Galen De sanitate tuenda
EN Lat Orig
Book 1
§1–5
§1 Τῆς περὶ τὸ σῶμα τἀνθρώπου τέχνης μιᾶς οὔσης, ὡς ἐν ἑτέρῳ δέδεικται γράμματι, δύο ἐστὸν τὰ πρῶτά τε καὶ μέγιστα μόρια· καλεῖται δὲ τὸ μὲν ἕτερον αὐτῶν ὑγιεινὸν, τὸ δὲ ἕτερον θεραπευτικὸν, ἔμπαλιν ἔχοντα πρὸς ἄλληλα ταῖς ἐνεργείαις, εἴ γε τῷ μὲν φυλάξαι, τῷ δὲ ἀλλοιῶσαι πρόκειται τὴν περὶ τὸ σῶμα κατάστασιν. ἐπεὶ δὲ καὶ ἀξιώματι καὶ χρόνῳ πρότερόν ἐστιν ὑγεία νόσου, χρὴ δήπου καὶ ἡμᾶς, ὅπως ἄν τις ταύτην φυλάξειεν, ἐπισκέψαι πρότερον, ἐφεξῆς δὲ καὶ ὡς ἄν τις ἄριστα τὰς νόσους ἐξιῷτο. κοινὴ δἀμφοτέροις ὁδὸς τῆς εὑρέσεως, εἰ γνοίημεν, ὁποία τίς ἐστι διάθεσις τοῦ σώματος, ἣν ὑγείαν ὀνομάζομεν· οὐ γάρ τοι οὔτε φυλάττειν αὐτὴν παροῦσαν, οὔτἀνακτᾶσθαι διαφθειρομένην οἷοίτἂν εἴημεν ἀγνοοῦντες τὸ παράπαν, ἥτις ποτἐστί. γέγραπται δὲ ἡμῖν ἑτέρωθι καὶ περὶ τοῦδε, καὶ δέδεικται τῶν μὲν ὁμοιομερῶν ὀνομαζομένων ὑγεία, θερμοῦ καὶ ψυχροῦ, καὶ ὑγροῦ καὶ ξηροῦ, συμμετρία τις ὑπάρχουσα, τῶν δὀργανικῶν ἐκ τῆς τῶν ὁμοιομερῶν συνθέσεώς τε καὶ ποσότητος καὶ πηλικότητος καὶ διαπλάσεως ἀποτελουμένη. ὥστε καὶ ὅστις ἂν ἱκανὸς φυλάττειν ταῦτα, φύλαξ οὗτος ἀγαθὸς ὑγιείας ἔσται. φυλάξει δὲ πρότερον ἐξευρὼν ἅπαντας τοὺς τρόπους, καθοὓς διαφθείρεται. ὥσπερ γὰρ, εἰ καὶ παντάπασιν ἀπαθὲς ἦν ἡμῶν τὸ σῶμα, τῆς προηγουμένης αὐτοῦ τέχνης οὐκ ἂν ἐδεήθημεν, οὕτω νῦν, ἐπειδὴ πάσχει πολυειδῶς, ἀναγκαῖον ἔσται προστήσασθαί τινα τέχνην, τὴν ἁπάσας αὐτοῦ τὰς βλάβας γινώσκουσάν τε καὶ φυλάττεσθαι δυναμένην.
§2 Εἰσὶ δὲ βλάβαι τε καὶ διαφθοραὶ τοῦ σώματος ἡμῶν διτταὶ κατὰ γένος· αἱ μὲν γὰρ αὐτῶν ἀναγκαῖαί τεἰσὶ καὶ σύμφυτοι, τὴν οἷον ῥίζαν ἔχουσαι τὰς ἀρχὰς τῆς γενέσεως· ἔνιαι δὲ οὐκ ἀναγκαῖαι μὲν οὐδὲ ἐξ ἡμῶν αὐτῶν ὁρμώμεναι, διαφθείρουσαι δοὐδὲν ἧττον ἐκείνων τὸ σῶμα. διαιρήσομεν ἤδη χωρὶς ἑκατέρας. αἷμα καὶ σπέρμα τῆς γενέσεως ἡμῶν εἰσιν ἀρχαὶ, τὸ μὲν αἷμα οἷον ὕλη τις εὔρυθμός τε καὶ εὐπειθὴς εἰς ἅπαν τῷ δημιουργῷ, τὸ σπέρμα δὲ τὸν τοῦ δημιουργοῦ λόγον ἔχει. κέκραται δὲ ἑκάτερον μὲν ἐκ τῶν αὐτῶν στοιχείων κατὰ γένος, ὑγροῦ καὶ ξηροῦ, καὶ θερμοῦ καὶ ψυχροῦ, , εἴπερ ἐθέλει τις οὐκ ἀπὸ τῶν ποιοτήτων, ἀλλὰ κατὰ τὰς οὐσίας ὀνομάζειν αὐτὰ, γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρός· οὕτως γὰρ ἡμῖν ἐν τῷ περὶ τῶν κάθἹπποκράτη στοιχείων ἀποδέδεικται· διαφέρουσι δὲ τῷ ποσῷ τῆς μίξεως. τῷ μὲν γὰρ σπέρματι πλέον ἐνυπάρχει πυρώδους τε καὶ ἀερώδους οὐσίας, τῷ δὲ αἵματι γεώδους τε καὶ ὑδατώδους. ἐπικρατεῖ μὴν ἔτι κᾀν τούτῳ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δὲ ὑγρὸν τοῦ ξηροῦ, καὶ διὰ τὴν ἐπικράτειαν ταύτην οὐ ξηρὸν, ὥσπερ ὀστοῦν καὶ ὄνυξ καὶ θρὶξ, ἀλλὑγρὸν εἶναι λέγεται. τὸ δὲ σπέρμα ξηρότερον μέν ἐστιν κατὰ τὸ αἷμα, ῥυτὸν μὴν ἔτι καὶ ὑγρὸν ὑπάρχει καὶ αὐτό. καὶ οὕτως ἑκατέρωθεν ἡμῖν ἀρχὴ τῆς γενέσεως ἐξ ὑγρᾶς οὐσίας ἐστὶν, ἣν οὐχ ὑγρὰν δήπου φυλάττεσθαι προσῆκε, μέλλουσάν γε νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας τε καὶ ὀστᾶ καὶ χόνδρους καὶ ὑμένας καὶ ὅσα τἄλλα τοιαῦτα γενήσεσθαι. συγκαταβεβλῆσθαι τοίνυν ἀναγκαῖόν ἐστιν εὐθὺς ἀπὸ τῆς πρώτης γενέσεως ἰσχυρότερον ἐν τῇ κράσει τὸ ξηραντικὸν στοιχεῖον. ἔστι δὲ τὸ τοιοῦτον τῇ φύσει μάλιστα μὲν τὸ πῦρ, ἤδη δὲ καὶ γῆ· ξηρὸν γάρ τι χρῆμα καὶ ἥδε. ἀλλὰ τῆς μὲν γῆς οὐχ οἷόν τε ἦν μίγνυσθαι πλέον, ὡς ὑγρῶν εἶναι δεομένων τῶν ἀρχῶν· τοῦ πυρὸς δοὔτε κωλύει πλέον μιχθῆναι καὶ κέκραται τοσούτῳ πλέον ἐν ἀμφοῖν, ὡς μήτε φρύγειν ἤδη καὶ καίειν αὐτάρκως τε ξηραίνειν. καὶ γὰρ αὖ καὶ τὴν πρὸς τὰς κινήσεις ἑτοιμότητα τοσοῦτον ὑπάρχον τὸ θερμὸν ἱκανὸν ἦν παρασχεῖν. ὑπὸ τούτου δὴ τὰ μὲν πρῶτα συνίσταταί τε καὶ βραχεῖάν τινα πῆξιν λαμβάνει τὸ κύημα· μετὰ δὲ ταῦτα ἐπὶ μᾶλλον ἤδη ξηραινόμενον οἷον ὑπογραφάς τινας ἴσχει καὶ τύπους ἀμυδροὺς ἑκάστου τῶν μορίων· εἶτἐπὶ πλέον ξηρανθὲν οὐχ ὑπογραφὰς μόνον οὐδἀμυδροὺς τοὺς τύπους, ἀλλἀκριβὲς ἑκάστου τὸ εἶδος ἴσχει. καὶ δὴ καὶ ἀποκυηθὲν ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ γίνεται ξηρότερόν τε καὶ ῥωμαλεώτερον, ἄχρι περ ἂν εἰς ἀκμὴν ἀφίκηται. τηνικαῦτα δὲ τά τε τῆς αὐξήσεως ἵσταται, μηκέτι ἐπιδιδόντων τῶν ὀστῶν διὰ σκληρότητα, καὶ τῶν ἀγγείων δὲ ἕκαστον εἰς εὖρος διαφυσᾶται, καὶ σύμπανθοὕτως τὰ μόρια κρατύνεταί τε καὶ εἰς τὴν ἀκροτάτην αὑτῶν ἰσχὺν ἀφικνεῖται. τὸ δὲ ἀπὸ τοῦδε περαιτέρω τοῦ προσήκοντος ἤδη ξηροτέρων ἁπάντων τῶν ὀργάνων γιγνομένων αἵ τε ἐνέργειαι χεῖρον ἐπιτελοῦνται καὶ ἀσαρκότερόν τε καὶ ἰσχνότερον ἑαυτοῦ γίνεται τὸ ζῶον. ἐπὶ πλέον δὲ ἀναξηραινόμενον οὐκ ἀσαρκότερόν γε μόνον, ἀλλὰ καὶ ῥυσσὸν ἀποτελεῖται, καὶ τὸ κῶλον ἀκρατὲς καὶ σφαλερὸν ἐν ταῖς κινήσεσι. καὶ καλεῖται μὲν τοιαύτη διάθεσις γῆρας, ἀνάλογον δἐστὶ τῇ τῶν φυτῶν αὐάνσει. καὶ γὰρ αὖ κᾀκείνη γῆράς ἐστι φυτοῦ, διὑπερβάλλουσαν ξηρότητα γινομένη. μία μὲν οὖν ἥδε σύμφυτος ἀνάγκη φθορᾶς ἅπαντι τῷ γεννητῷ σώματι, δευτέρα δὲ τοῖς ζώοις μάλιστα ὑπάρχουσα, τῆς ὅλης αὐτῶν οὐσίας ῥύσις, ἐκ τῆς ἐμφύτου θερμότητος ἀποτελουμένη. ταύτας μὲν οὖν τὰς βλάβας οὐδενὶ γεννητῷ σώματι φυγεῖν ἐγχωρεῖ, τὰς δἄλλας βλάβας, ὅσαι ταύταις ἕπονται, δυνατὸν φυλάξασθαι προμηθούμενον. γένεσις δὲ κᾀκείνων ἐκ τοῦ τὰς ἀναγκαίας βλάβας ἐπανορθοῦσθαι πειρᾶσθαι. ῥεούσης γοῦν τῆς οὐσίας συστάσεως ἐπὶ πάντων τῶν ζώων, εἰ μή τις ἑτέρας ὁμοίας ἀντεισάγει τῷ ἀποῤῥέοντι, διαφορηθήσεταί τε καὶ σκεδασθήσεται σύμπαν οὕτως τὸ σῶμα. καὶ διὰ τοῦτο οἶμαι τὴν φύσιν οὐ μόνον τοῖς ζώοις, ἀλλὰ καὶ φυτοῖς εὐθὺς ἐξ ἀρχῆς συμφύτους δοῦναι δυνάμεις ἐφιεμένας τῶν ἀεὶ ἐλλειπόντων. οὔτε γὰρ ἐσθίειν οὔτε πίνειν οὔτε ἀναπνεῖν διδασκόμεθα πρός τινος, ἀλλἐξ ἀρχῆς ἔχομεν ἁπάντων τούτων ἐν ἡμῖν αὐτοῖς τὰς δυνάμεις, ἄνευ διδαχῆς ἐπιτελούσας ἅπαντα. διὰ μὲν οὖν τῆς ἐδωδῆς ἀναπληροῦμεν, ὅσον ἂν ἀποῤῥυῇ τῆς ξηροτέρας οὐσίας, διὰ δὲ τοῦ πόματος τῆς ὑγροτέρας ἀντεισάγομεν, εἰς τὴν ἀρχαίαν ἐπανάγοντες ἄμφω συμμετρίαν. οὕτω δὲ καὶ τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας τὴν συμμετρίαν ἀναπνοαῖς τε καὶ σφυγμοῖς διασώζομεν. ἀποδέδεικται δὲ καὶ περὶ τούτων ἁπάντων ἰδίᾳ καθἕκαστον ἐν ἑτέροις γράμμασι, καὶ προσήκειν ἡγοῦμαι τῷ λόγῳ τῷ νῦν, ὅσα δέδεικται διἐκείνων ὑποθέσεις ποιησαμένους πρὸς τὴν ὑγιεινὴν πραγματείαν οὕτως ἔχεσθαι τῶν ἑξῆς.
§3 Ἐπειδὴ γὰρ ἀποῤῥεῖ μὲν ἁπάντων τῶν ζώων ὁσημέραι πολὺ μέρος τῆς οὐσίας διὰ τὴν ἔμφυτον θερμότητα, δεόμεθα δὲ ὑπὲρ τοῦ τὴν συμμετρίαν αὐτῆς διαφυλάττεσθαι σιτίων τε καὶ πομάτων, ἀναπνοῆς τε καὶ σφυγμῶν, ἐξ ἀνάγκης ἀκολουθήσει τοῖσδε περιττωμάτων γένεσις. εἰ μὲν γὰρ, οἷόν περ ἦν τὸ κενωθὲν, ἕτερον ἀκριβῶς τοιοῦτον εἴχομεν αὐτῷ προσφῦσαι διὅλου, κάλλιστον ἂν ἦν τοῦτο καὶ ὑγιεινότατον. ἐπεὶ δὲ τὸ μὲν ἀποῤῥέον ἑκάστου τῶν μορίων τοιοῦτον τὴν φύσιν ἐστὶν, οἷόν περ αὐτὸ τὸ μόριον, οὐδὲν δὲ τῶν ἐσθιομένων πινομένων ἀκριβῶς ἐστι τοιοῦτον, ἀναγκαῖον ἐγένετο τῇ φύσει προμεταβάλλειν τε καὶ πέττειν αὐτὰ, καὶ ὡς ἔνι μάλιστα προπαρασκευάζειν ὅμοια τῷ θρεψομένῳ σώματι. κᾀν τούτῳ τὸ μὴ κατεργασθὲν ἀκριβῶς μηδἐξομοιωθὲν οὔτε προσφύεται τῷ σώματι, καὶ ὡς περιττὸν ἀλᾶται κατὰ τὰς ἔνδον εὐρυχωρίας, ὅθεν περ αὐτῷ καὶ τοὔνομα πρὸς τῶν ἔμπροσθεν ὀρθῶς ἐτέθη περίττωμα. ἐπειδὴ οὖν τὸ μὲν ἐσθίειν καὶ πίνειν ἀναγκαῖα τοῖς ζώοις ὑπάρχει, ἀκολουθεῖ δὲ τούτοις τῶν περιττωμάτων γένεσις, ὄργανά τε πρὸς τὴν ἀπόκρισιν αὐτῶν φύσις παρεσκεύασεν, καὶ δυνάμεις αὐτοῖς ἐνέθηκε, διὧν κινούμενα τὰ μὲν ἕλκει, τὰ δὲ ἐκπαραπέμπει, τὰ δὲ ἐκκρίνει τὰ περιττώματα. καὶ χρὴ δήπου καὶ ταῦτα μήτἐμφράττεσθαι κατά τι, μήτε ἀῤῥωστεῖν κατὰ τὰς ἐνεργείας, ὑπὲρ τοῦ καθαρὸν ἀεὶ καὶ ἀπέριττον φυλάττεσθαι τὸ σῶμα. καί σοι δύο μὲν ἤδη σκοποὺς τούσδε κατὰ δίαιταν ὑγιεινὴν λόγος ὑφηγήσατο· τὸν μὲν ἕτερον ἀναπλήρωσιν τῶν κενουμένων, τὸν δἕτερον ἀπόκρισιν τῶν περιττωμάτων. γὰρ δὴ τρίτος περὶ τοῦ μὴ ταχύγηρον γίνεσθαι τὸ ζῶον ἐξ ἀνάγκης ἕπεται τοῖς εἰρημένοις. εἰ γὰρ μηδὲν ἁμαρτάνοιτο μήτε ἐν τῷ τὸ κενούμενον ἀναπληροῦσθαι μήτε ἐν τῷ τὰ περιττώματα μὴ μένειν ἔνδον, ὑγιαίνοι τἂν ἐν τῷδε τὸ ζῶον ἀκμάζοι τε μέχρι παμπόλλου. περὶ μὲν δὴ τοῦδε καὶ αὖθις εἰρήσεται, τοῦ λόγου προϊόντος.
