Galen De locis affectis
EN Lat Orig
Book 6
§1–3
§1 Ἐκ τῶν προειρημένων ἐπὶ τοῦ ἥπατος οὐδὲν ἔτι χαλεπὸν εὑρίσκειν ὑμᾶς, ἐκ τίνων σημείων σπλὴν πεπονθὼς διαγιγνώσκεται, πρὸς τῷ καὶ τὰς φλεγμονὰς αὐτοῦ διὰ σκληρότητα ῥᾳδίως ὑποπίπτειν ἁπτομένοις. ἔχων δὲ τὰ πλεῖσταὐτῶν κοινὰ πρὸς ἧπαρ, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχειν αὐτὰ διαλλάττει. τὰ μὲν γὰρ τῆς χρόας ὅλου τοῦ σώματος ἐπὶ τὸ μελάντερον ῥέπει κατὰ τὸ τῆς ἀτονίας αὐτοῦ πάθος. ἐπεὶ δὴ τὴν ἐνέργειαν ἔχει φύσει, τὸ μελαγχολικὸν ἐκ τοῦ ἥπατος ἕλκειν αἷμα εἰς ἑαυτὸν, τούτῳ γὰρ ἐδείχθη τρεφόμενος, τῆς οὖν ἑλκτικῆς αὐτοῦ δυνάμεως ἀτόνου γενομένης, ἀκάθαρτον εἰς ὅλον τὸ σῶμα φέρεται τὸ ἐξ ἥπατος αἷμα, καὶ κατὰ τοῦτο μελάντερον αὐτοῖς γίνεται τὸ χρῶμα. καὶ μέντοι καὶ ἀποκρίνει πολλάκις ἐξ ἑαυτοῦ περιττώματα, καθάπερ τὸ ἧπαρ, ὥστε καὶ διἐμέτων ἅμα ναυτίαις ἐκκριθῆναί ποθαἷμα μελαγχολικὸν, ὑπελθεῖν τε κάτω τοιοῦτον ἄλλο· καὶ χωρὶς δὲ τῆς τοιαύτης κενώσεως, ἀθυμίας τε καὶ δυσθυμίας μελαγχολικὰς ἐργάζεται, καὶ σιτίων ἐνίοτε μὲν ὀρέξεις σφοδροτάτας, καὶ μάλισθὅταν ἀκριβῶς ὀξῶδες τὸ φερόμενον εἰς τὴν γαστέρα περίττωμα, πολλάκις δἀνατροπήν τε καὶ ὑπτιασμὸν, ὅταν ἑτέραν τινὰ ἔχῃ διαφθοράν. σκιῤῥούμενος δὅπως ὑδέρους ἐπιφέρει, συμπαθοῦντος αὐτῷ τοῦ ἥπατος, καὶ ἔμπροσθεν εἴρηται. καὶ μέντοι καὶ παθόντων ποτἀμφοτέρων τῶν σπλάγχνων, ἰκτέρους γιγνομένους ἐθεασάμεθα πρὸς τὸ μελάντερον τῶν συνηθῶν ῥέποντας, ὡς νομίζειν τὴν ξανθὴν χολὴν ἀσβόλῃ μεμίχθαι· καί τινες τῶν ἰατρῶν, ἀπαθὲς εἶναι τοῖς τοιούτοις τὸ ἧπαρ ὑπολαμβάνοντες, ἀποροῦσιν ὅπως ἐπὶ σπληνὶ γίγνονταί τινες ἴκτεροι, καθάπερ καὶ ὅσοι χωρὶς ἥπατος ἡγοῦνται παρεγχύσεσιν ὑδερικαῖς περιπίπτειν τοὺς κάμνοντας ἐπὶ μόνῳ τῷ σπληνὶ σκιῤῥωθέντι. τὴν δαὐτὴν ἀπορίαν ἔχουσι καὶ περὶ τῶν ἐπὀξέσι νοσήμασιν ὑδέρων, ἀφὧν ἐπὶ δυσκρασίᾳ τῇ κατὰ θερμότητα, πολλάκις δὲ καὶ ξηρότητα, τὸ ἧπαρ οὕτως ἔπαθεν ἰσχυρῶς, ὡς μηκέθαἱματοῦν τὴν τροφήν· οὐδὲ γὰρ ἐπὶ τούτων ἡγοῦνται πεπονθέναι τὸ σπλάγχνον, ἐθισθέντες ὑπὸ τῶν περὶ τὸν Ἐρασίστρατον ἀπαθὲς εἶναι νομίζειν ἕκαστον τῶν μορίων, ὅτἂν μήτὄγκος τις εἴη καταὐτὸ μήθἕλκος. ἀλλἐκείνοις μὲν συγχωρητέον ἔσται οὕτως ὑπολαμβάνειν, οὐδὲν ἡγουμένοις νόσημα γίγνεσθαι κατὰ δυσκρασίαν· ὅσοι δὲ τῶν ἰατρῶν ἑπόμενοι τοῖς ἐναργῶς φαινομένοις, ἐπὶ τῷ ψυχθῆναί τι μόριον ὑπολαμβάνουσι γίγνεσθαί τινα συμπτώματα, οὐ θαυμάσαι τούτων ἐστὶ τοὺς ὑδέρους οὐδἐφἐνὶ τόπῳ πεπονθότι συνίστασθαι νομιζόντων; εἰ γὰρ ὅτι μηδεὶς ὄγκος ἐστὶ παρὰ φύσιν ἐν ἥπατι, διὰ τοῦτἀπαθὲς ὑπάρχειν ἡγοῦνται τὸ σπλάγχνον, οὐδἄλλο οὐδὲν ἔσται πεπονθὸς ἐπὶ τῶν ἀθρόον ἀκαίρως ψυχρὸν ὕδωρ μοχθηρὸν πιόντων, εἶθὑδέρῳ καταληφθέντων ἐπαὐτῷ. βλάπτει μὲν οὖν τὸ οὕτως ποθὲν ψυχρὸν ἄλλοτἄλλο μόριον τῶν ἔνδον, μᾶλλον τῶν ἄλλων, πρῶτον, ὡς ἂν καὶ τύχῃ τι κατἐκεῖνον τὸν χρόνον ἀσθενέστερον ὑπάρχον· ἀπαὐτοῦ δεἰς τὸ ἧπαρ ἀνάγκη διαδοθῆναι τὴν ψύξιν, εἰ μέλλοι τις ὑδερικὴ διάθεσις ἀκολουθῆσαι. οὕτως οὖν καὶ διὰ τὸν σπλῆνα γίγνεταί ποθὕδερος, μετὄγκου ψυχθέντα, καθάπερ ἐν τοῖς σκίῤῥοις, καὶ χωρὶς ὄγκου, καθάπερ ἐν ταῖς ἀθρόαις τε καὶ ἀκαίροις μοχθηροῦ ψυχροῦ πόσεσιν. ὅτι δὲ καὶ μελαγχολικαὶ γίγνονται δυσθυμίαι, διαπέμποντος αὐτοῦ τοιοῦτον περίττωμα τῷ στόματι τῆς γαστρὸς, ἐν τῷ κατἐκεῖνο λόγῳ πρόσθεν εἴρηται· ὥστοὐδὲν ἔτι δεῖ πλείω λέγειν ὑπὲρ αὐτοῦ, τῶν μὲν ὀργανικῶν ἐν αὐτῷ παθῶν οὐ δεομένων λογικῆς διαγνώσεως, τῶν δὲ κατὰ τὴν δυσκρασίαν ἔκ τε τῶν νῦν εἰρημένων καὶ τῶν ἔμπροσθεν ἐν τῇ περὶ τῶν κατὰ τὸ ἧπαρ παθῶν διδασκαλίᾳ· τινὰ μὲν γὰρ αὐτῶν ὀνομαστὶ λέλεκται, τινὰ δὁμοίως συνιστάμενα ἐκείνοις καὶ τὴν διάγνωσιν ὁμοίαν αὐτοῖς ἕξει.
§2 Ἤδη καὶ πρόσθεν εἶπόν τι περὶ τῶν κατὰ τὴν γαστέρα παθῶν, εἰς μέγιστα μόρια δύο διελὼν αὐτὴν τῷ λόγῳ, τό τε πρῶτον ἄνωθεν, συνεχές ἐστι τῷ στομάχῳ, πολλοῖς νεύροις αἰσθητικοῖς διαπεπλεγμένον, ἕτερον δὲ τούτῳ συνεχὲς ἄχρι τῆς κατὰ τὸ ἔντερον ἐκφύσεως. ἔστι δὥσπερ ἑκατέρου χρεία τοῖς ζώοις ἴδιος, ἀνάλογόν τε τῇ χρείᾳ τὰ συμπτώματα διαφέροντα, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κοινὰ πάθη τῶν ὁμοιομερῶν ἐστι καὶ τῶν ὀργανικῶν, ὑπάρχει δήπου καὶ τούτοις κοινὰ πρὸς ἄλληλά τε καὶ σύμπαν τὸ ἔντερον. δὲ τῶν συμπτωμάτων ὁμοιότης οὐ μόνον τούτοις πρὸς ἄλληλά ἐστι, ἀλλὰ καὶ τοῖς ψαύουσιν αὐτῶν, ὥσπερ τοῖς νεφροῖς πρὸς τὸ κῶλον. ἔνια μὲν οὖν εὔγνωστον ἔχει τὸν πεπονθότα τόπον, ὥσπερ αἱ δυσεντερίαι καὶ οἱ τεινεσμοί· χρὴ δὑμᾶς ἐν τῷ παρόντι λόγῳ τὰς κυρίως ὀνομαζομένας δυσεντερίας ἀκούειν, ὡς σημαινούσης τῆς προσηγορίας ἐντέρων ἕλκωσιν· οὔτε γὰρ ἀθρόως γίγνεται τὸ πάθος  τοῦτο, καθάπερ θάτερον, ἐν τὸ ἧπαρ ἔφαμεν πάσχειν, ἴδιά τε γνωρίσματα αὐτῷ σύνεστιν. ἐν ἀρχῇ μὲν οὖν ἔκκρισις χολῆς δακνώδους ἱκανῶς ἐπαὐτοῦ γίγνεται, μετὰ δὲ ταύτην ἀκολουθεῖ ξύσματα τῶν ἐντέρων· εἶτα τοῖς ξύσμασι συνεκκρίνεταί τι μικρὸν αἵματος, ἡνίκἤδη δυσεντερία τὸ πάθος ἐστί. ὁπότε μὲν οὖν μόνα ταῦτα τὰ ξύσματα διαχωρεῖται, προσέχειν χρὴ, μή τι πιμελῶδες αὐτοῖς συνεκκρίνεται· τῶν παχέων γὰρ ἂν οὕτως ἐντέρων ἕλκωσις εἴη· τοῦ δαἵματος ἤδη συνεκκρινομένου, σκοπεῖσθαι χρὴ, πότερον ἀναμέμικται τοῦτο τοῖς ἄλλοις ὅλον ὅλοις, καθἕν τι μέρος αὐτῶν ἐποχεῖται. τὸ μὲν γὰρ ἀναμεμιγμένον ἐν τοῖς ὑψηλοτέροις ἐντέροις ἐνδείκνυται τὴν ἕλκωσιν εἶναι, τὸ δἐποχούμενον ἐν τοῖς ταπεινοτέροις· ὁρᾶται δὲ τοῦτο κᾀπὶ τῶν ξυσματωδῶν ἐκκρίσεων γιγνόμενον, ἀλλἧττον σαφῶς ἐπὶ τοῦ αἵματος. ὡσαύτως δὲ κᾂν ἐφελκὶς ἐκκρίνηται, δηλώσει ποίων ἐστὶν ἐντέρων, ἐξ αὐτῆς τε τῆς οἰκείας οὐσίας καὶ τοῦ μεμίχθαι τοῖς ἐκκρινομένοις, καθἕν τι μέρος αὐτῶν ἐποχεῖσθαι. διαφέρει δοὐ σμικρὸν εἰς τὴν θεραπείαν ἐγνῶσθαι τὴν ἕλκωσιν, ἐν τίνι μέρει τῶν ἐντέρων ἐστίν. αἱ μὲν γὰρ ἐν τοῖς ὑψηλοτέροις ὑπὸ τῶν καταπινομένων φαρμάκων ὠφελοῦνται, αἱ δἐν τοῖς ταπεινοτέροις ὑπὸ τῶν ἐνιεμένων ὠφελοῦνται. διορίζονται δὲ τῶν ἀφἥπατος ἐκκρίσεων αἱ τοιαῦται δυσεντερίαι τῷ τε λεπτὸν αἵματος ἰχῶρα κατἀρχὰς ἐκκρίνεσθαι ταῖς ἀφἥπατος, εἶτα τοῦ πάθους αὐξανομένου παχὺν χυμὸν οἴνου τρυγὶ παραπλήσιον· ἔτι τε τῷ μηδὲν ἐπαὐτῶν συνεκκρίνεσθαι ξυσματῶδες, ἀλλὰ καὶ διάλειμμα δυοῖν ἡμερῶν καὶ τριῶν ἐνίοτε γίγνεσθαι ταῖς ἡπατικαῖς ἐκκρίσεσιν, εἶταὖθις ἐπανέρχεσθαι τὸ κακὸν, ἐκκρινόντων αὐτῶν πολὺ χείρω τῶν ἔμπροσθεν· οὐ μὴν ἐπί γε τῶν κατἔντερα ἑλκώσεων οὕτω φαίνεται γιγνόμενον, οὔτε γὰρ ἀθρόον οὔτἐκ διαστημάτων χρόνου μακρῶν ἐκκρίνουσιν. αἱ μέν τοι κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεις, ἃς τεινεσμοὺς ὀνομάζουσι, σφοδρὰς μὲν ἐντάσεις καὶ προθυμίας ἰσχυρὰς ἐπιφέρουσι, ἐκκρίνουσι δὀλίγα, κατἀρχὰς μὲν φλεγματώδη τε καὶ πιμελώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ ξυσματώδη· πάντα γε μὴν ταῦτα κατὰ πάντα τὸν χρόνον ἄμικτα τοῖς ἄνωθεν ἀφικνουμένοις φαίνεται. γεγράφασι δέ τινες ἐπὶ σφοδροτάταις ἐκκρίσεων προθυμίαις, ἀλγημάτων ἰσχυρῶν προηγησαμένων, ἐκκρῖναί τινας λίθους πωροειδεῖς ὁμοίους τοῖς ἐν τῇ κύστει συνισταμένοις, ὅπερ οὔτε εἶδον αὐτὸς οὔτἄλλου τινὸς ἑωρακότος ἤκουσα. κώλου δἄλγημα σφοδρὸν εἶδον πολλάκις, ὑπὸ τῶν ἰατρῶν οὐ κώλου νομιζόμενον, ἀλλὰ νεφρῶν εἶναι, καθάπερ γε καὶ τὸ τῶν νεφρῶν εἰς κῶλον ἀναφερόντων. ἔνιοι δαὐτῶν ᾤοντο, μηδὲ γενέσθαι ποτὲ κωλικὴν διάθεσιν ἐν τοῖς ἀριστεροῖς μέρεσιν. ἔχει μὲν οὖν τι δυσδιόριστον ἐν ἀρχῇ τὰ πάθη, καθὃν χρόνον οὐδὲ μεγάλης διαφορᾶς βοηθημάτων χρῄζει· σκοπεῖσθαι μέν τοι χρὴ καὶ τότε τὰ πλεονάζοντα συμπτώματα. ναυτίαι γὰρ ἅμα ἐμέτοις γίγνονται πολὺ μείζους τε καὶ συνεχέστεραι τοῖς τὸ κῶλον ἀλγοῦσιν, ἐμεῖταί τε φλεγματώδη καὶ διεφθαρμένα πλείω τούτοις, ἴσχεταί τε τὰ διαχωρήματα μᾶλλον ἅμα τῷ μηδὲ φύσαν ἐκκρίνεσθαι μήτἐρυγὴν γίγνεσθαι· πολλάκις δὲ καὶ ὥσπερ συμπεριστρεφόμενόν ἐστιν αὐτοῖς τὸ ἄλγημα καὶ πλέονα τόπον ἐπιλαμβανόμενον· ἐνίοτε δὲ καὶ κατὰ διαφέροντα μόρια σφοδρότερον γινόμενον, ἐρηρεισμένων καθἕνα τόπον ἀεὶ τῶν νεφριτικῶν ἀλγημάτων. ὅταν γε μὴν ὑψηλότερον ὑπάρχῃ τὸ ἄλγημα τῆς θέσεως τῶν νεφρῶν, ἐναργὴς διάγνωσίς ἐστιν ἐπὶ τῆς τοῦ κώλου πείσεως· εἰ δὲ κατὰ τὴν τῶν νεφρῶν εἴη θέσιν, ἐρηρεισμένον τε καθἕνα τόπον, οὐδὲν εἰς διάγνωσιν ἐκ τούτου λαμβάνειν ἐστί. ἀλλὰ πρὸς οἷς ἄρτι διῆλθον ἐπισκεπτέον ἐστὶ καὶ τὰ οὖρα· πάνυ γὰρ ὑδατώδη καὶ καθαρὰ τό γε κατἀρχὰς οὐρεῖται τοῖς νεφριτικοῖς, ὥσπερ ἐν ταῖς ἑξῆς ἡμέραις ὑπόστασιν ἴσχοντα τραχεῖαν, εἶτἀκριβῶς ψαμμώδη. κᾂν διαχωρήσῃ δέ ποθ γαστὴρ ἐπὶ τῶν κωλικῶν, πνευματωδέστερά πως ἐκκρίνεται, καὶ πολλάκις γἐποχεῖται τῷ ὕδατι, τῇ συστάσει παραπλήσια βολβίτοις. ἀλλὰ καὶ παρηγοροῦνται τοῖς χαλαστικοῖς ἐνέμασιν οἱ κωλικοὶ παροξυσμοὶ μᾶλλον τῶν νεφριτικῶν· ἔστι δὅτε καὶ χυμοῦ τινος ψυχροῦ συνεκχυθέντος αὐτοῖς, παραχρῆμα παύονται, τοῦ παρηγορικοῦ βοηθήματος οὐ παρηγορικοῦ μόνου, ἀλλὰ καὶ θεραπευτικοῦ καὶ διαγνωστικοῦ γενομένου. καθάπερ δὲ χυμὸς ψυχρὸς ἐπὶ τούτων ἐκκριθεὶς, οὕτως λίθος ἐπὶ τῶν νεφριτικῶν οὐρηθεὶς ἀπήλλαξέ θἅμα τῆς ὀδύνης ἐνεδείξατό τε τὸν πεπονθότα τόπον, ὥστε τοῦ λοιποῦ τῆς δυσπαθείας αὐτῶν προνοεῖσθαι· ὥσπερ γὰρ ἐν ταῖς ὀδύναις ἀμφότερα τὰ μόρια τῶν αὐτῶν δεῖται βοηθημάτων, οὕτως ἐν τῷ μετὰ ταῦτα χρόνῳ διαφερόντων. διὸ καὶ νομίζειν χρὴ βλάβην οὐδεμίαν ἔχειν ἡμᾶς εἰς τὴν θεραπείαν ἐκ τοῦ δυσδιάκριτον εἶναι τὴν πρώτην εἰσβολὴν αὐτῶν· οὔτε γὰρ δέονται τηνικαῦτα διαφόρων βοηθημάτων, οὔτἔξωθεν οὔτἔσωθεν, ἀλλἀρκεῖ τὰ παρηγορικὰ μόνον. τεταγμένων δὲ τῶν ἐντέρων ἁπάντων μετὰ τὴν γαστέρα, τῆς μὲν νήστεως ὑψηλοτάτης, ἐφεξῆς δὲ αὐτῆς τοῦ λεπτοῦ καλουμένου, μεθ τοῦ μὲν τυφλοῦ πρὸς τὰ κάτω μέρη τὴν ἔκτασιν ἔχοντος, τοῦ δὲ κώλου πρὸς τὴν ἄνω χώραν ἀναφερομένου, μέχρι τοῦ συνηρτῆσθαι πολλάκις ἥπατί τε καὶ σπληνὶ, θαυμάζειν ἐπῆλθέ μοι, πόθεν ἐπείσθησαν οὐ μόνον οἱ ἰατροὶ σχεδὸν ἅπαντες, ἀλλὰ καὶ οἱ ἰδιῶται, τὰ σφοδρότατα τῶν ἀλγημάτων, ἐν οἷς ἂν τύχῃ μέρεσι γιγνόμενα, τοῦ κώλου νομίζειν εἶναι. φαίνεται μὲν οὖν τοῦτο κᾀμοὶ πιθανώτατον ὑπάρχειν, ἀλλὰ καὶ ζητήσαντι  τὴν αἰτίαν τοῦ σφοδροῦ τε ἅμα καὶ μονίμου τῆς ὀδύνης, οὐχ ἁπλῶς πεισθέντι τοῖς ἀποφηναμένοις. