Galen De sanitate tuenda
EN Lat Orig
Book 4
§1–4
§1 Οὐχ ὡς οἱ πλεῖστοι τῶν νεωτέρων ἰατρῶν, ἐν τοῖς σοφιστικοῖς ζητήμασι κατατρίψαντες τὸν χρόνον, ἤτοι διὰ βραχέων ἐπιτρέχουσι τὸν περὶ τῶν ἀναγκαιοτάτων λόγον, καὶ παντάπασι παραλείπουσιν, οὕτω καὶ ἡμεῖς ποιήσομεν, ἀλλὅπερ ἀπἀρχῆς ἐνεστησάμεθα, τὸ χρήσιμον αὐτὸ διερχόμενοι , τά λογικωτέραν ἔχοντα τὴν ἐπίσκεψιν εἰς ἕτερον ἀναβαλούμεθα καιρόν. αὐτίκα γέ τοι περὶ τῶν νοσωδῶν συμπτωμάτων, ὑπὲρ ὧν ἐν τῷδε τῷ λόγῳ πρόκειται διελθεῖν, οὐ μικρὰ ζήτησίς ἐστι, πότερον ἐκ τῆς ὑγιεινῆς ὑπάρχει πραγματείας, ἐκ τῆς θεραπευτικῆς, τούτων μὲν οὐδετέρας, ἄλλης δέ τινος ἀμφοῖν τρίτης, ἣν οὖν καὶ μέσην ὑγείας τε καὶ νόσου τίθενταί τινες οὐδετέραν ὀνομάζοντες. ἐγὼ δἐπιστάμενος μὲν, ὡς, εἴτἐν τοῖς ὑγιεινοῖς τις, εἴτἐν τοῖς θεραπευτικοῖς αὐτῶν μνημονεύσειεν, ὁμοίως ὑπὸ τῶν σοφιστῶν ἐπηρεασθήσεται, γινώσκων δοὐδὲν ἧττον, ὡς, εἰ καὶ τρίτης τις αὐτοῖς ἀναθείη γενέσθαι πραγματείας, ὑπὲρ τῶν οὐδετέρων διαθέσεων ἐπιγράψας, ἔτι καὶ μᾶλλον ἐπιγελάσονται, καὶ τωθάσουσι, καὶ ἐρήσονται, περὶ τῶν ἀῤῥενικῶν καὶ θηλυκῶν ἐν ποίᾳ πραγματείᾳ διδάσκομεν, εἱλόμην ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ διελθεῖν ὑπὲρ αὐτῶν. εἰ γὰρ ἀδύνατον μέν ἐστιν ἐκφυγεῖν τῶν σοφιστῶν τὴν γλωσσαλγίαν, ἔλαττον δἐπηρεάσουσιν οὕτω πραξάντων, ἄμεινον ἴσως ἐστὶν οὕτω ποιεῖν. ἔτι δὲ μᾶλλον ἄν τις ἐξ αὐτῆς τῆς θεωρίας ἐπιγνοίη τὴν κοινωνίαν τῆς διδασκαλίας, εἰ προσέχοι τὸν νοῦν ἀκριβῶς τοῖς λεχθησομένοις, ὧν ἀρκτέον ἐνθένδε. τῆς ὑγιεινῆς ἐπιστήμης οὐ φαυλότατόν ἐστι μόριον περὶ τὰ γυμνάσια τέχνη· ταύτης δαὐτῆς οὐ σμικρὰ μοῖρα τὸ φυλάξασθαι κόπους. ἐδείχθη δἐν τοῖς ἔμπροσθεν, ὡς ὁμοία τίς ἐστιν τε προφυλακὴ τῶν ἐσομένων κόπων καὶ ἐπανόρθωσις τῶν ἤδη γεγονότων. οὔκουν ἑτέρωθι μὲν ἐχρῆν ἐκδιδάσκειν, ὅπως χρὴ φυλάττεσθαι κόπους, ἑτέρωθι δ’, ὅπως εἰς τὸ κατὰ φύσιν ἐπανάγειν προσήκει τοὺς ἤδη γεγονότας. διὰ ταῦτα μὲν οὖν ἐν τῷ πρὸ τούτου γράμματι, τρίτῳ τῆς ὅλης πραγματείας ὄντι, περὶ τῶν ἐπὶ γυμνασίων κόπων λόγος ἡμῖν ἐγένετο μετὰ καὶ τοῦ τῶν ὁμοίων αὐτοῖς ἐπιμνησθῆναι διαθέσεων, ὧν ἔνιαί τινες ἐπὶ γυμνασίοις ἐγίγνοντο μάλιστα. νυνὶ δὲ πρῶτον μὲν ὑπὲρ αὐτῶν ἐροῦμεν, ἐπειδὰν ἄνευ γυμνασίων γίγνωνται· δεύτερον δὲ καὶ περὶ τῶν ὁμοειδῶν αὐτοῖς.
§2 μὲν οὖν ἐπὶ γυμνασίοις ἀμέτροις γιγνόμενος κόπος ὑγιεινόν τι σύμπτωμά ἐστιν, δὲ τούτων χωρὶς νοσῶδες. ὥστε καὶ Ἱπποκράτει δοκεῖν κάλλιστα εἰρῆσθαι· κόποι αὐτόματοι φράζουσι νόσους. μὲν οὖν ἑλκώδης αἴσθησις σύμπτωμά ἐστι κοπῶδες. δαἰτία, διἣν αὕτη γίγνεται, διάθεσίς ἐστι κοπώδης. δὲ καὶ ταύτης αὐτῆς αἰτία διττὴν ἔχει τὴν διαφοράν· ἤτοι καταὐτὸ τοῦ ζώου τὸ σῶμα περιεχομένη, καὶ ὀνομάζεται τηνικαῦτα προηγούμενον αἴτιον, μηδ’. ὅλως ἐνυπάρχουσα, καὶ καλεῖται προκαταρκτικὸν αἴτιον. ὡς εἶναι μὲν τρία τὰ σύμπαντα γένη, περὶ ὧν ἡμῖν ἐνέστηκε λόγος, τό τε σύμπτωμα τὸ κοπῶδες, καὶ τὴν διάθεσιν τὴν κοπώδη, καὶ τὴν αἰτίαν αὐτῆς, ἑκάστου δ’. αὐτῶν εἰδικάς τινας ὑπάρχειν διαφοράς· ἐν μὲν ταῖς αἰτίαις, ὡς εἴρηται νῦν δὴ, τὴν προηγουμένην καὶ τὴν προκατάρχουσαν, ἐν δὲ ταῖς διαθέσεσιν, ὡς ἐν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὴν ἑλκώδη, καὶ τὴν τονώδη, καὶ τὴν φλεγμονώδη, καὶ μέντοι κᾀν τοῖς συμπτώμασι τρεῖς τὰς αὐτάς. ὀνομάζειν οὖν ἔξεστιν, εἰ βούλοιτό τις, ἑτέρως· οὔτε δὲ πλείω τῶν εἰρημένων λέγειν τε καὶ ποιεῖν ἔξεστιν, ἀληθεύειν γε βουλομένοις, οὔτε πλείους διαφορὰς τῶν λελεγμένων. μὲν οὖν ἑλκώδης κόπος (ἀρκτέον γὰρ ἀπὸ τοῦδε) κινουμένοις αἴσθησιν ἀνιαρὰν ὡς ἑλκουμένου φέρει τοῦ σώματος, ἤτοι κατὰ τὸ δέρμα μόνον, ὅταν μετριώτερον, κατὰ τὰς ὑποκειμένας αὐτῷ σάρκας, ὅταν γένηται σφοδρότερον, κατὰ τὸ συναμφότερον, ἐπειδὰν ἰσχυρότερον . καὶ τοῦτο μέν ἐστι τὸ κοπῶδες σύμπτωμα. διάθεσις δὲ κοπώδης, ἐφ γίνεται τὸ σύμπτωμα, δριμύτης ὑγρῶν ἐστι λεπτῶν καὶ θερμῶν, ὡς διαβιβρώσκειν τε καὶ κεντᾷν καὶ νύττειν τὰ σώματα. γίνεται δὲ αὕτη ποτὲ μὲν ἐπὶ ταῖς ἀμέτροις κινήσεσιν, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, ποτὲ δἐπὶ κακοχυμίᾳ τινὶ λεληθότως ὑποτραφείσῃ, καὶ τοὺς τοιούτους κόπους αὐτομάτους Ἱπποκράτης |ὀνομάζει. τὸ δἕτερον γένος τοῦ κόπου τὸ τονῶδες, ὅταν αὐτόματον συνιστῆται, ταῖς καλουμέναις πληθώραις ἕπεται. διατείνεται γὰρ ἐν ταύταις τὰ στερεὰ τοῦ ζώου μόρια, καὶ μάλιστα ἐν οἷς οἱ χυμοὶ περιέχονται. τὸ δὲ τρίτον τοῦ κόπου γένος τὸ φλεγμονῶδες ἐπὶ πληθώρᾳ τε ἅμα καὶ τῇ προειρημένῃ γίνεται κακοχυμίᾳ. οὐ γὰρ δὴ πᾶν εἶδος κακοχυμίας, ἀλλἐκεῖνο μόνον, ἐν δριμύτης ἐστὶ δακνώδης, ἐργάζεται τὸν ἑλκώδη κόπον· οὐδοὖν οὐδαὐτὸ, κατὰ τὰς φλέβας  ἀναμεμιγμένον τῷ αἵματι, λανθάνει γὰρ αὐτῆς δύναμις τηνικαῦτα, διαῤῥεούσης τε ἅμα καὶ νικωμένης ὑπὸ τῆς τοῦ αἵματος χρηστότητος, ἀλλὅταν εἴς τε τὰς σάρκας καὶ τὸ δέρμα μεταληφθεῖσα μόνη στηριχθῇ, τὴν ἑλκώδη διάθεσίν τε καὶ αἴσθησιν ἐπιφέρει. ὅσοι δὲ πλήθους ἔκγονον ὑπάρχειν οἴονται τὸν κόπον τοῦτον, σφάλλονταί, οὔτε γὰρ τοῦ τοιούτου πλήθους, δὴ καὶ πληθώραν ὀνομάζουσι, (τόν τονώδη γὰρ κόπον ἐκεῖνο ἐργάζεται,) οὔτε τοῦ τὴν δύναμιν βαρύνοντος, οὐ γὰρ δῆξις οὐδὲ ἕλκωσις, ἀλλἤτοι βάρος τε καὶ δυσκινησία τοῦ τοιούτου πλήθους ἐστὶ συμπτώματα, τὴν ψυχικὴν βαρύνοντος δύναμιν, ὅταν ὡς πρὸς ταύτην ὑπάρχῃ πλέον, κακοσφυξίαι τινὲς, ὅταν πρὸς τὴν ζωτικήν. εἴρηται δὑπὲρ αὐτῶν αὐτάρκως ἐν τῷ περὶ σφυγμῶν, ὥσπερ γε κᾀν τῷ περὶ πλήθους βιβλίῳ τὰ γνωρίσματα τῆς φυσικῆς δυνάμεως εἴρηται βαρυνομένης ἅμα τοῖς τῶν ἄλλων ἀμφοτέρων. οὔκουν τὸ πλῆθος αἴτιόν ἐστι τοῦ τὴν ἑλκώδη φέροντος αἴσθησιν κόπου, ἀλλ τῶν ἐν τῷ δέρματι καὶ τῇ σαρκὶ περιεχομένων ὑγρῶν δριμύτης. αὕτη γὰρ, ἐπειδὰν μὲν ἡσυχάζουσα περικέηται, διαλανθάνει τὴν αἴσθησιν, εἰς κίνησιν δἀφικομένη παραχρῆμα γνωρίζεται. κίνησις δαὐτῇ πρώτη μὲν καὶ μάλιστἐγγίνεται κατά τινας οἰκείους λόγους, οὓς ἑξῆς ἐροῦμεν, ἑτέρα δὲ κατὰ συμβεβηκὸς, ἐπειδὰν ἡμεῖς αὐτοὶ προελόμενοι κινῆσαί τι μέρος καὶ σύμπαν τὸ σῶμα σὺν ἐκείνῳ καὶ τὰς περιεχομένας ἐν αὐτῷ κινήσωμεν ὑγρότητας. ἀλλ μὲν τοιαύτη κίνησις ἐλαχίστη ἐστὶ, καὶ τὴν κοπώδη μόνην αἴσθησιν ἐπιφέρει, δὲ σφοδροτέρα ῥίγους ἐστὶν αἰτία, μέση δἀμφοῖν φρίκης. ὅτι δοὐδὲν κωλύει, κᾂν θερμὸν ὑπάρχῃ τὸ αἴτιον, ῥῖγός τε καὶ φρίκην αὐτὸ ποιεῖν, ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ἀποδέδεικται. νῦν δἀρκεῖ μόνον αὐτὰ τὰ κεφάλαια τῶν ἐν ἐκείνῳ τῷ λόγῳ δεδειγμένων ὑπόθεσιν ποιήσασθαι τοῖς παροῦσιν. ὅταν ἐν τοῖς αἰσθητικοῖς σώμασιν ὑποτραφῇ περιττώματα δάκνοντα, κατὰ διττὸν τρόπον εἰς κίνησιν ἀφικνεῖται· καθἕνα μὲν ὑπαὐτῶν τῶν αἰσθητικῶν σωμάτων ὠθούμενα, δύναμιν ἐχόντων ἀποκριτικὴν τῶν ἀλλοτρίων, καθἕτερον δὲ ὑπὸ κινήσεως σφοδροτέρας, ἣν ἔκ τε τῶν γυμνασίων ἐπικτᾶται, καὶ θυμοῦ, καὶ τῆς ἐκ τοῦ περιέχοντος θερμασίας. τὰ μὲν οὖν ὑπόθερμά τε καὶ σηπεδονώδη περιττώματα, κινηθέντα σφοδρότερον, οὐ φρίκην μόνον ῥῖγος ἐπιφέρει, ἀλλὰ καὶ πυρετὸν ἐξάπτει· τὰ δὲ ψυχρά τε ἅμα καὶ λεπτομερῆ φρίκην μὲν καὶ ῥῖγος ἐπιφέρει, πυρετὸν δὲ οὐκ ἐξάπτει. προσεῖναι δέ τι καὶ πλῆθος ἀξιόλογον ἑκατέροις ἀναγκαῖον, εἰ μέλλοι ταῦτα ποιῆσαι. ὅσα δἤτοι παντάπασιν ὀλίγα περιττώματα δάκνοντα τοῖς αἰσθητικοῖς ἐγγίνεται σώμασιν, πλείω μέν ἐστιν, οὔπω δἀκριβῶς δακνώδη, τὸν ἑλκώδη κόπον ἐργάζεται. καὶ δὴ καὶ λεκτέον ἡμῖν ὑπὲρ τούτων ἐστὶν ἐν τῷ παρόντι λόγῳ, τὰ γὰρ τοὺς πυρετοὺς ἐπιφέροντα τῆς θεραπευτικῆς ἐστι πραγματείας· οὐ μὴν ἀλλὰ καὶ ὅσα φρίκην μὲν ἐργάζεται, πυρετοὺς δοὐκ ἐξάπτει, καὶ ταῦτα τῆς ἐνεστώσης ἐστὶ πραγματείας.
§3 ἴασις δὲ, μέν τις εἰς κοινοὺς ἀμφοτέροις ἀνάγεται σκοποὺς, δέ ἔστιν ἑκατέρων ἴδιος· εἰρήσεται δὲ πρότερον κοινή. χρὴ τοίνυν, εἴτε θερμὸν, εἴτε ψυχρὸν εἴη τὸ περίττωμα, κενοῦν, ἀλλοιοῦν αὐτό. δέχεται δοὐ πᾶν περίττωμα τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν, ὥσπερ οὐδὲ πᾶν ἔδεσμα πᾶσι τοῖς ζώοις τὴν ἐν τῇ γαστρὶ πέψιν, ἀλλεἶναι χρή τινα συγγένειαν τῷ πεττομένῳ πρὸς τὸ πέττον. ὅταν οὖν ἀλλότριον παντάπασιν, οὐδεμία μηχανὴ τοῦτο τὸν ἐκ τῆς φύσεως ἐπιδέξασθαι κόσμον, ἀλλὰ χρὴ κενοῦν αὐτὸ πειρᾶσθαι διὰ ταχέων, ὥσπερ γε καὶ τὰ κατὰ τὴν γαστέρα διαφθαρέντα τελέως ἐμέτοις, διαχωρήσεσιν ἐκκενοῦσθαι κράτιστον. οὐ μὴν ἐνδέχεται τὴν ἐν τῇ σαρκὶ καὶ τοῖς ἄλλοις σώμασιν ἀναπεπομένην κακοχυμίαν ἑτοίμως οὕτως ἐκκενοῦν, ὡς τὴν ἐν ταῖς αἰσθηταῖς εὐρυχωρίαις περιεχομένην. ἐνίοτε δὲ καὶ φύσις αὐτὴ τοῦ κάμνοντος οὐ προσίεται βοήθημα ταχέως ἐκκενῶσαι δυνάμενον. οὕτω δὲ καὶ ἄλλη τις ἔστιν ὅτε διάθεσις ἀνθίσταται καὶ ἀπαγορεύει τὸν τοιοῦτον τρόπον τῆς κενώσεως, ὑπὲρ ὧν ἐφεξῆς εἰρήσεται, πρότερόν γε τὸ λεῖπον ἐν τῇ πρώτῃ διαιρέσει προσθέντων ἡμῶν. οἱ μὲν γὰρ κοινοὶ σκοποὶ τῆς τῶν περιττωμάτων ἰάσεως εἴρηνται, κένωσίς τε καὶ ἀλλοίωσις. ἰδίους δἑκατέρων προσθετέον ἡμῖν· οὐ γὰρ ἑνὶ τρόπῳ κενωτέον, οὐδὲ ἀλλοιωτέον, ἀλλὰ τὸν οἰκεῖον ἀεὶ τῷ λυποῦντι ζητητέον. οἰκεῖος δὲ, συλλήβδην εἰπεῖν, διὰ τῶν ἐναντίων ἐστὶν, ἐν μέρει δὲ καθἕκαστον ἐναντίων. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· χρὴ δἐξηγήσασθαι πλατύτερον αὐτὰ, καὶ τὴν οἰκείαν ἀπόδειξιν ἑκάστῳ προσθεῖναι, τὴν ἀρχὴν ἀπὸ τῆς ἑλκώδους διαθέσεως ποιησαμένους.
