ὀλίγαις ἡμέραις ἐσαρκώσαμεν, ἐπὶ τὴν τοιαύτην ἀνάγοντες τρίψιν. ἀλλὅπερ ἄλλοις κατὰ πάθος ἐν χρόνῳ τινὶ γίνεται, τοῦτἀεὶ τοῖς γέρουσιν ὑπάρχει. καὶ ψυχρὸν γὰρ ὅλον αὐτῶν ἐστι τὸ σῶμα, καὶ ἀδύνατον ἕλκειν τὴν τροφὴν ἐφἑαυτὸ, καὶ κατεργάζεσθαι καλῶς, καὶ τρέφεσθαι πρὸς αὐτῆς. ἀλλ τρίψις ἐπεγείρουσα τὸν ζωτικὸν τόνον αὐτῶν, καὶ θερμαίνουσα τὰ μέτρια, τήν τἀνάδοσιν εὐπετεστέραν ἐργάζεται, καὶ τὴν θρέψιν ἑτοιμοτέραν. οὕτω τοι καὶ διαιτώμενοι νέοι τε πολλοὶ τῶν ἀτροφούντων ἐσαρκώθησαν, οἵ τε γέροντες ὠνίναντο πάντες. ἓν μὲν δή σοι τοῦτο καθάπερ τι γυμνάσιον ἔστων τοῖς γέρουσιν ἕωθεν γιγνόμενον, μετἐλαίου τρίψις, ἐφεξῆς δὲ περίπατοί τε καὶ αἰωρήσεις ἄκοποι, στοχαζομένῳ τῆς τοῦ γέροντος δυνάμεως. διόπερ ἡμῖν εἴρηται πρόσθεν περὶ ἐδεσμάτων τε καὶ πομάτων οὐκ ὀλίγα· παραδείγματος δἕνεκεν καὶ νῦν εἰρήσεται περὶ τῶν γυμνασίων, ὑπὲρ ὧν ἐμάθομεν ἔμπροσθεν, ὡς τὰ μὲν ὀξέα, (προσαγορεύουσιν δοὕτως, ὧν αἱ κινήσεις ταχεῖαι,) λεπτύνει τὸ σῶμα, τὰ δἐναντία παχύνει, καὶ πολλὰ μὲν ξηραίνει, τὰ δὲ μέτρια σαρκοῖ. λέλεκται δὲ καὶ περὶ τῶν ἄλλων ἐν αὐτοῖς διαφορῶν ἁπασῶν, ὥσπερ γε καὶ περὶ τῶν τρίψεων. αἱ δὲ τῶν γυμνασίων ἰδέαι τοῖς γέρουσιν, ὅσαι τὠφέλιμοι καὶ ὅσαι βλαβεραὶ, κριθήσονται τῇ τε τοῦ σώματος ὅλου διαθέσει καὶ τοῖς ἐνοχλοῦσι παθήμασι. τῇ μὲν ὅλου τοῦ σώματος διαθέσει κατὰ τάδε. τὸ μὲν γὰρ ἄριστον τῇ κατασκευῇ σῶμα, περὶ οὗ μέχρι δεῦρο πεποίημαι τὸν λόγον ἐξ ἀρχῆς, ὥσπερ ἐν νεότητι πρὸς ἅπαντας τοὺς σφοδροτάτους πόνους ἐπιτηδειότατόν ἐστιν, οὕτως ἐν γήρᾳ πρὸς ἅπαντας τοὺς μετρίους· τὸ δἤτοι παχυσκελὲς, εὐρύστερνον, περαιτέρω τοῦ προσήκοντος ἰσχνοσκελὲς, ὅσοις θώραξ μικρός ἐστιν, κομιδῆ στενὸς, τὸ βλαισὸν, τὸ ῥαιβὸν, ὁπωσοῦν ἄλλως ἀσύμμετρον, εἰς τὰ πολλὰ τῶν γυμνασίων οὐκ ἐπιτήδειον. ἐν μὲν γὰρ τοῖς διὰ τῆς φωνῆς γιγνομένοις κακῶς παρεσκευασμένος θώραξ, ἐν δὲ τοῖς διὰ τῶν περιπάτων τὰ σκέλη βλάπτεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπί τε χειρῶν εἰρῆσθαί μοι νόει, καὶ τραχήλου, καὶ νώτου, καὶ ὀσφύος, ἰσχίων τε καὶ τῆς ῥάχεως ὅλης. τι γὰρ ἂν αὐτῶν κακῶς ἐξ ἀρχῆς κατεσκευασμένον, ἐξελέγχεται μᾶλλον ῥώννυται γυμναζόμενον, εἰ μὴ ἄρα τις τὰς συμμέτρους κινήσεις ὀνομάζειν ἐθέλει γυμνάσια σύμμετρα τοῖς ἀσθενέσι μορίοις· ἀλλοὕτως περὶ ὀνόματος μᾶλλον πράγματος ἀμφισβήτησις ἔσται. τὰ δεἰς ὑγείαν διαφέροντα τῷ γέροντι γυμνάσια διὰ τῶν ἰσχυροτέρων χρὴ ποιεῖσθαι μορίων· συγκινεῖται γὰρ ἐκείνοις καὶ γυμνάζεται τὰ λοιπά. καὶ μὲν δὴ καὶ ἔθη μεγίστην ἔχει μοῖραν εἰς αἵρεσιν ἰδέας γυμνασίων. ἄκοποί τε γὰρ αὐτοῖς αἱ εἰθισμέναι γίνονται κινήσεις, ἥδονταί τε καταὐτὰς ἐνεργοῦντες, ὥσπερ αὖ πάλιν ἐν τοῖς ἀήθεσιν ἄχθονταί τε καὶ κοπώδεις γίνονται τῶν δὲ τεχνικῶν ἐνεργειῶν οὐδἅψασθαι δυνατόν ἐστι, αὐλεῖν, σαλπίζειν, κιθαρίζειν, ὥσπερ γε τῶν κατὰ παλαίστραν, ὅσοι παλαισμάτων ἀμαθεῖς. ἕκαστον οὖν τῶν γερόντων ἐν τοῖς συνήθεσι γυμνάζειν, ἀνιέντας αὐτῶν τὴν σφοδρότητα. τρίτος δὲ σκοπὸς ἰδέας γυμνασίων ἀπὸ τῶν παθημάτων λαμβάνεται, κοινὸς μὲν ἁπάσης ἡλικίας ὑπάρχων, οὐ μὴν ἴσην γε τὴν δύναμιν ἐν ἁπάσαις ἔχων, ὅτι μηδὲ τὴν βλάβην ἴσην ἐργάζεται παροφθείς. ὅσοι μὲν γὰρ ἑτοίμως ἁλίσκονται σκοτώμασιν, ἐπιληψίαις, ὀφθαλμίαις σφοδραῖς, ὠταλγίαις, οὐ χρὴ τούτους ἐπινεύοντας, κατακύπτοντας, καλινδουμένους χαμαὶ γυμνάζεσθαι. περιπάτοις δὲ πολλάκις, καὶ δρόμοις μετρίοις, αἰωρήσεσί τε ἐπὶ τῶν ὀχημάτων ἀκόπως χρῆσθαι. παραπλησίῳ δὲ τρόπῳ καὶ ὅσοις παρίσθμια ῥᾳδίως, ἀντιάδες, συνάγχαι γίνονται, καὶ ὅσοις γαργαρεὼν ἑτοίμως ῥευματίζεται, καὶ ὅσος οὖλα, καὶ ὅσοις ὀδόντες, ὅλως τι τῶν κατὰ τὸν τράχηλόν τε καὶ τὴν ὅλην κεφαλὴν μορίων. ἡμικρανίᾳ γοῦν ἐνοχλοῦνται πολλοὶ, καὶ τένοντας ἄλλοι συνεχῶς ἀλγοῦσιν ἐπὶ μικραῖς προφάσεσιν. ὧν οὐδεὶς ἀνέχεται γυμνασίου πληροῦντος κεφαλὴν, ἀλλἔστιν ἅπασιν αὐτοῖς τὰ διὰ τῶν σκελῶν ὠφέλιμα, καθάπερ γε τοῖς ἀσθενέσι φύσει τὰ σκέλη βελτίω τὰ διὰ τῶν ἄνω μερῶν γυμνάσια, χειρονομίαι τε καὶ ἀκροχειρισμοὶ, καὶ δισκοβολίαι, καὶ ἁλτήρων χρῆσις, ὅσα τε κατὰ τὴν παλαίστραν γυμνάζεται χαμαὶ πάντα. τοῖς γε μὴν τὰ μέσον μόρια χειρῶν καὶ σκελῶν πάσχουσι ῥᾳδίως ἅπαν μὲν εἶδος ἐπιτήδειόν ἐστι γυμνασίων, ἐπεὶ τῶν ἄλλων τις ἀπείργει σκοπῶν· ἤδη δὲ τὰ μὲν κατὰ θώρακα τοῖς κάτω μᾶλλον χαίρει, τὰ δὲ κατὰ κύστιν νεφροὺς τοῖς ἄνω, σπλὴν δὲ καὶ γαστὴρ καὶ ἧπαρ ἔντερά τε καὶ κῶλον, ὥσπερ ἐν τῷ μέσῳ τῶν κάτω μερῶν ἐστιν, οὕτω καὶ τοῖς γυμνασίοις ὁμοίως χαίρει. τάς γε μὴν τρίψεις ἐπὶ τῶν ἀσθενῶν μορίων, ἐν οἷς μὲν χρόνοις νοσοῖ, φυλάττεσθαι προσήκει, ἐν οἷς δὲ ὑγιαίνει, προσφέρεσθαι μᾶλλον τοῖς ἄλλοις, καὶ μάλιστα τὰς ξηρὰς, ἐπὶ πλεῖστον ἀνατρίβοντα διά τε τῶν ὀθονίων καὶ μόναις ταῖς χερσί. καὶ μὴν δὴ καὶ ὅσαι κατὰ περίοδον ὀδύναι γίνονται μορίοις τισὶ, οὐ σμικρὸν γίνεται κώλυμα τοῦ γίνεσθαι τοιαῦθ τρίψις ἐν τῷ μεταξὺ χρόνῳ παραλαμβανομένη, καὶ μάλιστα πρὸ δυοῖν τριῶν ὡρῶν τοῦ παροξυσμοῦ· ῥώννυται γὰρ ὑπαὐτῆς τὰ μόρια, καὶ ἧττον δέχεται τὰ συνήθη κατασκήπτοντα ῥεύματα. ταυτὶ μὲν οὖν ἅπαντα κοινὰ γερόντων ἐστὶ καὶ τῶν ἄλλην ἡλικίαν ἐχόντων ἡντιναοῦν. τὸ δὲ μὴ γυμνάζεσθαι τοῖς ἀσθενέσι μορίοις ἐπὶ γέροντος μόνον συμβουλεύω· τῶν δἄλλων ὅσον τις ἂν τοῦ γήρως ἀπωτέρω, τοσούτῳ μᾶλλον αὐτῷ γυμναστέον ἐστὶ τὸ ἀσθενὲς, ὅπερ δὴ καὶ διὰ παραδείγματος, ἵνα μᾶλλον λόγος σαφὴς, οὐκ ὀκνήσω διελθεῖν. ὑποκείσθω τι σῶμα τῶν ἔταὐξανομένων ἰσχνὸν τοῖς σκέλεσι. τούτῳ συμφέρει πιττοῦσθαί τε τὰ σκέλη καὶ τρίβεσθαι μετρίως, καὶ δρόμῳ χρῆσθαι μᾶλλον ἄλλῳ τινὶ γυμνασίῳ. χρὴ δἐπιστατεῖν αὐτῷ τινα, τὸν σύμμετρον ὁρίζοντα τὴν κίνησιν, ὡς μήτε τοῦ προσήκοντος ἐνδεέστερον γυμνάζοιτο, μήθὑπερβάλλοι τοσοῦτον, ὡς ἁλῶναι κόπῳ. τοῦτο δὴ, καίτοι δύσγνωστον εἶναι δοκοῦν, οὐκ ἐν γυμνασίοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ἡμεῖς ἐπεδείξαμεν εὔγνωστον ἔν γε τοῖς κατὰ τὴν ὑγιεινὴν δίαιταν. οὐ γάρ ἐστιν ἐπαὐτοῖς ὀξὺς καιρὸς, ὡς ἐν ταῖς νόσοις, ἀλλἔξεστιν ἄρξασθαι μὲν ἀπὸ τῶν ἀσφαλεστάτων ἐν ἑκάστῳ μέτρῳ, ἐπισκοπουμένους δὲ τὸ ἀποβαῖνον ἤτοι γἀφαιρεῖν, προστιθέναι τι, καθἑκάστην ἡμέραν ἐπανορθουμένους τὸ παρεθέν. οἷον εὐθέως ἐπὶ τῶν ἰσχνοσκελῶν, ἐγώ ποτε παιδάριον ἐτῶν τρισκαίδεκα παραλαβὼν, εἶτα παντὶ τῷ μετὰ ταῦτα χρόνῳ τῆς αὐξητικῆς ἡλικίας προνοησάμενος αὐτοῦ κατὰ τοὺς προγεγραμμένους σκοποὺς, ἀπέφῃνα νεανίσκον εὔρυθμόν τε καὶ σύμμετρον. ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν αὐτὸν κατέχρισα τῇ πίττῃ δὶς ἐφεξῆς, ὡς εἴωθα, καὶ δραμεῖν ἐκέλευσα μήτὀξέως μήτε πολύ. κατὰ δὲ τὴν δευτέραν τρίψει συμμέτρῳ μὲν κατὰ σκληρότητά τε καὶ μαλακότητα, βραχείᾳ δὲ κατὰ τὸ πλῆθος ἅμα λίπει προμαλάξας, ἐκέλευσα βραχεῖ πλείω δραμεῖν, οὐ μὴν ὀξύτερά γε τῶν πρόσθεν. ἐπὶ δὲ τῷ δρόμῳ δηλονότι ταῖς ἀποθεραπευτικαῖς ὀνομαζομέναις ἐχρώμην τρίψεσιν. ἐκέλευον δὲ περιπατεῖν αὐτῷ καθἑκάστην ἡμέραν ἀπὸ μετρίων ἀρξαμένῳ εἰς πλείω, κατασκεπτόμενος τά τἄλλα τῶν σκελῶν καὶ μάλιστα τὰς φλέβας, εἰ μὴ περιττότερον εὐρύνοιντο τῆς τῶν σκελῶν εὐτροφίας. χαλεπὸν γὰρ τοῦτο, καὶ ῥευματικὸν, καὶ βλαισώδη τῷ χρόνῳ παρασκευάζον, οὐκ εὔτροφα τὰ κῶλα. τούτῳ τε οὖν προσέχειν σε χρὴ τῷ γνωρίσματι, καὶ εἰ θερμότερα περαιτέρω τοῦ προσήκοντος γίγνοιτο τὰ σκέλη, καὶ εἰ κοπώδη τινὰ αἴσθησιν ἔχοντα. μηδενὸς μὲν γὰρ τούτων τῶν σημείων φανέντος, αὐξάνειν τε χρὴ τὸ πλῆθος τῶν περιπάτων τε καὶ τῶν δρόμων, καὶ πιττοῦν διὰ τρίτης. ὀφθέντος δέ τινος αὐτῶν ἀνάῤῥοπά τε σχηματίζειν ἐν τῇ κοίτῃ τὰ κῶλα, καὶ τοῦ πλήθους ἁπάντων ὧν διῆλθον ἀφαιρεῖν, ἐλάττω μὲν περιπατεῖν, ἐλάττω δὲ τρέχειν κελεύοντα, καὶ τῇ τρίψει κάτωθεν ἄνω. ὅταν δέ σοι ταῦτα πράξαντι κατὰ φύσιν ἀκριβῶς ἔχῃ τὰ σκέλη, πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς χρὴ χρῆσιν τῶν βοηθημάτων ἰέναι, βραχυτάταις αὐξήσεσι χρώμενον διὰ παντὸς ἐπὶ τῶν αὐτῶν καταμένοντα. παρεμβάλλειν δὲ χρὴ καὶ τὰς στρογγύλας καλουμένας τρίψεις μέσας σκληρότητός τε καὶ μαλακότητος, ἔσθὅτε μὲν ἄνωθεν, ἐνίοτε δὲ ἐκ τῶν κάτω μερῶν ἀρχομένους. καί που κεκονιαμένοις τοῖς σκέλεσι παραχέοντας ἔλαιον οὕτω τρίβειν. ἔστω δὲ κόνις καλουμένη λιπαρά· προσαγορεύουσι δοὕτως, ἐν μήτε τραχὺ, μήτε δριμύ. λεπτύνουσι γὰρ μᾶλλον, σαρκοῦσιν, ὅσαι τραχύτητος κισσηρώδους, δριμύτητος νιτρώδους ἁλμώδους μετέχουσιν. ὅτῳ δὲ παχύτερα μὲν τὰ σκέλη, βραχίονες δὲ καὶ πήχεις ἰσχνοὶ, τούτῳ τὰ μὲν διὰ χειρῶν γυμνάσια πάντἐπιτηδευτέον ἐστὶ, φυλακτέον δὲ τὰ διὰ τῶν σκελῶν. αἵ γε μὴν τρίψεις καὶ πιττώσεις ὁμοίως γενέσθωσαν, ὅσα τἄλλα περὶ τῶν κατὰ τὰ σκέλη λέλεκται γυμνασίων. οὐ γὰρ μικρά τίς ἐστιν ἐν αὐτοῖς διαφορὰ, τινῶν μὲν ἐσχάτως ἀῤῥώστων εἰς τὰς κινήσεις ὄντων, εἰ καὶ μηδέπω τύχοιεν ἑβδομηκοντοῦται εἰς τὴν ἡλικίαν ὄντες, ἐνίων δὲ πολὺ ῥωμαλεωτέρων κατὰ τούσδε γεγονότων ἔτη πλείω ὀγδοήκοντα. τοὺς μὲν ἀσθενεστέρους αἰωρεῖν μᾶλλον περιπατεῖν κελεύων κινήσεις· τοὺς δἰσχυροτέρους διἀμφότερα γυμνάσαντα, ἄξαντά τε πρὸς τὴν δευτέραν τρίψιν οὐχ ὁμοίως ἀμφοτέρους, ἀλλἀεὶ τὸν ἀῤῥωστότερον θᾶττον. ἔστω γάρ σοι τοῦτο τῶν κοινοτάτων παραγγελμάτων, ἐπὶ μὲν ἀσθενοῦς δυνάμεως ἀνατρέφειν τὸ σῶμα πυκναῖς καὶ βραχείαις τροφαῖς, ἐπὶ δὲ ἰσχυρᾶς ἀραιαῖς καὶ πολλαῖς.
