Galen De locis affectis
EN Lat Orig
Book 4
§1–3
§1 Ἐν μὲν τοῖς πρώτοις ὑπομνήμασι δύο τὴν καθόλου μέθοδον, χρώμεθα πρὸς τὰς τῶν πεπονθότων τόπων διαγνώσεις, αὐτάρκως ἐπεσκεψάμεθα σὺν πολλοῖς παραδείγμασιν ὡρισμένων μορίων. ἐπεὶ δὲ, ὡς εἴρηταί μοι καὶ δέδεικται πολλάκις ἤδη διἄλλων ὑπομνημάτων, ἀσκεῖσθαι χρὴ γυμναζόμενον ἐν τοῖς κατὰ μέρος, εἰ μέλλοι τις ἀσφαλῶς τε ἅμα καὶ ταχέως ἐπὶ τῶν ἔργων τῆς τέχνης ἕκαστα πράττειν, διὰ τῶν καθόλου μεθόδων ἐμάθετο, διὰ τοῦτο καὶ νῦν ἔδοξεν ἄμεινον εἶναι πάντων τῶν ἐν τῷ σώματι μορίων, ὅσα μὴ φαίνεται ταῖς αἰσθήσεσιν, λογικὰς διαγνώσεις εἰπεῖν, ὅτἂν ὁπωσοῦν πάσχωσιν, τὴν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς ποιησαμένους. περὶ μὲν οὖν τῆς γενομένης βλάβης τῇ τε μνήμῃ καὶ τῇ νοήσει καὶ ταῖς ἄλλαις ἐνεργείαις, ἃς ἡγεμονικὰς εἰώθαμεν ὀνομάζειν, ἐν τῷ τρίτῳ τῶνδε τῶν ὑπομνημάτων διῆλθον, ἅμα τῷ γεγυμνάσθαι κατὰ τὴν μέθοδον ἐν εἴδεσι παθῶν οὐκ ὀλίγοις. εἴρηται γὰρ ἐν αὐτῷ καὶ περὶ παραφροσύνης, τῆς τε ἐν τοῖς φρενιτικοῖς πάθεσιν καὶ τῆς ἄνευ πυρετῶν, ἣν μανίαν ὀνομάζουσιν· ὡσαύτως δὲ καὶ περὶ ληθάργου καὶ κάρου καὶ τῶν ἐπιληπτικῶν καὶ μελαγχολικῶν καὶ σκοτωματικῶν παθῶν, ὥσπέρ γε. καὶ περὶ κεφαλαίας καὶ ἡμικρανίας, ἀποπληξίας τε καὶ τῶν ὁμοίων αὐτοῖς.
§2 Ἐν δὲ τῷ νῦν ἐνεστῶτι τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας λόγος ἔστω μοι περὶ τῶν κατὰ τὸ πρόσωπον μορίων τῶν ἐν βάθει πεπονθότων, τὴν ἀρχὴν ἀπὸ τῶν ὀφθαλμῶν ποιησαμένῳ. τούτων γὰρ ἐνίοτε μὲν ἕτερος, ἐνίοτε δὲ ἀμφότεροι παραλύονται τῆς κινήσεως, αἰσθήσεως, ἀμφοτέρων· ἐνίοτε δὲ καὶ καταὐτὸν τὸν ἕνα ποτὲ μὲν τὸ βλέφαρον ἔπαθε μόνον, ἔστι δὅτε καὶ καταὐτὸν τὸν κυρίως ὀνομαζόμενον ὀφθαλμὸν γέγονεν εἰς αἴσθησιν, εἰς κίνησιν βλάβη. ὅτἂν μὲν οὖν μηδενὸς φαινομένου κακοῦ περὶ τὸν ὀφθαλμὸν ἀπολέσθαι τὴν ὀπτικὴν αἴσθησιν συμβῇ, τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον εἰς αὐτὸν ἔχει τὴν αἰτίαν, ἤτοι φλεγμαῖνον, σκιῤῥούμενον, ὁπωσοῦν ἄλλως ἐξ ἐπιῤῥοῆς ὑγρῶν βλαπτόμενον, ὁπωσοῦν ἄλλως ἐμφραττομένου πόρου τοῦ καταὐτόν. καὶ ταῦτα μὲν ὡς ὀργανικῷ μορίῳ συμβαίνειν ἀναγκαῖον αὐτῷ, τὰ δὡς ὁμοιομερεῖ κατὰ τὰς ὀκτὼ δυσκρασίας· ἔξωθεν δὲ τούτων, ὅταν ἤτοι μηδὅλως παντάπασιν ὀλίγον ἐπιπέμπηται τὸ αὐγοειδὲς πνεῦμα παρὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀρχῆς. τῆς κινήσεως δὲ ἀπολωλυίας μόνης ὁποτέρου τῶν ὀφθαλμῶν, τὸ κατὰ τὴν δευτέραν συζυγίαν νεῦρον ἀποφυόμενον τοῦ ἐγκεφάλου πεπονθέναι τι πάθος ἀναγκαῖόν ἐστιν ὧν διῆλθον ἀρτίως ἐπὶ θατέρου νεύρου τοῦ κατὰ τὴν πρώτην συζυγίαν ἐκφυομένου. ἐπεὶ δὲ, ὡς ἐμάθομεν ἐν ταῖς ἀνατομαῖς, ἓξ μέν εἰσιν οἱ τὸν ὀφθαλμὸν αὐτὸν κινοῦντες μύες, ἄλλοι δὲ περιλαμβάνουσι τὴν ῥῖζαν τοῦ καθήκοντος εἰς αὐτὸν πόρου, καλοῦσι γὰρ οὕτως οἱ ἀνατομικοὶ τὸ κατὰ τὴν πρώτην συζυγίαν νεῦρον, ὅτι μόνῳ σαφές ἐστιν ἐν αὐτῷ τὸ τρῆμα, συμβαίνει δὲ πολλάκις αὐτὸ μὲν τοῦτο μηδὲν πεπονθέναι, τῶν δὲ μυῶν τινα πάσχειν ἤτοι κατὰ τὴν οἰκείαν οὐσίαν ὁτιοῦν πάθος ὧν ἀρτίως εἶπον, τοῦ νεύρου τοῦ καθήκοντος εἰς αὐτὸν βλαβέντος. εἰς ἕκαστον γάρτοι τῶν μυῶν τούτων ἀφικνεῖταί τις μοῖρα τοῦ κατὰ τὴν δευτέραν συζυγίαν ἀποφυομένου νεύρου, καθάπερ γε καὶ εἰς τοὺς περιλαμβάνοντας τὸν πόρον μύας, εἴτε δύο χρὴ τούτους, εἴτε τρεῖς, εἴθἕνα λέγειν, οὐδὲν γὰρ διαφέρει πρός γε τὰ παρόντα, γιγνωσκόντων ἡμῶν ὅτι τοῖς μυσὶ τούτοις ἔργον ἐστὶν ἀνασπᾷν τε ἅμα καὶ στηρίζειν τὸν ὀφθαλμὸν, ὡς ἂν μὴ περιτρέποιτο κατὰ μηδένα τρόπον τῆς ὁδοιπορίας τὸ μαλακὸν νεῦρον, δὴ καὶ ὀπτικὸν ὀνομάζεται καὶ πόρος. ἓξ οὖν ὄντων τῶν κινούντων τὸν ὀφθαλμὸν μυῶν, εἰ μὲν ἀνασπῶν αὐτὸν πάθοι, κατεσπασμένος φαίνεται τηνικαῦτα σύμπας ὀφθαλμός· εἰ δὲ κατασπῶν, ἀνεσπασμένος· εἰ δὲ πρὸς τὸν μικρὸν κανθὸν ἀπάγων, ὡς πρὸς τὸν μείζονα παρεσπασμένος· εἰ δ πρὸς τοῦτον, ὡς τὸν ἕτερον· εἰ δὲ τῶν περιστρεφόντων μυῶν ὁποτεροσοῦν παραλυθείη, λοξὴν ἕξει τὴν διαστροφὴν σύμπας ὀφθαλμός. ὄντων δὲ, ὡς ἔφην, καὶ ἄλλων μυῶν, τῶν περιεχόντων τὸ μαλακὸν νεῦρον, εἰδέναι χρὴ τὴν παράλυσιν αὐτῶν, ὅλον τὸν ὀφθαλμὸν ἐργαζομένην προπετῆ· καὶ βλέπουσί γε τούτων οἱ πλείους ἀβλαβῶς, ἐπεκτεινομένου μὲν ἠρέμα τοῦ νεύρου τοῦ μαλακοῦ, πάσχοντος δὲ οὐδὲν, ὡς ἄν γε πάθῃ τι, χεῖρον ὁρῶσιν οἱ οὕτως παθόντες· εἰ δὲ καὶ μεῖζον αὐτῷ συμβαίη τὸ πάθημα, πρόδηλον ὡς οὐδὅλως ὄψονται. καὶ κατὰ διαστροφὰς δὲ τῶν ὀφθαλμῶν μὲν ἐφὁποτερονοῦν κανθὸν ἐκτροπὴ φυλάττει τὴν κατὰ φύσιν ἐνέργειαν τὴν ὀπτικήν· δἄνω καὶ κάτω, καθάπερ γε καὶ αἱ λοξαὶ, διπλᾶ φαίνεσθαι ποιοῦσιν πάντα τὰ ὁρώμενα. τῶν δὲ τὸ ἄνω βλέφαρον κινούντων μυῶν, ἀκίνητον γάρ ἐστιν τὸ κάτω, σμικροτάτων ὄντων, ὡς μόγις ἐπὶ μεγάλων ζώων φαίνεσθαι σαφῶς, εἰκότως τῶν νεύρων ἔμφυσις εἰς αὐτούς ἐστι δυσθεώρητος·  ἀλλὰ κᾀνταῦθα καθάπερ ἐπὶ τῶν προειρημένων μυῶν, οὕτως κᾀπὶ τούτων ἀναγκαῖόν ἐστι, πολλάκις μὲν αὐτοὺς τοὺς μῦς ἴδιόν τι πάθημα πάσχειν, ὁπόσα τὰ τῶν μυῶν ἴσμεν, ἐνίοτε δὲ τῶν ἐμφυομένων εἰς αὐτοὺς νεύρων τι πεπονθέναι. μὲν οὖν ἀνατείνων αὐτὸν παραλυθεὶς χαλαρὸν ἀποδείξει τὸ βλέφαρον, ὡς μὴ δύνασθαι διανοίγειν τὸν ὀφθαλμόν· οἱ κατασπῶντες δὲ, δύο γάρ εἰσιν αὐτοὶ, κλείειν ἀδυνατήσουσιν· εἰ δ ἕτερος αὐτῶν πάθοι μόνος, ἐπὶ τὸν ἀντικείμενον αὐτῶν μῦν παρασπασθήσεται τὸ βλέφαρον, ὡς δοκεῖν κεκλάσθαι κατὰ μέσην τὴν ἐπὶ τῷ πέρατι περιγραφὴν αὐτῶν, καὶ τὸ μὲν ἕτερον μέρος, κατὰ τὸν πεπονθότα μῦν ἐστι, ἀνεσπάσθαι, τὸ δἕτερον, κατὰ τὸν ἀπαθῆ, κατεσπάσθαι. ταῦτα μὲν οὖν ἴδια πάθη τῶν κατὰ τὸν ὀφθαλμόν ἐστι μορίων, ἀφανεῖς ἔχοντα τοὺς πάσχοντας τόπους, ἕτερα δἐξ ἄλλων ἐπαὐτὸν ὁρμᾶται κατὰ συμπάθειαν. τοῖς γοῦν τῶν ὑποχεομένων φαντάσμασιν ὅμοια φαίνεται, μηδεμιᾶς οὔσης ἰδιοπαθείας κατὰ τὸν ὀφθαλμὸν, ἀλλἐπὶ συμπαθείᾳ τῇ κατὰ τὸ στόμα τῆς κοιλίας, κατὰ τὸν ἐγκέφαλον. ἀλλὰ καὶ ταῦτα διορίζεσθαι χρὴ τῶν ἀπὸ τῆς γαστρὸς ἀρχομένων, πρῶτον μὲν τῷ τὸν ἕτερον ὀφθαλμὸν μόνον ἀμφοτέρους ὁμοίως φαντάζεσθαι· τοὐπίπαν γὰρ αἱ μὲν ἐπὶ τῇ κατὰ τὴν γαστέρα κακοχυμίᾳ γινόμεναι φαντασίαι τοῖς ὀφθαλμοῖς ἀμφοτέροις ὡσαύτως συμβαίνουσιν, αἱ δἐπὶ ταῖς ὑποχύσεσιν οὔτἄρχονται κατἀμφοτέρους, οὔθὁμοίως φαίνονται· δευτέρῳ δἐφεξῆς τῷ κατὰ τὸν χρόνον· εἰ γὰρ ἤτοι τριῶν τεττάρων μηνῶν καὶ πλειόνων ἤδη φαίνοιτο τὰ τῶν ὑποχεομένων συμπτώματα, σοὶ δὲ κατασκεψαμένῳ τὰς κόρας μηδὲν ἀχλυῶδες ἐμφαινόμενον εὑρίσκοιτο, διὰ τὸ στόμα τῆς κοιλίας αὐτοὺς πάσχοντας εὑρήσεις· οὔπω δὄντος ἀξιολόγου τοῦ χρόνου, πρῶτον μὲν ἐρωτήσεις εἰ διηνεκῶς ἐν ἁπάσαις ταῖς ἡμέραις ἀφἧς ἤρξατο πάσχειν οὕτω διατελεῖ φαινόμενα, μηδεμιᾶς ἡμέρας ἐν τῷ μεταξὺ γενομένης ἀμέμπτου τελέως, παρενέπεσόν τινες ἀμέμπτως ὑγιεῖς, ὡς δοκεῖν ἀκριβῶς ὑγιεῖς εἶναι· τὸ μὲν γὰρ διηνεκὲς ὡς ἔνδειξιν ὑποχύσεως ἔχει, τὸ δὲ διαλεῖπον ὑποψίαν τῶν κατὰ τὴν γαστέρα, καὶ μᾶλλον ὅτἃν ἐπὶ ταῖς ἀκριβέσιν εὐπεψίαις μηδὲν ἑαυτῷ λέγῃ φαίνεσθαι φάντασμα, πολὺ δὲ μᾶλλον ὅταν ἅμα τῇ γενέσει τῶν φαντασμάτων αἰσθάνηταί τινος ἐν τῷ στόματι τῆς κοιλίας δήξεως, ἔτι δὲ μᾶλλον ὅταν ἐπὶ τοῖσδε, τῶν δακνόντων ἐμεθέντων, παύηται τὰ συμπτώματα. ταῦτα μὲν οὖν εὐθέως κατὰ τὴν πρώτην ἡμέραν, ἐν ᾗπερ ἂν ἴδῃς τὸν ἄνθρωπον, ἐξ ἀνακρίσεως ὑπάρξει σοι μαθεῖν, ὅτἂν, ὡς ἔφην, ἀκριβῶς κατὰ φύσιν ἔχωσιν οἱ ὀφθαλμοί· τῆς δὲ θατέρου κόρης ἀχλυωδεστέρας, θολωδεστέρας, συνελόντι φάναι, μὴ καθαρᾶς ἀκριβῶς φαινομένης, ὑποχύσεώς ἐστιν ἀρχή· ἐὰν δἔνιοι φύσει τὰς κόρας μὴ πάνυ τι καθαρὰς ἔχωσιν, ἐπισκεπτέον ἐστὶν, εἰ ἀμφότεραι παραπλησίως φαίνονται διακείμεναι, καὶ εἰ πρὸς τούτῳ μηδέπω χρόνος ἱκανὸς ἐπὶ τοῖς τῆς ὑποχύσεως συμπτώμασιν προγεγονὼς ὑπάρχει· κᾂν ταῦθοὕτως ἔχῃ, κέλευσον ἀρκεσθῆναι τροφῇ τῆς συνήθους ἐλάττονι, μηδὲν ἐχούσῃ κακόχυμον. εἶτα κατὰ τὴν ὑστεραίαν εὐπεπτηκότος ἀκριβῶς αὐτοῦ, πυθοῦ περὶ τῶν κατὰ τὴν ὄψιν φαντασμάτων· εἰ μὲν γὰρ ἤτοι μηδὅλως ἀμυδρῶς φαίνοιτο, στομαχικὸν ἦν τὸ σύμπτωμα· μενόντων δὁμοίων αὐτῶν, οὐ κατὰ συμπάθειαν, ἀλλὰ κατὰ διάθεσιν οἰκείαν εἰδέναι χρὴ ταῦτα συμπίπτοντα τοῖς ὀφθαλμοῖς, ἔτι δὲ μᾶλλον, ἐὰν τοῦ διἀλόης φαρμάκου λαβὼν, ὁμοίως ἔχῃ· λέγω δὲ διὰ τῆς ἀλόης, προσαγορεύουσιν ἔνιοι μὲν ἱερὰν πικρὰν, ἔνιοι δὲ ἁπλῶς πικράν. εἰ γὰρ στομαχικὸν εἴη τὸ σύμπτωμα, θεραπευθήσεται ῥᾷστα διὰ τῆς τοῦ φαρμάκου τούτου πόσεως, ἅμα ταῖς εὐπεψίαις, ὡς συνελθεῖν εἰς ταὐτὸν ἀμφότερα, τήν τε διάγνωσιν τοῦ πεπονθότος τόπου καὶ τὴν θεραπείαν αὐτοῦ. ἐγὼ δὲ, ὡς ἴστε, καὶ χωρὶς τοῦ θεάσασθαι τοὺς οὕτω πάσχοντας ἐθεράπευσα διὰ γραμμάτων ἐνίους ἐν ἄλλοις ὄντας ἔθνεσιν· καὶ γὰρ ἐκ τῆς Ἰβηρίας καὶ τῆς Κελτικῆς καὶ Ἀσίας καὶ Θρᾴκης καὶ ἄλλων χωρίων ἐπιστειλάντων μοί τινων, εἴ τι πρὸς ἀρχὰς ὑποχύσεως, μήπω μηδεμιᾶς ἐναργῶς φαινομένης βλάβης ἐν τῇ κόρῃ, φάρμακον ἔχοιμι δόκιμον, ἀποστέλλειν αὐτοῖς, ἠξίωσα δηλωθῆναί μοι πρότερον, εἰ ἐκ τοῦ πολλοῦ χρόνου πάσχουσι, καὶ τἄλλα περὶ ὧν ὀλίγον ἔμπροσθεν εἶπον· εἶτα τοῖς ἐπιστείλασιν, ἓξ μῆνας ἐνιαυτὸν ἀπὸ τῆς ἀρχῆς γεγονέναι φασκόντων, ἀμφοτέρων ὁμοίως τῶν ὀφθαλμῶν ἐπὶ μὲν ταῖς εὐπεψίαις ἄμεινον ἐχόντων, παροξυνομένων δὲ ἐπὶ ταῖς ἀπεψίαις καὶ ταῖς τοῦ στομάχου δήξεσιν, ἐμεσάντων τε χολῆς καὶ καθισταμένων, οὐδὲν ἔτι περὶ τῆς κόρης ἀξιώσας πυθέσθαι, βεβαίως ἔγνων ὡς οὐκ ἰδιοπάθειαν ἀλλὰ συμπάθειαν εἶναι τῶν ὀφθαλμῶν ἐπὶ τῇ γαστρί· καὶ πέμψας αὐτοῖς τὴν πικρὰν, ἐκείνους μὲν πρῶτον καὶ μάλιστα, διὰ ἐκείνων δὲ καὶ ἄλλους πολλοὺς τῶν ὁμοεθνῶν αὐτοῖς ἰασάμην· ὄντες γὰρ αὐτοὶ πάντες οἷς ἔπεμψα πεπαιδευμένοι, μαθόντες δἐξ ὧν αὐτοῖς ἐπέστειλα τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, αὐτοί τε τοῦ λοιποῦ ῥᾳδίως ἐγνώριζον αὐτοὺς, ἐθεράπευόν τε τῷ πικρῷ φαρμάκῳ. παραπλήσια δὲ τοῖς τῶν ὑποχεομένων συμπτώματα γίνεται πολλάκις ἐγκεφάλου πάσχοντος ἔν τισι φρενιτίδων εἴτε εἴδεσιν