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐν νεφροῖς καὶ οὐρητῆρσι λίθων ἐσφηνωμένων ἀλγήματα γίγνεται σφοδρὰ κατὰ τὴν δίοδον, οὕτω κᾀπὶ τῶν λεπτῶν ἐντέρων εὐλόγως ἄν τις ὑπολάβοι, τὰ περιεχόμενα πνεύματα ψυχρὰ καὶ χυμοὺς ὁμοίους αὐτοῖς, ἐργάζεσθαι τὴν ὀδύνην· γὰρ τοῦ σώματος οὐσία τῶν ἐν τοῖς λεπτοῖς ἐντέροις χιτώνων ἀραιά τέ τις οὖσα καὶ λεπτὴ, κατέχειν ἐπὶ πλέον οὐ δύναται τὰ τοιαῦτα τῶν αἰτίων. εὔλογον οὖν ἐστιν ἔν τινι πυκνῷ καὶ παχεῖ σώματι γεννηθέντα ψυχρὸν καὶ παχὺν γλίσχρον χυμὸν, πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον, ὀδύνην ἐργάζεσθαι, σφοδρὰν μὲν κατἄμφω, διά τε δυσκρασίαν καὶ τάσιν τῶν σωμάτων ἐν οἷς στέγεται, μακρὰν δὲ, τῷ μὴ δύνασθαι κενωθῆναι ῥᾳδίως, εἰργόμενον ὑπό τε τοῦ πάχους καὶ τῆς πυκνότητος τῶν περιεχόντων αὐτὸ σωμάτων. γίγνονται δέ ποτε καὶ ἄλλοι πόνοι σφοδρότατοι κατὰ τὰ μετέωρα μέρη τῶν ἐντέρων, ἱκανῶς σπαράσσοντες ἐμέτοις, ὡς ἐπὶ τέλει κόπρον ἐμέσαι τινὰς, ἐξ οὗ πάθους σπανιώτατά τις ἐσώθη, καὶ καλοῦσί τινες αὐτὸ εἰλεὸν, καθάπερ ἕτεροι χορδαψὸν, ὅτἂν ἐξέχῃ τις ὄγκος ἐν τῇ χώρᾳ τῶν λεπτῶν ἐντέρων, ὡς δοκεῖν οἷον χορδήν τινα περιεστράφθαι τὸ ἔντερον. εὔλογον οὖν ἔδοξε τοῖς πρὸ ἡμῶν ἰατροῖς, ἤτοι διὰ φλεγμονὴν, ἔμφραξιν κόπρου ξηρᾶς τὰ τοιαῦτα γίγνεσθαι πάθη τῶν λεπτῶν ἐντέρων. ἕτερα μέντοι συμπτώματα πάντων ἅμα πεπονθότων εὐλόγως ἐπιστεύθη γίγνεσθαι, τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς, ὥσπερ αἵ τε λειεντερίαι καὶ αἱ κοιλιακαὶ καλούμεναι διαθέσεις, ὅσαι μὴ δακνώδεις εἰσίν· αἱ μὲν γὰρ δακνώδεις αὐτῷ τῷ δάκνειν ἐξορμῶσιν ἐπὶ τὴν ἀπόκρισιν ἅπαν τὸ ἔντερον· ὅσαι δοὐ δάκνουσιν, ἀτονίαις ἐντέρων ἕπονται, διὰ τὸ μὴ δύνασθαι κατέχειν τὰ περιεχόμενα μηδἐπὀλίγον χρόνον, ἐκκρινόντων αὐτὰ παραχρῆμα, καθάπερ ἄχθος τι βαρῦνον ἀποτιθέμενα ταῖς στραγγουρίαις ἀνάλογον· ὁρῶνται γὰρ κᾀκεῖναι γιγνόμεναι ποτὲ μὲν διὰ δριμύτητα καὶ δῆξιν ἀποκρινούσης τῆς κύστεως συνεχῶς τὸ παραγιγνόμενον εἰς αὐτὴν, ἔστι δὲ ὅτε μὴ φερούσης τὸ βάρος αὐτοῦ, κᾂν ὀλίγον εἴη. τὰς δἐργαζομένας αἰτίας τὸ λειεντερικὸν πάθος ἑτέρωθι γεγραμμένας ἔχετε καταμόνας, πρὸς τῷ κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου καὶ τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἔτι τε τοῖς τῶν συμπτωμάτων αἰτίοις εἰρῆσθαι. νῦν γὰρ οὐ περὶ τῶν τὰς νόσους ἐργαζομένων αἰτίων λόγος ἐστὶν, ἀλλὰ περὶ τῶν πεπονθότων τόπων, ὅσοι τὴν διὰ τῆς ἁφῆς τε καὶ τῆς ὄψεως ἐκφεύγουσι γνῶσιν. ἐπεὶ δεἰς τὴν τούτων ἀκριβῆ διάγνωσιν ἐνίοτε καὶ περὶ τῶν διαθέσεων αὐτῶν ἠναγκάσθην εἰπεῖν τι, διὰ τοῦτο καὶ περὶ τῶν ἐργαζομένων αὐτὰς αἰτίων ἐπεμνήσθην. ὥστε καταπαύειν ἐνταῦθα προσήκει τὸν περὶ τῶν ἐντέρων λόγον· ὅσα γὰρ ἐναργῶς ἔστι πάθη γνῶναι συνιστάμενα κατὰ αὐτὰ, καὶ ταῦτα κοινὰς ἔχει τὰς διαγνώσεις τοῖς προειρημένοις· τὰ γὰρ τῶν ἀποστημάτων, φλεγμονῶν, σκίῤῥων, πνευματώσεων, ἐρυσιπελάτων γνωρίσματα γιγνωσκόμενα πᾶσιν, ὅταν ἐν τοῖς κατὰ τὴν κοιλίαν τόποις ὀφθῇ, καὶ τοῦ πάθους ἅμα καὶ τοῦ πεπονθότος τόπου τὴν διάγνωσιν ἐνδείκνυται, καὶ λέλεκται καὶ περὶ τούτων ἐν τοῖς ἔμπροσθεν λόγοις αὐτάρκως.
§3 Ἐὰν μὲν εἰσβάλλῃ ἐξαίφνης νεφρῖτις, ἀξιολόγου λίθου σφηνωθέντος, ἤτοι κατά τινα τῶν νεφρῶν, καὶ τῶν οὐρητήρων, παραπλήσιον ἄλγημα γίγνεται τοῖς κωλικοῖς· διορίζεται δὲ τῷ τε πλήθει καὶ μεγέθει τῶν ναυτιῶν, ἅμα τοῖς ἐμουμένοις χολώδεσί τε καὶ φλεγματώδεσιν οὖσιν, καί τι καὶ τῆς ἐδηδεσμένης τροφῆς μεμιγμένον ἔχουσι· πολλάκις καὶ τῷ τόπῳ, τῶν ὑψηλῶν μερῶν τοῦ κώλου πασχόντων· ἔστι δὅτε καὶ τῷ μὴ καθἕνα τόπον ἐρηρεῖσθαι τὴν ὀδύνην, ἀλλἐνειλεῖσθαί τε καὶ μέχρι πλείονος ἐκτείνεσθαι, καὶ μηδὲ φύσαν προΐεσθαι· ταῦτα γὰρ ἅπαντα μόνοις γίγνεται τοῖς κωλικοῖς, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον. ὅταν δἐκ τῶν ὑφισταμένων τοῖς οὔροις, καί τινος οὐρηθέντος λίθου σαφῶς διορισθείη, ζήτημα οὐκέτοὐδὲν ὑπολείπεται. πολλοὶ δὲ τῶν πασχόντων, ὀδύνης μετρίας αἰσθάνονται διὰ βάθος κατὰ τὰς λαγόνας ὑπαρχούσης ἀπἀρχῆς, οὐδέπω ψαμμώδους οὐδενὸς ἐκκρινομένου σαφῶς· ἐφὧν, ὡς ἴστε, διδοὺς τῶν φαρμάκων ὅσα θρύπτει τοὺς ἐν τοῖς νεφροῖς λίθους, ἅμα τε διάγνωσιν ἀκριβῆ ποιούμενος τοῦ τε πάθους καὶ τοῦ πάσχοντος τόπου, καὶ θεραπείας ἀρχὴν ἴσχω τὴν αὐτήν. ἐὰν γὰρ εὑρεθῇ τι ψαμμῶδες ἐν τοῖς οὔροις ἐπὶ τῇ πόσει τοῦ φαρμάκου, νεφριτικὸν τότε πάθος ἔγνων ὑπάρχειν, ἐφεξῆς τε δίδωμι τῶν αὐτῶν φαρμάκων, ἅμα τῇ λοιπῇ θεραπείᾳ. διεγνωσμένου δὲ, ὅτι πάσχει τις οὕτω νεφρὸς, ἐὰν ἀλγήματα μετὰ φρίκης ἐκ διαλειμμάτων ἀνωμάλως φαίνηται γιγνόμενα, καὶ πυρετοί τινες ἐπαὐτοῖς ἄτακτοι, τηνικαῦτα κατακλίνοντες ἐπὶ τὴν γαστέρα τὸν κάμνοντα, καί ποτε καὶ κατὰ θάτερον πλευρὸν, ὡς ὑψηλὸν εἶναι τὸ πεπονθὸς μέρος, ἐρωτᾶτε μή τινος βάρους ὥσπερ ἐκκρεμαμένου κατὰ τὸν ἀλγοῦντα νεφρὸν αἰσθάνονται· τούτων γὰρ αὐτοῖς συμβαινόντων, ἀπόστημα χρὴ προσδέχεσθαι συνιστάμενον, ἐφ πεφθέντι πῦον οὐρηθὲν ἅμα τε τῆς ὀδύνης ἀπαλλάττει τὸν κάμνοντα καὶ κίνδυνον ἑλκώσεως ἐπιφέρει τῷ νεφρῷ, καὶ διὰ τοῦτο πειρᾶσθαι χρὴ παντὶ τρόπῳ τῆς ἐπουλώσεως αὐτοῦ φροντίζειν· ἐὰν μὴ διὰ ταχέων εἰς οὐλὴν ἀχθῇ, δυσθεραπευτότερον γίγνεται. σημεῖα δὲ τοῦ διαμένειν τὴν ἕλκωσιν ἔν τε τοῖς οὐρουμένοις οὐκ ἀσαφῆ καὶ τῷ κάμνοντι πολλάκις  ὀδύνης αἴσθησις ἐν τῷ κατὰ τὸν πεπονθότα νεφρὸν χωρίῳ· συνεκκρίνεται δαὐτοῖς ἐνίοτε καὶ πῦον, ὡς ἀφἕλκους, ὀλίγον· ἐφελκὶς δὁμοίως ἐκκρίνεται, ἔστι δὅτε καὶ αἷμα σημαῖνον ἀναβιβρώσκεσθαι τὸ ἕλκος· ἀλλὰ καὶ ῥηγνυμένου ποτἀγγείου διὰ πλῆθος, ἐκ καταπτώσεως, πληγῆς σφοδρᾶς, οὔρησαν αἷμα δαψιλὲς ἔνιοι· καί ποτε καὶ φλεβὸς ἀναστομωθείσης αὐτοῖς γίγνεται τοῦτο. τῶν δἑλκῶν αὐτῶν τῶν ἐν τοῖς νεφροῖς τεκμήρια βεβαιότατα τὰ συνεξερχόμενα τοῖς οὔροις σαρκία σμικρὰ, τῆς τῶν νεφρῶν οὐσίας ὄντα μόρια, κατὰ τὴν ἐπιπλέον ἀνάβρωσιν ἐκ τῆς ἑλκώσεως ἀποῤῥυπτόμενα. τά γε μὴν ταῖς θριξὶν ὅμοια καὶ Ἱπποκράτης μὲν εἶδεν τοῖς οὔροις συνεξερχόμενα, καθάπερ αὐτὸς ἐν ἀφορισμοῖς ἔγραψεν, καὶ ἡμεῖς δὲ ἐθεασάμεθα, ποτὲ μὲν σπιθαμιαῖα τὸ μῆκος, ἔστι δὅτε καὶ μείζω, καί ποτε καὶ πάνυ σμικρὰ, ὥστε με θαυμάζειν, εἰ ἐν τῇ κοιλίᾳ τῶν νεφρῶν συνέστη τηλικαῦτα· καὶ διὰ τοῦτο πιθανώτερον ἐφαίνετό μοι, τὴν γένεσιν αὐτῶν ἐν ταῖς φλεψὶν εἶναι, καθὃν τρόπον ἐν ταῖς κνήμαις ἔν τινι τόπῳ τῆς Ἀραβίας, ὥς φασι, τὰ καλούμενα δρακόντια γίνεται, νευρώδη μὲν τὴν φύσιν, ἕλμινσι δὲ καὶ τῇ χρόᾳ καὶ τῷ πάχει παραπλήσια. λεγόντων μὲν οὖν ἑωρακέναι ταῦτα πολλῶν ἤκουσα, μὴ θεασάμενος δαὐτὰ, οὐκ ἔχω συμβαλεῖν οὔτε περὶ τῆς γενέσεως αὐτῶν οὔτε περὶ τῆς οὐσίας ἀκριβῶς οὐδέν· ὅπου γε καὶ τὰς οὐρουμένας τρίχας ἰδὼν, ἐκ μὲν τῆς χρόας τε καὶ συστάσεως ἐπειθόμην τοῖς εἰρηκόσιν αὐτὰς ἐκ παχέος τε καὶ γλίσχρου χυμοῦ θερμανθέντος τε καὶ ξηρανθέντος ἐν ταῖς φλεψὶ συνίστασθαι, τοῦ μήκους δαὐτῶν οὐκ ἐπινοῶ τὴν αἰτίαν. ἀλλὰ τήν γε θεραπείαν, ὁπότε πρῶτον εἶδον, ἤλπισα διὰ τῶν οὐρητικῶν φαρμάκων ἔσεσθαι, καὶ οὕτως ἀπέβη, καὶ σχεδὸν ἅπασιν οἷς συνέβη τὸ πάθημα τοῦτο, νεφριτικὸν οὐδὲν οὔτἔμπροσθεν ἦν οὔταὖθις ἐπεγένετο σύμπτωμα, θεραπευθεῖσιν ὑπὸ τῶν οὐρητικῶν φαρμάκων. ἀλλὰ κᾂν ἄλλη τις ἐκκαθαίρηται τῶν φλεβῶν διοὐρήσεως μοχθηρία χυμῶν, οὐδὲν ὑπαὐτῆς εἶδον οὔτε νεφροὺς οὔτε κύστιν οὔτε τοὺς οὐρητικοὺς πόρους παθόντας, ὥσπερ οὐδεἰ πῦον ἐκκρίνειέ τις πολὺ διοὔρων, ἀλλὰ κατά γε τοῦτο, παραπλησίως ἔχει ταῦτα τοῖς κατὰ τὰ ἔντερα, πάσχει γὰρ οὐδἐκεῖνά τι κατὰ τὰς ἡπατικὰς διαθέσεις, καίτοι ὑπὸ χολῆς ἀκράτου βλαπτόμενα, καθάπερ αὖ πάλιν κύστις ὑπὸ δριμέων οὔρων διόδου χρόνῳ πολλῷ γενομένης ἑλκοῦται. νεφρῶν γε μήν ἐστι καὶ ἄλλό τι πάθος, ἐφοὗ λεπτὸς ἰχὼρ αἵματος οὐρεῖται, τοῖς ἐπὶ τῶν ἡπατικῶν παθῶν ἐν ἀρχῇ γιγνομένοις διαχωρήμασιν ὅμοιος, πλὴν ὅσον αἱματωδέστερα ὀλίγῳ φαίνεται· συμβαίνει δὲ τοῦτο καὶ διὰ παραπλησίαν μέν τινα διάθεσιν ἐν νεφροῖς γινομένην, οἵαν ἐν ἥπατι τὴν τῆς ἀτονίας ἔφαμεν εἶναι, καὶ διεὐρύτητα δὲ τῶν ἐκ τῆς κοίλης φλεβὸς εἰς τοὺς νεφροὺς τὸ οὖρον διηθούντων στομάτων, πόρων, ὅπως ἂν ὀνομάζειν ἐθέλῃς. ἐμοὶ δὲ δοκοῦσιν οἱ νεφροὶ πεπονθέναι καὶ κατὰ τοῦτο τὸ πάθος, τινες μὲν ὕδερον εἰς ἀμίδα, τινὲς δὲ διάῤῥοιαν εἰς οὖρα, τινὲς δὲ διαβήτην, ἔνιοι δὲ δίψακον ὀνομάζουσι, σπανιώτατα γιγνόμενον. ἐμοὶ γοῦν ὤφθη δὶς ἄχρι δεῦρο, διψώντων μὲν ἀμέτρως τῶν πασχόντων, καὶ πινόντων γε διαὐτὸ τοῦτο δαψιλῶς, οὐρούντων τε τὸ ποθὲν ἐν τάχει τοιοῦτον, οἷον ἐπόθη· παραπλήσιον δαὖ καὶ τοῦτο κατὰ νεφροὺς καὶ κύστιν πάθος, οἷον ἐν κοιλίᾳ καὶ ἐντέροις λειεντερία. περὶ μὲν οὖν λειεντερίας ἰδίᾳ γέγραπται, δεικνύντων ἡμῶν οὐ μόνον τὴν κοιλίαν, ἀλλὰ καὶ πᾶν τὸ ἔντερον ἐπὶ μὲν τὴν ἀπόκρισιν ἐν τάχει παραγίγνεσθαι τῶν καταποθέντων σιτίων τε καὶ πομάτων, οὐ δυνάμενα φέρειν οὐδἐπὀλίγον ἀλύπως τὸ βάρος αὐτῶν, τὴν ποιότητα· περὶ δὲ τῆς εἰς τὴν κύστιν ἀθρόας τε καὶ ταχείας φορᾶς ἀδύνατον ἀτονίαν αἰτιάσασθαι τῆς γαστρὸς, τῆς νήστεως, τῶν λεπτῶν ἐντέρων· εἴπερ γὰρ ἀδυνατοῦντα βαστάζειν τὸ ποτὸν ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ παραγίνεται, τί ἐκώλυεν ἐκκρίνεσθαι διὰ τῆς ἕδρας αὐτὸ, καθάπερ ὁρᾶται γιγνόμενον ἐπὶ τῶν λειεντερικῶν; οὐ μόνον γὰρ ἐκκρίνεται τὰ σιτία ταχέως διεξερχόμενα τὴν τοσαύτην ἕλικα τῶν ἐντέρων, ἀλλὰ καὶ τὰ ποτά. τὴν δεἰς ἧπαρ ἀνάδοσιν ἀπὸ τῶν καθὅλην τὴν γαστέρα χωρίων ἐμάθομεν