§4–7
§4 Εἰπεῖν μὲν οὖν καὶ ταῦτα καὶ τἄλλα ῥᾷστον, ἐπιστατῆσαι δὲ γέροντι, διαφυλάττοντα τὴν ὑγείαν αὐτοῦ, τῶν χαλεπωτάτων, ὥσπερ γε καὶ τῶν ἀνακομιζομένων ἐκ νόσου. καλεῖται δὲ ὑπὸ τῶν νεωτέρων ἰατρῶν τουτὶ μὲν τὸ μέρος τῆς τέχνης ἀναληπτικὸν, τὸ δὲ ἐπὶ τῶν γερόντων γηροκομικόν. καὶ δοκοῦσιν αἱ διαθέσεις ἀμφοῖν οὐ κατὰ τὴν ἀκριβεστάτην ὑπάρχειν ὑγείαν, ἀλλἤτοι μέσαι τινὲς εἶναι νόσου τε καὶ ὑγείας, πάντως γε μὴ τῆς καθἕξιν, ἀλλὰ τῆς κατὰ σχέσιν ὀνομαζομένης ὑπαὐτῶν ὑγείας. εἴτοὖν νόσον, εἴτε νοσώδη διάθεσιν, εἴτε μέσην ὑγείας τε καὶ νόσου διάθεσιν, εἴτε κατὰ σχέσιν ὑγείαν ὀνομάζειν χρὴ τὸ γῆρας, οὐ πάνυ τι τῶν τοιούτων ζητήσεων φροντίζοντας, βωμολόχων προσερχομένων, ἐπίστασθαι δὲ χρὴ τὴν κατάστασιν τοῦ τῶν γερόντων σώματος, ὅτι ἐπὶ μικροῖς αἰτίοις εἰς νόσον μεθισταμένην ὁμοίως τοῖς ἀναλαμβάνουσιν ἐκ νόσου τὴν ἀρχαίαν ὑγείαν διαιτᾷν χρή. διόπερ εἰπεῖν μὲν ῥᾴδιον, ἄμεινον εἶναι χρίεσθαι λίπει μετἀνατρίψεως ἕωθεν τὸν γέροντα, προσηκόντως δὲ ἐργάσασθαι τοὖργον ἁπάντων χαλεπώτατον. τε γὰρ σκληροτέρα βραχὺ τρίψις κοπώδης, τἄγαν μαλακὴ πλέον οὐδὲν ἐργάζεται, καθάπερ οὐδ βραχεῖα παντάπασιν, δέ γε πολλὴ διαφορεῖ μᾶλλον ἀνατρέφει. καὶ μὴν καὶ τὸ χωρίον, ἐν γυμνοῦται τὸ τοῦ γέροντος σῶμα, ψυχρότερον μὲν ὂν οὐ μόνον οὐδὲν ἐργάζεται χρηστὸν, ἀλλὰ καὶ πυκνώσει, καὶ καταψύξει, θερμότερον δεἴπερ εἴη τοῦ δέοντος, ἐν μὲν χειμῶνι πλέον, προσήκει, τὸ σῶμα τοῦ γέροντος ἀραιότερον ἀποτελέσαν εὔψυκτον ἐργάσεται, θέρους δὲ διαφορήσει τε καὶ καταλύσει τὴν δύναμιν αὐτοῦ. τοῖς μὲν γὰρ καθἕξιν ὑγιαίνουσιν οὐδὲ τῶν ἰσχυρῶν αἰτίων οὐδὲν ἀλλοιοῖ τὸ σῶμα, τοῖς γέρουσι δὲ καὶ τὰ σμικρότατα μεγίστην ἐργάζεται μεταβολήν. οὕτω τοίνυν ἔχει κᾀπὶ τῆς τῶν σιτίων ποσότητός τε καὶ ποιότητος. καὶ γὰρ κᾀν τούτοις ἂν βραχύ τι τοῦ προσήκοντος ὑπερβῶσιν οἱ γέροντες, οὐ σμικρὰ βλάπτονται, τῶν νεανίσκων ἐπὶ μεγίστοις ἁμαρτήμασι βραχέα βλαπτομένων. ἀσφαλέστερον οὖν ἐστι τοῖς ἀσθενέσι γέρουσιν ὀλίγα διδόναι τρὶς τῆς ἡμέρας, ὡς Ἀντίοχος ἰατρὸς ἑαυτὸν διῄτα, γεγονὼς γὰρ ἐτῶν πλείω τῶν ὀγδοήκοντα, προϊὼν δὲ καθἑκάστην ἡμέραν εἰς τὴν ἀγορὰν, ἐπὶ τὸ χωρίον, ἐν τὸ συνέδριον ἦν αὐτὸ τῶν πολιτῶν, ἔστι δὅτε μακρὰν ὁδὸν ἀπιὼν ἐπισκέψεως ἀῤῥώστων ἕνεκα. ἀλλεἰς μὲν τὴν ἀγορὰν ἀπὸ τῆς οἰκίας ἐβάδιζεν, ὁδὸν ὡς τριῶν σταδίων· οὕτως δὲ καὶ τοὺς πλησίον ἀῤῥώστους ἑώρα· ποῤῥώτερον δἄν ποτἀναγκασθῇ πορευθῆναι, τὸ μὲν ἐν δίφρῳ βασταζόμενος ἐκομίζετο, τὸ δἐπὀχήματι αἰωρούμενος. ἦν δαὐτῷ κατὰ τὴν οἰκίαν οἴκημα ἐκ καμίνου θερμαινόμενον ἔν γε τῷ χειμῶνι, θέρους δὲ εὔκρατον ἔχον ἀέρα καὶ χωρὶς τοῦ πυρός. ἐν τούτῳ πάντως ἀνετρίβετο καὶ χειμῶνος καὶ θέρους ἕωθεν, ἀποπατήσας δηλονότι πρότερον. ἐν δὲ τῷ κατὰ τὴν ἀγορὰν χωρίῳ περὶ τρίτην ὥραν τὸ μακρότερον περὶ τετάρτην ἤσθιεν ἄρτον μετὰ μέλιτος Ἀττικοῦ, πλειστάκις μὲν ἑφθοῦ, σπανιώτερον δὠμοῦ. καὶ μετὰ ταῦτα τὸ μέν τι συγγιγνόμενος ἑτέροις διὰ λόγων, τὸ δὲ καθἑαυτὸν ἀναγινώσκων ἑβδόμην ὥραν παρέτεινεν, μεθἣν ἐτρίβετό τε κατὰ τὸ δημόσιον βαλανεῖον, ἐγυμνάζετό τε τὰ πρέποντα γέροντι γυμνάσια, περὶ ὧν τῆς ἰδέας ὀλίγον ὕστερον εἰρήσεται. κᾄπειτα λουσάμενος ἠρίστα σύμμετρον, πρῶτα μὲν ὅσα λαπάττει τὴν γαστέρα προσφερόμενος, ἐφεξῆς δὲ ἰχθύων τὸ πλεῖστον, ὅσοι πετραῖοί τε καὶ πελάγιοι. κᾄπειταὖθις ἐπὶ τοῦ δείπνου τῆς μὲν τῶν ἰχθύων ἐδωδῆς ἀπείχετο, τῶν δεὐχυμοτάτων καὶ δυσφθάρτων ἐλάμβανεν, ἤτοι χόνδρον μετοἰνομέλιτος, ὄρνιν ἐξ ἁπλοῦ ζωμοῦ. τούτῳ μὲν οὖν τῷ τρόπῳ γηροκομῶν ἑαυτὸν Ἀντίοχος ἕως ἐσχάτου διετέλεσεν ἀπήρωτος ταῖς αἰσθήσεσι καὶ τοῖς μέλεσιν ἄρτιος ἅπασι. Τήλεφος δὲ γραμματικὸς ἐπὶ πλείονας μὲν ἐξίκετο χρόνους Ἀντιόχου, σχεδὸν ἑκατὸν ἔτη βιοὺς, ἐλούετο δὲ τοῦ μηνὸς δὶς μὲν ἐν τῷ χειμῶνι, τετράκις δὲ ἐν τῷ θέρει, τρὶς δὲ ἐν τοῖς μεταξὺ τούτων ὥραις. ἐν αἷς δἡμέραις οὐκ ἐλούετο, περὶ τρίτην ὥραν ἠλείφετο μετὰ βραχείας ἀνατρίψεως. εἶτα χόνδρον ἡψημένον ἐν ὕδατι, μέλι μιγνὺς ὠμὸν ὅτι κάλλιστον, ἤσθιε, καὶ τοῦτἤρκει μόνον αὐτῷ τήν γε πρώτην. ἠρίστα δὲ καὶ οὗτος ἑβδόμης ὥρας, βραχεῖ τινι θᾶττον, λάχανα μὲν πρῶτον προσφερόμενος, εἶθἑξῆς ἰχθύων ὀρνίθων γευόμενος. ἐς ἑσπέραν δὲ μόνον ἄρτον ἤσθιε, διαβρέχων ἐν οἴνῳ κεκραμένω.