εἴτε διαφοραῖς ἐθέλοις ὀνομάζειν. εἰσὶν μὲν γὰρ αὐτῆς ἁπλαῖ μὲν δύο, σύνθετος δὲ ἐξ ἀμφοῖν τρίτη. τινὲς μὲν γὰρ τῶν φρενιτικῶν, οὐδὲν ὅλως σφαλλόμενοι περὶ τὰς αἰσθητικὰς διαγνώσεις τῶν ὁρατῶν, οὐ κατὰ φύσιν ἔχουσι ταῖς διανοητικαῖς κρίσεσιν· ἔνιοι δἔμπαλιν ἐν μὲν ταῖς διανοήσεσιν οὐδὲν σφάλλονται, παρατυπωτικῶς δὲ κινοῦνται κατὰ τὰς αἰσθήσεις, ἄλλοις δέ τισιν κατ’  ἄμφω βεβλάφθαι συμβέβηκεν. δὲ τρόπος ἑκατέρας τῆς βλάβης τοιόσδἐστίν. καταλειφθείς τις ἐπὶ τῆς οἰκίας ἐν Ῥώμῃ μεθἑνὸς ἐριουργοῦ παιδὸς, ἀναστὰς ἀπὸ τῆς κλίνης ἧκεν ἐπὶ τῆς θυρίδος, διἧς οἷόν τἦν ὁρᾶσθαί τε αὐτὸν καὶ ὁρᾷν τοὺς παριόντας. εἶτα τῶν ὑαλίνων σκευῶν ἕκαστον ἐπιδεικνὺς αὐτοῖς, εἰ κελεύοιεν αὐτὸ βάλλειν, ἐπυνθάνετο. τῶν δὲ μετὰ γέλωτος ἀξιούντων τε βαλεῖν καὶ κροτούντων ταῖς χερσὶν, μὲν ἔβαλεν ἐφεξῆς ἅπαντα προχειριζόμενος, οἱ δὲ γελῶντες ἐκεκράγεισαν. ὕστερον δέ ποτε πυθόμενος αὐτῶν, εἰ καὶ τὸν ἐριουργὸν κελεύοιεν βληθῆναι, κελευσάντων αὐτῶν, μὲν ἔβαλεν, οἱ δὲ ἐπεὶ καταφερόμενον ἐξ ὕψους ἐθεάσαντο, γελῶντες μὲν ἐπαύσαντο, πεσόντα δὲ προσδραμόντες ἀνείλοντο συντριβέντα. τὸ δἐναντίον οὐ μόνον ἐπἄλλων, ἀλλὰ καὶ ἐμαυτῷ συμβὰν οἶδα μειρακίῳ τὴν ἡλικίαν ὄντι. πυρέττων γὰρ ἐν θέρει πυρετῷ διακαεῖ, τῆς τε κλίνης ἐξέχειν τινα κάρφη, κατὰ τὴν χρόαν ὀρφνώδη, καὶ τῶν ἱματίων ὁμοίας κροκύδας ἐνόμιζον· εἶτἀφαιρεῖν μὲν αὐτὰς ἐπεχείρουν, οὐδενὸς δὲ ὑπὸ τῶν δακτύλων ἀναφερομένου, συνεχέστερόν τε καὶ σφοδρότερον ἐπεχείρουν οὕτω πράττων. ἑταίρων δὲ δυοῖν παρόντων ἀκούσας ἀλλήλοιν λεγόντων, ὡς οὗτος ἤδη κροκυδίζει τε καὶ καρφολογεῖ, συνῆκα μὲν ὡς αὐτὸ τοῦτο πεπόνθοιμι τὸ λεγόμενον ὑπαὐτῶν, ἀκριβῶς δὲ παρακολουθῶν ἐμαυτῷ μὴ παραπαίοντι κατὰ τὴν λογιστικὴν δύναμιν, ὀρθῶς, ἔφην, λέγετε, καὶ βοηθεῖτέ μοι, μὴ φρενιτίσω. τραπομένων δαὐτῶν ἐπὶ τὰς προσηκούσας ἐπιβροχὰς τῆς κεφαλῆς, διὅλης τῆς ἡμέρας καὶ νυκτὸς ἐνύπνια μέν μοι ταραχώδη τινὰ συνέπεσεν ἄχρι τοῦ βοῆσαί τε καὶ ἀναπηδῆσαι πρὸς ταῦτα, κατέστη δὲ τὰ συμπτώματα πάντα κατὰ τὴν ἑξῆς ἡμέραν. εὔδηλον οὖν ὅτι τῶν συμπτωμάτων γένεσις ἐπὶ μὲν αἰτίᾳ μιᾷ καὶ τῇ αὐτῇ κατεἶδος, οὐκ ἐκ τοῦ αὐτοῦ δὲ πρωτοπαθοῦντος ὁρμᾶται τόπου, τοῖς ἐπἐγκεφάλῳ τε καὶ γαστρὶ κατὰ συμπάθειαν, ὡς εἴρηται, πάσχουσιν· ὅτἂν γὰρ ἀθροισθῇ τις ἐν ἐγκεφάλῳ χολώδης χυμὸς ἅμα πυρετῷ διακαεῖ, παραπλήσιόν τι πάσχει τοῖς ὑπὸ πυρὸς ὀπτωμένοις, καὶ κατὰ τοῦτο λιγνύν τινα γεννᾷν πέφυκεν, ὥσπερ κᾀν τοῖς λύχνοις τοὔλαιον· ἥτις λιγνὺς συνδιεκπίπτουσα τοῖς ἐπὶ τὸν ὀφθαλμὸν ἀφικνουμένοις ἀγγείοις, αἰτία γίνεται τῶν φαντασμάτων αὐτοῖς· ἐθεάσασθε γὰρ ἐν ταῖς ἀνατομαῖς ἅμα τοῖς νεύροις ἐπὶ τὸν ὀφθαλμὸν ἀρτηρίας τε καὶ φλέβας συνδιεκπιπτούσας ἀπὸ τῶν τὴν χοροειδῆ μήνιγγα διαπλεκουσῶν. ἀλλὰ καὶ οὗτος λόγος ἐνταυθοῖ τελευτάτω, διωρισμένος ἱκανῶς· ἐφεξῆς δὲ περὶ τῶν ἄλλων ἐν ὀφθαλμοῖς μερῶν εἴπωμεν, ἕνα μὲν κοινὸν λόγον, ὡς τὰ φαινόμενα σαφῶς ἡμῖν μόρια μὴ φυλάττοντα τὴν φυσικὴν κατάστασιν, οὐ πρόκειται νῦν διαγιγνώσκειν, ἀλλἐφὧν ἀφανὲς αἰσθήσει τὸ πεπονθός ἐστιν μόριον· ὡς ἐφὧν γε φαίνεται σαφῶς ἤτοι διεῤῥωγός τι τῆς κόρης, παρεσπασμένον, παρὰ φύσιν ηὐξημένον μεμειωμένον, αὐτὸ μὲν τὸ πεπονθὸς οὐδεμιᾶς δεῖται σοφίας εἰς διάγνωσιν, ἥτις δέ ἐστιν ποιοῦσα διάθεσις αὐτὸ, τῆς ἰατρικῆς τέχνης ἔργον ἐπίστασθαι, καὶ γέγραπται περὶ αὐτῶν ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὥστοὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε περὶ τῶν ἐν ὀφθαλμοῖς πεπονθότων μορίων τῶν αἰσθητῶν, ὥσπερ οὐδὲ περὶ τῶν ἐν αὐτοῖς παθῶν. τὰ μὲν γὰρ ὀνόματα τῶν παθῶν ἐν ἑνὶ μικρῷ βιβλίῳ γέγραπται, τὴν ἐπιγραφὴν ἔχοντι, τῶν ἐν ὀφθαλμοῖς παθῶν διάγνωσις· αἱ δαἰτίαι, καθάπερ ἔφην, ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴρηνται.
§3 Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὴν γλῶτταν. ἑώραται δἡμῖν ἐπαὐτῆς ἐνίοτε μὲν κίνησις, ἐνίοτε δὲ τῆς γεύσεως αἴσθησις βεβλαμμένη, καί ποτε μὲν σὺν αὐτῇ καὶ τῆς ἁφῆς. οὐκ ἔστι δἄλλα μὲν ἁφῆς, ἄλλα δὲ γεύσεως νεῦρα, καθάπερ τὰ τῆς κινήσεως· τὰ γὰρ ἀπὸ τῆς τρίτης συζυγίας οὐ μόνον τῶν ἁπτῶν, ἀλλὰ καὶ τῶν γευστῶν ἐστι διαγνωσικά. πλεονάκις δὲ βλάπτεται τῶν γευστῶν αἴσθησις ἤπερ τῶν ἁπτῶν, καίτοι τῶν αὐτῶν οὖσα νεύρων, ὡς ἂν ἀκριβεστέρας δεομένη διαγνώσεως. παχυμερέστατον μὲν γὰρ τὸ τῆς ἁφῆς αἰσθητήριον, ὥσπερ τὸ τῆς ὄψεως λεπτομερέστατον· δεύτερον δὲ μετὰ τὴν ὄψιν ἐν λεπτομερείᾳ μὲν τὸ τῆς ἀκοῆς, ἐν παχυμερείᾳ δὲ μετὰ τὴν ἁφὴν τὸ τῆς γεύσεως, ὥσπερ ἐν μέσῳ τῶν τεττάρων τὸ τῆς ὀσφρήσεως. δὲ κίνησις τῆς γλώττης παρὰ τῆς ἑβδόμης ἐστὶ συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ἐγγὺς τῆς κατὰ τὸν νωτιαῖον ἀρχῆς οὖσα. ὅταν μὲν οὖν ἀμφότερα τὰ μέρη τοῦ ἐγκεφάλου, τό τε δεξιὸν καὶ τὸ ἀριστερὸν, κατὰ τοῦτο τὸ χωρίον πεπονθότα, τοὺς ἀποπληκτικοὺς ἐπιφέρει κινδύνους· ὅτἂν δὲ θάτερον μόνον, εἰς παραπληγίαν τελευτᾷ, ποτὲ μὲν τῇ τῆς γλώττης κινήσει μόνῃ λυμαινομένην κατὰ τὸ ἥμισυ μέρος, ἔστι δὅτε καὶ τοῖς κάτω τῆς κεφαλῆς μορίοις ἄλλοτἄλλοις ἐγκατασκήπτουσαν, ποτὲ δὲ καὶ παντὶ θατέρῳ μέρει τοῦ σώματος ἄχρι ποδῶν ἄκρων. δοὖν γλῶττα πολλάκις ἑώραται βλαπτομένη τὴν εἰρημένην βλάβην μόνη τῶν κατὰ τὸ πρόσωπον μερῶν, μήτε τῆς ἁπτικῆς αἰσθήσεως ἐν αὐτῇ μήτε τῆς γευστικῆς βεβλαμμένων. καὶ αἰτία πρόδηλος ὑμῖν ἐστιν ἑωρακόσιν τὰς ἐξ ἐγκεφάλου τῶν νεύρων ἀποφύσεις εἰς μὲν τὸ πρόσωπον ἀπὸ τοῦ προσθίου μέρους αὐτοῦ γινομένας, εἰς δὲ τὰ κάτω μέρη τοῦ προσώπου πάντα τὰ καθὅλον τὸ ζῶον ἀπὸ θατέρου μέρους τοῦ ὄπισθεν, ἐξ οὗ μέρους ἐστὶ καὶ συζυγία τῶν ἐπὶ τοὺς τῆς γλώττης μῦς ἀφικνουμένων νεύρων, ὑφὧν αἱ κατὰ προαίρεσιν αὐτῆς γίνονται κινήσεις. ὥστε πάλιν εἰκότως, ὅτἂν τὸ πρόσθιον ἐγκεφάλου πάθῃ μέρος μόνον, μὲν τῆς γλώττης  κίνησις ἀβλαβὴς διασώζεται μόνη, τὰ δἄλλα πάντα τὰ κατὰ τὸ πρόσωπον μόρια τὰς αἰσθητικὰς καὶ προαιρετικὰς κινήσεις ἀπόλλυσι, κατὰ θάτερον δηλονότι μέρος, ἤτοι τὸ δεξιὸν τὸ ἀριστερόν. ἐὰν γὰρ ὅλον ποτὲ πάθῃ τὸ πρόσθιον ἐγκεφάλου, συμπάσχειν μὲν ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὴν ὑψηλοτάτην αὐτοῦ κοιλίαν, βλάπτεσθαι δὲ καὶ τὰς διανοητικὰς αὐτῶν ἐνεργείας. καὶ κεῖται ἀναίσθητος μὲν καὶ ἀκίνητος οὕτως παθὼν, οὐδὲν δεἰς τὴν ἀναπνοὴν βλάπτεται, καὶ καλεῖται τὸ πάθος τοῦτο κάρος, ὡς τό γε καὶ τὴν ἀναπνοὴν βλάπτον οὕτως ἰσχυρῶς, ὡς μετὰ πολλῆς βίας ἀναπνεῖν μόγις ὁμοίως τοῖς ῥέγχουσιν ἐν ὕπνοις βαθέσιν ἀποπληξία προσαγορεύεται. καὶ τοίνυν καὶ διαδέχεται τὴν μὲν τῆς ἀποπληξίας λύσιν καλουμένη παραπληγία πάνυ πολλάκις, ἐπὶ δὲ τοῖς κάροις παυομένοις ὑγεία τοὐπίπαν πολλάκις ἀκολουθεῖν εἴωθεν. γίνεται δὲ κάρος ἐπί τε τοῖς τῶν κροταφιτῶν μυῶν πάθεσιν, ὡς ἱπποκράτης ἐδήλωσεν, κᾀν τοῖς ὀξέσι νοσήμασιν, ὡς καὶ τοῦτἔγραψεν αὐτὸς Ἱπποκράτης· ἐν τῷ μέσῳ δέ πως ἀμφοῖν ἐστι, τοῦ τε κάρου καὶ τῆς ἀποπληξίας, ἐπιληψία, σπασμοὺς μὲν ἐπιφέρουσα παντὸς τοῦ σώματος, οὐ μὴν εἰς παραπληγίαν τελευτῶσα. ψυχρὸς μὲν οὖν καὶ παχὺς πάντως γε γλίσχρος χυμός ἐστιν αἴτιος τῶν τριῶν τούτων νοσημάτων. ἀλλἐν μὲν τοῖς κάροις τε καὶ ταῖς ἐπιληψίαις αἱ κοιλίαι μὲν μᾶλλον, ἧττον δὲ αὐτὸ τὸ σῶμα τοῦ ἐγκεφάλου πάσχειν εἴωθεν, ἐν δὲ ταῖς ἀποπληξίαις μᾶλλον τὸ σῶμα· καὶ κατὰ μὲν τοὺς κάρους τὰ πρόσω μᾶλλον, ἐν δὲ ταῖς ἀποπληξίαις τε καὶ ἐπιληψίαις ἀμφότερα· κατὰ δὲ τὰς καταλήψεις τε καὶ κατοχὰς ὀνομαζομένας τὰ ὀπίσω πάσχει μᾶλλον. ὅτἂν δὲ ἀνατιτραμένου τινὸς ὀστοῦ μέση κοιλία θλιφθῇ, κάρος καταλαμβάνει τὸν ἄνθρωπον ἄνευ τοῦ σπᾶσθαί τε καὶ δυσχερῶς ἀναπνεῖν, ὧν τὸ μὲν ἐπιληψίας, τὸ δὲ τῆς ἀποπληξίας ἐστὶν ἴδιον, ὥσπέρ γε καὶ κάρου καὶ καταλήψεως κατὰ φύσιν ἀναπνοὴ σωζομένη. ἀλλ μὲν κάρος κεκλεισμένων γίγνεται τῶν βλεφάρων, κατάληψις δὲ ἀνεῳγότων. ὥσπερ δὲ ἐν ταῖς ἀνατρήσεσιν, ὅτἂν ἀμελῶς τις πιέζων τῷ μηνιγγοφύλακι τὴν μήνιγγα θλίψῃ περαιτέρω τοῦ προσήκοντος, κάρος γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον, ὅτἂν ὀστοῦν συντριβὲν σφοδρῶς τοῦ κρανίου θλίβῃ τὰς κοιλίας αὐτοῦ, καὶ μάλιστα τὴν μέσην, κάρος συμπίπτει· ἕπεται δὲ καὶ σφοδραῖς ὀδύναις τὸ πάθος τοῦτο, καταπίπτοντος ἐν αὐταῖς τοῦ κατὰ τὸ ψυχικὸν πνεῦμα τόνου· καλῶ δὲ οὕτως, ὡς ἴστε, τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πρῶτον ὄργανον ὑπάρχον τῇ ψυχῇ πρὸς τὸ διαπέμπειν εἰς ἅπαντα τὰ μέρη τοῦ σώματος αἴσθησίν τε καὶ κίνησιν. τὰ μὲν οὖν κατὰ τὸν ἐγκέφαλον, οἰκειότητί τε τοῦ προκειμένου λόγου καὶ διότι κατὰ τὸν ἔμπροσθεν λόγον ἀδιοριστότερον εἴρηται, διορίσασθαί μοι νῦν ἄμεινον ἔδοξεν· αὖθις δἐπὶ τὰ τῆς γλώττης ἐπάνειμι πάθη, τὰ μὲν κοινὰ διὰ τὴν πρὸς τὸν ἐγκέφαλον καὶ τὰ νεῦρα κοινωνίαν, τὰ δὲ ἴδια μόνης αὐτῆς. τῇ μὲν οὖν πρὸς τὸν ἐγκέφαλον αὐτῆς κοινωνίᾳ καθάπερ εἰς τὴν κίνησιν ἐβλάπτετο διὰ τὴν ἑβδόμην συζυγίαν, οὕτως εἰς τὴν αἴσθησιν ἐμποδίζεται διὰ τὴν τρίτην, ἣν ὀνομάζουσι μαλακὸν νεῦρον οἱ ἀνατομικοὶ, καταφυομένην, ὡς ἴστε, καὶ κατασχιζομένην εἰς τὸν περιλαμβάνοντα τὴν γλῶτταν χιτῶνα, καθάπερ τι τῶν ἀπὸ τῆς ζ΄ συζυγίας εἰς τοὺς κινοῦντας αὐτὴν μύας. τὰ δἴδια μόνης τῆς γλώττης πάθη τοῖς μεμνημένοις ὅσα περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς ἰδίων ἀρτίως εἶπον, οὐ χαλεπῶς εὑρεθήσεται. καὶ γὰρ ταύτης αἱ μὲν δυσκρασίαι τῶν μυῶν, ὡς ὁμοιομερῶν, ἐμποδίζουσι ταῖς κινήσεσιν, ὥσπέρ γε καὶ τοῦ περιέχοντος ἔξωθεν αὐτὴν ὑμένος, ἀμφοτέραις ταῖς αἰσθήσεσιν, ἁπτικῇ τε καὶ γευστικῇ· αἵ θὡς ὀργανικῶν παθῶν φλεγμοναὶ καὶ σκίῤῥοι καὶ οἰδήματα καὶ ἐρυσιπέλατα καὶ διαπυήσεις, ἅπερ ἅπαντα τῆς ἐνεστώσης ἀφώρισται πραγματείας, ὁρῶσίν τε ἡμῖν καὶ ἁπτομένοις διαγιγνωσκόμενα· πρόκειται γὰρ, ὅσα μήτὄψει μήθἁφῇ διαγνῶναι δυνάμεθα πάσχοντα μόρια, ταῦτἐπισκέψασθαι, διὰ τίνων σημείων ἐνδεικτικῶς τε καὶ τὸ σύμπαν φάναι λογικῶς νῦν εὑρεθησόμενα.