§4 Τὸ δὑπόλοιπον ὧν ἐξ ἀρχῆς διελέσθαι προὐθέμεθα προσκαταθῶμεν, ὑπὲρ τοῦ διωρίσθαι σαφῶς ἤδη τοὺς ὑγιεινοὺς σκοποὺς, ὁποῖοί τέ εἰσι καὶ ὁπόσοι. ἔφαμεν γὰρ, ὡς, εἰ μὲν ἀπαθὲς ἦν ἡμῶν τὸ σῶμα, καθάπερ ἀδάμας τι τοιοῦτον, οὐδεμιᾶς ἂν ἐδεήθη τέχνης ἐπιστατούσης αὐτῷ· ἐπεὶ δὲ διττὰς ἔχει τῆς φθορᾶς αἰτίας, τὰς μὲν ἔνδοθέν τε καὶ ἐξ αὐτοῦ, τὰς δὲ ἐκ τῶν ἔξωθεν προπιπτόντων, ἀναγκαῖον αὐτὸ δεῖσθαι προνοίας οὐ μικρᾶς. ἐξ ἑαυτοῦ μὲν οὖν ἐδείχθη κατὰ διττὸν τὸν πρῶτον τρόπον διαφθειρόμενον, διὰ γήρως ἐπὶ θάνατον προϊὸν, διὰ τοῦ ῥεῖν ἀεὶ τὴν οὐσίαν αὐτοῦ, καθἕτερον δὲ, τὸν ἑπόμενον οἷς ἐσθίει τε καὶ πίνει, τῶν ἐκ τῆς τῶν περιττωμάτων γενέσεως. ἐξ αὑτοῦ μὲν οὖν ᾧδέ πως φθείρεται· τῶν δὲ ἔξωθεν αὐτῷ προσπιπτόντων ἓν μὲν ἀχώριστόν τέ ἐστι καὶ διαπαντὸς ὑπάρχον αὐτῷ, καὶ ὡς ἂν εἴποι τις σύμφυτον, περιέχων ἀὴρ, τὰ δοὔτἀναγκαῖα, καὶ κατὰ χρόνους τινὰς ἀτάκτως ὁμιλοῦντα· μὲν περιέχων ἀὴρ τῷ θερμαίνειν ἀμέτρως, τῷ ψύχειν, τῷ ξηραίνειν, τῷ ὑγραίνειν βλάπτων, τὰ δὲ τῷ θλᾷν, διασπᾷν, τιτρώσκειν, ἔξαρθρόν τι ποιεῖν. ἔστι μὲν οὖν τις ἐνταῦθα λογικὴ ζήτησις εἰς ἑκάτερον ἐπιχειρεῖσθαι δυναμένη, τινῶν μὲν τῆς περὶ τὸ σῶμα τέχνης ἁπάντων τὴν φυλακὴν εἶναι λεγόντων, τινῶν δὲ τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων καὶ ξηραινόντων μόνον· εἰ γὰρ τι θλῶν, τιτρῶσκον, τι τοιοῦθἕτερον ἐργαζόμενον ἐξίστησι τοῦ κατὰ φύσιν ἡμᾶς, οὐδεμιᾶς εἶναι τέχνης οὔτε γινώσκειν οὔτε φυλάττειν τὰ τοιαῦτα. ἐμοὶ δὲ περὶ μὲν τοιούτων προβλημάτων οὐ πρόκειται νῦν διαιρεῖν· ὅπερ δὁμολογούμενόν ἐστι παρἀμφοῖν ἐξ ἑτοίμου λαβὼν ἐπὶ τὸ προκείμενον ἐπάνειμι. τὸ μὲν γὰρ ἅπαντα τοῖς ἀνθρώποις γινώσκεσθαι τὰ τῷ τιτρώσκειν, θλᾷν, τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βλάπτοντά τε καὶ διαφθείροντα τὴν ὑγείαν, οὐχ ἅπασι δὲ, ὅσα τῷ θερμαίνειν, ψύχειν, ξηραίνειν, ὑγραίνειν, ὡμολόγηται παρἀμφοῖν. οὐκοῦν οὐδἡμεῖς αὐτοῖς παρὰ μέλος τι πράττειν δόξομεν, εἰ τὰ γινωσκόμενα ἅπασιν ὑπερβάντες ἐπὶ τὰ μὴ γινωσκόμενα τὸν λόγον ἄγοιμεν. οὐ γάρ μοι πρόκειται τό γε νῦν εἶναι σοφιστικὰ ζητήματα διελθεῖν, ἀλλ’, ὡς ἄν τις ἥκιστα νοσήσειεν, ὑφηγεῖσθαι. πάλιν οὖν ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἐπαναγάγωμεν τὸν λόγον, ἀναμνήσαντες ἀκριβέστερον ἔτι τῶν ὑποθέσεων αὐτῶν. τό τε γὰρ εἶναι τὴν ὑγείαν οὐχ ἁπλῶς εὐκρασίαν συμμετρίαν τῶν στοιχείων, ἐξ ὧν ἐγενόμεθα, καθάπερ οἵ πρὸ ἡμῶν ὀλίγου δεῖν ἅπαντες ἐνόμιζον, ἀλλὰ μόνην τὴν τῶν ὁμοιομερῶν σωμάτων, ἀποδεδειγμένον ἡμῖν ἐν ἑτέροις, ὑπόθεσις ἔστω πρὸς τὰ παρόντα· τό τε τῶν ὀργανικῶν σωμάτων τὴν ὑγίειαν ἐν διαπλάσει καὶ ἀριθμῷ καὶ πηλικότητι καὶ συνθέσει τῶν ὁμοιομερῶν συνίστασθαι, καὶ τοῦθὡσαύτως ὑποκείσθω προδεδειγμένον ἑτέρωθι. καὶ μὴν καὶ ὅτι ταῖς κατὰ φύσιν ἐνεργείαις ὑγιεινὴ κατασκευὴ κρίνεται, καὶ ὅτι τῆς ὑγιείας μὲν ἀρίστη τίς ἐστι, καὶ ὡς ἂν οὕτως τις εἴποι τελεία τε καὶ ἄκρα, δοἷον ἐλλιπής τε καὶ οὐκ ἀκριβὴς οὐδὲ τελεία, ἥνπερ δὴ καὶ πλάτος ἔχειν πάμπολύ φαμεν, ὑποκείσθω καὶ ταῦθἡμῖν ἐν τῷδε, διἑτέρων τε ἤδη προαποδεδειγμένα καὶ νῦν οὐχ ἥκιστα δειχθησόμενα. μάλιστα δἀνεγνωκέναι βούλομαι τὸν ὁμιλήσοντα τοῖσδε τοῖς γράμμασι τὸ βιβλίον, ἐν σκέπτομαι, τίνος ἐστὶ τέχνης μέρος τὸ ὑγιεινὸν, (ἐπιγράφεται δὲ Θρασύβουλος,) ἔτι δὲ καὶ τὸ περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ἡμῶν, ἔτι δὲ τὸ περὶ τῆς εὐεξίας. ἔστιν ἄμφω μικρὰ βιβλίδια, εἰ προαναγνούς τις ἐπὶ τόνδε τὸν λόγον ἀφίκοιτο, ῥᾷστα ἂν ἀκολουθήσειε τοῖς νῦν λεγομένοις. ὅτι δὲ καὶ τὸ περὶ τῶν καθἹπποκράτη στοιχείων ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα, πρότερον εἴρηται· καὶ γὰρ δὴ καὶ ἕπεται ἐκείνῳ τὸ περὶ τῆς ἀρίστης κατασκευῆς καὶ τὸ περὶ τῆς εὐεξίας.
§5 Ἐπὶ τούτοις ὑποκειμένοις ἐνθένδε ποθὲν ἀρκτέον ἂν εἴη τῆς ὑγιεινῆς πραγματείας. ἐπειδὴ συμμετρία τίς ἐστιν ὑγεία, συμμετρία δὲ πᾶσα κατὰ διττὸν τρόπον ἀποτελεῖταί τε καὶ λέγεται, ποτὲ μὲν εἰς ἄκρον ἥκουσα καὶ ὄντως οὖσα συμμετρία, ποτὲ δὲ ἀπολειπομένη βραχύ τι τῆς ἀκριβείας, εἴη ἂν καὶ ὑγιεινὴ συμμετρία διττή τις· μὲν γὰρ ἀκριβής τε καὶ ἀρίστη καὶ τελεία καὶ ἄκρα, δὲ ἀπολειπομένη μὲν ταύτης, οὐ μὴν ἤδη γε τοσούτῳ, ὡς λυπεῖσθαι τὸ ζῶον. ἔτι δὲ κἀνταῦθα λογική τις μᾶλλον κατὰ τὴν χρείαν τῆς τέχνης ζήτησις, οὐ συγχωρούντων ἐνίων, ἕτερον ἑτέρου μᾶλλον ὑγιαίνειν, οὐδεἶναι πλάτος ἱκανὸν ἐν τῇ διαθέσει τοῦ σώματος, ἣν ὑγίειαν ὀνομάζομεν, ἀλλἕν τι καὶ ἀπηκριβωμένον οὖσαν αὐτὴν ἄτμητον εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάρχειν. ἐμοὶ δὲ ὥσπερ τὸ λευκὸν σῶμα τὸ μὲν ἧττον λευκὸν εἶναι φαίνεται, τὸ δὲ μᾶλλον, οὕτως καὶ τὸ ὑγιαῖνον ἧττόν τε καὶ μᾶλλον εἶναι δοκεῖ τοιοῦτον. διττὴ δὲ ἀπόδειξις τοῦ λόγου· μία μὲν ἐκ τῆς κατὰ τὰς ἡλικίας μεταπτώσεως· ἀφοὗ γὰρ ἀπεκυήθη τὸ ζῶον, ἀεὶ μεταβάλλειν ἀναγκαῖον αὐτοῦ κρᾶσιν, ὡς ἔμπροσθεν ἐδείκνυμεν· ὥστ’, εἴπερ ἐν μὲν τῷ ποιῷ τῆς κράσεως ὑγεία, τὸ ποιὸν δοὐ μένει ταὐτὸ, οὐδὲ τὴν ὑγίειαν ἐγχωρεῖ τὴν αὐτὴν φυλάττεσθαι· δευτέρα δἀπόδειξις ἐκ τῆς κατὰ τὰς ἐνεργείας διαφορᾶς. οὔτε γὰρ τοῖς ὀφθαλμοῖς ὡσαύτως ἅπαντες οἱ ὑγιαίνοντες ὁρῶσιν, ἀλλοἱ μὲν μᾶλλον, οἱ δἧττον, οὔτε τοῖς ὠσὶν ὁμοίως ἀκούουσιν, ἀλλὰ κἀνταῦθα πάμπολυ τὸ μᾶλλόν τε καὶ ἧττον· οὐ μὴν οὐδὲ τοῖς σκέλεσιν ὡσαύτως θέουσιν, οὐδὲ ἀντιλαμβάνονται ταῖς χερσὶν, οὐδὲ τοῖς ἄλλοις ἅπασιν ὀργάνοις ὡσαύτως ἐνεργοῦσιν, ἀλλ μέν τις βέλτιον, δὲ χεῖρον εἴπερ οὖν αἱ διαφοραὶ τῶν ἐνεργειῶν ταῖς τῶν κράσεων διαφοραῖς ἀκολουθοῦσιν, ἀνάγκη τοσαύτας εἶναι τὰς τῶν κράσεων διαφορὰς, ὅσαι πέρ εἰσι καὶ αἱ τῶν ἐνεργειῶν. εἰ δὲ μὴ κράσεων ἐθέλει τις λέγειν, ἀλλὰ κατασκευῶν, ἵνἐπὶ πάσαις ταῖς αἱρέσεσιν λόγος ἐκτείνοιτο, συμπεραίνοιτἂν ὡσαύτως. συμμετρία γὰρ δή τις ὑγίεια κατὰ πάσας ἐστὶ τὰς αἱρέσεις, ἀλλὰ καθἡμᾶς μὲν ὑγροῦ καὶ ξηροῦ, καὶ θερμοῦ καὶ ψυχροῦ, κατἄλλους δὲ ὄγκων καὶ πόρων, κατἄλλους δὲ ἀτόμων, ἀνάρμων, ἀμερῶν, ὁμοιομερῶν, ὅτου δὴ τῶν πρώτων στοιχείων, ἀλλὰ κατὰ πάντας γε διὰ τὴν συμμετρίαν αὐτῶν ἐνεργοῦμεν τοῖς μορίοις. εἴπερ οὖν διαφόρως ἐνεργοῦμεν, διάφορός ἐστι καὶ καθἕκαστον συμμετρία τῶν στοιχείων, ὅπερ ἦν ὑγίεια. καὶ μὴν καὶ χωρὶς τοῦ στοιχείου μνημονεύειν ᾧδἂν λόγος ἐρωτηθείη εἴπερ ταῖς κατασκευαῖς τῶν μορίων ἀκολουθοῦσιν αἱ ἐνέργειαι, ὅσαιπερ ἂν ὦσιν ἐν ταῖς ἐνεργείαις αἱ διαφοραὶ, τοσαῦται καὶ αἱ κατασκευαὶ ἔσονται· ἀλλὰ μὴν ἀκολουθοῦσιν ταῖς κατασκευαῖς αἱ ἐνέργειαι· ἀναγκαῖον ἄρα τοσαύτας εἶναι τῶν κατασκευῶν διαφορὰς, ὅσαιπερ καὶ αἱ τῶν ἐνεργειῶν. εἰσὶ δὲ τῶν ἐνεργειῶν πάμπολλαί τινες· ἄρα καὶ τῶν κατασκευῶν εἰσιν. εἴπερ οὖν ἐν ἅπασι τοῖς ὑγιαίνουσιν αἱ κατασκευαὶ τῶν μορίων ὑπάρχουσι σύμμετροι, διάφοροι δέ εἰσιν αἱ κατασκευαὶ, διότι αἱ ἐνέργειαι διάφοροι, πάμπολλαί τινες συμμετρίαι τῶν κατασκευῶν ἔσονται, ὥστε καὶ ὑγίειαι πάμπολλαι. καὶ μὴν εἰ διαφέρουσιν ἀλλήλων αἱ κατὰ μέρος ὑγίειαι, ἤτοι κατὰ τὸ κοινὸν ἁπάσαις εἶδος, ἀφοὗπερ ὑγίειαι λέγονται, διοίσουσιν, κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουσιν· ἀλλὰ μὴν οὐ κατὰ τὸ κοινὸν εἶδος· ἀδιάφοροι γάρ εἰσιν αἱ ὑγίειαι· κατὰ τὸ μᾶλλον ἄρα καὶ ἧττον ἀλλήλων διαφέρουσιν. ὥσπερ γὰρ ἐν τῇ χιόνι λευκότης τῆς ἐν τῷ γάλακτι λευκότητος, μὲν λευκόν ἐστιν, οὐ διαφέρει, τῷ μᾶλλον δὲ καὶ ἧττον διαφέρει, κατὰ τὸν αὐτὸν τρόπον ἐν τῷ Ἀχιλλεῖ, φέρε εἰπεῖν, ὑγίεια τῆς ἐν τῷ Θερσίτῃ ὑγιείας, καθὅσον μὲν ὑγίεια, ταὐτό ἐστιν, ἑτέρῳ δέ τινι διαφέρει· καὶ τοῦτο τὸ ἕτερον οὐδὲν ἄλλο ἐστὶν τό μᾶλλόν τε καὶ ἧττον. οὔτε γὰρ, ὡς οὐ διαφερόντως ἐνεργοῦμεν ἅπαντες, ἔνεστιν εἰπεῖν, οὔθ’, ὡς διἄλλο τι τὴν ἀνισότητα ταύτην ἔχομεν, διὰ τὴν κατασκευὴν, ἐφἧς ἐνεργοῦμεν. Εἴ τις δὲ φήσει, μόνους μὲν τοὺς ἅπασι τοῖς μορίοις ἄκρως ἐνεργοῦντας ὑγιαίνειν, ἡμᾶς δὲ τοὺς ἄλλους, ὅσοι χεῖρον ἐκείνων ἔχομεν, οὐχ ὑγιαίνειν, ἴστω συμπάσης οὗτος τῆς ὑγιεινῆς πραγματείας ἀνατρέπων τὴν ὑπόθεσιν. εἰ γὰρ δὴ τὸ φυλάττειν ἣν παρελάβομεν ὑγίειαν σκοπὸς αὐτῆς ἐστιν, οὐδεὶς δὲ |ἡμῶν ὑγιαίνει, πρόδηλον ὡς ἐποὐδενὸς ἐνεργοῦσαν ἕξομεν, ἣν νῦν συστῆσαι βουλόμεθα τέχνην ὑγιεινήν· οὐκοῦν οὐδὲ ζητητέον αὐτὴν, ἀλλὰ σιωπητέον καὶ παυστέον ἤδη τὸν λόγον. ἁπάσας οὖν ἐκκόπτει τὰς τοιαύτας ἀπορίας τῆς ἀληθείας γνῶσις· οὐ γὰρ τελεία μόνον τίς ἐστιν ἄτμητος ὑγίεια λέγεταί τε καί ἐστιν, ἀλλὰ καὶ τῆσδε μὲν ἀποδέουσα, μηδέπω δὲ τῆς χρείας ἐκπεπτωκυῖα. χρῄζομεν γὰρ ἅπαντες ἄνθρωποι τῆς ὑγιείας εἴς τε τὰς κατὰ τὸν βίον ἐνεργείας, ἃς ἐμποδίζουσί τε διακόπτουσι καὶ καταπαύουσιν αἱ νόσοι, καὶ προσέτι τῆς ἀνοχλησίας ἕνεκεν· ὀχλούμεθα γὰρ ἐν ταῖς ὀδύναις οὐ σμικρά. τὴν δὲ τοιαύτην κατάστασιν, ἐν μήτε ὀδυνώμεθα, μήτε ἐν ταῖς κατὰ τὸν βίον ἐνεργείαις ἐμποδιζόμεθα, καλοῦμεν ὑγίειαν, ἣν εἴ τις ἑτέρῳ προσαγορεύειν ὀνόματι βούλεται, πλέον οὐδὲν ἐκ τούτων σχήσει, καθάπερ οὐδοἱ τὴν ἀειπάθειαν εἰσάγοντες. εἰ μὲν γὰρ διὰ τοῦτεἰσῆγον αὐτὴν, ὅτι πᾶν σῶμα γεννητὸν, ὥσπερ τὰς τῆς γενέσεως αἰτίας, οὕτω καὶ τὰς τῆς φθορᾶς ἔχει συμφύτους ἐξ ἀρχῆς, ὡς ἡμεῖς ἔμπροσθεν ἐπεδείξαμεν, ἐπῃνοῦμεν ἂν αὐτοὺς, ὡς ἀληθῆ τε ἅμα καὶ παλαιὰ πρεσβεύοντας δόγματα. ἐπειδὴ δὲ ὁμοειδῆ τὴν τῶν ὑγιαινόντων σωμάτων κατάστασιν εἶναι βούλονται ταῖς τῶν νοσούντων, οὐκέτἐπαινοῦμεν, οὐδὲ ἀποδεχόμεθα τὸ δόγμα· βέλτιον γὰρ ἦν μακρῷ, πλάτος ὑποθέσθαι συνέχον τὴν ὑγίειαν, ἤπερ ἅπαντας ἡμᾶς ὑπἀπαύστων νοσημάτων συνέχεσθαι. καὶ γὰρ τὰ σπέρματα πασῶν τῶν νόσων ἐνυπάρχειν ἡμῖν φασιν. ἀλλά τοι συγχωροῦσί γε καὶ αὐτοὶ, διὰ τὴν σμικρότητα τὴν αἴσθησιν ἡμῶν ἐκφεύγειν αὐτά. ἔστω τοίνυν, εἰ βούλονται, ὀδυνηρά τις ἐν ἡμῖν διάθεσις, ἀλλοὕτω σμικρὰ καὶ ἀναίσθητος, ὡς μὴ λυπεῖν τοὺς ἔχοντας. ἔστωσαν, εἰ βούλονται, καὶ πυρετοὶ, ἀλλοὕτω σμικροὶ, ὡς μήταἴσθησιν ἡμῖν ἀπαὐτῶν γίνεσθαι μηδεμίαν, ἐξεῖναί τε καὶ πολιτεύεσθαι, καὶ λούεσθαι, καὶ πίνειν ἐσθίειν τε καὶ τἄλλα πράττειν, ὧν δεόμεθα. τὸ γὰρ τῆς χρείας ἀπαρεμπόδιστον ὁρίζει μᾶλλον τὴν ὑγίειαν. οὐδὲ γὰρ τῶν ἐνεργειῶν ἀσθένεια νόσου γνώρισμά ἐστιν, ἁπλῶς οὕτως εἰποῦσιν, ἀλλ παρὰ τὴν ἑκάστου φύσιν. ὡς ἅπαντές γε κακῶς ὁρῶμεν, εἰ τοῖς ἀετοῖς τε καὶ Λυγκεῖ παραβαλλοίμεθα, καὶ ἀκούομεν οὐκ ὀρθῶς, εἰ Μελάμποδι, καὶ δὴ καὶ τοῖς ποσὶν ἀῤῥωστοῦμεν, εἴ τις ἡμᾶς Ἰφίκλῳ παραβάλλοι, καὶ ταῖς χερσὶν, εἰ Μίλωνι, καὶ καθἕκαστον δὲ μόριον ἐγγὺς ἂν ἥκειν νομισθείημεν πηρώσεως, εἰ τοῖς πρωτεύουσι κατὰ τοῦτο παραβαλλοίμεθα. τίς γοὖν ἡμῶν φαύλως ἔχειν οἴεται τὸν ὀφθαλμὸν, εἰ μὴ βλέπει τοὺς ἀπὸ δυοῖν σταδίων μύρμηκας; τίς τῶν ὤτων, εἰ μὴ κατακούει τῶν ἀφἑξήκοντα σταδίων; ἀλλεἰ ταῦτα τὰ γράμματα, τὰ κατὰ τουτὶ τὸ βιβλίον ἐγγεγραμμένα, μὴ βλέποι τις ὀρθῶς, οὕτως ἂν ἤδη μέμψαιτο τὰς ὄψεις· οὐ μὴν οὐδεἰ ταῦτα, τέσσαρας πήχεις ἀποστήσας, μὴ βλέποι, δικαίως ἂν μέμφοιτο, πλὴν εἰ τῶν οὕτως ὀξυωπεστάτων εἴη τὴν φύσιν, ὡς καὶ ταῦτα βλέπειν. οὕτως γὰρ, οἶμαι, καὶ μέμψεται, καὶ φήσει δικαίως, ὅπερ ἅπαντες ἄνθρωποι λέγουσιν, ὡς τόδε τι κατὰ τὸν ἔμπροσθεν χρόνον ἐνεργῶν εἶτα νῦν οὐκ ἐνεργεῖ. τὸν μὲν γὰρ τοιοῦτον ἐν νόσῳ τινὶ φήσομεν ὑπάρχειν, εἴπερ μηδὲ διὰ γῆρας τοῦτο πάσχει· καίτοι καὶ τοῦτο νόσον εἶναι λέγουσιν ἔνιοι. τοὺς δἄλλους ἅπαντας, οἷς φύσει μήτὀξὺ βλέπειν ἀκούειν ὑπάρχει, μήτε θέειν ὠκέως, τι τοιοῦτον ἕτερον ἐνεργεῖν ἰσχυρῶς, οὔτε νοσεῖν, οὔθὅλως παρὰ φύσιν ἔχειν ὑποληψόμεθα. πᾶσαι μὲν γὰρ αἱ νόσοι παρὰ φύσιν, οὐκ ἔχουσι δοἱ τοιοῦτοι παρὰ φύσιν, ὥσπερ οὐδοἱ γέροντες. οὔκουν ἁπλῶς γε τῶν ἐνεργειῶν εὐρωστίᾳ τε καὶ ἀῤῥωστίᾳ κριτέον ἐστὶ τοὺς ὑγιαίνοντάς τε καὶ νοσοῦντας, ἀλλὰ τὸ κατὰ φύσιν μὲν τοῖς ὑγιαίνουσι, τὸ παρὰ φύσιν δὲ τοῖς νοσοῦσι προσθετέον, ὡς εἶναι τὴν μὲν ὑγίειαν διάθεσιν κατὰ φύσιν ποιητικὴν ἐνεργείας, τὴν δὲ νόσον διάθεσιν παρὰ φύσιν ἐνεργείας βλαπτικήν. οὔτε γὰρ, εἰ κατὰ φύσιν διάθεσις, ἤδη καὶ ὑγίεια· διάθεσις γάρ τίς ἐστι κατὰ φύσιν τε τῶν Αἰγυπτίων μελανότης, τε τῶν Κελτῶν λευκότης, τε τῶν Σκυθῶν πυῤῥότης· ἀλλοὐδὲν τῶν τοιούτων ὑγίεια, διότι μηδἐν χρώμασιν ὅλως ὑγίεια· οὔτεἰ παρὰ φύσιν, ἤδη καὶ νόσος· ὡς εἴη γἂν οὕτω καὶ νόσος τἐξ ἡλίου μελανότης, τἐκ μακρᾶς σκιατροφίας λευκότης. ἀλλὰ προσθεῖναι χρὴ τῇ μὲν τῆς ὑγείας ἐννοίᾳ τὸ λόγον αἰτίας ἔχειν αὐτὴν πρὸς τὴν ἐνέργειαν, τῇ δὲ τῆς νόσου τὸ καὶ ταύτην τὴν ἐνέργειαν βλάπτειν. ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων. εἰς δὲ τὰ παρόντα τοσοῦτον ἀποχρήσει μόνον ἐξ αὐτῶν εἰλῆφθαι, τὸ πλάτος ἱκανὸν εἶναι τῆς ὑγείας, καὶ μὴ πᾶσιν ἡμῖν ὑπάρχειν ἴσον ἀκριβῶς. εἰ δέ τῳ δοκεῖ βίαιον εἶναι καὶ τὴν μὴ παντάπασιν ἀπηκριβωμένην εὐκρασίαν ὅμως ἔτι καὶ αὐτὴν ὀνομάζεσθαι, οὗτος ἀναμνησθήτω τῶν κατὰ τὸν βίον ἁπάντων ὀνομάτων. εὔκρατον οὖν τι καὶ πόμα φαμὲν εἶναι, καὶ βαλανεῖον, οὐ μόνον ὅτι τὸ μὲν ἄλλῳ, τὸ δὲ ἄλλῳ τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ ὅτι πρὸς τὸν αὐτὸν ἄνθρωπον ἐν πλάτει τοιοῦτον ὑπάρχει. ἀποστραφέντος οὖν τοῦ πίνοντος, ἐμβαλὼν εἰς τὸ ποτήριον θερμὸν ψυχρὸν βραχὺ λάθοις ἂν εὔκρατον ποιήσας. καίτοι χ’, εἴπερ ἦν οὕτως ἀπηκριβωμένον τὸ εὔκρατον, ὡς ἓν εἶναι καὶ ἄτμητον, οὐκ ἂν ἐπιβαλόντος θερμὸν ψυχρὸν ἔτι εὔκρατον ἐφαίνετο. κατὰ δὲ τὸν αὐτὸν τρόπον, οὐδεἰ βραχύ τις εἰς τὴν εὔκρατον κολυμβήθραν ἐμβάλοι ψυχρὸν, διαφθερεῖ παραχρῆμα τὴν εὐκρασίαν αὐτῆς. οὕτω δὲ τὸ περιέχον εὔκρατον εἶναί φαμεν, εἰ καὶ βραχείας ἐφἑκάτερα τροπὰς λαμβάνει. καὶ τί θαυμαστὸν, εἰ τὴν εὐκρασίαν εἰς ἱκανὸν ἐκτείνουσι πλάτος ἅπαντες, ὅπου γε καὶ ἐν αὐταῖς ταῖς λύραις εὐαρμοστίαν τὴν μὲν ἀκριβεστάτην δήπου μίαν καὶ ἄτμητον ὑπάρχειν εἰκὸς, μέντοι γεἰς χρείαν ἰοῦσα πλάτος ἔχει; πολλάκις γοὖν ἡρμόσθαι δοκοῦσαν ἄριστα λύραν ἕτερος μουσικὸς ἀκριβέστερον ἐφηρμόσατο. πανταχοῦ γὰρ αἴσθησις ἡμῖν ἐστι κριτήριον ὡς πρὸς τὰς ἐν τῷ βίῳ χρείας. ὥστε καὶ τὴν εὐκρασίαν καὶ τὴν δυσκρασίαν αἰσθήσει κρινοῦμεν. ὡσαύτως δὲ καὶ τὴν τῆς ἐνεργείας βλάβην ἑκάστου τῶν βεβλαμμένων παρὰ τὸ κατὰ φύσιν, ὅταν εἰς αἰσθητὸν ἥκῃ μέγεθος, ἤδη νόσον ἡμῖν εἶναι νομιστέον, οὐδὲν ὡς πρὸς τὰ παρόντα διαφέροντος οὐδἐνταῦθα, πότερον αὐτὰς τὰς βεβλαμμένας ἐνεργείας τὸ νόσημα εἶναι λέγει τις, τὰς διαθέσεις, ὑφὧν βλάπτονται, ὥσπερ οὐδεἰ διαθέσεις τις κατασκευὰς ὀνομάζειν ἐθέλει. διῄρηται γὰρ ἡμῖν ἑτέρωθι καὶ περὶ τῶνδε, καὶ δέδεικται κατὰ τὰς διαθέσεις τε καὶ κατασκευὰς τοῦ σώματος θὑγεία καὶ νόσος, οὐ κατὰ τὰς ἐνεργείας τε καὶ τὰς βλάβας αὐτῶν συνιστάμεναι. ἀλλὰ πρός γε τὸ φυλάττειν ὑγείαν ἰᾶσθαι τὰς νόσους οὐδὲν ἐκ τῆς τούτων ἀκριβείας ὀνινάμεθα. μόνον γὰρ ἀρκεῖ διαγινώσκειν, ὡς μὲν κατασκευὴ τοῦ σώματος, αἰτίας ἔχουσα λόγον ὡς πρὸς τὴν ἐνέργειαν, σκοπὸς τῆς ὑγιεινῆς τε καὶ θεραπευτικῆς τέχνης ἐστί· ταύτην γὰρ ἡμῖν φυλάττειν μὲν ὑπάρχουσαν πρόκειται, δημιουργεῖν δὲ ἀπολλυμένην· αἱ δὲ ἐνέργειαι κατἀνάγκην ἕπονται, ταῖς μὲν χρησταῖς κατασκευαῖς ἄμεμπτοι, ταῖς δοὐ τοιαύταις μοχθηραί. ὥστ’, ἐπειδήπερ φυλάττομεν καὶ δημιουργοῦμεν αὐτοὶ, διάθεσίς τίς ἐστι καὶ κατασκευὴ τοῦ σώματος, ἕπεται δἐξ ἀνάγκης αὐτῇ τῶν ἐνεργειῶν τελειότης, οὐδὲν ἔτι χρὴ πρὸς τὰ παρόντα, πότερον ἐν τῷ τῶν ἐνεργειῶν τῷ τῶν κατασκευῶν γένει θετέα ἐστὶν ὑγίειάν τε καὶ νόσον, ἐπισκοπεῖσθαι. λαβόντες δἐξ ὑποθέσεως, δέον εἶναι φυλάττειν τῆς κατὰ φύσιν τοῦ σώματος ἡμῶν κατασκευῆς ἐκεῖνα, διὧν ἐνεργοῦμεν, ἀναμνήσαντές τε πάλιν, ὡς τῶν ὁμοιομερῶν εὐκρασία τε καὶ τῶν ὀργανικῶν διάπλασις καὶ θέσις ἀριθμός τε καὶ πηλικότης τὰ τῶν ἐνεργειῶν ἐστιν αἴτια, καὶ ὡς ἐν πλάτει ταῦτα πάντα ἐστὶ, καὶ ὡς καθἕκαστον ἄνθρωπον ἴδια, τῶν ἐφεξῆς ἐχώμεθα. μεγάλην δεἰς αὐτὰ χρείαν γνῶσις τοῦ πλάτους αὐτῶν παρέχεται. τῆς γὰρ εὐκρασίας διττῆς οὔσης, τῆς μὲν ὡς πρὸς ἐπίνοιαν μᾶλλον μόνιμον ὕπαρξιν, ὥς γἐν ζώου σώματι, τῆς δὲ ὑπαρχούσης τε καὶ φαινομένης ἐν ἅπασιν τοῖς ὑγιαίνουσιν, αὐτὴν πάλιν ἡμᾶς χρὴ τέμνειν τὴν φαινομένην· εὑρεθήσεται γὰρ οὐ μικρὰ τῶν ἐν αὐτῇ διαφορά. μάθοις δἂν, ὡς ἔστιν ἀληθὲς τὸ λεγόμενον, ἐκ τῶν ἡλικιῶν μάλιστα. τῆς γὰρ τῶν μειρακίων ἡλικίας ἀρίστης οὔσης ὡς πρὸς τὰς καθὁρμὴν ἐνεργείας, τῶν βρεφῶν διὑγρότητα χείρων ἐστὶν, δὲ τῶν γερόντων διὰ ξηρότητά τε καὶ ψύξιν. ἐν μέντοι ταῖς ἄλλαις ἐνεργείαις ταῖς φυσικαῖς ὀνομαζομέναις, οἷον αὐξήσεσί τε καὶ πέψεσι, καὶ ἀναδόσεσι καὶ θρέψεσι, τὰ βρέφη τῶν κατὰ τὰς ἄλλας ἡλικίας ἁπάσας ἀμείνω. ἀλλὅμως οὐδὲν κωλύονται πάντες οἱ κατὰ πάσας τὰς ἡλικίας ὑγιαίνειν. ὡς οὖν ἐπὶ τῶν ἡλικιῶν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον εὑρήσεις καὶ ἐπὶ τῶν φύσεων αὐτῶν ἀμήχανον οὖσαν τὴν διαφορὰν ἐν ταῖς κράσεσιν· ὥστε, εἰ οὕτως ἔτυχε, δυοῖν παίδοιν τὴν αὐτὴν ἡλικίαν ἀγόντων, τὸν μὲν ὑγρότερον εἶναι θατέρου πολλῷ, τὸν δὲ ξηρότερον, ὡσαύτως δὲ τὸν μὲν θερμότερον, τὸν δὲ ψυχρότερον. ἐν όσοις δὴ τοῖς σώμασιν ὑπάρχει τὸ πολλῷ τοῦ προσήκοντος ἤτοι θερμοτέροις, ψυχροτέροις, ὑγροτέροις, ξηροτέροις εἶναι, ἐν τούτοις οὐκ ἔστιν ἄμεμπτος κρᾶσις· ἐν ὅσοις δὲ ὑπάρχει τις διαφορὰ τοῦ κάλλιστα κεκραμένου, οὐ μὴν αἰσθητὴ διὰ σμικρότητα, τοῦθὡς πρὸς τὴν χρείαν ἐν ἴσῃ χώρᾳ τιθέμεθα τοῖς ἀρίστοις· ὥστεἶναι τῆς κατὰ πλάτος ὑγείας τὴν μὲν εὔκρατόν τε καὶ ἄμεμπτον ὡς πρὸς αἴσθησιν, τὴν δοἷον δύσκρατόν τε καὶ μεμπτήν. ἐναργέστατα δὲ τοῦ λεγομένου γνωρίσματα παρέχουσιν αἱ κατἰσχνότητα καὶ πολυσαρκίαν διαφοραὶ τῶν σωμάτων· ἀναγκαῖον γάρ που τὰς ἐναντίας ἕξεις ἐναντίαις ἕπεσθαι κράσεσιν. ὥσπερ οὖν οὐκ ἐπαινοῦμεν οὔτε τὸ ἄγαν ἰσχνὸν, οὔτε τὸ πάνυ παχὺ σῶμα, κατὰ τὸν αὐτὸν τρόπον οὔτε τὰς κράσεις αὐτῶν ἐπαινέσομεν, εἰ καὶ ὅτι μάλιστα βλέποιμεν ἀμφοτέρους ὑγιαίνοντας. αἱ δἐν τῷ μέσῳ τούτων ἕξεις τῶν εὐσάρκων ὀνομαζομένων, ὥσπερ αὗται σύμμετροί τε καὶ ἄμεμπτοι τὴν ἰδέαν εἰσὶ, ἕπονται συμμέτροις τε καὶ ἀμέμπτοις κράσεσι. τὰς τοίνυν τοιαύτας φύσεις ὡς μὲν πρὸς τὴν ἀκριβεστάτην ἀλήθειαν οὐδαὐτὰς εὐκράτους ἄν τις εἴποι, κατά γε τὴν ἁπλῆν καὶ τελείαν εὐκρασίαν, ὡς μέντοι πρὸς τὴν αἴσθησίν τε καὶ πρὸς τὴν χρείαν ἀμέμπτους τε καὶ ἀρίστους χρὴ τίθεσθαι. τεκμήριον δὲ ἐναργέστατον, ὅτι μηδαὐτὰ τὴν ἀκριβεστάτην ἔχουσιν εὐκρασίαν, ἐκ τοῦ μηδέποτε μένειν αὐτὰς ὡσαύτως ἐχούσας, ἀλλὰ πρῶτον μὲν δέχεσθαι τὴν καθἡλικίαν μεταβολὴν, οὐδέποτε ἐν ταὐτῷ μενούσης οὐδεμιᾶς ἡλικίας, ἀλλἀεὶ πρὸς τὸ ξηρότερον ἰούσης, δευτέραν δὲ τὴν καθὕπνον τε καὶ ἐγρήγορσιν, ἡσυχίαν τε καὶ κίνησιν, αὐτῶν τε τῶν κινήσεων τὰς διαφορὰς, ἔτι τε πρὸς ταύταις τὴν τοῦ πεινᾷν, διψῇν, ἐσθίειν, πίνειν, ἐμπεπλῆσθαι σιτίων, πόματος προσδεῖσθαι· καὶ πρὸς τούτοις ἔτι καὶ λουτρὰ, καὶ θυμοὶ, καὶ φροντίδες, καὶ λῦπαι, καὶ πάνθὅσα τοιαῦτα μονονουχὶ καθἑκάστην ῥοπὴν ὑπαλλάττοντα τὴν κρᾶσιν. οὔκουν χρὴ ζητεῖν ἐν τοσαύτῃ μεταβολῇ τὴν ἀκριβῶς ἀρίστην κρᾶσιν. εἰ γὰρ καὶ συνέπεσέ ποτε καθἡντιναοῦν ἀρίστην φύσιν, ἀλλοὐκ ἔμεινέ γε οὐδἀκαρῆ. ὥστε γἐμοὶ καὶ θαυμάζειν ἐπέρχεται τὴν δόξαν τῶν ἀνδρῶν, ὅσοι τὴν ὑγίειάν τε καὶ εὐκρασίαν ἀπλατῆ τε καὶ μίαν εἶναι νομίζουσιν, εἰ δέ τι παρὰ ταύτην ἐστὶν, οὐδὑγείαν εἶναί φασιν, τήν τε ἀειπάθειαν ἐσφέροντες οὐκ αἰσθάνονται περὶ πράγματος μηδέποτε γεγονότος ἐν ζώου σώματι ποιούμενοι τὸν λόγον, μηδἐλάχιστον ὑπομένοντος, εἰ καί ποτε γένοιτο.
§6–8
§6 Τούτοις μὲν οὖν, ἣν ὀνειρώττουσιν ὑγίειαν, ἀπολείπωμεν φυλάττειν, ἡμεῖς δἐπὶ τὰς φαινομένας ἀφικώμεθα, καὶ διττὴν αὐτῶν θέμενοι τὴν οὐσίαν, ἣν δὴ νῦν πέπαυμαι λέγων, ἴδιον ἑκατέρας σκοπὸν ἀποδῶμεν, ἐπὶ μὲν τῆς ἀμέμπτου τὴν ἀκριβῆ φυλακὴν ὡς πρὸς αἴσθησιν, ἐπὶ δὲ τῆς μεμπτῆς τὴν οὐκ ἀκριβῆ. πειρᾶσθαι γὰρ χρὴ τὰς ὑγιεινὰς δυσκρασίας ἐπανορθοῦσθαι, τὰς μὲν ξηροτέρας τοῦ δέοντος φύσεις ὑγροτέρας ἐργαζομένους, ὅσαι δὲ ὑγρότεραι, ξηραίνοντας, οὕτω δὲ καὶ τῶν μὲν θερμοτέρων καθαιροῦντας τὴν ὑπερβολὴν, τῶν δὲ ψυχροτέρων καὶ τούτων κολάζοντας τὴν ἀμετρίαν. ὁποίοις δἄν τις ὑγιεινοῖς διαιτήμασιν ἐργάζοιτο ταῦτα, προϊὼν λόγος δείξει. πρότερον γάρ με χρὴ διελθεῖν, ὅπως ἄν τις τῆς ἀρίστης φύσεως διαφυλάττοι τὴν ὑγίειαν, ἔτι δὲ τούτου πρότερον, ἥτις ποτέ ἐστιν ἀρίστη κατασκευὴ τοῦ σώματος, ἀναμνήσωμεν. ἔστι δὲ δήπου κατὰ μὲν τὴν οὐσίαν αὐτὴν τοῦ πράγματος ἐξηγουμένοις εὐκρατοτάτη τε ἅμα καὶ τὴν διάπλασιν τῶν μορίων ἀκριβῶς ἁρμόττουσαν ταῖς ἐνεργείαις αὐτῶν ἔχουσα, καὶ πρὸς τούτοις ἔτι τὸν ἀριθμὸν ἅπαντα, καὶ τὰ μεγέθη, καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ἁπάντων αὐτῶν χρηστὴν ταῖς ἐνεργείαις παρεχομένη. κατὰ δὲ τὰ γνωρίσματα τὸ ἀκριβῶς εὔσαρκον σῶμα τοιοῦτόν ἐστιν, μέσον ἔφην ὑπάρχειν ἰσχνοῦ τε καὶ πολυσάρκου· πολύσαρκον παχὺ λέγειν οὐ διοίσει. οὕτω δὲ καὶ τῶν ἄλλων ὑπερβολῶν ἀκριβῶς μέσον ἐστὶ τὸ τοιοῦτον, ὥστε μήτε λάσιον αὐτὸ δύνασθαι εἰπεῖν τινα, μήτε ψιλὸν τριχῶν, ἀλλὰ μήτε μαλακὸν, μήτε σκληρὸν, λευκὸν, μέλανα, εὐρύφλεβον, ἄφλεβον, θυμικὸν, ἄθυμον, ὑπνῶδες, ἀγρυπνητικὸν, ἀμβλὺ τὴν διάνοιαν, πανοῦργον, ἀφροδισιαστικὸν, τοὐναντίον. εἰ δὲ πᾶσιν τοῖς μέρεσιν ἀκριβῶς μέσον τῶν ὑπερβολῶν ἁπασῶν, ἔστι μὲν δήπου τὸ κάλλιστον ὀφθῆναι τὸ τοιοῦτον, ὡς ἂν σύμμετρον ὑπάρχον, εἰς ἅπαντάς τε τοὺς πόνους ἐπιτήδειον. ἕξει δὲ καὶ τὰ ἄλλα πάντα γνωρίσματα τῆς καθἕκαστον μόριον εὐκρασίας, ἅπερ ἐν τῷ δευτέρῳ περὶ κράσεων εἴρηται γράμματι. πολλὰ γὰρ τῶν σωμάτων εὔκρατα μὲν, εἰ τύχοι, ταῖς κεφαλαῖς ἐστι, δύσκρατα δὲ θώραξι, τοῖς κατὰ γαστρός τε καὶ τὰ γεννητικὰ μόρια. τινῶν δὲ ἐν τοῖς κώλοις ἐστὶν δυσκρασία, καὶ πολλοῖς καθἕν τι τῶν σπλάγχνων, τι μόριον ἕτερον ἓν, πλείω, καθάπερ οὖν καὶ περί τινα πλείω τῶν σπλάγχνων ἐνίοις ἐστὶν δυσκρασία. πολλοῖς δὲ ἐφώρασα καὶ κατά τι τῶν ὀργανικῶν μορίων δύο κράσεις ὑπαρχούσας, ὥστε, εἰ τύχοι, τὸ μὲν ἄλλο κύτος τῆς γαστρὸς ἅπαν ἑτέρας εἶναι κράσεως, ἤτοι χρηστῆς μοχθηρᾶς, ἑτέρας δὲ μόνον αὐτῆς τὸ στόμα. περὶ μὲν δὴ τούτων ἐν ταῖς μοχθηραῖς τῶν σωμάτων κατασκευαῖς εἰρήσεται.