οὔθἥπατος ἀτονίᾳ γιγνομένην, οὔτε τῶν κατὰ τὸ μεσεντέριον φλεβῶν οὔτε τῶν κατὰ τὴν κοιλίαν, ὥσπερ οὐδὲ τῶν ἐξ ἥπατος ἐπὶ τοὺς νεφρούς· ἐδείχθη γὰρ ἡμῖν κᾀν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἕλκειν μὲν εἰς ἑαυτὸ τὸ ἧπαρ ἐκ τῆς κοιλίας τὴν τροφὴν διὰ τῶν ἐν μεσαραίῳ φλεβῶν, ὥσπερ τὰ δένδρα τὴν ἐκ τῆς γῆς ἕλκει διὰ τῶν ῥιζῶν· ἐδείχθησαν δὲ καὶ οἱ νεφροὶ τὸ ὑδατῶδες ἐν αἵματι ἕλκειν, μὴ μέντοι τὴν κύστιν ἕλκειν ἐκ τῶν νεφρῶν, ὥσπερ μηδἐκ τῆς κοιλίας τὰ ἔντερα· πέμπειν δἐκκρίνοντας, εἰς μὲν τὴν κύστιν τοὺς νεφροὺς διὰ τῶν οὐρητήρων, εἰς δὲ τὴν νῆστιν, τὴν κοιλίαν διὰ τῆς ἐκφύσεως, ἣν Ἡρόφιλος ὠνόμασε δωδεκαδάκτυλον, ἀπὸ τοῦ μήκους αὐτῇ τὴν ἐπωνυμίαν θέμενος. ὥστε τῶν μὲν νεφρῶν ἀτονίαν ἄν τις αἰτιάσαιτο, κατέχειν ἐπὶ πλέον ἐν ἑαυτοῖς μὴ δυναμένων τὸ οὖρον· οὐ μὴν τῶν γἄλλων μορίων, ὅσα διεξέρχεται τὸ ποθέν. ἀλλὰ πάλιν εἰ μέμφοιτό τις ὡς ἀτόνους τοὺς νεφροὺς, πῶς ἕλξουσιν εἰς αὐτοὺς ταχέως τὸ οὖρον; δυνατὸν λέγειν, ὥσπερ ἐπὶ τῆς κοιλίας ἐνίοις τῶν λειεντερικῶν ὀρέξεις γίνονται σφοδρόταται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ νεφρῶν ὄρεξίν τε ἅμα γίγνεσθαι σφοδρὰν, καὶ διὰ τοῦθἕλκειν εἰς ἑαυτοὺς διὰ τῆς κοίλης φλεβὸς τὸ οὖρον, αὐτίκα μέν τοι βαρύνεσθαι διὰ τὸ τῆς ὁλκῆς λάβρον; ὥσπέρ γε καὶ ἐπὶ τῶν ὀνομαζομένων ὀρέξεων κυνωδῶν ἐνίους ὁρῶμεν ἐμπιπλαμένους μὲν ἀθρόως,  ἐμοῦντας δὀλίγον ὕστερον, διαῤῥοϊζομένους· οὐ μόνον γὰρ ὁρᾶται τοῦτο παρὰ φύσιν ἐχόντων γιγνόμενον, ἀλλὰ καὶ ζώοις τισὶν ὑγιαίνουσιν ἀμέμπτως, ὡς τοῖς ὀρνιθίοις, καλοῦσιν ἐν Ἀσίᾳ παρἡμῖν Σελευκίδας· ἀττελάβους γὰρ ταῦτα διὅλης ἡμέρας ἀπλήστως ἐσθίοντα, διὰ ταχέος αὐτοὺς ἐκκρίνει· καὶ ἄλλοις δὲ ζώοις ὑπάρχειν φαίνεται τὸ τοιοῦτον σύμπτωμα φυσικόν. ὥσπερ οὖν ἐν τῷ στόματι τῆς γαστρὸς κυνώδης ὄρεξις γιγνομένη, μετὰ τοῦ μὴ φέρειν αὐτὴν τῶν καταποθέντων τὸ βάρος, ἀναγκάζει πολλὰ μὲν καὶ λάβρως προσφέρεσθαι, ταχέως δὲ ἀποκρίνειν αὐτὰ, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς νεφροῖς τῆς ὀῤῥώδους ὑγρότητος ὄρεξις, ἅμα τῇ τῆς δυνάμεως αὐτῶν ἀτονίᾳ, τό θὑγρὸν ἕλκειν ἀθρόως ἀναγκάζει τήν τεἰς κύστιν αὐτῶν ἔκκρισιν αὐτίκα ποιεῖσθαι. τί δή ποτοὖν, φησίν τις ἴσως, ἐξαιφνίδιον μὲν εἰς οὖρα διάῤῥοια γίγνεται, λειεντερία δοὐχ οὕτως, ὥσπερ οὐδὄρεξις κυνώδης, ἀλλἀριθμῷ πλεόνων ἡμερῶν; γὰρ ἀρχὴ τοῦ πάθους διώρισται τῆς αὐξήσεως ταὔξησις τῆς ἀκμῆς. ὅτι ψυχικὸν μὲν ἔργον ἐστὶν τῆς γαστρὸς ὄρεξις σιτίων τε καὶ ποτῶν, οὐκ ἄνευ τῆς ἡμετέρας αἰσθήσεως γιγνομένη, φυσικὸν δὲ καὶ χωρὶς αἰσθήσεως ἡμετέρας τὸ τῶν νεφρῶν, ὥστε μηδὅταν εἰς τὴν ἀκμὴν ἀφίκηται, γίγνεσθαί τινα αἴσθησιν αὐτοῦ, καθάπερ τῆς κυνώδους ὀρέξεως. εὔλογον οὖν ἐστιν ἄρχεσθαι μὲν αὐτὸ κατὰ βραχὺ, μεῖζόν τε γιγνόμενον ἕλκειν μὲν τὸ πρῶτον ἐκ τῶν φλεβῶν τὸν ὀῤῥὸν τοῦ αἵματος οὐκ αἰσθανομένων ἡμῶν, ὁπόταν δὲ τοῦτον ἑλκύσῃ πάντα, καὶ ξηρὸν ἰκμάδος τοιαύτης ἀποφαίνῃ τὸ κατὰ τὰς φλέβας αἷμα, τὰ ξηρανθέντα τῶν ἀγγείων ἕλκειν ἐκ τοῦ ἥπατος τὴν ἰκμάδα, κᾄπειτἐκεῖνο τὴν ἐκ τῶν ἐντέρων τε καὶ κοιλίας· ἐπειδὰν δὲ ξηρανθῶσιν αἱ κατὰ τὸ στόμα τῆς γαστρὸς φλέβες, ὀρέγεσθαι τηνικαῦτα ποτοῦ τὸν ἄνθρωπον, αἰσθανόμενον τῆς διαθέσεως· εἶτα προσενεγκαμένου τὸ πότον αὐτοῦ, τὰς καθηκούσας εἰς τὴν γαστέρα φλέβας ἐξ ἥπατος, αὐχμώσας ἀναρπάζειν εὐθέως αὐτὸ πᾶν, ἐξ ἐκείνων τε τὰς ἐφεξῆς, ἄχρις ἂν μετάληψις ἐπὶ τοὺς νεφροὺς ἀφίκηται. δέδεικται γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν οὐ μόνον τὸ πόμα πανταχόσε τοῦ σώματος, ἀλλὰ καὶ τροφὴ τὴν τῆς ὁλκῆς μετάληψιν φέρεσθαι. κατὰ μὲν οὖν τὸ τάχος τῆς διεξόδου παραπλήσιόν ἐστι τὸ πάθος τοῦτο τῇ λειεντερίᾳ, καὶ μέν τοι καὶ καθὅσον κατὰ τοὺς νεφροὺς διάθεσις αὐτὴ τῇ κατὰ τὴν κοιλίαν ἐστί· καθόσον δὲ τὸ πρὸ τῶν νεφρῶν ἔργον ἅπαν τῆς φορᾶς, ἐνεργειῶν ἐστι φυσικῶν διαδοχὴ, τῆς ἑλκτικῆς δυνάμεως ἐνεργούσης, κατὰ τοσοῦτον διαφέρουσιν ἀλλήλων· καίτοι κᾀν ταύταις ἕν τι παραπλήσιόν ἐστιν, ἐκ τῆς κοίλης φλεβὸς εἰς τοὺς νεφροὺς ὁλκὴ, τῇ πρώτῃ καταπόσει τῶν εἰς τὴν γαστέρα φερομένων ἐκ τοῦ στόματος, ἀλλαἱ πρὸ ταύτης ἐνέργειαι ταῖς εἰς οὖρα διαῤῥοίαις εἰσὶν ἴδιαι. ὅτι δοὐκ ὀρθῶς ἔνιοι τῆς γαστρὸς εἶναι νομίζουσι τὸ τοῦ διαβήτου πάθος ὁμοίως ταῖς κυνώδεσι ὀρέξεσιν, ἔνεστι μαθεῖν ἐκ τῶν ἐπὶ δίψει σφοδρῷ πιμπλαμένων μὲν τὴν γαστέρα, διαμένον δἐχόντων ἐπὶ πλεῖστον αὐτῇ τὸ ποθέν. τέτταρα γὰρ ταῦτα συμπτώματα διαδέχεται τὴν ἐν τῷ σφοδρῷ δίψει πόσιν· ἓν μὲν καὶ πρῶτον ἔμετος· δεύτερον δ διὰ τῆς κάτω γαστρὸς ἔκκρισις ταχεῖα, κατὰ τὰς διαῤῥοίας τε καὶ λειεντερίας· ἄλλο δὲ τρίτον ἐπὶ πλεῖστον ἐν τῇ γαστρὶ μονή· καὶ τέταρτον αὐτῶν αὐτὸ δὴ τοῦτο περὶ οὗ νῦν λόγος ἐστὶν, εἴτε διαβήτην αὐτό τις, εἴτε διψακὸν, εἴτε διάῤῥοιαν εἰς οὖρα βούλοιτο καλεῖν. οὐ γὰρ ὅπως ὄνομα πρέπον αὐτῷ θώμεθα, ζητοῦμεν, ἀλλἵνεἰς τὴν θεραπείαν εὕρωμεν ἀφορμὰς ἔκ τε τοῦ πεπονθότος τόπου καὶ τῆς ἐν αὐτῷ διαθέσεως. ἕτερον δἀκριβῶς ὅμοιον τῷ διαβήτῃ τούτῳ γίγνεται πάθος, ἐπὶ σιτίων πλήθει, μήτἀπεπτουμένων, μήθὑποχωρούντων, μήτε πληθώραν ἐργαζομένων μήτεὐτροφίαν, ἀλλὰ δῆλον ὅτι διαφορουμένων ταχέως· οὔτε δοὕτω σπάνιόν ἐστιν, ὡς διψακὸς, οὔθοὕτως ἀνίατον, ἐπειδὴ πρὸ τοῦ μέγιστον γενέσθαι γνωριζόμενον οὐ χαλεπῶς θεραπεύεται. ὅταν μὲν γὰρ ἄχρι τοῦ διπλασίου τῶν εἰθισμένων ἐσθίοντός τινος, ἀτροφῇ τὸ σῶμα χωρὶς διαῤῥοίας, παρορᾶται τὸ πάθος οὐ μόνον τοῖς ἰδιώταις, ἀλλὰ καὶ τοῖς ἰατροῖς· ὅταν δἐπὶ τριπλασίοις τοῦτο συμβαίνῃ, βοηθεῖται πρὶν ἐπὶ τὸ τετραπλάσιον πενταπλάσιον ἀφικέσθαι· τοῦτο δαὖ πάλιν τὸ πάθος εὔλογον ἀπὸ ταχείας διαφορήσεως ἄρχεσθαι, σωζόντων ἁπάντων μορίων τὴν ἑλκτικὴν δύναμιν ἅμα τῇ συνεζευγμένῃ μὲν αὐτῇ, καλουμένῃ δἰδίως ὀρεκτικῇ· τοῦ μέντοι σφοδροῦ δίψους ἄνευ τοῦ διαβήτου γαστήρ ἐστιν αἰτία, πάσχουσα δυσκρασίαν θερμὴν ξηρὰν, ἀμφοτέρας ἅμα, καὶ μάλισταὐτῆς τὸ στόμα· δεύτερον δἐπὶ τῇ γαστρὶ τὸ ἧπαρ, καὶ μάλισταὐτοῦ τὰ σιμὰ, συνεκπυρουμένων αὐτοῖς δηλονότι τῶν κατὰ μεσεντέριόν τε καὶ νῆστιν, αὐτήν τε τὴν γαστέρα, καὶ κατὰ τὸν στόμαχον δὲ καὶ πνεύμονα. τοῦ τοιούτου συμπτώματος οἷον ῥίζα γίγνεταί ποτε διἐρυσιπελατώδη διάθεσιν ἐκπυρωθέντων, οἷς εἰς τοὐπίπαν ἕπεται μαρασμὸς ἄλλοτἄλλος, ὡς ἐν τῷ περὶ αὐτοῦ λόγῳ δεδήλωται. ταῦτα μὲν οὖν τῇ κοινωνίᾳ τῶν συμπτωμάτων ἅμα τοῖς κατὰ νεφροὺς εἴρηται πάθεσιν· αὐτῶν δὲ τῶν νεφρῶν ἴδιον πάθος ἐστὶν διαβήτης, ἀνάλογον τῇ κατὰ τὸ στόμα τῆς κοιλίας ὀρέξει κυνώδει, σὺν ἀτονίᾳ τῆς καθεκτικῆς δυνάμεως· ἐάν τε γὰρ ἄνευ σφοδρᾶς ὀρέξεως γίγνεσθαι φῶμεν αὐτὸ, τὴν ἀρχὴν οὐδἀφίξεταί ποτεἰς τοὺς νεφροὺς ἀξιόλογον οὖρον· ἐὰν δὲ χωρὶς ἀτονίας τῆς καθεκτικῆς δυνάμεως, οὐκ ἀκολουθήσει τὸ τάχος τῆς οὐρήσεως.
§4–5
§4 Συμπτώματα κατὰ τὴν κύστιν γίγνεται κοινὰ μὲν τοῖς ἄλλοις οἵ τε παρὰ φύσιν αὐτῆς ὄγκοι πάντες, ὀδύναι τε καὶ τὰ ταύτας ἐργαζόμενα πάθη· τὰ δἴδια μόνης αὐτῆς, ἰσχουρίαι τε καὶ στραγγουρίαι, καὶ κατἄλλον τρόπον αἱ ἄμετροι τῶν οὔρων ἐκκρίσεις. ἀλλαὗται μὲν, ὡς ἐν τῷ περὶ τῶν νεφρῶν λόγῳ προείρηται, διόδῳ χρῶνται τῇ κύστει, μηδὲν αὐτῆς πεπονθυίας· τῆς στραγγουρίας δ μὲν ἐπὶ δριμέσιν οὔροις γιγνομένη σύμπτωμα μὲν ἐστι κύστεως, πάθος δοὐκ ἔστιν δὲ διἕλκωσιν ἀτονίαν ἐπὶ πάθει κύστεως γίγνεται, καθάπερ διὰ τὴν δριμύτητα, ποτὲ μὲν ἐπὶ νεφρῶν πάθει, ποτὲ δἐπἄλλῳ τινὶ τῶν εἰς οὖρα τὴν ἑαυτῶν κακοχυμίαν, τὸ πῦον, ὅτἂν ἀποστήματι κάμνῃ, διαπέμψαι δυναμένων. γίγνεται δέ ποτε καὶ διὰ τοὺς ἐν ταῖς φλεψὶ χυμοὺς, ἐκκαθαιρομένους διὰ νεφρῶν τε καὶ κύστεως. ἀῤῥωστοῦσα δὲ κύστις ἐπὶ δυσκρασίᾳ βλάπτεται τὴν οἰκείαν ἐνέργειαν, τίς ἐστιν ἐκκριτικὴ τῶν οὔρων, ἐφἣν ὁρμᾷ τὸ ζῶον, ὅτἂν ἤτοι βαρύνηται τῷ πλήθει τῆς περιεχομένης οὐσίας κύστις, δακνούσης ἀνιαθῇ. ταῦτα δἀμφότερα τοὺς ἀσθενεῖς μᾶλλον ὀδυνᾷ τῶν ἰσχυρῶν· δἀσθένεια γίγνεται καὶ διὀργανικὰ μὲν ἐνίοτε πάθη, καὶ διὰ δυσκρασίας τάς τἄλλας καὶ τὰς συνεχέστατα πολλοῖς συμβαινούσας, ὁπότἂν ψυγῶσιν· ἐναργῶς γὰρ φαίνεται βαρυνομένη τηνικαῦτα, κᾂν ὀλίγον ἐν αὐτῇ περιέχηται τὸ ὑγρόν. ὡς οὐρήσεως δὲ ὀργάνῳ τῇ κύστει καὶ τὸ τῆς ἰσχουρίας ἕπεται σύμπτωμα, ποτὲ μὲν, ὡς εἴρηται, μὴ δυναμένης περιστέλλεσθαι σφοδρῶς τοῖς ἐν αὐτῇ περιεχομένοις, ὡς ἐκθλίβειν αὐτὰ, ποτὲ δὲ τοῦ κάτω πόρου φραχθέντος ὑπὸ παχέων ὑγρῶν, λίθου σφηνωθέντος· ἔστι δὅτε καὶ διὰ φλεγμονὴν, τινα τοιοῦτον ἕτερον ὄγκον, εἰς στενοχωρίαν ἀγαγόντα τὸν πόρον, καὶ τελέως ἐμφράξαντα. οὐ μὴν ἐπί γε τοῖς ἀπὸ τοῦ νωτιαίου μυελοῦ νεύροις παθοῦσιν, αὐτῷ τῷ νωτιαίῳ, γίγνεταί τις ἀτονία τῆς κύστεως, διἣν οὔρων ἐπίσχεσις ἀκολουθεῖ, καθάπερ ἔνιοι νομίζουσιν, οἰόμενοι προαιρετικὸν ἔργον εἶναι τὸ τῆς κύστεως, ἐπειδὴ κατέχομέν τε τὸ οὖρον ἄχρι περ ἂν βουληθῶμεν, ἐκκρίνομέν τε προελόμενοι· βέλτιον γὰρ ἦν αὐτοὺς ἐγνωκέναι, μὴ τὸ τῆς κύστεως, ἀλλὰ τὸ τῆς οὐρήσεως ἔργον εἶναι προαιρετικὸν, ὥσπέρ γε καὶ τὸ τῆς ἀποπατήσεως, οὐ τὸ τῶν ἐντέρων. μὲν γὰρ κύστις ἐνέργειαν ἔχει μίαν, τὴν περισταλτικήν· δὲ τὸν οὐρητικὸν πόρον ἐν κύκλῳ περιέχων μῦς, ἐν ἀρχῇ τοῦ τραχήλου τῆς κύστεως τεταγμένος, ὄργανόν ἐστι προαιρετικὸν, ἔργον ἔχον σφίγγειν ἐν κύκλῳ τὸν αὐχένα τῆς κύστεως οὕτως ἀκριβῶς, ὡς μηδὲν εἰς τὸν πόρον αὐτοῦ τῶν ἐκ τῆς κύστεως ὑγρῶν ἐξιέναι· τὴν δαὐτὴν ἐνέργειάν τε καὶ χρείαν ἔχει καὶ ἐπὶ τῷ πέρατι τοῦ ἀπευθυσμένου μῦς· καὶ διὰ τοῦτο, παραλυθέντων αὐτῶν, οὔτοὖρον ἴσχεται κατὰ τὴν κύστιν οὔτε κόπρος ἐντὸς τῆς ἕδρας, ἀλλἐκρεῖ κατὀλίγον ἀμφότερα χωρὶς τῆς ἡμετέρας προαιρέσεως. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων μυῶν ὅπερ παράλυσις ἀκουσίως, τοῦθ προαίρεσις ἡμῶν ἑκουσίως ἐργάζεται, κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τούτων ἐνεργοῦντες παυόμεθα, βουληθέντες ἐκκρῖναι κόπρον οὖρον. ὥσπερ δἔνιοι προαιρετικὸν ἔργον ὅλον ᾠήθησαν εἶναι τὸ περὶ τὴν τῶν οὔρων τε καὶ τῆς τροφῆς περιττωμάτων ἀπόκρισιν, οὐκ ὀρθῶς γιγνώσκοντες, οὕτως ἔνιοι πάλιν ἐξ ὑπεναντίου τοῖσδε σύμπαν αὐτὸ φυσικὸν ἔργον εἶναι νομίζοντες οὐκ ἀληθεύουσιν. ὅλον μὲν γὰρ φυσικόν ἐστιν ἔργον ἐκ τῆς γαστρὸς εἰς τὴν νῆστιν ἔκθλιψις τῆς τροφῆς, ὅλον δαὖ προαιρετικὸν ἔκτασις καὶ κάμψις ἑκατέρων τε τῶν κώλων ἑκάστου τε τῶν δακτύλων· γίγνεται γὰρ μὲν ἐκ τῆς κοιλίας εἰς τὴν νῆστιν φορὰ, καθάπερ γε καὶ διἐκείνης εἰς τὸ λεπτὸν ἔντερον, ὑπὸ φυσικῆς δυνάμεως μόνης· δἀποπάτησίς τε καὶ οὔρησις ἀμφοτέρων τῶν ὀργάνων ἅμα ταῖς οἰκείαις δυνάμεσιν ἐνεργούντων ἐπιτελεῖται· κατὰ μὲν τὸ ἀπευθυσμένον καὶ τὴν κύστιν ὑπὸ τῶν φυσικῶν, κατὰ δὲ τοὺς μῦς ὑπὸ τῶν ψυχικῶν τε καὶ προαιρετικῶν ὀνομαζομένων. οἱ μὲν γὰρ σφίγγοντες τὰς ἐκροὰς μύες οὐκέτἐνεργοῦσιν, οἱ δὲ καθὑπογάστριον ἐνεργοῦσιν, καὶ μάλισταὐτῶν οἱ μέσοι· συνεπιλαμβάνουσι δἔστιν ὅτε τοῖς μυσὶ τούτοις ἔνιοι τῶν δυσκόλως ἀποπατούντων, καὶ τὴν διὰ τῶν χειρῶν θλίψιν, καθάπερ γε κᾀπὶ τῆς δυσχεροῦς οὐρήσεως καὶ τελέας ἐπισχέσεως εἰώθασι ποιεῖν. ὅταν μὲν οὖν τὰ νεῦρα πάθῃ, διὧν ψυχικὴ δύναμις ἐπὶ τοὺς εἰρημένους ἀφικνεῖται μῦς, καὶ τὸν νωτιαῖον αὐτὸν βλαβῆναι συμβῇ, παραλυθέντων τῆς ἐνεργείας τῶν μυῶν, ἀκούσιος ἔκκρισις οὔρου τε καὶ κόπρου γίγνεται· ὅταν δαὐτὸ τῆς κύστεως τὸ σῶμα τοιοῦτο πάθῃ πάθος, ὡς ἀδυνατεῖν ἐκθλίβειν τὸ περιεχόμενον ἐν αὐτῇ, κατέχεται τούτοις τὸ οὖρον, καὶ καλεῖται τὸ σύμπτωμα αὐτῆς ἰσχουρία. συμβαίνει δὲ καὶ διὰ δυσαισθησίαν αὐτῆς γίγνεσθαί ποτἐπίσχεσιν οὔρων, ἄνευ τοῦ πεπονθέναι τὴν ἐκκριτικὴν δύναμιν, ἐὰν τὰ μὲν τῆς κύστεως ἴδια νεῦρα πάθῃ, τὰ δὲ τοῦ σφίγγοντος αὐτῆς τὸν αὐχένα μυὸς ἐνεργῇ, διασώζοντα τὴν ἑαυτῶν δύναμιν· ὡς ἐάν γε παραλυθῇ, σημεῖον ἴδιον τῆς παραλύσεως τούτου τοῦ μυός ἐστιν τῶν οὔρων ἀκούσιος ἔκκρισις· ὅταν δὲ τοῦτο γένηται τὸ πάθος, τε πόρος αὐτῆς φραχθῇ, χαλεπόν ἐστι διαγνῶναι τὰς διαθέσεις ἀμφοτέρας. οὐ μόνον δὲ εἰς τὴν τούτων, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων τῶν κατὰ τὴν κύστιν ἀκριβῆ διάγνωσιν ἀναγκαιότατόν ἐστι προεπίστασθαι τὰ προκατάρχοντα τῶν ἔξωθεν αἰτίων, καλοῦσιν ἰδίως οἱ ἰατροὶ προκαταρκτικά· πολὺ δὲ μᾶλλον αὐτῶν τὰ προηγούμενα τὰ καταὐτὸ τὸ σῶμα τοῦ ζώου παθήματα. λορδωθείσης γοῦν ποτε τῆς ῥάχεως ἐπὶ τῇ καταπτώσει, συνέβη τῶν οὔρων ἐπίσχεσις,  εἰωθυίας οὕτω γίγνεσθαι, καθάπερ εἴρηται καὶ ὑφἹπποκράτους· ἐπεσχέθη δοὐκ εὐθέως, ἀλλὰ περὶ τὴν τρίτην ἡμέραν, ὑπὸ τῆς τῶν ἔσω μεταστάντων σπονδύλων θλίψεως, φλεγμηνάσης τῆς κύστεως· ἤλγει γοῦν κατὰ τὸ χωρίον αὐτῆς, καὶ χωρὶς μὲν ψαύειν, ἀλλὰ πολὺ μᾶλλον ἐπερειδόντων τὰς χεῖρας· ἐθεραπεύσαμεν δαὐτὸν ὡς πρὸς φλεγμονὴν ἱστάμενοι. μεταστάντων δὀπίσω τῶν σπονδύλων ἐφἑτέρου, τὸ οὖρον ἀκουσίως ἐξεκρίνετο χωρὶς ὀδύνης τῆς κύστεως· ἐφοὗ τὸ νεῦρον τοῦ κλείοντος τὴν κύστιν μυὸς ἐτεκμηράμεθα πεπονθέναι, καὶ διὰ τοῦτο τὴν θεραπείαν τῷ νωτιαίῳ προσήγομεν. ἐπἄλλου δὁμοίως πεπονθότος ἐπίσχεσις οὔρων ἐγένετο, δυσαισθησίας μὲν ἐπὶ τῇ τῶν νεύρων πείσει καταλαβούσης τὴν κύστιν, ἐν δὲ τοῖς ὕπνοις οὐκ αἰσθανομένου τοῦ ἀνθρώπου πεπληρωμένης τῆς κύστεως, εἶθὑπερδιαταθείσης αὐτῆς, μηκέτἀποκρίνοντος. συμβαίνει γάρ ποτε καὶ τοῦτο τῆς ἰσχουρίας αἴτιον γενέσθαι, καθάπερ γε καὶ ἄλλοις ὑγιαίνουσιν ἤτοι διὰ περίστασίν τινα πραγμάτων, ἐν ἐκκλησίαις, βουλαῖς, ἐν δικαστηρίοις, καὶ δειπνοῦσι παρά τινι, κατασχοῦσιν ἐπὶ πλέον τὸ οὖρον, ὑπερδιαταθείσης τῆς κύστεως, ἰσχουρίαν ἀκολουθῆσαι, παθούσης τῆς περισταλτικῆς αὐτῆς δυνάμεως ὑπὸ τῆς ἀμέτρου τάσεως. ἑτέρου δὲ ἐπὶ καταπτώσει τῆς ῥάχεως ἀπαθοῦς διαμενούσης ἐν μὲν τῷ παραχρῆμα συνέβη συχνὴν οὔρησιν αἵματος γενέσθαι, μετὰ δὲ ταῦτα τελείαν ἰσχουρίαν· ἐφοὗ τεθρομβῶσθαί τι τοῦ αἵματος ἐτεκμηράμεθα, καὶ διὰ τοῦτο καθετῆρι χρησαμένων ἡμῶν, ὀλίγον μὲν οὔρησεν, ἐξαιρεθέντος δὲ τοῦ καθετῆρος, ἐφάνη κατὰ τὸ στόμιον αὐτοῦ γνώρισμα τῆς θρομβώσεως. ἐπἄλλων δὲ χρονίων ἀλγημάτων, ἅμα σημείοις ἀποστημάτων γενομένων, ἐπὶ τῷ λῆξαι ταῦτα συνεξουρήθη τι πυῶδες λεπτὸν, ἐπηκολούθησεν δἐπίσχεσις οὔρων, ὡς τεκμήρασθαι παχὺ πῦον ἐμφράξαι τὸν πόρον. ἐπὶ δὲ τῶν παιδίων λιθιώντων κατὰ κύστιν ἐθεασάμεθα πολλάκις ἰσχουρίαν γενομένην, ἐφ σχηματίσαντες ἀνάῤῥοπον τὸ σῶμα μετὰ κατασείσεως, ἀποκυλισθῆναι τὸν λίθον τοῦ πόρου ἐποιήσαμεν. ἑωρακότας δὲ καὶ τοῦθὑμᾶς, μέλλω λέγειν, ἀξιῶ μεμνῆσθαι διαπαντός· ἐπὶ ταῖς καλουμέναις θρομβώσεσιν, οὐ μόνον ταῖς κατὰ κύστιν, ἀλλὰ καὶ τούτων ἔτι μᾶλλον εἰ κατἔντερά τε καὶ γαστέρα καὶ θώρακα γένοιντο, συμβαίνει λειποψυχεῖν τε καὶ ὠχριᾷν, καὶ μικροὺς καὶ ἀμυδροὺς καὶ πυκνοὺς ἴσχειν τοὺς σφυγμοὺς, ἀλύειν τε καὶ διαλύεσθαι. ταὐτὸ δὲ τοῦτο κᾀπὶ τοῖς κατὰ τοὺς μῦς μεγάλοις τραύμασιν ἐπιγίγνεται πολλάκις· ὡς θαυμάσαι τὴν αἰτίαν τινὰ τοῦ συμβαίνοντος, εἰ τὸ πάντων οἰκειότατον ἡμῖν αἷμα τηλικούτων κακῶν ἐστι γεννητικὸν ἐκχυθὲν τῶν οἰκείων ἀγγείων· ἀκολουθοῦσι γὰρ αὐτῷ καὶ σηπεδόνες τῶν μορίων καὶ νεκρώσεις. εἶδον δὲ καὶ κατὰ κύστιν ἐνθρομβωθεῖσαν ἀκολουθήσαντα τὰ αὐτὰ συμπτώματα· προηγεῖτο γὰρ αἵματος οὔρησις αὐτῷ δαψιλοῦς, καὶ ἐκ τούτου συνετεκμηράμην τὴν θρόμβωσιν, ἔδωκά τε φάρμακον πιεῖν λίθου θρυπτικὸν διὀξυμέλιτος, αὐτό τε τὸ ποτὸν ὀξύμελι προσεφέρομεν· ἀλλὰ καὶ ταῦτά μου ποιοῦντος, οἱ μὲν ἄλλοι διεφθάρησαν, εἷς δέ τις ἐσώθη, διαλυθέντων αὐτῷ τῶν θρόμβων, εἶτα κατὀλίγον οὐρηθέντων. ὅτι δοὐκ ἔστιν αὐτάρκη τὰ κατὰ τὸν ἐνεστῶτα χρόνον συμπτώματα διδάξαι τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ πολλάκις ἐκ τῶν προγεγονότων διορισμὸς γίγνεται, τῶν προεωραμένων ὑμῖν ἀναμιμνησκόμενοι γνώσεσθε· πῦον γοῦν οὐρησάντων πολλῶν πολλάκις, τῶν προγεγονότων συμπτωμάτων μνήμη τὸν πεπονθότα τόπον ἐνεδείξατο, τήν τἐν αὐτῷ διάθεσιν ἐδήλωσεν. μὲν γάρ τις ἠλγήκει πρότερον τὰ κατὰ τὸ χωρίον τῶν νεφρῶν πολλάκις, ἄτακτοί τε φρῖκαι ποτὲ καὶ ῥίγη τὰ σμικρὰ σὺν πυρετοῖς ἐγεγόνει· τῷ δὲ κατὰ τὴν τῆς κύστεως θέσιν, ἅμα ταῖς τε φρίκαις καὶ τοῖς πυρετοῖς ἀλγήματα προεγεγόνει· τισὶ δὲ κατὰ διάφραγμα καὶ θώρακα, καθάπερ ἑτέροις κατὰ τὸ δεξιὸν ὑποχόνδριον· ἐφὧν ἁπάντων ἐτεκμηράμεθα, κατὰ τὸν ἀλγήσαντα τόπον ἀποστήματος προγενομένου, διὰ νεφρῶν ἐκκαθαρθῆναι τὸ πῦον. συνενδείκνυται δὲ τοῖς εἰρημένοις καὶ τὸ ποσὸν τοῦ πύου καὶ τὸ μεμίχθαι τοῖς οὔροις αὐτὸ πᾶν, ὥσπερ ἀνατεταραγμένον, μήπω τοῦτο γεγονέναι, καθάπερ ἐπὶ τῶν ἐντέρων εἴρηται πρόσθεν. ὡς γὰρ ἐν ἐκείνοις, ἐὰν μὲν ἐκ τῶν ὑψηλοτέρων ἐντέρων τὰ φερόμενα, μέμικται τοῖς τῆς τροφῆς περιττώμασιν ὁμοίως τοῖς ἀναπεφυραμένοις, ἐὰν δἐκ τῶν κατωτέρω, καθἕν τι μέρος αὐτῶν συνεκκρίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἤτοι τεθόλωται τὸ οὖρον ἅπαν ὑπὸ τῶν συνεκκρινομένων αὐτῷ πυωδῶν, κατά τινα μόρια διεσπασμένον ἀνωμάλως ἐμφέρεται, πολλάκις δὲ καὶ μόνον αὐτὸ τὸ πῦον ἐκκρίνεται χωρὶς οὔρου. τοῦτο μὲν οὖν ἐναργῶς ἐνδείκνυται κατὰ τὴν κύστιν αὐτὴν γεγονέναι τὴν ἐκπύησιν· τὸ δἀναμεμιγμένον ἀκριβῶς, ἄνωθέν ποθεν ἥκειν· τὸ δὲ μέσην τούτων κατάστασιν ἔχον, ἀπὸ τῶν νεφρῶν. ὁμοίως δὲ κᾂν μετὰ τὸ συῤῥαγῆναι τὸ ἀπόστημα φαίνηταί τι γνώρισμα τῆς ἑλκώσεως ἅμα τῇ τοῦ πεπονθότος τόπου διαγνώσει, καὶ τοῦτο ποτὲ μὲν ἀναμεμιγμένον ἀκριβῶς φαίνεται, ποτὲ δὲ μετρίως, μηδεμίαν ἐσχηκὸς μίξιν, ἐποχούμενόν πως, μόνον διεξερχόμενον· τοῦ μὲν ἕλκους γνώρισμά ἐστιν ἴδιον ἐφελκὶς ὀνομαζομένη, τοῦ πεπονθότος δὲ μέρους κατὰ τὴν οὐσίαν ἰδιότης· πεταλώδη μὲν γάρ ἐστι τὰ τῆς κύστεως ἀποῤῥυπτόμενα μόρια, σαρκοειδῆ δὲ τὰ τῶν νεφρῶν. οὕτως δὲ κἂν τῶν ἀνωτέρω τι πεπόνθῃ, τὰ συνεκκρινόμενα τοῖς οὔροις ἐπισκέπτεσθαι χρὴ, παραβάλλοντας αὐτὰ τῇ τῶν ὑπονοουμένων οὐσίᾳ. διοὔρων μὲν οὖν ἐκκαθαίρεται τά τε κυρτὰ μέρη τοῦ ἥπατος ὅσα τε ἀνωτέρω τοῦδε τέτακται μόρια  σύμπαντα· διἕδρας δὲ τά τε σιμὰ τοῦ ἥπατος ἔντερά τε καὶ γαστὴρ καὶ σπλήν. ἔξωθεν δὲ τούτων ἐστὶν ὅσα σπανίως γίγνεται, οἷον διὰ γαστρὸς ἐκκαθαρθέντων τῶν κατὰ θώρακα καὶ πνεύμονα, καὶ διοὔρων ἐνίοτε τῶν κάτω τοῦ διαφράγματος, ὧν ἀγνοοῦντες ἔνιοι τὰς αἰτίας, εἶτοὐχ ἑωρακότες ἐπἀῤῥώστων αὐτὰ γιγνόμενα, τοῖς ἑωρακόσιν ἀπιστοῦσιν· (ὅτι ἀποστήματός ποτε ἐν πνεύμονι γενομένου, δυνατὸν τὸ πῦον διὰ νεφρῶν ἐκκαθαρθῆναι) ἀλλἡμεῖς γε καὶ πνεύμονος ἀπόστημα διοὔρων ἐκκαθαρθὲν ἐθεασάμεθα, καὶ θώρακος, διά τε τῶν ἐντέρων καὶ τῆς ἕδρας. μὲν οὖν ἐκ τοῦ πνεύμονος εἰς τοὺς νεφροὺς φορὰ τὴν ἀρχὴν οὐδἀπορίαν ἔχει κατά γε τὴν ἀλήθειαν. ὥσπερ γὰρ ἀπὸ τῆς κοίλης φλεβὸς ἀποφύσεις εἰς τοὺς νεφροὺς ἐμβάλλουσιν, οὕτω καὶ τῆς μεγάλης ἀρτηρίας. ἐπεὶ δὲ Ἐρασίστρατος ἡγεῖται πνεύματος μόνου τὰς ἀρτηρίας ὑπάρχειν ἀγγεῖα, τοῖς πεπιστευκόσιν αὐτῷ τὸ ζήτημα, οὐχ ἡμῖν γίγνεται, τῆς λείας ἀρτηρίας τοῦ πνεύμονος, ὅσον εἰς ἑαυτὴν δέχηται πῦον ἐκ τοῦ ῥαγέντος ἀποστήματος, εἰς ἀριστερὰν κοιλίαν τῆς καρδίας κομίσαι δυναμένης, εἶτἐντεῦθεν εἰς τὴν μεγάλην ἀρτηρίαν ἐμπεσόντος αὐτοῦ, διὰ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐνεχθῆναι τὸ συνδοθέν· οὐ μὴν εἴωθεν οὕτω συμβαίνειν ὡς τὸ πολὺ, φθανούσης τῆς μεταλήψεως εἰς τὰς τραχείας ἀρτηρίας γίγνεσθαι. τοῦ μὲν οὖν σπανίως μὲν, ἀλλἕπεσθαί ποτε διοὔρων κάθαρσιν, ἐν πνεύμονι πύου γεννηθέντος, αἰτία λέλεκται· τοῦ δὲ καὶ διὰ γαστρὸς ἕτερόν τι τῶν ἐξ ἀνατομῆς φαινομένων σπάνιον αἴτιον. γάρ τοι κοίλη φλὲψ εὑρίσκεταί ποτε διά τινος ἀγγείου μέσου συναπτομένη τῇ στελεχιαίᾳ καλουμένῃ· διὸ καὶ θαυμαστὸν οὐδὲν, οὐδἀδύνατον, οὔτἐκ τῶν ἄνω τοῦ διαφράγματος μερῶν εἰς τὴν γαστέρα ῥυῆναι τὸ πῦον οὔτἐκ τῶν κάτω διὰ τῶν νεφρῶν εἰς τὴν κύστιν ἀφικέσθαι· ταῖς γὰρ σπανίαις κατασκευαῖς τῶν σωμάτων εἰκός ἐστιν ἕπεσθαι σπάνια συμπτώματα.