§4–6
§4 Κατὰ τὸν αὐτὸν οὖν λόγον ἐπὶ τῆς ἀκουστικῆς αἰσθήσεως, ὅσα μὲν ἐν αὐταῖς ταῖς ὁρωμέναις κοιλότησι τῶν ὤτων γίνεται παθήματα, λογικῆς οὐ δεῖται γνώσεως· ὅσα δὲ ἀπαθοῦς φαινομένου τοῦ κατὰ τὰ ὦτα πόρου, βλαπτομένου δὲ κατὰ τὴν ἀκουστικὴν ἐνέργειαν, ὁμοίᾳ μεθόδῳ γνωριοῦμεν· εἰ μὲν μόνη πάσχει, τὸ ἴδιον νεῦρον πεπονθέναι λογιζόμεθα· σὺν δὲ τοῖς ἄλλοις τοῦ προσώπου μορίοις ἐν ἐγκεφάλῳ τὴν παρὰ φύσιν εἶναι διάθεσιν, ὡς ὁμοιομεροῦς, ὡς ὀργανικοῦ μορίου πεπονθότος αὐτοῦ.
§5 Καὶ τῶν ἄλλων δὲ τόπων ἁπάντων τῶν κατὰ τὸ πρόσωπον οὐ μόνον κίνησις, ἀλλὰ καὶ αἴσθησις ἤτοι γε ἀπόλλυται παντάπασιν βλάπτεται, ποτὲ μὲν αὐτῶν ἰδιοπαθούντων τῶν βεβλαμμένων τὰς ἐνεργείας μορίων, ποτὲ δὲ τῶν ἐξ ἐγκεφάλου φερομένων ἐπαὐτὰ νεύρων, καὶ διαὐτὸν τὸν ἐγκέφαλον πάσχοντα· διορισθήσεται δἀλλήλων ἅπαντα διὰ τῶν ἐζευγμένων αὐτοῖς συμπτωμάτων. ὅτἂν μὲν γὰρ ἕν τι μόριον ἤτοι γε εἰς αἴσθησιν εἰς κίνησιν εἰς ἄμφω τύχῃ βλαβὲν, αὐτὸ μόνον ἐκεῖνο τὴν αἰτίαν ἔχει τῆς διαθέσεως, ἤτοι γε ἐν τοῖς ἰδίοις μορίοις ὀργανικῶς κατὰ δυσκρασίαν πάσχουσιν, ἐν τοῖς εἰς αὐτὰ φερομένοις νεύροις ἀπὸ τῆς τρίτης συζυγίας· ὅταν δὲ ἅμα πλείω πεπόνθῃ μόρια, σκεπτέον, εἴτε ἐκ μιᾶς ἀρχῆς νεύρων, εἴτε ἐκ πλειόνων ἔχει τὴν αἴσθησιν τὴν κίνησιν ἐν τῷ κατὰ  φύσιν διακεῖσθαι. τεθεάμεθα γὰρ ταῦτα διὰ τῶν ἀνατομῶν, τῆς μὲν τρίτης συζυγίας τοῖς γε κροταφίταις μυσὶν καὶ τοῖς μασσητῆρσιν καὶ τοῖς χείλεσι καὶ τοῖς τῆς ῥινὸς πτερυγίοις αἴσθησίν τε καὶ κίνησιν παρεχούσης, τῇ δὲ γλώττῃ τὴν αἴσθησιν μόνην, ὥσπέρ γε καὶ τοῖς ἐν τῷ στόματι πᾶσιν· τῆς δὲ δευτέρας τοὺς μῦς τῶν ὀφθαλμῶν μόνους κινούσης, ὥσπέρ γε καὶ τῆς πρώτης τὴν ὀπτικὴν αἴσθησιν αὐτοῖς παρεχούσης. ἐὰν οὖν ποτε τὰ παρὰ τῆς τρίτης συζυγίας νευρούμενα μόρια πάντα φαίνηται βεβλαμμένα κατὰ θάτερον δηλονότι μέρος, ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι, κᾂν μὴ ῥηθῇ πόθὑπἐμοῦ, τὴν πρωτοπάθειαν ἡγεῖσθαι χρὴ τοῦ νεύρου γεγονέναι· κατἄμφω δὲ τὰ μέρη τῆς βλάβης συμβάσης, οὐ τοῦ νεύρου τὸ πάθος ἴδιον, ἀλλὰ τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου πρώτως ἐστὶν, ὅθεν ἐκφύεται τὰ νεῦρα. πάσχοντι δἐγκεφάλῳ κατἄμφω τὰ μέρη, τό τἀριστερὸν καὶ τὸ δεξιὸν, ἐν τῷ κατὰ τρίτην συζυγίαν χωρίῳ συμπάσχει καὶ τὰ πλησιάζοντα, καὶ διὰ τοῦτο τά τε κατὰ τὴν δευτέραν καὶ τὴν πρώτην συζυγίαν βλάπτεται νεῦρα, καὶ τῇ τούτων ἀκολουθεῖ βλάβῃ καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς μόρια βλάπτεσθαι πάντα· μόνου δἑνὸς μυὸς νεύρου παθόντος ὁπωσοῦν, εἴτε κατἰδιοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἐπὶ τὸν ἀντικείμενον μῦν ἐπισπᾶται τὸ μόριον, ἐὰν μὲν τὸ δεξιὸν χεῖλος κινῶν μῦς παραλυθῇ, πρὸς τὴν ἀριστερὰν χώραν ἀπαγομένου τοῦ κατὰ τοῦτο τὸ μέρος χείλους, ὅτἂν δὲ τὸ ἀριστερὸν, ἐπὶ τὴν δεξιάν. ὡσαύτως δὲ κᾀπὶ τῆς γένυος ὅλης, καὶ τῶν τῆς ῥινὸς πτερυγίων, καὶ τῶν γνάθων ἑκατέρας, ἃς ἐμάθετε κινουμένας ὑπὸ τοῦ μυώδους πλατύσματος, ἐπὶ τὰ ἐναντία τῷ παραλελυμένῳ συμβαίνει παρασπᾶσθαι τὸ μέρος, οὐκ ἔτἐπὶ τούτου παρὰ τῆς τρίτης συζυγίας τῶν νεύρων ἡκόντων, ἀλλἐκ τῶν κατὰ τὸν τράχηλον σπονδύλων εἰς ἅπαν ὀλίγου δεῖν, ὅτι μὴ κατὰ μέρος τι μικρὸν αὐτοῦ τῶν παρὰ τῆς πέμπτης συζυγίας ἐμφυομένων νεύρων, ἔνθα τὸ πλάτυσμα τὴν ὑψηλοτάτην ἔχει χώραν.
§6 Μετιέναι δἤδη καιρὸς ἐπὶ τὰ τοῦ νωτιαίου πάθη. τὰ τοῦ νωτιαίου μυελοῦ πάθη σύντομον μὲν ἔχει τὴν ἐν τῷ παρόντι διδασκαλίαν, οὐ σύντομον δὲ τὴν ἐπὶ τῶν ἔργων γνῶσιν αὐτῶν· εἰ μὴ γὰρ μνημονεύοι τις ἑκάστην συζυγίαν τῶν ἀπαὐτοῦ πεφυκότων νεύρων, ἐς ὅτι παραγίνεται μέρος τοῦ σώματος, ἀδύνατον αὐτῷ γνῶναι κατὰ πόστον ἔπαθεν σπόνδυλον νωτιαῖος, ὡς τῷ γε μεμνημένῳ ῥᾴστη τοῦ πεπονθότος τόπου γνῶσις. ἀλλὰ καὶ κατὰ τὴν τῶν ἄλλων ἁπάντων μορίων διάγνωσιν ἀνάμνησις ἔσται τῶν ἀπὸ τοῦ νωτιαίου μυελοῦ πεφυκότων νεύρων. οἷον εὐθέως ἀπὸ τῶν πρώτων σπονδύλων πασχόντων. σπανίως μὲν, ἀλλὰ γίνεται συνάγχη ποτὲ, παιδίοις μᾶλλον τελείοις, ὑπὲρ ἧς Ἱπποκράτης οὕτως συνέγραψεν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν· ἐπὶ δὲ τῶν κυναγχικῶν παθήματα τοιάδε. τοῦ τραχήλου οἱ σπόνδυλοι εἴσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δὲ ἐπἔλαττον, καὶ ἔξωθεν ἔκδηλος ἦν κοῖλον ἔχων τράχηλος, καὶ ἤλγει ἐν ταύτῃ ψαυόμενος· ἦν δὲ καὶ κατωτέρω τινὶ τοῦ ὀδόντος καλεομένου ὀστοῦ, οὐχ ὁμοίως ὀξύ ἐστιν, ἔστι δὲ οἷσι καὶ πάνυ περιφανὴς, μείζονι περιφερείῃ. ἢν μὴ σὺν τῷ ὀδόντι καλεομένῳ, φάρυγξ οὐ φλεγμαίνουσα, ἐγκειμένη δέ. τὰ ὑπὸ γνάθων, ὀγκηρὰ, οὐ φλεγμαίνουσιν εἴκελα, οὐδὲ βουβῶνες οὐδενὶ ᾤδησαν, ἀλλὰ τῇ φύσει μᾶλλον· καὶ γλῶτταν οὐ ῥηϊδίως στρέφοντες, ἀλλὰ μείζων τε αὐτέοις ἐδόκεεν εἶναι καὶ προπετεστέρη. καὶ αἱ ὑπὸ τῆς γλώττης φλέβες ἐκφανέες, καταπίνειν δοὐκ ἠδύναντο, πάνυ χαλεπῶς, ἀλλἐς τὰς ῥῖνας ἐξέφυγεν εἰ πάνυ ἐβιῶντο, καὶ διὰ τῶν ῥινῶν διελέγοντο. πνεῦμα δὲ τούτοισιν οὐ πάνυ μετέωρον. ἔστι δὲ οἷσιν καὶ φλέβες αἱ ἐν κροτάφοισιν καὶ ἐν κεφαλῇσι καὶ αὐχένι, ἐπῃρμέναι· βραχὺ δέ τι τουτέων τοῖσι παλιγκοτωτάτοισι, κρόταφοι θερμοὶ, εἰ καὶ τὰ ἄλλα μὴ πυρεταίνοιεν. οὐ μὴν πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο, τὸ πτύελον, ἄλλό τι. οὐδὲ οἱ ὀφθαλμοὶ ἐγκαθήμενοι. οἷσι μὲν οὖν ἦν ἐς ὀρθὸν ἐξόγκωμα μὴ ἑτερόῤῥοπον, οἱ τοιοῦτοι παραπληκτικοὶ οὐκ ἐγίνοντο. ἀπολόμενον δὲ εἴ τινα εἶδον, ἀναμνήσομαι· οὓς δὲ νῦν οἶδα, περιεγένοντο. ἦν δὲ τὰ μὲν τάχιστα ῥηΐζοντα, τὰ δὲ πλεῖστα καὶ ἐς τεσσαράκοντα ἡμέρας περιῄει, τούτων δοἱ πλεῖστοι καὶ ἀπύρετοι. πολλοὶ δὲ καὶ πάνυ ἐπὶ πολὺν χρόνον εἶχόν τι. μέρος τοῦ ἐξογκώματος, καὶ κατάποσις καὶ φωνὴ ἐνσημαίνουσα· κίονές τε τηκόμενοι μινύθησίν τινα παρεῖχον πονηρὴν, οὐδὲν δοκέοντες κακὸν ἔχειν. οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, οὗτοι ὁκόθεν ἂν ἐγκλιθείησαν οἱ σπόνδυλοι, ταύτῃ παρελύοντο, τάδἐπὶ θάτερα ἥλκετο. ἦν δὲ ταῦτα ἐν προσώπῳ καταφανέα μάλιστα καὶ τῷ στόματι καὶ τῷ κατὰ γαργαρεῶνα διαφράγματι· ἀτὰρ καὶ γνάθοι αἱ κάτω παρηλλάσσοντο κατὰ λόγον. αἱ δὲ παραπληγίαι οὐ διὰ παντὸς τοῦ σώματος ἐγίνοντο, οἷον ἐξ ἄλλων, ἀλλὰ μέχρι χειρὸς τὰ ἀπὸ τοῦ κυναγχικοῦ. οὗτοι καὶ πέπονα ἀναπτύοντες βραχὺ μόγις ἦσαν· οἷσι δὲ ἐς ὀρθὸν, ἀπεπτύοντο· οἷσι δὲ καὶ σὺν πυρετῷ, οὗτοι πολὺ μᾶλλον καὶ δύσπνοοι καὶ διαλεγόμενοι σιαλοχόοι, καὶ φλέβες τούτοισι μᾶλλον ἐπῃρμέναι, καὶ πόδες πάντων μὲν ψυχρότατοι, τούτων δὲ μάλιστα· καὶ ὀρθοστατεῖν οὗτοι ἀδυνατώτεροι, καὶ εἴ τινες μὴ αὐτίκα ἔθνησκον· οὓς δὲ ἐγὼ οἶδα, πάντες ἔθνησκον. ταύτην ὅλην τὴν ῥῆσιν ἐξηγησάμην καθἑκάστην ἤδη λέξιν ἐν τῷ δευτέρῳ τῶν εἰς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνημάτων· διὰ τοῦτο δὲ νῦν ὅλην αὐτὴν  ἔγραψα, διότι πολλοῖς Ἱπποκράτης ἐμφαίνει γεγονέναι τὴν σπανίως ἡμῖν ἑωραμένην κυνάγχην, ἄνευ τοῦ πάθος ἴδιον ἔχειν τὸν λάρυγγα· καὶ μέντοι καὶ ὅτι κατὰ τοὺς πρώτους γίνεται σπονδύλους, ὧν δεύτερος ἔχει τὴν ὀδοντοειδῆ καλουμένην ἀπόφυσιν, ἀφἧς ὅλος ὑπό τινων ὀδοὺς προσηγορεύθη. ἀλλὰ νῦν γε κατωτέρω φησὶν τούτου τοῦ σπονδύλου γεγονέναι τὴν κυνάγχην, οὐχ ὁμοίως ὀξεῖαν οὖσαν τῇ κατὰ τὸν δεύτερον γινομένῃ· πρόδηλον γὰρ ὅτι τὰ ὑψηλότερα τοῦ νωτιαίου μέρη κυριώτερα τῶν ταπεινοτέρων ἐστί· ἐὰν μὲν οὖν πολὺ κατωτέρω γένηται τῶν πρώτων δύο σπονδύλων αὐτὴ διάθεσις, ἔτι καὶ μᾶλλον ἥττων ἀκολουθήσει βλάβη. μεμαθήκαμεν γὰρ ἡμεῖς ἐκ τῆς ἀνατομῆς, τὰ τοῦ διαφράγματος νεῦρα μετὰ τὸν τέταρτον καὶ πέμπτον σπόνδυλον ἐκφύεσθαι· ἐμάθομεν δὲ κᾀν τῇ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων πραγματείᾳ, τὴν ἀβίαστον ἀναπνοὴν ὑπὸ τοῦ διαφράγματος μόνον γίνεσθαι, προσέρχεσθαι δὲ αὐτῇ τὴν τῶν μεσοπλευρίων μυῶν ἐνέργειαν, ὅταν μείζονος εἰσπνοῆς δεηθῶμεν, ὥσπέρ γε καὶ τὴν τῶν ὑψηλῶν, ὅταν μεγίστης· οὐ μὴν διὰ μεγάλην μεγίστην ἀναπνοὴν μόνον ἐνεργεῖν ἡμᾶς τούτοις τοῖς μυσὶν, ἀλλὰ καὶ διἄλλας αἰτίας, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς περὶ δυσπνοίας εἴρηται. νυνὶ δὅσον εἰς τὴν τῶν πεπονθότων τόπων γνῶσιν ἀναγκαῖον ἐπίστασθαι, παρὰ τῆς προγεγραμμένης ῥήσεως ἀρκέσει λαβεῖν, ἐκείνου πρότερον ἀναμνησθέντας, διήλθομεν ἐν τῷ περὶ ἄρθρων, ἐξηγούμενοι τὴν λέξιν, ἔνθα φησίν· σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, ὁκόσοι μὲν ὑπὸ νοσημάτων ἐς τὸ κυφὸν ἕλκονται. βούλεται δὲ οὐ μόνον τὴν ἔσω μετάστασιν τῶν σπονδύλων, τις ὀνομάζεται λόρδωσις, ἀλλὰ καὶ τὴν εἰς τοὐπίσω ταῖς εἰς τὴν ἔξω χώραν τάσεσιν ἕπεσθαι, ἑλκομένων τῶν νευρωδῶν σωμάτων ὑπὸ τῶν ἐνταῦθα συνισταμένων παρὰ φύσιν ὄγκων. ὅτἂν μὲν οὖν καθἕνα μόνον σπόνδυλον ὁλκὴ γένηται, λορδοῦσθαι συμβαίνει κατἐκεῖνο τὸ μέρος τὴν ῥάχιν, ὡσαύτως δὲ κᾂν ἐφεξῆς ἀλλήλων ἐπὶ δυοῖν τριῶν σπονδύλων· ὅτἂν οὖν μεταξὺ τῶν ἑλκομένων σπονδύλων εἷς καὶ πλείους ἀπαθεῖς διαμένωσι, κυρτοῦσθαι συμβαίνει τούτους. ἐπειδὰν μέντοι κατὰ θάτερον μέρος, ἤτοι τὸ δεξιὸν τὸ ἀριστερὸν, ὁλκὴ γένηται, πρὸς ἐκεῖνον συμβαίνει σκολιοῦσθαι τὴν ῥάχιν. ἀμφοτέρων οὖν ἐμνημόνευσε κατὰ τὴν προγεγραμμένην ῥῆσιν Ἱπποκράτης, ἐν μὲν τῷ φάναι, οἷς μὲν οὖν ἦν ὀρθὸν ἐξόγκωμα, τῆς λορδώσεως· ἐν δὲ τῷ, οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, τῆς σκολιώσεως. ἀκριβῶς δὲ πάνυ καὶ ὠφελίμως ἡμῖν τοῖς ἀναγνωσομένοις αὐτὰ προσέγραψεν, ἐπὶ μὲν τῆς λορδώσεως οὐδένα γενέσθαι παραπληκτικὸν, ὅπερ ἐστι, μορίῳ τινὶ παρετόν· ἐπὶ δὲ τῆς σκολιώσεως γενέσθαι φάσκων ἄχρι χειρὸς, ὅπερ ἐστιν οὐ κατωτέρω κατὰ τὰς πλευρὰς ὀσφῦν τὰ σκέλη. πρῶτον οὖν ἡμᾶς χρὴ τοῦτο γινώσκειν, ὡς ἕτερα μὲν συμπτώματα ἕπεται τοῦ νωτιαίου μυελοῦ παθόντος ἴδιόν τι