§7 Περὶ δὲ τῆς ἀρίστης ἤδη λέγωμεν, ἧς ἕκαστον μόριον ἄμεμπτον ἔχει τὴν σύμπασαν οὐσίαν. δή τοιοῦτος ἄνθρωπος, ὑπὸ τὴν ὑγιεινὴν ἀγόμενος τέχνην, εὐτυχὴς μὲν ἂν εἴη τις, εἰ μετὰ τὴν πρώτην ἀποκύησιν ἐπιστατοῖτο πρὸς αὐτῆς· οὕτω γὰρ ἄν τι καὶ εἰς τὴν ψυχικὴν ὀνίναιτο, τῆς χρηστῆς διαίτης ἤθη χρηστὰ παρασκευαζούσης· οὐ μὴν ἀλλὰ καὶ εἰ κατὰ τινα τῶν ἑξῆς ἡλικιῶν εἰς χρείαν τῆς τέχνης ἀφίκοιτο, καὶ οὕτως ὀνήσεται τὰ μέγιστα. εἰρήσεται δὲ πρῶτον μὲν, ὡς ἄν τις ἐξ ἀρχῆς παραλαβὼν ἄνθρωπον τοιοῦτον ὑγιαίνοντα διὰ παντὸς ἀποδείξειε τοῦ βίου, πλὴν εἰ μή τι τῶν ἔξωθεν αὐτῷ συμπίπτοι βίαιον, οὐδὲν γὰρ τοῦτό γε πρὸς τὸν τῆς ὑγιεινῆς τέχνης ἐπιστήμονα· δεύτερον δὲ, ὅπως ἄν τις, εἰ καὶ μὴ νεογενὲς εἴη τὸ παιδίον, ἀλλἤδη παιδεύεσθαι δυνάμενον, ἐπιστατήσειεν αὐτοῦ· καὶ οὕτως καθἑκάστην τῶν ἄλλων ἡλικιῶν. τὸ τοίνυν νεογενὲς παιδίον, τοῦτο δὴ τὸ ἄμεμπτον ἁπάσῃ τῇ παρασκευῇ, πρῶτον μὲν σπαργανούσθω, συμμέτροις ἁλσὶν περιπαττόμενον, ὅπως αὐτοῦ πυκνότερον καὶ στεῤῥότερον εἴη τὸ δέρμα τῶν ἔνδον μορίων. ἐν γὰρ τῷ κυΐσκεσθαι πάνθὁμοίως ἦν μαλακὰ, μήτε ψαύσαντος αὐτοῦ τινος ἔξωθεν σκληροτέρου σώματος, μήτἀέρος ψυχροῦ προσπεσόντος, ὑφὧν συναγόμενόν τε καὶ πιλούμενον γένοιτἂν αὑτοῦ τε καὶ τῶν ἄλλων μορίων σκληρότερόν τε καὶ πυκνότερον. ἐπειδὰν δἀποκυηθῇ, ἐξ ἀνάγκης ὁμιλεῖν μέλλει καὶ κρύει καὶ θάλπει καὶ πολλοῖς σκληροτέροις ἑαυτοῦ σώμασι. προσήκει διὰ ταῦτα τὸ σύμφυτον αὐτῷ σκέπασμα παρασκευασθῆναί πως ὑφἡμῶν ἄριστον εἰς δυσπάθειαν. ἱκανὴ δὲ διὰ μόνων τῶν ἁλῶν παρασκευὴ τοῖς γε κατὰ φύσιν ἔχουσι βρέφεσι. ὅσα γὰρ ἤτοι μυρίνης φύλλων ξηρῶν περιπαττομένων, τινος ἑτέρου τοιούτου δεῖται, μοχθηρῶς δή που διάκειται. πρόκειται δἡμῖν τό γε νῦν εἶναι περὶ τῶν ἄριστα κατεσκευασμένων τὸν λόγον ποιεῖσθαι. ταῦτοὖν, ὡς εἴρηται, σπαργανωθέντα γάλακτί τε χρήσθω τροφῇ, καὶ λουτροῖς ὑδάτων χρηστῶν, ὑγρᾶς γὰρ χρῄζει τῆς συμπάσης διαίτης, ἅτε καὶ τὴν κρᾶσιν ὑγροτέραν ἔχοντα τῶν ἐν ταῖς ἄλλαις ἡλικίαις. ἔοικε δὲ τοῦτο πρῶτον εὐθὺς ἥκειν σκέμμα τῶν ἀναγκαίων εἰς δίαιταν ὑγιεινήν. εἰσὶ γὰρ οἳ νομίζουσιν, ἀεὶ δεῖσθαι ξηραίνεσθαι τὰς ὑγροτέρας φύσεις, ὥσπερ γε καὶ θερμαίνεσθαι μὲν τὰς ψυχροτέρας, ὑγραίνεσθαι δὲ τῆς ξηροτέρας, ψύχεσθαι δὲ τὰς θερμοτέρας· ὑπὸ γὰρ τῶν ὁμοίων ἑκάστην τῶν ἀμετριῶν αὐξάνεσθαι, κολάζεσθαι δὲ καὶ καθαιρεῖσθαι πρὸς τῶν ἐναντίων, ἑνὶ δὲ λόγῳ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα. ἐχρῆν δὲ αὐτοὺς μὴ τοῦτο μόνον Ἱπποκράτους ἀνεγνωκέναι τε καὶ μνημονεύειν, ὡς τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα, ἀλλὰ κἐκεῖνα, διὧν φησιν· αἱ ὑγραὶ πᾶσαι δίαιται τοῖς πυρετταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι, καὶ τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι. φαίνεται γὰρ ἐνταῦθα παράλληλα θεὶς ἐφεξῆς τρία, νόσημά τε καὶ ἡλικίαν καὶ ἔθος. ἀπὸ μὲν οὖν τοῦ νοσήματος ἔνδειξιν λαμβάνει τῶν ἐναντίων, ἀπὸ δὲ τῆς ἡλικίας τε καὶ τοῦ ἔθους τῶν ὁμοίων. τῷ μὲν γὰρ πυρετῷ (νόσημα δέ ἐστι τοῦτο θερμὸν καὶ αὐχμῶδες) αἱ ὑγραὶ δίαιται χρησταί· τοῖς δὲ παιδίοις (οὐ γὰρ νόσημα τούτοις γε, ἀλλὰ κατὰ φύσιν ἡλικίαν) τὸ ὁμοιότατον ὠφελιμώτατον. οὕτω δὲ καὶ τοῖς ἔθεσιν, ὡς ἂν καὶ αὐτοῖς ἐπικτήτους τινὰς ἐν τοῖς σώμασι φύσεις ἐργαζομένοις, τῶν ἐναντίων προσφορὰ βλαβερωτάτη. καὶ δεόντως τοῖς μὲν κατὰ φύσιν ἔχουσι σώμασι φυλάττεσθαι χρὴ τὴν οἰκείαν ἕξιν, τοῖς δὲ νοσοῦσιν ἀλλοιοῦσθαί τε καὶ πρὸς τοὐναντίον ἐπάγεσθαι. φυλάττεται μὲν οὖν ἕκαστον ὑπὸ τῶν ὁμοίων, ἀλλοιοῦται δὲ ὑπὸ τῶν ἐναντίων. οὔκουν ξηραίνειν χρὴ τοὺς παῖδας, ὅτι μὴ παρὰ φύσιν αὐτοῖς ὑγρότης, ὥσπερ ἐν βράγχοις τε καὶ κορύζαις καὶ κατάῤῥοις, ἀλλἐν τοῖς φύσει διαιτᾷν, ὑγραίνοντά τε λουτροῖς ποτίμων ὑδάτων, (ὅσα γὰρ ἐμφαίνει τινὰ φαρμακώδη ποιότητα, ξηραίνει πάντα, καθάπερ τὰ θειώδη, καὶ ἀσφαλτώδη, καὶ στυπτηριώδη,) καὶ τροφὴν καὶ ποτὰ παρέχοντα ὅτι μάλιστα κράσεως ὑγροτάτης. οὕτω καὶ φύσις αὐτὴ προὐνοήσατο τῶν παίδων, τροφὴν ὑγρὰν αὐτοῖς παρασκευάσασα τὸ γάλα τῆς μητρός. ἄριστον μὲν οὖν ἴσως καὶ τοῖς ἄλλοις ἅπασι βρέφεσι τὸ τῆς μητρός ἐστι γάλα, πλὴν εἰ μὴ τύχῃ νενοσηκὸς, οὐχ ἥκιστα δὲ καὶ τῷ τῆς ἀρίστης κράσεως, ὑπὲρ οὗ νῦν λόγος ἐστί. εἰκὸς γάρ που τῆς τούτου μητρὸς ἄμεμπτον εἶναι τό τε σύμπαν σῶμα καὶ τὸ γάλα. ἐξ αἵματος μὲν οὖν ἔτι κυουμένοις ἡμῖν τροφή· ἐξ αἵματος δὲ καὶ τοῦ γάλακτος γένεσις, ὀλιγίστην μεταβολὴν ἐν μαστοῖς προσλαβόντος. ὥσθὅσα παιδία τῷ τῆς μητρὸς γάλακτι τρέφεται, συνηθεστάτῃ τε ἅμα καὶ οἰκειοτάτῃ χρῆται τροφῇ. φαίνεται δὲ οὐ μόνον παρασκευάσασα τὴν τοιαύτην τροφὴν φύσις τοῖς βρέφεσιν, ἀλλὰ καὶ δυνάμεις αὐτοῖς εὐθὺς ἐξ ἀρχῆς συμφύτους παρασχοῦσα ἕνεκα τῆς χρήσεως αὐτοῦ. καὶ γὰρ καὶ γεννηθεῖσι εἴ τις ἐνθείη παραχρῆμα τῷ στόματι τὴν θηλὴν τοῦ μαστοῦ, βδάλλει τε τὸ γάλα καὶ καταπίνει προθυμότατα· καὶ ἢν ἀνιώμενά τε καὶ κλαυθμυριζόμενα τύχῃ, τῆς λύπης αὐτοῖς οὐκ ἐλάχιστον ἴαμα τιτθὸς τῆς τρεφούσης ἐστὶν ἐντιθέμενος τῷ στόματι. τρία γὰρ οὖν ἤδη ταῦτα ταῖς τροφοῖς ἐξεύρηται τῶν παιδίων τῆς λύπης ἰάματα τῇ πείρᾳ διδαχθείσαις, ἓν μὲν τὸ νῦν δὴ λεγόμενον, ἕτερα δὲ δύο, κίνησίς τε μετρία καὶ φωνῆς ἐμμέλειά τις, οἷς χρώμεναι διαπαντὸς οὐ καταπραΰνουσι μόνον, ἀλλὰ καὶ εἰς ὕπνοι αὐτὰ ἀπάγουσι, δηλούσης αὖ κᾀν τῷδε τῆς φύσεως, ὅτι πρὸς μουσικὴν καὶ γυμναστικὴν οἰκείως διάκεινται. καὶ ὅς τις οὖν ἱκανός ἐστι καλῶς χρῆσθαι ταῖς τέχναις ταύταις, οὗτος καὶ σῶμα καὶ ψυχὴν παιδεύσει κάλλιστα.
§8 Ταῖς γοῦν τροφοῖς αἱ τῶν παιδίων κινήσεις ἔν τε λίκνοις καὶ σκίμποσι καὶ ταῖς σφῶν αὐτῶν ἀγκάλαις ἐξεύρηνται. καί πως τοῦθἕτερον ἡμῖν σκέμμα πρὸς ὑγιείας τήρησιν ἀναγκαιότατον, Ἀσκληπιάδου μὲν ἄντικρυς κᾀκ τοῦ φανερωτάτου κατεγνωκότος γυμνασίων, Ἐρασιστράτου δὲ ἀτολμότερον μὲν ἀποφῃναμένου, τὴν δαὐτὴν Ἀσκληπιάδῃ γνώμην ἐνδεικνυμένου, τῶν δἄλλων σχεδὸν ἁπάντων ἰατρῶν ἐπαινούντων οὐ πρὸς εὐεξίαν μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν αὐτά. τριττὰ δἐστὶ γένη τά γε πρῶτα τῶν γυμνασίων, ὅσαι περ καὶ αἱ τῶν κινήσεων διαφοραί· γὰρ ἐξ ἑαυτῶν, ὑφἑτέρων, διὰ φαρμάκων κινούμεθα. τὸ μὲν δὴ τρίτον εἶδος τῆς κινήσεως οὐδαμῶς ὑγιαίνουσι πρέπον· δὑφἑτέρου κίνησις ἐν τῷ πλεῖν, καὶ ἱππεύειν, καὶ ὀχεῖσθαι, καὶ, ὡς ἀρτίως λέλεκται, διά τε λίκνων καὶ σκιμπόδων καὶ ἀγκαλῶν γίνεται. τοῖς μὲν οὖν νεογενέσι παιδίοις οὔπω δεῖ κινήσεως τηλικαύτης, ἡλίκη διά τε τῶν ὀχημάτων καὶ πλοίων καὶ τοῖς ἱππαζομένοις γίνεται· τοῖς δἤδη τὸ τρίτον τὸ τέταρτον ἔτος ἀπὸ τῆς πρώτης γενέσεως ἄγουσιν ἐγχωρεῖ καὶ διὀχημάτων καὶ πλοίων κινεῖσθαι τὸ μέτρια· ἑπταετῆ δὲ γινόμενα τὰ παιδία καὶ τῶν ἰσχυροτέρων ἀνέχεται κινήσεων, ὥστε καὶ ἱππεύειν ἐθίζεσθαι. διἑαυτῶν δὲ κινεῖσθαι τὰ παιδία τηνικαῦτα δύναται πρῶτον, ὅταν ἕρπειν ἀπάρξηται, καὶ μᾶλλον, ἐπειδὰν βαδίζειν· μὴ βιάζεσθαι δὲ αὐτὰ πρὸ τοῦ δέοντος, ὅπως μὴ διαστραφείη τὰ κῶλα. δηλοῖ δὲ κᾀν τῷδε τῆς ἡλικίας, εἰς ὅσον φύσις ἡμῶν ᾠκείωται γυμνασίοις. οὐ γὰρ ἂν, οὐδεἰ κατακλείσαις παιδία, οἷός τε εἴης κωλύειν διαθέειν τε καὶ σκιρτᾷν ὡσαύτως γε τοῖς πώλοις τε καὶ τοῖς μόσχοις. ἱκανὴ γὰρ φύσις ἐν ἅπασι τοῖς ζώοις ὁρμὰς οἰκείας ἐνθεῖναι πρὸς ὑγίειάν τε καὶ σωτηρίαν. ἀλλοἱ περὶ τὸν Ἀσκληπιάδην οὐδὲν τούτων ἐννοήσαντες ἐπὶ πολλῆς σχολῆς σοφίσματα πλέκουσιν, ἐπιδεικνύναι πειρώμενοι τὰ γυμνάσια μηδὲν εἰς ὑγίειαν συντελοῦντα. πρὸς ἐκείνους μὲν δὴ καὶ αὖθις εἰρήσεται τὰ εἰκότα, ὡς τῆς ἀδολεσχίας ἐπὶ τέλους εἰρησομένης· πρόκειται γάρ μοι νῦν οὐ σοφιστῶν ἀδολεσχίας ἐλέγχειν, ἀλλαὐτὸ τὸ χρήσιμον εἰς ὑγίειαν ἐκδιδάσκειν. ἐπὶ δὲ τοὺς παῖδας ἐπάνειμι τοὺς ἄριστα κατεσκευασμένους τὰ σώματα. τούτους δὲ εἰκὸς εἶναί που καὶ τὸ τῆς ψυχῆς ἦθος ἀμέμπτους· ὡς, ὅσοι γε θυμικώτεροι τοῦ δέοντός εἰσιν, ἀθυμότεροι, εὐαισθητότεροι, ἀναισθητότεροί τινες, λιχνότεροι τοῦ προσήκοντος, ἀνάγκη τούτους οὐκ ὀρθῶς κεκρᾶσθαι τοῖς μέρεσιν ἐκείνοις τοῦ σώματος, οἷς ἐνεργοῦμεν ἕκαστα τῶν εἰρημένων. γέγραπται δὲ ὑπὲρ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν. ἀλλ γε νῦν ἡμῖν προκείμενος ἐν τῷ λόγῳ παῖς ἄριστός ἐστι τὰ πάντα. τούτου τοίνυν ἐπανορθοῦσθαι μὲν οὐδὲν χρὴ τῶν ἠθῶν τῆς ψυχῆς, φυλάττειν δ’, ὅπως μὴ διαφθαρῇ. φυλάττεται δὲ ἅπαν ὑπὸ τῶν αὐτῶν κατὰ γένος, ὑφὧν περ καὶ διαφθείρεται. διαφθείρεται δὲ τὸ τῆς ψυχῆς ἦθος ὑπὸ μοχθηρῶν ἐθισμῶν ἐν ἐδέσμασί τε καὶ πόμασι, καὶ γυμνασίοις, καὶ θεάμασι, καὶ ἀκούσμασι, καὶ τῇ συμπάσῃ μουσικῇ. τούτων τοίνυν ἁπάντων ἔμπειρον εἶναι χρὴ τὸν τὴν ὑγιεινὴν μετιόντα, καὶ μὴ νομίζειν, ὡς φιλοσόφῳ μόνῳ προσήκει πλάττειν ἦθος ψυχῆς· ἐκείνῳ μὲν γὰρ διἕτερόν τι μεῖζον τὴν αὐτῆς τῆς ψυχῆς ὑγίειαν, ἰατρῷ δὲ ὑπὲρ τοῦ μὴ ῥᾳδίως εἰς νόσους ὑποφέρεσθαι τὸ σῶμα. καὶ γὰρ θυμὸς καὶ κλαυθμὸς, καὶ ὀργὴ, καὶ λύπη, καὶ πλεῖον τοῦ δέοντος φροντὶς, ἀγρυπνία τε πολλὴ ἐπαὐτοῖς γινομένη πυρετοὺς ἀνάπτουσι, καὶ νοσημάτων μεγάλων ἀρχαὶ καθίστανται, ὥσπερ καὶ τοὐναντίον ἀργία διανοίας, καὶ ἄνοια, καὶ ψυχὴ παντάπασι ῥᾴθυμος ἀχροίας τε καὶ ἀτροφίας ἐργάζεται πολλὰς ἀῤῥωστίᾳ τῆς ἐμφύτου θερμότητος. χρὴ μὲν γὰρ φυλάττειν παντὸς μᾶλλον ἐν ὅροις ὑγιεινοῖς τὴν σύμφυτον ἡμῖν θερμότητα. φυλάττεται δὲ ὑπὸ τῶν συμμέτρων γυμνασίων, οὐ κατὰ τὸ σῶμα μόνον, ἀλλὰ κατὰ τὴν ψυχὴν γιγνομένων. αἱ δἄμετροι κινήσεις ἐν διαλογισμοῖς τε καὶ ἐπιθυμίαις καὶ θυμοῖς, αἱ μὲν