§4 Ἐπεὶ τοίνυν ἐπὶ κακοχυμίᾳ δριμέων περιττωμάτων τοιοῦτος ἐγίγνετο κόπος, ἐπισκεπτέον πρότερον, εἴτἐν τοῖς στερεοῖς μόνοις σώμασιν, εἴτε κᾀν ταῖς κοιλίαις τῶν φλεβῶν κακοχυμία περιέχεται. γνώρισμα δοὐδὲν ἔχομεν ἐναργὲς οὐδὲ σαφὲς ὑπὲρ τῶν ἐν ταῖς φλεψὶ περιττωμάτων,  ὅτι μὴ κατὰ τὰ οὖρα μόνον, ἀλλὰ στοχάζεσθαι χρὴ διὰ τῶνδε. πρῶτον μὲν ἐπισκέπτωμεν, τινι κέχρηται διαίτῃ τὸ κάμνον σῶμα· δεύτερον δ’, εἰ καὶ φύσει κακοχυμίαν ἦν ἔθος ἀθροίζειν αὐτῷ· καὶ πρὸς τούτοις, εἴ τινες συνήθεις ἐκκρίσεις ἐπέχονται καὶ φυσικαί· τέταρτον ἐπὶ τούτοις, εἰ γυμνασίοις, καθάρσεσιν, ἐμέτοις, αἰωρήσεσιν, χρήσεσιν αὐτοφυῶν ὑδάτων εἰθισμένος ἐκκενοῦν τὰ περιττὰ ὠλιγώρησεν. ἐν μὲν οὖν τῇ διαίτῃ σκεπτέον, εἰ ἀπεψίαι προήγηνται πολὺ πλείους τε καὶ μείζους τῶν συνήθων, καὶ κακοχύμων ἐδεσμάτων ἐνεφορήσατο πλῆθος, οἶνον ἀντὶ μὲν παλαιοῦ γλεύκινον, ἀντὶ δὲ λεπτοῦ παχὺν τεθολωμένον ἔπιεν, καὶ παντάπασιν εἰς ὕδατος πόσιν ἐξ οἴνου μετῆλθεν, οὐχ ἅπαξ δὶς ἐφἑκάστῳ τῶν εἰρημένων πλημμελήσας, ἀλλὰ συνεχῶς τε ἅμα καὶ χρόνῳ πολλῷ. δεύτερον ἐπισκεπτέον, ὡς εἴρηται, μή τις τῶν φύσει κακοχυμίαν ἑτοίμως ἀθροιζόντων ἐστὶν κάμνων ἄνθρωπος. ἐξευρήσεις δὲ τοῦτο πυθόμενος, εἰ ψωρώδης διάθεσίς ποτε, λεπρώδης, ἀλφώδης, κνησμώδης ἐπὶ πλέον αὐτῷ συνέπεσεν, ἐρυσίπελας, ἕρπης, ἐλέφας, ὀφίασις, ἀλωπεκίασις, φλύκταιναι πλείους, ἑλκώδης ἐξάνθησις, ἐπινυκτίδες, ὅλως ὁτιοῦν τῶν ἐπὶ κακοχυμίᾳ γεννωμένων τε καὶ αὐξανομένων συμπτωμάτων. ἐπὶ δὲ τούτοις ἐλέγομεν χρῆναι σκοπεῖσθαι, μὴ συνήθης τις ἔκκρισις ἐπέσχηται διἐμέτων, διαἱμοῤῥοΐδος, σύριγγός τινος, δυσεντερίας, γυναικείων καταμηνίων· εἶθἑξῆς, εἰ αὐτὸς ἐπιτηδεύων ἐκκαθαίρειν ἑαυτὸν ἀεὶ πέπαυται νῦν. ἔνιοι μὲν γὰρ ὑπηλάτοις φαρμάκοις, ἔνιοι δὲ ἐμετηρίοις, οὐρητικοῖς, ἱδρωτικοῖς, χρήσεσιν ὑδάτων αὐτοφυῶν, ἤτοι θειωδῶν, ἀσφαλτωδῶν, νιτρωδῶν ἐκκενοῦντες ἑαυτῶν τὰ περιττώματα καθἕκαστον ἔαρ φθινόπωρον, ὀλιγωροῦσιν ἐνίοτε, πολλοὶ δὲ, ὡς εἴρηται, καὶ γυμνασίων ἔθους ἀπέστησαν, ἔνιοι δὲ καὶ τρίψεως ἁπάσης, λουτρῶν, τῶν μετὰ τὸ βαλανεῖον ἐμέτων ἐποἴνῳ γλυκεῖ. πρόδηλον δέ ἐστιν, ὡς λόγος οὐ μόνον τῶν τὴν ἀρίστην ἐχόντων κατασκευὴν ἐμνημόνευσεν, ἀλλὑπὲρ τοῦ μηδὲν λείπειν τῷ καταλόγῳ τῶν τῆς κακοχυμίας αἰτιῶν ἐφήψατο καὶ τῶν ἀθροιζόντων φύσει κακοχυμίαν σωμάτων, ὑπὲρ ὧν ἐν ταῖς μοχθηραῖς κατασκευαῖς τοῦ σώματος ἐν τοῖς ἑξῆς ὑπομνήμασιν ἐπὶ πλέον ἐροῦμεν. ἐκ τούτων μὲν οὖν στοχάζεσθαι χρὴ τοῦ ποσοῦ τῆς κακοχυμίας, ἴασιν δὲ τῷ μέτρῳ τῆς ποσότητος ἐξευρίσκειν ἀνάλογον· εἰ μὲν ὀλίγη παντάπασιν ὑπάρχει, καὶ καταὐτὸ μόνον ἠθροισμένη τὸ δέρμα, μετριωτέραν, εἰ δὲ μείζων, καὶ διὰ βάθους, ἰσχυροτέραν. εἰρήσεται δὲ προτέρα μὲν τῆς ἐπιεικοῦς τε καὶ παρὰ τῷ δέρματι μόνον, ἑξῆς δὲ καὶ τῶν σαρκῶν ἐμπεπλησμένων, καὶ τρίτη πρὸς αὐταῖς, ὅταν ὅλον ἀκάθαρτόν τε καὶ περιττωματικὸν ὑπάρχῃ τὸ αἷμα. δοίη ἴδῃ μοι, πρῶτον μὲν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀνελθὼν, εὔχυμόν τινα φύσει νεανίσκον, ἔμπροσθεν μὲν ὑγιεινῶς διαιτώμενον κατὰ πάντα, νῦν δὲ διά τινα χρείαν ἀναγκαίαν ἐν ὁδοιπορίᾳ πλέονι χρόνῳ διατετριφότα, μήτε γυμνάσασθαι τὰ συνήθη, μήτε λούσασθαι, κεχρῆσθαι δὲ ἐδέσμασι καὶ πόμασι μοχθηροῖς, καὶ μετὰ τὸ ἄριστον, τὸ δεῖπνον, καὶ διὅλης τῆς ἡμέρας ἐπὀχήματος ἐνηνέχθαι, μηδὕπνου τὰ πολλὰ καλῶς ἀπολαύσαντα· προσκείσθω δὲ μηδὲν αὐτῷ πεπλημμελῆσθαι περὶ τὴν ποσότητα τῶν προσενηνεγμένων, καὶ διὰ τοῦτο μηδἀπεψίᾳ τινι περιπεπτωκέναι τονδί. τὸν γὰρ τοιοῦτον ἄνθρωπον οὐκ ἐνδέχεται κακοχυμίαν ἠθροικέναι πολλήν. οὔκουν οὐδὲ τῆς ἐπανορθώσεως δεῖται μακρᾶς, ἀλλὰ χρὴ γυμνάσιον ἀποθεραπευτικὸν, οἷον ἐν τῷ πρὸ τούτου γράμματι διήλθομεν. εἴρηται δὲ καὶ περὶ τῆς ἀκολούθου διαίτης ἐν αὐτῷ. καὶ νῦν οὐδὲν ἔτι χρὴ μηκύνειν, ἀλλἀναμνῆσαι μόνον, ὡς σκοπὸς τῶν οὕτω διακειμένων σωμάτων κένωσίς ἐστι τῶν κατὰ τὸ δέρμα περιττωμάτων, ὡς ἂν καὶ τῆς διαθέσεως ἐν τούτῳ μόνῳ γεγενημένης. ὑποκείσθω δὴ πάλιν αὐτὸς ἄνθρωπος ἐπὶ τοῖς ἄλλοις τοῖς αὐτοῖς ἀπεψίαις πλείοσι περιπεπτωκώς· ὑποκείσθω δὲ καὶ ἑλκώδης αἴσθησις αὐτῷ μὴ κατὰ τὸ δέρμα μόνον, ἀλλὰ καὶ διὰ βάθους, ὡς ὑπονοεῖν, ὅλον ἐμπεπλῆσθαι τὸ σῶμα τῆς κακοχυμίας. οὐκέτι τὸν τοιοῦτον οὔτἐπὶ γυμνάσιον ἄξομεν, οὔτἐπὶ κίνησιν ὅλως οὐδεμίαν, ἡσυχάσαι δὲ καὶ ὑπνῶσαι κελεύσαντες, ἐν ἀσιτίᾳ φυλάξομεν ὅλην τὴν ἡμέραν· εἶτεἰς ἑσπέραν ἀλείψαντές τε λιπαρῶς καὶ λούσαντες εὐκράτῳ θερμῷ, τροφὴν εὔχυμον καὶ ῥοφηματώδη δώσομεν ὀλιγίστην· οὐκ ἀφέξομεν δαὐτὸν οὐδοἴνου, συμπέττει γὰρ καὶ τοὺς ἡμιπέπτους χυμοὺς οἶνος, εἴπερ τι καὶ ἄλλο, καὶ ἱδρῶτας καὶ οὖρα προτρέπει, καὶ ὕπνῳ συντελεῖ. δεόμεθα δἐπὶ τῶν οὕτως ἐχόντων, ὅσον μὲν ἤδη ἀκριβῶς μοχθηρόν ἐστι τῆς κακοχυμίας πεφθῆναι μηκέτι δυναμένης, ἱδρῶσί τε καὶ οὔροις ἐκκενῶσαι, τὸ δοἷον ἡμίπεπτον ἔτι συμπέψαι τε καὶ χρηστὸν ἀπεργάσασθαι. τοῦτο δὲ κάλλιστα διἡσυχίας καὶ ὕπνου ἀποτελεῖται. εἰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις κατασταίη τὸ σύμπτωμα, πρὸς τὰ συνήθη κατὀλίγον ἐπαναγαγεῖν χρὴ τὸν ἄνθρωπον. εἰ δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἔτι παραμένοι, σκεπτέον ἤδη περὶ βοηθήματος ἰσχυροτέρου, καὶ μάλιστα εἰ διὰ τῆς νυκτὸς ἤτοι κοπώδης ἐπὶ μᾶλλον, ἀσώδης, ἄγρυπνος, ἐν ὕπνοις καὶ φαντασιώδεσι καὶ  ταραχώδεσι γένοιτο. τοὺς γὰρ τοιούτους, σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει, δυοῖν θάτερον, φλεβοτομεῖν, καθαίρειν προσήκει, διορισαμένους, ὁποτέρου δεῖ μᾶλλον, ὡς ἐφεξῆς ἐρῶ· σὺν ἀσθενεῖ δὲ, φλεβοτομεῖν μὲν οὐδαμῶς, ὑποκαθαίρειν δὲ μετρίως. ὁποῖαι δεἰσὶν αἱ μέτριαι καθάρσεις, ἐν τοῖς ἑξῆς εἰρήσεται, πρότερόν γε διορισαμένων ἡμῶν τὰ πρότερον. τῆς γὰρ δυνάμεως ἰσχυρᾶς οὔσης, καὶ τοῦ κόπου παραμένοντος, ἐπισκεπτέον, εἴτε μετὰ πλήθους αἵματος, ὠμῶν καὶ ἀπέπτων χυμῶν, εἴτε αὐτὴ καθἑαυτὴν μόνη γέγονεν τὸν κόπον ἐργαζομένη κακοχυμία. εἰ μὲν γὰρ μετὰ πλήθους αἵματος, ἤτοι φλεβοτομητέον, τι τῶν ἀναλόγων τῷδε πρακτέον. ἀνάλογα δέ ἐστι τάδε· τοῖς μὲν αἱμοῤῥοΐδας ἐπεσχημένοις ἐκείνας ἀναστομῶσαι, ταῖς δὲ γυναιξὶ τὴν διὰ μήτρας ἔκκρισιν κινῆσαι, ὥσπερ γε καὶ οἷς τούτων οὐδέν ἐστιν, ἀποσχάσαι τὰ σφυρὰ, κᾄπειθοὕτως ὑποκαθαίρειν φαρμάκῳ, μάλιστα οἰκεῖον τῇ κακοχυμίᾳ. μόνης δὲ συστάσης τῆς κακοχυμίας ἄνευ πλήθους αἵματος, ἐπὶ τὴν οἰκείαν τῷ λυποῦντι περιττώματι κάθαρσιν ἔρχεσθαι χρή. λυπεῖ δὲ ποτὲ μὲν ἤτοι πικρόχολον, μελαγχολικὸν, ἔστι δὅτε φλεγματῶδες, ἁλυκὸν, ὀξὺ, καὶ τούτων ἕκαστον ὀῤῥωδέστερον, παχύτερον, μέσον πως κατὰ τὴν σύστασιν· ὑπὲρ ὧν τῆς διαγνώσεως ἤδη λέγωμεν. εἰ μὲν ἅμα τισὶν ἐξανθήμασιν κοπώδης γένηται διάθεσις, ἐξ ἐκείνων ἕτοιμον εὑρίσκειν, ὁποῖόν τι τὸ εἶδός ἐστι τοῦ περιττώματος· εἰ δὲ τούτων χωρὶς, ἐπὶ μὲν εὐχύμου φύσεως ἔκ τε τῶν προηγησαμένων ἐδεσμάτων, καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσα συνέπεσεν αὐτῷ, κακοχύμου δὄντος φύσει, κᾀντεῦθέν τι ληπτέον. εἰρήσεται δἐπὶ πλέον αὖθις ὑπὲρ τῶν τοιούτων κράσεων· νυνὶ δὲ περὶ τῶν ἄλλων λεκτέον, ἐξ ὧν καὶ αὐτῶν ἔνεστι τεκμήρασθαι τὸ τῆς κακοχυμίας εἶδος. ἀργότερον μὲν γὰρ διῃτημένοις φλεγματωδέστερος ἀθροίζεται χυμός· ἐν πόνοις δὲ πλείοσιν ἤτοι πικρόχολος, μελαγχολικὸς, ἐν θέρει μὲν πικρόχολος, ἐν φθινοπώρῳ δὲ μελαγχολικός. ἀλλὰ καὶ τῶν πόνων τὸ μῆκος ἐπισκεπτέον· ὅσῳ γὰρ ἂν ὦσι πολυχρονιώτεροι, τοσούτῳ μᾶλλον ἐπὶ τὸ μελαγχολικὸν ἐκτρέπονται. καὶ τοίνυν, ὅσοι μὲν ἅμα πολλοῖς ἱδρῶσιν ἐγένοντο, παχύτερον ἐργάζονται τὸ περίττωμα, λεπτότερον δὲ οἱ χωρὶς ἱδρῶτος, ὥσπερ οἱ ἐν χειμῶνι καὶ ὅλως ταῖς ψυχραῖς καταστάσεσι. συνεπισκεπτέον δἐν τῷδε καὶ περὶ τῶν οὔρων τοῦ πλήθους, ὥσπερ γε καὶ περὶ τῆς τῶν ἱδρώτων ποιότητος· οἱ μὲν γὰρ ὀξώδεις, οἱ δὲ ἁλμυροὶ, οἱ δὲ οἷον βορβόρου τινὸς βρόμου σαφῶς ὄζουσιν. ἔνεστι δὲ τοῦτο καὶ διὰ τῆς στλεγγίδος, ὁπότε λούονται, σκοπεῖσθαι. πολλάκις γοῦν ἐφάνη πικρόχολος ἀκριβῶς, οἷος ἐπὶ τῶν ἰκτεριώντων ἀποκρίνεται. διάγνωσις δαὐτῆς ῥᾳδία καὶ πρὸ τῆς γεύσεώς ἐστιν ἐκ μόνης τῆς χροιᾶς· ὠχρὰ γὰρ ὁμοίως τῇ τοιαύτῃ χολῇ φαίνεται. πολλάκις γε μὴν ἐπὶ πόνοις ἰσχυροτάτοις καὶ καύμασι σφοδροτάτοις ἀκριβῶς ξανθὴ ὤφθη. καὶ μὲν δὴ καὶ μέσος ποτὲ καὶ μικτὸς ἐξ ἀμφοῖν, οἷον ὠχρόξανθός τις, ὥσπερ καὶ τῆς χολῆς χυμός. ἔστι γὰρ καὶ τοῦτον ἰδεῖν ἐν ἐμέτοις τε καὶ διαχωρήμασιν ἤτοι γὠχρὸν, ξανθὸν, ἐξ ἀμφοῖν σύνθετον. ὁποῖος δἂν οὗτος ἐν τῷ σώματι περιέχηται, τοιοῦτον ἀναγκαῖον αὐτοῦ φαίνεσθαι καὶ τὸν ὀῤῥόν. μὲν οὖν ἱδρὼς τῶν καθὅλον τὸ σῶμα πλεοναζόντων χυμῶν ἐστι γνώρισμα, τὸ δοὖρον ἐκείνων μόνον, ὅσοι περ ἂν ἐν τοῖς ἀγγείοις περιέχωνται. μηδὲν οὖν παραλιπεῖν ὅλως, ἀλλὰ καὶ τοὺς ἱδρῶτας ἐπισκεπτέον, ὡς εἴρηται. νῦν δὲ καί ποταὐτὸν τὸν κάμνοντα κελεύειν αὐτοῦ ἀπογεύεσθαι πρὸς ἀκριβεστέραν διάγνωσιν· ὅπερ εἴωθεν ἔστιν ὅτε καὶ αὐτόματον γενέσθαι, παραῤῥυέντος εἰς τὸ στόμα τοῦ καταφερομένου πολλάκις ἔκ τε τοῦ μετώπου καὶ τῶν τούτου μορίων. ἐπισκεπτέον δὲ καὶ τῶν οὔρων τήν τε σύστασιν ἅμα καὶ τὴν χρόαν. οὐ παραλειπτέον δὲ οὐδὲ τὰ ἐναιωρούμενα, οὐδὲ τὰ ὑφιστάμενα ἀνεπίσκεπτα. τὰ τοιαῦτα σύμπαντα γὰρ δηλοῖ ἀκριβῶς, ὁποῖόν τι ἐν ἀγγείοις ἐστὶν αἷμα. χολώδους μὲν οὖν ὄντος, ἀναγκαῖόν ἐστι καὶ τὸν ὀῤῥὸν αὐτοῦ χολώδη φαίνεσθαι καθἑκατέραν τῆς χολῆς ἰδέαν, ὁμοίως δἔτι καὶ φλεγματώδους ὑπάρχοντος. ὅταν μὲν οὖν ἀκριβῶς ἄπεπτον ὑπάρχῃ, λεπτὸν καὶ ὑδατῶδές ἐστι τὸ οὖρον, οὔθὑπόστασιν ἴσχον, οὔτε ἐναιώρημά τι· πεττομένου δὲ ταῦτα φαίνεται, καί τινες ἄνωθεν ἐφίστανται νεφέλαι λεπταὶ, καθάπερ καὶ καλουμένη γραῦς καὶ ἐπίπαγος ἐπὶ τῶν ἀποψυχομένων ζωμῶν. εἰ δὲ θολερὸν, οἷον καὶ τὸ τῶν ὑποζυγίων, φαίνοιτο, δηλώσει ἐμπεπλῆσθαι μὲν τῶν καλουμένων ὠμῶν χυμῶν τὰς φλέβας, οὐ μὴν ἡσυχάζειν γε περὶ αὐτοὺς τὴν φύσιν, ἀλλὰ πέττειν ἐῤῥωμένως. εἰ δὲ καὶ διακρίνοιτο ταχέως τὸ ὑφιστάμενον, λευκόν τε εἴη καὶ λεῖον καὶ ὁμαλὲς, ὅσον οὔπω φήσει κρατήσειν ἁπάντων αὐτῶν τὴν φύσιν. εἰ δοὐρησάντων μὲν εἴη καθαρὸν, ἀναθολωθείη δεὐθέως, ἐπιχειρεῖν τῇ πέψει τῶν ὠμῶν χυμῶν ἐνδείκνυται τὴν φύσιν, εἰ δὲ μετὰ πλείονα χρόνον, οὐκ εὐθὺς, ἀλλὕστερον ἐπιχειρῆσαι. κοινὸν δἐπὶ πάντων οὔρων θολερῶν ἔστω σοι γνώρισμα διάκρισις, ἤτοι ταχέως, βραδέως, μηδὅλως γιγνομένη. εἰ μὲν οὖν ταχέως γίγνοιτο, καὶ τὸ ὑφιστάμενον εἴη λευκὸν καὶ λεῖον καὶ ὁμαλὲς, ἰσχυροτέραν  ἐνδείκνυται μακρῷ τὴν φύσιν ὧν πέττει χυμῶν. εἰ δἀγαθὴ μὲν ὑπόστασις, ἐν χρόνῳ δὲ γίγνοιτο πλέονι, καὶ τὴν φύσιν ἐν χρόνῳ πλέονι κρατήσειν τῶν χυμῶν ἐπαγγέλλεται. εἰ δἤτοι μὴ διακρίνοιτο παντάπασιν, σὺν μοχθηραῖς ὑποστάσεσιν, ἀσθενὴς φύσις ἐστὶ καὶ δεῖται βοηθείας τινὸς εἰς τὸ πέψαι τοὺς χυμούς. ὥσπερ δὲ τὰ οὖρα τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐνδείκνυται τὴν διάθεσιν, οὕτως οἱ ἱδρῶτες, καὶ τὰ ἄλλα τὰ περὶ τὴν σύμπασαν ἕξιν τοῦ ζώου φαινόμενα τῶν κατἐκείνην ἐστὶ δηλωτικά. θερμοτάτη μὲν γὰρ αἴσθησις ἀήθης ἐν αὐτῇ γένεται, τῶν θερμῶν ἐπικρατούντων χυμῶν, ψυχροτάτη δὲ, τῶν ψυχρῶν. καὶ λευκότεροι μὲν ἐπὶ ταῖς τοῦ φλέγματος, ὠχρότεροι δὲ ἐπὶ ταῖς τῆς χολῆς φαίνονται πλεονεξίαις, εἰ δὲ καὶ ἀκρατεστέρα ποτεἴη, ξανθότεροι. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐστιν, οὐ τῶν στερεῶν τοῦ ζώου μορίων, ὅταν γε μὴ ὑποχωρήσωσιν εἰς βάθος οἱ χυμοί. συμβαίνει δαὐτοῖς τοῦτο διὰ κρύος, ῥῖγος, πάθος ψυχικὸν, οἷον φόβον, λύπην ἰσχυρὰν, ἀρχομένην αἰδώ· μηδενὸς δὲ τούτων παρόντος, οὐκ ἄν ποθὑπονοστήσειαν εἰς τὸ βάθος οἱ χυμοὶ, ὥσπερ οὐδἐπικαύσαιεν ἄν ποτε τὸ δέρμα βιαιότερον ὁρμήσαντες ἐπαὐτὸ χωρὶς τοῦ παθεῖν τι τὴν ψυχὴν, θάλπος ἄμετρον ἔξωθεν περιστῆναι τὸ ζῶον. ὀργισθέντων οὖν ποτἰσχυρῶς, θυμωθέντων, τὴν ἐκ τῆς αἰδοῦς οἷον ἄμπωτιν τῶν χυμῶν ἀναφερομένων, μὴ προσέχειν τὸν νοῦν τῇ χρόᾳ. χωρὶς δὲ τοῦ βιάζεσθαι τὸ περιϊστάμενον ἔξωθεν ἤτοι ψυχρὸν, θερμὸν, τι πάθος ὧν ἀρτίως εἴρηται γεγενημένον, ἀψευδής ἐστιν ἐκ τῆς χροιᾶς τοῦ ζώου διάγνωσις τῶν χυμῶν. ὡς οὖν τὸ μὲν λευκότερον ἑαυτοῦ γεγονὸς σῶμα τὸν φλεγματικὸν ἐπικρατεῖν ἐνδείκνυται χυμὸν, τὸ δὠχρότερον ξανθότερον τὸν χολώδη, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τὸ ἐρυθρότερον ἐκτροπὴ τοῦ κατὰ φύσιν αἷμα πλεονάζειν, δὲ ἐπὶ τὸ μελάντερον τὴν μέλαιναν χολὴν δηλοῖ. δόξειε δἄν σοί ποτε καὶ οἷον μολίβδου τὴν χρόαν ἔχειν, καὶ αὖθις οἷόν τις μίξις εἶναι λευκοῦ τε ἅμα καὶ πελιδνοῦ, καί ποτε τὸ πελιδνὸν αὐτὸ μόνον ἐπικρατεῖν ἄνευ τοῦ λευκοῦ. τὰ τοιαῦτα οὖν χρώματα τὸν ὠμὸν ἐπικρατεῖν ἐνδείκνυται χυμὸν, ἐν εἴδει μὲν ὑπάρχοντα φλέγματος, ἧττον δὑγρὸν ὄντα τοῦ συνήθους ὀνομαζομένου φλέγματος. ὡς τὰ πολλὰ δὲ οὐδὲ γλισχρότης αὐτῷ πρόσεστιν· ὡς, εἴ γε προσήκοι, τὸν τοιοῦτον χυμὸν Πραξαγόρας ὑαλώδη καλεῖ, ψυχρὸν μὲν ἱκανῶς ὑπάρχοντα, παχύτερον δἧττον ὄντα τοῦ κατἐξοχὴν ὠμοῦ προσαγορευομένου. κοινῇ μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λευκοί τε καὶ ὠμοὶ πάντες εἰσὶ, προσαγορεύεται δαὐτῶν ἄλλος ἄλλῃ προσηγορίᾳ. καὶ οὐ τοῦ νῦν ἐνεστῶτος καιροῦ διορίσασθαι πάντας αὐτούς· μόνου γὰρ εἰς τὰ παρόντα τοῦ κοινῇ πᾶσι συμβεβηκότος δεόμεθα, τοῦ μηδέπω κατειργάσθαι τελέως αὐτοὺς ὑπὸ τῆς φύσεως, ἀλλἔθὑπάρχειν ὠμούς. ἐν μεθορίῳ γάρ ἐστι τὸ αἷμα τῶν τε χολωδῶν χυμῶν καὶ τούτων, ὧν τὸ γένος ἑνὶ προσρήματι καλεῖν ἔξεστιν ὠμὸν χυμὸν, φλέγμα. ἐκεῖνοι μὲν γὰρ ὑπερκατεργασθέντος ἀποτελοῦνται τοῦ αἵματος, οὗτοι δοὐδέπω γεγονότος. ἔστι δἑκατέρων ἄπειρος μὲν κατὰ μέρος διαφορὰ, διώρισται δέ πως ἤδη πρὸς τῶν περὶ τὰ τοιαῦτα δεινῶν εἴδεσιν εὐαριθμήτοις· ὧν οὐδαὐτῶν ἀναγκαῖόν ἐστιν μεμνῆσθαι νῦν ἁπασῶν, ἀλλἀρκεῖ μόνον εἰς ἓν ἀγαγεῖν τὸ κεφάλαιον, ὅπερ οἷον σκοπόν τινα ποιήσασθαι προσῆκον τῶν πρακτέων. ἐπειδὴ γὰρ οἱ μέν τινές εἰσι, πρὶν ἀκριβῶς αἱματωθῆναι τὴν τροφὴν, οἷον ἡμίπεπτοί τινες, οἱ δἄπεπτοι παντάπασιν, οἱ δὀλίγον ἀποδέοντες αἵματος ἰδέας, ἕτεροι δἔσχατοι τῆς αἱματώσεως, ἀμετρίᾳ θερμότητος ἑπόμενοι, καὶ τούτων αὐτῶν οἱ μὲν ὀλίγον ἀποκεχωρηκότες αἵματος, οἱ δὲ πλέον, οἱ δὲ πλεῖστον, ἐπὶ μὲν τῶν ὀλίγον ἀπεχόντων ἐφἑκατέρῳ θαῤῥούντως χρῆσθαι φλεβοτομίᾳ, ἐπὶ δὲ τῶν πλέον εὐλαβέστερον, ἐπὶ δὲ τῶν πλεῖστον οὐδὅλως. συνεπισκοπεῖσθαι δὲ πειρᾶσθαι καὶ τὸ ποσὸν ἐν αὐτοῖς, οἷον, εἰ οὕτως ἔτυχεν, ἂν μὲν ὀλίγον ὑπάρχῃ τὸ χρηστὸν αἷμα, πλεῖστος δἄλλος τις χυμὸς, ἀφίστασθαι τῆς φλεβοτομίας· ἂν δοὗτος μὲν ὀλίγος , δαψιλὲς δὑπάρχῃ τὸ αἷμα, θαῤῥούντως χρῆσθαι ταῖς φλεβοτομίαις. εἶθοὕτως, ὡς εἴρηται πρόσθεν, ὑπάγειν γαστέρα πρός τε τὸ πλῆθος ἀφορῶντα καὶ τὴν ἰδέαν τοῦ πλεονάζοντος χυμοῦ. εἰ δέ τις ἤτοι διἡλικίαν διὰ δειλίαν οὐκ ἐθέλοι παρέχειν ἑαυτὸν τῷ ἰατρῷ πρὸς οὐδένα τρόπον αἵματος ἀφαιρέσεως, ἐπὶ κάθαρσιν ἰσχυροτέραν ἄγειν αὐτόν. εἰ δὲ καὶ ταῦτα ὑποπτεύοι, διἑτέρων ἐκκενοῦν τὸ περιττόν. ἐπὶ μὲν οὖν τῆς ὑποκειμένης ἐν τῷ λόγῳ φύσεως οὐδὲν χαλεπὸν ἐξευρεῖν ἑτέρας κενώσεις· ἐπἄλλων δὲ μετὰ διορισμῶν ἀκριβεστέρων ἐξευρίσκειν αὐτὰς προσήκει, οὓς αὖθις ἐροῦμεν, ἐπειδὰν πρότερον ὑπὲρ τῆς εὐχύμου φύσεως εἴπωμεν. ὑποκείσθω γὰρ τοιοῦτος ἄνθρωπος ἐπὶ μοχθηρᾷ διαίτῃ κοπώδης γεγενημένος, εἶτἐξ ὧν εἰρήκαμεν σημείων, ἐν μὲν τῷ φλεβώδει γένει τῶν ἀγγείων παρεμφαινέσθω τι πλῆθος αὐτῷ χυμῶν ἡμιπέπτων, ἐν δὲ τῷ ὅλῳ σώματι τούτων δὴ τῶν δακνωδῶν, οἷς κόπος εἵπετο, συνηυξήσθω δέ πως αὐτῷ καὶ τὸ αἷμα. μάλιστα μὲν οὖν, ὡς εἴρηται, ἐχρῆν τοῦ αἵματος ἀφελόντα καθῇραι τοὐντεῦθεν  ἐκεῖνον τὸν χυμὸν, ὃς ἂν ἐπικρατεῖν φαίνηται. μὴ προσιεμένου δὲ τὴν τοῦ αἵματος ἀφαίρεσιν, αὐξῆσαι τὴν κάθαρσιν. εἰ δὲ μηδέτερον ὑπομένοι, σκοπεῖσθαι τὴν ἑτέραν ὁδὸν, μάλιστα ἄν τις, εἰ καὶ μὴ διὰ ταχέων, ἀλλἐν χρόνῳ γε πλέονι πρὸς τὴν ἀρχαίαν τοῦ σώματος ἕξιν ἐπανάγοι τὸν ἄνθρωπον. ἐπεὶ οὖν οἱ πρῶτοι δύο σκοποὶ τῆς ἐπανορθώσεως ἐν ἁπάσαις ταῖς τοιαύταις διαθέσεσίν εἰσι, πέψις μὲν τῶν ἀπέπτων καὶ ἡμιπέπτων χυμῶν, ὁπόσοι πρὸς τοῦ αἵματος γεννῶνται, κένωσις δὲ τῶν δριμέων τε καὶ δακνωδῶν, ὁπόσοι δεύτεροί τεἰσὶ καὶ ὕστεροι τοῦ αἵματος, ἀπέχειν μὲν αὐτοὺς χρὴ κινήσεως ἁπάσης ἰσχυρᾶς, ἀτρέμας δἀλείφοντας καὶ ἀνατρίβοντας ἐλαίῳ λούειν ὅτι μάλιστα προσηνεστάτοις λουτροῖς, εἶτἐφἡσυχίας τε καὶ ἀσιτίας διάγειν, εἰ δοἷόν τεἴη, καὶ ὕπνου, εὖ εἰδότας, ὡς οὐδὲν οὕτω πέττει μὲν τὰ πεφθῆναι δυνάμενα, διαφορεῖ δὲ τοὺς μοχθηροὺς χυμοὺς, ὡς ὕπνος μετὰ βαλανεῖον. ὅταν οὖν, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τῇ πρώτῃ τῶν ἡμερῶν ἀποπειραθέντες, εἰ καθίσταται κόπος ῥᾳδίως, ὁμοίως ἐνοχλούμενον ὁρῶμεν τὸν ἄνθρωπον, ἐπί τε λουτρὸν ἄγειν αὐτὸν, καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν ἡσυχάζειν τε καὶ ἀσιτεῖν ἀναγκάζειν· ὡς εἰ καὶ τὸ δεύτερον ἔτι τε καὶ τρίτον γνόντες, λοῦσαι νῆστιν, ἡσυχίᾳ τε καὶ ὕπνῳ τὰ μεταξὺ τῶν βαλανείων διαλαμβάνοντα. συντελεῖ δεἰς τὸν ὕπνον οὐχ ἥκιστα καὶ αὐτὸ τὸ βαλανεῖον αὐτοῖς. ὑπνωδέστεροι μὲν οἱ λουσάμενοι γίνονται πάντες, εἰ μηδὲν ἄλλο γε καὶ διακωλύσει μεῖζον. ὥστε σοι τὸν ὕπνον αἴτιόν τε καὶ σημεῖον ἀγαθὸν γίγνεσθαι τῆς ἐλπιζομένης ὠφελείας, ὥσπερ γε καὶ τὸ μὴ δυνηθῆναι καθεύδειν ἐπὶ τοῖς βαλανείοις οὐκ ἀγαθὸν αἴτιον ἅμα καὶ σημεῖον. ὡς τὰ πολλὰ μέντοι καὶ τῶν πλεοναζόντων χυμῶν ἐξ ὕπνου τε καὶ ἀγρυπνίας ἔνεστι λαβεῖν διάγνωσιν. ἐπὶ μὲν γὰρ τοῖς ψυχροῖς τά τε κώματα καὶ οἱ μακρότεροι τῶν ὕπνων, ἐπὶ δὲ τοῖς θερμοῖς καὶ δακνώδεσιν ἀγρυπνία, καὶ εἰ καθυπνώσειέ γέ ποτε, φαντασιώδεις τε καὶ θορυβώδεις ὕπνοι ὑποπίπτουσιν, ὡς ἐξανίστασθαι ταχέως αὐτούς. ὥσπερ δὲ κατὰ τὴν πρώτην ἡμέραν, οὕτω καὶ κατὰ τὴν δευτέραν ἐλάχιστά τε καὶ ἁπλᾶ ῥοφήματα προσοίσομεν αὐτοῖς· τὸ μὲν γὰρ πλείω διδόναι τοῖς κενώσεως δεομένοις ἄντικρυς ἐναντίον, τὸ δαὖ μηδὅλως τρέφειν ἀσῶδές ἐστι, καὶ κακωτικὸν τοῦ στομάχου, καὶ τῆς δυνάμεως καταβλητικὸν, καὶ τῆς κακοχυμίας αὐξητικόν. ἐλάχιστον οὖν αὐτοῖς διδόναι, μάλιστα μὲν, εἰ οἷόν τε, χυλὸν πτισάνης ἁπλῶς ἠρτημένον, εἰ δὲ μὴ, ἀλλὰ τοῦ χόνδρου τὸν αὐτὸν τρόπον ἠρτημένου τῇ πτισάνῃ, ὀλίγον ὄξους ἔχοντος, καὶ μάλισθὅταν ὠμῶν πλῆθος ὑποπτεύωμεν ἐν ταῖς φλεψὶν καθὅλον ὑπάρχειν τὸν ὄγκον. εἰ γὰρ μηδὲν ὅλως ὄξους χόνδρος προσλάβοι, γλισχρότερός ἐστιν, πρέπει τοῖς παροῦσιν, ὥστἐμφράξει μᾶλλον, οὐ διαῤῥύψει τοὺς πόρους, οὗ μάλιστα χρῄζουσιν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς, οἷοί πέρ εἰσι τοὐπίπαν οἱ φλεγματώδεις ἅπαντες. εὔχυμος μὲν οὖν ἐστι, καὶ διὰ τοῦτο κακοχυμίας ἐπικεραστικός. ἀλλεἰ μὴ κολασθείη τὸ γλίσχρον ἐν αὐτῷ, προσλαβὼν ὄξους τε καὶ πράσου τὸ μέτριον, ἐμφράξει τε καὶ θρέψει μειζόνως, συμφέρει τοῖς ἐνεστῶσι. διὰ τοῦτἄρα καὶ τῆς πτισάνης χυλὸς ἀμείνων ἐστὶν εἰς τὰ τοιαῦτα, καὶ συμμέτρως τρέφων, καὶ μηδαμόσε κατὰ τὰς στενοτέρας ὁδοὺς ἰσχόμενος, ὥσπερ χόνδρος, ἀλλαὐτός τε διερχόμενος, προσαποῤῥύπτων τε καὶ διαῤῥύπτων τοὺς πόρους ἅμα τῷ τέμνειν τε καὶ διαλύειν, ὁπόσον ἂν ἐν τοῖς ἡμιπέπτοις τε καὶ ἀπέπτοις χυμοῖς ὑπάρχῃ παχύ. διὰ ταῦτα δὲ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστιν αὐτοῖς, ὀξύμελί τε καὶ ἀπόμελι, καὶ πέπερι, καὶ ζιγγίβερι, καὶ πάνθὅσα τέμνει τε καὶ διαλύει τὰ παχέα χωρὶς τοῦ κακοχυμίαν ἐργάζεσθαι. λεχθήσεται δὲ ὑπὲρ τῆς ὕλης αὐτῶν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς· εἰς δὲ τὸν ἐνεστῶτα λόγον ὥσπερ τινὰ παραδείγματα τά τε προειρημένα λελέχθω μοι καὶ τὰ μέλλοντα λεχθήσεσθαι. ὀσπρίων μὲν γὰρ ἐπιτηδειοτάτη πτισάνη, λαχάνων δ θριδακίνη, τῶν δἰχθύων οἱ πετραῖοι, καὶ τῶν ἄρτων οἱ κλιβανῖται καὶ ζυμῖται καὶ καθαροὶ συμμέτρως, τῶν δὀρνίθων οἱ ὄρειοι, τῶν δὲ ποτῶν ὀξύμελι, μελίκρατον, οἶνος λεπτὸς καὶ λευκὸς, ἁπλῶς δεἰπεῖν, ὅσα περ εὔχυμά τἐστὶ καὶ ῥυπτικὰ, καὶ μὴ γλίσχρα, μηδὲ παχύχυμα, μηδἱκανῶς πολύτροφα. τὰ δοὐρητικὰ προσαγορευόμενα κατὰ τὸν ἐνεστῶτα καιρὸν οὐκ ἐπαινῶ, καὶ μάλιστα ὅσα σφοδρότερον ἐκθερμαίνει τε καὶ κατατήκει τὸ αἷμα· τῷ γὰρ μέλλοντι καλῶς πεφθήσεσθαι τοσαύτης ταραχῆς οὐδέπω χρεία. ταῦτά τε οὖν ἅπαντα πρακτέον οὕτως ἐστὶ κατὰ τὴν δευτέραν ἡμέραν, οὐχ ἥκιστα δὲ κατὰ τὴν τρίτην τε καὶ τὴν τετάρτην. ἔτι τε πρὸς τούτοις, εἰ πραΰνοιτο μὲν κοπώδης διάθεσις, εὔχρουν δὲ γίγνοιτο τὸ σῶμα, καὶ ὕπνοι χρηστοὶ, καὶ οὖρα πέπονα, τρῖψαι μὲν ἐπὶ πλέον αὐτὸν ἀποτολμήσαντα, γυμνάσαι δὀλίγον. πράξαντος γὰρ οὕτως, εἰ μὲν μηδεμία κοπώδης αἴσθησις ἐπιγίγνοιτο, πρὸς τὰ συνήθη γυμνάσια διὰ ταχέων ἐπανάγειν· εἰ δἐπιφανείη τι τῶν ἔμπροσθεν ἤτοι συμπτωμάτων σημείων, αὖθις οὖν καὶ σὺ πρὸς ἐκεῖνο βλέπων ἐξαλλάττειν πειρῶ τὰ κατὰ μέρος. εἰ μὲν οὖν τῆς κοπώδους αἰσθήσεως ἀνάμνησις γένοιτο μόνης ἐπὶ τοῖς ἄλλοις ἅπασι σημείοις ἀγαθοῖς διαμένουσιν, ἀποθεραπευτικοῖς ἐπανορθοῦμεν τὸν κόπον· εἰ δὲ ταραχθείη μὲν τὰ  σημεῖα καὶ οἷον χυθείη, μὴ παρείη δ κόπος, ἐν ἡσυχίᾳ πλέονι διαφυλάττειν τὸν ἄνθρωπον· εἰ δἄμφω συνέλθοι, διὰ τῆς αὐτῆς ἐπιμελείας ἄγων, χρώμενος ἔμπροσθεν εἰς τοσοῦτον προσήγαγεν ὠφελείας αὐτὸν, ὡς τολμῆσαί τι καὶ περὶ γυμνασίων. οὕτω μὲν ἐπανορθοῦσθαι προσήκει τὴν εἰρημένην διάθεσιν.