§5 Οὐδἐνταῦθα χρὴ διαφέρεσθαι, πότερον ὑστέραν μήτραν κλητέον ἐστὶ τὸ πρὸς τὴν κύησιν ὑπὸ τῆς φύσεως δοθὲν ταῖς γυναιξὶ μόριον, ὥσπερ οὐδεἰ κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν ὑστέρας μήτρας, κατὰ τὸν ἑνικὸν ἐθέλοι τις ὀνομάζειν ὑστέραν καὶ μήτραν. ἄμεινον γὰρ εἰς τὰ χρήσιμα τὸν χρόνον ἀναλίσκειν, ἐξ ὧν εἰς διάγνωσιν πρόγνωσιν, θεραπείαν, ὄφελός τι καρπωσόμεθα. καθάπερ ἀμέλει κᾀπὶ τῆς καλουμένης ὑπὸ μέν τινων ὑστερικῆς πνίξεως, ὑπἐνίων δἀπνοίας ὑστερικῆς· ὡς ἓν γάρ τι τὸ πάθος ἑκατέρᾳ τῇ προσηγορίᾳ δηλούντων ἐστὶν ἀκοῦσαι τῶν ἰατρῶν. ἐγὼ δὲ θεασάμενος πολλὰς γυναῖκας ὑστερικὰς, ὡς αὐταί τε σφᾶς αὑτὰς ὀνομάζουσιν αἵ τἰατρίναι πρότεραι, παρὧν εἰκός ἐστι κᾀκείνας ἀκηκοέναι τοὔνομα, τινὰς μὲν ἀναισθήτους τε ἅμα καὶ ἀκινήτους κειμένας, ἀμυδρότατόν τε καὶ μικρότατον ἐχούσας σφυγμὸν, καὶ παντελῶς ἀσφύκτους φαινομένας, ἐνίας δαἰσθανομένας τε καὶ κινουμένας καὶ μηδὲν βεβλαμμένας τοῦ λογισμοῦ, λιποδρανούσας τε καὶ μόγις ἀναπνεούσας, ἑτέρας δὲ συνελκομένας τὰ κῶλα, διαφορὰς ὑπολαμβάνω τῶν ὑστερικῶν παθημάτων εἶναι πλείους, ἤτοι κατὰ τὸ μέγεθος τῆς ποιούσης αἰτίας, κατεἴδη τινὰ διαφερούσας ἀλλήλων. μὲν οὖν πρώτη λελεγμένη διαφορὰ κατὰ τὸ τοῦ Ποντικοῦ Ἡρακλείδου γεγραμμένον βιβλίον ἀπορίαν ἔχει πολλὴν ὅπως γίγνεται. λέγεται γὰρ ἄπνους τε καὶ ἄσφυκτος ἐκείνη ἄνθρωπος γεγονέναι, τῶν νεκρῶν ἑνὶ μόνῳ διαλλάττουσα, τῷ βραχεῖαν ἔχειν θερμότητα κατὰ τὰ μέσα μέρη τοῦ σώματος· ἐπιγέγραπται γοῦν τὸ βιβλίον ἄπνους Ἡρακλείδου· καὶ ζήτησιν ἔφη γεγονέναι τοῖς παροῦσιν ἰατροῖς, εἰ μήπω τέθνηκεν. Ἡρακλείδου δαὖθις ὕστερον γεγονότες ἔνιοι, βουλόμενοι διασώζεσθαί τι τῆς ἀναπνοῆς, εἰ καὶ μὴ φαίνοιτο, κτηδόνας ἐρίου διεξαμμένου καταρτᾷν φασι χρῆναι πρὸ τῆς ῥινὸς, εἰς διάγνωσιν ἀκριβῆ τοῦ φέρεσθαί τι πνεῦμα διὰ τῆς ἀναπνοῆς εἴσω τε καὶ αὖθις ἔξω· τινὲς δὲ κατὰ τὸ στόμα τῆς γαστρὸς ἐπιτιθέναι κελεύουσιν λεκάνιον ὕδατος μεστὸν, ἀκίνητον γὰρ ἀκριβῶς φυλαχθήσεσθαι τὸ ὑγρὸν, εἰ μηδὲν ὅλως σώζοιτο τῆς ἀναπνοῆς. εἰ μὲν οὖν ἀπέθνησκον αἱ οὕτως ἔχουσαι πᾶσαι γυναῖκες, ἁπλοῦν ἂν εἴη τὸ ζήτημα· σωζομένων δὲ ἐνίων, διπλοῦν γίγνεται, τήν τε διάθεσιν ἡμῶν ζητούντων, ὑφἧς ἀπόλλυται τὸ τῆς ἀναπνοῆς ἔργον, ἔτι τε μᾶλλον ὅπως ἔτι χῶσιν αἱ μηδὅλως ἀναπνέουσαι· πεπίστευται γὰρ ἀχώριστον εἶναι τοῦ ἀναπνεῖν τὸ ζῇν, τοῦ τε ζῇν τὸ ἀναπνεῖν, ὥστε καὶ τὸν ζῶντα πάντως ἀναπνεῖν καὶ τὸν ἀναπνέοντα πάντως ζῇν. τοῦτο χαλεπώτερον; οὐκ ἔστι δὄντως χαλεπώτερον, ἀλλὰ θατέρου φωραθῆναι ῥᾷον, εἴ γε καὶ τὰ φωλεύοντα ζῶα νεκροῖς ὅμοια κατὰ τοὺς φωλεοὺς εἰργμένα, τῆς ἀναπνοῆς οὐδὲν ἀποσώζοντα φαίνεται· τούτου γὰρ ἐγνωσμένου καὶ σαφῶς ἐκείνων ὁρωμένων τῶν ζώων ψυχρῶν, ἀποδεδειγμένου δὲ καὶ τοῦ τὴν μεγίστην χρείαν τῆς ἀναπνοῆς εἶναι σωτηρίαν τῆς ἐμφύτου θερμασίας, διἐμψύξεώς τε καὶ ῥιπίσεως γιγνομένην, οὐδὲν ἔτι δύσκολόν ἐστιν ἐπιλογίσασθαι, τὴν ὑπολειπομένην αὐτοῖς ὀλίγην θερμασίαν φυλάττεσθαι διὰ τοῦ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας ἔργου, καλουμένου δὑπό τινων ἰατρῶν διαπνοῆς, ὥσπερ τοῦ διὰ θώρακός τε καὶ πνεύμονος ἀναπνοῆς. ἐγχωρεῖ τοίνυν ἐπὶ τῆς ὑστερικῆς ἀπνοίας, ἐπειδὴ κατέψυκται τὸ πᾶν σῶμα, φαίνεται γὰρ ἐναργῶς τοῦτο, τὴν μὲν διὰ τοῦ στόματος ἀναπνοὴν μηδόλως γίγνεσθαι, τὴν δὲ διὰ τῶν ἀρτηριῶν γίγνεσθαι· δυνατὸν δε καὶ γιγνομένην αὐτὴν ἐλαχίστην λανθάνειν τὴν αἴσθησιν. ἐφεξῆς γοῦν ἡμᾶς διαδέξεται ζήτημα πρὸς τὸ μηδὲν ἔτι τῶν  κατὰ τοῦτο τὸ πάθος ἀπορεῖν, ὑπὸ τίνος αἰτίας ψύχεται τὸ σῶμα. τάχα δἂν εὑρεθείη καὶ τοῦτο τὰς προηγουμένας αἰτίας ἐπισκεψαμένων ἡμῶν οὔσας τοιαύτας. ὡμολόγηται τοῦτο τὸ πάθος γίγνεσθαι ταῖς χηρευούσαις ἐπὶ πολὺ, καὶ μάλισθὅταν ἐν τῷ πρόσθεν χρόνῳ καθαιρόμεναί τε καλῶς καὶ κυϊσκόμεναι, καὶ ταῖς πρὸς τοὺς ἄνδρας συνουσίαις χρώμεναι, στερηθῶσιν ἁπάντων αὐτῶν. τί ἂν οὖν τις ἐκ τούτων ἔχοι συλλογίσασθαι πιθανώτερον τοῦ διὰ τὴν ἐπίσχεσιν τῶν καταμηνίων τοῦ σπέρματος ἐπιγίγνεσθαι ταῖς γυναιξὶ ταύτας τὰς ὑστερικὰς ὀνομαζομένας διαθέσεις, εἴτἄπνοιαί τινες, εἴτε πνίγες, εἴτε καὶ συνολκαί τινες τύχοιεν οὖσαι; καὶ μᾶλλον ἴσως διὰ τὴν τοῦ σπέρματος ἐπίσχεσιν, ἐπειδὴ τοῦτο μεγάλην τε δύναμιν ἔχει καὶ ταῖς γυναιξὶν ὑγρότερόν τε καὶ ψυχρότερόν ἐστιν, ἀποκρίνεσθαί τε δεῖται ταῖς φύσει πολυσπέρμοις, ὥσπερ καὶ τοῖς ἄῤῥεσι. καὶ γὰρ καὶ τούτων ἔγνωμεν οὐκ ὀλίγην διαφορὰν, ἐνίων μὲν εὐθέως ἀπὸ νεότητος ἐπὶ ταῖς συνουσίαις ἀσθενῶν γιγνομένων, τινῶν δ’, εἰ μὴ συνεχῶς χρῷντο, βαρυνομένων τε τὴν κεφαλὴν, ἀσωδῶν τε καὶ πυρετωδῶν γιγνομένων, καὶ χεῖρον ὀρεγομένων καὶ ἧττον πεττόντων· ὧν τὸ σῶμα δένδροις Πλάτων εἴκαζε πολυκαρποτέροις τοῦ συμμέτρου. τοιαύτης γοῦν ἐνίους ὄντας φύσεως, εἶτἐγκρατεῖς ἀφροδισίων χρήσεως ὑπαἰσχύνης γενομένους, ναρκώδεις τε καὶ δυσκινήτους ἔγνωμεν ἀποτελεσθέντας· ἐνίους δὲ καὶ σκυθρωποὺς ἀλόγως καὶ δυσέλπιδας, ὁμοίως τοῖς μελαγχολικοῖς, ὀρεχθῆναί τε καὶ πέψαι χείρους. οἶδα δέ τινα διὰ πένθος τῆς γυναικὸς ἀποσχόμενον ἀφροδισίων, οἷς ἔμπροσθεν ἐχρῆτο συνεχῶς, ἀνόρεκτόν τε ἅμα καὶ εἰ προσενέγκοιτο βραχύ τι, μηδὲ τοῦτο πέττειν δυνάμενον· εἰ δὲ καὶ βραχὺ πλείω ποτὲ λάβοι βιασάμενος ἑαυτὸν, εὐθέως ἐμοῦντα δηλονότι, καὶ δυσθυμούμενον οὐκ ἐπὶ τούτοις μόνον, ἀλλὰ καὶ χωρὶς αἰτίας φανερᾶς ὁμοίως τοῖς μελαγχολικοῖς· πάντἐπαύσατο τάχιστα τὸ ἐξ ἀρχῆς ἔθος ἀναλαβόντι. τὰ τοιαῦτα γοῦν ἀναλογιζομένῳ μοι κατἐμαυτὸν ἐφαίνετο μείζονα δύναμιν ἔχειν εἰς βλάβην σώματος τοῦ σπέρματος ἐπίσχεσις τῆς τῶν καταμηνίων, ἐπἐκείνων τῶν σωμάτων, ἐφὧν αὐτό τε φύσει κακοχυμότερόν ἐστι καὶ πλέον, τε βίος ἀργότερος, τε τῶν ἀφροδισίων χρῆσις ἔμπροσθεν μὲν ἱκανῶς πολλὴ, μετὰ ταῦτα δἀθρόα τις ἀποχὴ τῶν πρόσθεν. ἐνενόησα δὲ τούτοις ἔτι τὴν φυσικὴν ἐπιθυμίαν τῆς ἀποκρίσεως αὐτοῦ αἰτίαν εἶναι· βιάζεται γὰρ ἅπαντας ἀνθρώπους, ὅτἂν τοιοῦτό τε καὶ πολὺ, πρὸς τὴν ἔκκρισιν αὐτοῦ. Διογένης οὖν κυνικὸς ὡμολόγηται μὲν ἁπάντων ἀνθρώπων καρτερικώτατος γεγονέναι, πρὸς ἅπαν ἔργον ἐγκρατείας τε καὶ καρτερίας δεόμενον· ἀλλὅμως καὶ οὗτος ἀφροδισίοις ἐχρῆτο, τὴν ὄχλησιν τὴν ἐκ τοῦ κατεχομένου σπέρματος ἀποθέσθαι βουλόμενος, οὐχ ὡς ἐπἀγαθόν τι τὴν ἐζευγμένην αὐτοῦ τῇ κενώσει παραγιγνόμενος ἡδονήν. ἑταίρᾳ γοῦν ποτε συνθέμενος, ὥς φασιν, ὡς πρὸς αὐτὸν ἀφίκηται, βραδυνούσης αὐτῆς, ἀπετρίψατο τὸ σπέρμα προσαπτόμενος τῇ χειρὶ τοῦ αἰδοίου, καὶ μετὰ ταῦτα παραγενομένην ἀπέπεμψεν, εἰπὼν τὴν χεῖρα φθάσαι τὸν ὑμέναιον ᾆσαι. καὶ δῆλον ἐναργῶς ἐστιν, οὐ διὰ τὴν ἡδονὴν ἔρχεσθαι τοὺς σώφρονας ἐπὶ συνουσίαν, ἀλλὰ τὴν ὄχλησιν ἰάσασθαι βουλομένους, ὡς εἰ καὶ χωρὶς ἡδονῆς ἐγίγνετο. κατὰ τοῦτο δἡγοῦμαι καὶ τἄλλα ζῶα πρὸς ἀφροδισίων ὁμιλίαν ὁρμᾷν, οὐ δόγμα πεποιημένα τὴν ἡδονὴν ἀγαθὸν ὑπάρχειν, ἀλλἐπὶ τὴν ἀπόκρισιν, ὡς ἀνιῶντος ἐν τῷ κατέχεσθαι τοῦ σπέρματος, ἀφικνούμενα, καθάπερ, οἶμαι, καὶ τὸ ἀποπατεῖν καὶ τὸ οὐρεῖν αὐτοῖς ὑπάρχει φύσει. ἐν ταύταις μού ποτε ταῖς ἐννοίαις ὄντος ἐφάνη τοιόνδε συμβὰν ἐκ πολλοῦ χρόνου χηρευούσῃ γυναικί. κατεχόντων γὰρ αὐτὴν καὶ ἄλλων μέν τινων ὀχληρῶν καὶ νευρικῶν διατάσεων, εἰπούσης δὲ τῆς μαίας ἀνεσπάσθαι τὴν μήτραν, ἔδοξε χρήσασθαι βοηθήμασιν οἷς εἰώθασιν εἰς τὰ τοιαῦτα χρῆσθαι· χρωμένης δαὐτῆς, ὑπό τε τῆς αὐτῶν θερμασίας καὶ τῆς κατὰ τὴν θεραπείαν ψαύσεως τῶν γυναικείων τόπων, ἐγένοντο συνολκαὶ μετὰ πόνου τε ἅμα καὶ ἡδονῆς ὅμοιαι ταῖς κατὰ τὰς συνουσίας, ἐφαἷς ἐκκριθέντος παχέος τε καὶ πολλοῦ σπέρματος, ἀπηλλάγη τῶν κατεχόντων αὐτὴν ὀχληρῶν γυνή. διὰ ταῦτα μὲν οὖν ἐφάνη μοι μείζονα δύναμιν ἔχειν εἰς βλάβην τοῦ σώματος ὅλου τὸ κακοχυμότερον σπέρμα τῶν καταμηνίων· ὥστε κᾂν ἐκεῖνά ποτε γίγνηται ταῖς χηρευούσαις, ἀλλὰ τήν γε τοῦ σπέρματος ἐποχὴν ἀνιαράν τε ἅμα καὶ βλαβερὰν ὑπάρχειν αὐταῖς. ὅσοι δοἴονται μεγάλων συμπτωμάτων ἐν ὅλῳ τῷ σώματι γιγνομένων, ἀπίθανον εἶναι, χυμὸν ὀλίγον ἐν ἑνὶ μορίῳ περιεχόμενον αἰτιᾶσθαι, δοκοῦσί μοι λίαν ἀμνήμονες εἶναι τῶν ὁσημέραι γινομένων. ἐπὶ γοῦν τοῖς τῶν φαλαγγίων δήγμασιν ὅλον ὁρᾶται πάσχον τὸ σῶμα, μικροῦ τινος ἰοῦ κατὰ βραχυτάτην ὀπὴν ἐνιεμένου. τὸ δὲ τῶν σκορπίων ἐστὶ θαυμασιώτερον, ὅτι καὶ τὰ συμπτώματα διὰ συντόμων ἐπιφέρουσι σφοδρότατα, καὶ τὸ καταβαλλόμενον ἐγχριμψάντων αὐτῶν ἤτοι παντάπασιν ὀλίγιστον ὅλως οὐδέν ἐστιν, ἀτρήτου γε τοῦ κέντρου φαινομένου. καὶ μὴν ἀναγκαῖον, οὐχ ἁπλῶς ὅτι νένυκταί τις ὥσπερ ὑπὸ βελόνης, εὐθέως ὅλον τὸ σῶμα χαλάζαις βάλλεσθαι δοκεῖν, ἅμα λειποθυμίαις, ἀλλἤτοι γε πνεύματός τινος, λεπτῆς ὑγρότητος ἐνιεμένης, εὔλογον γίγνεσθαι ταῦτα. τινὲς δἡγοῦνται καὶ τῷ ψαῦσαι μόνον ἐνίας τῶν οὐσιῶν ἀλλοιοῦν δύνασθαι τὰ πλησιάζοντα, μόνῃ τῇ κατὰ τὴν ποιότητα δυνάμει· ταύτην γὰρ φύσιν κᾀπὶ τῶν θαλαττίων ναρκῶν ὁρᾶσθαι, δύναμιν ἰσχυρὰν οὕτως ἔχουσαν, ὡς καὶ διὰ τοῦ τῶν ἁλιέων τριόδοντος  ἀναδιδομένης τῆς ἀλλοιώσεως εἰς τὴν χεῖρα, ναρκώδη παραχρῆμα πᾶσαν αὐτὴν γίγνεσθαι. ταῦτά τε οὖν ἱκανὰ τεκμήρια τοῦ σμικρὰν οὐσίαν ἀλλοιώσεις μεγίστας ἐργάζεσθαι μόνῳ τῷ ψαῦσαι, καὶ τὸ κατὰ τὴν Ἡρακλείαν λίθον, ἣν καὶ μαγνῆτιν ὀνομάζουσιν, οὐχ ἥκιστα. τοῦ μὲν γὰρ ψαύσαντος αὐτῆς σιδηρίου κρεμαννυμένου χωρὶς δεσμοῦ, δεύτερον ἄλλο τοῦ ψαύσαντος ψαῦον ὁμοίως τῷ πρώτῳ πάλιν ἐξ αὐτοῦ κρεμάννυται, κᾄπειτἄλλο τρίτον ἐκ τοῦ δευτέρου. φαινομένου δὴ σαφῶς, ἰσχυροτάτην ἔχειν τὴν δύναμιν ἐνίας τῶν οὐσιῶν, ὑπόλοιπον ἂν εἴη ζητεῖν, εἰ διαφθορά τις ἐν τοῖς ζώοις δύναται γενέσθαι τηλικαύτη τὸ μέγεθος, ὡς ἰῷ θηρίου παραπλησίαν ἔχειν ποιότητά τε καὶ δύναμιν. καὶ τοῦτο κέκριται πρὸς αὐτῶν τῶν ἰατρῶν, οἵ γε τῶν προβλημάτων ἕν τι πεποίηνται, πότερον ἴδια φαρμακείας ἐστὶ σημεῖα, οὐκ ἔστιν; καὶ οἵ γε κάλλιστα δοκοῦντες εἰρηκέναι περὶ αὐτοῦ τὰ μὲν αὐτὰ γίγνεσθαι πάθη συγχωροῦσι κατά τε τὰς τῶν θανασίμων φαρμάκων δόσεις καὶ τὰς ἐκ τοῦ σώματος ἡμῶν ὁρμωμένας διαφθοράς· οὐ μὴν ἀδιακρίτους γε τοὺς εἰληφότας φάρμακα ἀπὸ τῶν μὴ λαβόντων ὑπάρχειν· ὅταν γὰρ εὐχύμῳ τινὶ φύσει, δεδιῃτημένῳ τε κατὰ πάντα τρόπον ὑγιεινῶς ἐξαιφνίδιος γένηται θάνατος, οἷος ἐπί τινι τῶν δηλητηρίων φαρμακὼν, εἶτα πελιδνὸν, μέλαν, ποικίλον, διαῤῥέον, σηπεδόνος ἀνιαρᾶς ἀπόζει τὸ σῶμα, φάρμακον εἰληφέναι τοῦτόν φασιν. εἴπερ οὖν συγχωρεῖται τοιαῦτα πάθη καταλαμβάνειν ἡμᾶς ἐξ ἡμῶν αὐτῶν ἔχοντα τὴν ὁρμὴν τῆς γενέσεως, οἷα γίνεται δηλητηρίου φαρμάκου ληφθέντος, οὐδὲν θαυμαστὸν εἰ σπέρμα κακόχυμον, καταμήνιον ὁμοίως ἔχον, ἐπισχεθέντα καὶ διασαπέντα, συμπτώματα φέρει χαλεπὰ τοῖς παθεῖν