§5 Ὥσπερ δὲ τοῖς παισὶν οἶνος ἐναντιώτατός ἐστιν, οὕτω τοῖς γέρουσι χρησιμώτατος. ἔστω δὲ τῶν φύσει θερμοτέρων, ὁποῖοι τῶν Ἑλληνικῶν Ἀριούσιός ἐστι καὶ Λέσβιος, καὶ καλούμενος Μύσιος, οὐκ ἐκ τῆς περὶ Ἴστρον Μυσίας, ἀλλἐκ τῆς Ἑλλησποντίας ὀνομαζομένης, ἥτις ἐστὶ κατὰ τὴν ἡμετέραν Ἀσίαν, ὁμοροῦσα Περγάμῳ, τῶν δἐκ τῆς Ἰταλίας τε Φαλερῖνος καὶ Σουῤῥεντῖνος. ἐφεξῆς δαὐτῶν εἰσι, κατὰ μὲν τὴν Ἰταλίαν τε Τιβουρτῖνος καὶ Σιγνῖνος, ἀμφότεροι παλαιωθέντες, ὡς νέοι γε ὄντες οὔτεἰς ἀνάδοσιν ὁρμῶσιν, οὔτοὖρα κινοῦσιν, ἀλλἐπὶ πολὺ κατὰ τὴν γαστέρα μένουσι, κλύδωνας ἐργαζόμενοι· δεύτεροι δἐπαὐτοῖς Ἀδριανός τε καὶ Σαβῖνος, καὶ Ἀλβανὸς, καὶ Γαβιανὸς, καὶ Τριφυλῖνος, ὅσοι τἈμιναῖοι κατὰ τὴν Ἰταλίαν γεννῶνται, περί τε Νεάπολιν καὶ κατὰ τὴν Θούσκων γῆν. κατὰ μέν γε τὴν τοῦ Σουῤῥεντίνου δύναμιν Μύσιός ἐστι, κατὰ δὲ τὴν τοῦ Φαλερίνου τῶν Τμωλιτῶν οἱ κάλλιστοι, Σαβίνῳ δὲ καὶ Ἀδριανῷ Τιτακαζηνὸς τε καὶ Ἀρσυϊνὸς ἐοίκασι. τούτων οὖν μετρίως παλαιωθέντων, πίνειν χρὴ τοὺς πρεσβύτας, ὅσοι μὴ πάνυ γε κεφαλὴν ἰσχυρὰν ἔχουσιν· οἷς δἰσχυρὰ, τούτοις Φαλερῖνός τε καὶ Σουῤῥεντῖνος, Ἀριούσιός τε καὶ Λέσβιος καὶ Μύσιος καὶ Τμωλίτης ἐπιτήδειοι. δῆλον οὖν, ὡς καθἕκαστον ἔθνος ἐκ τῶν εἰρημένων παραδειγμάτων αἱρεῖσθαι τὸν ἐπιτηδειότατον ἕκαστος δυνήσεται, σκοποὺς ἔχων ἐπὶ τῇ τῶν γερόντων ἡλικίᾳ ἐν τῇ τῶν οἴνων δοκιμασίᾳ κατὰ μὲν τὴν σύστασιν ἀεὶ τὸν λεπτότατον αἱρεῖσθαι, κατὰ δὲ τὴν χρόαν, ὃν Ἱπποκράτης εἴωθε κιῤῥὸν καλεῖν· δύναιτο δἂν καὶ ξανθὸν ὀνομάζειν αὐτόν. ἀγαθὸς δὲ καὶ ὠχρὸς, ἐν τῷ μέσῳ καθεστὼς ξανθοῦ τε καὶ λευκοῦ. καὶ γὰρ εἰ βουληθείης μίξαι τὸν ξανθὸν οἶνον τῷ λευκῷ, μικτὸν ἐξ ἀμφοῖν ὠχρὸν ἐργάσῃ, καὶ κραθεὶς μεθὕδατος ξανθὸς τοιοῦτος γίνεται. παρὰ δὲ τὸ πλέον ἔλαττον ὕδωρ ἐπεμβάλλειν ἐνίοτε μὲν ὠχρὸς, ἐνίοτε δὲ οἷον ὠχρόλευκος ὠχρόξανθος φαίνεται. θερμότατος μὲν, ὅσον ἐπὶ τῇ χρόᾳ, τῶν εἰρημένων οἴνων ξανθὸς, ἥκιστα δὲ θερμὸς λευκός· οἱ δἐν τῷ μεταξὺ, καθὅσον ἂν ἑκατέρῳ πλησιάσωσι, τῆς ἐκείνου μετέχουσι δυνάμεως. ἓν μὲν οὖν τοῦτο μέγιστον ἀγαθὸν ἐξ οἴνου τοῖς γέρουσι περιγίνεται, τὸ θερμαίνεσθαι πάνταὐτῶν τὰ μόρια· δεύτερον δὲ, τὸ διοὔρων καθαίρεσθαι τὸν ὀῤῥὸν τοῦ αἵματος. διὸ καὶ κάλλιστος ἐπὶ γερόντων οἶνος, ὃς ἂν ταῦτἐργάζηται μάλιστα. τοιοῦτος δἐστὶν τῇ συστάσει μὲν λεπτὸς, οὖρα γὰρ οὗτοι κινοῦσι, τῇ χρόᾳ δὲ ξανθὸς, ἴδιον γὰρ τοῦτο τῶν θερμῶν ἱκανῶς οἴνων τὸ χρῶμα. διὸ κᾂν πάνυ λευκοὶ τὸ κατἀρχὰς ὦσι, παλαιούμενοι προσλαμβάνουσι τινὰ ξανθότητα, διἣν ὕπωχροι μὲν τὸ πρῶτον, ὕστερον δὲ τελέως ὠχροὶ γίνονται, κᾂν ἐπὶ πλεῖστον ἥκωσι χρόνου, τελευτῶντες ὠχρόξανθοι φαίνονται· τελέως γὰρ οὐχ οἷόν τε τοῖς λευκοῖς οἴνοις γενέσθαι ξανθοῖς. ὅσοι δὲ τῶν ὠχρῶν ξανθῶν οἴνων παχεῖς εἰσιν, αἷμά τε γεννῶσιν οὗτοι καὶ τρέφουσι τὸ σῶμα· διὸ γένοιντἄν ποτε καὶ αὐτοὶ χρήσιμοι τοῖς γέρουσι, καθὃν δηλονότι χρόνον οὔτὀῤῥῶδες ὑγρὸν ἔχουσιν ἐν ταῖς φλεψὶ, καὶ δέονται θρέψεως περιττοτέρας. ὡς ἐπὶ τὸ πολὺ δὲ τῶν οὐρητικῶν οἴνων χρῄζουσιν οἱ τὴν ἡλικίαν ταύτην ἄγοντες, διὰ τὸ πλεονάζειν καὶ αὐτοῖς ὑδατῶδες περίττωμα. τῶν δἐπὶ πλέον ἐν τῇ γαστρὶ μενόντων οἴνων οὐδέποτοὐδεὶς οἰκεῖος γέροντι. τοιοῦτοι δεἰσὶν οἱ ἀπὸ τῆς Βιθυνίας Ἀμιναῖοι, καὶ τῶν ἀπὸ τῆς Ἰταλίας Μάρσος, καὶ Σιγνῖνος, καὶ Τιβουρτῖνος, ἔστἂν ὦσι νέοι. ἀλλοὗτοι μὲν πάντες λευκοὶ, μέλανες δὲ ἄλλοι, καὶ παχεῖς, ὅσοι στύφουσιν, ἐν τῇ γαστρὶ μένουσι χρόνῳ πολλῷ, καὶ κλύδωνας ἐργάζονται καταὐτὴν, ὥσπερ ἐν Κιλικίᾳ μὲν Συβάτης, ἐν Ἀσίᾳ δὲ Αἰγεάτης τε καὶ Περπερίνιος. ὅσοι δὲ χωρὶς τοῦ στύφειν μέλανές τε εἰσι καὶ παχεῖς, οἷος καὶ Σκυβελίτης καὶ Θηραῖος, ἧττον μὲν ἐν τῇ γαστρὶ μένουσιν, οὔρησιν δὲ οὐδαὐτοὶ κινοῦσιν, ἀλλὑπέρχονται κάτω· διὸ καὶ προπίνουσιν αὐτοὺς ἐδωδῆς σιτίων. ἀλλοὐδοὗτοι χρήσιμοι τοῖς γέρουσιν, οὔτε προπίνειν, οὔτε πολὺ μᾶλλον ἐν ἑτέρῳ καιρῷ προσφέρεσθαι, καθότι μηδἄλλο μηδὲν τῷ γέροντι παχύχυμον· ἐμφράττεται γὰρ ἐξ αὐτῶν ἧπάρ τε καὶ σπλὴν καὶ νεφροί· κᾀντεῦθεν οἱ μὲν ὑδεριῶσιν, οἱ δὲ λιθιῶσι τῶν ἐπὶ πλέον αὐτοῖς χρησαμένων γερόντων. εἴπερ οὖν ἐθέλοι μετὰ τὸ λουτρὸν οἴνῳ χρήσασθαι γλυκεῖ τῶν πρεσβυτέρων τις, ἐδηδοκότι μὲν ἕωθεν αὐτῷ, καθότι τὸν Ἀντίοχον ἔφην πράττειν, ἄριστος Φαυστιανὸς Φαλερῖνος, ἐκείνου δἀποροῦντι τῶν ὁμοίων τις. ὅμοιοι δἂν εἶεν οἱ γλυκεῖς τε ἅμα καὶ ὠχροὶ κατὰ χρόαν· ἐφεξῆς δὲ τούτοις τε Θηρῆνος καὶ Κυριῆνος. οὐ κωλύω δὲ οὐδὲ τοῖς ἐσκευασμένοις διὰ μέλιτος οἴνοις χρήσασθαι, καὶ μάλισθὅσοις τῶν γερόντων ὑποψία τίς ἐστιν ἐν νεφροῖς λίθων γενέσεως, καὶ ποδάγρα τις, ἀρθρῖτις ἐνοχλεῖ. τὸν δοἶνον ἐπὶ τῆς τοιαύτης συνθέσεως ἄριστον εἶναι Σαβῖνον τινα τῶν ὁμοίων. ἐπεμβάλλεται δὲ αὐτῷ πετροσέλινον, καὶ μόνον ἀρκεῖ τοῦτο τοῖς ἀρθριτικοῖς. ἐπὶ δὲ τῶν λιθιώντων καὶ τῆς βετονίκης τι πόας μίγνυται, καὶ κέστρου τοῦ παρὰ τοῖς Κελτοῖς γεννωμένου· καλοῦσι δὲ τὴν βοτάνην ταύτην σαξίφραγον. ἔνιοι δὲ περιεργότερον σκευάζοντες τὸ φάρμακον ἐπεμβάλλουσι καὶ ναρδοστάχυος. εἰσὶ δὲ καὶ ἄλλα τινὰ οὔρησιν κινεῖν δυνάμενα. ἀλλὰ τό γἁπλοῦν πόμα διοἴνου καὶ μέλιτος οἱ πολλοὶ συντιθέασι, πηγάνου τε καὶ πεπέρεως ἔχον ὀλίγον. εἰ δὲ καὶ προεδηδοκὼς εἴη, πρὶν λούσασθαι, καὶ γαστὴρ αὐτοῦ μηδεμιᾶς βοηθείας χρῄζοι, τῶν λευκῶν καὶ ὀλιγοφόρων οἴνων πίνειν καὶ μετὰ τὸ λουτρόν. ὅσοι δὲ παχεῖς, καὶ γλυκεῖς, καὶ μέλανες, ὡς ἐμφράττοντας τὰ σπλάγχνα τοὺς τοιούτους ἅπαντας φεύγειν προσήκει.
§6 Ἀλλαἱ μὲν ἀπὸ τῶν οἴνων ἐμφράξεις μέτριαι, τὰς δἀπὸ τῶν ἐδεσμάτων, ὅσα γλίσχρον παχὺν ἐργάζεται χυμὸν, οὐ ῥᾴδιον ἰᾶσθαι. διόπερ οὐ χρὴ πλεονάζειν τοὺς γέροντας οὔτε χόνδρων, τυρῶν, ὠῶν ἑφθῶν, κοχλιῶν, βολβῶν, φακῆς, χοιρείων κρεῶν ἐδωδῇ, πολὺ δὲ δὴ μᾶλλον ταῖς τῶν ἐγχελύων, ὀστρέων, ὅλως τῶν σκληρὰν καὶ δυσκατέργαστον ἐχόντων τὴν σάρκα. διὰ τοῦτο οὖν οὐδὲ τῶν ὀστρακοδέρμων οὐδὲν, σελαχίων, θύννων, ὅλως τῶν κητωδῶν, τῶν κρεῶν τῶν ἐλαφείων, αἰγείων, βοείων. καὶ ταῦτα μὲν οὐδἄλλῳ τινὶ χρήσιμα· προβάτεια δὲ νέοις μέν ἐστιν οὐ φαῦλον ἔδεσμα, γέρουσι δὲ οὐδὲ ταῦτα, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἀρνῶν, ὑγρὰ γάρ ἐστι καὶ βλεννώδη, καὶ γλίσχρα, καὶ φλεγματώδη. τά γε μὴν τῶν ἐρίφων οὐκ ἀνεπιτήδεια γέροντι, καὶ τῶν πτηνῶν, ὅσα μὴ καθἕλη καὶ ποταμοὺς λίμνας διαιτᾶται. τὰ δὲ ταριχευθέντα πάντα τῶν προσφάτων ἀμείνω. χρὴ τοίνυν, ὥσπερ εἴρηται, μάλιστα μὲν ἀπέχεσθαι ἐμφραττόντων ἐδεσμάτων, εἰ δὑπἀνάγκης ποτὲ χρήσασθαι συμβαίη πλείοσιν αὐτοῖς, αὐτίκα προσφέρεσθαι τὸ διὰ τῆς καλαμίνθης φάρμακον, ὑπὲρ οὗ τῆς συνθέσεως ἔμπροσθεν εἴρηκα κατὰ τόδε τὸ τέταρτον γράμμα. μὴ παρόντος δὲ αὐτοῦ, τῷ διὰ τῶν τριῶν πεπέρεων χρηστέον. εἰ δὲ μηδὲ τοῦτο παρείη, κόπτοντάς τε καὶ διαττῶντας ἀκριβῶς, ὡς χνοῶδες γενέσθαι, πέπερι λευκὸν ἅμα τε τοῖς ὄψοις ἐσθίειν, ἐπιπάττειν τε τῷ ποτῷ. καὶ κρόμμυα δὲ ἐσθίειν τηνικαῦτα συμφέρει, κᾂν εἰ τούτῳ σύνηθες εἴη, καὶ σκόδορον. καὶ τὴν διὰ τῶν ἐχιδνῶν ἣν καλοῦσι θηριακὴν ἀντίδοτον ἐπὶ τῶν γερόντων οὐ κακῶς χρῷτο, καὶ μάλισθὅταν ἐν τοῖς ἐμφράττουσιν ἐδέσμασιν αὖθις τῶν ἐκφραττόντων φθάσῃ προσενεχθῆναι· καλλίστη γὰρ ἀπὸ τοῦ θηριακοῦ φαρμάκου βοήθεια τηνικαῦτα γίνεται. καὶ γαστρὸς ἐπὶ τοῖς τοιούτοις ὑπαχθείσης, χρησιμώτατον ἂν εἴη διδόναι τῇ ὑστεραίᾳ τὸ διὰ τῶν ἐχιδνῶν. οὐδὲν δὲ ἧττον αὐτοῦ τὴν ἀμβροσίαν τε καὶ ἀθανασίαν ὀνομαζομένην, ὅσα τἄλλα διὰ τῶν εἰρημένων ἀρωμάτων σύγκειται φάρμακα. τῷ γε μὴν ἀκριβῶς ἑαυτῷ προσέχοντι γέροντι φαρμάκου μὲν οὐκ ἄν ποτε γένοιτο χρεία τοιούτου· δεηθέντι δὲ ἐνίοτε λεπτυνούσης διαίτης ἀρκέσει τὰ λελεγμένα διἑτέρου γράμματος ἰδίᾳ, καθ περὶ τῆς λεπτυνούσης διαίτης λόγος ἡμῖν ἐγένετο.