πάθος, ἤτοι κατὰ δυσκρασίαν μόνην μετὰ χυμοῦ τινος ἐπιῤῥυέντος, ὡς ἐν ἐρυσιπέλασι καὶ φλεγμοναῖς καὶ σηπεδόσι· ἕτερα δὲ θλιβέντος, ἀπὸ μεταστάσεως ἑνὸς πλειόνων σπονδύλων. ἔνθα μὲν γὰρ αὐτὸς νωτιαῖος ἔπαθεν ἴδιόν τι πάθος, ἤτοι κατὰ τὸ ἀριστερὸν δεξιὸν μέρος, ἄνευ μεταστάσεως σπονδύλων, κατὰ μὲν τὸ ἕτερον αὐτοῦ μέρος μόνον γενομένου τοῦ πάθους, ἅπαντα τὰ κάτω μέρη τοῦ σώματος, ὅσα κατεὐθὺ τῆς βλάβης, εἰς αἴσθησίν τε καὶ κίνησιν βλάπτεται· ἔνθα δὅλος ἔπαθεν, ἅπανθὁμοίως, τά τε δεξιὰ καὶ τὰ ἀριστερὰ, τὰ κάτω τοῦ βλαβέντος μέρους παραλύεται. κινηθέντος δὲ σπονδύλου πρὸς μὲν τὸ κυφὸν λορδὸν, ἐγχωρεῖ μὲν καὶ μηδὅλως βλαβῆναι τῶν ὑποκάτω μερῶν μηδὲν εἰς αἴσθησιν κίνησιν, ἐγχωρεῖ δὲ καὶ βλαβῆναι κατὰ τὸν ἐν τῷ περὶ ἄρθρων εἰρημένον ὑπαὐτοῦ διορισμόν. ὅταν μὲν γὰρ, ὡς αὐτὸς ὠνόμασεν, γωνιώδης διαστροφὴ γένηται τοῦ νωτιαίου, τουτέστιν μὴ κατὰ βραχὺ καμφθέντος, ἀλλἀθρόως καθἓν μόριον, οἷον κλάσιν τινὰ λαβόντος, ἀνάγκη βλαβῆναι τὰ κάτω μόρια πάντα· κατὰ βραχὺ δὲ τῆς διαστροφῆς γεγενημένης κυκλοτερῶς, οὐδὲν ἀξιόλογον πάσχει τὰ κάτω τοῦ κινηθέντος σπονδύλου. δεἰς τὸ πλάγιον ἐκτροπὴ βλάπτει πάντως ἐκεῖνα τῶν μορίων, εἰς παραγίνεται τὰ διὰ τῶν μεταστάντων σπονδύλων ἐκφυόμενα νεῦρα· καὶ μᾶλλον μὲν γίνεται τοῦτο κατὰ τὸν τράχηλον, ἧττον δὲ κατὰ τὸν θώρακα, πολὺ δἧττον ἔτι κατὰ τὴν ὀσφῦν. ἐπὶ μὲν γὰρ τοῦ τραχήλου τῶν συνταττομένων ἀλλήλοις σπονδύλων ἑκάτερος ἶσον συντελεῖ τῷ πόρῳ, διοὗ τὸ νεῦρον ἐκφύεται· κατὰ δὲ τοὺς τοῦ θώρακος πλέον μὲν ὑψηλότερος, ἧττον δὲ ταπεινότερος· ἐπὶ δὲ τῆς ὀσφύος ὅλον τὸ νεῦρον ἐκπίπτει κατὰ τὸν ὑψηλότερον σπόνδυλον. ὥστε ἐνταῦθα μὲν εἰς τὰ πλάγια ῥοπὴ τῶν σπονδύλων, ἑαυτῇ συναπάγουσα τόν τε νωτιαῖον αὐτὸν καὶ τὸ νεῦρον, ἄθλιπτον ἐργάζεται τὴν κατὰ φύσιν ἔκπτωσιν αὐτοῦ· κατὰ δὲ τὸν τράχηλον ἐκ τῆς μεταξὺ χώρας τῶν δύο σπονδύλων ἐκφυόμενα τὰ νεῦρα, κατὰ τὰς σκολιώσεις θλίβεται μὲν ἐν ἐκείνοις τοῖς μέρεσι τῆς ἐκφύσεως, εἰς τὴν διαστροφὴν ἔσχεν ῥάχις, τείνεται δὲ κατὰ θάτερα. ταῖς μὲν οὖν τάσεσιν, ὅταν ἐπιγένηται φλεγμονὴ μεγάλη, σπασμὸς ἐπακολουθεῖ· ταῖς δὲ θλίψεσι παράλυσις τῶν μορίων, εἰς τὸ θλιβόμενον ἀφικνεῖται νεῦρον. εἰκότως οὖν ἐπὶ ταῖς ἱστορηθείσαις κατὰ τὴν προγεγραμμένην ῥῆσιν κυνάγχαις ἄχρι χειρῶν αἱ παραπληγίαι συνέπεσον, ὡς ἂν ἐκ τοῦ πέρατος τοῦ τραχήλου λαμβανουσῶν τὰ νεῦρα τῶν χειρῶν, μετὰ γὰρ τὸν τράχηλον θώραξ ἐστὶν, οὐκ εἰς τὰς χεῖρας, ἀλλὰ τὰ μεσοπλεύρια τῶν καταὐτὸν σπονδύλων ἀποφυομένων νεύρων, πλὴν βραχέων τινῶν ἐκ τῶν πρώτων. τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τὸ πρόσωπον μόρια παντάπασιν  ἀβλαβῆ διαμένει, μήτεἰς αἴσθησιν ἐμποδιζόμενα μήτε εἰς κινήσιν, ἐπὶ ταῖς εἰρημέναις ἀρτίως τῶν σπονδύλων μεταστάσεσιν· αἱ γνάθοι δὲ μόναι, χωρὶς τῆς γένυος, ὡς ἂν ὑπὸ τοῦ μυώδους πλατύσματος κινούμεναι, βλάπτονται. δῆλον οὖν ὅτι καὶ τῶν μυῶν ὅσοι τὴν ἀρχὴν τῶν εἰς αὐτοὺς διανεμομένων νεύρων ἔχουσιν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, βλάπτονται καὶ αὐτοὶ κατά τε τὰ τοῦ νωτιαίου πάθη καὶ τῶν ἀπαὐτοῦ πεφυκότων νεύρων. ὁπόσοι δεἰσὶ καὶ τίνες οἱ μύες οὗτοι, μεμαθήκατε κατὰ τὴν τῶν ἀπὸ νωτιαίου νεύρων ἀνατομὴν, ὥσπέρ γε καὶ τἄλλα ὅσα χρὴ γιγνώσκειν ἡμᾶς ἑπόμενα συμπτώματα ταῖς τῶν κατὰ ῥάχιν σπονδύλων ἐγκυφώσεσίν τε καὶ λορδώσεσιν καὶ σκολιώσεσιν, ἐν τῷ τρίτῳ τῶν εἰς τὸ περὶ ἄρθρων ὑπομνήματι γεγραμμένα πάντἀκριβῶς ἔχετε σὺν ταῖς οἰκείαις ἀποδείξεσιν, ὧν ἐγὼ τὰ κεφάλαια νῦν ὑμᾶς ὑπομιμνήσκω, ὧν ἔνια μὲν ἤδη διῆλθον, ὅσα δοὔπω λέλεκται, νῦν ἐρῶ, πρὸς τὸ μηδἐνταῦθά τι λείπειν τῷ λόγῳ. χρὴ γὰρ ὑμᾶς ἐπίστασθαι τοὺς σπονδύλους ἐξίστασθαί ποτε τῆς οἰκείας θέσεως, ἤτοι γἐκ πτώσεως, πληγῆς, τινος ὄγκου παρὰ φύσιν, ἐπισπωμένου τὰ συμφυῆ τοῖς σπονδύλοις αὐτοῖς καὶ τῷ νωτιαίῳ νευρώδη σώματα. διττὰ δέ ἐστιν τῷ γένει ταῦτα, τὰ μὲν ἕτερα τῶν κατὰ φύσιν μορίων, τὰ δὲ ἕτερα τῶν παρὰ φύσιν ὄγκοι τινὲς, οὓς Ἱπποκράτης ἑνὶ περιλαβὼν ὀνόματι κέκληκεν ἄπεπτα φύματα. δῆλον οὖν ὅτι ἐπὶ τῆς προγεγραμμένης καταστάσεως, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἔγραψεν, οἵ τε ἐπικείμενοι τοῖς τοῦ τραχήλου σπονδύλοις ἔπαθον μύες, ἴσως δὲ καὶ φυματώδης τις ὄγκος ἐγένετό που, διὃν καὶ πτύσαι φησὶν αὐτοὺς πέπονα, πεφθέντων δηλονότι τῶν φυμάτων. διὰ τί τοίνυν αὐτοὺς ὠνόμασεν καὶ κυναγχικούς; ὅτι δύσπνοιά τις αὐτοῖς ἦν, ἄνευ τοῦ πεπονθέναι τι τῶν κατὰ τὸν θώρακα καὶ πνεύμονα; ταύτῃ γὰρ διήνεγκεν κυναγχικὴ συνδρομὴ τῆς περιπνευμονικῆς καὶ πλευριτικῆς, καὶ πρὸς τούτῳ γἔτι τῷ τῆς στενοχωρίας αἰσθάνεσθαι κατὰ τὸν λάρυγγα. φαίνεται γοῦν κᾀν τῷ προγνωστικῷ καὶ κυνάγχας ὀνομάζων ἅπαντα τὰ κατὰ τοῦτο τὸ χωρίον γιγνόμενα πάθη δυσκολίαν τῆς ἀναπνοῆς ἐργαζόμενα· φησὶν γὰρ οὕτως· αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιροῦσιν, ὅσαι μήτἐν τῇ φάρυγγι ἔκδηλόν τι ποιέουσι μήτἐν τῷ αὐχένι, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθοπνοίην· αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσιν καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι. ὁκόσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ καὶ ἐρυθήματα ἐν τῇ φάρυγγι ποιέουσιν, αὗται ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ ὀλίγον τῶν πρόσθεν. οἷσι δὲ συνεξερευθείη φάρυγξ καὶ αὐχὴν, αὗται χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων περιγίνονται, ἢν τε αὐχὴν καὶ τὸ στῆθος ἐρυθήματα ἔχῃ καὶ μὴ παλινδρομήσῃ τὸ ἐρυσίπελας ἔσω. ἐκ τούτων μὲν ἄν τις ἐτεκμήρατο μιᾷ προσηγορίᾳ πάντα κατὰ τοῦτο τὸ χωρίον πάθη τὴν ἀναπνοὴν ὁπωσοῦν βλάπτοντα κυνάγχας ὀνομάζειν αὐτὸν, οὔπω τῶν ἰατρῶν εἰθισμένων τὸ μέν τι κυνάγχην ὀνομάζειν διὰ τοῦ κ, τὸ δὲ συνάγχην διὰ τοῦ σ, πολὺ δὴ μᾶλλον οὐδὲ παρασυνάγχην τι καλούντων, οὐδὲ παρακυνάγχην· γὰρ τῶν ὀνομάτων περιεργία μετὰ τῆς τῶν πραγμάτων ἀμελείας ἤρξατο, καὶ διὰ τοῦτο τέτταρα μὲν ὀνόματα πεποιήκασι, δηλοῦσθαι δὑπαὐτῶν εἰπόντες πάθη τέτταρα καὶ γράψαντες, αὐτῶν τὰ γνωρίσματα παραλελοίπασιν. τοῦτο τοίνυν ἐμοὶ προχειρισθὲν ἅμα τῇ κατὰ τὸ δεύτερον ἐπιδημιῶν ῥήσει, τίνα οὖν ἐστι τὰ τέτταρα πάθη· τὸ μὲν ἓν καὶ πρῶτον αὐτῶν, ὅτἂν φάρυγξ φλεγμαίνῃ, φάρυγγα δὀνομάζω τὴν ἔνδον τοῦ στόματος χώραν, εἰς ἣν ἀνήκει τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος πέρας· ἕτερον δὲ δεύτερον, ὅτἂν μήτἄλλό τι τῶν κατὰ στόμα μήθ φάρυγξ, ἀλλὰ μηδὲ τῶν ἔξωθέν τι φαίνηται φλεγμαῖνον, αἴσθησις δὲ πνίξεως εἴη τῷ κάμνοντι κατὰ τὸν λάρυγγα· τρίτον δἐπὶ τούτοις, ὅτἂν ἐκτὸς χώρα τῆς φάρυγγος φλεγμαίνῃ· καὶ τέταρτον, ὅτἂν τοῦ λάρυγγος ἐκτὸς ὁμοίως διατεθῇ τῇ ἐντός. ἀλλἐπὶ τούτοις γε κατὰ τὸν αὐχένα γίνεταί τι πάθος, παραλελοίπασιν, εἰς τὴν πρόσω χώραν μεθισταμένων τῶν σπονδύλων, ποτὲ μὲν αὐτῶν μόνων τῶν κοινωνούντων αὐτοῖς μυῶν εἰς ὄγκον τινὰ παρὰ φύσιν ἀρθέντων, τινος φύματος συστάντος· ἐνίοτε δὲ καὶ τοῦ στομάχου συγκακωθέντος αὐτοῖς· ἔστι δὅτε καὶ τῶν συναπτόντων αὐτὸν μυῶν τῷ λάρυγγι, καὶ πρὸς τούτοις γἔτι τῶν ἰδίων αὐτοῦ τοῦ λάρυγγος μυῶν, ὑφὧν ἀνοίγνυται. ταῦτοὖν ἅπαντα τὰ πάθη δυσχέρειαν μέν τινα ἐργάζεται κατὰ τὴν ἀναπνοὴν, οὐ μὴν τὸν τοῦ πνιγῆναι κίνδυνον ἐπιφέρει· δυσκόλως δὲ καταπίνουσι, καὶ μέντοι καὶ ἀλγοῦσιν, ὁπότε μᾶλλον ἀνακόπτεται τὸ ποτὸν αὐτοῖς εἰς τὰς ῥῖνας. ἐνίοτε δὲ τῆς φλεγμονῆς αὐτῆς ἐπιβαινούσης, καὶ τὰ περὶ φάρυγγά τε καὶ γλῶτταν αὐτοῖς συνεξαίρεται, καθάπερ αὐτὸς ἔγραψεν· ἀλλοὐ δεῖται νῦν προκείμενος λόγος τῶν τοιούτων συμπαθειῶν τῆς διηγήσεως, ἑτέρων γὰρ ἐνεργειῶν ἀπώλεια γίνεται, τῆς γλώττης παθούσης.
§7–8
§7 Ἔνθα δ βλάβη μιᾶς ἐνεργείας ἐστὶν, οἱ πεπονθότες δὲ τόποι πλείους, τῇ ποικιλίᾳ τῶν ἄλλων συμπτωμάτων διοριζομένοις τούτους ἡμῖν εὑρίσκειν πρόκειται νῦν. ἄνευ μὲν γὰρ τοῦ παθεῖν τι τῶν ἀναπνευστικῶν ὀργάνων ὁτιοῦν, εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἀδύνατόν ἐστι βλαβῆναι τὴν ἀναπνοήν· ἐπεὶ δαὐτά τε τὰ ἀναπνευστικὰ πλείω τετύχηκεν ὄντα, πρὸς δαὐτοῖς ἕτερος ἀριθμὸς οὐκ ὀλίγος ἐστὶ μορίων, οἷς συμπάσχειν πέφυκεν,  εἰκότως οἱ διορισμοὶ πολλοὶ γεγόνασιν, οἷς χρώμενος ἄν τις εὑρίσκοι τούς τἰδιοπαθοῦντας ἑκάστοτε καὶ τοὺς συμπάσχοντας αὐτοῖς τόπους. εὐθὺς οὖν ἐξ αὐτοῦ μόνου τοῦ τῆς ἀναπνοῆς εἴδους ἔνεστι τεκμήρασθαί τι περί τε τοῦ πάσχοντος τόπου καὶ τῆς διαθέσεως αὐτοῦ. φαινέσθω γὰρ κάμνων ὅλον τὸν θώρακα κινῶν κατὰ τὴν ἀναπνοὴν, ὡς ἔμπροσθεν μὲν ἄχρι τῶν κλειδῶν ἀνήκειν αὐτοῦ τὴν κίνησιν, ἑκατέρωθεν δὲ ἄχρι τῶν ἐπωμίδων, ὀπίσω δὲ ἄχρι τῶν ὠμοπλατῶν· ἐκ ταύτης τῆς ἀναπνοῆς ἔνδειξις γίνεται τριῶν διαθέσεων· μιᾶς μὲν, θερμασίας φλογώδους κατά τε τὸν πνεύμονα καὶ τὴν καρδίαν· ἑτέρας δὲ, στενοχωρίας κατά τι τῶν ἀναπνευστικῶν ὀργάνων· ἐφαἷς τρίτης, ἀῤῥωστίας τῆς κινούσης δυνάμεως τοὺς μῦς τοῦ θώρακος. ἐπισκέψασθαι τοιγαροῦν χρὴ τοιαύτην ἀναπνοὴν θεασάμενόν τινα πρῶτον μὲν τοὺς σφυγμούς· ἐνδείξονται γὰρ οὗτοι τὸ πλῆθος τῆς θερμασίας, ὡς ἐν τῇ διαὐτῶν προγνώσει γέγραπται· δεύτερον δὲ τὴν ἐκπνοὴν, εἰ πολλὴ καὶ ἀθρόα καὶ μετὰ ἐκφυσήσεως γίγνεται· καὶ τρίτον ἐπὶ τούτοις ἅψασθαι τοῦ θώρακος κατὰ τὸ στέρνον· διακαιόμενον γὰρ εὑρών τις αὐτὸ, οὕτως ἂν ἔχοι πάντα τὰ γνωρίσματα τοῦ πλήθους τῆς θερμασίας, ἐξ ἐπιμέτρου προσερχομένων αὐτοῖς ἐρεύθους προσώπου τε καὶ ὀφθαλμῶν, καὶ κεφαλῆς διακαοῦς, καὶ δίψους ἰσχυροῦ, καὶ γλώσσης ξηρᾶς τε καὶ τραχείας, αὐτοῦ τε τοῦ κάμνοντος καίεσθαι λέγοντος. εἰ δὲ τῶν τῆς φλογώσεως σημείων μετρίων ὑπαρχόντων, θώραξ ἐπὶ πλέον διαστέλλοιτο, στενοχωρία τίς ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ὥστε