ὑπερβάλλουσαι χολωδέστερον ἀποφαίνουσι τὸ ζῶον, αἱ δἐλλείπουσαι φλεγματικώτερον καὶ ψυχρότερον. καὶ δὴ καὶ ταῖς μὲν προτέραις ἕξεσιν οἵ τε πυρετοὶ καὶ ὅσα θερμότερα παθήματα, ταῖς δἑτέραις ἐμφράξεις καθἧπάρ τε καὶ σπλάγχνα, ἐπιληψίαι τε καὶ ἀποπληξίαι, καὶ συνελόντι φάναι, τὰ καταῤῥοϊκά τε καὶ ῥευματικὰ νοσήματα συμπίπτει πάντα. καὶ οὐκ ὀλίγους δἡμεῖς ἀνθρώπους νοσοῦντας ὅσα ἔτη διὰ τὸ τῆς ψυχῆς ἦθος ὑγιεινοὺς ἀπεδείξαμεν, ἐπανορθωσάμενοι τὴν ἀμετρίαν τῶν κινήσεων. οὐ σμικρὸς δὲ τοῦ λόγου μάρτυς καὶ πάτριος θεὸς ἡμῶν Ἀσκληπιὸς, οὐκ ὀλίγας ᾠδάς τε γράφεσθαι καὶ μίμους γελοίων καὶ μέλη τινὰ ποιεῖν ἐπιτάξας, οἷς αἱ τοῦ θυμοειδοῦς κινήσεις σφοδρότεραι γινόμεναι θερμοτέραν τοῦ δέοντος ἀπειργάζοντο τὴν κρᾶσιν τοῦ σώματος, ἑτέροις δέ τισιν, οὐκ ὀλίγοις οὐδὲ τούτοις, κυνηγετεῖν, καὶ ἱππάζεσθαι, καὶ ὁπλομαχεῖν. εὐθὺς δὲ τούτοις διωρίσατο τό τε τῶν κινήσεων εἶδος, οἷς τοῦτο προσέταξε, καὶ τὸ τῆς ὁπλίσεως, οἷς διὅπλων ἐκέλευσε τὰ γυμνάσια ποιεῖσθαι. οὐ γὰρ μόνον ἐπεγείρειν αὐτὸ τὸ θυμοειδὲς ἐβουλήθη, ἀῤῥωστότερον ὑπάρχον, ἀλλὰ καὶ μέτρον ὡρίσατο τῇ τῶν γυμνασίων ἰδέᾳ. οὐ γὰρ ὡσαύτως θήγεται τὸ θυμοειδὲς εἰς ἀγρίους σῦς, ἄρκτους, ταύρους, τι τῶν οὕτως ἀλκίμων θηρίων, ἐπὶ λαγωοὺς, δορκάδας, τι τῶν οὕτως δειλῶν, οὐδὡσαύτως ἐπί τε τῆς κούφης ὁπλίσεως καὶ τῆς βαρείας, ὥσπερ οὐδὲ ἐν τῷ θέειν ὠκέως, μετρίως κινεῖσθαι, καὶ μετὰ τοῦ φιλονεικεῖν ἑτέροις, καθἑαυτόν. οὕτως καὶ τὸ μὲν κεκραγότων τῶν ἐγκελευομένων τε καὶ παροξυνόντων ἐπὶ τοὺς πόνους σιωπώντων οὐκ ὀλίγον διαφέρει. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔπειτα λόγοις ἐπὶ πλέον εἰρήσεται. τὰ δὲ σμικρὰ παιδία, τὰ τὴν ἀρίστην ἔχοντα κρᾶσιν, (ὑπὲρ τούτων γὰρ λόγος ἦν,) οὐκ ὀλίγης ἐπιμελείας δεῖται πρὸς τὸ μηδεμίαν ἐν αὐτοῖς τῆς ψυχῆς ἄμετρον γίνεσθαι κίνησιν· ἅτε γὰρ οὐδέπω λόγῳ χρώμενα, τῷ κλαίειν τε καὶ κεκραγέναι, καὶ θυμοῦσθαι, καὶ κινεῖν ἀτάκτως ἑαυτὰ διασημαίνει τὴν ἀνίαν. ἡμᾶς οὖν χρὴ στοχαζομένους, ὅτου δεῖται, παρέχειν ἑκάστοτε τοῦτο, πρὶν αὐξηθῆναι αὐτῶν τὴν λύπην, εἰς σφοδροτέραν τε καὶ ἄτακτον κίνησιν ὅλην ἐμβαλεῖν τὴν ψυχὴν ἅμα τῷ σώματι· ἤτοι γὰρ ἐξ ἑαυτῶν ὀδαξούμενα, πρός τινος ἔξωθεν ἀνιώμενα, ἀποπατεῖν οὐρεῖν, ἐσθίειν πίνειν ἐθέλοντα κλαίει τε καὶ κινεῖται πλημμελῶς, ὥσπερ σφαδάζοντα. γένοιτο δἄν ποτε καὶ θάλπους ἐπιθυμεῖν αὐτὰ κρύει ταλαιπωρούμενα, καὶ ἀναψύξεώς τινος ὑπὸ θάλπους ἀμέτρου διοχλούμενα, καί ποτε μὴ φέροντα τὸ πλῆθος τῶν ἐπιβεβλημένων ἱματίων· ἀνιᾷ γὰρ δὴ καὶ τοῦτο πολλὰ οὐ σμικρὰ, καὶ μάλιστα κατὰ τὰς ἐπιστροφὰς ὅλου τοῦ σώματος, τὰς τῶν κώλων κινήσεις. ἀλλὰ καὶ αὐτὸ τὸ ἡσυχάζειν ἐπὶ πλέον οὐ σμικρῶς λυπηρόν· οὐδενὸς γὰρ ἀμετρίᾳ χαίρει ζῶον οὐδὲν, ἀλλἀεὶ τοῦ συμμέτρου χρῄζει. σύμμετρον δὲ οὐχ ἓν ἅπασιν, ἀλλἐν τῷ πρός τι πᾶσα συμμετρία. διὸ χρὴ τὸν ἐπιμελούμενον ἀνατροφῆς παιδίων, στοχαστικὸν ἀκριβῶς ὑπάρχοντα τοῦ συμμέτρου τε καὶ οἰκείου, παρέχειν ἑκάστοτε τοῦτο, πρὶν αὐξηθεῖσαν αὐτῷ τὴν λύπην εἰς ἀμετρίαν κινήσεως ἐμβαλεῖν τό τε σῶμα καὶ τὴν ψυχήν· εἰ δἄρα ποτὲ καὶ λάθοι τὸ λυποῦν αὐξηθὲν, ἐπανορθοῦσθαι πειρᾶσθαι τὴν λύπην αὐτῷ τε τῷ παρέχειν αὐτίκα τὸ ἐπιθυμηθὲν, ἐκκόπτειν τὸ ἀνιῶν, ἔτι τε τῇ κινήσει τῇ διὰ τῶν ἀγκαλῶν καὶ τοῖς μέλεσι τῆς φωνῆς, οἷς εἰώθασιν αἱ σοφώτεραι τῶν τροφῶν χρῆσθαι. ἔγωγοὖν ποτε, διὅλης ἡμέρας παιδίου κλαίοντός τε καὶ θυμουμένου, καὶ σφοδρῶς καὶ ἀτάκτως ἑαυτὸ μεταβάλλοντος, ἐξεῦρον τὸ λυποῦν, ἀπορουμένης τῆς τροφοῦ· ὡς γὰρ οὔτε πρὸς τὸν τιτθὸν ἐντεθειμένον, οὔτε προϊσχομένης αὐτὸ τῆς τρεφούσης, εἰ ἀποπατεῖν οὐρεῖν ἐθέλοι, καθίστατο, παρηγορεῖτο δοὐδὲν, οὐδὁπόταν ἐν ταῖς ἀγκάλαις ἐνθεμένη κατακλίνειν ἐπιχειρήσειεν, ἐθεασάμην δὲ τὴν στρωμνὴν αὐτοῦ καὶ τὰ περιβλήματά τε καὶ ἀμφιέσματα ῥυπαρώτερα, καὶ αὐτὸ τὸ παιδίον ἤδη ῥυπῶν τε καὶ ἄλουτον, ἐκέλευσα λοῦσαί τε καὶ ἀποῤῥύψαι, καὶ τὴν στρωμνὴν ὑπαλλάξαι, καὶ πᾶσαν τὴν ἐσθῆτα καθαρωτέραν ἐργάσασθαι· καὶ τούτων γινομένων, αὐτίκα μὲν ἐπαύσατο τῶν ἀμέτρων κινήσεων, αὐτίκα δὲ καθύπνωσεν ἥδιστόν τε καὶ μακρότατον ὕπνον. εἰς δὲ τὸ καλῶς ἐστοχάσθαι πάντων τῶν ἀνιώντων τὸ παιδίον οὐκ ἀγχινοίας μόνον, ἀλλὰ καὶ τῆς περὶ τὸ τρεφόμενον αὐτὸ συνεχῶς ἐμπειρίας ἐστὶ χρεία.
§9–12
§9 Ταῦτοὖν ἅπαντα περὶ τὸ παιδίον εἰς τρίτον ἔτος ἀπὸ τῆς πρώτης γενέσεως ἀξιῶ πραγματεύεσθαι, καὶ πρὸ τούτων ἔτι τῆς τρεφούσης αὐτὸ οὐ σμικρὰν ποιεῖσθαι πρόνοιαν, ἐδεσμάτων τε πέρι καὶ πομάτων, ὕπνων τε καὶ ἀφροδισίων, καὶ γυμνασίων, ὡς ἄριστον εἴη τὴν κρᾶσιν τὸ γάλα. γένοιτο δἂν τοιοῦτον, εἰ τὸ αἷμα χρηστότατον εἴη. ἔστι δὲ χρηστότατον τὸ μήτε πικρόχολον, μήτε μελαγχολικὸν, μήτε φλεγματῶδες, μήτὀῤῥώδει τινὶ μήθὑδατώδει συμμιγὲς ὑγρότητι. γεννᾶται δὲ τοιοῦτον ἐπί τε τοῖς συμμέτροις γυμνασίοις καὶ τροφαῖς εὐχύμοις ἅμα καὶ κατὰ καιρὸν τὸν προσήκοντα καὶ κατὰ μέτρα τὰ δέοντα λαμβανομέναις, ὥσπερ οὖν καὶ ἐν πόμασίν ἐστιν εὐκαίροις τε καὶ μετρίοις· ὑπὲρ ὧν ἁπάντων ἐν τοῖς ἔπειτα λόγοις ἀκριβῶς διορισθήσεται. ἀφροδισίων τε παντάπασιν ἀπέχεσθαι κελεύω τὰς θηλαζούσας παιδία γυναῖκας. αἵ τε γὰρ ἐπιμήνιοι καθάρσεις ἐρεθίζονται μιγνυμέναις ἀνδράσι, καὶ οὐκ εὐῶδες ἔτι μένει τὸ γάλα. καί τινες αὐτῶν ἐν γαστρὶ λαμβάνουσιν, οὗ βλαβερώτερον οὐδὲν ἂν εἴη παιδίῳ γάλακτι τρεφομένῳ. δαπανᾶται γὰρ ἐν τῷδε τὸ χρηστότατον τοῦ αἵματος εἰς τὸ κυούμενον. ἅτε γὰρ ἀρχὴν ζωῆς ἐν ἑαυτῷ ἰδίαν περιέχον, ὑπὸ ταύτης τε διοικεῖται καὶ διὰ παντὸς ἐπισπᾶται τὴν οἰκείαν τροφὴν, ὡσανεὶ ἐνεῤῥιζωμένον τε τῇ μήτρᾳ καὶ ἀχώριστον ὑπάρχον ἀεὶ, νύκτωρ τε ἅμα καὶ μεθἡμέραν. ἔλαττόν τε εἰκότως ἐν τῷδε καὶ φαυλότερον ἀποτελεῖται τὸ τῆς κυούσης αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ γάλα μοχθηρότερόν τε καὶ ὀλίγον ἐν τοῖς τιτθοῖς ἀθροίζεται. ὥστε ἔγωγε συμβουλεύσαιμι ἂν, εἰ κυήσειεν θηλάζουσα τὸ παιδίον, ἑτέραν ἐξευρίσκειν τροφὸν, ἐπισκεπτομένους τε καὶ δοκιμάζοντας αὐτῆς ἀκριβῶς τὸ γάλα γεύσει, καὶ ὄψει, καὶ ὀσφρήσει. καὶ γὰρ γευομένοις καὶ ὀσμωμένοις ἡδὺ, λευκόν τε καὶ ὁμαλὸν καὶ μέσως ἔχον ὑγρότητός τε καὶ πάχους ὀφθήσεται τὸ ἄριστον γάλα· τὸ δὲ μοχθηρὸν ἤτοι παχὺ, καὶ τυρωδέστατον, ὑγρὸν, καὶ ὀῤῥῶδες, καὶ πελιδνὸν, καὶ ἀνώμαλον ἐν συστάσει καὶ χροιᾷ, καὶ γευομένοις πικρότατον, καὶ ἅλμης τινος ἑτέρας ἀλλοκότου ποιότητος ἔμφασιν ἕξει· τὸ δὲ τοιοῦτον οὐδὲ πρὸς τὴν ὀσμὴν ἡδύ. ταῦτα μὲν ἔστω σοι γνωρίσματα μοχθηροῦ τε καὶ χρηστοῦ γάλακτος, οἷς τεκμαιρόμενος, ὅταν ἤτοι κύησις, καὶ νόσημά τί ἐστι περὶ τὴν μητέρα γενόμενον, ἐφἑτέραν τροφὸν ἰέναι, τὴν κρίσιν τε καὶ τὴν αἵρεσιν ποιεῖσθαι.
§10 Τρέφειν σε τὸ παιδίον γάλακτι μόνῳ· ἐπειδὰν δὲ φύσῃ τοὺς ἔμπροσθεν ὀδόντας, ἐθίζειν ἤδη πως αὐτὸ καὶ τῆς παχυτέρας ἀνέχεσθαι τροφῆς, ὥσπερ οὖν καὶ τοῦτο αὐτὸ τῇ πείρᾳ διδαχθεῖσαι ποιοῦσιν αἱ γυναῖκες· ἄρτου μέντοι πρῶτον, ἐφεξῆς δὀσπρίων τε καὶ κρεῶν, ὅσα τἄλλα τοιαῦτα, προμασώμεναι καὶ ἐντιθεῖσαι τοῖς στόμασι τῶν παιδίων. ἀνατρίβειν δὲ χρὴ τὸ σῶμα τῶν βρεφῶν ἐλαίῳ γλυκεῖ, καθάπερ τοῦτο ποιοῦσαι ἐπιτηδείως αἱ πλεῖσται τῶν τροφῶν εὐθὺς ῥυθμίζουσί τε καὶ διαπλάττουσι τὰ μόρια. ἀλλἐπί γε τοῦ νῦν κατὰ τὸν λόγον ὑποκειμένου παιδίου, τὴν κατασκευὴν τοῦ σώματος ἀμέμπτως ἔχοντος, οὐδὲν χρὴ περιεργάζεσθαι τὴν τροφὸν εἴς γε τὴν τῶν μελῶν εὐρυθμίαν, ἀλλἀνατρίβειν τε τὰ μέτρια, καὶ λούειν ὁσημέραι, καθόσον οἷόν τε, μὴ περιεχομένου γάλακτος ἀπέπτου κατὰ τὴν γαστέρα· κίνδυνος γὰρ ἀναληφθῆναι τοῦτο, πρὶν πεφθῆναι καλῶς, εἰς ὅλον τὸ σῶμα τοῦ παιδίου. πολὺ δὲ δὴ μᾶλλον, εἰ καὶ τὴν γαστέρα τις αὐτὴν ἀνατρίβοι γάλακτος μεστὴν, ἐμπλήσει τε τὸ σῶμα τροφῆς ἀπέπτου, πληρώσει τε τὴν κεφαλήν. διὸ χρὴ πολλὴν πρόνοιαν πεποιῆσθαι τοῦ μὴ λαμβάνειν τὴν τροφὴν τὸ παιδίον μήτε πρὸ λουτρῶν μήτε πρὸ ἀνατρίψεων. γίγνοιτο δἂν τοῦτο, παραφυλαττούσης τῆς τροφοῦ τὸν ἐπὶ τοῖς μακροτέροις ὕπνοις καιρόν. ἐν τούτῳ γὰρ μάλιστα τὴν κοιλίαν ἤτοι παντάπασιν κενὴν πεπεμμένην ἤδη τὴν τροφὴν περιέχουσαν εὑρεῖν ἔστιν. εἰ δ’, ὥσπερ νῦν, ποιοῦσι, βλάπτουσιν ἔνιαι μὲν τῶν τροφῶν, ἕνα τινὰ χρόνον ἀφορίσασαι τῆς ἡμέρας, ἔνιαι δ’, ὅταν σχολάσωσι, τὸ τηνικαῦτα προνοούμεναι· διότι πολλάκις καὶ ἀναγκαῖόν ἐστι βλάπτεσθαι τὰ παιδία ἤπερ ὠφελεῖσθαι. γὰρ ὑφἡμῶν ἀφοριζόμενος καιρὸς ἄλλοτε εἰς ἄλλον ἐμπίπτει χρόνον ἤτοι τῆς ἡμέρας, τῆς νυκτός. ἐπὶ μέντοι τῶν μειζόνων παιδίων, ὅσα καὶ πληγαῖς, καὶ ἀπειλαῖς, ἐπιπλήξεσί τε καὶ νουθετήσεσι πείθεται, καιρὸς ἂν εἴη διττὸς εἰς ἀνάτριψίν τε καὶ λουτρόν· μὲν πρότερός τε καὶ ἄριστος, ἐπειδὰν ἐξαναστάντα τῶν ἑωθινῶν ὕπνων, εἶτα παίξαντα, τροφὴν αἰτῇ. τότε γὰρ ἐπιτίθεσθαι μάλιστα τούτοις χρὴ, τὸ μὲν σῶμα πρὸς ὑγίειάν τε ἅμα καὶ εὐεξίαν ἀσκοῦντα, τὴν δὲ ψυχὴν εἰς εὐπείθειάν τε καὶ σωφροσύνην, οὐκ ἄλλως παρέξειν αὐτοῖς τὴν τροφὴν φάσκοντά σε, εἰ μὴ προθύμως ἐπακούσαιεν, εἰς ὅσον ἂν ἐθέλωμεν ἡμεῖς, ἀνατρίψει τε καὶ λουτροῖς. οὗτος μὲν οὖν ἄριστος καιρός. εἰ δέ τις ἀσχολία τὸν τρέφοντα τὸ παιδίον ἀπάγει, μέτριον ἄρτου δόντα, παίζειν ἐπιτρέπειν, εἰς ὅσον ἂν βούληται, κᾄπειταὖθις αἰτῆσαν αὐτὸ τηνικαῦτα τρίβειν τε καὶ λούειν. οὐ μὴν πίνειν γε ἐπιτρεπτέον ποτὲ αὐτοὺς πρὸ τῶν λουτρῶν ἐπὶ τοῖς σιτίοις· ἀθροωτέρα γὰρ ἂν οὕτως ἀνάδοσις εἰς τὸ σῶμα τῶν ἐν τῇ γαστρὶ περιεχομένων γίγνοιτο. χρὴ δὲ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων σωμάτων φυλάττεσθαι