§7 Πρόδηλον δ’, ὅτι καὶ τῶν ἄρτων τοὺς μήτἐνδεῶς ἔχοντας ἁλῶν, ζύμης, φυράσεως, ὀπτήσεως ἐσθίειν χρὴ, μήτε τὴν ἐπαινουμένην ὑπὸ πάντων σεμίδαλιν, τὰ διαὐτῆς πέμματα, καὶ γὰρ δύσπεπτα πάντα, καὶ κακόχυμα, καὶ σπλάγχνων ἐμφρακτικά. καὶ εἴ γε μὴ τοῖς διὰ βουτύρου καὶ σεμιδάλεως σκευαζομένοις πλακοῦσιν ἐμίγνυτο μέλιτος δαψιλὲς, οὐδὲν ἂν ἦν ἔδεσμα πολεμιώτερον ἀνθρώποις πᾶσιν, οὐ μόνοις τοῖς πρεσβύταις. ἀλλὰ τί δεῖ τοῖς βλαβεροῖς τὸ χρήσιμον μιγνύειν, ἐνὸν αὐτῷ μόνῳ χρῆσθαι τῷ μέλιτι, τοῦτο μὲν ἀφεψοῦντα, τοῦτο δὲ σὺν ἄρτῳ λαμβάνοντα, πρὶν ἑψηθῆναι; προνοητέον δὲ τῆς κατὰ τὸν ἄρτον ἀρετῆς μᾶλλον τῆς κατὰ τὸ μέλι. βέλτιον μὲν γὰρ ἂν τὸ μέλι τοιοῦτον εἴη τὴν ἰδέαν καὶ τὴν δύναμιν, οἷον τὸ Ἀττικόν· εἰ δὲ μὴ τοιοῦτον ἔχοιμεν, ὀλλὰ παντὶ μέλιτι χρηστέον ἐστὶ πλὴν τῶν δυσωδῶν, ἐν ὅσοις αἰσθητῶς κηροῦ ποιότης ἐμφαίνεται, καὶ πολὺ δὴ μᾶλλον, εἴ τινος ἑτέρας ἀλλοκότου. τῶν δἄρτων μὲν τοιοῦτος, οἷον ἀρτίως εἶπον, οὐ μόνον οὐδὲν ἀγαθὸν ἐργάζεται κατὰ τὸ σῶμα τοῦ γέροντος, ἀλλὰ καὶ βλαβερώτατός ἐστι, καὶ μάλισθὅταν καθαρώτερος. ὁρῶ δὲ τοῖς ἀθληταῖς αὐτὸν ἐπίτηδες σκευαζόμενον. ἀλλἐκείνοις μὲν εἰς ὅπερ ἐπιτηδεύουσιν ἁρμόττει, γέροντι δὲ, εἰ μὴ πολὺ μὲν ἁλῶν ἔχοι, πολὺ δὲ ζύμης, ὠπτημένος δἀκριβῶς εἴη, παχὺν ἐργάζεται καὶ γλίσχρον χυμὸν, ὃς οὐδἄλλῳ μὲν ἀγαθός ἐστιν, ἐπὶ πλέον αὐξανόμενος. ἀτὰρ οὖν οὗτος καθἧπάρ τε καὶ σπλῆνα καὶ νεφροὺς ἐμφράξεις ἐργάζεται, καὶ μάλισθὅτε φύσει στενότερα τῶν ἐπὶ τούτοις τοῖς σπλάγχνοις ἀγγείων ἐστὶ τὰ πέρατα. καθάπερ γὰρ ἐπὶ τῶν ἐκτὸς τούτων φλεβῶν, ἃς ἐναργῶς ὁρῶμεν, οὐ σμικρὰ διαφορὰ φαίνεται κατὰ τὸ εὖρος ἄλλου τε πρὸς ἄλλον ἄνθρωπον καὶ καθἕκαστον ἐν τοῖς μορίοις, οὕτως εἰκὸς ἔχειν κᾀπὶ τῶν ἔνδον. ἀλλοὐχ οἷόν τε γνῶναι τὴν διαφορὰν πρὸ τῆς πείρας· λέγω δὲ πεῖραν, ἣν ἐφἑκάστῳ τῶν προσφερομένων ἔνεστι ποιεῖσθαι. γέροντα γοῦν τινα γεωργικὸν ἔγνωμεν, ἔτη πλείω τῶν ἑκατὸν βιώσαντα κατἀγρὸν, τὸ πλεῖον τῆς τροφῆς αἴγειον ἦν γάλα, ποτὲ μὲν αὐτίκα λαμβανόμενον, ἄρτου θρυμμάτων ἐν αὐτῷ διαβρεχομένων, ἔστιν ὅτε δὲ καὶ μέλιτος ἐμίγνυε, καί ποτε ἥψει, ἐμβάλλων ἀκρέμονας θύμων ἅμα τοῖς ἄρτοις. ἀλλὰ τοῦτόν γέ τις μιμησάμενος, (ᾤετο γὰρ αἴτιον αὐτῷ τὸ γάλα τῆς πολυχρονίου ζωῆς γεγονέναι,) διὰ παντὸς ἐβλάβη καὶ κατὰ πάντα τρόπον προσφορᾶς. ἐβαρύνετο γὰρ αὐτῷ τὸ στόμα τῆς γαστρὸς, καὶ μετὰ ταῦτα τὸ δεξιὸν ὑποχόνδριον ἐτείνετο. καί τις ἕτερος, ὁμοίως ἐπιχειρήσας χρήσασθαι τῷ γάλακτι, τῶν μὲν ἄλλων οὐδὲν ἐμέμφετο, (καὶ γὰρ ἔπεττε καλῶς αὐτὸ, καὶ οὔτε ὀξυρεγμία τις, ἐρυγὴ κνισσώδης, πνευμάτωσις; βάρος ἐπεγίνετο καθὑποχόνδριον,) τῇ δἑβδόμῃ ἡμέρᾳ μετὰ τὴν ἀρχὴν ἐναργῶς ἔφη τοῦ ἥπατος αἰσθάνεσθαι βαρυνομένου, δοκεῖν γὰρ ἑαυτῷ κατὰ τὸ δεξιὸν ὑποχόνδριον ἐγκεῖσθαί τι, καθάπερ λίθον, ὡς κατασπᾶσθαί τε τὰ ἐπικείμενα καὶ μέχρι κλειδὸς ἀνήκειν τὴν τάσιν. εὔδηλον οὖν, ὅτι τούτῳ μὲν ἐνεφράττετο τὸ ἧπαρ, ἐπνευματοῦτο δὲ θατέρῳ. καὶ μὲν δὴ καὶ ἐπὶ γάλακτος χρήσει πολυχρονίῳ λίθον γεννήσαντα κατὰ τοὺς νεφροὺς οἶδα, καί τινα ἕτερον ἀπολέσαντα καὶ βλαβέντα ἅπαντας ὀδόντας. τοῦτο μὲν οὖν καὶ ἄλλοις ἐγένετο πολλοῖς τῶν ἐπὶ γάλακτι μακρῶς διαιτηθέντων. ἀλύπως δἕτεροι διαπαντὸς ἐχρήσαντο τῷ γάλακτι, καὶ μετὠφελείας μεγίστης, παραπλησίως τῷ κατἀγρὸν βιώσαντι πλείω τῶν ἑκατὸν ἐτῶν, ὡς ἔφην. ὅταν γὰρ τε ποιότης αὐτοῦ τῇ τοῦ χρωμένου φύσει μηδὲν ὑπεναντίον ἔχῃ, τῶν τε σπλάγχνων εὐπετεῖς αἱ διέξοδοι διὰ τὴν τῶν ἀγγείων εὐρύτητα ὦσι, τῶν μὲν ὠφελίμων ἀπολαύουσιν οὗτοι, μοχθηροῦ δοὐδενὸς πειρῶνται. τὰ δἐκ τοῦ γάλακτος ἀγαθὰ λέλεκται καὶ τοῖς ἔμπροσθεν ἰατροῖς· ὑπαγωγὴ μετρία γαστρὸς, εὐχυμία τε καὶ θρέψις, οὐ βραχέα συντελούσης εἰς ταῦτα καὶ τῆς νομῆς τῶν ζώων, ὧν μέλλεις χρήσασθαι τῷ γάλακτι. καίτοι γἀμελοῦσιν ἔνιοι παντάπασιν τῆς νομῆς, ὡς ἤτοι μηδὲν, βραχύτατον εἰς ἀρετὴν γάλακτος συντελούσης. ἀλλἐναργῶς γε θεώμεθα τὰ νεμηθέντα τῶν ζώων, ὧν μέλλομεν χρήσασθαι τῷ γάλακτι, σκαμμωνίαν, τῶν τιθυμάλλων τινὸς, καθαρτικὸν ἴσχοντα τὸ γάλα. δῆλον οὖν, ὡς καὶ δριμὺ, καὶ ὀξὺ, καὶ αὐστηρὸν ἐπὶ ταῖς μοχθηραῖς ἔσται νομαῖς, ἐξομοιούμενον ἀεὶ τῇ φύσει τῆς πόας. καὶ διὰ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν ἰατροῖς ἐκ τῆς πείρας διδαχθεῖσιν εἴρηνταί τινες ἀγάλακτοι νομαὶ, προσαγορεύουσι γὰρ οὕτως αὐτὰς, ὑπὲρ ὧν καὶ ἡμεῖς ἑτέρωθι διερχόμεθα. νῦν δἀρκεῖ τό γε τοσοῦτον ἐπίστασθαι περὶ αὐτῶν, ὡς οὔτε δριμείας, οὔτὀξείας, οὔταὐστηρὰς πάνυ χρὴ τὰς τροφὰς εἶναι τῶν ζώων, ὧν τῷ γάλακτι μέλλομεν ὡς εὐχυμοτάτῳ χρῆσθαι. καὶ μὴν καὶ ὅτι κατὰ τὴν ἡλικίαν ἀκμάζον εἶναι χρὴ καὶ κατὰ τὴν ἕξιν τοῦ σώματος ἄμεμπτον τὸ ζῶον, εὔδηλον δήπου, κᾂν ἐγὼ μὴ λέγω. κάλλιόν γε, τὸ μὲν αἶγα, τὸ δὄνον εἶναι, χρῆσθαι δὲ τῷ γάλακτι παρὰ μέρος ἑκατέρου· λεπτότερον μὲν γάρ ἐστι καὶ ὀῤῥωδέστερον τὸ τῆς ὄνου, σύμμετρον δὲ τῷ πάχει τὸ τῆς αἰγός. ὥστε τοῦτο μὲν ἀνατρέφει μᾶλλον, εἰ τούτου χρεία, τὸ δὄνειον ἀσφαλέστερον πάντη. καὶ γὰρ εἰ μόνον ποτὲ λαμβάνοιτο χωρὶς ἄρτου, καὶ ὑπέρχεται θᾶττον, καὶ ἥκιστά ἐστι φυσῶδες, οὐ τυροῦταί τε κατὰ τὴν γαστέρα, καὶ μάλισθὅταν ἁλῶν καὶ μέλιτος προσλάβῃ. χρὴ δὲ καὶ τούτου καὶ τῆς ἄλλης ἁπάσης ὕλης τῶν βοηθημάτων τὰς δυνάμεις ἰδίᾳ προμεμαθηκέναι τὸν μέλλοντα χρήσασθαι καλῶς, ἵνα μὴ πολλάκις ἀναγκαζώμεθα περὶ αὐτῶν λέγειν τὰ αὐτά. καὶ νῦν γέ μοι δοκῶ μακρότερον, ὡς τοῖς ἐνεστῶσι προσήκει, διεληλυθέναι περί τε γάλακτος καὶ οἴνων. ἄμεινον γὰρ ἦν εἰπόντα τὴν ἐξ αὐτῶν ὠφέλειαν τοῖς γέρουσι γινομένην ἐπὶ τὴν τῆς ὕλης ἐκλογὴν ἀποπέμψαι τὸν ἤδη μεμαθηκότα τάς τε κοινὰς δυνάμεις καθἑκάτερον αὐτῶν καὶ τὰς ἐν μέρει διαφορὰς, ἐπὶ μὲν τῶν οἴνων εἰπόντα τὰς διαφορὰς, τοὺς θερμοτέρους τε καὶ οὐρητικωτέρους ἀμείνους εἶναι τοῖς γέρουσι, ἐπὶ δὲ τοῦ γάλακτος, ὡς οὐδὲ πᾶσι δοτέον, ἀλλὰ μόνοις, ὅσοι γε πέττουσιν αὐτὸ καλῶς, καὶ συμπτώματος οὐδενὸς αἰσθάνονται κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπεὶ δἔστιν ὅτε διὰ τὴν πολλῶν ὀλιγωρίαν, οὐχ ὑπομενόντων ἀναγινώσκειν τὰ βιβλία, διὧν ἐπὶ πλέον ὑπὲρ τῆς τῶν βοηθημάτων ὕλης λέλεκται, μηκύνειν ἀναγκαζόμεθα πολλάκις, εἰκότως τις ἂν ἡμῶν καὶ νῦν συγγνοίη τῷ τρόπῳ τῆς διδασκαλίας, οὐ κατὰ τὴν ἀκριβῆ βραχυλογίαν ἐπὶ ταῖς καθόλου μεθόδοις προερχομένης. ἰστέον γε μὴν, ὡς ἀδύνατόν ἐστιν ἀμέμπτως χρήσασθαι ταῖς γραφομέναις ὕλαις ἐκ μόνων τῶν τοιούτων λόγων, οἵους καὶ νῦν εἷπον ὑπὲρ οἴνου τε καὶ γάλακτος. ἀλλὰ χρὴ τὸν ἄριστα μεταχειριούμενον αὐτὰς ἰδίᾳ πρότερον ὑπὲρ ἑκάστης μεμαθηκέναι τὸν οἰκεῖον λόγον, ἐν τήν τε κοινὴν τῆς ὕλης δύναμιν ἐπισκεπτόμεθα καὶ τὰς κατὰ μέρος ἐν αὐτῇ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν. οὐδὲ περὶ τῶν ἄλλων ἁπάντων, ὅσα χρὴ γινώσκεσθαι τῷ μέλλοντι προνοήσασθαι γέροντος, ἄμεινον ἐν τῇδε τῇ πραγματείᾳ διέρχεσθαι μακρῶς, ἀλλἀρκεῖ, περὶ μὲν ἐνίων, ὅσα μάλιστά ἐστι χρήσιμα τοῖς πρεσβύταις, οὕτως εἰπεῖν, ὡς νῦν εἴρηται περὶ γάλακτος καὶ οἴνου, περὶ δὲ ἐνίων ἔτι βραχύτερον κατὰ ταῦτα διελθεῖν, ὥσπερ γε καὶ περὶ ἄλλων ὅλως μηδὲν εἰπεῖν· καίτοι τῷ γε μηκύνειν βουλομένῳ δυνατόν ἐστι ἁπάντων μνημονεῦσαι, ὅσα πλεονάζει τοῖς γέρουσιν, ᾧδέ πως λέγοντι.