ἤτοι τῶν περὶ τὸν λάρυγγά τι πέπονθεν, πλήθους ὑγρῶν πνεύμων θώραξ ἐμπέπλησται, φῦμά τι φύεται καταὐτοὺς, ἐξ οὗ γένους ἐστὶ τὸ καλούμενον ἀπόστημα. τὰ μὲν οὖν κατὰ τὸν λάρυγγα διήλθομεν, ὅσα κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν πάσχει· τὰ δὲ κατὰ πνεύμονα καὶ θώρακα μικρὸν ὕστερον ἀκριβέστερον διορισθήσεται, πρόκειται γὰρ ἐν τῷ παρόντι τὰ τοῦ νωτιαίου διελθεῖν πάθη, τά τἄλλα καὶ ὅσα κατὰ τὴν καλουμένην ἀτονίαν πάσχει. γίνεται δὲ ἀτονία ποτὲ μὲν διὰ τὸν ἐγκέφαλον, ὡς ἂν παρἐκείνου τὰς δυνάμεις ἀμφοτέρας ἔχοντος αὐτοῦ, τήν τε αἰσθητικὴν καὶ τὴν κινητικήν· ἐνίοτε καὶ καταὐτὸν μόνον τὸν νωτιαῖον πρωτοπαθοῦντα διά τινα δυσκρασίαν οἰκείαν, ἤτοι καθὅλον αὐτὸν, κατὰ διαφέροντα μόρια γεγονυῖαν, ἧς οὐδεἰς ἔννοιαν οἱ πολλοὶ τῶν ἰατρῶν ἀφικνοῦνται, καίτοι θεώμενοι πολλάκις ἐν νόσοις ἐκλύτους τινὰς αὐτῶν οὕτως ὄντας, ὡς μόγις κινεῖν τοὺς τῆς χειρὸς δακτύλους, ὅμως δἀναπνέοντας ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν, μηδοὖν μηδὲ διακαοῦς θερμασίας ἀναγκαζούσης αὐτοὺς ἐπὶ μεγάλην ἀναπνοὴν ἀφικνεῖσθαι. συμβαίνει δὲ αὐτοῖς τοῦτο διὰ τοιαύτην αἰτίαν. τὴν ἀβίαστον ἐκπνοὴν αἱ φρένες ἐργάζονται μόναι κατἐκείνους τοὺς καιροὺς, ἐν οἷς ἡσυχάζει τὸ ζῶον, ἐῤῥωμέναι· ὁπότἂν δἀῤῥωστῶσιν αὗται, μόναι μὲν πληροῦν τὴν χρείαν τῆς ἀναπνοῆς οὐ δύνανται, βοηθοῦσι δοἱ μεσοπλεύριοι μύες αὐταῖς τηνικαῦτα, κᾀπειδὰν ἔτι πλέονος εἰσπνοῆς δέηται τὸ ζῶον, οὕτως ἤδη καὶ οἱ ὑψηλοὶ πάντες, ὧν οἱ μέγιστοι τὰς ὠμοπλάτας ἑαυτοῖς συγκινοῦσιν ἐναργῶς. ὅτἂν οὖν ἴδῃς ἄνθρωπον ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν ἐνεργοῦντα, μὴ μέντοι πυκνὸν εἰσπνέοντα, προσεπισκέψαι τηνικαῦτα τήν τε πηλικότητα τῆς διαστολῆς τοῦ θώρακος, καὶ τὰ τῆς ῥινὸς πτερύγια· ταῦτά τε γὰρ αὐτὸν εὑρήσεις προστέλλοντα, καὶ μικρὰν τὴν διαστολὴν τοῦ θώρακος ἐργαζόμενον, οὐχ ὥσπερ οἱ διὰ πλῆθος θερμασίας ἐν πυρετοῖς καυσώδεσιν ἐῤῥωμένοι τὴν δύναμιν, ἐπὶ πλεῖστον γὰρ αὐτοὶ τὸν θώρακα διαστέλλουσιν ὅλον· ἀλλοὐδὡς οἱ διὰ στενοχωρίαν τινὰ τῶν ἀναπνευστικῶν ὀργάνων, ὡς ἐν κυνάγχαις τε καὶ ταῖς ἐκ πολλοῦ καὶ ἀθρόου κατάῤῥου δυσπνοίαις· καὶ διἀμφότερα, καθάπερ ἐν περιπνευμονίαις, οὗτοι γάρ εἰσιν οἱ μέγιστόν τε καὶ πυκνότατον ἀναπνέοντες. ὥσπερ δὲ διἀῤῥωστίαν δυνάμεως ἅπαντα τὰ μέρη τοῦ θώρακος ἀναγκάζονται διαστέλλειν, οὕτω καὶ διὰ μερικὴν ἀτονίαν ἑνὸς ἐξ αὐτῶν μέρους. γοῦν γυμναστὴς Σεκοῦνδος, ὡς ἂν οἷς ἔπασχεν παρακολουθεῖν δυνάμενος, αἰσθάνεσθαι σαφῶς ἔφη τῆς κατὰ τὰς φρένας ἀτονίας, διἣν ἠναγκάζετο καὶ τοὺς μεσοπλευρίους μῦς ἀεὶ κινεῖν, καί ποτε καὶ τοὺς ὑψηλούς· καί ποτε καὶ περιβαλὼν ζώνην τοῖς κατὑποχόνδρια χωρίοις, ἠρκεῖτο μόνῃ τῇ διὰ τῶν φρενῶν ἀναπνοῇ, καθὃν ἡσύχαζε δηλονότι χρόνον. εἴτε δὲ αὐτοῦ τοῦ κατὰ τὸ διάφραγμα μυὸς, εἴτε τῶν ἡκόντων εἰς αὐτὸ νεύρων, εἴτἀμφοτέρων ἦν ἀτονία, δύσκολον ἐφαίνετό μοι διορισθῆναι· τὴν δαὐτὴν ἀναπνοὴν ἐθεασάμην τινὰ καὶ ἄλλον ἔχοντα, λακτισθέντα μὲν ὑφἵππου ποτὲ κατὰ τῶν ὑποχονδρίων ἰσχυρῶς, ὡς ἀποθανεῖν κινδυνεῦσαι, φλεγμήναντος αὐτῷ τοῦ διαφράγματος· ὡς δἐκ τοῦ κινδύνου τούτου διεσώθη, παραμεινάσης ἀεὶ τῆς ἀτονίας αὐτῷ. ἑτέρῳ δὲ ἐκ περιπνευμονίας ἰσχυρᾶς ἀνακομιζομένῳ δυσαίσθητος ἐκ τῶν ὀπίσω τε καὶ ἔνδον μερῶν βραχίων ἐγένετο, καὶ τοῦ πήχεως ὁμοίως τὰ πλεῖστα μέχρι δακτύλων ἄκρων, ὀλίγον δέ τι καὶ πρὸς τὴν κίνησιν ἐβλάβησαν ἔνιοι. τούτῳ τὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον μεσοπλεύριον νεῦρα βλαβῆναι συνέβη· φέρεται δαὐτῶν τὸ μὲν πρῶτον ἀξιόλογον ὑπάρχον τῷ μεγέθει, διὰ βάθους, ἀναμιγνύμενον τῷ μὲν πρὸ αὐτοῦ, κατασχιζόμενον δὲ εἰς μοίρας πολλὰς, ἃς ἐν ταῖς ἀνατομαῖς ἐθεασάμεθα, καί τινας αὐτῶν ἄχρι δακτύλων ἄκρων διὰ τῆς ἔνδον χώρας τοῦ πήχεως ἀφικνουμένας· τὸ δὲ δεύτερον νεῦρον λεπτὸν ὂν, οὐδενὶ μιγνύμενον ἑτέρῳ, διὰ τῆς μασχάλης ὑπὸ τῷ δέρματι πρὸς τὸν βραχίονα φέρεται, κατασχιζόμενον εἰς τὸ δέρμα τῆς  ἔνδον τε καὶ ὀπίσω χώρας αὐτοῦ. ταχέως ἄνθρωπος οὗτος ἐθεραπεύθη, φαρμάκου τεθέντος ἐπὶ τῆς ἐκφύσεως τῶν νεύρων κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον· ὥσπερ ἄλλοι τινὲς ἅμα ἄμφω τὰ σκέλη κατὰ βραχὺ παραλυόμενοι, διὰ τῶν κατὀσφῦν ἐπιτεθέντων φαρμάκων ἐκείνῳ τῷ χωρίῳ, καθ τὰ τῶν σκελῶν ἀποφύεται νεῦρα τοῦ νωτιαίου μυελοῦ, μηδὲν ἡμῶν ἐπιτεθέντων αὐτοῖς τοῖς παραλελυμένοις σκέλεσι φάρμακον· οὐδὲ γὰρ αὐτῶν ἴδιον ἦν τὸ πάθος, ἀλλὰ τοῦ μυελοῦ. ἑτέρῳ δὲ μεγάλης ἐκπυήσεως γενομένης ἔν τε τῷ κατὰ τὴν ἑτέραν τῶν πυγῶν χωρίῳ καὶ τοῖς πρώτοις μέρεσι τοῦ καταὐτὸν σκέλους ἐγυμνώθη μὲν ἐν τῇ χειρουργίᾳ τὰ τοῦ σκέλους ἐκείνου νεῦρα, θεραπευθέντος δὲ τοῦ χωρίου, δυσκίνητον ἦν ὅλον τὸ κῶλον· ἐφοὗ στοχασάμενος τῆς γενομένης φλεγμονῆς ὑπολελεῖφθαί τι σκιῤῥῶδες ἔν τινι τῶν νεύρων, ὡς πρὸς τοιαύτην διάθεσιν ἁρμοσάμενος, ἐπὶ τοῦ πεπονθότος μόνου χωρίου ἐπιτιθεὶς ἐπιτήδεια φάρμακα τελέως τὸν ἄνθρωπον ἐξιασάμην. ὥσπερ δὲ ἐπὶ τῶν κατὰ τὸ πρόσωπον εἴρηται μερῶν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων, ὅτἂν ἀπόλλυται μία τίς ἐνέργεια, τὸν ποιητικὸν αὐτῆς μῦν μόνον, τὸ νεῦρον αὐτοῦ πεπονθέναι νομιστέον· εἰ δὲ πλείους ἐνέργειαι βλαβεῖεν, εἰ μὲν καθἓν χωρίον, ἐγχωρεῖ καὶ τοὺς μῦς αὐτοὺς πάντας ἔκ τινος αἰτίας βεβλάφθαι κοινῆς, ἐνδέχεται δὲ καὶ κοινόν τι τῶν μυῶν ἐκείνων νεῦρον εἶναι τὸ πεπονθός. ἰχθῦς γοῦν τις ἐν ποταμῷ θηρεύων, καὶ καταψυχθεὶς τὰ περὶ τὴν ἕδραν τε καὶ κύστιν, ὡς χωρὶς προαιρέσεως ἐκρεῖν αὐτοῦ τό τἀποπάτημα καὶ τὸ οὖρον, ἐθεραπεύθη ταχέως ὑπὸ τῶν θερμαινόντων φαρμάκων ἐπιτεθέντων τοῖς πεπονθόσι μυσίν· ἕτερος δὲ ἄνευ φανερᾶς αἰτίας τοῖς αὐτοῖς περιπεσὼν συμπτώμασιν ἐν πολλῷ χρόνῳ διὰ πολλῶν βοηθημάτων μόγις ὑγιάσθη, τῶν καθἱερὸν ὀστοῦν αὐτῷ παθόντων νεύρων. ὅπερ οὖν ἔφην εὐθέως ἐν ἀρχῇ, τοῦτο καὶ νῦν εἰπὼν ἐφἕτερόν τι μεταβήσομαι· γινώσκων τις ἐξ ἀνατομῆς ἕκαστον τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, εἰς τι παραγίνεται μόριον, ἀκριβῶς διαγνώσεται τοὺς πεπονθότας τόπους. ἔργῳ δὑμεῖς τὴν βάσανον τούτων ἐπὶ τῶν ἔργων τῆς τέχνης εἰλήφατε, πολλάκις ἑωρακότες ὠφέλειαν ἐναργῆ γιγνομένην τοῖς κάμνουσιν ἐκ τῆς τοιαύτης διαγνώσεως. οὐ μόνον γὰρ σκέλη καὶ χεῖρας εἰκῆ καὶ μάτην οἱ πολλοὶ τῶν ἰατρῶν ἀνατρίβουσι φαρμάκοις θερμαίνουσι διὅλης ἡμέρας τε καὶ νυκτὸς, ἀμελήσαντες τοῦ τόπου, καθὃν νωτιαῖος τι τῶν ἀπαὐτοῦ βλάπτεται νεύρων, ἀλλὰ καὶ τὴν κεφαλὴν οὐ πρὸ πολλοῦ τινος ἥλκωσαν, ἐπιτιθέντες φάρμακα τῶν πάνυ θερμαινόντων, ἡγούμενοι διαὐτῶν ἀνακαλέσασθαι τὴν αἴσθησιν αὐτῆς ἰσχυρῶς βεβλαμμένην· ὅν τινα καὶ αὐτὸν ἡμεῖς ἰασάμεθα, τὸν πεπονθότα τόπον εὑρόντες ἔκ τε τῶν ἄλλων συμπτωμάτων καὶ τῶν προκαταρκτικῶν αἰτίων, ἕκαστον ἀνερωτήσαντες, ὧν ἓν ἦν καὶ τόδε· πάμπολυν ὑετὸν ἔφη σὺν ἀνέμῳ σφοδροτάτῳ γενόμενον, ὁδοιποροῦντος πόταὐτοῦ, διαβρέξαι τὴν ἐφεστρίδα κατὰ τὸν τράχηλον, ὡς αἰσθέσθαι σαφῶς ψύξεως ἐν αὐτῷ γενομένης ἰσχυρᾶς. ἐπιστάμενος οὖν τις ἐκ τῶν πρώτων τοῦ νωτιαίου σπονδύλων ἐπὶ τὴν κεφαλὴν ἀναφερόμενα νεῦρα τέτταρα, διὧν τὴν αἴσθησιν ἔχει τὸ περὶ αὐτὴν δέρμα, ῥᾳδίως ἂν ἔγνω τὸν πεπονθότα τόπον, οὗ θεραπευθέντος τὸ τῆς κεφαλῆς συνεθεραπεύθη δέρμα, μηδὲν αὐτὸ κατὰ πρωτοπάθειαν πεπονθός. ἀλλοὔτε ταῦτα τὰ νεῦρα γιγνώσκοντες οὔτε τὰ καθἕκαστον μέρος ὅλου τοῦ δέρματος οἱ ἰατροὶ, παρὸν αὐτοῖς ἐλαχίστῳ μορίῳ τῷ κατὰ τὴν ἀρχὴν τοῦ νεύρου προσφέρειν τὰ βοηθήματα, τοῖς οὐδὲν πεπονθόσιν ἐνοχλοῦσιν. ἐγὼ δὲ ὑμῖν ἔδειξα πολλάκις ἔνια μὲν ἐν αὐτῷ τῷ νωτιαίῳ τὴν οἷον ῥῖζαν ἔχοντα, τινὰ δοἷον ἐκ κλάδων μεγάλων ἀποσχιζόμενα, πεφυκότων ἐκ τοῦ νωτιαίου, καὶ πάλιν αὐτὰ ταῦτα, σχιζόμενά τε καὶ διανεμόμενα, τὰ μὲν εἰς πολὺ πάνυ μέρος τοῦ δέρματος, ἔνια δὲ εἰς ἔλαττον· ὥστε με θαυμάσαι τῶν ἀνατομικῶν ἀνδρῶν ἀγνοησάντων αὐτὰ καὶ ζητούντων ἐν ταῖς παραλύσεσι τὴν αἰτίαν, διἣν οὐκ ἀεὶ κίνησίς τε καὶ αἴσθησις ἀπόλλυται τῶν παραλελυμένων μορίων, ἀλλἐνίοτε μὲν κίνησις, ἐνίοτε δὲ αἴσθησις, ἐνίοτε δὲ τε κίνησις καὶ αἴσθησις. οἴονται γὰρ τῶν εἰς τοὺς μῦς διανεμομένων νεύρων τὰ λείψανα διεκπίπτειν ἐπὶ τὸ δέρμα, καὶ διὰ τοῦτο ἐπειδὰν πάθῃ τὸ κατασχιζόμενον εἰς τὸν μῦν νεῦρον, ἐπὶ μὲν ταῖς μεγάλαις αὐτοῦ διαθέσεσιν ἀμφότερα βλάπτεσθαι, τήν τε αἴσθησιν ἅμα καὶ τὴν κίνησιν· ἐπὶ δὲ ταῖς ἐλάττοσιν διασώζεσθαι μὲν ἔτι τὴν αἴσθησιν, ὡς ἂν οὐκ ἰσχυρᾶς δεομένην δυνάμεως, ἀπόλλυσθαι δὲ τὴν κίνησιν, οὐ δυναμένην γίνεσθαι χωρὶς ῥώμης δυνάμεως. εἷς γάρ τις μῦς ἐνίοτε κινῶν ὅλον τὸ σκέλος, καὶ τὴν χεῖρα, καὶ διὰ τοῦτο ῥώμης δεόμενος, ἐπειδὰν πάθῃ μηκέτἐνεργεῖν δυνάμενος, ἀκίνητον μὲν ἐργάζεται τὸ κῶλον, δὲ αἰσθητικὴ δύναμις, διαγνωστικὴ τῶν κατὰ τὸ μόριον οὖσα παθῶν, ἀβλαβὴς αὐτῷ διαμένει, μὴ δεομένη μεγάλης ἰσχύος· τό τε γὰρ πάσχειν οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον ὑπάρχει τοῖς ἀσθενέσιν, τε διάγνωσις τοῦ πάθους αὐτάρκως γίνεται καὶ διἀῤῥώστου δυνάμεως. ἐπὶ μὲν οὖν τῆς τοιαύτης παραλύσεως λόγος αὐτῶν πιθανός ἐστιν· ἐφἧς δ μὲν αἴσθησις ἀπόλωλεν, δὲ κίνησις σώζεται, τινὲς μὲν οὕτω ματαίους εἰρήκασι λόγους, ὡς ἄμεινον εἶναι σιωπᾷν αὐτούς· ἔνιοι δαἰσθανόμενοι τῆς τοῦ ζητήματος ἀπορίας, οὐκ ὤκνησαν εἰπεῖν οὐδέποτὦφθαι τοιοῦτο παραλύσεως εἶδος, ἐν τῆς αἰσθήσεως ἀπολωλυίας κίνησις σώζεται. τοῖς γὰρ ἀποστᾶσι μὲν τῶν ἔργων τῆς τέχνης, ἀναγορεύσασι δὲ ἑαυτοὺς προστάτας αἱρέσεως, οὐδὲν ἀτόλμητόν ἐστιν, ἀλλἅπαν ἑτοίμως ψεύδονται, καὶ γράφουσιν  ἔνια μὲν ὡς πολλάκις ἑωρακότες, ὧν οὐδὄναρ οὐδὲν εἶδόν ποτε, πολλὰ δοὐδεπώποτὦφθαί φασι τῶν συνεχῶς αὐτοῖς ὁρωμένων.