τοῦτο. μεμπτέαι γὰρ αἱ τοιαῦται διαθέσεις τε καὶ κατασκευαὶ τῶν σωμάτων εἰσὶν, ἐφὧν ἄμεινόν ἐστι πρὸ τῶν λουτρῶν διδόναι σιτία. καὶ διορισθήσεται περὶ αὐτῶν ἐν τοῖς ἔπειτα λόγοις· ἀλλὰ νῦν γε τῆς ὑποθέσεως μνημονευτέον ἐστὶν, ὡς τὸν ἄριστα σώματος ἔχοντα παῖδα διαιτῶμεν, ὅπως ἡμῖν φυλάττοιτο τοιοῦτος· ἐφοὗ βέλτιόν ἐστιν ἡγεῖσθαι τὰ λουτρὰ τῶν σιτίων. εἰ δἐν τοιούτῳ χωρίῳ τρέφοιτο παῖς, ἐν βαλανεῖον οὐκ ἔνεστιν, (ἴσως μὲν οὖν οὐδὁμιλήσουσι τοῖσδε τοῖς γράμμασιν οἱ τοιοίδε,) λούουσι μὲν ἐν σκάφαις αἱ τροφοὶ κᾀνταῦθα τοὺς παῖδας, ἕως ἂν εἰς τὸ δεύτερον, καὶ εἰς τὸ τρίτον ἔτος ἀπὸ γενετῆς ἵκωνται· μείζονας δὲ γενομένους, εἰ καὶ μὴ καθἑκάστην ἡμέραν, ἀλλὰ καὶ διὰ τριῶν γέ που καὶ τεττάρων ἀλείφουσί τε καὶ ἀνατρίβουσιν· εἰ δὲ μὴ κωλύει τὰ τῆς ὥρας, αἱ λίμναι τε καὶ οἱ ποταμοὶ λουτρὰ αὐτοῖς εἰσιν, οἷόν περ ἡμῖν τὸ βαλανεῖον. παρὰ τοῖς Γερμανοῖς οὐ καλῶς τρέφεται παιδία. ἀλλἡμεῖς νῦν γε οὔτε Γερμανοῖς οὔτε ἄλλοις τισὶν ἀγρίοις βαρβάροις ἀνθρώποις ταῦτα γράφομεν, οὐ μᾶλλον ἄρκτοις, κάπροις, λέουσι, τισι τῶν ἄλλων θηρίων, ἀλλἝλλησι, καὶ ὅσοι τῷ γένει μὲν ἔφυσαν βάρβαροι, ζηλοῦσι δὲ τὰ τῶν Ἑλλήνων ἐπιτηδεύματα. τίς γὰρ ἂν ἡμῶν ὑπομείνειε τῶν παρἡμῖν ἀνθρώπων εὐθὺς ἅμα τῷ γεγεννῆσθαι ἔτι θερμὸν τὸ βρέφος ἐπὶ τὰ τῶν ποταμῶν φέρειν ῥεύματα, κᾀνταῦθα, καθάπερ φασὶ τοὺς Γερμανοὺς, ἅμα πειρᾷν αὐτοῦ τῆς φύσεως, ἅμα τε καὶ κρατύνειν τὰ σώματα, βάπτοντας εἰς τὸ ψυχρὸν ὕδωρ, ὥσπερ τὸν διάπυρον σίδηρον; ὅτι μὲν γὰρ, ἐὰν ὑπομείνῃ τε καὶ μὴ βλαβῇ, καὶ τὴν ἐκ τῆς οἰκείας φύσεως ἐπεδείξατο ῥώμην, καὶ τὴν ἐκ τῆς πρὸς τὸ ψυχρὸν ὁμιλίας ἐπεκτήσατο, πρόδηλον παντί· ὅτι δ’, εἰ νικηθείη πρὸς τῆς ἔξωθεν ψύξεως ἔμφυτος αὐτοῦ θερμότης, ἀναγκαῖον αὐτίκα τεθνάναι, καὶ τοῦτοὐδεὶς ἀγνοεῖ. τίς οὖν ἂν ἕλοιτο νοῦν ἔχων καὶ μὴ παντάπασιν ἄγριος ὢν καὶ Σκύθης εἰς τὴν τοιαύτην πεῖραν ἀγαγεῖν αὑτοῦ τὸ παιδίον, ἐν θάνατός ἐστιν ἀποτυχία, καὶ ταῦτα μηδὲν μέγα τι μέλλων ἐκ τῆς πείρας κερδανεῖν; ὄνῳ μὲν γὰρ ἴσως τινι τῶν ἀλόγων ζώων ἀγαθὸν ἂν εἴη μέγιστον, οὕτω πυκνὸν καὶ σκληρὸν δέρμα ἔχειν, ὡς ἀλύπως φέρειν τὸ κρύος· ἀνθρώπῳ δὲ, λογικῷ ζώῳ, τί ἂν εἴη μέγα τὸ τοιοῦτον; οὐδὲ γὰρ εἰς ὑγίειαν ἁπλῶς οὑτωσὶ λέγων ἄν τις ἐπιτήδειον ὑπάρχειν τὸ πυκνότατον καὶ σκληρότατον δέρμα δεόντως ἂν εἴποι. διττῆς γὰρ οὔσης βλάβης τοῖς τῶν ζώων σώμασιν, ἑτέρας μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων, ἑτέρας δὲ ἀπὸ τῶν ἔνδοθεν, εὐάλωτόν ἐστι τοῖς μὲν ἔξωθεν ἅπασιν, ὧν μαλακόν ἐστι καὶ ἀραιὸν τὸ δέρμα, τοῖς δὲ ἔνδοθεν ὧν πυκνόν τε καὶ σκληρόν. καὶ διὰ τοῦθἹπποκράτης περὶ τῶν ἀπὸ τροφῆς ἐν ἡμῖν ἐπὠφελείᾳ τε καὶ βλάβῃ γινομένων διδάσκων ἐπἄλλοις πολλοῖς καὶ τοῦτἔγραψεν. ἀραιότης σώματος εἰς διαπνοὴν, οἷς πλεῖστον ἀφαιρέεται, ὑγιεινότερον, οἷς δἔλασσον, νοσερώτερον. βέλτιον οὖν ἑκατέρας πεφυλάχθαι τὰς ὑπερβολὰς, καὶ μήτεἰς τοσοῦτον πυκνὸν τὸ δέρμα παρασκευάζειν, ὡς κωλύειν διαπνεῖσθαι καλῶς, μήθοὕτως ἀραιὸν, ὡς ὑπὸ παντὸς τοῦ αἰτίου τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων βλάπτεσθαι ἑτοίμως. τοιοῦτον δὲ καὶ φύσει ἐστὶ τὸ σῶμα τοῦ νῦν ἡμῖν προκειμένου τῷ λόγῳ παιδίου, μέσον ἁπασῶν τῶν ὑπερβολῶν. οὕτως οὖν αὐτὸ διαιτητέον, ὡς φυλάττειν ἀεὶ τῆς κατασκευῆς τὴν ἀρετήν. φυλαχθήσεται δὲ, κατὰ μὲν τὴν πρώτην ἡλικίαν ἐν γάλακτι τρεφομένῳ, καὶ λουτροῖς γλυκέων ὑδάτων θερμῶν λουομένῳ, ὅπως ὅτι μάλιστα μέχρι πλείστου μαλακὸν αὐτῷ διαμένον τὸ σῶμα πολλὴν ἐπίδοσιν εἰς τὴν αὔξησιν ποιῆται. μετὰ δὲ ταῦτα, καθὃν ἂν ἤδη χρόνον εἰς διδασκάλους δύναιτο φοιτᾷν, οὐκ ἀναγκαῖον ἔτι λουτροῖς χρῆσθαι συνεχέσι, ἀλλἀρκεῖ διαπαλαίειν μανθάνοντα, σύμμετρά τε πονεῖν ἐνταῦθα πρὸ τῶν σιτίων, ἀλουτεῖν δὲ ἤδη τὰ πλείω. τὸ δὑπερπονεῖν, ὥσπερ ἔνιοι τῶν παιδοτριβῶν ἀναγκάζουσι τοὺς παῖδας, οὐδαμῶς ἀγαθὸν, ἀναυξῆ γὰρ ὑπὸ τῆς παρὰ καιρὸν σκληρότητος ἀποτελεῖται τὰ σώματα, κᾂν πλείστην ὁρμὴν ἐκ φύσεως εἰς τὴν αὔξησιν ἔχῃ.
§11 Οἴνου δὲ τὸν οὕτω πεφυκότα παῖδα μέχρι πλείστου μηδὅλως γεύειν. ὑγραίνει τε γὰρ ἱκανῶς καὶ θερμαίνει τὸ σῶμα πινόμενος οἶνος, ἐμπίπλησί τε τὴν κεφαλὴν ἀτμῶν ἐν ταῖς ὑγραῖς καὶ θερμαῖς κράσεσι, οἵα πέρ ἐστι καὶ τῶν τοιούτων παιδίων. ἀλλοὔτε ἐμπίπλασθαι καλὸν αὐτοῖς τὴν κεφαλὴν, οὔτε ὑγραίνεσθαι καὶ θερμαίνεσθαι περαιτέρω τοῦ προσήκοντος. εἰς τοσοῦτον γὰρ ἥκουσιν ὑγρότητός τε καὶ θερμότητος, ὡς, εἰ καὶ βραχὺ παραυξήσειέ τις ὁπότερον αὐτῶν, ἐν ἀμετρίᾳ καθίστασθαι. οὐσῶν δὲ πασῶν τῶν ἀμετριῶν φευκτῶν, τοιαύτη μάλιστἂν εἴη φευκτὴ, καθἣν οὐκ εἰς τὸ σῶμα μόνον, ἀλλὰ καὶ εἰς τὴν ψυχὴν βλάβη διϊκνεῖται. διόπερ οὐδὲ τοῖς ἤδη τελείοις ἄνευ τοῦ προσήκοντος μέτρου πινόμενος οἶνος ἀγαθός· εἰς θυμούς τε γὰρ ἐκκαλεῖται προπετεῖς, καὶ εἰς ὕβριν ἀσελγεῖς, καὶ τὸ λογιζόμενον τῆς ψυχῆς ἀμβλύ τε καὶ τεθολωμένον ἐργάζεται. ἀλλὰ τούτοις μὲν ἑτοίμως εἰς τὴν τῶν χολωδῶν περιττωμάτων ἐπίκρασίν τε ἅμα καὶ κένωσιν ἐπιτήδειος. οὐχ ἥκιστα δὲ καὶ εἰς τὴν ἐν αὐτοῖς τοῖς στερεοῖς ὀργάνοις τοῦ ζώου γινομένην ξηρότητα διά τε πόνους ὑπερβάλλοντας, ἔστιν ὅτε καὶ διὰ τὴν οἰκείαν τῆς ἡλικίας κρᾶσιν, ἐπιτήδειος οἶνος, ὑγραίνων μὲν καὶ ἀνατρέφων, ὅσἀμέτρως ἐξήρανται, πραΰνων δὲ τὸ δριμὺ τοῦ πικροῦ χυμοῦ καὶ διἱδρώτων τε καὶ οὔρων ἐκκενῶν. οἱ δὲ παῖδες, ἅτε μήτε τὸν τοιοῦτον ἀθροίζοντες χυμὸν, οἰκείαν τε παμπόλλην ἔχοντες ὑγρότητα, τῶν μὲν ἐξ οἴνου γενομένων ἀγαθῶν οὐδενὸς προσδέονται, μόνης δὲ ἀπολαύουσιν αὐτοῦ τῆς βλάβης. οὐκοῦν νοῦν ἔχων οὐδεὶς ἐπιτρέψει τοιούτῳ χρῆσθαι πόματι τοὺς παῖδας, πρὸς τῷ μηδὲν ἀγαθὸν ἐργάζεσθαι βλάβην ἐξαίσιον ἐφεδρεύουσαν ἔχει. οὐ μὴν οὐδὲ ψυχροῦ πόματος εἰς τὸ παντελὲς εἴργειν κελεύω τοὺς τοιούτους παῖδας, ὥσπερ ἔνιοι ποιοῦσιν, ἀλλἐπί τε σιτίοις τὰ πολλὰ καὶ κατὰ τὰς θερμοτάτας ὥρας, ὅτε ἥξουσιν αὐτοὶ πρὸς τὸ ψυχρὸν, ἐπιτρέπω χρῆσθαι, μάλιστα μὲν, εἰ οἷόν τε, πηγαίῳ προσφάτῳ, μηδεμίαν ἐπίκτητον ἔχοντι μοχθηρὰν ποιότητα, μὴ παρόντος δὲ τοῦ τοιούτου, τοῖς ἄλλοις. φυλάττεσθαι δὲ τὰ λιμναῖα, καὶ θολερὰ, καὶ δυσώδη, καὶ ἁλυκὰ, καὶ ἁπλῶς εἰπεῖν, ὅσα τινὰ ποιότητα κατὰ τὴν γεῦσιν ἐνδείκνυται· χρὴ γὰρ αὐτοῖς ἀποιότατον φαίνεσθαι τὸ κάλλιστον ὕδωρ, οὐ πρὸς τὴν γεῦσιν μόνον, ἀλλὰ καὶ πρὸς τὴν ὀσμήν. εἴη δἂν τὸ τοιοῦτον ἥδιστόν τε ἅμα πίνοντι καὶ ἀκριβῶς καθαρόν. εἰ δὲ καὶ ταχέως ἀποχωρεῖ τῶν ὑποχονδρίων, μηδὲν ζητεῖν ἕτερόν τι βέλτιον, ὡς, ὅσα γε καθαρὰ μέν ἐστι, καὶ λαμπρὰ, καὶ οὐκ ἀηδῆ πινόμενα, παραμένει δὲ ἐπὶ πλέον ἐν τοῖς ὑποχονδρίοις, ἡμιμόχθηρα νομιστέον. ἀπέχεσθαι δὲ τούτων κελεύω τῶν πάμπαν ψυχρῶν, οὐ μὴν θερμοῖς γε χρῆσθαι κωλύω. ἀσφαλέστατον μὲν οὖν κεκρίσθαι τῇ πείρᾳ τὸ τοιοῦτον ὕδωρ. εἰ δὲ κἀκ γνωρισμάτων τις ἐθέλοι προγινώσκειν αὐτοῦ τὴν δύναμιν, ὅσων αἱ πηγαὶ πρὸς ἄρκτον ἐῤῥυήκασιν, ἐκ πετρῶν ἐκθλιβόμεναι, τὸν ἥλιον ἀπεστραμμένον ἔχουσαι, ἀτέραμνά τε καὶ βραδύπορα τὰ τοιαῦτα χρὴ νομίζειν ἅπαντα. εὐθὺς δαὐτοῖς ὑπάρχει καὶ τὸ θερμαίνεσθαί τε καὶ ψύχεσθαι βραδέως· ὡς ὅσων γε πρός τε τὰς ἀνατολὰς ἐῤῥώγασιν αἱ πηγαὶ, καὶ διὰ πόρου τινὸς γῆς διηθεῖται καθαρᾶς, θερμαίνεταί τε καὶ ψύχεται τάχιστα, ταῦτα ἐλπίζειν δεῖ εἶναι κάλλιστα πάσαις ταῖς ἡλικίας. οὐ γὰρ δὴ, καθάπερ οἴνων τε καὶ σιτίων, καὶ γυμνασίων, ἐγρηγόρσεώς τε καὶ ὕπνων, καὶ ἀφροδισίων ἄλλως ἄλλον ἀπολαύειν προσήκει κατὰ τὰς διαφερούσας ἡλικίας, οὕτω καὶ ὕδατος, ἀλλ’, ὅπερ ἄριστον εἴρηται νῦν, τούτῳ χρῆσθαι καὶ παῖδα, καὶ νεανίσκον, καὶ πρεσβύτην, ὥσπερ γε ἀέρα τὸν ἄριστον εἰσπνεῖν ἐν ἅπασιν ὁμοίως χρηστόν. ἄριστον δὲ ἀέρα λέγω τὸν ἀκριβῶς καθαρόν· εἴη δἂν τοιοῦτος μήτἐκ λιμνῶν, μήτἐξ ἑλῶν ἀναθυμιάσεως ἐπιθολούμενος, μήτἐκ βαράθρου δηλητήριον αὔραν ἀποπνέοντος, ὁποία περί τε Σάρδεις ἐστὶ καὶ Ἱερὰν πόλιν, ἑτέρωθί τε πολλαχόθι τῆς γῆς. οὕτως δὲ καὶ ὅστις ἔκ τινος ὀχετοῦ τῶν καθαιρόντων μεγάλην τινὰ πόλιν πολυάνθρωπον στρατόπεδον ἐπιθολοῦται, μοχθηρὸς ἱκανῶς ἐστι· μοχθηρὸς δὲ καὶ ὃς ἂν ἔκ τινος σηπεδόνος ζώων, λαχάνων, ὀσπρίων, κόπρου μιαίνηται· καὶ μὴν καὶ ὅστις ὁμιχλώδης ἐστὶ διὰ ποταμὸν λίμνην γειτνιῶσαν, οὐκ ἀγαθὸς, ὥσπερ γε καὶ ὅστις ἂν ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὑψηλοῖς ὄρεσι περιεχόμενος μηδεμίαν πνοὴν δέχηται, πνιγώδης γὰρ ὅδε καὶ σηπεδονώδης ἐστὶν ἀνάλογον τοῖς ἀποκεκλεισμένοις ἐν οἴκοις τισὶν, ἐν οἷς εὐρὼς ὑπὸ σηπεδόνος τε καὶ ἀπνοίας ἀθροίζεται. οἱ μὲν δὴ τοιοῦτοι ἁπάσαις ταῖς ἡλικίαις λυμαίνονται, ὥσπερ γε καὶ καθαρὸς ἀκριβῶς ἁπάσαις ταῖς ἡλικίαις ἀγαθός. δὲ κατὰ θερμότητα καὶ ψυχρότητα, καὶ προσέτι ξηρότητα καὶ ὑγρότητα διαφορὰ τῶν ἀέρων οὐχ ὁμοίως ἔχει πρὸς ἅπαντας, ἀλλὰ τοῖς μὲν εὐκράτοις σώμασιν εὔκρατος ἄριστος, ὅσα δἂν ὑπό τινος ἐξεχούσης ποιότητος δυναστεύηται, τούτοις ἄριστος ἐναντιώτατος τῇ κρατούσῃ, ψυχρὸς μὲν τῇ θερμῇ, θερμὸς δὲ τῇ ψυχρᾷ, καὶ δὴ καὶ τῇ μὲν ὑγροτέρᾳ ξηρὸς, τῇ δὲ αὐχμηροτέρᾳ τοῦ προσήκοντος εἰς τοσοῦτον ὑγρότερος, εἰς ὅσον κᾀκείνη τοῦ συμμέτρου ξηροτέρα. ταυτὶ μὲν ἐν τῷδε τῷ λόγῳ γινώσκειν ἱκανά· ὥσπερ δἄν τις ἐπανορθοίη τὰς ἐκ τῶν μοχθηρῶν ὑδάτων τε καὶ ἀέρων βλάβας, ἐν ἑτέρῳ βιβλίῳ ῥηθήσεται, νυνὶ γὰρ οἷον σκοπόν τινα καὶ κανόνα τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος ἐπὶ τοῖς ἀρίστοις διαιτήμασι διελθεῖν ἔγνωκα· τὰς δὲ τῶν ἡμαρτημένων κατά τι σωμάτων ἅμα καὶ διαιτημάτων ὑπαλλάξεις ἐν τοῖς μετὰ ταῦτα γράμμασιν ἁπάσας διαιρήσομεν.