§8–11
§8 Κάλλιον δὲ καὶ περὶ τῶν ἄλλων διελθεῖν, ὅσα τοῖς πλείστοις τῶν γερόντων γίνεται· βράγχοι, καὶ κόρυζαι, καὶ λίθων γενέσεις ἐν νεφροῖς, ἀρθρίτιδές τε καὶ ποδάγραι, καὶ ἄσθματα, καὶ τἄλλα ὅσα τοιαῦτα. πρὸς μὲν οὖν τοὺς βράγχους τε καὶ τὰς κορύζας δίαιταν μὲν τήνδε, φάρμακα δὲ τάδε προσφέρεσθαι χρή· πρὸς δὲ τὰς τῶν λίθων γενέσεις ταῦτα. καθἕκαστον τῶν ἄλλων οὕτως ἐπερχόμενος ἐπιμελὴς εἶναί τις δόξει καὶ περιττὸς εἰς ἐπιστήμην γηροκομικήν. ἀλλὥσπερ οὐδὲν τούτων χρὴ γράφειν ἐν συγγράμματι γηροκομικῷ, μεταφέρειν γε δυναμένων αὐτὰ τῶν γεγυμνασμένων ἐν ταῖς τῶν νοσημάτων θεραπείαις, οὕτως αὖ πάλιν οὐδἐπὶ μόνοις τοῖς κοινοῖς παύεσθαι, προειπόντα δαὐτὰ προστιθέναι τινὰ τῶν κατὰ μέρος, μάλιστἐστὶν οἰκεῖα τῷ προκειμένῳ σκέμματι, καθάπερ ἡμεῖς ἐποιήσαμεν. ἐπειδὴ γὰρ ἐδείχθη τὸ γῆρας ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ὁμολογουμένως εἶναι ψυχρὸν, οὐχ ὁμολογουμένως δὲ ξηρὸν, ἐνίων ὑγρὸν αὐτὸ φάντων εἶναι, προσήκει δήπου λαβόντας ὑπόθεσιν εἰς τὸ γηροκομικὸν μέρος τῆς τέχνης, νῦν ἡμῖν πρόκειται, τὰ δειχθέντα περὶ τῆς κράσεως αὐτοῦ, τὸν μὲν σκοπὸν αὐτῶν τῶν πραγμάτων ἀπἐκείνης λαβεῖν, ἐπελθεῖν δἔνια τῶν κατὰ μέρος, τὰ μὲν ἕνεκα τοῦ γυμνάσαι τὸν μαθητὴν, τὰ δὡς παραδείγματα πρὸς τὴν τῶν οὐκ εἰρημένων εὕρεσιν γενησόμενα, διὰ τὸ μὴ πάντας οὕτως εἶναι συνετοὺς, ὡς ἐκ μόνου τοῦ καθόλου γνωσθέντος εὑρίσκειν τὰ κατὰ μέρος, ἀλλὰ τοῦ ποδηγήσοντος ἐπαὐτὰ προσδεῖσθαι. γεγυμνασμένος γάρ τις τὸν λογισμὸν, ἀκούσας τὸ τοῦ γέροντος σῶμα κατὰ μὲν αὐτὰ τὰ μόρια ψυχρὸν καὶ ξηρὸν, ἐμπίπλασθαι δὲ ῥᾳδίως ὀῤῥωδῶν τε καὶ φλεγματωδῶν περιττωμάτων διἀῤῥωστίαν τῆς δυνάμεως, ἐξοχετεύειν μὲν ταῦτα πειράσεται, τὰ στερεὰ δαὐτὰ τοῦ σώματος μόρια θερμαίνειν τε καὶ ὑγραίνειν. ὅσοι δἐκ τοῦ τῶν περιττωμάτων πλήθους ἀπατηθέντες ἀδιορίστως ἀπεφῄναντο, τὴν τῶν γερόντων κρᾶσιν ὑπάρχειν ὑγρὰν, οὗτοι περὶ τὸν πρῶτον εὐθέως ἐσφάλησαν σκοπὸν, ἡγούμενοι χρῆναι ξηραίνειν τὰ πρεσβυτικὰ σώματα. τῶν τε οὖν ἐδεσμάτων ὅσα ξηραντικὰ, διδόασι μᾶλλον, οἷον ἐν μὲν τοῖς λαχάνοις τὴν κράμβην πρὸ τῆς μαλάχης καὶ βλίτου, καὶ τοῦ λαπάθου, καὶ τῆς ἀτραφάξυος, καὶ τῆς θριδακίνης, ἐν δὲ τοῖς ὀσπρίοις τὴν φακῆν πρὸ τῆς πτισάνης, καὶ τὸν κέγχρον πρὸ τοῦ κυάμου, καὶ τὸν ἔλυμον πρὸ τῆς ζειᾶς, ἐν δὲ τοῖς καρποῖς ἀμύγδαλα καὶ τερμίνθου σπέρμα μᾶλλον, κολοκύνθης τε καὶ σικύων πέπονα, καὶ κοκκύμηλα, καὶ μόρα, κρεῶν δὲ τὰ τῶν ἀγρίων ζώων μᾶλλον, τὰ τῶν ἡμέρων, καὶ τὰ ταριχηρὰ τῶν προσφάτων, ἐν ὅλῃ τε τῇ διαίτῃ φεύγουσι μὲν, ὧν δύναμις ὑγρὰ, προαιροῦνται δὲ διδόναι τὰ ξηραίνοντα. καίτοι γε τοὐναντίον ἅπαν ἐστὶν ἀληθὲς, ὠφελουμένων ἐναργῶς τῶν γερόντων ὑπὸ τῶν ὑγραινόντων ἐδεσμάτων. ἐπεὶ δἐξ αὐτῶν ἔνια ψυχρὰ ταῖς κράσεσίν ἐστιν, καὶ διὰ τοῦτο φλέγμα γεννῶσιν ἐν τῇ γαστρὶ καὶ κατὰ τὰς πρώτας φλέβας, ἐντεῦθεν οὖν ἔδοξαν εἶναι βλαβερὰ τοῖς μήτε τὴν ὅλην κρᾶσιν ἐπισταμένοις τῶν γερόντων, μήτε τὸ κεφάλαιον τῆς διαίτης ὁρῶσιν. οὔτε γὰρ ἔλαιον αὐτοὺς, οὔτε λουτρὰ θερμὰ ποτίμων, οὔτοἴνου πόσις ὠφελεῖ, μὴ δεομένους ὑγραίνεσθαι. καὶ μὴν καὶ τὸ μέτρια κινεῖσθαι καὶ τὸ χρῄζειν ὕπνων ἱκανὰ μαρτύρια τοῦ σκοποῦ τῆς διαίτης. ὥστε καὶ εἴποτε, φλέγματος γεννηθέντος, ἐξ ἀνάγκης ἑλοίμεθά τι τῶν τεμνόντων αὐτὸ, μετιέναι χρὴ ταχέως ἐπὶ τὴν ὑγραίνουσαν δίαιταν. οὕτως δὲ κᾂν διὑποψίαν ἐμφράξεως ἐπί τι τῶν ἐκφραττόντων ἐδεσμάτων φαρμάκων ἀφικώμεθα, οὐδὲ τὰ θρέψοντα τῶν σιτίων ὑγρᾶς εἶναι κράσεως οὐ χρὴ παντάπασιν οὐδὲ κατἐκείνην αὐτὴν ἀποστῆναι τὴν ἡμέραν, πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῆς ὑστεραίας ἔχεσθαι προσήκει τοῦ σκοποῦ, τόν τε χόνδρον ἅμα τῷ μέλιτι διδόντας, ὄξους τι αὐτῷ μιγνύντας, ὅταν ὡς πτισάνην σκευάζωμεν, διοἰνομέλιτος οἴνου Φαλερίνου προσφέρεσθαι κελεύοντας, τῷ γάλακτι χρωμένους, ὡς προεῖπον, πτισάνην καλῶς ἑφθὴν, πεπέρεως ἀκριβῶς χνοώδους ἐπεμβάλλοντας. οὕτως δὲ καὶ πέπειρα σῦκα πρὸ τῆς ἄλλης ὀπώρας αἱρετέον ἐστὶν, καὶ κατὰ τὸν χειμῶνα τὰς ἰσχάδας, ἄρτον τε παρεσκευασμένον, ὡς εἶπον, μετὰ μέλιτος, μετοἰνομέλιτος, μετά τινος οἴνου τῶν ἐπιτηδείων. ὡς παραδείγματα γὰρ ἕνεκα σαφηνείας λέγεται αὐτὰ τάδε πρὸς τὸ καὶ τοὺς ἀναγνόντας αὐτὰ δύνασθαι κρίνειν τὴν ὕλην ὁμοίως ἀποβλέποντας εἰς τὸν καθόλου σκοπὸν, ὃν ἐν τῷ θερμαίνειν τε καὶ ὑγραίνειν ἔφην κεῖσθαι.
§9 Ὅτι δὲ τά τε φλεγματώδη καὶ ὀῤῥώδη περιττώματα κατὰ τὸ τῶν πρεσβυτέρων ἀθροίζεται σῶμα, τήν τε οὔρησιν ἐφἡμέρᾳ προτρέπειν χρὴ, μὴ διὰ τῶν φαρμακωδῶν, ἀλλὰ σελίνῳ, καὶ μέλιτι, καὶ οἴνοις οὐρητικοῖς, ὑπάγειν τε τὴν γαστέρα, διἐλαίου μάλιστα, καταῤῥοφοῦντας αὐτὸ πρὸ τῶν σιτίων. εὔδηλον δὲ, ὅτι καὶ τὰ λαχανώδη πάντα πρὸ τῶν ἄλλων σιτίων ἐσθίειν χρὴ διἐλαίου τε καὶ γάρου. τὸ μὲν οὖν ἐφἡμέρᾳ διά τε τούτων ἱκανῶς ἐνίοις γαστὴρ λαπάττεται, καὶ σύκων, ὁπότεἴη, καὶ κοκκυμήλων, ὅσα τἄλλα κατὰ θέρος καὶ φθινόπωρον ἀκμάζει, χειμῶνος δὲ διά τε τῶν ἰσχάδων καὶ τῶν Δαμασκηνῶν κοκκυμήλων, ἤτοι γἑψημένων, ἁπλῶς διαβεβρεγμένων ἐν μελικράτῳ, τὸ πλέον ἔχοντι μέλιτος. ἔσται δὲ τοῦτο κάλλιον, ἐὰν Ἀττικὸν τὸ μέλι. πολύ γε τῶν Δαμασκηνῶν ὑπακτικώτερα τὰ ἀπὸ τῆς Ἱσπανίας ἐστί. καὶ τῶν ἐλαιῶν δὲ τῶν ἐκ τῆς ἅλμης ἐγχωρεῖ ποτε προλαμβάνειν. οὐ μὴν ἀλόην γε συμβουλεύω προσφέρεσθαι, καθάπερ ὁρῶ πολλοὺς τῶν γερόντων, ὅσοις γαστὴρ ξηρά. τινὲς μὲν ἀναπλάττοντες εἰς καταπότια καὶ χυμῷ κράμβης· ἔνιοι δὲ καὶ μόνης αὐτῆς λείας ἐπιπάττοντες ὑγρῷ τινι, καὶ γὰρ καὶ τοῦτο τισὶ μὲν ὕδωρ ἐστὶ, τισὶ δὲ μελίκρατον· ὅσοι δἐξ αὐτῶν πλούσιοι, τὴν μετὰ τοῦ κινναμώμου σκευαζομένην ἀλόην λαμβάνουσιν. ὀνομάζουσι δὲ τὸ φάρμακον ἔνιοι μὲν ἱερὰν τὴν διἀλόης, ἔνιοι δὲ πικράν. ἔχουσι δέ τινες ξηρὸν, ὡς ἐπιτάττειν τῷ ποτῷ· τινὲς δὲ μετὰ μέλιτος ἀνέφθου μετρίως ἀνειλημμένου. ἀλλοὐδενὸς τούτων ἐστὶ χρεία τοῖς γέρουσιν, ὅτι μὴ μεγάλης ἀνάγκης καταλαβούσης. ὑπακουούσης μὲν γὰρ τοῖς εἰρημένοις τῆς γαστρὸς, εἰ καὶ μὴ καθἑκάστην ἡμέραν, ἀλλὰ παρὰ μίαν, οὐδὲν ὅλως χρὴ φαρμακῶδες προσφέρειν· εἰ δὲ μὴ διὰ τρίτης ὑπέλθοι, δυοῖν ἡμερῶν ἐπισχεθεῖσα, τηνικαῦτα καὶ λινόζωστις αὐτάρκης ἐστὶ, καὶ καλουμένη θαλασσοκράμβη, καὶ κνίκος ἐπὶ πτισάνῃ διδόμενος, ὅσα τἄλλα μετρίως φαρμακώδη, καθάπερ οὖν καὶ τερμινθίνη ῥητίνη. λαμβάνουσι δὲ αὐτῆς ἐνίοτε μὲν καρύου Ποντικοῦ μέγεθος, ἐνίοτε δὲ καὶ δυοῖν, τριῶν, οὐ μόνον γὰρ ἀλύπως λαπάττειν πέφυκεν, ἀλλὰ καὶ τὰ σπλάγχνα πάντα διαῤῥύπτειν, ἧπαρ καὶ σπλῆνα καὶ νεφροὺς καὶ πνεύμονα. ποικίλως δὲ χρῆσθαι δεῖ τοῖς εἰρημένοις, οὐχ ἕν ἐπιλεξαμένους ἐκεῖνο μόνον προσφέρεσθαι· συνήθης γὰρ ἐν τῷ χρόνῳ τοῦ λαμβάνοντος φύσις αὐτῶν γινομένη καταφρονεῖ τῆς τοῦ φαρμάκου δυνάμεως. ὑπαλλάττειν οὖν χρὴ τοῖς εἰρημένοις, καὶ πρὸς αὐτοῖς τὸ διὰ τῶν ἰσχάδων σκευαζόμενον· ἔστωσαν δὲ λιπαραὶ, καὶ ἀφαιρείσθω τὸ περικείμενον αὐταῖς ἔξω δέρμα· κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς κνίκους, εἶτἄμφω μιγνύμενα κοπτέσθω. τῷ σταθμῷ δἔστω παραπλησία τοῦ κνίκου ἰσχάς. ἔξεστι δὲ κᾀνταῦθα πειρωμένους τοῦ φαρμάκου, ὡς ἔχει πρὸς τὴν τοῦ λαμβάνοντος φύσιν, ἐνίοτε μὲν ἔλαττον, ἐνίοτε δὲ πλέον μιγνύναι τοῦ κνίκου. λαμβάνειν δὲ τὸ μέγεθος ἰσχάδων δυοῖν τριῶν. ἐξ αὐτῆς δὲ, ὡς εἶπον, τῆς πείρας ἑαυτῷ τις εὑρήσει τὸ μέτρον ἐπὶ τῶν τοιούτων ἁπάντων· ἐνίοις μὲν γὰρ μᾶλλον, ἐνίοις δἧττον ὑπακούσει τοῖς φαρμάκοις γαστήρ. ἀλλἱκανῶς γε δαψιλὲς οὐδέν ποτε χρὴ τῶν εἰρημένων φαρμάκων. ἐν μὲν γὰρ τῷ παραχρῆμα χαίρουσιν ἔνιοι σφοδρῶς κενωθέντες, ὅσῳ δἂν μᾶλλον κενωθῶσι, τοσούτῳ μᾶλλον αὐτοῖς γαστὴρ ἴσχεται κατὰ τὰς ἐφεξῆς ἡμέρας. διὰ τοῦτο δἐγὼ καὶ τοὺς ἐν νόσοις χρονίαις τὴν κοιλίαν ἐπεχομένους, ὁποῖαι μάλιστα κατὰ χειμῶνα γίνονται πολλοῖς, καὶ μετὰ μακρὰν ἀῤῥωστίαν ἐν ταῖς ἀναλήψεσιν ὁμοίως ἐνοχλουμένους οὐ κλύζω δριμέσι κλύσμασιν, ἀλλἔλαιον ἐνίημι μόνον. ὅπερ οὐδὲν κωλύει καὶ τοῖς ὑγιαίνουσιν ἐγχεῖν ἐνίοτε, τῆς γαστρὸς ἐπισχεθείσης, καὶ γὰρ διαβρέχεται τὰ σκληρὰ τῶν περιττωμάτων, καί τις ὄλισθος ἐν τῇ διόδῳ γίγνεται, καὶ τὸ σῶμα τῶν γερόντων αὐτὸ μαλάττεται, ταῖς σκληραῖς ὁμοίως διφθέραις ἐσκληρυμμένον. ἀλλοὐδὲ ταῦτα τοῦ γέροντος, γέρων ἐστὶν, ἰδία, καὶ γὰρ καὶ τοῖς ἐκ νοσημάτων μακρῶν ἀνακομιζομένοις συμφέρει. τί τοίνυν ἴδιόν ἐστι τοῦ γέροντος, γέρων ἐστί; τὸ τῇ κράσει συμφέρον. αὕτη γάρ ἐστι, διἣν καὶ γηρῶμεν, ἄλλος ἐν ἄλλῳ χρόνῳ, πρωϊαίτερον ὀψιαίτερον, ὡς ἂν καὶ τῆς φύσεως ἔχωμεν ἐξ ἀρχῆς, ἐπιτηδεύματος, διαίτης, νόσου, φροντίδος, τι τοιοῦτον ξηρανθέντες ἀμετρότερον τύχωμεν. ἔστι μὲν γὰρ, γε κυρίως ἅπαντες ἄνθρωποι γῆρας ὀνομάζουσιν, ξηρὰ καὶ ψυχρὰ κρᾶσις τοῦ σώματος, ἐκ πολυετείας γινομένη. συμβαίνει δέ ποτε καὶ διὰ πυρετῶδες νόσημα, καὶ καλοῦμεν αὐτὸ ἐκ νόσου γῆρας, ὡς ἐν τῷ περὶ μαρασμοῦ λέλεκται γράμματι· μαρασμὸς γάρ τοι καὶ τοιαύτη διάθεσίς ἐστιν, οὐκ ἐν ζώοις μόνον, ἀλλὰ καὶ φυτοῖς γιγνομένη. γέγραπται δὲ κατὰ τὸ πρῶτον βιβλίον τῆσδε τῆς πραγματείας ἀναγκαία τοῦ γήρως γένεσις. ἔκ τε οὖν ἐκείνων κᾀξ ὧν ἐν τοῖς περὶ κράσεων εἴρηται, καὶ προσέτι τοῦ περὶ μαρασμοῦ γράμματος εὐπορώτερος δή τις εἰς τὸ γηροκομικὸν μέρος τῆς τέχνης ἂν γενηθείη.