ἐπιτηδείως ἔχουσι σώμασιν. μαθεῖν γὰρ ἔστι κᾀπὶ τῶν κυνῶν, ὅσην ἔχει δύναμιν πρὸς τὸ παθεῖν ὁτιοῦν ἐπιτηδειότης· οὐδενὸς γοῦν τῶν ἄλλων ζώων ἁλισκομένου λύττῃ, μόνον ἁλίσκεται τοῦτο, καὶ τοσαύτη γε κατὰ αὐτὸ γίγνεται διαφθορὰ τῶν χυμῶν, ὥστε τὸ σίαλον αὐτοῦ μόνον ἀνθρωπίνῳ σώματι προσπεσὸν ἐργάζεται λύτταν. ὡς οὖν ἀπὸ σμικρᾶς ἀρχῆς τῆς κατὰ τὸ σίαλον ποιότητος αὐξανομένη τις ἐν τῷ σώματι διάθεσις, ἡνίκα εἰς ἀξιόλογον ἀφίκηται μέγεθος, ἔγνωσται μῆνας μετὰ ἓξ, ἐνίοτε τῷ πρόσθεν χρόνῳ μηδὲν ἔχουσα γνώρισμα, κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ χυμοῦ τινος ἐν τῷ τοῦ ζώου σώματι γενηθέντος μοχθηροῦ κατὰ βραχὺ συμπάσχει τῷ χρόνῳ τῶν κυρίων τι μορίων, ἀφὧν τὸ σύμπαν σῶμα ταχέως ἀλλοιοῦται. ὅτι δὲ τῶν ὑστερικῶν λεγομένων συμπτωμάτων εἰκότως ἐκ παλαιοῦ πεπίστευται κατὰ τὰς μήτρας οἷον ῥίζωσις εἶναι, τεκμήριον οὐ σμικρόν ἐστι τὸ μόναις ταῖς χηρευούσαις τε καὶ ταῖς τὰς ἐμμήνους καθάρσεις ἐπεχομέναις τὰ τοιαῦτα γίγνεσθαι παθήματα. ὅτι δὲ τούτων αὐτῶν μείζονα δύναμιν εἰς τὴν τῶν ὑστερικῶν συμπτωμάτων γένεσιν ἔχει τὸ σπέρμα κατεχόμενον, ἐλάττονα δὲ τὸ καταμήνιον, ἐκ τῶν ἄνευ χηρείας ἐπεχομένων τὴν κάθαρσιν ἔνεστι μαθεῖν, ἄλλα μέν τινα πασχουσῶν, μικρὸν ὕστερον εἰρήσεται, μήτε δἀπνοίαις ἐχομένων μήτε σφοδραῖς λειποψυχίαις μήτε τοῖς ἄλλοις λέλεκται μικρὸν ἔμπροσθεν, ἔτι δὲ κᾀκ τοῦ τινὰς τῶν χηρευουσῶν ἀμέμπτως καθαιρομένας, μὴ πολλῷ ἧττον τοῦ πρόσθεν, ὁμοίως ἁλίσκεσθαι συμπτώμασιν. ὁμολογεῖ δὲ τούτοις καὶ τὰ κατὰ τὴν μήτραν φαινόμενα σημεῖα ταῖς ἁπτομέναις ἀκριβῶς ἰατρίναις· ἐνίοτε μὲν γὰρ ὡς ἀνεσπασμένης ὅλης αὐτῆς, ἐνίοτε δὡς παρεσπασμένης τράχηλος τοῖς ψαύουσιν ἐγκεκλιμένος φαίνεται. διὸ καί τινες οἷον ζῶόν τι παιδοποιΐας ἐπιθυμητικὸν εἶναι τὴν μήτραν ὑποθέμενοι, στερισκόμενον ὧν ὀρέγεται, παντὶ τῷ σώματι λυμαίνεσθαί φασι. γράφει γοῦν Πλάτων οὕτως· αἱ δὲ ἐν ταῖς γυναιξὶν μῆτραί τε καὶ ὑστέραι λεγόμεναι διαὐτὰ ταῦτα, ζῶον ἐπιθυμητικὸν ἐὸν τῆς παιδοποιΐας, ὅτἂν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίνηται, χαλεπῶς ἀγανακτοῦν φέρει, καὶ πλανώμενον πάντῃ κατὰ τὸ σῶμα, τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον, ἀναπνεῖν οὐκ ἐῶν, εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει. ταῦτα τοῦ Πλάτωνος εἰπόντος, ἔνιοι προσέθεσαν, ὡς ἐπειδὰν αἱ μῆτραι πλανώμεναι κατὰ τὸ σῶμα τῷ διαφράγματι προσπέσωσιν, ἐμποδίζουσι τὴν ἀναπνοήν· ἔνιοι δὲ πλανᾶσθαι μὲν αὐτὴν ὥσπερ ζῶον οὔ φασιν, ἐπισχεθέντων δὲ τῶν καταμηνίων ξηραινομένην ἀνατρέχειν εἰς τὰ σπλάγχνα, ποθοῦσαν ὑγρανθῆναι, κᾀπειδάν ποτε κατὰ τὴν ἄνοδον ὁμιλήσῃ τῷ διαφράγματι, στερίσκεσθαι τῆς ἀναπνοῆς τὸ ζῶον. ὅσοι μὲν οὖν ἀγνοοῦσί τε τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα, περί τε τῶν φυσικῶν καὶ προαιρετικῶν ἐνεργειῶν οὐδὲν ἐπεσκέψαντο, καίτοι μηδὲν ἀποδεικτικὸν ἀκούοντες ὧν εἶπον, ἐνδέχεσθαι νομίζουσιν εἶναί τι τῶν εἰρημένων ἀληθές· ὅσοι δὲ ἐν ἀμφοτέροις ἐγυμνάσαντο, καθορῶσι καὶ χωρὶς ἐμοῦ τὸ σαθρὸν τοῦ λόγου· εἰ γὰρ καὶ ἀνεσπάσθαι τι φαίνοιτο μέρος τῆς μήτρας, βραχὺ τοῦτἐστὶ καὶ οὐχ ἱκανὸν ἐνδείξασθαι τὸ κύτος ὅλον αὐτῆς οὐδἄχρι τῆς γαστρὸς ἀνεσπάσθαι, μήτιγε καὶ ταύτην ὑπερβᾶσαν ἅψασθαι τῶν φρενῶν που· εἰ δέ περ καὶ ἥπτετο, τί ἂν εἴη τοῦτο πρὸς ἄπνοιαν, λειποψυχίαν, τὰς τῶν κώλων συντάσεις, κάρον παντελῆ; τοῖς γοῦν ὑπερεμπλησθεῖσιν τῆς γαστρὸς ὄγκος ἐναργῶς φαίνεται θλίβων τὸ διάφραγμα· καὶ διὰ τοῦτο μὲν ἀναπνοὴ πυκνοῦται, σύμπτωμα δοὐδὲν ἄλλο καταλαμβάνει τὸ ζῶον. ἀλλὰ καὶ κατὰ τὰς κυήσεις ἐπεκτεινόμεναι τοῖς κυομένοις αἱ μῆτραι  πυκνοτέραν ἐργάζονται τὴν ἀναπνοὴν, οὐδὲν δοὐδαὗται βλάπτουσιν ἄλλο. τὸ δὲ καὶ ξηραινομένας αὐτὰς ἀνατρέχειν ἐπὶ τὰ σπλάγχνα ποθούσας ὑγρανθῆναι, παντάπασιν ἄτοπον· εἰ μὲν γὰρ ἁπλῶς ὑγρότητος αἱ μῆτραι δέονταί ποτε, τὴν κύστιν ὁμιλοῦσαν ἔχουσι καὶ τὸ κάτω μέρος ἅπαν τοῦ παχέος ἐντέρου· εἰ δοὐχ ἁπλῶς ὑγρότητος, ἀλλαἱματικῆς ὑγρότητος, ἐπὶ τὸ ἧπαρ ἐχρῆν αὐτὰς, οὐκ ἐπὶ τὰς φρένας φέρεσθαι. τί δὲ καὶ δέονται προσπίπτειν ἔξωθεν ἄλλοις μορίοις, ἔχουσαι περικείμενον ἑαυταῖς στέγασμα πυκνὸν, ὑμενῶδες ἀμφίεσμα; τὰ γὰρ ἕλκοντα πάντα τὰς ἐξ ἐντέρων ὑγρότητας εἰς ἑαυτὰ διὰ στομάτων παμπόλλων τοῦτο πράττει· πάμπολλα δεἰς τὰς μήτρας καθήκει στόματα φλεβῶν, διὧν ἕλκειν ἐκ τῆς κοίλης φλεβὸς αἷμα δυνατὸν ἦν αὐταῖς, ἐκ τοῦ ἥπατος ἐχούσης ἐπιῤῥέον αὐτῇ τὸ αἷμα. τίνα δἂν ὀχετὸν ἕτερον εὕροι τις αἵματος ἐξ ἥπατος εἰς μήτρας φερόμενον ἀξιολογώτερον τοῦδε; διὰ τίνος δὅλως ἄλλου δυνατὸν αὐταῖς ἐξ ἥπατος ἑλκύσαι τι; κᾂν εἰ μὴ μέγιστος δἦν τῆς κοίλης φλεβὸς ὀχετὸς, ἀλλά τοι γἄλλος οὐκ ἔστιν· αὕτη γὰρ μία μόνη φλὲψ τοῖς κάτω τοῦ διαφράγματος ἅπασιν ἐξ ἥπας ὀχετεύει τὸ αἷμα. παντελῶς οὖν ἄτοπος λόγος αὐτῶν ἐστι, πρὸς τῷ καὶ ζῶον ἐργάζεσθαι τῷ λόγῳ τὴν μήτραν. ἀλλεἰ καὶ τοῦτο συγχωρηθείη, λυπηθήσεται μὲν ἀποστερουμένη τῶν ἰδίων ὀρεκτῶν, ἴσως δὲ καὶ ἀτροφήσει, καθάπερ ἔνιοί φασι τοὺς ἐρῶντας φοίνικας πάσχειν, οὐ μὴν οὔτἐπὶ τὰς φρένας οὔτἐπἄλλο τι χωρίον ἀφίξεται· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ ξηρότατόν ἐστι τῇ κράσει τὸ διάφραγμα, δεῖται δὲ μήτρα κατὰ τοὺς ξηραίνεσθαι φάσκοντας αὐτὴν ὑγρῶν μορίων κοινωνίας. ἴσως οὖν τις ἡμᾶς ἐρωτήσεται τὴν αἰτίαν, διἣν ἀνεσπασμένη τε καὶ παρεσπασμένη πολλάκις μήτρα φαίνεται· τοῦτο γὰρ αἱ μαιεύτριαι λέγουσιν, ὥσπέρ γε καὶ ὅτι πολλάκις ἐπὶ τῆς οἰκείας ἕδρας μενούσης αὐτῆς, οὐδὲν ἧττον ἐπιλαμβάνει τὰς γυναῖκας ὑστερικὰ συμπτώματα. πειράσομαι δὴ τούτοις εἰπεῖν τὴν αἰτίαν, ἑπόμενος τοῖς ὑφἹπποκράτους εἰρημένοις. τὰς γάρ τοι τῶν ὑστερῶν ἐντάσεις αἰτίας γίγνεσθαί φημι τοῦ καὶ τὸν αὐχένα ταῖς ἁπτομέναις μαίαις ἀνεσπάσθαί τε καὶ παρεσπάσθαι φαίνεσθαι· συνεσπάσθαι γὰρ ἀναγκαῖόν ἐστι ταῖς μήτραις τὸν αὐχένα. τίς οὖν αἰτία τοῦ τὰς μήτρας ἀνεσπάσθαι τε καὶ παρεσπάσθαι; τοῦτο γὰρ ἔτι λείπει τῷ λόγῳ· τῶν πρὸς αὐτὰς καθηκόντων ἀγγείων πλήρωσις ἅμα τοῖς ἀρτήμασιν αὐτῶν· ἀπεδείχθη γὰρ ἡμῖν, ἡνίκα τὸν ἀφορισμὸν ἐξηγούμεθα, καθὅν φησι τὸν σπασμὸν ὑπὸ κενώσεώς τε καὶ πληρώσεως γίγνεσθαι, εἰς μὲν τὸ πλάτος τε καὶ τὸ βάθος ἐκτείνειν τὰ τῶν πληρουμένων σώματα, βραχύτερον δἐργάζεσθαι τὸ μῆκος· ὅσον οὖν βραχύτερον γίγνεται, τοσοῦτον ἐπὶ τὴν ἀρχὴν ἀνασπᾶται. καὶ γὰρ οὖν καὶ τοὺς μῦς Ἐρασίστρατος ἐκ τοῦ πληροῦσθαι πνεύματος εἰς εὖρος ἐπιδιδόντας ἀφαιρεῖν φησι τοῦ μήκους, καὶ διὰ τοῦτἀνεσπάσθαι. πόθεν οὖν πλήρωσις γίγνεται τῶν τε φλεβῶν καὶ τῶν ἀρτημάτων; ἐκ τῆς ἐπισχέσεως δηλονότι τῶν καταμηνίων. ἀφικνεῖται γὰρ ἄχρι τῆς μήτρας, εἴσω δοὐκ εἰσέρχεται τὸ αἷμα, ποτὲ μὲν αὐτὸ παχύτερον κατὰ τὸ στόμα τῶν ἀγγείων γεγονὸς, ἔστι δὲ ὅτε μυσάντων ἐκείνων· ὥστε ἐν ταῖς φλεψὶ πληθῦνον ἐκείνας τε διατείνειν, διαβρέχειν τε τὰ πλησίον αὐτῶν ἀρτήματα· τῇ δὲ τούτων τάσει κατὰ τὸ συνεχὲς αἱ μῆτραι συνανασπῶνται. ἐὰν μὲν οὖν ἰσοῤῥόπως ἕλκωνται πανταχόθεν, ἀπαρέγκλιτος αὐτῶν μετάστασις γίγνεται· ἐὰν δὲ ἑτεροῤῥόπως, πρὸς τὸ μᾶλλον ἕλκον ἐκτείνονται. οὔκουν οὐχ ὡς ζῶον πλανώμενον ἄλλοτεἰς ἄλλον ἀφικνεῖται τόπον μήτρα ταῖς γυναιξὶν, ἀλλὑπὸ συντάσεως ἀνελκομένη. καὶ λέγων ἄν τις αὐτὸ μὲν τὸ σῶμα τῶν ὑστερῶν ἀπαθὲς εἶναι τηνικαῦτα, τὴν διαστροφὴν δὲ πάσχειν αὐτὰς ἑλκομένας ἄλλοτἀλλαχόσε, προσηκόντως ἐρεῖ. συμβαίνει γὰρ καὶ κατἄλλα μόρια τοῦ σώματος τοιαύτη φαντασία τῶν παθῶν, ὡς πολλάκις ἐξαπατᾶσθαι τοὺς ἰατροὺς, οἰομένους πεπονθέναι τὸ διεστραμμένον, καμφθῆναι μὴ δυνάμενον ἐκταθῆναι. καὶ τοῦτο διδάσκων Ἱπποκράτης ἐν τῷ περὶ ἄρθρων βιβλίῳ καὶ τῆς κατὰ τὰς μήτρας λεγομένης πλάνης ἐμνημόνευσεν ὧδέ πως γράψας· οἷς δἂν εἰς τοὐπίσω κεφαλὴ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δἐκπίπτει, οὗτοι ἐκταννύειν οὐ δύνανται τὸ σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν οὔτε τι κάρτα κατὰ τὴν ἰγνύην· ἀλλἥκιστα τῶν ἐκ παλαιῶν οὗτοι ἐκταννύουσι καὶ τὸ κατὰ βουβῶνα καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον. ἐν τούτῳ τῷ λόγῳ, καίτοι μηδέν τι πεπονθὸς τὸ κατὰ τὴν ἰγνύην ἄρθρον, ἐκ τῆς πρὸς τὸ κατὰ τὸν βουβῶνα κοινωνίας ἀδυνατεῖν ἐκτείνεσθαί φησιν. εἶθἑξῆς ἐπιφέρων ἐρεῖ· προσξυνιέναι μὴν καὶ τόδε χρὴ, εὔχρηστον γὰρ καὶ πολλοῦ λόγου ἄξιον καὶ τοὺς πλείστους λήθει, ὅτι οὐδὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκταννύειν τὸ ἄρθρον, ἢν μὴ συνεκταννύσωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον, πλὴν εἰ μὴ πάνυ ἄνω αἴρωσιν τὸν πόδα· οὕτως δἂν δύναιντο. οὐ τοίνυν οὐδὲ συγκάμπτειν δύνανται τὸ κατὰ τὴν ἰγνὺν ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον, εἰ μὴ συγκάμψωσιν καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον. ταῦτα προειπὼν ἐφεξῆς φησιν· πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα τοιαύτας ἀδελφίξιας ἔχει, καὶ κατὰ τὰς τῶν νεύρων ξυντάσιας, καὶ κατὰ μυῶν σχήματα, καὶ πλεῖστά τε καὶ πλείστου ἄξια γιγνώσκεσθαι, ὥς τις οἴεται, καὶ κατὰ τὴν τοῦ ἐντέρου φύσιν καὶ τὴν τῆς ξυμπάσης κοιλίης καὶ τὰς τῶν ὑστερῶν πλάνας τε καὶ ξυντάσιας. ἐν ταύταις ταῖς λέξεσι προὔθετο  μὲν εἰπεῖν Ἱπποκράτης περὶ τοῦ κατὰ τὴν ἰγνύαν ἄρθρου, μὴ δυναμένου κινεῖσθαι κατὰ φύσιν, οὐ τῷ πεπονθέναι τι πάθος ἴδιον, ἀλλὰ τῇ κοινωνίᾳ τῇ πρὸς τὸ κατ’. ἰσχίον· ἐμνημόνευσε δὲ καὶ τῶν κατὰ τὴν μήτραν συντάσεων, ὅταν αὕτη μὲν ὅσον ἐφἑαυτῇ μὴ μεθίστηται, τεινομένη δὑπό τινων ἑτέρων ἕπηται τοῖς ἐπισπωμένοις. αἱ μὲν οὗν διαστροφαὶ τῆς μήτρας κατὰ τὸν εἰρημένον τρόπον ἀκολουθοῦσι ταῖς τᾶν ἐμμήνων ἐπισχέσεσιν, οὐκ αὐταὶ τῶν περὶ τὸ σῶμα τοῦ ζώου συμπτωμάτων αἰτίαι γιγνόμεναι, κοινὴν δὲ αἰτίαν αὐτῶν κτώμεναι τὸ πλῆθος τῆς ἐπεσχημένης ἐμμήνου καθάρσεως· αἱ δἄνευ τῶν διαστροφῶν καὶ τῆς ἐπισχέσεως τῶν καταμηνίων ταῖς χηρευούσαις γιγνόμεναι βλάβαι διὰ τὴν ἐπίσχεσιν τοῦ σπέρματος συμβαίνουσι. παρὰ δὲ τὴν ποσότητά τε καὶ ποιότητα τοῦ τε καταμηνίου καὶ τοῦ σπέρματος ἄλλοτἄλλο συμπτώματος εἶδος αὐταῖς γίγνεται. ψύχειν μὲν γὰρ ὅλον τὸ σῶμα δυναμένου τοῦ λυποῦντος αἰτίου, καταψύχονται σφοδρῶς, ὡς μήτἀναπνεῖν αἰσθητῶς μήτε σφύζειν· παχέος δὄντος δριμέος, οἱ σπασμοὶ γίγνονται· δυσθυμίαι δὲ, ὅταν μελαγχολικώτερον· ὥσπέρ γε πάλιν λειποψυχίαι τε τῇ σφοδρότητι τῶν τάσεων ἕπονται καὶ ταῖς καταψύξεσι καὶ ταῖς τοῦ στομάχου κακώσεσιν. εὔδηλον δὅτι τὸ στόμα τῆς γαστρὸς ἐν τοῖς τοιούτοις λόγοις εἰώθαμεν ὀνομάζειν στόμαχον, ὥσπερ κᾀν ταῖς στομαχικαῖς συγκοπαῖς ἅπασι τοῖς ἰατροῖς ἔθος ἐστὶν οὕτω χρῆσθαι