§8 Ἤδη μέν πως ὡμολόγηται τοῖς ἰατροῖς, ἐκ μὲν τοῦ στομάχου καὶ τῆς γαστρὸς ἐμεῖσθαι τὸ αἷμα, μετὰ δὲ βηχὸς ἐκ τῶν ἀναπνευστικῶν ἀνάγεσθαι μορίων· ἐκ δὲ τῶν κατὰ φάρυγγα καὶ γαργαρεῶνα χρεμπτομένοις, ὥσπερ ἐκ τοῦ στόματος, ἁπλῶς ἀποπτύεσθαι· τεθεάμεθα δὲ πολλάκις, ὅτἂν ἀθροώτερον ἐκ τῆς κεφαλῆς καταφέρηται, καὶ μάλιστα τοῦ γαργαρεῶνος ἔνδον ὡς πρὸς τὴν φάρυγγα, μετὰ βηχὸς αὐτὸ ἀναπτυόμενον· ἐμπῖπτον γὰρ αὐτίκα τῷ λάρυγγι βῆχα κινεῖ. προσέχειν οὖν δεῖ τούτῳ μάλιστα, μήποτε δόξωμεν ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναφέρεσθαι τὸ αἷμα, καθάπερ ἤδη τινὰς ἔγνων ἰατροὺς ὑπολαβόντας ψευδῶς, ἐξ ὧν ἐσφάλησαν αὐτοὶ νομίσαντες οὐκ ὀρθῶς ἀποφήνασθαι πολλοὺς τῶν ἀρίστων ἰατρῶν, χαλεπωτάτην εἷναι τὴν τοιαύτην αἱμοῤῥαγίαν, ὡς ἂν τοῦ πνεύμονος ἰσχυρῶς πεπονθότος· οὐδὲ γὰρ μικροῦ τινος ἀγγείου ῥῆξιν εἰκὸς γίνεσθαι καταὐτόν. ἐγχωρεῖ δὲ καὶ κατὰ διάβρωσιν, ἀνάβρωσιν, ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, γίνεσθαι πολλάκις αἵματος ἀναφορὰς ἀθρόας μετὰ βηχός. ὅτἂν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐκ διαλειμμάτων ὀλίγον ἑκάστοτε μετὰ βηχὸς ἀνεπτυκώς τις αἷμα φαίνηται, μετὰ ταῦτα δὲ ὕστερον αὐτῷ μήτε καταπτώσεως ἐξ ὑφηλοῦ συμπεσούσης μήτἐν ἀγῶσιν παλαίστραις σφο δρᾶς πτώσεως, ἀλλὰ μηδἐπιπεσόντος τινὸς τῷ θώρακι βάρους, ἅμα βηχὶ πολλὴν αἱμοῤῥαγίαν γενέσθαι συμβῇ, κατάλοιπον ἂν εἴη διὰ τὴν ἀνάβρωσιν ἀξιόλογον γενομένην ἀναβηχθῆναι πλεῖον αἷμα. πολλοὶ δὲ τῶν οὕτως παθόντων μόρια ἄττα τοῦ πνεύμονος ἅμα τῷ αἵματι συνανήνεγκαν· καὶ διὰ τοῦτο προσήκει παρακολουθεῖν ἐπιμελῶς, εἰ ἀφρῶδές τι συνανεπτύσθη· καὶ γὰρ καὶ τοῦτο βεβαιότατόν ἐστι γνώρισμα τῆς ἐκ τοῦ πνεύμονος ἀναγωγῆς, ὥσπερ ὅταν ἤτοι βρογχίου τι μέρος, ἀρτηρίας χιτῶνος, φλεβὸς, καὶ τῆς σαρκὸς αὐτῆς τοῦ πνεύμονος ἀναφέρηται. τούτων δοὐδὲν ἐπιφαίνεται τοῖς ἐκ τοῦ θώρακος ἀναβήττουσιν αἷμα, καθάπερ οὐδὲ ὀδύνη τις τοῖς ἐκ τοῦ πνεύμονος, ὡς ἂν ἐλάχιστα δύο νεῦρα παρὰ τῆς ἕκτης συζυγίας τῶν ἀπἐγκεφάλου λαμβάνοντος, τῷ μὲν ἔξωθεν αὐτὸν ὑμένι περιέχοντι διανεμόμενα, τῷ βάθει δὲ οὐκ ἐπεκτεινόμενα τοῦ σπλάγχνου· τῷ θώρακι δ’, ὡς ἴστε, πολλὰ μὲν ἐκ τῶν ἔνδον μερῶν ἐστι νεῦρα, πολλὰ δὲ ἔξωθεν, ἐξ ὧν αἰσθάνεται τάχιστα τῶν ὀδυνηρῶν διαθέσεων. ἀλλὰ καὶ διότι μυώδης μὲν θώραξ ἐστὶ καὶ ὀστώδης, πνεύμων δἄθλιπτός τε καὶ χαῦνος, ἐπιτείνεται μὲν τοῦ θώρακος, ἀνίεται δ τοῦ πνεύμονος ὀδύνη. ὅτἂν οὖν ἀλγήσειέ τις ἓν ὁτιοῦν μέρος ἐκ τοῦ θώρακος, ἀναβήττῃ τε μὴ πολὺ, μηδἐρυθρὸν, ἀλλἤδη μελαινόμενόν τε καὶ θρομβούμενον αἷμα, τούτῳ πρωτοπαθεῖ μὲν θώραξ, ἀνάγεται δὲ διὰ τοῦ πνεύμονος οὕτως τὸ αἷμα, καθάπερ καὶ τὸ πῦον ἐν τοῖς ἐμπυϊκοῖς πάθεσιν, ἐφὧν μεταξὺ θώρακός τε καὶ πνεύμονος αἰσθητῶς περιέχεται. οὕτως δὲ καὶ τὸ κεχρωσμένον ὁπωσοῦν πτύελον ἐν πλευρίτισιν ἐπιφαίνεται, καὶ κατὰ τὸ μετὰ τοῦτο ὑπόμνημα τὸ πέμπτον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν ἐπιγιγνομένων ἑλκώσεων ταῖς τοῦ αἵματος ἀναφοραῖς ἀκόλουθον εἰπεῖν. ἐν μὲν γὰρ τῷ πνεύμονι καὶ μᾶλλον γίγνεται, καὶ τισὶ μὲν ἀθεράπευτα παντάπασιν ἔδοξεν, ἐνίοις δὲ δυσθεράπευτα· κατὰ δὲ τὸν θώρακα καὶ κολλᾶται τὰ πλεῖστα τῶν ῥαγέντων ἀγγείων, ἐφοἷς ἔπτυσεν αἷμα, καὶ εἰ παραμείνειεν μέχρι πλείονος ἕλκωσις, ἀλλοὔτι γε τελέως ἀνίατος γίνεται· τὰ δὲ ἐν τῷ πνεύμονι χρονίσαντα, κᾂν θεραπευθῇ ποτε, καταλείπει τι λείψανον ἐν αὐτῷ τυλῶδές τε καὶ συριγγῶδες, τοῦ χρόνου προϊόντος ἀναδέρεται ῥᾳδίως ἐπὶ βραχείαις προφάσεσιν, συναναφέρεται δὲ τοῖς πτυομένοις ἐντεῦθεν ἐνίοτε καὶ καλουμένη πρὸς τῶν ἰατρῶν ἐφελκὶς, καί τις αἵματος βραχὺς σταλαγμός. ἔστι δὲ ταῦτα κοινὰ καὶ τῶν ἐν ἑτέρῳ τόπῳ γενομένων ἑλκῶν, ἀλλὰ τὰ μὲν ἐκ στομάχου καὶ γαστρὸς ἐμεῖται, τὰ δἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται, τὰ δἐκ τῶν ἐντέρων διαχωρεῖται, τοῖς δἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀδύνατόν ἐστι χωρὶς βηχὸς ἀναπτυσθῆναι. ἐὰν δέ τις ἀναχρέμπτηταί τε καὶ ἀπομύττηταί ποθαἷμα πλέοσιν ἐφεξῆς ἡμέραις, μήτε κεφαλῆς ὀδύνης βάρους, ἤτοι συμπαρόντος, προηγησαμένου, μήτε πληγῆς αὐτόθι γεγενημένης, ἐπισκέψασθαι χρὴ τούτου τόν τε τῆς ῥινὸς πόρον ἀκριβῶς ὅλον, ἐκεῖνόν τε τοῦ στόματος τὸν τόπον, ἔνθα συντέτρηται πρὸς τὴν ῥῖνα· γίνεται γάρ ποτε τοιοῦτο σύμπτωμα, βδέλλης ἐν τῷ χωρίῳ τούτῳ προσπεφυκυίας, ἥτις αὐξάνεται καὶ καθἑκάστην ἡμέραν, ὥστεἰ καὶ ταῖς πρώταις ἡμέραις ἐλάνθανε διὰ σμικρότητα, μετὰ τρεῖς γε τέτταρας ἑτοίμως ὁρᾶσθαι· κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῆς γαστρὸς ἐμεῖταί ποθαἷμα, βδέλλης καταποθείσης. ἔστι γε μὴν τὸ τοιοῦτον αἷμα λεπτὸν καὶ ἰχωρῶδες, ἐάν τἐκ γαστρὸς, ἐάν τἐκ ῥινὸς, ἐάν τἐκ τοῦ στόματος φαίνηται φερόμενον, ὥστε τινα θεασάμενον αὐτὸ, καὶ προσέτι τὴν ἕξιν τοῦ ἀνθρώπου κατασκεψάμενον, ἐρωτήσαντά τε περὶ τῶν προηγησαμένων, ἐξ ἁπάντων αὐτῶν στοχάσασθαι τῆς τοῦ πράγματος ἀληθείας. ὑγιαίνοντος γοῦν ποτε ἀμέμπτως ἀνθρώπου, τοιοῦτον αἷμα θεασάμενος ἐμούμενον, ἠξίωσα διηγήσασθαί μοι τὴν δίαιταν ἣν διῄτητο ταῖς ἔμπροσθεν ἡμέραις. σὺν τοῖς ἄλλοις οὖν οἷς διηγεῖτο, καὶ τοῦτο κατέλεξεν, ὡς ἔκ τινος κρήνης οὐ πάνυ τι καθαρὸν ὕδωρ ἐχούσης ἔπιεν ὕδωρ διψήσας νύκτωρ, οἰκέτου τινὸς αὐτῷ κομίσαντος. ὡς δἤκουσα τοῦτο, προσανηρόμην αὐτὸν, εἰ καὶ βδέλλαι ποτὤφθησαν ἐν  τῷ κατὰ τὴν κρήνην ὕδατι· καὶ φάντος ἑωρακέναι, δοὺς ἐπιτήδειον φάρμακον, ἐμεθῆναι τὴν βδέλλαν ἐποίησα. ἑτέρου δἀπομυττομένου καὶ πτύοντος αἷμα τοιοῦτο, πυθόμενος ἐν τῇ διηγήσει διατρῖψαι τὸν ἄνθρωπον ἐν λίμνῃ τινὶ κατἀγρὸν ὥρᾳ θέρους, μετά τινων ἑτέρων παίζοντα γυμναστικὰς παιδιὰς, ὁποίας εἰώθασιν οἱ νέοι παίζειν ἐν ὕδατι, καὶ γινώσκων ἐν ἐκείνῳ τῷ ὕδατι βδέλλας γενομένας, ἐξαγαγὼν εἰς αὐγὴν τὸν πάσχοντα, καὶ στρέψας τὸν πόρον τῆς ῥινὸς εὐθὺ τῶν ἡλιακῶν ἀκτίνων, ἐθεασάμην κατἐκεῖνον τὸν τόπον, ἐν συντέτρηται πρὸς τὴν ἐν τῷ στόματι χώραν ῥὶς, οὖσαν βδέλλης οὐρὰν, ἐγκατακεκρυμμένην τῷ πόρῳ. βέλτιον οὖν ἔδοξέ μοι καὶ ταῦθὑμῖν ἱστορῆσαι.
§9–10
§9 Ὅτι μὲν γὰρ ἐν τοῖς τοιούτοις λόγοις ἀκουστέον ἐστὶ τὴν βλάβην, εἰ καὶ μὴ παντελῶς ἀπολωλὸς εἴη τὸ κατὰ φύσιν ἔργον ἅπαν τοῦ μορίου, πολλάκις εἴρηταί μοι, χεῖρον δοὐδὲν ἀναμνησθῆναι καὶ νῦν. ὅτι δοὐ ταὐτόν ἐστι φωνὴ καὶ διάλεκτος, ἀλλ μὲν φωνὴ τῶν φωνητικῶν ὀργάνων ἔργον, διάλεκτος δὲ τῶν διαλεκτικῶν, ὧν τὸ μὲν κυριώτατόν ἐστιν γλῶττα, συντελεῖ δοὐ σμικρὸν τε ῥὶς καὶ τὰ χείλη καὶ οἱ ὀδόντες, ἐπισταμένους ὑμᾶς ἀναμιμνήσκω· καθάπερ γε καὶ περὶ τῶν φωνητικῶν ὀργάνων, ὅτι λάρυγξ ἐστὶ καὶ οἱ κινοῦντες αὐτὸν μύες, ὅσα τε τούτοις νεῦρα τὴν ἐξ ἐγκεφάλου παρακομίζει δύναμιν. ἐὰν μὲν οὖν οἱ κλείοντες οἱ ἀνοίγοντες τὸν λάρυγγα μύες ἀκίνητοι γενηθῶσιν, ἀφωνία παντελὴς καταλήψεται τὸν οὕτω παθόντα· καθάπερ γε κᾂν δυσκίνητοί πως, τινα παλμώδη κίνησιν τρομώδη λάβωσι, κατὰ τὸ τοῦ πάθους εἶδος φωνὴ βλαβήσεται· παραπλησίως δὲ κᾂν σπασμωδῶς κλονωδῶς κινῶνται· καὶ μέντοι κᾂν ἀῤῥωστήσῃ ποθ δύναμις αὐτῶν, ἤτοι διοἰκεῖόν τι πάθος, διά τι τῶν κινούντων αὐτοὺς νεύρων, ἀμυδρὰν καὶ μικρὰν ἐργάσεται τὴν φωνήν. ἐὰν δἄλλός τις τῶν κινούντων τὸν λάρυγγα μυῶν ὁτιοῦν πάθῃ, βλαβήσεται μέν πως φωνὴ βλάβην μικρὰν, οὔτε δὲ ἄφωνος οὕτως παθὼν ἔσται παντάπασιν, οὔτε σμικρόφωνος ἱκανῶς. ὥσπερ δοἱ κυριώτατοι μύες τῶν τὸν λάρυγγα κινούντων εἰσὶν οἵ τἀνοιγνύντες αὐτὸν καὶ οἱ κλείοντες, οὕτω καὶ τῶν φωνητικῶν νεύρων τὰ παλινδρομοῦντα, μορία μὲν ὄντα καὶ αὐτὰ τῆς ἕκτης συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ὥσπερ καὶ τἄλλα τὰ εἰς αὐτὸν ἐμφυόμενα, διαφέροντα δαὐτῶν τοσοῦτον, ὡς μὴ κατὰ τὸν τράχηλον ἀποσχίζεσθαι τῶν ἐκ τῆς ἕκτης συζυγίας, ἀλλὅταν εἰς τὴν τοῦ θώρακος ἀφικνῆται χώραν. αὐτὴν μὲν οὖν τὴν ἕκτην συζυγίαν ὅλην οὐδεὶς οὕτως ἀφυής ἐστι χειρουργὸς ὡς ἄκων τέμνειν, τὰ παλινδρομοῦντα δἐνίοτε διασπῶσιν ὑπἀγνοίας· ἔστι δὅτε καὶ τέμνεται μετὰ τῆς τραχείας ἀρτηρίας τὸ ἕτερον αὐτῶν, ἀμφότερον, κατὰ τὰς μεγάλας τρώσεις αὐτῆς· καὶ ψυχθέντα δἐν χειρουργίαις ἐμποδίζει τῷ φωνήματι, μέχρις ἂν ἐκθερμανθέντα τὴν φυσικὴν εὐκρασίαν ἀνακτήσηται. βλάπτεσθαι δἔτι συμβαίνει τὴν φωνὴν εἰς ὀξύτητά τε καὶ μέγεθος οὐκ ἀφανῶς, κᾀπειδὰν οἱ τῆς φάρυγγος μύες ἀδυνατῶσι συντείνειν αὐτήν· καὶ μέντοι καὶ διάβροχος ὑγρότητι πολλῇ γενόμενος κοινὸς χιτὼν τῆς φάρυγγος καὶ τοῦ λάρυγγος, ἰσχυρῶς βλάπτει τὴν φωνήν. ὅτι δὲ καὶ οἱ κατάῤῥοι κατὰ τὸν αὐτὸν λόγον βραγχώδη τὴν φωνὴν ἐργάζονται, τῶν πᾶσι γινωσκομένων ἐστί· καθάπερ γε καὶ τὸ πολλὰ βοῆσαι, καὶ γὰρ καὶ τοῦτο φλεγμονῇ τι παραπλήσιον ἐργάζεται πάθημα κατά τε τὸν εἰρημένον χιτῶνα καὶ τοὺς μῦς τοῦ λάρυγγος, (εὔδηλον δὅτι καὶ τῶν ἔνδον τοῦ λάρυγγος μυῶν φλεγμαινόντων, κυνάγχη τὸ πάθημα γίνεται, τήν τε φωνὴν ἅμα καὶ τὴν ἀναπνοὴν βλάπτουσα) καὶ ὅλως ἅπαντες οἱ παρὰ φύσιν ὄγκοι κατά τε τὰς ὁδοὺς τοῦ πνεύματος γενόμενοι καὶ θλίβοντες ἔξωθεν αὐτάς. οὕτω γοῦν καὶ στόμαχος φλεγμήνας, εἶτα θλίβων τὸν χιτῶνα τῆς τραχείας ἀρτηρίας, συνάπτεται τὰ σιγμοειδῆ πέρατα τῶν καταὐτὴν χόνδρων, εἰς ἀναπνοήν τε καὶ φωνὴν βλάπτει· καὶ τῶν καταὐχένα σπονδύλων εἰς τὸ πρόσω μετακίνησις, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται. ταῦτα μὲν ἅπαντα τὰ πάθη γίνεται τῇ φωνῇ, τῶν ἰδίων αὐτῆς ὀργάνων οἰκείαν τινὰ βλάβην ἐχόντων, εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν, οὐδὲν γὰρ διαφέρει πρὸς τὸν ἐνεστῶτα λόγον· ἕτερα δὲ πάσχει, τῷ τῆς οἰκείας ὕλης στερίσκεσθαι· δέδεικται δἐν τοῖς περὶ φωνῆς οἰκεία τῆς ἐνεργείας ταύτης ὕλη γενικῶς μὲν εἰπεῖν ἐκπνοὴ, κατεἶδος δὲ καὶ τὴν οἰκείαν διαφορὰν ἐκφύσησις, ἥτις ἐστιν ἀθρόα τοῦ πνεύματος ἔξω φορὰ κατὰ τὴν μεσοπλευρίων μυῶν ἐνέργειαν γιγνομένη. οὕτω δὲ καὶ αἱ μεγάλαι τοῦ θώρακος τρώσεις, ὅλως αἱ παραλύσεις θατέρου μέρους αὐτοῦ, πρώτως μὲν ἡμίπνουν, κατὰ συμβεβηκὸς δὲ καὶ ἡμίφωνον ἐργάζεται τὸ ζῶον. ὅσα δἐν ἀποπληξίαις καὶ κάροις ἐπιληψίαις τε καὶ κατοχαῖς φωνὴ βλάπτεται, ταῦτα τῷ κοινῷ λόγῳ γίνεται τῶν καθὁρμὴν ἐνεργειῶν, ἤτοι τῶν πρώτων μερῶν τοῦ νωτιαίου παθόντων, καὶ σὺν αὐτοῖς τοῦ ἐγκεφάλου. συνημμένων δἀλλήλαις τῶν πέντε τούτων ἐνεργειῶν, ἐκπνοῆς, ἐκφυσήσεως ἀψόφου, ψοφώδους΄ ἐκφυσήσεως, φωνῆς, διαλέκτου, τῇ πρώτῃ μὲν εἰρημένῃ συμβλάπτονται πᾶσαι, τῇ δὑστάτῃ τῶν ἄλλων οὐδεμία· τῇ δευτέρᾳ δὲ αἱ μεταὐτὴν τρεῖς, τῇ τρίτῃ δἔσχατα δύο, τῇ τετάρτῃ δὲ τελευταία μία μόνη. εἰ μὲν γὰρ οὐδὅλως ἐκπνεῖ τὸ ζῶον, ἤτοι κατἄμφω τὰ μέρη τοῦ θώρακος, κατὰ θάτερον μόνον· εἰ μὲν κατἄμφω, πνιγήσεται διὰ ταχέων· εἰ δὲ κατὰ  θάτερον, ἡμίπνουν καὶ ἡμίφωνον ἔσται μετὰ τοῦ καὶ τῶν ἐφεξῆς ἐνεργειῶν αὐτῆς δυοῖν ἀπολωλέναι τὸ ἥμισυ μέρος, ὧν τὴν μὲν ἑτέραν ἄψοφον ἐκφύσησιν ὀνομάζειν εἴωθα, τὴν δὲ ἑτέραν ψοφώδη. εἰ δ μὲν ἐκπνοὴ σώζοιτο, διαφθαρείη δὲ ἐκφύσησις, αἱ λοιπαὶ τρεῖς ἐνέργειαι διαφθείρονται, ψοφώδης ἐκφύσησις καὶ φωνὴ καὶ διάλεκτος· ἀπολομένης δὲ τῆς ψοφώδους ἐκφυσήσεως, καὶ φωνὴ καὶ διάλεκτος συναπόλλυται· καθάπερ γε καὶ φωνῆς ἀπολομένης διάλεκτος. ἐπισταμένοις οὖν ἡμῖν τοὺς τῶν εἰρημένων ἐνεργειῶν δημιουργοὺς μῦς ὑπάρξει συλλογίζεσθαι, τίνες μὲν ἔπαθον ἐξ αὐτῶν ἴδιόν τι πάθημα, τίνων δὲ τοὔργον ἐβλάβη κατὰ συμβεβηκός. εἰ δέ τι τῶν ἐν ταῖς ἀνατομαῖς ὀφθέντων ἐπελάθεσθε, τά τε περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ὑπομνήματα καὶ τὰ περὶ φωνῆς ὑμᾶς ἀναμνήσει· λέλεκται δὲ περὶ αὐτῶν κᾀν τῷ δευτέρῳ περὶ τῆς ἐπὶ τῶν ζώντων ἀνατομῆς. ἐκπνοὴν μὲν γὰρ ἅπαντες οἱ συστέλλοντες τὸν θώρακα μύες· ἐκφύσησιν δὲ, οὖσαν ἐκπνοὴν σφοδρὰν, οἱ μεσοπλεύριοι μάλιστα· τὴν ψοφώδη δὲ οἱ τῆς φάρυγγος· αὐτὴν δὲ τὴν φωνὴν οἱ τοῦ λάρυγγος ἐργάζονται μύες· δὲ γλῶττα, διαρθροῦσα τὴν φωνὴν, εἰς τὸ διαλέγεσθαι χρήσιμος ὑπάρχει, συντελούντων δεἰς τοῦτο καὶ τῶν ὀδόντων καὶ τῶν χειλῶν, ἔτι τε τῶν κατὰ τὴν ῥῖνα συντρήσεων, οὐρανίσκου τε καὶ γαργαρεῶνος, ἐπὶ τούτοις τε τοῦ συμμέτρου δεσμοῦ τῆς γλώττης αὐτῆς. οἱ μὲν οὖν τραυλοὶ, καὶ ψελλοὶ, καί τι τοιοῦτον κατὰ τὸ διαλέγεσθαι σφαλλόμενοι, τῶν διαλεκτικῶν ὀργάνων ἔχουσί τι βεβλαμμένον, κατὰ τὴν φυσικὴν διάπλασιν, μετὰ ταῦθὕστερον· ὥσπερ οἱ τὸν τῆς ῥινὸς πόρον ὑπὸ πολύποδος, καὶ ἄλλως φραχθέντες, τινα τῶν προσθίων ὀδόντων ἀπολέσαντες, χεῖλος κολοβωθέντες· οἱ δἰσχνόφωνοι καλούμενοι ὅπως γίνονται, καὶ τἄλλα ὅσα φωνῆς ἐστι εἴδη τε καὶ πάθη, βραγχώδους τε καὶ κλαγγώδους, καὶ λεπτῆς, καὶ τραχείας, καὶ μελαίνης, ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασιν αὐτάρκως εἴρηται.