§5–6
§5 Εἰ δὲ τἄλλα μὲν ταῦτα εἴη κατὰ τὸν αὐτὸν ἄνθρωπον, ὑπάρχοι δαὖ τῷ κοπώδει σώματι τὸ μὲν αἷμα τὸ χρηστὸν ὀλίγον, οἱ δὠμοὶ χυμοὶ πάμπολλοι, μήτε φλεβοτομεῖν, μήτε καθαίρειν, μήτε γυμνάζειν, ἀλλὰ μηδὲ κινεῖν ὅλως; μηδὲ λούειν. αἱ μὲν γὰρ φλεβοτομίαι τὸ μὲν χρηστὸν ἐκκενοῦσι, τὸ δὲ μοχθηρὸν, ὅπερ ἐν ταῖς πρώταις μάλιστα φλεψὶ ταῖς καθἧπάρ τε καὶ μεσάραιον ἀθροίζεται, πρὸς ὅλον ἐπισπῶνται τὸ σῶμα. κάθαρσις δὲ ἐπὶ τῶν τοιούτων στρόφους τε καὶ δήξεις ἐργάζεται καὶ λειποψυχίας σὺν τῷ μὴ κενοῦν ἀξιολόγως· οἱ γὰρ ὠμοὶ χυμοὶ πάντες ἀργοὶ καὶ δυσκίνητοι διὰ τὸ πάχος τε καὶ τὴν ψυχρότητα. προσεμφράττουσιν οὖν ἁπάσας τὰς στενὰς ὁδοὺς, διὧν χρὴ τὸ κενούμενον ἐν ταῖς καθάρσεσιν ἐπὶ τὴν γαστέρα παραγίνεσθαι, καὶ διὰ ταύτην τὴν αἰτίαν οὔταὐτοὶ κενοῦνται, καὶ τοὺς ἄλλους ἐμποδίζουσι. τοῦτο μὲν οὖν ὑφἹπποκράτους διὰ βραχυτάτου παρῄνηται ῥήματος, εἰπόντος· πέπονα φαρμακεύειν, μὴ ὠμά. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ γυμνάζειν, οὐδὲ κινεῖν ὅλως, ἀλλοὐδὲ λούειν προσήκει τοὺς ἐν ταῖς πρώταις φλεψὶ τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἔχοντας. ἅπασαι γὰρ αἱ τοιαῦται κινήσεις εἰς ὅλον τὸ σῶμα ποδηγοῦσι τοὺς χυμούς. φυλακτέον οὖν αὐτοὺς ἐν ἡσυχίᾳ πάσῃ, καὶ δοτέον ἐδέσματά τε καὶ ποτὰ καὶ φάρμακα λεπτύνοντα, καὶ τέμνοντα, καὶ κατεργαζόμενα τὸ πάχος τῶν χυμῶν, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς· οἱ γὰρ θερμανθέντες ἰσχυρότερον χυμοὶ πανταχόσε τοῦ σώματος ἴασιν. διαιτᾷν οὖν αὐτοὺς ἐπὀξυμέλιτι μάλιστα, βραχύ τι καὶ πτισάνης ἐνίοτε καὶ μελίκρατον διδόντα. καὶ γὰρ φέρουσι τὴν λεπτὴν δίαιταν, εἴ πέρ τινες ἄλλοι, καταχρώμενοι τῷ πλήθει τῶν ὠμῶν χυμῶν εἰς τροφὴν τοῦ σώματος, ἐν τῷ κατὰ βραχὺ πέττειν αὐτούς. ἐπεὶ δὲ καὶ τὸ ὑποχόνδριον ἅπασι τοῖς τοιούτοις ἐπῇρται καὶ διαπεφύσηται, καὶ ῥᾳδίως, τι ἂν προσάρωνται, πνευματοῦται, βέλτιον ἂν εἴη διδόναι σὺν τῇ τροφῇ πεπέρεως μακροῦ. καὶ γὰρ διαλύει τοῦτο παχύτητα φυσώδους πνεύματος, ἀπωθεῖται δὲ καὶ πρὸς τὴν κάτω γαστέρα τὰ καθὑποχόνδριον ἀργῶς συνεστῶτα, καὶ τῇ πέψει τῶν ληφθέντων συναίρεται κατὰ τὸν αὐτὸν κοινὸν λόγον ἁπάντων πεπέρεων. εἰ δὲ μὴ παρείη τοῦτο, τῷ λευκῷ χρηστέον· ἔστι γὰρ στομάχου τονικώτερον ἀμφοῖν τοῖν ἄλλοιν πεπερέοιν. εἰ δὲ μὴ τοῦτο παρείη, χρῆσθαι τῷ καλλίστῳ μέλανι· τοῦτο δὲ τὸ βαρύσταθμον. ἄμεινον δὲ καὶ τῷ Διοσπολιτικῷ προσαγορευομένῳ χρῆσθαι φαρμάκῳ. συντίθεται δὲ διττῶς, ἐνίοτε μὲν ἐξ ἁπάντων ἴσων, κυμίνου τε καὶ πεπέρεως, καὶ πηγάνου, καὶ νίτρου, καὶ ἔστιν οὕτω μᾶλλον ὑπακτικώτερον γαστρός· ἐνίοτε τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίγνυται, τοῦ νίτρου δἥμισυ. κάλλιον δὲ, κύμινον μὲν ἐμβάλλεσθαι τὸ καλούμενον Αἰθιοπικὸν, πεπέρεως δὲ ἤτοι τὸ μακρὸν, τὸ λευκόν. ἐμβρέχεσθαι δὲ τὸ κύμινον ὄξει δριμυτάτῳ· κᾄπειτεὐθέως τριβέσθω, πρότερον φρυγέσθω μετρίως ἐν ἀγγείῳ κεραμέῳ, τελέως ὠπτημένῳ κατὰ τὴν κάμινον. ὅσα γὰρ ἐνδεῶς ἐξηράνθη, πηλώδη μᾶλλόν ἐστιν, κεράμεα, καὶ τοῖς φαρμάκοις τι προστρίβεται τῆς ἑαυτῶν ποιότητος. ἔστω δὲ τὰ τοῦ πηγάνου φύλλα προανεξηραμμένα συμμέτρως. εἰ μὲν γὰρ ἐπὶ πλέον ἀναξηρανθείη, δριμέα τε γίνεται καὶ πικρὰ, καὶ περαίτερον τοῦ προσήκοντος θερμὰ, μηδὅλως δὲ προξηρανθέντα περιέχει τινὰ περιττωματικὴν ὑγρότητα, μηδέπω κατειργασμένην ἀκριβῶς, διἣν οὐ γίνεται παντάπασιν ἄφυσα. τούτοις τέσσαρσιν ἐνίοτε μὲν ἀναμίγνυται μέλι προαπηφρισμένον, ἐνίοτε δοὐδὲν, ἀλλὰ μόνα χωρὶς τοῦ μέλιτος ἀποτίθενται, καὶ πτισάνης ἐμβάλλεται χυλῷ, καὶ ὅτῳ περ ἂν ἄλλῳ τῶν ἐδεσμάτων μάλιστα πρέπειν δοκῇ. λαμβάνεται δὲ καὶ καθἑαυτὸ τὸ φάρμακον τοῦτο πρὸ τροφῆς τε καὶ μετὰ τροφήν. καὶ ἔστι κάλλιστον ἐν τῇ τοιαύτῃ χρήσει τὸ μέλι μεμιγμένον, ἀκριβῶς ἀπηφρισμένον, τοῦτο γὰρ ἀφυσώτατόν ἐστιν. ἔστω δὲ δηλονότι καὶ αὐτὸ τὸ μέλι κάλλιστον, εἴπερ ἀφυσώτατόν τε καὶ τμητικώτατον ἔσεσθαι μέλλοι τὸ φάρμακον. ἐπιτήδειον δὲ τοῖς οὕτω διακειμένοις ἐστὶ καὶ τὸ διὰ τριῶν πεπέρεων, ὅταν μὴ πάνυ φαρμακῶδές τε καὶ ποικίλως σκευασθῇ, καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν συντιθέασιν αὐτὸ, δίκην καρυκείας τινὸς, συὸς ἀγρίου, πρὸς δὴ τούτων τῶν θαυμασίων ὀψοποιῶν ἐσκευασμένου. ὥστἔργον οὐ σμικρὸν ὑπάρχειν τοῖς ἰατροῖς, τοῖς προσαιρομένοις αὐτὸ τὸ ἐπεμβεβλημένον φάρμακον καταπέψαι τὸ ἄμμι, καὶ τὸ σέσελι, καὶ τὸ λιβυστικὸν, ὅσα τἄλλα τοιαῦτα· διαγινώσκεται γοῦν λαμβανόντων ὠμὰ καὶ ἀμετάβλητα μέχρι πλείστου κατὰ τὴν γαστέρα μένοντα. ταῦτά τε οὖν ἀφελεῖν χρὴ τοῦ φαρμάκου, καὶ προσέτι τὸ ἑλένιόν τε καὶ τὸν τῆς νάρδου στάχυν· ὡς δὲ ἔνιοι συντιθέασι, καὶ τὴν κασίαν. ἔχειν δἐσκευασμένον ἕτοιμον διττὸν, ὡς ἡμεῖς εἰώθαμεν· ἁπλοῦν μὲν τὸ ἕτερον, ὅπερ ἐπί τε τῶν ἠπεπτηκότων χρὴ διδόναι, καὶ τὴν πρόσφατον ψύξιν ἐχόντων κατὰ γαστέρα καὶ φλεγματώδη χυμόν· ἕτερον δὲ φαρμακῶδες, μάλιστα ἐπὶ τῶν ἀπὸ τῆς κεφαλῆς  εἰς τὸν θώρακα ῥευμάτων χρώμεθα. ἀλλὰ τοῦτο μὲν ὅπως χρὴ σκευάζειν, αὖθις εἰρήσεται. τὸ δἁπλοῦν, καὶ πρὸς τὸ πλῆθος τῶν ὠμῶν τῶν κατὰ τὰς πρώτας φλέβας χρώμεθα, τοιόνδἐστίν. εἰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως ἑκάστου δραχμὰς ὀκτὼ, τὸ μὲν ἁπλούσταστον τοῦτο, καὶ τούτου μᾶλλον ἔτι τὸ χωρὶς ζιγγιβέρεως. ἕτερον δὲ τὸ διὰ τῶν αὐτῶν συγκείμενον, ἀλλεἰς τὰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἑκκαίδεκα δραχμῶν ἐμβαλλομένων ἑκάστου τριῶν ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως, καὶ μάλιστα χρώμεθα πρὸς τὰ παρόντα. χρὴ δ’, εἴπερ οἷόν τεἴη, τὸ μὲν ἄνισον εἶναι Κρητικὸν, Ἀττικὰ δὲ τὰ θύμα, πάντως γε ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν. ἐμβάλλειν δαὐτῶν τὴν κόμην ἅμα τοῖς ἄνθεσιν, ἀποκρίνοντα τὸ ξυλῶδες. ἔστω δὲ καὶ τὸ πέπερι τὸ μὲν μακρὸν ἄτρητόν τε καὶ ὑγιὲς, ὥσπερ οὖν καὶ τὸ ζιγγίβερι· τάχιστα γὰρ ἀμφότερα τιτρᾶται. καὶ πρὸς τῷ μὴ τετρῆσθαι δηλονότι τὸ ἀληθινὸν αὐτὸ πέπερι τὸ ἀπὸ τῆς βαρβάρου κομιζόμενον ἔστω. διττὸν γὰρ ἐνταῦθα πανουργεύεται, σκευαζόμενον μὲν τὸ ἕτερον ἐπὶ τῆς Ἀλεξανδρείας μάλιστα, βοτάνης δέ τινος ἐκβλάστημα θάτερον ὑπάρχει. ὡς δἄν τις μάλιστα γνωρίζοι τὸ πεπανουργημένον, ἐγὼ διηγήσομαι, τοσοῦτον πρότερον εἰπὼν ὑπὲρ τοῦ μὴ θαυμάζειν τινὰ, μηδὲ ζητεῖν τὴν αἰτίαν, διἣν ἤτοι συνθέσεις φαρμάκων, δοκιμασίας ἐπῆλθέ μοι γράφειν ἐνταῦθα, μὴ πάνυ τι τοῦτο πράττειν εἰθισμένῳ κατὰ τὴν θεραπευτικὴν πραγματείαν. ἐν ἐκείνῃ μὲν γὰρ αὐτοῖς μόνοις διαλέγομαι τοῖς ἰατροῖς, ἐνταυθοῖ δὲ καὶ τοῖς ἄλλοις ἅπασιν, οὓς ὀνόματι κοινῷ προσαγορεύουσιν ἔνιοι φιλιάτρους, ἐν τοῖς πρώτοις δηλονότι μαθήμασι γεγονότας, ὡς γεγυμνάσθαι τὴν διάνοιαν. οὔκουν ἀναγκαῖόν ἐστι τοῖς τοιούτοις οὔτἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων, οὔτἐν τῇ περὶ συνθέσεων αὐτῶν γεγυμνάσθαι πραγματείᾳ, πολὺ δὲ δὴ μᾶλλον οὐδὡς χρὴ δοκιμάζειν ἕκαστον ἐπίστασθαι. τούτοις οὖν ἄμεινόν ἐστι γράφεσθαι τὰ τοιαῦτα πάντἀκριβῶς, ὥσπερ ἀρτίως τὰ περὶ τοῦ μακροῦ πεπέρεως ἐπεχείρησα διηγεῖσθαι. χρὴ γὰρ ἀπογεύεσθαι μὲν αὐτοῦ πρῶτον, ἀκριβῶς ἐπισκοπουμένους, εἰ πεπέρεως ἀποσώζει ποιότητα, μετὰ δὲ τοῦτἐμβαλεῖν ὕδατι. τὸ γὰρ ἐσκευασμένον, εἰ βραχείη διὅλης ἡμέρας, αὐτίκα διαλύεται τηκόμενον. εἴπερ οὖν τε ποιότης ἀκριβῶς αὐτῷ πεπέρεως ὑπάρχῃ, καὶ μὴ διαλύηται βρεχόμενον, δ’, ὡς εἴρηται, καὶ ἄτρητον, ἐπιτήδειον εἶναι νόμιζε τὸ τοιοῦτον μακρὸν πέπερι. τὸ δέ γε μέλαν μήτε μικρὸν ἔστω, μήτε ῥυσσὸν, μήτε παχύφλοιον, ἀλλἐκ τοῦ βαρυστάθμου καλουμένου τὸ μέγιστόν τε καὶ εὐτραφέστατον ἐκλεγέσθω. καὶ τοῦ λευκοῦ δὁμοίως ἐκλεγέσθω τὸ μέγιστόν τε καὶ εὐτραφέστατον. εἶτα πάντων ἅμα κοπέντων, καὶ λεπτῷ κοσκίνῳ διαττηθέντων, ἀπηφρισμένον ἐπιμελῶς μιγνύσθω μέλι τὸ κάλλιστον, εὐῶδες δήπου τοῦτο καὶ ξανθὸν ὑπάρχον, γλυκύτατόν τε ἅμα καὶ δριμύτατον, καὶ τῇ συστάσει μήτε παχὺ, μήθὑγρὸν, ὡς ἀποσπᾶσθαι αὐτοῦ τὸ συνεχὲς, ἀλλὥστε καταθέντα τὸν δάκτυλον εἰς αὐτὸ, κᾄπειτα καταστήσαντα μετέωρον, ἀποῤῥέον ὁρᾷν αὐτοῦ τὸ μέλι μέχρι πλείστου συνεχὲς ὂν ἑαυτῷ. ἄμεινον δἐπἀνθράκων ἑψεῖν, ξύλων ἀκριβῶς ξηρῶν, δὴ καὶ καλοῦσιν ἄκαπνα. τοῦτό τε οὖν διδόναι χρὴ τὸ φάρμακον, οὐχ ἅπαξ μόνον, καὶ δὶς, ἀλλὰ καὶ πλεονάκις ἑκάστης ἡμέρας· καὶ γὰρ ἕωθεν, καὶ πρὸ τροφῆς, καὶ μετὰ τροφὴν, καὶ καθυπνοῦν μελλόντων ἐπιτήδειον ὑπάρχει· τὸ δὲ πλῆθος ἑκάστης δόσεως ἔστω κοχλιαρίου μεστοῦ, μικροῦ μὲν ἐπὶ τῶν μικρῶν σωμάτων, μεγίστου δὲ ἐπὶ τῶν μεγίστων, ἀνάλογον δἐπὶ τῶν μεταξύ· καὶ μέντοι καὶ τὸ ζιγγίβερι, τὸ κομιζόμενον ἐκ τῆς βαρβάρου, διάβροχον ὄξει, συμφέρει λαμβάνειν. ἔστι δὲ τοῦτο ῥίζα χλωρᾶς τῆς πόας ἐμβαλλομένη τῷ ὄξει μετὰ τὴν ἀναίρεσιν εὐθέως. κατασβέννυται γὰρ τῶν τοιούτων φαρμάκων θερμότης αὐτόθι περὶ τὰς πρώτας φλέβας, οὐκέτἀναφερομένη πρὸς ὅλον τὸ σῶμα, καθάπερ ἑτέρων τινῶν, οἷον καὶ τὸ διὰ τῆς καλαμίνθης, ὑπὲρ οὗ μετὀλίγον ἐπὶ πλέον εἰρήσεται.