§12 Πάλιν οὖν λόγος ἐπὶ τὸν ἄριστα κατεσκευασμένον παῖδα ἐπανελθὼν τὴν ἀπὸ τῆς πρώτης ἑβδομάδος ἡλικίαν αὐτοῦ μέχρι τῆς δευτέρας ἐκδιηγείσθω, κατά τε τὴν κρᾶσιν ὁποία τίς ἐστι καὶ ὧν τινων χρῄζει διαιτημάτων. μὲν δὴ κρᾶσις, ὡς κᾀν τοῖς περὶ κράσεων ὑπομνήμασι δέδεικται, θερμὴ μέν ἐστιν ὁμοίως, ὑγρὰ δὲ οὐχ ὁμοίως. ἀεὶ γὰρ ἀπὸ τῆς πρώτης γενέσεως ἅπαν ζῶον ὁσημέραι γίνεται ξηρότερον, οὐ μὴν θερμότερόν γε ψυχρότερον ὡσαύτως ἐπὶ πάσαις ἡλικίαις. ἀλλὅσα μὲν ἄριστα κατεσκεύασται σώματα, παραπλησία πως θερμότης ἐπὶ τούτων ἄχρι τῆς ἀκμῆς παραμένει· ὅσα δὲ ὑγρότερα καὶ ψυχρότερα τῶν ἀρίστων ἐστὶν, αὐξάνεται τούτων θερμότης. ἀλλ γε νῦν λόγος οὐχ ὑπὲρ ἐκείνων ἐστίν. δὲ ἄριστα κατεσκευασμένος ἐκεῖνος ἄχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐν τῇ προειρημένῃ διαίτῃ φυλαττέσθω, γυμναζόμενός τε μήτε πάνυ πολλὰ μήτε βίαια, μή πως αὐτοῦ τὴν αὔξησιν ἐπίσχωμεν, καὶ λουόμενος ἐν θερμοῖς μᾶλλον ψυχροῖς λουτροῖς, οὔπω γὰρ οὐδὲ τούτων ἀλύπως ἀνέχεσθαι δυνήσεται. πλαττέσθω δὲ καὶ τὴν ψυχὴν ἐν τῷδε τῆς ἡλικίας καὶ μάλιστα διἐθισμῶν καὶ σεμνῶν μαθημάτων, ὅσα μάλιστα ψυχὴν ἐργάζεσθαι κοσμίαν ἱκανά· πρὸς γὰρ τὰ μέλλοντα κατὰ τὴν ἑξῆς ἡλικίαν αὐτοῦ περὶ τὸ σῶμα πραχθήσεσθαι μέγιστον ἐφόδιόν ἐστιν εὐκοσμία τε καὶ εὐπείθεια. μετὰ δὲ τὴν δευτέραν ἑβδομάδα μέχρι τῆς τρίτης εἰ μὲν εἰς τὴν ἄκραν εὐεξίαν ἄγειν αὐτὸν ἐθέλοις, ἤτοι στρατιώτην τινὰ γενναῖον, παλαιστικὸν, ὁπωσοῦν ἰσχυρὸν ἀπεργάσασθαι βουλόμενος, ἧττον τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅσα γε εἰς ἐπιστήμην τινὰ καὶ σοφίαν ἄγει, προνοήσῃ. τὰ μὲν γὰρ εἰς ἦθος ἐν τῷδε μάλιστα τῆς ἡλικίας ἀκριβωθῆναι προσήκει. εἰ δὲ τὰ μὲν κατὰ τὸ σῶμα μέχρι τοῦ κρατυνθῆναι τὰ μόρια καὶ περιποιῆσαί τινα ἕξιν ὑγιεινὴν καὶ αὐξῆσαι προαιροῖο, τὸ δὲ λογικὸν τῆς ψυχῆς τοῦ μειρακίου κοσμῆσαι σπουδάζοις, οὐ τῆς αὐτῆς ἐπἀμφοῖν διαίτης δεήσῃ. καίτοι καὶ τρίτον ἂν καὶ τέταρτον εἶδος βίου εὑρεθείη ποτὲ, τῶν μὲν ἐπί τινα βάναυσον ἀφιγμένων τέχνην, καὶ ταύτην ἤτοι γυμνάζουσαν, ἀγύμναστον φυλάττουσαν τὸ σῶμα, τῶν δὲ ἐπὶ γεωργίας, ἐμπορίας, τι τοιοῦτον ἕτερον. ὥστε καὶ χαλεπὸν εἶναι δοκεῖ ἀριθμῷ τινι περιλαβεῖν πάσας τῶν βίων τὰς ἰδέας. τῆς μὲν γὰρ ὑγιεινῆς τέχνης ἐπάγγελμά ἐστιν ἅπασιν ἀνθρώποις ὑποθήκας διδόναι πρὸς ὑγίειαν, ἤτοι καθἕκαστον ἰδίας, κοινῇ σύμπασιν ἁρμοττούσας, τὰς μέν τινας ἰδίας αὐτῶν, τὰς δὲ κοινάς. οὐ μὴν ἐγχωρεῖ περὶ πάντων ἅμα διελθεῖν, ἀλλὰ πρῶτον μὲν, ὡς ἄν τις ἐπὶ μήκιστον ἐκτείνων τὴν ζωὴν ὑγιαίνῃ τὰ πάντα· χρὴ δ’, οἶμαι, τὸν τοιοῦτον βίον ἁπάσης ἀναγκαίας πράξεως ἀποκεχωρηκέναι, μόνῳ σχολάζοντα τῷ σώματι· δεύτερον δὲ μεθὑποθέσεως τέχνης, πράξεως, ἐπιτηδεύματος, ὑπηρεσίας τινὸς, ἤτοι πολιτικῆς, ἰδιωτικῆς, ὅλως ἀναγκαίας ἀσχολίας. οὐ δὴ γὰρ ἄλλως ἂν εἴη σαφὴς λόγος, οὔτεὐμνημόνευτος, οὔτε μεθόδῳ περαινόμενος ἡμῖν γίνοιτο χωρὶς τῆς εἰρημένης ἄρτι τάξεως. ἐπὶ δὲ τὴν πρώτην ἀνέλθωμεν ὑπόθεσιν, ἐπιδείξωμέν τε, ὅπως ἄν τις ἀρίστης τυχὼν κατασκευῆς σώματος, ἀποχωρήσας ἁπάντων τῶν κατὰ τὸν βίον εἰς τὸ κοινὸν συντελούντων, ἑαυτῷ μόνῳ ζήσειε, μήτε νοσήσας μηδέποτε, καθόσον οἷόν τε, μήτε ἀποθανὼν ἔμπροσθεν τοῦ μηκίστου χρόνου τῆς ζωῆς. ἄφθαρτον μὲν γὰρ ποιῆσαι τὸ γεννητὸν οὐχ οἷόν τε, κᾂν ὅτι μάλιστα τῶν καθἡμᾶς νῦν τις ἀνὴρ φιλόσοφος ἐπειρᾶτο δεικνύναι τοῦτο διὰ τοῦ θαυμασίου τούτου συγγράμματος, ἐν διδάσκει τὴν ὁδὸν τῆς ἀθανασίας. ἐπὶ πλεῖστον δὲ χρόνον προσήκει ἐγχωρεῖν ποιῆσαι τὸ σῶμα, καὶ μάλιστα τοῦ κάλλιστα πεφυκότος. ἔνια γὰρ οὕτως εὐθὺς ἐξ ἀρχῆς κατεσκεύασται κακῶς, ὡς μηδεἰς ἑξηκοστὸν ἔτος ἀφικέσθαι δύνασθαι, κᾂν αὐτὸν αὐτοῖς ἐπιστήσῃς τὸν Ἀσκληπιόν. ἀλλοὐ νῦν περὶ ἐκείνων λόγος. ἐπὶ δὲ τὸν κατεσκευασμένον ἄριστα πάλιν ἐπανελθόντες ἀναμνήσωμεν ὧν ἐν ἀρχαῖς ἀπεδείξαμεν, ὡς ἐσθίειν μὲν καὶ πίνειν ἀναγκαῖον ἡμῖν, ἐπειδὴ διαπαντὸς ἀποῤῥεῖ τι τοῦ σώματος ἡμῶν, ἐπεὶ δὲ ἐσθίομέν τε καὶ πίνομεν, ἀναγκαῖον αὖθίς ἐστιν τῆς τῶν περιττωμάτων προνοεῖσθαι κενώσεως. ἐπεὶ δὲ τούτων ἐστὶν εἴδη πολλὰ, τὰ μὲν τῆς ἐν τῇ γαστρὶ πεπτομένης τροφῆς, τὰ δὲ τῆς ἐν ἥπατι καὶ ἀρτηρίαις καὶ φλεψὶ, τὰ δὲ τῆς καθἕκαστον μόριόν ἐστι περιττώματα, χρὴ δήπου καὶ τὴν κένωσιν αὐτῶν ἰδίαν εἶναι καθἕκαστον, ὥσπερ γε καὶ φύσις αὐτὴ φαίνεται τοῦτἐξ ἀρχῆς ἐργασαμένη. παρεσκεύασε γὰρ τοῖς ζώοις ὄργανα πολλὰ, τὰ μὲν ἐκκαθαίροντά τε καὶ διακρίνοντα ταυτὶ τὰ περιττώματα, τὰ δὲ παράγοντα, τὰ δὲ ἀθροίζοντα, τὰ δὲ ἐκκρίνοντα. καὶ λέλεκται μὲν ὑπὲρ ἁπάντων ἐπὶ πλέον ἔν τε τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι κᾀν τοῖς περὶ χρείας μορίων· ἐν δὲ τῷ παρόντι ἔσται καὶ ταῦθἡμῖν ὑπόθεσις τῶν λόγων. τὸ μὲν γὰρ πρῶτον περίττωμα διακρίνεταί τε καὶ προπέμπεται κατὰ βραχὺ διὰ πάντων τῶν ἐντέρων ἄχρι τῆς κατὰ τὸ καλούμενον ἀπευθυσμένον ἀξιολόγου κοιλότητος, ἧς κατὰ τὸ πέρας ἐπίκεινται μύες, εἴργοντές τε καὶ κατέχοντες ἔνδον αὐτὸ, καὶ κωλύοντες ἀκαίρως ἐκρεῖν· ἐπειδὰν δἱκανῶς ἀθροισθὲν ἀνιαρὸν τῷ ζώῳ, τηνικαῦτα παρίασιν ἔξω φέρεσθαι, συντελούντων πρὸς τὸ τάχος τῆς ἀφόδου τῶν κατἐπιγάστριον μυῶν ἅμα τῷ διαφράγματι. τὸ δἐν ἥπατι περίττωμα, τὸ μὲν οἷόν περ τὸ καλούμενον ἄνθος ἐν τοῖς οἴνοις ἐστὶ, τὸ δοἷόν περ τρύξ. ἕλκεται δὲ τὸ μὲν ἕτερον ὑπὸ τῆς ὑποκειμένης τῷ σπλάγχνῳ κύστεως, τὸ δἕτερον ὑπὸ τοῦ σπληνός· ἀθροισθέντα δὲ ἐν τούτοις ἐκκρίνεται, τὸ μὲν εἰς τὴν ἀρχὴν τῶν λεπτῶν ἐντέρων, τὸ δεἰς αὐτὴν τὴν γαστέρα, καὶ ἀπὸ τούτων ἤδη διὰ πάντων τῶν ἐντέρων ἅμα τῷ ξηροτέρῳ περιττώματι τῆς τροφῆς διεξέρχεται. τὸ δὲ ἐν φλεψὶ καὶ ἀρτηρίαις περίττωμα τοιοῦτόν ἐστιν, οἷον ὀῤῥὸς ἐν τῷ πηγνυμένῳ γάλακτι. καθῄραντες δὲ καὶ τοῦτο οἱ νεφροὶ τῇ κύστει παραπέμπουσιν· δἀθροίζει τρόπον ὁμοιότατον τῷ πρόσθεν εἰρημένῳ περὶ τοῦ ξηροῦ περιττώματος· ἐπίκειται γάρ τις καὶ τῇδε κατὰ τὸν ἔκρουν ἐπικάρσιος μῦς, κλείων οὕτως ἀκριβῶς τὸ στόμιον, ὡς μηδὲν ἔξω παραῤῥεῖν. ἐπειδὰν δὴ καὶ τοῦθἱκανῶς ἤδη γινόμενον ἀνιᾷ τὸ ζῶον, ἀφίσταται μὲν μῦς τῆς φρουρᾶς, ἀνιείς τε καὶ χαλῶν ἑαυτὸν, ἐκκρίνει δὲ τὸ περιττὸν ἅπαν κύστις, ἐπιβοηθούντων αὖ καὶ τῇδε πρὸς τὸ τάχος τῆς τῶν ξηρῶν περιττωμάτων ἐξόδου μυῶν τῶν κατὰ τὸ ἐπιγάστριον. τὸ δὑπόλοιπον γένος τῶν περιττωμάτων γίνεται μὲν ἐν ἑκάστῳ μορίῳ τοῦ τρέφοντος αὐτὰ χυμοῦ, τὸ μὲν οἷον ἡμίπεπτόν τι λείψανον, ἀδυνατῆσαν ἐξομοιωθῆναι τῷ τρεφομένῳ, τὸ δ’, ὅπερ ἦν ἔμπροσθεν ἀναδόσεως ὄχημα, πληρῶσαν τὴν χρείαν, ὑγρὸν καὶ λεπτὸν ὂν, οἷόν περ τὸ προειρημένον ὀῤῥῶδες, ἐκ τῶν ἀγγείων εἰς τὴν κύστιν περιῤῥεῖ. τούτῳ τῷ περιττώματι πόρος μὲν οὐδείς ἐστιν ἀποτεταγμένος ὑπὸ τῆς φύσεως, ἐκκρίνεται δὲ διά τε τῶν μαλακῶν σωμάτων φερόμενον, εἰκόντων αὐτοῦ τῇ ῥύμῃ; καὶ μάλισθὅταν ὑπὸ πνεύματος ἀθροωτέρου ὁρμήσαντος ὠθῆται, καὶ μέντοι καὶ διὰ τῶν σμικρῶν ἁπάντων πόρων, ὧν ἐστι πλῆρες ὅλον τε τὸ σῶμα καὶ σύμπαν τὸ δέρμα. λέλεκται δὑπὲρ τῆς γενέσεως αὐτῶν ἐν τοῖς περὶ κράσεων. τὸ μὲν δὴ λεπτότατον περίττωμα ῥᾳδίως ἐκκρίνεται, πρός τε τῆς ἐμφύτου θερμότητος εἰς ἰδέαν ἀτμοῦ λυόμενον, ὑπό τε βιαίας κινήσεως ἀθρόως ἐκρηγνύμενον. ὀνομάζεται δὲ τὸ μὲν οὕτως ἐκκριθὲν ἱδρώς· τὸ δὲ ἕτερον; οὐδὲν ἔχον ὄνομα, ὅτι οὐδὲ γινώσκεται τοῖς πολλοῖς, ἅτε τὴν ὄψιν ἐκφεῦγον ὑπὸ λεπτότητος, ἄδηλος αἰσθήσει διαπνοὴ κέκληται πρὸς αὐτῶν τῶν φωρασάντων αὐτὸ τῷ λογισμῷ. κατὰ τήνδε τὴν ἄδηλον αἰσθήσει διαπνοὴν ἐκκρίνεταί τι καὶ τοῦ παχυτέρου περιττώματος. ἰσχυροτέρας δὲ δεῖ τῷδε καὶ τῆς ἀγούσης θερμότητος, καὶ τῆς ὠθούσης ῥύμης, κίνδυνος αὐτῷ στῆναι κατά γε τὸ δέρμα, πρὶν ἐξαφικέσθαι πρὸς τὸ πέρας. ἐκ τούτου τοῦ περιττώματος τε τῶν τριχῶν ἐδείκνυτο γένεσις, οὐχ ἥκιστα δὲ καὶ περὶ τοῖς δέρμασιν ἀθροιζόμενος ἅπασι ῥύπος. εἴρηταί μοι σχεδὸν τὰ ἀναγκαῖα ἅπαντα τοῦ λόγου κεφάλαια τῆς τῶν περιττωμάτων γενέσεώς τε ἅμα καὶ κενώσεως, ἀποδεδειγμένα μὲν ἐν ἑτέραις πραγματείαις, ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, μελλήσοντα δὑπόθεσις ἀναγκαία γενήσεσθαι τοῖς νῦν ἐνεστηκόσι λόγοις. ἐπειδὴ γὰρ ἐκκενοῦσθαι χρὴ ταῦτα, μοχθηρὰ ταῖς ποιότησιν ὑπάρχοντα, κᾂν Ἀσκληπιάδης μὴ βούληται, χρὴ πρῶτον μὲν ἐπίστασθαι τὰς αἰτίας αὐτῶν τῆς ἐπισχέσεως, ἐφεξῆς δὲ πειρᾶσθαι μήτε περιπίπτειν αὐταῖς, εἰ δὲ καὶ περιπέσοιμέν ποτε, διὰ ταχέων ἐπανορθοῦσθαι τὸ σφάλμα πειρᾶσθαι. τὸ μὲν δὴ μὴ περιπίπτειν ἐκ τοῦ γινώσκειν, πότερον αὐτάρκως ἀποκρίνεται, μὴ, περιγίνεται· τὸ δἐπανορθοῦσθαι μεθόδου τινὸς ἑτέρας προσδεῖται.