τῇ προσηγορίᾳ. ὅσα δὲ ταῖς ἐμμήνοις καθάρσεσιν ἐπεχομέναις ἀκολουθεῖ συμπτώματα, καὶ γὰρ καὶ περὶ τούτων ὑπεσχόμην εἰπεῖν τι, νῦν ἤδη δίειμι, τὴν ἀρχὴν ἀφὧν Ἱπποκράτης ἐν ἀφορισμοῖς ἔγραψεν ποιησάμενος, ὧν ἓν καὶ τόδε ἐστίν· ἢν γυνὴ μὴ κύουσα μηδὲ τετοκυῖα γάλα ἔχῃ, τὰ καταμήνια αὐτῆς ἐκλέλοιπεν. ἄνευ δὲ τοῦ γάλα κατὰ τοὺς τιτθοὺς φαίνεσθαι, τῶν καταμηνίων ἐπεσχημένων καὶ τάδε σημεῖα· βάρους μὲν αἴσθησις ἐν ὅλῳ τῷ σώματι, καὶ ἄση, καὶ ἀνορεξία, καὶ ἀνωμαλία φρικώδης· ἐὰν δὲ χωρὶς φρίκης ἀνωμαλία τις , καὶ ἄση, καί τινων ἀλλοκότων ἐπιθυμία, σκέψασθαι κέλευσον τὴν μαῖαν ἁψαμένην τοῦ τῆς μήτρας αὐχένος· εἰ γὰρ ἄνευ σκληρότητος μεμυκὼς , κυήσεως ταῦτἐστὶ σημεῖα. τινὲς δὲ αὐτῶν καὶ τὴν τροφὴν ἐμοῦσιν, ἐσθίουσί τε γῆν, ἄνθρακας ἐσβεσμένους, τινα τοιαῦτα. τὸ μέντοι μετὰ σκληρότητος μεμυκὸς στόμα τοῦ τῆς μήτρας αὐχένος πάθος εἶναί τι κατὰ τὴν μήτραν σημαίνει, καὶ χρὴ σκοπεῖσθαι τὴν μαιεύτριαν, ἐς τι μέρος παρέσπασταί τε καὶ ἀνέσπασται, κατἐκεῖνο γάρ ἐστιν πεπονθὼς τόπος τῆς ὑστέρας· ἐνίαις δὲ καὶ διασημαίνει τι κατἐκεῖνο τὸ μέρος ἄλγημα μετὰ βάρους, ἔρχεται δὲ καὶ εἰς ἰσχίον τὸ ἄλγημα, καὶ τὸ κατεὐθὺ σκέλος αὐτὸ χωλεύει κατὰ τὴν ὁδοιπορίαν. κᾂν πολλῷ χρόνῳ τὰ καταμήνια κρυφθῇ, καὶ μηδεμίαν κένωσιν ἰατρὸς τῇ γυναικὶ προσαγάγῃ, φαίνεταί τις ἐνίοτε κατὰ τὸν κενεῶνα παρὰ φύσιν ὄγκος, ἐνδεικνύμενος διὰ βάθους εἶναί τι φλεγμαῖνον· ἐνίαις δὲ καὶ φυματώδης ὄγκος ἐγείρεται κατὰ τὸ πέρας τοῦ κενεῶνος, οἷοι καὶ τοῖς ἀνδράσι γίγνονται κατὰ τὸ χωρίον τοῦτο, καί τινι διεπύησε καὶ τομῆς ἐδεήθη. κατὰ τοῦτο γοῦν τὸ μέρος καὶ κῶλον οἴδαμεν ἐκπυήσαντά τε καὶ τμηθέντα, ἐνίοτε μὲν ἀγνοούντων τέμνουσι τῶν ἀπειροτέρων ἰατρῶν, ἔστι δὅτε καὶ γιγνωσκόντων· καὶ πάντἰάθη τὰ οὕτως ἐκπυήσαντα κῶλα ῥᾳδίως, αἱ δὲ κατὰ τὴν μήτραν τομαὶ δυσχερέστερον εἰς σύμφυσιν ἔρχονται. τοιαῦτα μὲν οὖν ἕπεται συμπτώματα ταῖς τῶν καταμηνίων ἐπισχέσεσι, καὶ χωρὶς τούτων ἀλγήματα κατὀσφῦν καὶ τράχηλον καὶ βρέγμα καὶ τὰς τῶν ὀφθαλμῶν βάσεις, πυρετοί τε καυσώδεις καὶ οὖρα μελαινόμενα μετἐρυθροῦ τινος ἰχῶρος, ὥσπερ εἰ κρεῶν νεοσφαγῶν πλύμασι μίξαις ἀσβόλην· ἔνιαι δὲ καὶ δυσουροῦσι καὶ ἰσχουροῦσι. ὅτἂν οὖν τι τοιοῦτον ἴδῃς ἐπὶ γυναικῶν, ὑπόπτευε κατὰ τὰς μήτρας εἶναι τὴν οἷον ῥίζαν αὐτῶν. ἐὰν δὲ καὶ κατἄλλον τινὰ τόπον τοῦ σώματος ἔκκρισις αἵματος φλεγμονή τις , ἐρυσίπελας γένηται, πυνθάνεσθαι χρὴ περὶ τῆς ἐμμήνου καθάρσεως· οὐδὲν γὰρ τούτων γίγνεται ταῖς ἀμέμπτως καθαιρομέναις. ταῖς μὲν οὖν ἐπισχέσεσι τῆς ἐμμήνου καθάρσεως τοιαῦτα τοὐπίπαν ἐπιγίγνεται συμπτώματα· ταῖς δἀμέτροις κενώσεσιν ἄχροιαι καὶ ποδῶν οἰδήματα καὶ ὅλον ὕποιδον τὸ σῶμα, καὶ μοχθηρῶς πέττειν τὰ σιτία καὶ φαύλως ὀρέγεσθαι, καὶ πάνθὅσα διαἵματος ἄμετρον κένωσιν εἴωθεν ἕπεσθαι συμπτώματα, κᾂν ἐξ αἱμοῤῥοΐδος, τινος ἄλλης αἱμοῤῥαγίας κένωσις γένηται. καὶ χωρὶς δὲ τοῦ πεπονθέναι τὰς μήτρας καλούμενος ῥοῦς γυναικεῖος ἔστιν ὅτε συμβαίνει ταῖς γυναιξὶν, ὅλου τοῦ σώματος ἐκκαθαιρομένου τε καὶ κενουμένου διαὐτῆς, ὥσπερ ἐνίοτε καὶ διὰ νεφρῶν ἐκκενοῦται· καὶ γίγνεται τοῦτο μάλιστα ταῖς ἁπαλοσάρκοις τε καὶ φλεγματώδεσι, ἃς καὶ χωρὶς τοῦ ψαῦσαι τῆς μήτρας ἰασάμεθα διὰ τῶν τοῦ παντὸς σώματος βοηθημάτων. ἔστι δὲ τὸ κενούμενον ἐνίοτε μὲν ἐρυθρὸς ἰχὼρ, ἔστιν ὅτε δὑδατώδης ὕπωχρος· εἰ δαἷμα καθαρὸν ὡς ἐν φλεβοτομίᾳ φαίνοιτο, προσέχειν ἀκριβῶς, μή τις ἀνάβρωσις γέγονεν ἐν τῇ μήτρᾳ· συμβαίνει δὡς τὸ πολὺ κατὰ τὸν αὐχένα μᾶλλον ἀλλαχόθι τὰς ἀναβρώσεις αὐταῖς γίγνεσθαι. διαγιγνώσκονται δὲ τοῖς φερομένοις ἰχῶρσιν αἱ βυθιώτεραι, κατὰ δὲ τὸ στόμιον τοῦ αὐχένος οὐ τούτοις μόνον, ἀλλὰ καὶ διὰ τῆς ἁφῆς. ἐκκρίνεται δαἷμα καὶ τῶν κυουσῶν ἐνίαις, ἀναστομουμένων τῶν κατὰ τὸν αὐχένα φλεβῶν. εἰ δὲ κυούσης γυναικὸς ἐξαίφνης ἰσχνοὶ γενηθεῖεν οἱ τιτθοὶ, προσδόκα ταύτην ἐκτρώσειν· δίδυμα δὲ κυούσης ἕτερος τιτθὸς ἰσχνὸς γενόμενος ἐκτρωθήσεσθαι σημαίνει τὸ ἕτερον τῶν ἐμβρύων· καὶ τοὐπίπαν τὸ μὲν ἄῤῥεν δεξιὸς, τὸ δὲ θῆλυ ἕτερος, ἐπειδὴ τὰ μὲν ἄῤῥενα τοὐπίπαν ἐν τοῖς δεξιοῖς μέρεσι τῶν μητρῶν κυΐσκεται, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς, καὶ σπάνιόν ἐστι τὸ ἐναντίον, ὡς κᾀπὶ τῶν ἄλλων φαίνεται ζώων, οἷς φύσις ἐστὶ διδυμοτόκος· αἶγές τε γὰρ πολλαὶ καὶ πρόβατα τοιαῦτα καὶ τῶν ἄλλων τετραπόδων ζώων οὐκ ὀλίγα. εἰ δὲ κυΐσκοιτο μὲν ἑτοίμως γυνὴ, δίμηνον δὲ καὶ τρίμηνον τετράμηνον ἐκβάλλῃ τὸ κύημα, περὶ τὰς κοτυληδόνας αὐτῇ τῶν μητρῶν ὑγρότης φλεγματώδης ἀθροίζεται, διἣν τῶν γενομένων ἐν τῷ χωρίῳ φλεβῶν τε καὶ ἀρτηριῶν σύμφυσις τοῖς στόμασι τῶν καθηκόντων εἰς τὴν μήτραν ἀγγείων ἄτονός ἐστιν, ὡς μὴ φέρειν τὸ τοῦ κυουμένου βάρος, ἀλλἀποῤῥῄγνυσθαι ῥᾳδίως.
§6
§6 Ὥσπερ ὀλίγα τῶν διὰ ἕδρας ἐκκρινομένων σημεῖα τῶν πλησίων αὐτῆς ἐστι τόπων πεπονθότων, τὰ πλεῖστα δαὐτῶν τῶν ἐντέρων καὶ τῆς γαστρὸς καὶ τοῦ σπληνὸς καὶ τοῦ ἥπατος, οὐκ ὀλιγάκις δὲ καὶ τῶν ἐν ὅλῳ τῷ σώματί ἐστι χυμῶν γνωρίσματα, κατὰ τὸν αὐτὸν τρόπον ὀλίγα τῶν κατὰ τὸ αἰδοῖον ἐκκρινομένων ἴδιον αὐτοῦ πάθος ἐνδείκνυται, τὰ πολλὰ δὲ κύστεως καὶ νεφρῶν, ἥπατός τε καὶ σπληνὸς, καὶ πνεύμονος καὶ θώρακος, καὶ τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως τῶν χυμῶν ἐστι σημεῖα· διορίζεται δὲ τοῖς ἄλλοις, συνεδρεύειν εἴπομεν ἑκάστῳ μορίῳ πάσχοντι. τό γε μὴν αἰδοῖον αὐτὸ πεπονθέναι γνωρίσεις ἐκ τῶνδε. τῆς μὲν ἑλκώσεως αὐτοῦ γνώρισμα σαφὲς ὀδύνη καταὐτὸ γενομένη, μετὰ τοῦ κατὰ τὰς οὐρήσεις ἐκκρίνεσθαί τι τῶν συνεδρευόντων τῷ ἕλκει. καὶ διακρίνεταί γε ταῦτα τῶν ἐκ κύστεως φερομένων τῷ φθάνειν αὐτὰ κατὰ τὴν πρώτην ἔξοδον ἐπιφαίνεσθαι, τὰ δἐκ τῆς κύστεως ἀναμεμίχθαι τοῖς οὔροις· ἀλλὰ καὶ δάκνεται κατὰ τὰς οὐρήσεις συνεχῶς τὰ ἐν τοῖς αἰδοίοις ἕλκη, καὶ μᾶλλον ὅτἂν ἀπολυθείσης ἐφελκίδος, ῥύπου, καθαρὰ γένηται· πολὺ δὲ μᾶλλον αἵ τε φλεγμοναὶ καὶ τὰ τοιαῦτα χωρὶς σημείου διαγιγνώσκεται. περὶ δὲ γονοῤῥοίας τε καὶ πριαπισμοῦ διελθεῖν ἐπὶ πλέον ἄμεινον. μὲν οὖν γονόῤῥοια σπέρματος ἀπόκρισίς ἐστιν ἀκούσιος, ἔξεστι δὲ καὶ ἀπροαίρετον ὀνομάζειν, ὥσπερ καὶ σαφέστερον, ἀπόκρισιν σπέρματος συνεχῶς γιγνομένην, χωρὶς τῆς κατὰ τὸ αἰδοῖον ἐντάσεως. δὲ πριαπισμὸς αὔξησις εἰς μῆκός τε καὶ κύκλον ἐστὶν ὅλου τοῦ αἰδοίου, χωρὶς ἀφροδισίου προθυμίας, τινος θερμασίας ἐπικτήτου, καθάπερ ἐνίοις γίγνεται καὶ κοιμωμένοις ὑπτίως· οὕτω γὰρ αὐτὸν ὑπετυπώσαντό τινες· ἔνεστι καὶ συντομώτερον, αὔξησιν μόνιμον τοῦ αἰδοίου, ἐξοίδησιν μόνιμον. ὠνόμασται δὲ παρωνύμως ἀπὸ τοῦ Πριάπου δηλονότι· καὶ γὰρ ἐκεῖνον ὡς φύσει τοιοῦτον ἔχοντα τὸ αἰδοῖον οἱ ἄνθρωποι πλάττουσί τε καὶ γράφουσι. τὸ δὲ τῆς γονοῤῥοίας ὄνομα προφανῶς ἐστι σύνθετον ἔκ τε τῆς γονῆς. καὶ τοῦ ῥεῖν· ὀνομάζεται γὰρ τὸ σπέρμα καὶ γονὴ καὶ γόνος. ὥσπερ δὲ καὶ τἄλλα πάντα τὰ ἐκ τοῦ σώματος ἡμῶν ἐκκενούμενα κατὰ διττὸν τρόπον τοῦτο πάσχει, ποτὲ μὲν ἐκ τῶν περιεχόντων αὐτὰ σωμάτων ἐκκρινόμενα, ποτὲ δὲ αὐτομάτως ἐκρέοντα διἀῤῥωστίαν τῶν αὐτῶν σωμάτων οὐ κατεχόμενα, οὕτως καὶ τὸ σπέρμα. τῆς μὲν γὰρ φύσεως ἔργον ἐστὶν ἐπὶ τῶν τοιούτων ἁπάντων ὥσπερ τὸ ἐκκρίνειν ἐπὶ τοῖς προσήκουσι καιροῖς, οὕτω καὶ τὸ κατέχειν. ἀλλὰ τὸ μὲν ἐκκρίνειν γίγνεται, τοῦ μὲν πόρου τῆς ἐκροῆς ἀνοιγνυμένου, τοῦ δἄλλου κύτους περιστελλομένου τε καὶ ὠθοῦντος ἐπὶ τὸν ἀνεῳγότα πόρον ἅπαν τὸ περιεχόμενον ἐν τῇ κοιλότητι, τὸ δἴσχεσθαι, διαμένοντος μὲν ἐν τῷ κεκλεῖσθαι τοῦ πόρου, μηδεμιᾶς δὲ εἰς τὸ περιεχόμενον ἐκ τοῦ περιέχοντος ὤσεως γιγνομένης, ἀλλὰ τοὐναντίον ἅπαν, περιστολῆς τε καὶ κρατήσεως. οὕτως μὲν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων αἵ τε ἐκκρίσεις καὶ αἱ κατοχαὶ γίγνονται τῶν περιεχομένων ὑγρῶν ἐν τοῖς κοίλοις ὀργάνοις· ἐπὶ δὲ τῶν παρὰ φύσιν αἱ μὲν ἐποχαὶ διἀῤῥωστίαν τῆς ἐκκριτικῆς δυνάμεως, αἱ δὲ ἐκκρίσεις διὰ τὴν τῆς καθεκτικῆς ἀσθένειαν, τινα διάθεσιν ὁμοίως τῇ κατὰ φύσιν ἐκκριτικῇ κινοῦσαν τὰ μόρια, καθάπερ ἐπαὐτῶν τῶν σπερματικῶν ἐν ἐπιληψίαις τε συμβαίνει καὶ τοῖς ἄλλοις σπασμοῖς, ὁπόταν βιαίως γενηθῶσιν. ὁρῶμεν δὲ καὶ καθἕτερα μόρια τοὺς σπασμοὺς, οἷον χεῖρας πόδας δακτύλους, ἐνίοτε μὲν ἅμα τῷ παντὶ σώματι σπωμένῳ γιγνομένους, ἐνίοτε δὲ μόνων πασχόντων· οὐδὲν οὖν ἐστιν ἄλογον, ἐν τοῖς σπερματικοῖς ἀγγείοις ποτὲ μόνοις γίγνεσθαι τοιαύτην διάθεσιν, ὥσπέρ γε καὶ τὴν τῆς γονοῤῥοίας, ἀνάλογον οὔρων ἐκκρίσεσιν ἀκουσίοις, ὅταν κατέχουσα δύναμις αὐτὴ παραλυθεῖσα τύχῃ. γονόῤῥοια μὲν οὖν, τῶν σπερματικῶν ὀργάνων ἐστὶ πάθος, οὐ τῶν αἰδοίων, οἷς ὁδῷ χρῆται πρὸς ἔκρουν γονή· πριαπισμὸς δὲ σαφῶς τοῦ αἰδοίου φαίνεται σύμπτωμα, δυνατὸν δἐστὶ καὶ μηδὲν αὐτοῦ πεπονθότος ἴδιον ἐξαίρετον πάθημα, τῶν ἀρτηριῶν εἶναι μόνον, τοιαύτην ἰσχουσῶν διάθεσιν ἐνίοτε παρὰ φύσιν, ὁποία αὐταῖς συμβαίνει, ὅτε κατὰ φύσιν ἔντασις ἐγίγνετο τοῦ παντὸς αἰδοίου. ὅτι μὲν γὰρ ὑπὸ πνεύματος ἐξοιδίσκεται, πρόδηλόν ἐστι τεκμαιρομένοις τῷ τάχει τῆς ὀγκώσεώς τε καὶ συστολῆς· ὑγρὸν γὰρ οὐδὲν οὕτω ταχεῖαν ἐφἑκάτερα τὴν μεταβολὴν οἷόν τέ ἐστι ποιεῖσθαι. τούτου δοὕτως ἔχοντος, καὶ φαινομένων ἐν ταῖς ἀνατομαῖς ἀρτηριῶν μεγάλων εἰς μικρὸν μόριον τὸ αἰδοῖον ἐμβαλουσῶν, φαινομένης δὲ καὶ τῆς οὐσίας τοῦ αἰδοίου τοιαύτης, ὁποίαν  οὐδὲν ἄλλο μόριον ἔχει, σῶμα γάρ ἐστι νευρῶδες τὴν ἰδέαν, συριγγῶδες ὅλον, χωρὶς τῆς καλουμένης βαλάνου, τί ἂν ἄλλο τις ἐννοῆσαι δύναιτο παρὰ τὸ πληρούμενον ἀτμώδους πνεύματος ἐκ τῶν ἀρτηριῶν ἐπιῤῥέοντος τὸν ἐν ταῖς ἐντάσεσιν ὄγκον ἴσχειν, καὶ διὰ τοῦτο τὴν βάλανον ἶσον ἀεὶ τὸ μέγεθος ἔχειν, ὅτι τὸ συριγγῶδες αὐτῇ νεῦρον οὐκ ἐνυπάρχει; τίς οὖν αἰτία τοῦ κατὰ τὰς ἀφροδισίας ὁρμὰς ἐντείνεσθαι τὸ αἰδοῖον; τίς καὶ κοιμωμένοις, ὅταν ὕπτιοι κατακείμενοι θερμανθῶσι τὴν ὀσφῦν; εὑρεθείσης γὰρ αὐτῆς, ἐλπίς ἐστι καὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν εὑρήσειν ἡμᾶς. ὅτι μὲν γὰρ ἤτοι ἐκ τῶν ἀρτηριῶν, ἐκ τοῦ συριγγώδους νεύρου, τὴν ἀρχηγὸν αἰτίαν, καὶ συναμφοτέρου μεταβολήν τινα σχόντος ἐκ τῆς ἔμπροσθεν καταστάσεως, ἀναγκαῖόν ἐστι γίγνεσθαι τὴν πλήρωσιν, ἄντικρυς δῆλον· ἐξ ὁποτέρου δαὐτῶν μᾶλλον, εἰ καὶ ἐξ ἀμφοτέρων, ἐφεξῆς σκοπῶμεν, ἀρχὴν τῷ λόγῳ τήνδε θέμενοι. τὰ μόρια τοῦ σώματος διαπλάσασά τε καὶ τελειώσασα φύσις εἰργάσατο χωρὶς διδασκαλίας ἐπὶ τὴν οἰκείαν ἐνέργειαν ἔρχεσθαι· καὶ βάσανόν γε τούτου μεγίστην ἐποιησάμην ποτὲ θρέψας ἔριφον, ἄνευ τοῦ θεάσασθαί ποτε τὴν κυήσασαν. αἶγας γὰρ ἐγκύμονας ἀνατεμὼν ἕνεκα τῶν ἐζητημένων θεωρημάτων τοῖς ἀνατομικοῖς ἀνδράσι περὶ τῆς κατὰ τὸ κυούμενον