§10 Σύγκειται γὰρ ἅπασα πρόνοια σωματικῆς διαθέσεως ἔκ τε τοῦ γινώσκειν αὐτῆς τὴν οἰκείαν οὐσίαν καὶ τῆς τῶν βοηθημάτων ὕλης τὰς δυνάμεις· οἷον εὐθέως ἐπὶ τοῦ προκειμένου νῦν ἡμῖν, τοῦ γήρως, γνοὺς τὴν διάθεσιν ἐπιστημονικῶς, ὅτι ξηρότης ἐστὶ μετὰ ψύξεως, ἐὰν ἐκμάθῃ τὰς ὑγραινούσας ὕλας καὶ θερμασίας τῶν βοηθημάτων, ἀγαθὸς ἂν ἰατρὸς εἴη γερόντων. οὐσῶν δὲ τεττάρων ὑλῶν κατὰ γένος, ἃς ὀνομάζουσι, προσφερομένων καὶ ποιουμένων καὶ κενουμένων καὶ προσπιπτόντων ἔξωθεν, ἐκλέγεσθαι προσήκει καθἑκάστην αὐτῶν τὰ θερμαίνειν τε καὶ ὑγραίνειν δυνάμενα. πρὸς δὲ τὴν οἰκείαν ἑκάστου χρῆσιν ἐπὶ τῶν παραδειγμάτων ἄσκησις ὠφελιμωτάτη. οἶδα δέ ποτε θώρακα παιδὸς ἀπολειπόμενον οὐκ ὀλίγῳ τῆς τῶν ἄλλων συμμετρίας μορίων αὐξήσας τὸ μέτρον ἐκ τοιαύτης ἰδέας βοηθημάτων. ἐζώννυον μὲν αὐτῷ τὰ κάτω τοῦ θώρακος ἅπαντα μέχρι τῶν ἰσχίων ζώνῃ συμμέτρως πλατείᾳ, οὕτω παραβάλλων, ὡς ἐρηρεῖσθαι μὲν ἀλύπως, μήτε δὲ χαλαρὸν ἀπολιπεῖν τι, μήτε πεπιέσθαι, γυμνάσια δὲ τά τε διὅλων τῶν χειρῶν ἐπιτηδευόμενα καὶ τὰς καλουμένας ὑπὸ τῶν φωνασκῶν ἀναφωνήσεις παρελάμβανον, ἐφἑκατέροις δὲ κατάληψιν πνεύματος ἐκέλευον ποιεῖσθαι. γίγνεται δαὕτη, σφοδρῶς μὲν θλιβόντων ἡμῶν ἐκ παντὸς μέρους τὸν θώρακα, τὴν δἐκπνοὴν κατεχόντων, ὡς ἐπέχεσθαι πᾶν ἔνδον τὸ πνεῦμα τὸ διὰ τῆς εἰσπνοῆς φθάνον εἱλκύσθαι. διὸ καὶ πλεῖον εἰσπνευστέον ἐστὶ τῷ μέλλοντι καλῶς τοῦτο δράσειν· ὅσῳ γὰρ ἂν πλείων θλιβόμενος ἀὴρ, τοσούτῳ μᾶλλον θώραξ εὐρύνεται διατεινόμενος. ὅτι δὲ καὶ τὰς ἀναφωνήσεις ἐν μεγέθει τε καὶ τῇ κατὀξύτητα τάσει τῆς φωνῆς ποιητέον ἐστὶν ἐπὶ τούτων, οὐκ ἄδηλον, εἴγε δὴ πρόκειται γυμνάζειν ἰσχυρῶς πάντα τοῦ θώρακος τὰ μόρια. ταῦτα μὲν οὖν ἐπὶ τῶν αὐξανομένων σωμάτων εἰς συμμετρίαν ἄξει τὰ φύσει κακῶς διαπεπλασμένα· μέτρια δὲ καὶ τοὺς ἤδη τελείους ὠφελήσει. οὐ μὴν ἐπί γε πρεσβυτῶν ἐπιχειρήσεις ἔργῳ τοιούτῳ, βέλτιον γὰρ ἐπἐκείνων ἡσυχάζειν τοῖς ἀσθενέσι μορίοις εἴρηται, βέλτιον δὲ καὶ τὸ διὰ τῶν συνήθων ἐπιτηδευμάτων γυμνάζειν, εἰ καὶ βλαβερὰ μετρίως εἴη. τοῖς γε μὴν νέοις ὑπαλλάττειν πειρᾶσθαι τὰ βλάπτοντα, κᾂν ἐκ παιδὸς συνηθέστατα· δύναται γὰρ δύναμις αὐτῶν ὑπομεῖναι τὴν μεταβολὴν ἐν μέτρῳ γινομένην, ἐλπίς τἐστὶ, τῷ λοιπῷ χρόνῳ τῆς ζωῆς ὀνήσεσθαί τι πρὸς τῶν ἀμεινόνων ἐπιτηδευμάτων. δὲ γέρων, εἰ δυνηθείη χρόνῳ συχνῷ κατὰ βραχὺ μεταστῆναι τῶν φαύλων ἐθῶν, οὐδἐν χρόνῳ χρήσεται τοῖς βελτίοσιν ἕξει, συμβήσεται δαὐτῷ πονῆσαι μάτην, ὥσπερ εἰ καὶ τέχνην ἄρχοιτο μανθάνειν ὀγδοηκοντούτης τις ὤν. ὥσπερ δὲ τῶν γερόντων αὐτῶν οὐ σμικρά τίς ἐστι διαφορὰ πρὸς ἀλλήλους, εἴτε κατὰ τὴν ἡλικίαν αὐτὴν, εἴτε κατὰ τὴν διάθεσιν τοῦ σώματος, οὕτω καὶ τῶν φύσει ξηροτέρων τε ἅμα καὶ ψυχροτέρων, ὡς πρὸς τὸν σύμμετρον παραβάλλειν, οὐκ ὀλίγον τοὐν μέσῳ τῆς δυσκρασίας ἐστὶ πρὸς ἀλλήλους τε καὶ τοὺς γέροντας. ὑγραίνειν μὲν οὖν αὐτοὺς δηλονότι καὶ θερμαίνειν προσήκει, θαῤῥαλεώτερον δὲ ταῦτα πράττειν, διὰ τὴν ἡλικίαν ἀνεχομένους ἰσχυρῶν γυμνασίων, ὡς ἂν ἐῤῥωμένης ἔτι τῆς δυνάμεως. γάρ τοι πρῶτος σκοπὸς, ἀφοὗ τὴν ἔνδειξιν τῶν ἰαμάτων λαμβάνομεν, τοιάδε δυσκρασία τοῦ σώματός ἐστιν, οὐ τὸ γῆρας, ὅλως ἡλικία τις. ἀλλἐπειδὴ στοχαστικῶς ἡμῖν τὸ τῶν διαθέσεων μέτρον λαμβάνεται, διὰ τοῦτο καὶ τὴν ἡλικίαν ἐπισκοποῦμεν. δαὐτὴ χρεία καὶ τῆς τῶν ἐθῶν γνώσεώς ἐστι, καὶ τῆς τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων· εἰς γὰρ τὴν τῆς διαθέσεως ἀκριβεστέραν γνῶσιν ἐκ τῶν τοιούτων ἁπάντων ὠφελούμεθα, τῶν δἰαμάτων ἔνδειξις οὐκ ἐκ τούτων γίνεται. τῷ γε μὴν ἐμπειρικῷ μέρος τῆς ὅλης συνδρομῆς ἐστι καὶ τὰ τοιαῦτα, τετηρημένης ἐπαὐτῆς τῆς θεραπείας, οὐκ ἐνδεικτικῶς εὑρισκομένης. εἰκότως τοιγαροῦν Ἱπποκράτης τὰ πλεῖστα περὶ διαγνώσεων καὶ προγνώσεων ἔγραψε, γυμνάζων ἡμᾶς ἐν τοῖς κατὰ μέρος, οἵ τἄριστοι μεταὐτὸν ἰατροὶ ὡσαύτως ἔπραξαν, εὖ εἰδότες, ὡς τῷ γνόντι τὴν διάθεσιν ἀκριβῶς τοῦ σώματος, μεταχειριζόμεθα ὑγιαῖνον νοσοῦν, οὐ χαλεπῶς εὑρίσκεται τὰ βοηθήματα. χρὴ γὰρ, ὡς εἴρηται πολλάκις, ἄρχεσθαι μὲν ἀπὸ θεραπευτικοῦ παραγγέλματος τοῦ, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, τῆς δὕλης τῶν βοηθημάτων ἐπιστήμονα γενόμενον, ὡς ἐκμάθῃ αὐτῆς τὰς δυνάμεις, ἀεὶ προσφέρειν ἅπαντι σώματι, τῷ μὲν φαύλως διακειμένῳ τἀναντία, τῷ δἄριστα κατεσκευασμένῳ τὰ παραπλήσια ταῖς δυνάμεσι. καὶ τοίνυν καὶ τὰς δυσκρασίας αὐτὰς, ὅσαι κατὰ τὸ τῆς ὑγείας ἔτι πλάτος εἰσὶν, ἐπανορθοῦσθαι μὲν βουλόμενος ὑπεναντίως διαιτήσεις· ὅπερ ἐπὶ πολλῆς γίνεται σχολῆς. ἐν ἀσχολίᾳ γὰρ οὖσι διὰ τῶν ὁμοίων ὑπηρετήσεις, καὶ μάλισθὅταν οὕτως ὦσιν εἰθισμένοι. συμβαίνει δὲ ὡς τὰ πολλὰ θάτερον τούτων μᾶλλον, ὡς ἂν τῶν φύσεων ἀδιδάκτως αἱρουμένων τὰ οἰκεῖα. καὶ μέχρι γε τοσούτων προσφερόμεθα αὐτὰ, μέχρι περ ἂν εἰς τὴν ἀρχαίαν ἐπανέλθωσι κατάστασιν.
§11 δέ γἐπανορθουμένη τὴν δυσκρασίαν δίαιτα περαιτέρω προέρχεται τὰ πολλά. διὸ καὶ τοῖς οἰκείοις νοσήμασιν ἁλισκόμεθα πλείοσι, τοῦ μὲν φύσει θερμοτέρου ῥᾳδίως τὰ θερμὰ νοσήματα νοσοῦντος, τοῦ δὲ ψυχροτέρου τὰ ψυχρὰ, καὶ τῶν ἄλλων ὡσαύτως. ἐπανέρχεται τοιγαροῦν θᾶττον εἰς τὴν ἰδίαν φύσιν ἕκαστον τῶν δυσκράτων σωμάτων, ἤπερ ἐπὶ τὴν ἀρίστην κρᾶσιν. ἐν τῷ μεσαιτάτῳ γὰρ αὕτη πασῶν οὖσα τῶν δυσκρασιῶν, ἐὰν μὲν οἰκείῳ τις ἁλῷ τῇ φύσει νοσήματι, πλέον ἀφέστηκεν, ἐὰν δὲ οὐκ οἰκείῳ, βραχύτερον. οὐκοῦν οὐδὲ τὰ ἔθη μεταβλητέον ἐστὶ, κᾂν εἴη μοχθηρὰ, δυσαρεστουμένων ἔτι τῶν σωμάτων. ἀλλἐν ταῖς ἀκριβεστέραις ὑγείαις οὐκ ἀεὶ τοῦτο πρακτέον, ἀλλὅταν ἀπὸ τῶν πολιτικῶν πραγμάτων ἄγῃ σχολὴν μέλλων μεταχθήσεσθαι. ταῦτοὖν ὄντα κοινὰ παραγγέλματα πασῶν τῶν κράσεων ὑπαλλάττεται κατὰ μέρος, εἰς ὅσον ἂν ἑκάστη δυσκρασία τῆς ἄκρας εὐκρασίας ἀπολείπηται, καὶ θαυμαστὸν οὐδέν ἐστι, τὰς δυσκράτους φύσεις ἐν τῷ μέσῳ καθεστηκυίας ἀκριβοῦς ὑγείας αἰσθητοῦ τε νοσήματος ἐπαμφοτερίζειν καὶ τῷ τρόπῳ τῆς διαίτης. οὐ μὴν οὐδὲ τὸ φαίνεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῶν αὐτῶν ὠφελουμένους τε καὶ βλαπτομένους θαυμαστόν. εἰ μὲν γὰρ ἅπαντες ὁμοίαν ἀλλήλοις εἶχον κατασκευὴν, τότἂν ἦν θαυμαστὸν, ὑπὸ τῶν ἐναντίων ἐνίους ὠφελεῖσθαι βλαπτομένους ὑπὸ τῶν αὐτῶν· ἐπεὶ δἐναντίαι πολλῶν τῶν ἀνθρώπων εἰσὶ κατασκευαὶ τοῦ σώματος, εὔλογόν ἐστι, καὶ τὴν ὠφέλειαν αὐτοῖς ὑπὸ τῶν ἐναντίων γίνεσθαι. διὸ καὶ θαυμάσειεν ἄν τις ἁπάντων τῶν ἰατρῶν, ὅσοι γράφειν ἐπεχείρησαν ὑγιεινὰ συγγράμματα, μὴ διελομένων τῷ λόγῳ τὰς φύσεις. ὥσπερ γὰρ ἑνὶ καλοποδίῳ πρὸς ἅπαντας ἀνθρώπους ἀδύνατον χρῆσθαι τοῖς σκυτοτόμοις, οὕτω τοῖς ἰατροῖς ἰδέᾳ βίου συμφερούσῃ μιᾷ. διὰ τοῦτο οὖν ἐνίοις μὲν ὑγιεινότατον εἶναί φασι τὸ γυμνάζεσθαι καθἑκάστην ἡμέραν ἱκανῶς, ἐνίοις δὲ μηδὲν κωλύειν, εἰ καὶ παντάπασί τις ἐν ἡσυχίᾳ διατρίβοι, καὶ λούεσθαι τοῖς μὲν ὑγιεινότατον εἷναι δοκεῖ, τοῖς δοὒ, καὶ πίνειν ὕδατος καὶ οἴνου, καὶ περὶ τῶν ἄλλων ὡσαύτως, οὐ μόνον ὑγιεινῶν διαιτημάτων, ἀλλὰ καὶ τῶν τοῖς νοσοῦσι προσφερομένων ἰαμάτων, ἐναντιώτατα γράφουσιν ἀλλήλοις, ὡς σπάνιον εὑρεῖν ὁμολογούμενον ἕν τι πᾶσιν αὐτοῖς. γε μὴν πεῖρα δείκνυσιν ὑπό τε τῶν αὐτῶν ἐνίους βλαπτομένους τε καὶ ὠφελουμένους, ὑπό τε τῶν ἐναντίων ὡσαύτως. οἶδα γοὖν τινας, οἵ τρεῖς ἡμέρας ἀγύμναστοι μείναντες εὐθέως νοσοῦσιν, ἀγυμνάστους δἑτέρους ἀεὶ διατελοῦντας, ὑγιαίνοντας δὲ, καὶ τούτων ἐνίους μὲν ἀλούτους, ἐνίους δὲ, εἰ μὴ λούσαιντο, πυρέττοντας αὐτίκα, καθάπερ Μιτυληναῖος Πρημιγένης. ὅτι μὲν οὔν οὕτως φαίνεται ταῦτα γιγνόμενα, καὶ οἱ τῇ πείρᾳ μόνῃ τὴν τέχνην ἀθροίζοντες ἴσασιν. οὐ μὴν ἔγραψέ τις αὐτῶν γνωρίσματα, καθάπερ ἐπὶ τῶν νοσημάτων, οἷς προσέχοντες εὑρήσομεν, ὁποίας ἕκαστος δεῖται διαίτης. ἐπὀλιγίστων γὰρ ἔστιν εὑρεῖν τὰς καλουμένας ὑπὸ τῶν ἐμπειρικῶν συνδρομὰς ἠκριβωμένας, ὡς ἐν περιπνευμονίᾳ τε καὶ πλευρίτιδι· τὰ δὲ πλεῖστα νοσήματα στοχαστικὴν ἔχει διάγνωσιν, ὡς οὐκ ἐξ ἀθροίσματος ὡρισμένων συμπτωμάτων γινωσκόμενα, ἀλλἀνδρὸς δεόμενα ἀκριβῶς ἐπισταμένου τὴν