§13–15
§13 Λεγέσθω δὴ πρῶτον μὲν, ὑφὧν ἴσχεται τῶν εἰρημένων ἐκκρίσεων ἑκάστη· δεύτερον δὲ, ὅπως ἄν τις ἐπεσχημένην αὐτὴν προτρέψαι. μὲν δὴ τῶν περὶ τὴν γαστέρα περιττωμάτων ἐπίσχεσις ἤτοι διὰ τὰ λαμβανόμενα σιτία τε καὶ ποτὰ γίγνοιτἂν, διὰ τὴν γαστέρα μετὰ τῶν ἐντέρων· διὰ μὲν τὰ σιτία καὶ ποτὰ, παρά τε τὴν ποιότητα καὶ ποσότητα τῶν ληφθέντων, ἔτι τε πρὸς τούτοις τάξιν τε καὶ τὸν τρόπον τῆς χρήσεως· παρὰ μὲν τὴν ποιότητα, στρυφνῶν, αὐστηρῶν, ξηρῶν ταῖς συστάσεσιν ὑπαρχόντων· παρὰ δὲ τὴν ποσότητα, τοῦ προσήκοντος πλειόνων ἐλαττόνων· παρὰ δὲ τὴν τάξιν, εἰ τὰ μὲν ξηρὰ καὶ στύφοντα πρότερον, τὰ δὲ ὑγρὰ καὶ λιπαρὰ καὶ γλυκέα δεύτερα προσενέγκαιτο· παρὰ δὲ τὸν τρόπον τῆς χρήσεως, εἰ, δέον δὶς σιτεῖσθαι, πᾶσαν εἰς ἅπαξ προσενέγκαιτο τὴν τροφήν. δὲ περὶ τὴν γαστέρα τε καὶ τὰ ἔντερα τῆς ἐπισχέσεως τῶν περιττωμάτων αἰτία διά τε τὴν φύσιν αὐτῶν καὶ διὰ τὴν ἐπίκτητον γίνεται διάθεσιν. αἱ μὲν δὴ περὶ τὴν φύσιν αὐτῶν αἰτίαι μοχθηρῶν εἰσι τοῦ σώματος κατασκευῶν, ὡς ἐν τῶ περὶ ἐκείνων εἰρήσεται λόγῳ· περὶ δὲ τῶν ἐπικτήτων ἐν τῷδε ῥητέον. ὀκτὼ διαφοραὶ τῶν τῆς γαστρὸς προσφάτων εἰσὶ διαθέσεων, ἅπασαι δυσκρασίαι κατὰ γένος ὑπάρχουσαι, τέσσαρες μὲν ἁπλαῖ, θερμότης, ψυχρότης, ξηρότης καὶ ὑγρότης, τέσσαρες δὲ ἄλλαι σύνθετοι, θερμότης τε ἅμα καὶ ξηρότης, καὶ θερμότης ἅμα ὑγρότητι, καὶ ψυχρότης ἅμα καὶ ξηρότης, καὶ ψυχρότης ἅμα ὑγρότητι. χρὴ δὲ εἰς τοσοῦτον ἥκειν μεγέθους ἑκάστην τῶν δυσκρασιῶν, ὡς ἀσθενῆ φανερῶς ἐργάσασθαι τὴν προωστικὴν δύναμιν, ἤτοι τῆς γαστρὸς μόνης, τῶν λεπτῶν ἐντέρων, τῶν παχέων, καὶ συμπάντων ἅμα τῶν εἰρημένων, τινων ἐν αὐτοῖς. συνίστανται δαἱ τοιαῦται δυσκρασίαι ποτὲ μὲν ἀπὸ τῶν εἴσω τοῦ σώματος λαμβανομένων, ἔστι δὅτε καὶ ἀπὸ τῶν ἔξωθεν προσπιπτόντων· ἀπὸ μὲν τῶν εἴσω τοῦ σώματος, ὁπόταν ἐν ταῖς τροφαῖς τοῖς πόμασι φαρμακωδεστέρα τις δύναμις, θερμαινόντων, ψυχόντων, ξηραινόντων, ὑγραινόντων, θερμαινόντων τε ἅμα καὶ ξηραινόντων, καὶ κατἄλλην τινὰ συζυγίαν ἐνεργούντων· ἀπὸ δὲ τῶν ἔξωθεν προσπιπτόντων, ἤτοι τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀμέτρως θερμαίνοντος, ψύχοντος, ξηραίνοντος, ὑγραίνοντος, κατὰ συζυγίαν τινὰ τούτων ἐνεργοῦντος, ἀπό τινος ὕδατος, ἐν τις ἔτυχε λουσάμενος, ἀλείμματός τινος, ἁπλῶς ὅτου δή τινος ἑτέρου προσπεσόντος ἔξωθεν τῇ γαστρὶ, θερμαίνειν, ψύχειν, ξηραίνειν, ὑγραίνειν ἀμέτρως δυναμένου. διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἐπέχεται γαστήρ. τὸ δὲ πικρόχολον περίττωμα διά τε τὴν ἀῤῥωστίαν τῆς ἑλκούσης ἐκκρινούσης αὐτὸ δυνάμεως, καὶ διὰ στενοχωρίαν τῶν παραγόντων τε καὶ ἐκκρινόντων ὀργάνων. ἀλλ μὲν ἀῤῥωστία τῆς τε κύστεως ὅλης τῆς ἐπὶ τῷ ᾕπατι, καὶ τῶν ἀπαὐτῆς εἰς τὸ σπλάγχνον ἀγόντων στομάτων, καὶ τῶν εἰς τὸ ἔντερον ἐξερευγομένων πόρων ἐπὶ προσφάτῳ δυσκρασίᾳ γίγνοιτἂν, ἐφἧσπερ καὶ προωστικὴ δύναμις ἐλέγετο βλάπτεσθαι τῶν ἐντέρων τε καὶ τῆς γαστρός· δὲ στενοχωρία διὰ φλεγμονὴν, σκίῤῥον, ἔμφραξιν, τὴν ἐκ τῶν περιεχόντων αὐτὰ θλίψιν, μύσιν τῶν στομάτων. αὐταὶ δαἱ θλίψεις ἐκ τῶν περιεχόντων διὰ πλῆθος ἄμετρον τῶν ἐν αὐτοῖς περιεχομένων, διὰ φλεγμονὴν, σκίῤῥον, ὥσπερ γε καὶ μύσις διά τι τούτων ξηρότητα, τῆς ξηρότητος δαὐτῆς αἰτίαι τά τε στύφοντα σφοδρῶς ἐστι καὶ τὰ θερμαίνοντα μετὰ τοῦ ξηραίνειν. τὰ μὲν γὰρ ἐκθλίβοντά τε τὴν ὑγρότητα καὶ αὐτὰ τὰ κεχῃνότα συνάγοντά τε καὶ σφίγγοντα καὶ πιλοῦντα, τὰ δὲ διαφοροῦντα τὰς ὑγρότητας τὴν ξηρότητα ἐργάζεται. φλεγμονὴ γὰρ καὶ σκίῤῥος ἤδη γε νοσήματα φανερῶς ἐστιν· ὥστἐκπέπτωκεν τῆς ὑγιεινῆς πραγματείας, ἄλλως τε καὶ περὶ αὐτῶν εὐκαιρότερον εἰρήσεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ μελαγχολικὸν ἐκκαθαρθήσεταί ποτε περίττωμα, τοῦ μὲν σπληνὸς ἀνάλογον ἔχοντος τῇ χοληδόχῳ κύστει, τῆς δεἰς αὐτὸν τεταμένης φλεβὸς ἀπὸ πυλῶν τοῦ ἥπατος τοῖς ἕλκουσιν ἀγγείοις τὸ χολῶδες περίττωμα, τῆς δἐκ τοῦ σπληνὸς εἰς τὴν γαστέρα φερομένης φλεβὸς τῷ τὴν χολὴν ἐξερευγομένῳ πόρῳ. τὸ δὲ καθἕκαστον τῶν τρεφομένων τοῦ ζώου μορίων περίττωμα διά τε πλῆθος καὶ πάχος αὐτοῦ, καὶ προσέτι καὶ γλισχρότητα, διἀῤῥωστίαν τῆς λυούσης αὐτὸ θερμότητος, καὶ διὰ στενοχωρίαν τῆς διεξόδου κωλυθήσεται. πλῆθος μὲν δὴ, καὶ πάχος, καὶ γλισχρότης ἤτοι γἐκ τῆς τῶν πομάτων τε καὶ ἐδεσμάτων γίνεται φύσεως, ἐκ προσφάτου τινὸς ἀῤῥωστίας τῆς ἀλλοιωτικῆς ἐν τῷ τρεφομένῳ δυνάμεως· δἀσθένεια τῆς οὐ λυούσης αὐτὸ θερμότητος ἀγυμνασίας ἔκγονος ὑπάρχει· καὶ στενοχωρία δὲ τῆς διεξόδου διὰ σκίῤῥον, καὶ φλεγμονὴν, ἔμφραξίν τε καὶ θλίψιν, καὶ μύσιν γίνεται· τούτων δὲ ἑκάστου τὴν γένεσιν ὀλίγῳ πρόσθεν εἰρήκαμεν. ἔνια μέντοι μόρια πρὸς τοῖς ἀδήλοις τούτοις πόροις ἑτέρους τινὰς ἔχει σαφεῖς καὶ αἰσθητοὺς, ὥσπερ ἐγκέφαλός τε καὶ ὀφθαλμός. καὶ τοῦτο γίνεται πρὸς τῆς φύσεως διὰ τὸ κύριον τοῦ μέρους, διὰ τὴν ἀκρίβειαν τῆς ἐνεργείας, διὰ πυκνότητα τῶν περιεχόντων σωμάτων. μὲν γὰρ ἐγκέφαλος οἶκός τίς ἐστιν τῆς λογικῆς ψυχῆς, καὶ στεγανῷ περιλαμβανόμενος ὀστῷ διὰ μεγίστων τε καὶ πλείστων ὀχετῶν ἐκκαθαίρεται, πρῶτον μὲν τῶν κατὰ τὰς ῥῖνάς τε καὶ τὴν ὑπερῴαν, δεύτερον δὲ τῶν καθἑκάτερον οὖς, καὶ τρίτον τῶν κατὰ τὰς τοῦ κρανίου ῥαφάς· οὐκ ἀπεικὸς δὲ καὶ εἰς τοὺς ὀφθαλμούς τι συῤῥεῖν ἐξ αὐτοῦ. δὲ ὀφθαλμὸς οὐχ ὡς κύριος ἔτι οὗτός γε, ἀλλὡς ἀκριβῶς καθαρὸς εἶναι δεόμενος εἰς τὴν τῆς ἐνεργείας ἀκρίβειαν, αἰσθητοῖς τε ἐκκενοῦται πόροις ἅπαν ὅσον ἐν αὐτῷ περίττωμα γεννᾶται, κατά τε τὴν ῥῖνα καὶ κατὰ τὰ βλέφαρα.
§14 Τὰ μὲν οὖν τῶν περιττωμάτων αἴτιά τε καὶ ὄργανα λέλεκται. ὅπως δἄν τις ταῦτα κατεσχημένα κενώσαι, ἐφεξῆς λεκτέον, ἀρξαμένους αὗθις ἀπὸ τῶν κατὰ τὴν γαστέρα. κοινὸν μὲν οὖν ἐπὶ πάντων παράγγελμα, τὴν ἐναντίαν αἰτίαν τῇ τὴν βλάβην ἐργασαμένῃ προσάγειν· ἴδιον δὲ καθἑκάστην, εἰ μὲν ὀλιγώτερα καὶ ξηρότερα προσαράμενος ἐπισχεθῇ τὴν γαστέρα, πλείω τε ἅμα προσφέρειν καὶ ὑγρότερα, εἰ δὲ ξηρότερα, πλείω μὲν μὴ προσφέρειν, ὑγρότερα δὲ, εἰ δαὐστηρὰ καὶ στρυφνὰ, γλυκέσι τε καὶ λιπαροῖς εὐωχεῖν, εἰ δὲ τῇ τάξει πλημμελῶς, εἰς τὸ δέον ἐπανάγειν, εἰ δὲ ἅπαξ ἀντὶ τοῦ δὶς, οὐ μόνον δὶς, ἀλλὰ καὶ πολλάκις προσφέρειν. κατὰ δὲ τὸν αὐτὸν τρόπον τὰς προσφάτους δυσκρασίας ἐξιᾶσθαι τοῖς ἐναντίοις, ὑγραίνοντα μὲν, εἰ ξηρανθείη, θερμαίνοντα δὲ, εἰ ψυχθείῃ, κᾀπὶ τῶν ἄλλων ποιοτήτων ἀναλόγως. αἱ δὗλαι τούτων ἐν ταῖς περὶ τῶν φαρμάκων ἡμῖν γεγραμμέναις πραγματείαις εἴρηνται. ἐπισχεθείσης δὲ τῆς ξανθῆς χολῆς, ἐπὶ μὲν ἐμφράξει τῇ λεπτυνούσῃ διαίτῃ χρηστέον· εἴρηται δ ὕλη τῆς τοιαύτης διαίτης ἑτέρωθι διἑνὸς γράμματος· ἐπὶ δὲ θλίψεσι, ταῖς μὲν διὰ τὴν τῶν ὁμιλούντων τοῖς χολοδόχοις πόροις σωμάτων ἄμετρον πλήρωσιν, εἰ μὲν διὰ πάχος χυμῶν, τῇ λεπτυνούσῃ διαίτῃ χρηστέον, εἰ δὲ διὰ πλῆθος, τῇ κενώσει· εἰ δὲ διὰ φλεγμονὴν σκίῤῥον, ἐκπέπτωκεν ἤδη τὰ τοιαῦτα τῆς ὑγιεινῆς πραγματείας· εἰ δὲ διὰ δυσκρασίαν ὑπόγυιον, ἀντεισάγοντα τὴν ἡττημένην ποιότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἰᾶσθαι χρὴ τὴν μύσιν τῶν στομίων, ἐπὶ μὲν τοῖς αὐστηροῖς γινομένην, τὰ λιπαρὰ καὶ γλυκέα κελεύοντα λαμβάνειν, ἐπὶ δὲ τοῖς θερμαίνουσι καὶ ξηραίνουσιν, ὅσα ψύχει καὶ ὑγραίνει. λεχθήσεται δ τῶν τοιούτων ὕλη ἐν τοῖς ἑξῆς ὑπομνήμασιν. αὐτὸς δὲ τρόπος ἐστὶ τῆς καθάρσεως ἐπισχεθέντι τῷ τρίτῳ γένει τῶν περιττωμάτων, καθἕκαστον τοῦ ζώου μόριον ἔφαμεν συνίστασθαι. εἰ μὲν γὰρ μύσει ἔτι τὰ στόματα τῶν πόρων, ἐπανορθοῦσθαι χρὴ διὰ τῶν ἐναντίων τοῖς βλάψασι, τὰς μὲν ἐπὶ τοῖς ψύχουσιν αἰτίοις στεγνώσεις ἐκθερμαίνοντα, καθάπερ ὅσαι πυκνωθέντων ἡμῶν ὑπὸ κρύους γίνεται, τὰς δὲ ἐπὶ θερμότητι καὶ ξηρότητι ἐμψύχοντά τε καὶ ἀνυγραίνοντα, καθάπερ ὅσαι διἐκκαύσεις· οὕτω δὲ καὶ ὅσαι διὰ τῶν στυφόντων προσέπεσον, ὥσπερ ὅσα τῶν ὑδάτων ἐστὶ στυπτηριώδη, λιπαραῖς τε καὶ μαλακαῖς τρίψεσιν ἅμα τοῖς τῶν γλυκέων ὑδάτων λουτροῖς. εἰ δὲ ἐμφραχθεῖεν οἱ πόροι διὰ πάχος, πλῆθος, γλισχρότητα περιττωμάτων, λεπτύνουσα δίαιτα τούτοις ἁρμόσει, καὶ ὅσα τέμνει καὶ θερμαίνει φάρμακα, τὰ μὲν εἴσω τοῦ σώματος λαμβανόμενα, τὰ δὲ ἔξωθεν ἐπιτιθέμενα, καὶ πρὸ τούτων ἁπάντων γυμνάσια. καὶ γὰρ καὶ ταῦτα λύειν τε δύναται τὰ περιττώματα καὶ διὰ τῶν πόρων ἐκκενοῦν, καὶ τοσούτῳ πλεονεκτεῖ τῶν λεπτυνόντων ἐδεσμάτων τε καὶ φαρμάκων, ὅσῳ βέλτιόν ἐστι μηδὲν βλαπτόμενον εἰς τὴν τῶν σωμάτων ἕξιν ἐκκενοῦσθαι τὰ περιττὰ τοῦ σώματος τοῦ σὺν τῷ τάς τε σάρκας συντήκεσθαι καὶ ἰσχνοῦσθαι τὰ στερεά. αὗται μὲν γὰρ αἱ βλάβαι τοῖς θερμοῖς τε καὶ λεπτύνουσιν ἐφεδρεύουσι φαρμάκοις· ἐπὶ δὲ τοῖς γυμνασίοις οὐ μόνον οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ ῥώμη τοῖς ὀργάνοις ἐγγίνεται, τῆς θερμότητος ἀναζωπυρουμένης αὐτοῖς, κᾀκ τῆς πρὸς ἄλληλα τῶν σωμάτων παρατρίψεως σκληρότητός τέ τινος καὶ δυσπαθείας ἐγγιγνομένης. ὡς δἄν τις ἐν καιρῷ γυμνάζοιτο, καὶ μέτρῳ τῷ προσήκοντι χρῷτο καὶ τάξει καὶ ποιότητι τῶν κατὰ μέρος ἐνεργειῶν τῇ δεούσῃ, νυνὶ μὲν οὐ πρόκειται λέγειν, ὥσπερ οὐδὲ περὶ τροφῆς καὶ καιροῦ καὶ μέτρου καὶ τάξεως καὶ ποιότητος, οὐδὲ περὶ τῶν λεπτυνόντων ἐδεσμάτων καὶ πομάτων, οὐδὲ περὶ τῶν ἀλλοιούντων κατὰ ποιότητα φαρμάκων· οὐδενὸς γὰρ αὐτῶν οὐδέπω τὴν κατὰ μέρος εἴπομεν χρῆσιν, ἀλλἠρκέσθημεν ἐπὶ κεφαλαίων μόνον διελθεῖν· ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν ὑπὲρ ἁπάντων ἐπὶ πλέον εἰρήσεται.
§15 Νυνὶ μὲν γὰρ εἰς σύνοψιν ἀγαγεῖν ἠβουλήθην ἅπασαν τὴν πραγματείαν, ὡς μηδεμίαν ὕλην λαθεῖν, ἧς ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινόν. οὐδὲν γὰρ χεῖρον ὑγιεινὸν ὀνομάσαι τὸν ἐπιστήμονα καὶ ὑγιεινῆς ἁπάσης τέχνης, ὥσπερ τὸν μόνης τῆς περὶ τὰ γυμνάσια γυμναστήν· ἀτὰρ οὖν καὶ ὠνόμασεν Ἐρασίστρατος οὕτως αὐτόν. ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν ἑκάστης τῶν εἰρημένων ὑλῶν ἐπισκεψόμεθα τόν τε καιρὸν καὶ τὴν ποιότητα καὶ τὴν ποσότητα καὶ τὸν τρόπον τῆς χρήσεως, ὡς μηκέθὕλην μόνον, ἀλλὑγιεινὸν αἴτιον γίνεσθαι. ἐν τρισὶ γὰρ τούτοις γένεσι πρώτοις ἐστὶν ὑγιεινὴ πραγματεία, καθάπερ καὶ θεραπευτικὴ, σώμασί τε καὶ αἰτίοις καὶ σημείοις· σώμασι μὲν αὐτοῖς τοῖς ὑγιαίνουσι, χρὴ φυλάττεσθαι τοιαῦτα, σημείοις δὲ τοῖς συμβεβηκόσιν αὐτοῖς, ἐξ ὧν διαγινώσκεται, αἰτίοις δὲ, ὑφὧν φυλακὴ τῆς ὑγιείας γίγνεται. τέτταρας δὲ τῆς τούτων ὕλης τὰς διαφορὰς οἱ δοκιμώτατοι τῶν νεωτέρων ἰατρῶν ἔθεντο, προσφερόμενα, ποιούμενα, κενούμενα, καὶ ἔξωθεν προσπίπτοντα· προσφερόμενα μὲν ἐδέσματά τε καὶ πόματα, καὶ εἴδη τινὰ τῶν φαρμάκων, ἔσω τοῦ σώματος λαμβανόμενα, καὶ τὸν εἰσπνεόμενον ἀέρα, ποιούμενα δὲ τρίψεις τε καὶ περιπάτους καὶ ὀχήσεις καὶ ἱππασίαν καὶ κίνησιν σύμπασαν. εἰ δοὐ πᾶσα κίνησίς ἐστι γυμνάσιον, ἀλλ σφοδροτέρα μόνον, προσκείσθω ᾧδε τῇ κινήσει τὸ γυμνάσιον, ὡς εἶναι τὰ ποιούμενα κινήσεις τε καὶ γυμνάσια. συγκαταριθμοῦνται δὲ τῷ γένει τῶν αἰτίων τῶνδε καὶ ἐγρηγόρεις καὶ ὕπνοι καὶ ἀφροδίσια. τὰ δὲ ἔξωθεν προσπίπτοντα, πρῶτος μὲν περιέχων ἀὴρ, ἔπειθ λουομένοις ἀλειφομένοις προσπίπτει τῷ δέρματι, καὶ εἰ δή τι φάρμακόν ἐστιν, οὐκ ἐκβαῖνον ὅρους ὑγιεινοῦ; ὥσπερ ἅλες, μύρτα, νίτρον, ἀφρόνιτρον, τι τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. δὲ τῶν κενουμένων ὕλη προείρηται μὲν ὀλίγον ἔμπροσθεν· εἰ δὀρθῶς ἀντιδιῄρηται τοῖς προειρημένοις τρισὶ γένεσι τῶν αἰτίων, οὐ ῥᾴδιον ἀποφῄνασθαι. τάχα γὰρ ἦν βέλτιον ὑπὸ μὲν τῶν προσφερομένων καὶ ποιουμένων καὶ προσπιπτόντων ἔξωθεν ἀλλοιοῦσθαί τε καὶ μετακοσμεῖσθαι φάναι τὰ κατὰ τὸ σῶμα, τὴν μεταβολὴν δὲ αὐτῶν γίνεσθαι κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσὸν, καὶ κατὰ μὲν τὸ ποιὸν ἐν τῷ θερμαίνεσθαι καὶ ψύχεσθαι καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι, κατὰ δὲ τὸ ποσὸν ἐν τῷ τρέφεσθαι καὶ κενοῦσθαι, καὶ αὐτήν γε τὴν κένωσιν εἶναι διττὴν, ἑτέραν μὲν τῶν περιττωμάτων, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν ἐλέγομεν, ἑτέραν δὲ αὐτῆς τῆς οἰκείας οὐσίας ἡμῶν φύσεως ἀποῤῥεούσης, ἥτις ἀντίκειται τῇ θρέψει. ἐπισημῄνασθαι δὲ κᾀνταῦθα χρὴ τὴν ὁμωνυμίαν, ἣν Ἱπποκράτης ἐν τῷ περὶ τροφῆς συγγράμματι διείλετο, φάμενος ᾧδε· τροφὴ δὲ καὶ τρέφον, τροφὴ δὲ καὶ τὸ οἷον, τροφὴ καὶ τὸ μέλλον. τῇ μὲν γὰρ κατὰ τὸ πρῶτον σημαινόμενον τροφῇ τε καὶ πέψει τὴν ἀποῤῥοὴν τῆς οὐσίας ἀντιδιαιρεῖσθαι χρὴ, τῇ δὲ κατὰ τὸ δεύτερον αἱμοῤῥαγίαν τε καὶ ἁπλῶς εἰπεῖν αἵματος ἅπασαν κένωσιν, τῇ δὲ κατὰ τὸ τρίτον ἔμετόν τε καὶ λειεντερίαν. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διαιρέσεων, ὅπως ἄν τις ἐθέλῃ, τιθέσθω. τῶν δὑλῶν ἁπασῶν τῶν ὑγιεινῶν ἐπίστασθαι ἀναγκαῖον τὰς δυνάμεις τὸν τὴν ὑγιεινὴν τέχνην μετιόντα· καὶ γὰρ ἐπιδέξιος αὐτῶν χρῆσις ἐντεῦθεν ὥρμηται. γίνεται δ ἐπιδέξιος αὐτῶν χρῆσις, ἐὰν τόν τε καιρὸν ἑκάστου καὶ τὸ μέτρον εὕρωμεν. ὥστε ἐπὶ ταύτην χρὴ προϊέναι μᾶλλον, οὐ τὰς μοχθηρὰς αἱρέσεις ἐξελέγχειν. ἀλλὰ καὶ ἐπειδὴ μέγεθος ἱκανὸν πρῶτος ἤδη μοι λόγος ἔχει, τοῦτον μὲν ἐνταῦθα καταπαύσω, τὰ δὑπόλοιπα τῆς πραγματείας ἐν τοῖς ἑξῆς διηγήσομαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up