οἰκονομίας, εὑρών ποτε γενναῖον τὸ ἔμβρυον, ἀπέλυσα μὲν τῆς μήτρας, ὥσπερ εἰώθαμεν· ἁρπάσας δὲ πρὶν θεάσασθαι τὴν κυήσασαν, εἰς οἶκον μέν τινα κομίσας κατέθηκα, πολλὰ μὲν ἔχοντα λεκάνια, τὸ μὲν οἴνου, τὸ δὲ ἐλαίου, τὸ δὲ μέλιτος, τὸ δὲ γάλακτος, ἄλλου τινὸς ὑγροῦ πλῆρες, οὐκ ὀλίγα δἄλλα τῶν δημητρίων καρπῶν, ὥσπέρ γε καὶ τῶν ἀκροδρύων· ἐθεασάμεθα δὲ τὸ ἔμβρυον ἐκεῖνο πρῶτον μὲν βαδίζον τοῖς ποσὶν, ὥσπερ ἀκηκοὸς ἕνεκα βαδίσεως ἔχειν τὰ σκέλη· δεύτερον δἀποσειόμενον τὴν ἐκ τῆς μήτρας ὑγρότητα· καὶ τρίτον ἐπὶ τούτῳ κνησάμενον ἑνὶ τῶν ποδῶν τὴν πλευράν· εἶτὀσμώμενον εἴδομεν αὐτὸ τῶν κειμένων κατὰ τὸν οἶκον ἑκάστου· ὡς δὲ πάντων ὠσμᾶτο, τοῦ γάλακτος ἀπεῤῥόφησεν, ἐν καὶ ἀνεκεκράγαμεν ἅπαντες, ἐναργῶς ὁρῶντες ὅπερ Ἱπποκράτης ἔφη· φύσιες ζώων ἀδίδακτοι. καὶ τοίνυν καὶ ἀνεθρέψαμεν ἐκεῖνο τὸ ἐρίφιον, εἴδομέν τε προσφερόμενον ὕστερον οὐ τὸ γάλα μόνον, ἀλλὰ καὶ ἄλλα τινὰ τῶν κειμένων. ὄντος δὲ τοῦ καιροῦ, καθὃν ἐξῃρέθη τῆς μητρὸς ἔριφος, ἐγγὺς τῆς ἠρινῆς ἰσημερίας, μετὰ δύο που μῆνας εἰσεκομισάμην αὐτῷ μαλακοὺς ἀκρέμονας θάμνων τε καὶ φυτῶν, ὧν πάλιν καὶ αὐτῶν ὀσμησάμενος ἁπάντων ἐνίων μὲν εὐθέως ἀπέστη, τινῶν δὲ ἠξίωσε γεύσασθαι, καὶ γευσάμενος ἐπὶ τὴν ἐδωδὴν ἐτράπετο τῶν καὶ ταῖς μεγάλαις αἰξὶ συνηθῶν ἐδεσμάτων. ἀλλὰ τοῦτο μὲν ἴσως μικρὸν, ἐκεῖνο δὲ μέγα· τὰ γὰρ φύλλα καὶ τοὺς μαλακοὺς ἀκρέμονας ἀποφαγὼν κατέπιεν, εἶτὀλίγον ὕστερον ἐπὶ τὸ μηρυκάζειν ἧκεν, πάλιν οἱ θεασάμενοι πάντες ἀνεβόησαν, ἐκπλαγέντες ἐπὶ ταῖς φυσικαῖς τῶν ζώων δυνάμεσι· μέγα μὲν γὰρ ἦν καὶ τὸ πεινῆσαν διά τε τοῦ στόματος καὶ τῶν ὀδόντων προσφέρεσθαι τὴν ἐδωδὴν, ἀλλὅτι τὸ καταποθὲν εἰς τὴν γαστέρα, πρῶτον μὲν ἀναφέρειν εἰς τὸ στόμα προσῆκεν, ἔπειτα λεαίνειν ἐν αὐτῷ μασσώμενον ἐν χρόνῳ πολλῷ, καὶ μετὰ ταῦτα καταπίνειν μηκέτι εἰς τὴν αὐτὴν κοιλίαν, ἀλλεἰς ἑτέραν, ἱκανῶς ἡμῖν ἐφαίνετο θαυμάσιον εἶναι. παρορῶσι δοἱ πολλοὶ τὰ τοιαῦτα τῆς φύσεως ἔργα, μόνα τὰ ξένα θεάματα θαυμάζοντες. ἐπεί τοι πῶς οὐ θαυμαστὸν τὸ τοὺς μὲν ἀνατομικωτάτους τῶν ἰατρῶν ζητεῖν, ὑπὸ τίνος μὲν μυὸς ἐκτείνεται τόδε τὸ ἄρθρον, οἷον φέρε τὸ κατἰσχίον, ὑπὸ τίνος δὲ κάμπτεται, τίνες δεἰσὶν οἱ ἐφἑκάτερα πρὸς τὸ πλάγιον ἀπάγοντες αὐτὸ, καὶ τίνες οἱ περιστρέφοντες ἑκατέρωσε· τὸ δἐρίφιον ἣν ἂν ἐθελήσῃ κίνησιν ἑκάστης διαρθρώσεως εὐθέως ἐργάζεσθαι, καθάπερ γε καὶ τοὺς ἀνθρώπους αὐτοὺς, καίτοι γἀγνοοῦντας ὑπὸ τίνος μυὸς ἑκάστη γίνεται κίνησις; ἐπὶ γοῦν τῆς κατὰ τὴν γλῶτταν κινήσεως, ἵνὡς ἐν παραδείγματι ταύτης μνημονεύσω, πῶς οὐκ ἄν τις θαυμάσειεν τοὺς μὲν ἀνατομικοὺς διαφωνοῦντας ἀλλήλοις εὑρὼν οὐ μόνον περὶ τὸν ἀριθμὸν τῶν μυῶν, ἀλλὰ καὶ περὶ τὰς ἐνεργείας αὐτῶν, τὴν δὲ φύσιν εὑρὼν τὰ παιδία δεδιδαχυῖαν, ὅπως μὲν μιμήσηται τήνδε τὴν φωνὴν, τινα τῶν ἄλλων, ὅπως δὲ τὴν γλῶτταν κινήσηται, καὶ διὰ τίνων μυῶν ἐργάσηται τὴν αὐτὴν φωνήν; οὕτω δὲ καὶ περὶ πάσης τῆς ἄλλων φωνῆς τε καὶ ἀναπνοῆς, καὶ συνελόντι φάναι τῶν προαιρετικῶν ἐνεργειῶν θαυμάσειεν ἄν τις τὸ τῶν ὀργάνων αὐτοδίδακτον. οὐ μικρᾶς οὖν οὐδὲ περὶ τούτων τῶν ἐνεργειῶν διαφωνίας γεγονυίας τοῖς ἀνατομικοῖς ἀνδράσιν, ὅπως τε γίγνονται καὶ διὧν τινων ὀργάνων, ὅμως ἀναπνεῖ καὶ φωνεῖ πάντα τὰ ζῶα μετὰ τὴν πρώτην γένεσιν εὐθέως. οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὰ γεννητικὰ μόρια τὰς ἐνεργείας ὧν χάριν ὑπὸ τῆς φύσεως ἐγίγνετο γιγνώσκειν εὐθέως ἐξ ἀρχῆς, ἐπεὶ κατὰ τί συλλαβοῦσα μὲν μήτρα τὸ σπέρμα μέμυκεν ἀκριβῶς ἄχρι τοῦ τελειωθῆναι τὸ ἔμβρυον, ἀνοίγνυσι δὲ ἐπὶ πλεῖστον, αὐτοῦ τελειωθέντος, ἀνοίξασά τε διαὐτὸ τοῦτο τὸ ἔμβρυον ἐκκρίνει; καταφρονεῖται δὲ καὶ ταῦτα τῷ συνεχεῖ τῆς θέας, καὶ παρορᾶται τοῖς πολλοῖς, ὡς τὸ μηδὲν εἰθικόσι θαυμάζειν, οὐ τὰ θαυμαστὰ κατἀλήθειαν, ἀλλὰ τὰ σπανίως αὐτοῖς ὁρώμενα. τί γὰρ ἂν εἴη τῇ φύσει θαυμασιώτερον τοῦ μησὶν μὲν ὅλοις ἐννέα μεμυκέναι τὸ τῆς μήτρας στόμιον οὕτως ἀκριβῶς, ὡς μηδὲ πυρῆνα μήλης παραδέχεσθαι, τελειωθέντος δὲ τοῦ κυϊσκομένου διάστασιν ἴσχειν τηλικαύτην, ὡς ὅλον τὸ ζῶον ἐξέρχεσθαι διαὐτοῦ; οὔκουν ἀπιστεῖ τις αὐτοδίδακτον εἶναι καὶ τὴν τῶν αἰδοίων δύναμιν, ὥστε τὸ συριγγῶδες ἐκεῖνο  σῶμα, τὸ νευρῶδες τὴν ἰδέαν, ὅτἂν ἐπὶ συνουσίαν ὁρμήσῃ τὸ ζῶον, εὐθέως διΐστασθαι, φυσικὴν ἔχον τὴν διαστέλλουσαν αὐτὸ δύναμιν, ὥσπερ καρδία τε καὶ ἀρτηρία, πλὴν ὅτι διὰ παντὸς ἐκεῖνα μὲν κινεῖται, διότι καὶ τῆς ἐνεργείας αὐτῶν ἀεὶ χρῄζομεν, οὐ διὰ παντὸς δὲ τὸ συριγγῶδες νεῦρον κινεῖται, ἀλλὅταν χρεία καλῇ· διαστελλομένου δὲ αὐτοῦ, τὸ ἐκ τῶν ἀρτηριῶν ἕπεται πνεῦμα, καθάπερ πνεύμων τῷ θώρακι, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ. δύναιτο δἄν τις ἴσως καὶ ταῖς ἀρτηρίαις ἀνατιθέναι τὴν δύναμιν τοῦ πληροῦντος πνεύματος τὸ συριγγῶδες νεῦρον, ὅτἂν ὁρμήσῃ τὸ ζῶον ἐπὶ συνουσίαν· ἄμεινον δὲ πολὺ τοῦ νεύρου φάναι τὴν ἐνέργειαν εἶναι ταύτην, οὐ τῶν ἀρτηριῶν, εἴ γε τὰς ἐνεργείας ἐκ τῆς τῶν μορίων οἰκείας οὐσίας, οὐκ ἐκ τῆς θέσεως εὔλογόν ἐστι γίγνεσθαι, καὶ τήν τε καρδίαν, εἰ καὶ κατἄλλο τι μέρος ἔκειτο, τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ἧπάρ τε καὶ σπλῆνα, καὶ τὰ ἄλλα πάντα. καὶ τὰς ἀρτηρίας οὖν ἐν ἅπαντι μορίῳ τοῦ σώματος εὔλογόν ἐστι τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ὥσπερ καὶ φαίνονται· καθἕνα γέ τοι καιρὸν αἱ καθὅλον τὸ ζῶον ἀρτηρίαι διαστέλλονται παραπλησίως ἀλλήλαις· ὥστοὐκ εἰκός ἐστι, τὰς εἰς τὸ αἰδοῖον ἐμφυομένας ἀρτηρίας ἄλλην τινὰ δύναμιν ἐπικτᾶσθαι παρὰ τὴν ἐν ὅλῳ τῷ σώματι προϋπάρχουσαν αὐταῖς, ἀλλεὐρύτερα ἔχειν τὰ στόματα τῶν ἄλλων ἀρτηριῶν εὔλογον, εἰς τάχος τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας παρεσκευασμένας, ἀεὶ γὰρ φύσις φαίνεται τὸ χρήσιμον ἑκάστῃ τῶν ἐνεργειῶν πανταχόθεν ἐκπληροῦσα, δύναμιν δὲ ἐνεργείας ἐξαίρετον οὐδεμίαν ἴσχειν ἑτέραν, ὅταν εἰς τὸ αἰδοῖον ἀφίκωνται· θερμανθείσης μέντοι τῆς ὀσφύος, εὔλογόν ἐστι θερμοτέρας τε γίγνεσθαι τὰς ἀρτηρίας ἀναστομοῦσθαί τε μᾶλλον, ὥστε καὶ κατὰ τοῦτο προχεῖν πνεύματος οὐκ ὀλίγην οὐσίαν εἰς τὸ συριγγῶδες νεῦρον, ὑφοὗ κατὀλίγον πληρούμενον ἐντείνεται τὸ αἰδοῖον, ὡς ἂν ὅλης τῆς οὐσίας αὐτοῦ κατὰ τὸ συριγγῶδες ὑπαρχούσης νεῦρον. τούτων ἡμῖν ἐγνωσμένων, ἐπὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν ἔλθωμεν. ὅτι μὲν γὰρ ἤτοι κατὰ τὰ στόματα τῶν ἀρτηριῶν εὐρυνόμενα γίγνεται τὸ πάθος, κατὰ τὸ συριγγῶδες νεῦρον ἀτμῶδες πνεῦμα γεννῆσαν, ἐκ τῶν προεγνωσμένων φαίνεται· πότερον δαὐτῶν μᾶλλον ἄν τις αἰτιάσαιτο, ζητητέον. ἐμοὶ δὴ δοκεῖ κατἀμφότερα μὲν γίγνεσθαι, πλεονάκις δὲ τοῖς τῶν ἀρτηριῶν στόμασιν εὐρυνομένοις ἕπεσθαι· ῥᾷον γὰρ εὐρυνθῆναι ταῦτα τοῦ πνεῦμα φυσῶδες ἐν τῷ συριγγώδει νεύρῳ γεννηθῆναι· καί μοι δοκῶ τὴν μὲν κατὰ τὸ νεῦρον διάθεσιν ἅπαξ ἑωρακέναι, τὴν δὲ τῶν ἀρτηριῶν πολλάκις· ἐτεκμηράμην δὲ τοῦτο τοῖς τε προηγησαμένοις συμπτώμασι καὶ τῷ τρόπῳ τῆς θεραπείας. μὲν γὰρ οἱ παλμοὶ τοῦ αἰδοίου συνεχεῖς προηγοῦντο, πνεῦμα φυσῶδες ἦν αἴτιον, καὶ πρὸς τοῦτο τὴν θεραπείαν ἅπασαν ἁρμοσάμενος ἰασάμην τὸν ἄνθρωπον· οἷς δὲ τὰ στόματα τῶν ἀρτηριῶν ηὐρύνθη, τοιοῦτον μὲν οὐδὲν προηγεῖτο σύμπτωμα, συμβεβήκει δὲ τῷ μέν τινι πολλῷ χρόνῳ παρὰ τὸ ἔθος ἀφροδισίων ἀπέχεσθαι, τῷ δὲ κακοχύμων ἐδεσμάτων καὶ δριμέων ἐδωδῇ κεχρῆσθαι, τῷ δέ τινι ζώνῃ καθὁδοιπορίαν δυοῖν μηνῶν, ἀήθει ζώνης ὄντι. τὴν οὖν ἀναστόμωσιν τῶν ἀρτηριῶν ἐτεκμηράμεθα τοῖς μὲν διὰ τὴν ἐκ τῆς κακοχυμίας δριμύτητα γεγονέναι, τοῖς δὲ διὰ πνεύματος φυσώδους γένεσιν ἀτάκτως τε καὶ βιαίως κινουμένου. καὶ γάρ τοι καὶ τὰ φάρμακα τὰ τῶν αἰδοίων ἐντατικὰ, τά τε πινόμενα καὶ τὰ κατὰ τοῦ περιναίου καὶ τῆς ὀσφύος ἐπιβαλλόμενα θερμὰ καὶ πνευματώδη πάντἐστί· ὥσπερ αὖ τὰ ἐναντία πάντα ἄφυσα καὶ ψύχοντα μᾶλλον θερμαίνοντα. προσέχειν δὲ χρὴ τῷ λόγῳ μὴ παρατρέχοντα· φάρμακα γὰρ εἶπον, οὐκ ἐδέσματα, διότι τῶν ἐδεσμάτων ἔνια μὲν γεννητικὰ πολλοῦ σπέρματος ὄντα, κατὰ τοῦτο καὶ τὰς εἰς τὴν λαγνείαν ὁρμὰς παροξύνει. ταῦτα μὲν οὖν μαρτυρεῖ τῷ λόγῳ, καθὃν ἀρτίως ἐλέγετο καὶ τοὺς τῶν ἀφροδισίων ἀποσχομένους ἐνίοτε τοῖς πριαπισμοῖς ἁλίσκεσθαι· συμβαίνει γὰρ τοῦτο τοῖς πολυσπέρμοις τε ἅμα καὶ παρὰ τὸ ἔθος ἀποσχομένοις, ὅτἄν μὴ διαπονῶσι πλήθει γυμνασίων τὴν περιουσίαν τοῦ αἵματος, καὶ μάλιστα ἐξ αὐτῶν ὅσοι τῆς μὲν τῶν ἀφροδισίων ἐννοίας οὐκ ἀπηλλάγησαν, ὥσπερ οἱ σωφρονικοί τε φύσει καὶ χρόνῳ πλέονι τὴν τοιαύτην ἐγκράτειαν ἀσκήσαντες, εἰς φαντασίαν δαὐτῶν ἀφικνούμενοι, διά τε θεαμάτων ἐξορμᾷν αὐτοὺς δυναμένων καὶ διἀναμνήσεως αὐτῶν· ἐναντιωτάτη γὰρ τούτων τῶν ἀνθρώπων διάθεσις ἐν τοῖς αἰδοίοις γίγνεται τῇ τῶν οὐδὅλως εἰς ἔννοιαν ἀφροδισίων ἐρχομένων. καί τινι φίλῳ προελομένῳ παρὰ τὸ πρόσθεν ἔθος ἀποσχέσθαι τελέως ἀφροδισίων εἰς ὄγκον ἐπεδίδω τὸ αἰδοῖον ἐμφυσώμενον, ὡς ἀναγκασθῆναι ἀνακοινώσασθαί μοι περὶ τοῦ συμπτώματος. ἔφη γὰρ θαυμάζειν, ὅπως τῶδε μὲν τῷ ἀθλητῇ ῥυσσὸν καὶ προσεσταλμένον ἐστὶ τὸ αἰδοῖον ἐκ τῆς εὐταξίας, ἑαυτῷ δἀφοὗ τοῦτἐνεστήσατο, τοὐναντίον συμβαίνει. τότε μὲν οὖν αὐτῷ συνεβούλευσα τὸ ἠθροισμένον ἐκκρῖναι σπέρμα, τοῦ λοιποῦ δὲ καὶ θεαμάτων καὶ διηγήσεως καὶ μνήμης ἐπεγείρειν δυναμένης εἰς ἀφροδίσια παντάπασιν εἴργειν ἑαυτόν. ὅσοι δεὐθὺς ἐξ ἀρχῆς ἀθλοῦντες φωνασκοῦντες ἄπειροι τῶν ἀφροδισίων διετέλεσαν, εἴρξαντες παντάπασιν ἑαυτοὺς ἁπάσης ἐννοίας τε καὶ φαντασίας τοιαύτης, ἰσχνὰ καὶ ῥυσσὰ τοῖς τῶν γερόντων ὁμοίως αὐτοῖς γίνεται τὰ αἰδοῖα. πρὸς γὰρ τοῖς ἄλλοις κᾀκεῖνο συμβαίνει τοῖς ἐν νέοτητι κατὰ τὸν πρῶτον χρόνον ἀφροδισίοις πολλοῖς χρησαμένοις, εὐρυνομένων τῶν ἐν τούτοις τοῖς τόποις ἀγγείων, εὔρουν τε γίγνεσθαι πρὸς αὐτὸ τὸ αἷμα καὶ τὴν ὀρεκτικὴν δύναμιν τῶν ἀφροδισίων αὐξάνεσθαι, κατὰ τὸν κοινὸν λόγον ἁπασῶν τῶν δυνάμεων, ὃν καὶ Πλάτων ἔγραψε, τὴν μὲν ἡσυχίαν ἐκλύειν λέγων, τὴν δἐν τοῖς οἰκείοις ἔργοις διατριβὴν αὐξάνειν τὴν ῥώμην. οὕτως μὲν οὖν καὶ οἱ τιτθοὶ ταῖς μὲν μηδέποτε κυησάσαις προσεσταλμένοι διαμένουσι, ταῖς δὲ μετὰ τὸ κυῆσαι θηλαζούσαις παιδία μέγιστοι γίγνονται, καὶ διαμένουσί γε γάλα παρέχοντες, ἄχρις ἂν θηλάζωσιν, παυομέναις δὲ τοῦ θηλάζειν τὰ παιδία καὶ τοῦ γάλακτος ἐν τοῖς τιτθοῖς γένεσις οὐ μετὰ πολὺ παύεται. ταῦτοὖν ἡμῖν ἅπαντα προδιεσκεμμένοις καὶ πρὸς τὴν θεραπείαν ἀφορμὰς παρέξει, διοριζομένοις τὰς αἰτίας, ὑφὧν ἑκάστῳ τῶν πασχόντων τὸ πάθος ἐγένετο· νῦν δοὔπω καιρὸς αὐτῶν, ἀλλἤδη τέλος ἐχούσης τῆς προκειμένης πραγματείας, καταπαύσω τὸν λόγον ἐνταῦθα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up