διάθεσιν τοῦ σώματος, εὑρίσκειν δἱκανοῦ τὰ κατὰ μέρος ἅπαντα τὰ τῇ τοιαύτῃ συμφωνοῦντα. τό γοὖν προκείμενον αὐτῷ τῷ λόγῳ ποδηγηθέντες ἡμεῖς εὕρομεν ἔτι νέοι τὴν ἡλικίαν ὄντες. καὶ δῆλον, ὡς μακρὰ πεῖρα χωρὶς λόγου τὰ τοιαῦτα εὑρίσκειν ἀδύνατος. ἐπί γοὖν τοῦ Πρημιγένους ἀκούσας, ὅτι πάντως πυρέττοι μὴ λουσάμενος, ἐλογισάμην, αὐτῷ καπνώδη περιττώματα γεννᾶσθαι, διαπνεῖσθαι δεόμενα, πυκνοτέρου δὲ τοῦ δέρματος ὄντος, ὡς ἐπιτρέπειν αὐτοῖς κενοῦσθαι πᾶσιν ἀθροιζομένοις ὑπὸ τῷ δέρματι, θερμασίαν γεννᾷν. διὸ καὶ τὰ λουτρὰ χρησιμώτατα ταῖς τοιαύταις φύσεσιν, οὐ μόνον τῷ κενοῦν τὸ καπνῶδες, ἀλλὰ καὶ τῷ τέγγειν ὑγρότητι γλυκείᾳ. καταμαθεῖν οὖν ἔδοξέ μοι πλατεῖαν ἐπιβαλόντι τὴν χεῖρα τῷ θώρακι τοῦ Πρημιγένους, ὁποία τίς ἐστιν τῆς θερμασίας ποιότης. ὡς δὲ δριμεῖα καὶ δακνώδης εὑρέθη παραπλησίως τοῖς κρόμμυα προσενηνεγμένοις δαψιλῆ, πολὺ δὴ μᾶλλον ἔτι τὴν αἰτίαν τοῦ γινομένου καλῶς εὑρῆσθαί μοι πεισθεὶς, ἐπυθόμην, εἴ τινες ἱδρῶτες αὐτῷ γίγνοιντο χωρὶς τοῦ λουτροῦ, καὶ φάντος μὴ γίγνεσθαι, βεβαιοτέραν γνῶσιν ἐπείσθην ἔχειν τῆς διαθέσεως αὐτοῦ. καὶ μὴν δὴ καὶ ἄλλους τινὰς εἶδον, ὁμοίως μὲν ἐκείνῳ δακνῶδες ἔχοντας τὸ θερμὸν, οὐ μὴν ἐπἀλουσίᾳ γε μιᾷ πυρέττοντας, ἐπειδὴ διἱδρώτων αὐτοῖς ἐκενοῦτο τὰ περιττώματα. τῷ Πρημιγένει δὲ πρὸς τῇ φυσικῇ κατασκευῇ καὶ τρόπος τῆς διαίτης αἴτιος ἦν τοῦ πυρέττειν ἐπἀλουσίᾳ μιᾷ, διατρίβοντι τὸ πλεῖστον ἐπὶ τῆς οἰκίας, ἐν γράφων ἀναγινώσκων διετέλει διὰ τὸ προσκεῖσθαι θεωρίᾳ περιπατητικῇ, καθἣν οὐδενὸς ἦν δεύτερος τῶν καταὐτόν. ἴσμεν δ’, ὅτι καὶ τοῖς μὴ κατὰ φύσιν τοιοῦτον γεννῶσι περίττωμα φιλοπονία καὶ φροντὶς αἰτίαι γίνονται τῆς γενέσεως αὐτοῦ. διόπερ ἕτερον ἄνθρωπον ὁμοίως ἐκείνῳ τὴν θερμασίαν ἔχοντα δακνώδη συνέβαινε μὴ πυρέττειν μετὰ μίαν ἡμέραν ἀλουσίας, ἐπειδὴ μήτε φροντιστὴς ἦν, αἵ τε πράξεις αὐτῷ κατὰ τὴν πόλιν ἐγίγνοντο περιπατοῦντι πολλὰ, καὶ ὠνουμένῳ, καὶ πιπράσκοντι, καὶ μαχομένῳ πολλάκις, ἐν οἷς ἱδροῦν ἠναγκάζετο. διὰ τοῦτο ἕτερόν τινα τῶν νοσούντων καθἕκαστον θέρος ὀξὺ καὶ χολῶδες νόσημα παμπόλλων ἐτῶν ἤδη τελέως ἄνοσον ἐφύλαξα γυμνάζεσθαι κωλύσας. θερμὸς γὰρ ὢν καὶ ξηρὸς τὴν κρᾶσιν ὁμοίως τῷ Πρημιγένει γυμνασίοις τε συντόνοις ἐχρῆτο καὶ ἡλίῳ καὶ κόνει. συνέβαινεν οὖν αὐτῷ, τὴν μὲν θερμασίαν ἀμετρότερον αὐξάνεσθαι, πυκνοῦσθαι δὲ τὸ δέρμα καὶ δυσδιάπνευστον γίνεσθαι· συνελθόντων δὲ εἰς ταὐτὸ ἀμφοτέρων, ἕτοιμον ἤδη πυρέξαι τῷ ταῦτα πάσχοντι σώματι. ὅπερ οὖν κατὰ τὴν ἰατρικὴν τέχνην εἴωθα λέγειν ἀεὶ, τοῦτο καὶ νῦν ἐρῶ· τάχιστα μὲν λογισμὸς εὑρίσκει τὰ ζητούμενα, βεβαιοῖ δὲ τὴν πίστιν αὐτῶν πεῖρα. καίτοι γε θαυμασιώτερον Ἱπποκράτους εἰρηκότος, ὡς ταῖς θερμαῖς φύσεσιν ἄμεινον ἀργεῖν ἐστιν, γυμνάζεσθαι, παμπόλλους τῶν ἰατρῶν ἰδεῖν ἔστι μηδὲ γινώσκοντας, οἵτινές ποτέ εἰσιν οἱ τοιοῦτοι τῶν ἀνθρώπων, ἀλλἑξῆς ἅπασι γυμνάσια προστάττοντας, ὥσπερ αὖ πάλιν ἄλλους οὐκ ὀλίγους ἰατροὺς οὐδὲν ἐκ γυμνασίων πλέον εἰς ὑγίειαν ἡγουμένους γίνεσθαι, καὶ πρὸς τούτοις γε τρίτους ἄλλους, τοῖς μὲν εἰθισμένοις γυμνάζεσθαι συγχωροῦντας, εἴργοντας δὲ τοὺς ἀήθεις ἀπὸ τῶν γυμνασίων. ἅπαντες μὲν οὖν ἁμαρτάνουσιν, ἀλλοἱ τρίτοι ῥηθέντες ἧττον. οἱ πλείους γὰρ τῶν ἐθιζόντων ὁτιοῦν ἔθος οἰκεῖον αἱροῦνται τῇ φύσει διὰ τὸ βλαπτομένους πολλάκις ὑπὸ τῶν οὐκ οἰκείων ἀφίστασθαι. τινὲς δ’, ἤτοι νικηθέντες ὑφἡδονῆς, διὑπερβάλλουσαν ἄνοιαν οὐκ αἰσθανόμενοι τῆς βλάβης, ἐμμένουσι τοῖς κακοῖς ἔθεσιν. ἀλλοὗτοι μὲν ὀλίγοι, πλείους δέ εἰσιν οἱ μεθιστάμενοι. διὸ καὶ τοὺς ἰατροὺς ἧττον ἁμαρτάνειν εἰκός ἐστιν, ὅσοι διαφυλάττειν ἀξιοῦσιν ἅπαν ἔθος· ὅσοι μέντοι νομίζουσι μηδὲν διαφέρειν εἰς ὑγείαν ἀγύμναστον προσαίρεσθαι γυμνασθέντα σιτίον, καὶ ὅσοι πάντας ἀξιοῦσι γυμνάζεσθαι, πλείω βλάπτουσι τῶν προειρημένων. αὐτῶν δὲ τούτων ἀλλήλοις παραβαλλομένων ἧττον βλάπτουσιν οἱ πρὸ τῶν σιτίων ἀεὶ γυμνάζεσθαι ἐθέλοντες. οἴονται δἔνιοι καὶ Ἱπποκράτην παραινεῖν, πόνους γὰρ σιτίων ἡγεῖσθαι κατὰ τοὺς ἀφορισμοὺς, μὴ γινώσκοντες, ὡς περὶ τάξεως νῦν λόγος αὐτῷ ἐστι τῶν γυμνασίων τε καὶ σιτίων, οὐ τοῦτο λέγοντι, ὡς ἐπὶ πάντων ἀνθρώπων ἄμφω χρήσιμά ἐστιν, ἀλλὡς, ἐφὧν συμφέρει γυμνάσια, προηγεῖσθαι χρὴ τῶν σιτίων. ὅτι δοὐ πᾶσι συμφέρει, διά τε τῶν ἐπιδημιῶν ἐδήλωσε σαφῶς, τὰς θερμὰς φύσεις ἀξιῶν ἐλιννύειν, ἔν τε τοῖς ἀφορισμοῖς δυνάμει, διὰ τοῦ δηλῶσαι καθόλου, τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα. δύναται δέ ποτε καὶ διαφωνίας φαντασία γενέσθαι κατὰ τὰ τοιαῦτα παραγγέλματα, τινῶν μὲν ἅπασαν κίνησιν σύμμετρον τῷ κινουμένῳ σώματι γυμνάσιον ὀνομαζόντων, ἐνίων δὲ τὴν σφοδροτέραν μόνην. ὥστε κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἅπαντας ἀνθρώπους δεῖσθαι γυμνασίων, καὶ τοῦτο εὔδηλον παντί· κατὰ δὲ τὸ δεύτερον οὐκ ἀληθές. τῶν γὰρ ἐν ταῖς εἱρκταῖς ὑγιαινόντων οὐκ ὀρθῶς μοι δοκοῦσιν ἔνιοι μεμνῆσθαι· διαφθείρονται γοῦν οὗτοι πάντως ἐν τῷ χρόνῳ, κωλυόμενοι παντάπασιν ἀλείφεσθαί τε καὶ λούεσθαι· τὸ δὲ πρὸς ὀλίγας ἡμέρας ἀντέχειν αὐτοὺς τῇ νοσώδει διαίτῃ θαυμαστὸν οὐδέν. εἴπερ οὖν ἅπασα κίνησις ὑπὸ τὴν τοῦ γυμνασίου προσηγορίαν ἄγοιτο, καὶ περιπατήσας, καὶ τριψάμενος, καὶ λουσάμενος γεγυμνάσθαι ἂν λέγοιτο, ἐὰν συμμέτρως κινηθῇ τῇ παρούσῃ τοῦ σώματος καταστάσει· ἐὰν δὲ καὶ τούτων εἴρξῃς τινὰ, νοσήσει πάντως. ὁρῶμεν γὰρ νῦν εἰργομένους οὐ μόνον νοσοῦντας, ἀλλὰ καὶ ἀποθνήσκοντας ἐν ταῖς εἱρκταῖς, ἐπειδὰν κατακλεισθῶσι πλέονα χρόνον. εἰ δὲ τὰς σφοδρὰς κινήσεις μόνας ὀνομάζοι τις γυμνάσια, γένοιθοὕτως ἂν ἀληθὲς τὸ μὴ δεῖσθαι πάντας ἀνθρώπους γυμνασίων. εὐθέως μέν τοι Πρημιγένης ἐκεῖνος οὐδεμιᾶς ἐδεῖτο βιαίας κινήσεως, οὐκ ὀλίγου δὲ πρὸ τοῦ λουτροῦ περιπάτου κατὰ τὰς πρὸ τοῦ βαλανείου στοάς. ἀλλὰ καὶ τρίψασθαι μετἐλαίου καὶ τὸ μετὰ λουτρὸν ἀπομάξασθαι τὸ ὕδωρ αὐτάρκεις εἰσὶ κινήσεις ἀνδρὶ τοιαύτης κράσεως. δὲ καὶ πρὸ τοῦ δείπνου περιεπάτει τε καὶ διελέγετο τοῖς ἑταίροις, ὥσπερ οὖν καὶ κατὰ τὴν οἰκίαν ἕωθεν. οὔκουν ἐστί τις ὑπὸ παντελοῦς ἀργίας ὀνινάμενος. ἀλλὅτε ἐλιννύειν ταῖς θερμαῖς φύσεσιν Ἱπποκράτης συμβουλεύει, τῶν σφοδρῶν κινήσεων ἀπέχεσθαι κωλύει. κᾀγὼ πολλοὺς ὤνησα ἔτι νοσοῦντας ἐν ἀρχῇ φθινοπώρου διὰ τὰς ἐπιτηδευομένας αὐτοῖς ἤδη κινήσεις ἐν ὅλῳ τῷ θέρει· κωλύσας τοῦτο πράττειν ὑγιαίνοντας ἀπέφῃνα· καθάπερ οὖν ἄλλους εἶρξα τοῦ γυμνάζεσθαι σφοδρῶς, ἑτέρους δἔμπαλιν ἐξ ἀργίας εἰς γυμνάσια μεταστήσας ἀνόσους διεφύλαξα, νοσοῦντας ἔμπροσθεν οὐκ ὀλιγάκις. εἰσὶ δοὗτοι ψυχρότεροι τῶν εὐκράτων τε καὶ συμμέτρων, ἐναντίως διακείμενοι τοῖς θερμοτέροις τε καὶ ξηροτέροις. εἴρηται δὲ οὐ μόνον ἐν τῇ περὶ κράσεων πραγματείᾳ τὰ γνωρίσματα τῶν κράσεων, ἀλλὰ καὶ ἐν τῇ τέχνῃ τῇ ἰατρικῇ· τοῦτο γάρ ἐστι τὸ ἐπίγραμμα τῶν ἡμετέρων ἑνὶ βιβλίων. θαυμάσαι δἔστι τῶν ἰατρῶν, ὅσοι μηδὲ τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα γινώσκουσι. τίς γὰρ οὐχ ὁρᾷ τὴν διαφορὰν τῶν ἀνθρώπων ἐπὶ πλεῖστον ἐκτεταμένην, ὥσθὑπὸ τῶν αὐτῶν ἐπιτηδευμάτων τε καὶ σιτίων ἐνίους μὲν ὠφελεῖσθαι, βλάπτεσθαι δἑτέρους, ὥσπερ γε κᾀν ταῖς νόσοις; ὥσθ’, ὅτι μὲν οὐ χρῄζουσι τῶν αὐτῶν ἅπαντες, ἐναργῶς φαινόμενον ἐχρῆν αὐτοὺς εἰδέναι, γράφοντας δὲ συγγράμματα διορίσασθαί τε καὶ διδάξαι, τίνες ὑπὸ τίνων ὠφελοῦνταί τε καὶ βλάπτονται. τίς οὖν αἰτία τοῦ παραλείπεσθαι τοὺς διορισμοὺς αὐτοῖς, καίτοι γὑφἹπποκράτους εἰρημένους; ἐπίτριπτος ἐπιθυμία τοῦ δόξαν ἔχειν ἐν ἀνθρώποις αἱρεσιάρχας ὀνομασθέντας. διὰ ταῦτα μὲν γὰρ ἐκεῖνοι μὴ ἐπεχείρησαν τοῖς ἐναργῶς φαινομένοις ἀκολουθεῖν, ἀλλὰ ταῖς δόξαις αἷς ὑπέθεντο. τῶν δὲ εἰς αὐτοὺς ἐμπεσόντων νεωτέρων ἐπείσθησαν οἱ πλεῖστοι, τῷ μήτἄλλο τι μεμαθηκέναι βέλτιον, ἀμαθεῖς τε εἶναι καὶ ἀγύμναστοι παντάπασιν ἀποδείξεως. εἰ γὰρ ἕποιτό τις ἀποδείξει, ῥᾷστα διακρινεῖ τῶν τἀληθῶν δογμάτων τὰ ψευδῆ, τῶν τε μετὰ διορισμοῦ γεγραμμένων τὰ μὴ τοιαῦτα, καταγνώσεταί τε πάντων ἀτεχνίας, ὅσοι χωρὶς διορισμοῦ ἔγραψάν τι.