§6 Ταῠτἄρα καὶ ὀξύμελι χρησιμώτατον αὐτοῖς ἐστιν, ὡς καὶ πρότερον εἴρηται. σκευάζειν δὲ καὶ τοῦτο προσήκει κατὰ τάδε. μέλι τὸ κάλλιστον ἐπἀνθράκων ἀπαφρίσαντες, ἐπεμβάλλειν αὐτῷ τοσοῦτον ὄξους, ὡς γευομένῳ μήτἄγαν ὀξὺ φαίνεσθαι, μήτε γλυκύ· καὶ τόταὖθις ἑψεῖν ἐπἀνθράκων, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν ἀκριβῶς, καὶ μὴ φαίνεσθαι γευομένοις ὠμὸν τὸ ὄξος· εἶτἀποθέμενον τούτῳ μιγνύειν ὕδωρ ἐπὶ τῆς χρήσεως, οὕτως κεραννύντας, ὡς οἶνον. εἰ μὲν οὖν πίνων αὐτὸ μήθὡς ὀξὺ μήθὡς γλυκὺ μέμφοιτο, χρηστέον ἄχρι παντός· εἰ δὲ μὴ, τότε τὸ λεῖπον ἐπεμβάλλοντας ἀφεψεῖν αὖθις. οὐ γὰρ ἐπαινῶ τοὺς κατὰ μίαν τινὰ συμμετρίαν σκευάζοντας αὐτό· παραπλήσια γὰρ μοι δοκοῦσιν οἱ τοιοῦτοι ποιεῖν τοῖς ἀξιοῦσιν ἅπαντας τοὺς πίνοντας ὡσαύτως κεραννύναι τὸν οἶνον τῷ ὕδατι, μὴ γινώσκοντες, ὡς ἔνιοι μὲν ὑδαρέστερον εἰθισμένοι πίνειν εὐθέως πλήττονται τὴν κεφαλὴν, εἰ καὶ βραχύ τις αὐτοῖς ἀκρατέστερον κεράσειεν, ἔνιοι δἀκρατεστέρῳ χαίροντες ἀνατρέπονται τὸν στόμαχον ὑδαρέστερον πιόντες. ὁπότοὖν ἐπὶ οἴνου ταῦτα συμπίπτει, συνήθους οὕτω ποτοῦ, πολὺ δήπου μᾶλλον ἐπὀξυμέλιτος, ὅσῳ καὶ ἀηθέστερον οἴνου,  καὶ ἰσχυρότερόν ἐστιν, εἰκὸς ἀκολουθήσειν αὐτά. βέλτιον οὖν ἐστιν ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν τὸ σύμμετρον αὐταῖς, ἡμετέραις, οἰκειότατον μὲν τῇ φύσει τοῦ λαμβάνοντος εἶναι νομίζοντας τὸ ἥδιστον ὀξύμελι, καὶ διὰ τοῦτο καὶ ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέστερον. αὐτὴν δὲ τὴν πρώτην κρᾶσιν αὐτῶν, ὡς ἂν μάλιστα τοῖς πλείστοις ἁρμόσειε, κατὰ τόδε χρὴ ποιεῖσθαι. ὄξους ἑνὶ μέρει διπλάσιον μιγνύσθω τοῦ τὸν ἀφρὸν ἀφῃρημένου μέλιτος· εἶθοὕτως ἐπὶ μαλακοῦ πυρὸς ἑψείσθω, μέχρις ἂν ἑνωθῶσι αὐτῶν αἱ ποιότητες· οὕτω γὰρ ἂν οὐδὲ τὸ ὄξος ὠμὸν ἔτι φαίνοιτο. διὕδατος δεὐθέως οὕτω σκευάζειν ὀξύμελι. τῷ μέλιτι μίγνυσθαι τετραπλάσιον ὕδατος καλλίστου· κᾄπειθἑψείσθω μετρίως, μέχρις ἂν ἀφρὸς ἀφίστηται. τὸ μὲν οὖν φαῦλον μέλι πάμπολυν ἐξεργάζεται τὸν ἀφρὸν, ὥστε καὶ ἕψησις αὐτοῦ πολυχρονιωτέρα γίνεται· τὸ δὲ ἄριστον ἐν ἐλαχίστῳ τε χρόνῳ καὶ βραχύτατον ἀφίησιν, ὅθεν οὐδὲ ἴσον αὐτῷ δεῖται τῆς ἑψήσεως. δοὖν πλείστη τὸ τέταρτον ἀπολείπει μέρος τοῦ κραθέντος ἐξ ἀρχῆς. μίξαντας δὄξους ἥμισυ, πάλιν ἑψητέον ἄχρι τοῦ τὰς ποιότητας αὐτῶν ἀκριβῶς ἑνωθῆναι, καὶ μηκέτὠμὸν φαίνεσθαι τὸ ὄξος. σκευάζονται γὰρ καὶ κατἀρχὴν εὐθέως τῶν τριῶν μιχθέντων οὕτως. ἔστω δὲ ἓν μὲν ὄξους μέρος, δύο δὲ μέλιτος, ὕδατος δὲ δ΄· καὶ ταῦθἑψείσθω μέχρι τοῦ τρίτου μέρους τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων ἡμῶν. εἰ δὲ ἰσχυρότερον αὐτὸ ποιῆσαι βούλοιο, τοσοῦτον ἐμβαλεῖς ὄξους, ὅσον καὶ μέλιτος. ἀπόμελι δὲ κάλλιστον ἐν ὕδατι σκευάζεται, καὶ πίνουσιν αὐτὸ διὅλου τοῦ θέρους, ὡς ἐμψῦχον. ἔνεστι δὲ τῷ βουλομένῳ καὶ πρὸς τὴν ὑποκειμένην ἐν τῷ παρόντι λόγῳ διάθεσιν ὠφελίμως χρῆσθαι, καὶ μάλισθ’, ὅταν ὀξυνθῇ· πάσχει δὲ τοῦτο πλειστάκις, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, ὡς ἂν διὕδατος σκευαζόμενον, οὐ τοῦ ὀμβρίου, καθάπερ τὸ ὑδρόμελι, ἀλλὰ τοῦ ἐπιτυχόντος. ἔνεστι δ’, εἰ βούλοιτό τις, καὶ διὀμβρίου συντιθέναι. καὶ ἐγώ γἂν τοῦτο ποιεῖν συνεβούλευον, εἰ ἐπῄνουν τὸ ὄμβριον, ἀλλὰ γὰρ οὔτε τοῦτο ἐπαινῶ, καὶ οὐδὲν χεῖρον ὀξυνόμενον ἀποτελεῖται, καὶ μάλιστα εἰς τὰ παρόντα. καὶ γὰρ οὖν καὶ μετρίως ὀξύνεται τό γε μὴ παντάπασιν ἀμελῶς ἐσκευασμένον. δἐπιμέλεια τῆς σκευασίας ἐστὶν ἐν τῷ τὸ κηρίον μὴ εἶναι πάνυ φαῦλον, ἑψεῖσθαί τἐπὶ πλέον ἐν ὕδατι πηγαίῳ, καθαρῷ τε καὶ ἡδεῖ. χρὴ γὰρ ἐκπιέσαντα τῶν κηρίων τὸ μέλι μέχρι τοσούτου καθεψεῖν ἐν ὕδατι, μέχρις ἂν μηκέτι μηδεὶς ἀφρὸς ἐπανίστηται. τούτῳ τε οὖν χρῆσθαι ποτῷ καὶ τῶν οἴνων τοῖς ὀξυσμένοις ἀτρέμα, καὶ τῶν ἐδεσμάτων τοῖς λεπτύνουσιν ἄνευ τοῦ θερμαίνειν, οἷά πέρ ἐστι καὶ κάππαρις, εἰ διὀξυμέλιτος διὀξελαίου λαμβάνοιτο. μέχρι δή που δυοῖν τριῶν ἡμερῶν, ὡς εἴρηται, διαιτᾷν· εἰ δἐλπίζοις, ἱκανῶς ἤδη λεπτύνεσθαι τοὺς ὠμοὺς χυμοὺς, οἶνον προσφέρειν, λεπτὸν μὲν τῇ συστάσει, κιῤῥὸν δὲ λευκὸν τῇ χροιᾷ· μὲν γὰρ εἰς εὐχυμίαν τε καὶ πέψιν, δεἰς οὔρησιν ἀγαθός. εἰσὶ δἐπὶ μὲν τῆς Ἰταλίας τε Φαλερῖνος καὶ Σουῤῥεντῖνος ἐκ τοῦ προτέρου γένους, ὥσπερ οὖν ἐκ τοῦ δευτέρου Σαβῖνός τε καὶ Ἀλβανὸς καὶ Ἀδριανὸς, ἐπὶ δὲ τῆς Ἀσίας ἐκ μὲν τοῦ προτέρου Λέσβιός τε καὶ Ἀριούσιος, ἐκ δὲ τοῦ δευτέρου Τιτακαζηνός τε καὶ Ἀρσυῗνος. οὗτοι μὲν ὡς παραδείγματα εἴρηνται τῷ λόγῳ. πολλοὶ δὲ καὶ ἄλλοι κατὰ τὴν Ἰταλίαν εἰσὶ καὶ τὴν Ἀσίαν, οὐχ ἥκιστα δὲ κᾀν τοῖς ἄλλοις ἔθνεσιν, ὅμοιοι τοῖς εἰρημένοις, οὓς αὐτὸν ἐκλέγεσθαι χρὴ, πρὸς τοὺς εἰρημένους ἀποβλέποντα σκοποὺς τήν τε χρόαν καὶ τὴν σύστασιν, ἀποδοκιμάζειν τε τούς τε παχεῖς καὶ τοὺς μέλανας, ὡς κακοχύμους τε καὶ βραδυπόρους. εἰ δἐπὶ τοῖσδε βέλτιον ἄνθρωπος γίγνοιτο, καὶ λούειν ἤδη προσήκει, καὶ ἀλείφειν, καὶ ἀνατρίβειν μαλακῶς, κᾀπειδὰν πρῶτον ὑπόστασιν ἴσχῃ τὰ οὖρα, τάς τε τρίψεις αὐξῆσαι καὶ πρὸς τὰ συνήθη γυμνάσια κατὀλίγον ἐπαναγαγεῖν. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ τοῖς διαφορητικοῖς ἀλείμμασι χρηστέον, ὧν καὶ πρόσθεν μὲν ἐμνημόνευσα, καὶ αὖθις δὑπὲρ αὐτῶν ἐρῶ. οὐ μὴν ἐμέτοις χρῆσθαι συμβουλεύω κατὰ τὰς τοιαύτας διαθέσεις, ὥσπερ ἐνίοις ἔδοξεν ἰατροῖς τε καὶ γυμνασταῖς, ἐξαπατηθεῖσιν, ὡς οἶμαι, πρὸς τῶν ὑπὸ Φιλοτίμου τε καὶ Πραξαγόρου γεγραμμένων ἐπὶ ταῖς τῶν τοιούτων χυμῶν θεραπείαις. οὐ γὰρ, ὅταν κοπώδεις διαθέσεις πλεονάζωσιν, ἀλλἐπειδὰν μόνοι λυπῶσιν, ἔμετοι αὐτοὺς ἐκκενοῦσιν· οὐδεὶς γὰρ κίνδυνος ἀντισπασθῆναι τηνικαῦτα βιαιότερον ἔσω τῶν κατὰ σάρκα περιττωμάτων, ὥσπερ ὅταν ἄμφω πλεονάζῃ, τὰ μὲν ὠμὰ κατὰ τὰς πρώτας φλέβας, ἐν δὲ τοῖς στερεοῖς τὰ δακνώδη. φυλάττεσθαι γὰρ τῶν τοιούτων ἄμεινόν ἐστιν ἑκατέρας τὰς ἀντισπάσεις, ἔξω μὲν τὴν τῶν ὠμῶν, ἔσωθεν δὲ τὴν τῶν δακνωδῶν. ὥσπερ οὖν ἐφυλαξάμεθα κατὰ τὸν ἔμπροσθεν λόγον ἔξω τοὺς ὠμοὺς ἐπισπᾶσθαι χυμοὺς, οὕτω χρὴ φυλάττεσθαι τοὺς δακνώδεις ἀντισπᾷν ἔσω. κεφάλαια δὲ τῆς μὲν ἔξω φορᾶς αὐτῶν εἰσι γυμνάσια, καὶ τρίψεις, καὶ λουτρὰ, καὶ θάλπος, ἀλείμματά τε θερμαίνοντα, καὶ τῶν ψυχικῶν παθῶν ὀξυθυμία, καὶ ἁπλῶς εἰπεῖν ἅπανθ’, ὅσα τοὺς ἐν τῷ βάθει τοῦ ζώου χυμοὺς εἰς τὴν πανταχόθεν κίνησιν ἐξορμᾷ, τῆς δεἴσω τὰ ἀποτρέποντα τῆς ἔξωθεν φορᾶς. ἔστι δὲ δήπου ταῦτα τῶν ὁμιλούντων τῷ δέρματι τά τε ψυχρὰ καὶ στύφοντα, καὶ ὅσα πρὸς τούτοις ἐπισπᾶται τοὺς χυμοὺς, ἄλλως ὁπωσοῦν ἐπεγείρει τὴν ἔσω  κίνησιν αὐτῶν, ἐξ ὧν ἐστι λύπη, καὶ φρίκη, καθἡντιναοῦν αἰτίαν γιγνομένη· καὶ γὰρ καὶ ψυχρὸν αἴτιον καὶ θερμὸν ἐδείχθη, φρίκη τε καὶ ῥῖγος γιγνόμενον, καὶ διὰ τῶν ἐμπληττόντων τε καὶ φοβούντων τὴν ψυχὴν ἤτοι ἀκουσμάτων, θεαμάτων. ἅπαντοὖν τὰ τοιαῦτα φυλακτέον ἐστὶν, ἐπειδὰν ἅμα τε κοπώδης αὐτὸς ἄνθρωπος καὶ τὰς φλέβας ἔχῃ μεστὰς ἀπέπτων χυμῶν. οὔτε γὰρ τοὺς ἔξω χυμοὺς ἀντισπᾷν ἔσω καλὸν, οὔτε τοὺς ἔνδον ἔξω, ἀλλὰ τοὺς μὲν ἔξω διαφορεῖν ἀτρέμα, (τὰ γὰρ ἰσχυρότερον τοῦτο δρῶντα καὶ τῶν ἔνδοθεν ἐπισπᾶταί τι,) τοὺς δἔνδον λεπτύνειν τε καὶ συμπέπτειν. εἰ δἤτοι διἐμέτων διὰ γαστρὸς ὑπαγωγῆς ἐπιχειρήσαις αὐτοὺς ἐκκενῶσαι σφοδρότερον, ἐπισπάσῃ τινὰς ἐκ τῶν ἔξωθεν ἔσω. τοὺς δὲ περὶ τὸν Φιλότιμον οὐ χρὴ μέμφεσθαι τῇ τοιαύτῃ κενώσει χρωμένους, ὅταν ἐν ταῖς πρώταις φλεψὶ πλῆθος ὠμῶν περικέηται χωρὶς ἑτέρας διαθέσεως, ἀλλὰ μᾶλλον ἡμᾶς αὐτοὺς ἐθιστέον ἀκριβέστερον ἕπεσθαι παλαιοῖς γράμμασιν. εἰς αὐτὸ μὲν οὖν τὸ μελίκρατον ὕσσωπον ἀφεψοῦντες, οὐκ εὐθέως μὲν, οὐδἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἐν δὲ ταῖς ἐχομέναις δώσομεν, ἐφὧν ἅμα τε τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἔνδον τε κοπώδης αἴσθησις ἔξω. τοὺς δἐμέτους παραιτήσομεν δεδιότες, ὡς εἴρηται, τῶν ἔξωθέν τι περιττωμάτων εἴσω παλινδρομῆσαι. Πραξαγόρας δὲ καὶ Φιλότιμος εὐλόγως ἔμετον ἐπὶ τοιούτῳ μελικράτῳ παραλαμβάνουσιν, ὠμοὺς χυμοὺς θεραπεύοντες ἄνευ κοπώδους διαθέσεως.