§10 Εἴρηται μὲν ἤδη καὶ πρόσθεν ἱκανῶς περὶ δυσπνοίας, ἡνίκα τὰ τοῦ νωτιαίου πάθη διηρχόμην· ἀναμνήσας δὲ καὶ νῦν αὐτῶν, ὅσον ὑπόλοιπον ἔτι τῆς θεωρίας ταύτης ἐστὶ, προσθήσω. καθόλου μὲν οὖν ὑμᾶς ἀξιῶ πάντων ὧν ἐθεάσασθε κατὰ τὰς ἀνατομὰς μυῶν τῶν κινούντων τὸν θώρακα πρόχειρον ἔχειν τὴν μνήμην, ἅμα τοῖς εἰς αὐτοὺς ἀφικνουμένοις νεύροις· εἰσελθόντας δὲ πρὸς τὸν δυσπνοοῦντα, πρῶτον μὲν θεάσασθαι πότερον ἅπαντας κινεῖ τοὺς τοῦ θώρακος μῦς, τοὺς κατὰ τὰ μεσοπλεύρια μόνους χωρὶς τῶν ὑψηλῶν, καὶ τὰς φρένας ἅμα τοῖς μεσοπλευρίοις. ἐὰν γὰρ εἰδῆτε πάντας κινουμένους, ἕν τι τῶν τριῶν ἐννοήσαντες ὧν ἐρῶ τῆς τοιαύτης κινήσεως αἰτίων, ἐφεξῆς διορίζεσθαι πειρᾶσθε, τί ποταὐτῶν ἐστι τὸ νῦν ὑπάρχον αἴτιον· ἐὰν δὲ μὴ πάντας, ἐφἕτερον ἀφικνεῖσθε διορισμόν. ὑποκείσθω δή τις ἅπαντας κινῶν τοὺς μῦς, ὡς καὶ τὸ στέρνον ἐξαίρεσθαι σαφῶς ἅμα ταῖς ὠμοπλάταις· ἐπὶ τούτου τῶν τριῶν τούτων ἀναγκαῖον ἕν γέ τι πάντως ὑπάρχειν, ἤτοι τὴν δύναμιν ἄῤῥωστον, στενοχωρίαν τῶν τοῦ πνεύματος ὁδῶν, θερμασίαν παμπόλλην ἐν καρδίᾳ καὶ πνεύμονι, δυναμένου δηλονότι καὶ δύο αἰτίας ἐξ αὐτῶν ἅμα γενέσθαι, καὶ τάχα ποτὲ σπανίως καὶ τὰς τρεῖς. ἀλλὰ τῶν μὲν τριῶν ἅμα γινομένων, κάμνων αὐτίκα τεθνήξεται· τῶν δὲ δύο, δυσκόλως σωθήσεται· μιᾶς δὲ, μετὰ τῶν οἰκείων διορισμῶν εἰς ὄλεθρον σωτηρίαν τελευτήσει τὸ πάθος. τοίνυν τῆς δυνάμεως ἀῤῥωστία μόνη γενομένη, διὰ τοῦτἐπὶ τὰ τρία γένη τῶν κινούντων μυῶν ἔρχεται, καὶ πάντας αὐτοὺς ἐπεγείρει πρὸς τὴν κίνησιν, ὅτι σφοδρῶς κινεῖν ἓν ἐξ αὐτῶν γένος ἀδυνατεῖ· ὡς εἴγε τὸ διάφραγμα μόνον ἱκανῶς ἐκίνει, καθάπερ ὅτεἶχε κατὰ φύσιν, οὐκ ἂν οὔτε τῶν μεσοπλευρίων οὔτε τῶν ὑψηλῶν ἐδεήθη μυῶν· ἐπεὶ δἄῤῥωστός ἐστιν, ἅπαντάς τε βραδέως κινεῖ, καὶ πυκνὴν οὐκ ἐργάζεται τὴν ἐνέργειαν αὐτῶν, ὥσπερ οὐδἀραιὰν πάνυ. καὶ τούτοις μάλιστα προσέχετε τὸν νοῦν τοῖς γνωρίσμασι, διορίζεται γὰρ ὑπαὐτῶν ῥᾳδίως τἄλλα. θερμασίας γοῦν πολλῆς ἠθροισμένης ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ἅπασι μὲν ἐνεργεῖ τοῖς μυσὶ τοῦ θώρακος τὸ ζῶον, ἀλλὰ καὶ ταχεῖαν αὐτῶν ποιεῖται καὶ πυκνὴν τὴν ἐνέργειαν καὶ σφοδρὰν, ὅτἂν ἄνευ δυνάμεως ἀῤῥωστίας συμπέσῃ τὰ τῆς θερμασίας· δἄῤῥωστος δύναμις οὔτε ταχεῖαν οὔτε πάνυ πυκνὴν ἔχει τὴν κίνησιν, ὅτἂν ἄνευ θερμασίας φλογώδους, ὅθεν οὐδἐπὶ πλεῖστον ἅπαντα διαστέλλει τὰ μέρη τοῦ θώρακος· ὥστε κοινὸν ἓν ἔχει μόνον τῇ κατὰ φλόγωσιν πολλὴν γινομένῃ δυσπνοίᾳ, τὸ τοὺς μῦς ἅπαντας τοῦ θώρακος ἐνεργεῖν. ἔτι δὲ καὶ τοῦτο πρόσεστι τῇ διὰ θερμασίαν πολλὴν δυσπνοίᾳ κατὰ μέγεθος καὶ πυκνότητα καὶ τάχος γινομένῃ, τὸ μετἐκφυσήσεως γίνεσθαι τὴν ἐκπνοὴν θερμοῦ καὶ ζέοντος πνεύματος· ἐπὶ δὲ τῇ τῇς δυνάμεως ἀῤῥωστίᾳ, χωρὶς ἐκφυσήσεως τῆς διὰ στόματος, διὰ τῆς ῥινὸς μόνης ἔξοδος γίνεται τοῦ πνεύματος, ἥτις ῥὶς καὶ κατὰ τὰς εἰσπνοὰς ἐναργῶς ἔχει προστελλόμενα τὰ πτερύγια, σημεῖον καὶ τοῦτο μέγα δυνάμεως ἀῤῥωστούσης. ἐπὶ δὲ ταῖς στενοχωρίαις τῶν ἀναπνευστικῶν ὀργάνων ὅλος μὲν θώραξ ἐπὶ πλεῖστον διαστέλλεται ταχέως καὶ πυκνῶς, τὴν δὲ ἐκπνοὴν χωρὶς ἐκφυσήσεως οἱ κάμνοντες οὕτως ἴσχουσιν. ὅταν δἐς ταὐτὸν ἀφίκηται θερμασία τε καὶ στενοχωρία τῶν ἀναπνευστικῶν ὀργάνων, ὥσπερ ἐν περιπνευμονίαις, οὐδ μεγίστη καὶ πυκνοτάτη καὶ ταχίστη τούτοις αὐτάρκης ἀναπνοὴ, καὶ διὰ τοῦτο καὶ ἀνακαθίζουσιν, αἰσθανόμενοι τοῦ θώρακος ὅλου διϊσταμένου ῥᾷον οὕτως· κατακειμένων μὲν  γὰρ αὐτῶν, εἰς ἑαυτὸν συμπίπτει, καταφερομένων τῶν κατὰ τὰ στήθη μερῶν ἐπὶ τὴν ῥάχιν, ἀναταθείσης δὲ ταύτης ὀρθῆς, συναναφέρεται καὶ θώραξ ταύτῃ, μηκέτι βαρύνων ἑαυτόν. ὁμοίως τούτοις ἀναπνέουσι καὶ οἱ τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος ὑπὸ πολλοῦ κατάῤῥου πληρωθέντες, τινος ἐκ τῶν πλησίων χωρίων εἰς αὐτὰς γενομένου ῥεύματος, ἑνὶ μόνῳ διαλλάττοντες, τῷ μήτἐκφυσᾷν μήτἐκπνεῖν θερμόν. ὡσαύτως δὲ καὶ ὅσοις ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος ἤθροισται πῦον δαψιλὲς, οὓς ὀνομάζουσιν ἐμπύους, ὅλον ἐξαίρουσι τὸν θώρακα, θερμὸν δοὐκ ἐκπνέουσιν οὐδἐκφυσῶσι, πλὴν εἰ μὴ πυρετὸς αὐτοῖς προσέλθῃ διακαής· ἀλλοὗτοί γε τάχιστα πνίγονται, διά τε τὸ πάθος αὐτὸ καὶ ὅτι προκέκμηκεν δύναμις ἐξ ἀνάγκης ἅπασι τοῖς ἐμπύοις, οὐκ ἐξ ἀνάγκης προκεκμηκυῖα τοῖς τὸν πνεύμονα ῥεύμασι, πεπεριπνευμονίαιςριπευμονίαις, ἄσθμασιν, ἀλλὰ τοὐναντίον ἰσχυρὰ καὶ ἀκμαία καθεστηκυῖα κᾀν τοῖς ἀσθματικοῖς παθήμασι, γλίσχρων καὶ παχέων ὑγρῶν ἐμπεπλασμένων τῷ πνεύμονι. κᾂν εἰ φῦμα δύσπεπτον ἐν αὐτῷ συσταίη ποτὲ, συμβαίνει μεγίστην μὲν ἴσχειν διαστολὴν τὸν θώρακ, οὐ πολὺν δὲ εἰσπνεῖσθαι τὸν ἀέρα, καὶ διὰ τοῦτο συνεχῶς ἀναπνεῖν ἀναγκάζεσθαι χωρὶς ἐκφυσήσεως· ἴδιον γὰρ τοῦτο θερμασίας πολλῆς. καθἕτερον δὲ τρόπον ἐς ταὐτὸν εἶδος ἀφικνοῦνται δυσπνοίας οἱ κυναγχικοὶ, στενοχωρίας οὔσης οὐκ ἐν ταῖς ὑποδεχομέναις κοιλότησι τὴν εἰσπνοὴν, ἀλλἐν ταῖς παραπεμπούσαις. ἐφὧν δἀπόστημα καὶ φλεγμονὴ καὶ πλῆθος ὑγρῶν ἐστιν ἐν τοῖς κενοῖς τοῦ θώρακος, κατὰ τὸν πνεύμονα, μενόντων ἀφράκτων τοῦ λάρυγγός τε καὶ τῆς τραγείας ἀρτηρίας, ἐν ταῖς ὑποδεχομέναις δηλονότι κοιλότησι τὸν εἰσπνεόμενον ἀέρα στενοχωρίας γενομένης, ἐξ ἀνάγκης ἀκολουθεῖ μεγάλην μὲν διαστολὴν γίνεσθαι τοῦ θώρακος, ὀλίγον δἕλκεσθαι τὸ πνεῦμα, καὶ διὰ τοῦτἀναγκάζεσθαι τὸν κάμνοντα ταχέως τε καὶ πυκνῶς ἀναπνεῖν. πρὸ πάντων γὰρ ὑμᾶς μεμνῆσθαι βούλομαι τῆς κατὰ τὴν μεγάλην ἀναπνοὴν διαφορᾶς διττῶς γινομένης, ποτὲ μὲν τῷ μεγέθει τῆς διαστολῆς τοῦ θώρακος, ποτὲ δὲ τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας τοῦ πνεύματος. ἰστέον δὅτι τῶν τοιούτων ὑμᾶς ἀναμιμνήσκω πολλάκις, ὅσα παραλέλειπται τοῖς πρὸ ἐμοῦ· τὰ γὰρ ὑπὸ τῶν ἔμπροσθεν εἰρημένα, διὰ τὸ πολλοὺς εἶναι τοὺς εἰπόντας αὐτὰ, πρόχειρον ἔχει τὴν μνήμην· ὅσα δὲ μήθὑφἹπποκράτους διωρίσθη τοῦ κάλλιστα περὶ δυσπνοίας γράψαντος, ἄλλός τοὐδεὶς τῶν μεταὐτὸν ἐξειργάσατο καὶ διωρίσατο τὰ λείποντα, διὰ τοῦτἀναγκαῖόν μοι γίνεται πολλάκις ἀναμιμνήσκειν αὐτῶν. ὅσοι μὲν οὖν ἄνευ φλεγμονῆς, τινος ὅλως ὄγκου παρὰ φύσιν, στενοχωρίας ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, δυσπνοοῦσιν ἐν πυρετοῖς καυσώδεσι, τούτοις ἀνάλογον τῷ μεγέθει τῆς διαστολῆς τοῦ θώρακος αὐξάνεται τὸ πλῆθος τῆς εἰσπνεομένης οὐσίας τοῦ πνεύματος· ἐφὧν δὄγκος στενοχωρία τίς ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ἄνευ θερμασίας φλογώδους, μὲν διαστολὴ τοῦ θώρακος μεγίστη γίνεται, τὸ δεἰσπνεόμενον οὐ μόνον ἀπολείπεται τῆς κατὰ τὴν διαστολὴν ἀναλογίας, ἀλλὰ καὶ τοῦ κατὰ φύσιν ἔλαττον εἰσπνεῖται. χωρὶς δὲ διορισμοῦ μίαν ἐνδείκνυται διάθεσιν μεγάλη διαστολὴ τοῦ θώρακος ἀραιότητα προσλαβοῦσα. προσέχειν δὑμᾶς χρὴ κᾀνταῦθα, μή ποτἐξαπατηθῆτε, τὴν ἁπάντων τῶν μυῶν ἐνεργούντων γινομένην ἀναπνοὴν, ὅτἂν ἐπἀῤῥωστίᾳ δυνάμεως γίνηται, τὴν αὐτὴν ἡγεῖσθαι τῇ μεγάλῃ· βουληθεὶς γὰρ αὐτὴν ἐγὼ σαφῶς ἑρμηνεῦσαί ποτε, μετέωρον ἐκάλεσα· παρέστη δέ μοι τηνικαῦτα ἐννοῆσαι τὸν Ἱπποκράτην μετέωρον ὀνομάζειν πνεῦμα τὸ τοῖς μετεώροις μέρεσι τοῦ θώρακος εἰσπνεόμενον, ὥσπερ ὅτἂν εἴπῃ, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· εὔδηλός ἐστι μέγα λέγων τὸ πολὺ, διττῶς γίνεσθαι δυνάμενον, ἄνευ τε τῆς τῶν μετεώρων μυῶν ἐνεργείας καὶ σὺν αὐτῇ· πολλάκις γὰρ τε τῶν μεσοπλευρίων μυῶν ἐνέργεια καὶ τῶν φρενῶν, ἐπιπλεῖστον διαστέλλουσαι τὸν θώρακα, τῶν ὑψηλῶν μυῶν οὐ χρῄζουσιν εἰς τὴν τοῦ πολλοῦ πνεύματος εἰσπνοήν. ὅτι δὲ τὸ τοιοῦτον εἶδος τῆς διαστολῆς ἐνδείκνυται παραφροσύνην, ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασι δέδεικται, καθ καὶ τῶν ἄλλων ἁπασῶν δυσπνοιῶν αἱ διαθέσεις ἐῤῥέθησαν. ἀλλὰ νῦν γε καθάπερ τῶν ἄλλων παθῶν, ὅσα προείρηται διἑτέρων πραγματειῶν, οἷον ἐπιτομή τις ἐνταυθοῖ λέγεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ περὶ τῆς ἐν ταῖς δυσπνοίαις διαφορᾶς τὰ μὲν εἴρηται μέχρι δεῦρο, τὰ δεἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον· ὡς γὰρ ἐπὶ τῆς μεγάλης ἀναπνοῆς μέν τίς ἐστι πυκνὴ, διαφορὰς ἔχουσα πλείους, ἄλλην ἄλλης διαθέσεως ἐνδεικτικὴν, δέ τις ἀραιὰ, μίαν ἐνδεικνυμένη διάθεσιν, οὕτως ἐπὶ τῆς μικρᾶς μὲν ἀραιὰ ψύξιν ἐνδείκνυται τῶν ἀναπνευστικῶν ὀργάνων, πυκνὴ δὲ πόνον οὐ μόνον τῶν ἀναπνευστικῶν, ἀλλὰ καὶ τῶν συγκινουμένων αὐτοῖς, ἥπατος δηλονότι, καὶ γαστρὸς, καὶ σπληνὸς, καὶ στομάχου. πλεόνων δοὐσῶν διαθέσεων, αἷς ἕπεται πόνος ἐν τῷ κινεῖσθαι σφοδρότερον, ἐπισκεπτέον τε καὶ διοριστέον ἐκ τῶν ἄλλων σημείων, εἴτε φλεγμονή τίς ἐστιν, εἴτἐρυσίπελας, εἴθἕλκος, εἴτἀπόστημα, τὸ τὴν ὀδύνην ἐργαζόμενον. ἐμάθετε δὅτι καὶ δυσκρασίαις ἀνωμάλοις ἀλγήματα πολλάκις ἐπιγίγνεται, καὶ πνεύματος ἀπέπτου τε καὶ φυσώδους πλήθει, ποτὲ μὲν αὐτῷ τῷ στέγεσθαι κατά τι διατείνοντος τὰ περιέχοντα, ποτὲ δὲ βιαίως διεξιόντος. ὁμοίως δὲ καὶ χυμοῦ πλήθει θερμοῦ καὶ δριμέος, ψυχροῦ καὶ γλίσχρου, στεγομένου  τε κατά τι καὶ μὴ διεξιόντος, ὀδύναι γίνονται· μειζόνως μὲν πεπονθότων τῶν ὀργάνων, ἐν οἷς περιέχεται ταῦτα, κᾂν μὴ κινῆται· βραχέως δ’, ὅταν κινῆται. εἴρηται δἐν τοῖς περὶ δυσπνοίας αἰτία, διἣν τοῦ μικροῦ πνεύματος τὸ μὲν πυκνὸν πνεῦμα πόνον σημαίνει τῶν κινουμένων ὀργάνων ἐν ταῖς ἀναπνοαῖς, τὸ δἀραιὸν ἰσχυρὰν ψύξιν αὐτῶν μόνον τῶν ἀναπνευστικῶν, καὶ τούτων μάλιστα πνεύμονος καὶ καρδίας. ἔστι δὲ καὶ ἄλλό τι δυσπνοίας εἶδος, οἷον ἐγκοπτομένης τῆς ἐνεργείας τοῦ θώρακος ἡσυχίᾳ βραχείᾳ, ποτὲ μὲν ἐν ταῖς εἰσπνοαῖς, ποτὲ δὲ ἐν ταῖς ἐκπνοαῖς, ἤτοι γἐν σπασμώδει διαθέσει τῶν τοῦ θώρακος μυῶν γινομένου τοῦ τοιούτου συμπτώματος, διὰ πλῆθος θερμασίας, εἰσπνεῖν, ἐκπνεῖν ἀναγκαζομένου συνεχέστερον τοῦ κάμνοντος. καὶ μέντοι καὶ ἄλλό τι πάθος ἀναπνοῆς ἔστι, ἣν ἄπνοιαν ὀνομάζουσιν, ὡς μὲν πρὸς τὴν ὄψιν μηδὅλως γιγνομένης, ὡς δὲ πρὸς τὴν φύσιν ἀπιστουμένης μὴ γίνεσθαι· δοκεῖ γὰρ ἀδύνατον μὲν εἶναι, στερηθὲν ἀκριβῶς ὅλης τῆς ἀναπνοῆς τὸ ζῶον ἔτι διασώζεσθαι, φαίνεται δὲ καὶ τὰ φωλεύοντα μηδὅλως κινοῦντα τὸν θώρακα. δυοῖν οὖν θάτερον, βραχεῖαν οὕτω γίνεσθαι τὴν ἀναπνοὴν ὑποληπτέον, ὡς λανθάνειν τὴν αἴσθησιν, μηδὅλως δεῖσθαι τηνικαῦτα τὸ ζῶον ἀναπνοῆς, ἀλλἀρκεῖσθαι τῇ καθὅλον τὸ σῶμα διαπνοῇ· γίνεται γὰρ αὕτη μὲν ὑπὸ τῆς καρδίας διὰ τῶν ἀρτηριῶν, δἀναπνοὴ διὰ τοῦ θώρακος ὑπὸ τοῦ ἐγκεφάλου. ἥτις δἂν διάθεσις εἴη τὴν ἄπνοιαν ἐργαζομένη, κοινὴ φαίνεται εἶναι πάντων τῶν τοῦ ζώου μορίων, ὡς ἐν ἀποπληξίαις καὶ κάροις, ἐπιληψίαις τε καὶ καταλήψεσιν· ἐν τούτοις γὰρ ἅπασιν οὐδὲν ἴδιον ἐξαίρετον πάθημά ἐστι τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ μᾶλλον τῶν φωνητικῶν, διαλεκτικῶν, βαδιστικῶν· ἀλλὰ τῆς ἀρχῆς πασχούσης, ἅπαντα συμπάσχειν ἀναγκαῖον, ὅσοις παρἐκείνης ἐχορηγεῖτο τὰ τῶν διοικουσῶν αὐτὰ δυνάμεων. εἴρηται δὲ ἡμῖν ἰδίᾳ περὶ ἀπνοίας καθαὑτὴν, ὥστε νῦν ἤδη μεταβαίνειν ἐφἕτερόν τι καιρός.