§12.1–12.2
§12.1 Πρόσχες οὖν μοι τὸν νοῦν ἄνωθεν ἐπερχομένῳ διὰ βραχέων, ὁποίους εἶναι χρὴ τοὺς διορισμούς. ὅσοις μὲν φύσει τὸ θερμὸν δακνῶδές ἐστιν, ὡς καπνώδη γεννᾷν περιττώματα, τούτοις λουτρὰ χρήσιμα, καὶ κινήσεις. βραχεῖαί τε καὶ νωθραὶ, πολλαὶ δὲ καὶ ὀξεῖαι βλαβερώτεραι. τούτοις οὖν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς λούεσθαι τῆς ἡμέρας συμφέρει, καὶ μάλιστα θέρους, ἐσθίειν τε τροφὰς εὐχύμους, μηδὲν ἐχούσας δριμύ· πολέμιον δαὐτῶν ἐστι τὸ ἡλιοῦσθαι, καὶ τὸ θυμοῦσθαι, καὶ τὸ φροντίζειν πολλά. τοὺς δἐναντίας κατὰ τούσδε φύσεως (εἰσὶ δ’. οὗτοι ψυχροὶ καὶ ὑγροὶ τὴν κρᾶσιν) ἰσχυροτέρων τε κινήσεων χρεία ἔχεσθαι καὶ διαίτης πλέον ἐχούσης τὸ λεπτόν· εἴρηται δ’, ἥτις ἐστὶν τοιαύτη, διἑνὸς ὑπομνήματος· οὐ μὴν οὐδἐν ἡλίῳ γυμναζόμενοι βλάπτονται, καθάπερ οὐδἀλουτοῦντες. μεγίστη μὲν οὖν διαφορὰ ταῖς εἰρημέναις ἐστὶ φύσεσι πρὸς ἀλλήλας· ἐναντιωτάτη γὰρ ὑγρὰ καὶ ψυχρὰ κρᾶσις τῇ θερμῇ καὶ ξηρᾷ· μεγίστη δὲ ψυχρᾶς τῇ θερμῇ καὶ ὑγρᾶς πρὸς τὴν ξηράν. ἔστι δὲ μὲν ψυχρὰ καὶ ξηρὰ τῇ τῶν γερόντων ὁμοία· διὸ καὶ ταχέως γηρᾷ τὰ τοιαῦτα σώματα, καὶ λέλεκται περὶ αὐτῆς αὐτάρκως ἔμπροσθεν. δὑγρὰ καὶ θερμὴ τοῖς ῥευματικοῖς εὐάλωτος πάθεσι. τό γε μὴν κοινὸν ἐπὶ πασῶν τῶν δυσκράτων φύσεων ἄμεινόν ἐστι κᾀπὶ τῆσδε πράττειν. ἔστι δὲ τοῦτο, κολάζειν μὲν αὐτὰ διὰ τῶν ἐναντίων ἐπὶ πολλῇ σχολῇ, φυλάττειν δὲ διὰ τῶν ὁμοίων, ἐπειδὰν ὑπὸ πλειόνων ἀσχολιῶν εἴργηταί τις ἑαυτῷ σχολάζειν. περί γε μὴν τῶν ἐν τοῖς τοιούτοις σώμασιν γυμνασίων ᾧδἔχει. πλείω μὲν χρὴ πονεῖν διὰ τὴν ὑγρότητα τῶν σωμάτων, σύντονα δὲ οὐ χρὴ διὰ τὴν θερμότητα. προσέχειν δἀκριβῶς, ὅταν ἐξ ἀργοτέρας διαίτης εἰς τὰ γυμνάσια μεταβάλλωσι· παραχρῆμα γὰρ ἁλίσκονται ῥευματικοῖς νοσήμασιν, εἰ μὴ προκενωθέντες ἅπτονται τῶν γυμνασίων. ὅσον γὰρ ἂν ἐν τῷ σώματι συνεστὸς καὶ παχὺ κατὰ τοὺς χυμοὺς, καὶ μετρίως ψυχρὸν, αὐτίκα τοῦτο πνευματοῦταί τε καὶ χεῖται. ταῦτἄρα καὶ κατὰ τὸ ἔαρ αἱ τοιαῦται φύσεις μάλιστα τοῖς ὑπὸ πλήθους γιγνομένοις ἁλίσκονται νοσήμασι, συνάγχαις, κυνάγχαις, κατάῤῥοις, αἱμοῤῥοΐσιν, αἱμοῤῥαγίαις, ἀρθρίτισιν, ὀφθαλμίαις, περιπνευμονίαις, πλευρίτισι, τοῖς τἄλλοις ἅπασιν, ὧν τὸ γένος ἐστὶ φλεγμονή. διὸ καὶ φθάνειν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος αἵματος ἀφαιρεῖν αὐτῶν, φλέβα τέμνοντα, ἀποσχάζοντα τὰ σφυρά. μὴ βουλομένων δοὕτως κενοῦσθαι, καθαρτέον ἐστὶ φαρμάκῳ ποικίλῳ, δυναμένῳ καὶ ξανθῆς χολῆς ἕλκειν τι, καὶ φλέγματος, καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων. δἐπὶ τῶν γυμνασίων εἴρηται, ταῦτα κᾀπὶ τῶν βαλανείων εἰρῆσθαι χρὴ δοκεῖν, καὶ γὰρ καὶ ταῦτα σφαλερὰ, πρὶν κενωθῆναι, κενωθέντα δὲ ὠφελήσει, καὶ μάλισθὅσων λουτρῶν οὐκ ἔστι πότιμον ὕδωρ, ἀλλἔχει τινὰ διαφορητικὴν δύναμιν. γε μὴν οἶνος ὅτι μὲν ὠφελιμώτατος ταῖς ψυχραῖς καὶ ξηραῖς φύσεσιν, εἴρηται πρόσθεν. εἰ δέ γε ταῖς θερμαῖς ἁπάσαις οὐκ οἰκεῖος, ἀλλἄμεινον ἐπαὐτῶν ἐστιν ὕδωρ ποτὸν, ὡς ἐν ταῖς ἐπιδημίαις γέγραπται, σκεπτέον ἐφεξῆς. ἴσως γάρ τινι δόξει παντάπασιν ἄτοπον εἶναι, νεανίσκον, τὸν στρατιωτικὸν, ἀθλητικὸν, τινα τῶν σκαπτόντων, θεριζόντων, ἀροτριώντων, ὅλως ὁτιοῦν ἰσχυρὸν ἔργον ἐργαζόμενον, ἐφὕδατος μόνου διαιτᾶσθαι, καὶ ταῦτα σφάλλεσθαι τὸν Ἱπποκράτην περὶ τῶν θερμῶν κράσεων ἁπλῶς ἀποφηνάμενον, ὡς ὑδροποσίας δεομένων. ἐμοὶ δοὐχ ἁπλῶς Ἱπποκράτῃ, ἀλλὰ περὶ τῆς ἄκρως θερμῆς φύσεως εἰρῆσθαι δοκεῖ τοῦτο, κατὰ δυσκρασίαν δηλονότι τοιαύτης οὔσης, οὐ τῷ πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμὸν, ὅπερ αὐτὸς αὐξάνεσθαί φησιν ἐν τῷ τῶν ἀθλητῶν ἐπιτηδεύματι. ἀλλὅγε δύσκρατος θερμὸς οὔτἀθλητὴς, οὔτε στρατιώτης, οὔτε τῶν κατὰ γεωργίαν πολιτείαν ἔργων ἀγαθὸς ἃν ποτε γένοιτο ἐργάτης· ἰσχυρῶν γάρ ἐστιν ἀνδρῶν τὰ τοιαῦτα ἐπιτηδεύματα. τοιοῦτοι δοὐκ ἂν εἶεν ἄνευ τοῦ συμμέτρως κεκρᾶσθαι· συμμέτρως δαὐτῶν κεκραμένων, πλεῖστον ἂν εἴη τὸ ἔμφυτον θερμόν. τῇ μὲν οὖν τοιαύτῃ φύσει σύμμετρον δηλονότι δοτέον ἐστὶ τὸν οἶνον, ὥσπερ καὶ αὐτὴ σύμμετρός ἐστι, καὶ μέχρι τοσούτου γε σύμμετρον, ἄχρι περ ἂν σύμμετρος. ἀνάγκη γάρ ἐστι καὶ ταύτην οὐκ ἐν τῷ γήρᾳ μόνον, ἀλλὰ καὶ τῷ τῆς παρακμῆς χρόνῳ, τῆς συμμέτρου γενέσθαι ψυχροτέραν. εἴ τις δἄρα, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, θερμοτάτη κρᾶσις , ταύτῃ συμφέρει μηδὅλως οἶνον διδόναι. τριῶν δοὐσῶν κατὰ γένος διαφορῶν τῆς θερμῆς κράσεως, μιᾶς μὲν, καθἣν ἑτέρα τῶν ἀντιθέσεων, κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, εὔκρατός ἐστι, δευτέρας δὲ, σύνεστιν ἀμετροτέρα τοῦ συμμέτρου ξηρότης, καὶ τρίτης, καθἣν ἅμα τῷ θερμῷ πλεονάζει τὸ ὑγρὸν, ἐν μὲν ἑτέρα τῶν ἀντιθέσεων εὔκρατός ἐστιν, οὐκ ἂν γένοιτό ποτε ἄκρως ἄμετρον, ἐπειδὴ τῷ τοιούτῳ ξηρότης ἐπιγίνεται διὰ ταχέων, αὕτη δὲ οὐχ ὑπόκειται τῇ ξηρᾷ· ἐν δὲ ἐστὶ καὶ ξηρότης ἅμα τῇ θερμότητι, δυνατὸν ἐν αὐτῇ γενέσθαι ποτὲ τὴν παρὰ φύσιν θερμότητα πλείστην, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, μέχρι πλείονος χρόνου, πλείστην δὲ ἐν ὀλίγῳ χρόνῳ, καὶ τὴν μεθὑγρότητος ἄκρως ἄμετρον θερμασίαν, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, δυνατὸν γενέσθαι. τῇ μὲν οὖν πρῶτον ῥηθείσῃ τοσοῦτον ἐπιτρέψομεν ὑδατώδους οἴνου προσφέρειν, ὅσον ἀποκεχώρηκε τῆς ἄκρας δυσκρασίας· τῶν δἄλλων οὐδετέρᾳ συγχωρήσομεν, ἄκρᾳ γε οὔσῃ, καθότι δέδεικται. ταῖς γὰρ μὴ τοιαύταις δυσκρασίαις οἶνον δώσομεν ὀλίγον καὶ ὑδατώδη· τοιοῦτος δἐστὶν λευκὸς μὲν τῇ χροιᾷ, λεπτὸς δὲ τῇ συστάσει· καθάπερ γε καὶ ταῖς ψυχραῖς δυσκρασίαις τοὺς θερμοτέρους τῶν οἴνων προσοίσομεν. μὲν οὖν ἄκρως θερμὸς οἶνος ταῖς ἄκρως ψυχραῖς δυσκρασίαις σύμφορος, ἐπὶ δὲ τῶν ἄλλων ἀνάλογος. οὐ γὰρ μόνον ἁπλῶς χρὴ μεμνῆσθαι τοῦ τἀναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν, ἀλλὰ καὶ τοῦ καθἑκάστην ἐναντίωσιν ποσοῦ. καθάπερ οὖν ἐπὶ τῶν φαρμάκων ἐδείξαμεν, ὡς οὐ μόνον χρὴ σκοπεῖν, εἰ θερμὸν ψυχρόν ἐστιν, ἀλλὰ καὶ τίνος διαὐτῶν τάξεως, οὕτω κᾀπὶ τῶν οἴνων ἐστὶ ποιητέον, οὐ τὸν ὑδατώδη μόνον τὸν θερμὸν αἱρουμένους, ἀλλὰ καὶ τὸν τὴν ἀντιλογίαν ἔχοντα τῆς ἑαυτοῦ θερμότητος ψυχρότητος οἰκείαν ὡς πρὸς τὸ τῆς δυσκρασίας εἶδος. ταῦτα δὲ περὶ τῶν μέσην ἡλικίαν ἐχόντων τοῦ γήρως εἴρηται, γινωσκόντων ἡμῶν τὸ μὲν πρῶτον αὐτοῦ μέρος, τῶν ὠμογερόντων ὀνομάζουσι, δυναμένων ἔτι πράττειν τὰ πολιτικὰ, τὸ δὲ δεύτερον, ἐφοὗ τὸ σύμφορον ὄνομα φέρουσιν, αὐτὸ τοῦτο εἶναι, καθοὗ λέγουσιν,
§12.2 οὐ μὴν ἐπί γε τῆς τρίτης, ἐν τὸν γραμματικὸν ἔφην Τήλεφον ὄντα ἐν τῷ μηνὶ δὶς τρὶς λούεσθαι· διὰ γὰρ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως οὐ φέρουσιν οὗτοι τὰ συνεχῆ λουτρά. πρόσεστι δαὐτοῖς τὸ μηδἀθροίζειν δακνώδη περιττώματα διὰ τὴν ψύξιν τῆς ἕξεως. ὀνομάζουσι δὲ τὸν κατὰ τὴν ἡλικίαν ταύτην πέμπελον, ὡς οἱ ταῖς ἐτυμολογίαις χαίροντές φασι, παρὰ τὸ ἐκπέμπεσθαι τὴν εἰς ᾅδου δηλονότι πομπήν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up