§7–9
§7 Ἀλλἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη τῆς ὑπολοίπου διαθέσεως ὑπάρξασθαι, καθἣν ἅμα τῇ ἑλκώδει διαθέσει καὶ τὸ τῶν ὠμῶν πλῆθος εἰς τὴν ἕξιν ἀνελήφθη. γίνεται δὲ ταῦτα κατἐκείνας μάλιστα τὰς περιστάσεις τῶν πραγμάτων, ἐν αἷς ἤτοι θάλπος γυμνάσιον ἄμετρον ἐκ τῶν φλεβῶν εἰς τὰς σάρκας ἀναρπάζει τοὺς ὠμοὺς χυμοὺς, οὐδεμίαν ἐν τῷ παρόντι πρόσφατον ἀπεψίαν ἠπεπτηκότων, ὡς, εἴ γε καὶ τοῦτο συνέλθοι, σύμπαν οὕτως ἐμπλησθήσεται τῶν ὠμῶν χυμῶν τὸ σῶμα. καὶ λεχθήσεται μὲν ὀλίγον ὕστερον, ὡς χρὴ καὶ τὴν τοιαύτην ἐπανορθοῦσθαι διάθεσιν. ἀλλἐπεὶ τὸ σύνθετον ὕστερόν τέ ἐστι καὶ δεύτερον τῶν ἁπλῶν, ἄμεινον ἂν εἴη περὶ τῆς ὑπολοίπου διαθέσεως ἁπλῆς διελθόντας ἐπὶ τὰς συνθέτους αὖθις ἰέναι. καίτοι γε οὐδὲ ταύτην ἀκριβῶς ἁπλῆν χρὴ νομίζειν, ἀλλὡς ἐν αὐτομάτοις κόποις ἁπλῆν. ὑποκειμένης γὰρ τῆς τὸν κόπον ἐργαζομένης διαθέσεως, ἐπιμίγνυμεν αὐτῇ τὰς ἄλλας. ἀλλὅτι καὶ κατὰ τὴν μίξιν ἐνίοτε μὲν ἁπλῆ καὶ μία μίγνυται διάθεσις, ἐνίοτε δὲ σύνθετος, οὕτως ὠνομάσαμεν ἁπλῆν, ὑπὲρ ἧς λόγος ἐνέστηκεν. ἔστω δὲ τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἐν τοῖς στερεοῖς τοῦ ζώου μέρεσιν, οὐκ ἐν ταῖς φλεψὶν, ἅμα τῷ καὶ τὴν ἑλκώδη τοῦ κόπου διάθεσιν ἐν τοῖς αὐτοῖς ὑπάρχειν· γὰρ ἐξ ἀρχῆς ὑπόθεσις τοῦ λόγου τοιαύτη τις ἦν. ὡς οὖν ἐφοἷς κατὰ τὰς φλέβας ἦν, καὶ μάλιστα κατὰ τὰς πρώτας τῶν ὠμῶν, ἐφυλαττόμεθα τὰ θερμαίνοντα, δεδιότες εἰς τὴν ἕξιν ἀναληφθῆναι τοὺς τοιούτους χυμοὺς, οὕτω νῦν οὐδὲν χρὴ δεδιέναι. δοτέον οὖν αὐτοῖς, ὅσα μέχρι τοῦ δέρματος ἐκτείνει τὴν θερμότητα, καὶ ἀνατριπτέον ἐπὶ πολὺ ἐλαίῳ χαλαστικῷ, καὶ μάλιστα μετὰ τὸν ὕπνον ἕωθεν ἐξαναστάντας· γὰρ τοιαύτη τρίψις ἅμα τε πέττει τοὺς ὠμοὺς χυμοὺς καὶ τρέφει τὸν ὄγκον τοῦ ζώου. χρὴ δἡσυχάσαι μετὰ ταῦτἄχρι πλέονος, εἰ μέλλοι καλῶς γενήσεσθαι ταῦτα. πολὺ δἐνεργέστερον ἂν ἀνύσειεν, οὗ χάριν γίνεται, βραχέα τε σιτία προσενηνεγμένου κατὰ τὴν προτεραίαν τοῦ ἀνθρώπου, καὶ μηδὲν ἐπὶ τῷ δείπνῳ πίνειν πλὴν κιῤῥοῦ καὶ λεπτοῦ οἴνου. μὴ γυμνάζεσθαι δὲ συνεχῶς καὶ σφοδρῶς αὐτίκα, μή πῃ λάθωμεν ἀπέπτῳ ἔτι χυμῷ ἀναγκάζοντες τρέφεσθαι τὸ σῶμα. βέλτιον οὖν ἕωθεν ἐπὶ πλεῖον ἀνατρίψαι τε καὶ μετὰ ταῦτα ἡσυχάσαι περιπατῆσαί τε τὰ μέτρια, καὶ αὖθις χρήσασθαι τρίψει πολλῇ, καὶ λουτρῷ συμμέτρῳ θερμῷ, καὶ τροφαῖς εὐχύμοις τε ἅμα καὶ μὴ γλίσχροις. εἴρηται δἔμπροσθεν αὐτῶν ὕλη, πτισάνην ἐπαινούντων ἡμῶν εἰς τὰ τοιαῦτα, καὶ τοὺς πετραίους ἰχθύας, καὶ τῶν ὀρνίθων τοὺς ὀρείους. ἐπιτήδεια δὲ καὶ τὰ λεπτύνοντα τῶν ἐδεσμάτων, ὑπὲρ ὧν ἓν ἰδίᾳ γέγραπται βιβλίον. εὐλαβεῖσθαι δὲ χρὴ μηδὲν, εἰ καὶ θερμαίνοι σφοδρῶς, ἀλλὰ καὶ τὸ διὰ τῆς καλαμίνθης φάρμακον ἀδεῶς λαμβάνειν. ἔστι δὲ σύνθεσις αὐτοῦ τοιαύτη. καλαμίνθης, καὶ γλήχωνος, καὶ πετροσελίνου, καὶ σεσέλεως ἑκάστου ἀνὰ ὀγ. β΄, σελίνου σπέρματος, κορύμβων θύμου, ἀνὰ ὀγ. δ΄ ἑκατέρου, καὶ πρὸς τούτοις ἔτι λιβυστικοῦ μὲν ὀγ. ἑκκαίδεκα, πεπέρεως δὲ ὀκτὼ καὶ μ΄. πεπέρεως μὲν οὖν ἔστω τὸ βαρύσταθμον ὀνομαζόμενον, σέσελι δὲ τὸ Μασσαλεωτικὸν, πετροσέλινον δὲ τὸ Μακεδονικὸν, καὶ τούτου μάλιστα τὸ Ἀστρεωτικὸν, καλαμίνθη δὲ καὶ γλήχων μάλιστα μὲν ἐκ Κρήτης, εἰ δὲ μὴ, ἀλλἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν, ὡσαύτως δὲ καὶ τὰ θύμα. τὰ μὲν οὖν ξυλώδη καὶ σκληρὰ τῶν βοτανῶν ἀποῤῥίπτειν, λαμβάνειν δεἰς τὸ φάρμακον τὰ φύλλα, καὶ τούτων μάλιστα τὰ λεπτότατά τε καὶ εὐθαλέστατα καὶ ἐπἄκραις ταῖς βοτάναις, καὶ πρὸς αὐτοῖς ἄνθη τε καὶ τὰ σὺν αὐτοῖς λεπτότατα κάρφη. κόπτειν δἅμα σύμπαντα καὶ διαττᾷν χρὴ διὰ λεπτοῦ κοσκίνου· μάλιστα γὰρ εἰς ὅλην τὴν ἕξιν τοῦ ζώου τὰ τοιαῦτα φάρμακα ἀναδίδοται, καθάπερ γε τὰ παχύτερα κατὰ τὴν γαστέρα μένει, τοῖς στενοῖς  στόμασι τῶν φλεβῶν ἐναρμοσθῆναι μὴ δυνάμενα. καὶ διὰ τοῦτο καὶ τὸ Διοσπολιτικὸν ὀνομαζόμενον φάρμακον, οὗ κατὰ τὸν ἐνεστῶτα λόγον ἔμπροσθεν ἐμνημόνευσα, παχυμερέστερον εἴωθα σκευάζειν, ἐπειδὰν ὑπαχθῆναι τὴν γαστέρα διαὐτοῦ δεήσῃ. καί τις οὐκ εἰδὼς τοῦτο, λεπτότατόν τε καὶ χνοωδέστατον ἐργασάμενος αὐτὸ, τὴν μὲν ὑποχώρησιν οὐδέν τι προὔτρεψεν, οὖρα δἐκίνησεν οὐκ ὀλίγα, καὶ ἡμῖν ἐκοινοῦτο, θαυμάζων τε ἅμα καὶ ζητῶν τοῦ γεγονότος τὴν ἀληθινὴν αἰτίαν. αὐτὸς μὲν γὰρ ἔφη νομίζειν ἰδιοσυγκρασίαν τινὰ τοῦ ἀνθρώπου, καὶ γὰρ ἐκάλεσεν οὕτως, αἰτίαν εἶναι τοῦ συμβεβηκότος. ὡς δὲ ἔμαθεν, ὅτι τὸ τῆς συνθέσεως εἶδος αἴτιον ἴδιον ὑπῆρχεν, αὖθις ἑτέρως ἐσκεύασε, τυχὼν τοῦ σκοποῦ. τούτου μὲν οὖν τοῦ παραγγέλματος ἐπὶ πάσης συνθέσεως φαρμάκου ἄμεινον μεμνῆσθαι. τὸ δὲ προκείμενον ἐν τῷ παρόντι λόγῳ φάρμακον ἀκριβῶς ἅπαντα λεπτὰ λαμβανέτω χάριν τοῦ ῥᾳδίως ἀναδίδοσθαί τε καὶ φέρεσθαι πάντη. μιγνύσθω δὲ τοῖς οὕτω παρεσκευασμένοις μέλι τὸ κάλλιστον, ἀκριβῶς ἀπηφρισμένον. δὲ χρῆσις αὐτοῦ γιγνέσθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν, καὶ πρὸ τῶν γυμνασίων τε καὶ λουτρῶν. ἔξεστι δὲ καὶ χωρὶς τοῦ μίξαι τὸ μέλι ξηρῷ τῷ φαρμάκῳ φυλάξαντα χρῆσθαι παραπλησίως ἁλσὶ τοῖς εἰς ὄψα παρεσκευασμένοις. ἔξεστι δὲ καὶ εἰς πτισάνην ἐμβαλεῖν οἷον ὄξος τι τοιοῦτον ἀντὶ πεπέρεως. οὐ μόνον δὲ τὸ ξηρὸν ἁλῶν δίκην ἐστὶ πολύχρηστον, ἀλλὰ καὶ τὸ σὺν τῷ μέλιτι. καὶ γὰρ καὶ τοῦτο δυνατὸν ἀναμιγνύντα τοῖς ἐδέσμασιν, ἀποχεῖσθαι μετά τινος ἐξ αὐτῶν, ὡς ἡδὺ τῷ χρωμένῳ φαίνεσθαι. μηδὲν μέντοι μετὰ τὴν τροφὴν μηδέποτε λαμβάνειν, μήτε τοῦτο, μήτἄλλο τι φάρμακον, ἀνάδοσιν ἰσχυροτέραν ἐργαζόμενον. οὐ γὰρ ἀναδίδοσθαι τηνικαῦτα βέλτιον, ἀλλὰ πέττεσθαι τοῖς ληφθεῖσιν. ἄμεινον οὖν ἐστι τοῖς ἐπικουρίας τινὸς ἔξωθεν εἰς πέψιν δεομένοις ἐν τούτῳ τῷ καιρῷ δίδοσθαι φάρμακον, οὗ τὴν σύνθεσιν ἔμπροσθεν ἐδήλωσα. λέγω δὲ τὸ διὰ τριῶν πεπέρεων ἁπλοῦν. καὶ αὐτὸ δὲ τὸ πέπερι μόνον ἐπιπαττόμενον τῷ ποτῷ χρηστὸν εἰς τὰ παρόντα, καὶ εἴπερ ἄρα μείζων τις εἴη χρεία, καὶ τὸ διὰ χυλοῦ τῶν κυδωνίων μήλων, οὗ τὴν σύνθεσιν ἅπασαν ἐρῶ καὶ τὴν δύναμιν ἀκριβῶς ἐξηγησόμενος κατὰ τὸν ἑξῆς λόγον. εἰς δὲ τὰ παρακείμενα νῦν ἁπάντων ἄριστον φάρμακον ὧν ἐγὼ γινώσκω τὸ διὰ τῆς καλαμίνθης ἐστί. καὶ γὰρ λεπτύνει τὰ παχέα καὶ γλίσχρα, καὶ διαφορεῖ, καὶ οὔρησιν κινεῖ, καὶ καταμήνια γυναιξίν. ἔστι δὲ καὶ ἥδιστον ἐν τῇ χρήσει, καὶ μάλισθὅταν λάβῃ πλεῖον τοῦ μέλιτος. ἑψεῖσθαι δἐπὶ πλέον αὐτὸ χρὴ τηνικαῦτα. τοῖς δἀπεστραμμένοις τὰ γλυκέα καὶ φεύγουσι τὸ μέλι, καὶ γὰρ τοιαῦται μέν τινες εὑρίσκονται φύσεις, ὀλίγον ἐν τῇ συνθέσει μιγνύσθω τὸ μέλι. βέλτιον δὲ καὶ μᾶλλον ἑψεῖσθαι τούτοις, καὶ γὰρ ἧττον οὕτως ἐστὶ γλυκὺ, καὶ ἧττον ἀνατρέπει τὸν στόμαχον ἐπὶ τῶν ἀπεστραμμένων φύσει τὸ μέλι. τὰ μὲν δὴ τοιαῦτα πάντα καὶ αὐτός τις ἐπινοείτω πρὸ τῆς ἡμετέρας συμβουλῆς, ἕνα κοινὸν ἐν ἅπασι διαφυλάττων σκοπὸν, ἥδιστον γενέσθαι τὸ φάρμακον, εἰς ὅσον ἐγχωρεῖ, φυλαττομένης αὐτοῦ τῆς εἰς τὴν ὠφέλειαν δυνάμεως· οὐ γὰρ δὴ ταύτην γἐκλῦσαι κελεύω τῆς ἡδονῆς στοχασάμενος. ὅταν οὖν ἐπὶ δύο που τὰς πρώτας ἡμέρας τρεῖς οὕτως παρεσκευασμένος ἄνθρωπος, οὐδὲν ἂν εἴη χεῖρον ἤδη καὶ γυμνάσασθαι διὰ τῶν συνήθων αὐτῷ, ἀποπειρώμενον εὐχροίας τε καὶ τῶν ἄλλων σημείων, κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον. εἰ μὲν γὰρ ἅπαντά σοι χρηστὰ φαίνοιτο, τελέως γυμνάζειν αὐτόν· εἰ δὲ μὴ, προκαταπαύειν τε τοῦ συμμέτρου, κἀν τοῖς εἰρημένοις πρὶν διαιτήμασί τε καὶ φαρμάκοις φυλάξαντα κατἐκείνην τὴν ἡμέραν, αὖθις ἐπιχειρεῖν τῷ γυμνασίῳ κατὰ τὴν ὑστεραίαν ἐπὶ τοῖς αὐτοῖς σημείοις τε καὶ σκοποῖς, ἵν’, ὅταν ἤδη πάντα ἄμεμπτα φαίνηται, πρὸς τὴν αὐτὴν δίαιταν ἐπαναγάγῃς αὐτὸν, καὶ πρὶν ἁλῶναι τῷ κοπώδει συμπτώματι συνήθης ἦν.
§8 Ἐπεὶ δὲ καὶ τῷ τῆς ἐλάτης ἀκόπῳ φαρμάκῳ χρῆσθαι συμφέρει τοῖς κατὰ τὴν σάρκα τε καὶ τὸν ὄγκον ἅπαντα τοῦ ζώου χυμοὺς ἠθροικόσιν, ἤτοι πεφθῆναι δεομένους, διαφορηθῆναι, οὐδὲν ἂν εἴη χεῖρον εἰπεῖν τι καὶ περὶ τῇς ἐκείνου συνθέσεως. ἔστι μὲν οὖν ὡραιότατον αὐτῆς τὸ σπέρμα περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου, ὅστις καιρὸς ἐν Ῥώμῃ μὲν καλούμενος μήν ἐστι Σεπτέμβριος, ἐν Περγάμῳ δὲ παρἡμῖν Ὑπερβερεταῖος, Ἀθήνῃσι δὲ μυστήρια. ἐλαίῳ δἐμβάλλειν αὐτὸ χρὴ, καθἣν ἂν θέλῃς ὥραν τοῦ ἔτους, οὐδεμία γὰρ ὅσον ἐπὶ τούτῳ διαφορά. βέλτιον δὲ, εἰ καὶ θλάσας ἐμβάλλοις αὐτό· θᾶττον γὰρ οὕτω τὸ ἔλαιον ἐμπλήσει τῆς ἰδίας ποιότητός τε καὶ δυνάμεως. εἴη δἂν χρόνος οὗτος ἐλάχιστος ἡμερῶν μ΄· πολλάκις δἡμεῖς καὶ τρεῖς καὶ τέτταρας καὶ πολὺ πλείους μῆνας ἐπετρέψαμεν ἐμβραχῆναι, κᾄπειθοὕτως ἀπεῤῥίψαμεν τὸ σπέρμα, τὸ δὑγρὸν ὀθονίῳ διηθήσαμεν. ἔστω δὲ τὸ μὲν ἔλαιον ἕν τι τῶν χαλαστικῶν, οἷόν περ ἐν Ἰταλίᾳ τὸ Σαβῖνον, ἐμβαλλέσθω δεἰς τὰς εἴκοσι καὶ πέντε κοτύλας αὐτοῦ μόδιος Ἰταλικὸς τοῦ σπέρματος τῆς ἐλάτης, οὐσῶν δὲ καὶ τῶν κοτυλῶν Ἰταλικῶν, ἃς δὴ καὶ λίτρας ὀνομάζουσι. βραχέντος δἐν αὐτῷ τοῦ σπέρματος, πολλῷ δηλονότι μεῖον γίνεται. σύμμετρον δοὖν ἐστι τῷ καταλειφθέντι, κηροῦ μὲν λίτρας ἐμβαλεῖν τέσσαρας, ῥητίνης  δὲ ἐλατίνης τὸ τρίτον τῆς λίτρας μέρος, αἵ πέρ εἰσιν ὁλκῆς β΄ καὶ λ΄. τὸ δἴσον ἐμβαλλέσθω μὲν τῆς στροβιλίου ῥητίνης. εἰ δαὗται μὴ παρεῖεν, ἀνταὐτῶν τῇ τερεβινθίνῃ χρῆσθαι. ἑψεῖν δἄμεινον ἐπἀγγείου διπλοῦ, πάντως γἐπὶ πυρὸς ἀσθενοῦς, οἷόν ἐστι τὸ τῶν ἀνθράκων· ἔστωσαν δοὖν μηδοὗτοι πολλοί. τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστιν εἰς ἅπαντας κόπους αὐτομάτους τε καὶ οὐκ αὐτομάτους. ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆς αἰγείρου τῶν ἀνθῶν συντιθέμενον. ἔστι δὲ καὶ τοῦτο τοιόνδε. τῶν ἀνθῶν τῆς αἰγείρου μεμυκότων ἔτι μόδιος Ἰταλικὸς ἐμβάλλεται λίτραις ἐλαίου Σαβίνου πεντεκαίδεκα εἴκοσι. μὴ παρόντος δὲ τοῦ Σαβίνου, τῶν ὁμοίων τι παρασκευαστέον ἐλαίων. εἴρηται δἐν τοῖς ἔμπροσθεν, ὡς ὅμοια πάντἐστὶ τὰ λεπτομερῆ θἅμα καὶ μὴ στύφοντα. κάλλιον δ’, εἰ καὶ μετρίως θλασθὲν ἐμβληθείη τῷ ἐλαίῳ τὸ ἄνθος. εἰ δὲ καὶ καθἑκάστην διακινοῖτο, καὶ μάλισθὅταν ἥλιος θερμὸς, ἐν οἰκήματί τε θερμῷ τὴν ἀπόθεσιν ἴσχῃ, θᾶττόν τε ἂν οὕτω καὶ μᾶλλον τῆς αἰγείρου ποιότης τε καὶ δύναμις εἰς τοὔλαιον μετέλθοι, ὥστε σε μετὰ δύο που καὶ τρεῖς μῆνας δύνασθαι ἐκθλίψαντα τὸ ἄνθος αὐτὸ μὲν ἀποῤῥῖψαι, τὸ δἔλαιον ἔχειν ἀδήκτως διαφορητικὸν, οὐδέν τι μεῖον τοῦ ἐλατίνου. καὶ μέντοι καὶ κηρὸν καὶ ῥητίνην ἔξεστιν ἐμβάλλειν αὐτῷ τοσοῦτον, ὅσον ἀρτίως ἐν τῇ συνθέσει τοῦ διὰ τῆς ἐλάτης εἴρηται φαρμάκου. παχύ τι δεἴποτε γένοιτο τὸ ἐκθλιβόμενον ὑγρὸν, ἱκανὸν οὐ μόνον τὸ τέταρτον μέρος, ἀλλὰ καὶ τὸ πέμπτον μίγνυσθαι κηροῦ. ἐγὼ δοἶδά ποτε καὶ τὸ ἕκτον ἐμβαλὼν, παχυτέρου τε τοῦ ἐλαίου γινομένου, καὶ τοῦ μέλλοντος αὐτῷ χρῆσθαι χαίροντος ὑγροτέρῳ φαρμάκῳ. τινὲς δοὐκ ἀναμένοντες ἐν χρόνῳ πλέονι διαβρέχεσθαι τά τε ἄνθη καὶ τὰ σπέρματα, τοῦτο μὲν ἑψεῖν αὐτὰ δέονται, τοῦτο δὕδωρ ἐμβάλλειν, ὅσοι γε προμηθέστεροι, χάριν τοῦ μήτε φρυχθῆναι τὰ ἐμβληθέντα, μήτε κνισῶδες γενέσθαι τοὔλαιον. ὅσοι δἔτι τούτων ἐπιμελέστεροι, τὴν ἕψησιν ἐν ἀγγείοις διπλοῖς ποιοῦνται· καλεῖται δοὕτως, ἐπειδάν, προϋποκειμένου λέβητος ὕδωρ ἔχοντος ζέον, ἔνεστί τέ τι τούτῳ μικρὸν ἀγγεῖον, εἰς μέλλει τὸ ἔλαιον ἐγχεῖσθαι. τοῦτο μέν γε καὶ ἡμεῖς ποιοῦμεν, ἀλλοὐκ εἰς τὴν τῶν σπερμάτων ἀνθῶν ἕψησιν, οὐδὲν γὰρ ταύτης δεόμεθα πολυχρονίως αὐτὰ ἀποβρέχοντες, ἀλλὁπόταν διατήκειν ἐν τῷ λέβητι τὰς ῥητίνας καὶ τὸν κηρὸν ἐπιχειρῶμεν ἐν τῇ τοῦ φαρμάκου σκευασίᾳ. καταναγκαζόμενος δέ τις ἐν τάχει σκευάζειν αὐτὰ, δεήσεταί τε προαφεψεῖν, ὡς εἴρηται, καὶ ὕδατος ἐγχεῖν οἴνου χάριν τοῦ μὴ φρύγεσθαι. τὸ μὲν οὖν ὕδωρ εἰς τὰ παρόντα χρησιμώτερον, δοἶνος εἴς τε τὰς ποδαγρικὰς διαθέσεις καὶ ὅλως ἀρθρίτιδας. ἀρκεῖ δὲ μιγνύναι τοσοῦτον ὕδατος, ὡς ἑψόντων ἐκδαπανηθῆναι πᾶν. εἴη δἂν οὕτως ὀλίγον, ὡς τετραπλάσιον πενταπλάσιον αὐτοῦ τὸ ἔλαιον ὑπάρχειν. ταῦτά τε οὖν τὰ φάρμακα διαφορεῖ τοὺς κατὰ τὰς σάρκας τε καὶ τὸ δέρμα μὴ πάνυ παχεῖς μηδὲ γλίσχρους χυμοὺς, καὶ πρὸς τούτοις ἔτι τὸ ἐκ τοῦ χαμαιμήλου ἔλαιον, αὐτό τε καθἑαυτὸ μόνον, ἐμβληθέντων τε κηροῦ καὶ ῥητίνης αὐτῷ. ἱκανὸν δὲ κᾀνταῦθα τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, |τῆς δὲ ῥητίνης τὸ ιβ΄. εἰ δὲ μηδενὸς τῶν εἰρημένων ἐλαίων εὐποροίης, ἀνήθινον ἔλαιον ποιήσασθαί σοι ῥᾷστον. ἔστι δὲ καὶ τοῦτο διαφορητικὸν φάρμακον, εἴτε καταμόνας τις, εἴτε σὺν κηρῷ τε καὶ ῥητίνῃ χρῷτο. πειρᾶσθαι δἐπἀγγείου διπλοῦ τὸ ἀνήθινον ἑψεῖν. ἄμεινον δὲ καὶ χλωρὸν εἶναι τὸ ἄνηθον. ὅταν δὲ τοῦτο, καθὃν χρήσῃ καιρὸν, ὡραῖον ὑπαρχέτω. καὶ τὸ σαμψύχινον δἔλαιον ἐπιτήδειον ἐν ὥρᾳ χειμερινῇ, καὶ χωρίῳ ψυχρῷ, καὶ καταστάσει παραπλησίᾳ. λαμβανέτω δὲ καὶ τοῦτο κηροῦ τε καὶ ῥητίνης, εἰ παραμένειν ἔτι πλέον αὐτό γε βούλει τοῖς ἀλειφομένοις ὑπαὐτοῦ σώμασιν. ὁμοίως δὲ καὶ τὴν λιβανωτίδα πόαν ἐναφεψεῖν ἐλαίῳ. καὶ εἰ μηδὲ ταύτην ἔχοις, ῥίζα τεύτλου λευκοῦ, καὶ τοῦ σικύου ἀγρίου ῥίζα, καὶ τῆς ἀλθαίας, καὶ τῆς βρυωνίας ἱκανῶς διαφοροῦσιν ἐναποτιθέμεναι καὶ αὗται τὴν ἑαυτῶν ποιότητά τε καὶ δύναμιν ἐλαίῳ τινὶ τῶν διαφορητικῶν. ἐς τι δἂν ἐθέλῃς ἔλαιον οὕτω παρασκευασθὲν ἐμβαλεῖν, ἤτοι κηρὸν μόνον, καὶ ῥητίνην τινὰ σὺν αὐτῷ, καλλίστην τε καὶ παραμόνιμον ἀλοιφὴν κατασκευάσεις. ἀρκεῖ δὲ τοὐπίπαν ἐμβάλλειν τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, τῆς δὲ ῥητίνης τὸ δωδέκατον. εἰ δὲ καὶ δύο ῥητίνας ἐμβάλοις, ἐλατίνην τε ἅμα καὶ στροβιλίνην, καὶ τρίτην ἐπαὐταῖς τὴν τερμινθίνην, καὶ, μὴ παρουσῶν τούτων, τὴν ὑγρὰν πιτυΐνην, ἔσται σοι καὶ οὕτω διαφορητικὸν τὸ φάρμακον. ἀπορῶν δὲ τούτων, ἤτοι τὴν ἐκ τῶν κεραμείων μιγνύναι πιτυΐνην, καὶ τὴν φρυκτὴν ὀνομαζομένην. οἶδα μὲν, ὡς ἀποδέουσιν αὗται τῶν προειρημένων, οὐ μὴν παντάπασίν εἰσιν ἀπόβλητοι.
§9 Λοιπῆς δοὔσης κοπώδους διαθέσεως, ἐν πρὸς τῷ τῆς ἑλκώδους αἰσθήσεως πλῆθος ὠμῶν ἐν ὅλῳ τῷ σώματι περιέχεται, λεκτέον ἂν εἴη καὶ περὶ τῆσδε. χαλεπὸν δοὐδὲν ἐξευρεῖν αὐτῆς τὴν ἐπανόρθωσιν, ἀπὸ τῶν εἰρημένων ὁρμώμενον. εἰ γὰρ καὶ ποτὲ μὲν ἐν ταῖς πρώταις φλεψὶ τὸ πλῆθος τῶν ὠμῶν ἐστι, τέμνειν αὐτὰ καὶ πέττειν ἔφαμεν χρῆναι, φυλαττομένους τὴν εἰς τὸν ὄγκον  ἀνάδοσιν· ὁπότἐν ταῖς ἐσχάταις φλεψὶ, καὶ κατὰ τὴν ἕξιν τοῦ ζώου, πέττειν τε ἅμα καὶ διαφορεῖν. ἄμφω μικτέον ἐστὶν, ἐφὧν ἄμφω συμβέβηκεν· εἰ μὲν ἰσοσθενῶς ἐνοχλεῖν σοι δόξειεν, ὁμοτίμως ἀμφοτέρων στοχαζόμενον· εἰ δὲ εἴη θάτερον ἐπικρατέστερον, εἰς ἐκεῖνο μὲν ἀναφέρων τῆς ὅλης θεραπείας τὸ κῆδος, ἀμελῶν δὲ μηδὲ θατέρου τοῦ μικροτέρου. μιχθήσεται μὲν οὖν πρὸς ἀμφότερα θεραπεία κατὰ τόνδε τὸν τρόπον· οὐδὲν γὰρ χεῖρον ἐπὶ παραδειγμάτων ὀλίγον εἰπεῖν τι καὶ περὶ τοῦδε. τῷ διὰ τριῶν πεπέρεων ἁπλῷ φαρμάκῳ χρῆσθαι συνεβούλευον, ἐφὧν ὠμῶν χυμῶν πλῆθος ἐν ταῖς φλεψίν ἐστι, καὶ μάλιστα ταῖς πρώταις. εἰ τοίνυν μὴ μόνον ἐν αὐταῖς, ἀλλἐν πάσαις ταῖς φλεψὶν εἴη, καὶ ἤδη καὶ κατὰ τὰς σάρκας, ἐν ἀρχῇ μὲν τῆς ἐπιμελείας τῷ διὰ τριῶν πεπέρεων φαρμάκῳ χρηστέον, ἔχοντι καὶ πετροσελίνου τοσοῦτον, ὁπόσον ἂν ἔχῃ ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως· μετὰ δὲ τὴν πρώτην ἡμέραν, καὶ μᾶλλον ἔτι τὴν δευτέραν ἐπιμιγνύναι αὐτῷ τοῦ διὰ τῆς καλαμίνθης· εἶθἑξῆς ἴσα μικτέον· εἶτἐπὶ προήκοντι τῷ χρόνῳ πλέον τοῦ διὰ τῆς καλαμίνθης· εἶτἐπὶ τελευτῇ καὶ μόνον. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς ἄλλης ἁπάσης διαίτης, ὅταν ἰσοκρατεῖς αἱ διαθέσεις ὑπάρχωσι, μιγνύναι καὶ αὐτῶν τῆς ἐπανορθώσεως τοὺς σκοπούς. ἀλλἐν ἀρχῇ μὲν ἐπικρατείτω τὰ τῶν ἐν ταῖς πρώταις φλεψὶν ἰάματα· κατὰ δὲ τὴν τελευτὴν τὰ τῶν ἐν σαρκί· μεσοῦντος δὲ τοῦ χρόνου, μιγνύσθω κατἴσον ἀμφότερον. ταῦτά τε οὖν εἴρηταί μοι, καὶ ἤδη δῆλον, ὅπως ἐπανορθοῦσθαι χρὴ τὰ κατὰ τοὺς χυμοὺς ἁμαρτήματα, πρὶν νοσῆσαι τὸν ἄνθρωπον. ἐξ ὧν γὰρ ἐπὶ τῆς ἑλκώδους διαθέσεως εἴπομεν, ὅταν ἐπιμίγνυταί τινι κακοχυμίᾳ, πάρεστι συλλογίζεσθαι καὶ περὶ τῶν ἄλλων ἑκάστης, ἐπειδὰν μόνη ποτὲ συνίστηται.
§10–11
§10 Περὶ μὲν οὖν τοῦ τε πρώτου γένους τῶν κόπων, ἐφὧν νυγματώδης ἐστὶ κατὰ πάντα τοῦ ζώου αἴσθησις, ὅσαι τἄλλαι μοχθηρῶν χυμῶν ἐν τῷ σώματι γίγνονται πλεονεξίαι, καθἑαυτάς τε καὶ σὺν κόποις, σχεδὸν ἤδη λέλεκται πάντα· περὶ δὲ τοῦ τονώδους ὑφἡμῶν κληθέντος θέντος κόπου λέγω ἐφεξῆς. ὅτι μὲν οὖν τοιοῦτος κόπος, ὅταν ἄνευ γυμνασίων συνίστηται, πλῆθος ἐνδείκνυται διατεῖνον τὰ στερεὰ μόρια τοῦ ζώου, καὶ ἄλλοις μέν τισι τῶν εὐδοκίμων ἰατρῶν ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τοῖς περὶ τὸν Ἐρασίστρατον. ὅτι δ’, ὅταν αἵματος πλῆθος, ἄριστον ἤτοι φλέβα τέμνειν, ἀποσχάζειν τὰ σφυρὰ, λέλεκται μέν που καὶ πρόσθεν, ἀναληπτέον δἔτι καὶ νῦν τὸν λόγον Ἐρασιστράτου χάριν, ὃς οὔτἐπἄλλης ὅλως οὐδεμιᾶς, οὐδὲ ἐπὶ τῆσδε τῆς διαθέσεως ἐχρήσατο φλεβοτομίᾳ. ὅτι μὲν οὖν ἐπὶ τῆς ὑγιεινοτάτης φύσεως, ὑπὲρ ἧς λόγος ἐνέστηκεν, ἐγχωρεῖ καὶ κατἄλλον τρόπον ἐκκενοῦν τὸ τοιοῦτον πλῆθος, ἔμπροσθεν εἴρηται. κατὰ μὲν γὰρ τὰς μοχθηρὰς, ἐφὧν τὸ περιττὸν κατὰ τὸν ἐγκέφαλον τὰ τῆς ἀναπνοῆς ὄργανα φέρεται, πηλίκον ἐστὶ κακὸν ἑτέρῳ τρόπῳ κενώσεως χρῆσθαι, παραλείποντας φλεβοτομίαν, εἰρήσεται μέν που καὶ διὰ τῶν ἑξῆς ὑπομνημάτων, ὅταν ὑπὲρ τῶν μοχθηρῶν κατασκευῶν λόγος περαίνηται, λέλεκται δἤδη κᾀν τῷ περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον. ὅθεν οὐδὲ ἔστι μηκύνειν ἐν τῷδε περὶ αὐτῶν, ἀλλἐπὶ τὸν λοιπὸν καὶ τρίτον τῶν κόπων, ὅταν αὐτομάτως συνίστηται, τὸν λόγον ἄγειν, ὃν ἐν τῷ πρόσθεν ἐκαλέσαμεν φλεγμονώδη διά τε τὸ τῆς ὀδύνης μέγεθος, καὶ ὅτι μετὰ θερμότητος ἐπιφανοῦς συνίσταται, συνεξαίρων εἰς ὄγκον τοὺς μῦς. οὗτος κόπος οὐδὡρῶν ὀλίγων, μή τοί γε δυοῖν τριῶν ἔχεται ἡμερῶν ἴσον ὄγκον τῆς Ἐρασιστράτου βραδύτητος, ἀλλαὐτίκα πυρετὸν ἐπιφέρει σφοδρότατον, ἢν μή τις φθάσας ἀποχέῃ τοῦ αἵματος. καὶ γὰρ οὖν καὶ θερμότατόν ἐστι τὸ τῶν τοιούτων κόπων αἷμα, καὶ πλείστης αὐτοῦ δέονται τῆς κενώσεως ἅπαντες σχεδὸν οἱ καταληφθέντες τῷ κόπῳ. καὶ οἱ πολλοὶ δαὐτῶν πυρέττουσι, κᾂν ἀποχέῃς τοῦ αἵματος. ὅθεν οὔτε βλακεύειν, οὔτε ὀλίγον ἀφελεῖν προσήκει, ἀλλὰ διὰ ταχέων ἐκκενοῦν, καὶ μέχρι λειποθυμίας ἄγειν, εἰ μηδὲν ἕτερον κωλύοι. κάλλιον δὲ, εἰ ἐγχωρεῖ, δὶς ἀφελεῖν ἐν ἡμέρᾳ μιᾷ, τὸ μὲν οὖν πρότερον οὕτω κενοῦντας, ὡς μὴ λειποθυμῆσαι τὸν ἄνθρωπον, τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποψυχίαν φοβεῖσθαι προσήκει. τῇ μὲν γὰρ προτέρᾳ κενώσει καταλυθεὶς, οὐκ ἂν ὑπομείναι τὴν δευτέραν· ἐν ταύτῃ δεἴτι πάθοι τοιοῦτον, εὐανακόμιστος γίνεται. μὴ φλεβοτομηθέντες δὲ οἱ οὕτως διακείμενοι τύχης ἀγαθῆς εἰς τὸ σωθῆναι δέονται, καὶ οὐδὲ σώζονται, εἰ μὴ καθἕτερόν τινα τρόπον, αἱμοῤῥαγήσαντες ἐκ ῥινῶν, λάβρων ἱδρώτων αὐτοῖς ἐκχυθέντων. ἐπισκοπεῖσθαι δὲ χρὴ μάλιστα μέλλοντας τέμνειν φλέβα, πότερον κατὰ θώρακα, καὶ νῶτα, καὶ ὀσφῦν ἐρείδουσιν αἱ τάσεις τε καὶ αἱ νυγματώδεις ὀδύναι, κατὰ κεφαλὴν καὶ τράχηλον μᾶλλον. οὕτως μὲν γὰρ τὴν ὠμιαίαν διαιρήσεις, καὶ μᾶλλον εἰ πλήρους αἰσθάνοιντο καὶ θερμῆς τῆς κεφαλῆς, ἐκείνοις δὲ τὴν ἔνδον· εἰ δὅλως ὁμαλῶς ὑπὸ τοῦ κόπου τὸ σῶμα κατέχοιτο, τὴν μέσην ἀμφοῖν. εἰ μὲν οὖν ἐπὶ τῇ φλεβοτομίᾳ πυρέσσειν ἄρξαιντο, τῆς θεραπευτικῆς ἔργον ἤδη μεθόδου προνοήσασθαι τούτων· εἰ δἀπύρετοι διαμένοιεν, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἐπὶ τῇ φλεβοτομίᾳ πτισάνης χυλὸν ἐκ χόνδρου ῥοφήματα διδόναι μόνον, ἐν δὲ τῇ δευτέρᾳ καὶ λούειν ἂν ἤδη δύναιο σὺν ἐλαίῳ δαψιλεῖ, διαιτᾷν δὲ, κᾂν λούσῃς, μετριώτατα θριδακίνης, εἰ βούλοιτο, διδόναι τι, εἴτε κολοκύνθης, εἰ παρείη, καὶ πτισάνης. ἀγαθὸς δὲ καὶ χόνδρος, εἴθὡς πτισάνην τις αὐτὸν ἡδύνας ὄξει σκευάζοι, εἴτε χωρὶς ὄξους. εἰ δὲ μὴ παρείη κολοκύνθη, μαλάχῃ καὶ τεύτλῳ καὶ λαπάθῳ καὶ ἀνδραφάξυϊ χρῆσθαι. εἰ δὲ σαρκὸς βούλοιτο γεύσασθαι, τὴν τῶν πετραίων ἰχθύων ὀνίσκων ἐν λευκῷ ζωμῷ καλῶς ἑψήσαντα διδόναι. προσαγορεύω δὲ λευκὸν ζωμὸν, ὅταν ἄνευ γάρου τε καὶ πολὺ δὴ μᾶλλον τῆς ἄλλης καρυκείας σκευασθῇ, ἀνήθου τε καὶ ἁλῶν ἐμβληθέντων εἰς ὕδωρ σὺν ἐλαίῳ καὶ πράσῳ βραχεῖ. κάλλιον δὲ, εἰ καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν οἴνου φείσαιτο. τῇ τρίτῃ δὲ, εἰ μὲν εὐπέπτως φέροι τὴν ὑδροποσίαν, εἴργειν οἴνου καὶ τότε· μὴ φέροντος δὲ, μάλιστα μὲν ἀπόμελι διδόναι, καὶ γὰρ ἐμψύχει γέ πως ἠρέμα τοῦτο τὸ ποτὸν, οὗ καὶ αὐτοῦ χρῄζουσιν οἱ φλεγμονώδεις κόποι· μὴ παρόντος δὲ τούτου, λεπτὸν καὶ λευκὸν οἶνον διδόναι, καὶ τἄλλα κατὰ  λόγον ἀνακομίζειν, εὐχύμῳ τε καὶ μηδαμῶς θερμαινούσῃ διαίτῃ χρώμενον. εὐλαβεῖσθαι δὲ μάλιστα πάντων ἀθρόως ἀνατρέφειν. ὅσοι γὰρ ἐπὶ τοιαύταις κενώσεσιν εἰς τὴν ἐξ ἀρχῆς δίαιταν εὐθέως ἐπανῆλθον, ἐμπίπλαται τούτοις ἕξις ἀπέπτων χυμῶν, οὓς ἀναρπάζει, πρὶν πεφθῆναι καλῶς ἔν τε γαστρὶ καὶ κατὰ τὰς φλέβας, τοῦ σώματος ὄγκος. αὕτη μὲν ἀρίστη πρόνοια τοῦ φλεγμονώδους κόπου. διὰ τί δὲ ἐπαφαιρεῖν τε κελεύομεν αἵματος ἐπαὐτῶν καὶ μή πληροῦν ἀθρόως, ἀρκεῖ μὲν δήπου καὶ τὴν ἐμπειρικὴν αἰτίαν εἰπεῖν, ὅτι καὶ μᾶλλον ὀνίνανται κενωθέντες οὕτω, καὶ ὑγιαίνουσιν εἰς μακρὸν, ὡς εἴρηται, διαγόμενοι· προσθεῖναι δοὐκ ἂν χεῖρον εἴη καὶ τὴν ἀπὸ τῆς φύσεως τῶν πραγμάτων ἔνδειξιν. ἐπεὶ τοίνυν ἐν τῷ φλεγμονώδει κόπῳ πλῆθος αἵματος ἠθροισμένον θερμοῦ κατὰ τὸν ὄγκον ἐστὶν, φλεβοτομία δὲ τοὺς ἐν τοῖς ἀγγείοις ἐκκενοῖ χυμοὺς, ἄμεινον ἐπὶ τῇ προτέρᾳ κενώσει τοσοῦτον χρόνον διαλιπεῖν, ὡς μεταληφθῆναί τι καὶ εἰς τὰς φλέβας ἐκ τῶν κατὰ τὸ σῶμα. τοῦτο δοὐκ ἐπιτρεπτέον ἐν αὐταῖς ἀπομένειν, ἡμιμόχθηρον ὑπάρχον, ἀλλἐκκενωτέον αὐτοῦ τὸ πλεῖστον. ταῦτά τοι καὶ κατὰ τὴν δευτέραν ἡμέραν ἐπαφαιροῦμεν αἵματος, ἐνίοτε δὲ καὶ κατὰ τὴν τρίτην, ἐπειδὰν ἀντισπᾷν τε καὶ μετάγειν ἐξ ἑτέρων εἰς ἕτερα συμφέρειν δόξῃ. λέγεται δὲ καὶ περὶ τῶν τοιούτων ἁπάντων διορισμῶν ἀκριβέστερον ἐν τοῖς περὶ φλεβοτομίας, ὧν οὐκ ἐγχωρεῖ μεμνῆσθαι τανῦν διὰ τὸ τῆς θεραπευτικῆς πραγματείας ἰδιωτέρους ὑπάρχειν αὐτοὺς, καὶ μέλλειν που καὶ αὖθις ἴσως ἡμᾶς ἐν τῇδε τῇ πραγματείᾳ περὶ φλεβοτομίας ἐντελέστερον διέρχεσθαι.
§11 Λοιπὸν οὖν, ὅτι ταχέως οὐ χρὴ πληροῦν ἐπὶ φλεβοτομίαις, εἰπόντες ἐνταῦθα καταπαύσομεν τὸν λόγον. ἕξει δὲ καὶ οὗτος εἰς πίστιν ὑπόθεσίν τινα τῶν ἤδη προαποδεδειγμένων ἐν τῇ περὶ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ. δέδεικται γὰρ ἐν ἐκείνῳ τῷ λόγῳ πᾶσι τοῖς ὑπὸ φύσεως διοικουμένοις ὑπάρχουσα δύναμις ἔμφυτος ἑλκτικὴ τῶν ὁμοίων χυμῶν, ὑφὧν τρέφεσθαι μέλλει. δέδεικται δὲ καὶ ὡς, ἐπειδὰν ἀπορῇ μὲν οἰκείας τε ἅμα καὶ χρηστῆς τροφῆς, ἐπείγεται καὶ τῶν οὐ χρηστῶν τι συναρπάσαι. τοιοῦτον δἐστί που τὸ μήπω πεφθὲν ἐν κοιλίᾳ τε καὶ φλεψίν. ἀναγκαῖον οὖν, ἐπειδὰν πλείω λαμβάνῃ τὰ σιτία κατὰ τὸν καιρὸν τοῦτον ἄνθρωπος, ἀναρπάζεσθαι πλεῖστον ὠμὸν χυμὸν εἰς τὸν ὄγκον τοῦ ζώου διὰ πολλὰς αἰτίας· ὅτι τε φαυλότερον ἐν τῇ γαστρὶ καὶ ταῖς φλεψὶ πέττεται τὸ πλέον, ὅτι τε πλέον εἰς τὸν ὄγκον ἀνέρχεται διὰ τὸ πλέον ὑπάρχειν, ὅτι τε πρωϊαίτερον, χρὴ, διὰ τὸ συγχωρεῖν μὲν τὴν γαστέρα ταῖς φλεψὶ, τὰς φλέβας δὲ ἅπασι τοῖς ἄλλοις τοῦ ζώου μορίοις ἐπισπᾶσθαι τὸ μήπω κατειργασμένον, ὅπερ οὐκ ἂν συνεχώρησαν ὁμοίως, εἴπερ ὀλίγον ἦν. ἐπιδέδεικται γὰρ, ὡς αὐτὰ πρότερον ἀπολαύει τὰ μόρια τῆς οἰκείας τροφῆς, εἶθοὕτως ἑτέροις ἐπιπέμπει. τὸ δὲ δὴ τελευταῖον καὶ μέγιστον αἴτιον τῆς βλάβης τοῖς οὕτω διακειμένοις ἐστὶ τὸ πολλὴν τὴν ἡμίπεπτον ἐπισπασάμενα τροφὴν τὰ καθὅλον τὸν ὄγκον τοῦ ζώου μόρια πλῆθος οὐκ ὀλίγον ἐξ αὐτῆς ἀπογεννᾷν περιττωμάτων. οὐδὲ γὰρ πέττειν αὐτὴν ἅπασαν ὁμοίως τῇ χρηστῇ δυνατὸν αὐτοῖς, οὔτε προσφύειν, οὔθὁμοιοῦν, ἀλλἀτυχεῖν ἐν ἑκάστῳ τῶν οἰκείων ἔργων ἐπὶ τῇ μοχθηρᾷ τε ἅμα καὶ πολλῇ τροφῇ. ὅμοιον γάρ τι συμβαίνειν αὐτοῖς ἀναγκαῖον, οἷόν τι καὶ αὐτῇ τῇ γαστρὶ προσενεγκαμένῃ σιτία πολλὰ κακῶς παρεσκευασμένα. λέγω δὲ παρεσκευάσθαι κακῶς, ὅσα δεόμενά τινος ἑψήσεως ὀπτήσεως οὐκ ἀπέλαυσε τελέως αὐτῆς. ἄρτον οὖν ἐλλιπῶς ὠπτημένον κρέας ὄσπριον ἀτελῶς ἑψημένον ἀδύνατόν ἐστι πεφθῆναι χρηστῶς ἐν γαστρί. τὸν αὐτὸν δὲ λόγον ἔχει τὰ κατὰ τὴν γαστέρα μοχθηρῶς κατεργασθέντα πρὸς τὴν δευτέραν τὴν ἐν φλεψὶ πέψιν, ὃν τὰ φαῦλα παρασκευασθέντα σιτία πρὸς τὴν ἐν τῇ γαστρί. καὶ μέντοι τὰ κατὰ τὰς φλέβας οὐκ ὀρθῶς πεφθέντα τὸν αὐτὸν ἔχει λόγον ὡς πρὸς τὴν ἐν σαρκὶ πέψιν, ὃν εἶχεν τὰ μὲν σιτία πρὸς τὴν ἐν τῇ γαστρὶ, τὰ δἐκ ταύτης ἀναδιδόμενα πρὸς τὴν ἐν ταῖς φλεψίν. οὔτοὖν γαστὴρ ἀκριβῶς πέττει τὰ ἔξωθεν, οὔθαἱ φλέβες τὰ ἐκ τῆς γαστρὸς, οὔθαἱ σάρκες τὰ ἐκ τῶν φλεβῶν, ὅταν μὴ καλῶς προκατειργασμένα· κᾀν τούτῳ πλῆθος ἀναγκαῖόν ἐστιν ἐν σώματι γεννᾶσθαι περιττωμάτων. ἐμοὶ μὲν οὖν εἴρηται τὸ σύμπαν, ὡς ἐν βραχυτάτῳ διελθεῖν· εἰ δέ τις ἑκάστου τῶν εἰρημένων εἰς τὴν ἀπόδειξιν ἐπιστήμην ἀκριβῆ λαβεῖν βούλεται, τούτῳ τὰ περὶ τῶν φυσικῶν δυνάμεων ἀναγνωστέον ἐστὶν, ἐν οἷς ἀποδέδεικται, πρῶτον μὲν, ὡς γαστὴρ ἑαυτῆς ἕνεκα λαμβάνει τὴν τροφὴν, ἴνα ἀπολαύσῃ τε καὶ ἀναπληρώσῃ τὸ ἐλλεῖπον ἑαυτῇ, καὶ διὰ τοῦτο περιπτύσσεται πανταχόθεν αὐτῇ, καὶ κατέχει σύμπασαν, ἄχρε περ ἂν ἱκανῶς κορεσθῇ· δεύτερον καὶ ὡς, ἐπειδὰν μηκέτι δέηται τοῦ τρέφεσθαι, τότἀνοίγνυσι μὲν τὸν πυλωρὸν, ἐκθλίβει δὲ καὶ ὠθεῖ κάτω τὰ περιττὰ τῶν σιτίων, οἷον ἄχθος ἀλλότριον· εἶθὡς ἐν τῇ διὰ τῶν ἐντέρων ὁδῷ, καὶ μάλιστα τῶν λεπτῶν, ἀναρπάζουσιν αἱ καθήκουσαι φλέβες τὴν τροφὴν, ἐκ τῆς πρὸς τὴν κοιλίαν ὁμιλίας ἠλλοιωμένην τε καὶ ἐπιτηδειοτέραν τῷ ζώῳ γεγενημένην· εἶτα καὶ κατὰ τὰς φλέβας ἐξ ἄλλης εἰς ἄλλην διαδίδοται τὸν ὅμοιον τρόπον, ὃν ἐκ τῆς γαστρὸς εἰς τὰς φλέβας· ἐντεῦθεν δἤδη κατειργασμένη τέλεον εἰς ἕκαστον ἕλκεται τῶν τοῦ ζώου μορίων, ἵνα πέττεται τὴν τρίτην πέψιν ὁμοιοῦταί τε τῷ τρεφομένῳ. ταῦτοὖν ὅστις ἐξ ἐκείνων ἀναλέξεται τῶν γραμμάτων, οὐκέτἀπορήσει τὴν αἰτίαν, διἣν πολλοὶ κενωθέντες τὴν ἕξιν, εἰ μὴ μετρίως ἀνατρέφοιντο αὖ, πολλὰ περιττώματα καθὅλην αὐτὴν ἀθροίζουσι, καὶ νοσοῦσιν ἐξ αὐτῶν οὐκ εἰς μακρόν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up