§11
§11 Διττῆς δὲ οὔσης ὁδοῦ τοῖς γυμναζομένοις περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, ἑτέρας μὲν ἀπὸ τῶν φαινομένων συμπτωμάτων, ἑτέρας δἀπὸ τῶν τοῦ σώματος μορίων, ἐὰν κατἀμφοτέρας τις γυμνάζηται, δὶς μὲν ἐρεῖ τὰ αὐτὰ, καθἕτερον δὲ καὶ ἕτερον τρόπον. οἷον εὐθέως ἐπὶ τῶν τοῦ πνεύμονος παθῶν εἴρηται μέν τι κᾀν τῷ περὶ τῶν ἀλγημάτων λόγῳ, λέλεκται δὲ κᾀν τῷ περὶ αἵματος ἀναγωγῆς, ὥσπερ κᾀν τῷ περὶ δυσπνοίας, εἰρήσεται δὲ καὶ νῦν. ἄλγημα μὲν γὰρ αὐτῷ βίαιον οὐδέποτε συμπίπτει, βάρους δαἴσθησις γίνεται, καί τινος ἐνίοτε τάσεως εἰς τὸ στέρνον τὴν ῥάχιν διηκούσης· ἐνταῦθα γὰρ οἱ περιέχοντες αὐτὸν ὑμένες ἀνήρτηνται. καὶ μέν γε καὶ στενοχωρίας αἰσθάνονται πολλάκις οἱ κάμνοντες, καὶ διὰ τοῦτἀναπνέουσι πυκνὸν καὶ ταχὺ, διαστέλλοντες μὲν ἐπὶ πολὺ τὸν θώρακα, πολὺν δοὐκ εἰσπνέοντες ἀέρα. χωρὶς μὲν οὖν πυρετοῦ ταῦτα γινόμενα, φύματα, γλίσχρων, παχέων χυμῶν, τινων ἄλλων πολλῶν ἐν αὐτῷ πλῆθος ὑπάρχειν, περικεχύσθαι τι πῦον, τινα χυμὸν ἄλλον γλίσχρον, παχὺν, πολὺν, ἐνδείκνυται· διορισθήσεται δἀλλήλων ταῦτα τοῖς προηγησαμένοις συμπτώμασιν. ἐὰν μὲν γὰρ ὑγιαίνων τε καὶ τὰ συνήθη πράττων, οὕτως ἄρξηται δυσπνοεῖν, αὐξάνηταί τε τὸ σύμπτωμα αὐτῷ χωρὶς τοῦ κερχνῶδές τι κατὰ τὴν ἀναπνοὴν ἐμφαίνεσθαι, φύματος ἀπέπτου γένεσιν ἐπισκοπεῖσθαι χρή· κερχνῶδες δέ τι τῆς ἀναπνοῆς ψοφούσης, ὑγρῶν γλίσχρων παχέων πλῆθος ἐμπεπλασμένων δυσαπολύτως τοῖς βρογχίοις τοῦ πνεύμονος ἐνοχλεῖν δηλοῦται· ἐὰν δὲ ἐξαίφνης ἐπὶ στενοχωρίας αἰσθήσει δυσπνοῶσι, ῥεύματος εἰς τὸν πνεύμονα κατασκήψαντος, ἤτοι γἐκ κεφαλῆς, ἐκ τῶν γειτνιώντων χωρίων, ἔνδειξίς σοι γινέσθω. ὅταν δἤτοι γλίσχρων ὑγρῶν παχέων πολλῶν ἐπιῤῥυέντων τῷ πνεύμονι, δυσπνοεῖν εἴπω τὸν ἄνθρωπον, ἐν τοῖς βρογχίοις τὰ τοιαῦτα περιέχεσθαι νόει· κατασχιζομένης γὰρ εἰς ὅλον τὸ σπλάγχνον, ὥσπερ τῆς λείας ἀρτηρίας, οὕτω καὶ τῆς τραχείας, τῶν βρογχίων οὐσία καθὅλον ἐστὶ τὸν πνεύμονα· βρογχία δὲ καλοῦσιν οἱ ἀνατομικοὶ τοὺς χόνδρους τῆς τραχείας ἀρτηρίας, σιγμοειδεῖς ὑπάρχοντας τῷ σχήματι. προηγησαμένης δὲ πλευρίτιδος, εἶτα τοῦ μὲν σφοδροῦ τῶν πυρετῶν παυσαμένου, βάρους δαἰσθήσεως ὑπολειπομένης ἔνδον τῶν πλευρῶν ἐν τῷ βάθει τοῦ θώρακος, ἅμα τῷ καὶ μεταῤῥεῖν τι φαίνεσθαι κατὰ τὰς ἀθρόας μεταλλαγὰς τῆς κατακλίσεως, καὶ μάλισθὅταν ἀπὸ τῆς ἑτέρας πλευρᾶς ἐπὶ τὴν ἑτέραν μετασχηματίζωνται, πύου τηνικαῦτα πλῆθος ἐμφαίνεται, καὶ κλύδωνός γε πολλάκις αἰσθητῶς ἀκούειν ἐστὶν ἐπαὐτῶν. ἐνδείκνυται δὲ τοῦτο σὺν τοῖς εἰρημένοις καὶ τὸ μηδὲν ἀξιόλογον ἀναπτύεσθαι, σφοδρᾶς προηγησαμένης πλευρίτιδος. ἐὰν δὲ ἄλλός τις χυμὸς ὀῤῥώδης φλεγματώδης ἐξαίφνης ἄνευ πυρετοῦ ῥυεὶς εἰς τὰ κενὰ τοῦ θώρακος ἐργάζηται τὴν δύσπνοιαν, ἀναπτύουσιν οὐ παχέα, κατἀρχὰς μὲν ὀλίγα σὺν πολλῇ βηχὶ, πεττομένων δὲ αὐτῶν πλείω καὶ παχύτερα σὺν ἐλάττονι. κατὰ διττὸν γάρ τοι τρόπον ἐπὶ πολλῇ βηχὶ πτύουσιν ὀλίγα, διὰ πάχος μὲν γλισχρότητα χυμῶν ἕτεροι, διὰ λεπτότητα δἄλλοι· τὸ μὲν γὰρ λεπτὸν ἀναφερόμενον ὑπὸ τοῦ κατὰ τὴν βῆχα πνεύματος, ἀντικαταῤῥεῖ περισχιζόμενον αὐτῷ· τὸ δὲ γλίσχρον πάνυ παχὺ δυσχερῶς ἀναφέρεται, μήτἀποῤῥυπτόμενον ἑτοίμως τῶν σωμάτων οἷς ἐμπέπλασται μήθὑπὸ τῆς τυχούσης βίας τοῦ πνεύματος ὠθεῖσθαι δυνάμενον· εἰ μὴ γὰρ πολύ τε καὶ σφοδρὸν  ἀναβηττόμενον εἴη τὸ πνεῦμα, συναναφέρειν οὐδὲν ἑαυτῷ δύναται. ὅσον οὖν δὴ μήθὑγρὸν ἄγαν ἐστὶ καὶ ὑδατῶδες, ἀλλὰ μηδὲ παχὺ λίαν γλίσχρον, εὐπετῶς ἀναφέρεται, καὶ μάλισθὅταν δύναμις ἐῤῥωμένη τυγχάνῃ· χωρὶς γὰρ τοῦ σφοδρὰν γενέσθαι συστολὴν τοῦ θώρακος, οὐχ οἷόν τε βῆξαι σφοδρῶς· ἄνευ δἰσχυρᾶς βηχὸς ἀδύνατόν ἐστιν ἀνενεχθῆναι τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς. ὅτἂν δὲ τῇ μετὰ στενοχωρίας τε καὶ βάρους δυσπνοίᾳ πυρετὸς ὀξὺς συνεισβάλλῃ, φλεγμονὴ τὸ πάθημά ἐστι τοῦ πνεύμονος· εἰ δἀφόρητος μὲν φλόγωσις εἴη, τοῦ βάρους δὲ καὶ τῆς στενοχωρίας ἐλάττων αἴσθησις, ἐρυσιπέλατι κάμνει τὸ σπλάγχνον· ἀφωρισμένων δὲ τῶν ἄκρων, οὐδὲν ἔτι χαλεπὸν, ἤτοιγἐρυσίπελας φλεγμονῶδες φλεγμονὴν ἐρυσιπελατώδη διαγνῶναι. γίνεται δὲ καὶ ἄλλα πάθη τῷ πνεύμονι χωρὶς ἐπιῤῥοῆς χυμῶν, κατὰ δυσκρασίαν ἤτοι γἀνώμαλον ὁμαλήν. μὲν οὖν ἀνώμαλος βῆχα ἐργάζεται· δὁμαλὴ μετρία μὲν οὖσα τὸν ῥυθμὸν τῆς ἀναπνοῆς ὑπαλλάττει, γενομένη δἰσχυρὰ, θερμότητος μὲν ἐπικρατούσης, ἐπιθυμίαν ἀέρος καὶ πόματος ἐργάζεται ψυχροῦ, τῷ χρόνῳ δεἰς πυρετὸν τελευτᾷ· τῇ ψυχρᾷ δὲ δυσκρασίᾳ τἀναντία συμβαίνει, θερμοῦ μὲν ἀέρος, θερμοῦ δὲ πόματος ἐπιθυμία, μέχρις ἂν εἴη μετρία, μείζονος δὲ γινομένης, ῥευμάτων ἐμπίπλαται τὸ σπλάγχνον. περὶ δὲ τῆς κατὰ ῥῆξιν, διάβρωσιν, ἀναστόμωσιν, ἐξ αὐτοῦ γενομένης αἵματος ἀναβήξεως εἴρηται μέν τι καὶ πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ αἵματος πτύσεως λόγῳ, λεχθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων. αἱ μὲν ῥήξεις αἱ καταὐτὸν ἔκ τε τοῦ πολὺ φέρεσθαι τὸ αἷμα γνωρίζονται κᾀκ τοῦ μέγα προηγούμενον αἴτιον αἰσθητὸν εὐθέως ἐπιγενέσθαι· λέγω δαἴτια προηγησάμενα τὴν ἐξ ὑψηλοῦ πτῶσιν κατὰ παλαίστραν, ἐν ἄθλοις, ἑτέρου τινὸς ἐμπεσόντος ἑτέρῳ, καθάπερ γε ἂν ἐπιπέσῃ τῷ θώρακι βαρὺ σῶμα τῶν ἀψύχων ὁτιοῦν, οἷον ἤτοι λίθος ξύλον· ἐνίοις δὲ ὀξυθυμία μετὰ κραυγῆς προηγήσατο, καί τισιν ἑτέροις ἀγωνιζομένοις κιθαρῳδίαν, τραγῳδίαν, ὀξεῖα καὶ μεγάλη φωνὴ διέῤῥηξεν ἀγγεῖα, καὶ μάλισθὅτἂν ἄνευ τοῦ προμαλάξαι ταῖς ἀναφωνήσεσι τὰ κατὰ τὸν πνεύμονα βιαίως κραυγάσωσιν. ὡς γὰρ καὶ τοῖς παλαίουσιν, ὅταν ἄνευ τοῦ προθερμανθῆναι καὶ ὁμαλυνθῆναι τρίψεσί τε καὶ μετρίαις κινήσεσιν τοὺς μῦς ἐπἐνεργείας ἀφικνῶνται σφοδρὰς, ῥήγματά τε καὶ σπάσματα γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ πνεύμονος εἴωθε συμπίπτειν, ὃν διὰ τρίψεων μὲν οὐχ οἷόν τε παρασκευάσαι πρὸς τὰς σφοδρὰς κινήσεις, ἀνάλογον δέ τι ταῖς τρίψεσιν αἱ ἀναφωνήσεις ἐργάζονται. ἄνευ δὲ φανερᾶς ἔξωθεν αἰτίας πλῆθος αἵματος ἀναῤῥήγνυσιν ἀγγεῖον ἐν πνεύμονι, καθάπερ καὶ κατἄλλό τι μόριον τοῦ σώματος, ὅτἂν δυσεπέκτατον τύχῃ διὰ ψύξιν ὑπόγυον δυσκρασίαν σύμφυτον. οὕτως καὶ Ἱπποκράτης τὸ ψυχρὸν εἴρηκε φλεβῶν ῥηκτικὸν, οὐκ αὐτὸ δήπου καθαὑτὸ τὰς ῥήξεις ἐργαζόμενον, ἀλλὅτι τῇ ψύξει σκληροὺς καὶ δυσεπεκτάτους τοὺς χιτῶνας τῶν ἀγγείων ἐργαζόμενον ἐπιτήδεια πρὸς ῥῆξιν αὐτὰ παρασκευάζει· τῆς ῥήξεως δαὐτῆς τὸ αἴτιον τε σφοδρὰ κίνησίς ἐστι καὶ τὸ πλῆθος τῶν χυμῶν αὐτῶν τε καθἑαυτοὺς καὶ σὺν ἀπέπτῳ καὶ ψυχρῷ καὶ φυσώδει πνεύματι συνδιατείνοντι τοῖς χυμοῖς τὰς φλέβας. ἀλλὰ καὶ τῆς ἐπὶ τούτων ῥήξεως οὐ σμικρὸν γνώρισμά ἐστι κένωσις αἵματος ἐξαίφνης ἀθρόου, τῆς δἀναστομώσεως, ἔμπαλιν τῶν ψυχρῶν, αἱ θερμαὶ διαθέσεις προηγοῦνται, λουτροῖς τε θερμοῖς πολλοῖς κεχρημένου τἀνθρώπου, καὶ κατὰ χώραν ὄντος θερμὴν, ὥραν τε τοῦ ἔτους ὁμοίαν, ἐδέσμασί τε καὶ πόμασι θερμοῖς χρωμένου. αἱ δἐξ ἀναβρώσεως ἀθρόαι κενώσεις αἵματος ἐπί τε προηγουμέναις γίνονται βραχείαις πτύσεσι καὶ τοῖς εἰς τὸν πνεύμονα δριμέσι ῥεύμασιν ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥέουσιν· ἐνίοτε δὲ καὶ συναναφέρεταί τι μόριον τοῦ πνεύμονος, ἐφελκὶς, ὥστε λαθεῖν ἀδύνατον εἶναι τὸ τοιοῦτον πάθημα τοῦ σπλάγχνου. κατὰ δὲ τὴν τραχεῖαν ἀρτηρίαν ἕλκους γενομένου, πρὸς τοῖς ἀναβηττομένοις πυώδεσιν οὖσιν, ἔτι καὶ τοῦ πεπονθότος μέρους ἀλγοῦντος αἴσθησις γίνεται τῷ κάμνοντι· καὶ βραχύτης δὲ τοῦ κενουμένου διορίζει τὴν τοιαύτην ἕλκωσιν τῆς ἐν τῷ πνεύμονι, πλεῖον γὰρ ἐπὶ τοῖς ἐν πνεύμονι γεγενημένοις ἕλκεσιν ἀναπτύεται τὸ πῦον. ὥσπερ δὲ τοῦ πνεύμονός τι μόριον συνανενεχθὲν ἐνδείκνυται τὸ σπλάγχνον ἡλκῶσθαι, κατὰ τὸν αὐτὸν. τρόπον ἐκ τοῦ λάρυγγος εἴδομεν ἐνίοτε τὸ κατὰ τὴν ἐπιγλωττίδα σῶμα διἕλκωσιν ἀναπτυσθὲν, οἷς οὐ μόνον τοῦτο σημεῖον ὑπῆρξε τοῦ τόπου τοῦ πεπονθότος, ἀλλὰ καὶ κατὰ τὸ χωρίον αἴσθησις τὸ ἡλκωμένον, ὡς κᾀπὶ τῆς τραχείας ἀρτηρίας ἐῤῥέθη· τὰ μὲν γὰρ ἐν τῷ πνεύμονι χωρὶς ὀδύνης συνίσταται, τὰ δἐν τούτοις τοῖς χωρίοις ὀδύνην μέν τινα φέρει, βραχεῖαν δὲ ταύτην, ὡς τοῖς φύσει δυσαισθήτοις μηδὲ σαφῶς αἰσθητὴν γίνεσθαι. ταῦτα μὲν οὖν ἅπαντα τὰ μέχρι δεῦρο λεγόμενα πάθη κατά τε τὸν πνεύμονα καὶ τὰ κενὰ τοῦ θώρακος, ἔτι τε τὴν τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα, καὶ γὰρ καὶ τούτων ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου προαχθεὶς ἐπαὐτὰ, πολλάκις ἑώραταί μοι· ταυτὶ δὲ τὰ νῦν εἰρησόμενα σπανίως. ἐξαίφνης τις ἀνέβηξε χυμὸν ὁμοιότατον ὑγρᾷ χολῇ, τῇ μὲν χρόᾳ μεταξὺ ξανθῆς τε καὶ ὠχρᾶς, δριμύτητα δοὐδεμίαν ἔχοντα· κᾀκ τούτου καθἑκάστην ἡμέραν ἀνέπτυεν ἀεὶ πλεῖον· ὕστερον δὲ καὶ πυρετῶν ἐπιγενομένων αὐτῷ λεπτῶν, ἔφθινεν, ὡς καὶ πυῶδες ἀναβήττειν. καὶ μετὰ χρόνον ὡς τεττάρων μηνῶν αἷμα συνανήνεγκεν ὀλίγον σὺν τῷ πύῳ, μετὰ τοῦ συντήκεσθαί γε καὶ πυρέττειν μᾶλλον· εἶτα πλέον αὖθις ἔπτυσεν, εἶθἱκανῶς δαψιλές· ἐφ τῶν τε  πυρετῶν αὐξηθέντων καὶ τῆς δυνάμεως ἐκλυθείσης, ἀπέθανεν ὡσαύτως τοῖς φθόην νοσήσαι. μετὰ τοῦτον ἄλλον ἐθεασάμην ὁμοίῳ τρόπῳ νοσηλευθέντα μησὶν ἕξ, εἶτἄλλον πλείοσιν. μὲν οὖν πρῶτος ἡμῖν ὀφθεὶς οὐδὲν ἔχειν ἐδόκει τό γε κατἀρχὰς κακὸν, ὕστερον δὲ δηλονότι μοχθηρῶς ἐφαίνετο διακεῖσθαι· τοῦ δευτέρου δὀφθέντος εὐθὺς ἐξ ἀρχῆς ἔγνωμεν ἐπιμελῶς προνοήσασθαι, καὶ μεταὐτὸν ἔτι καὶ μᾶλλον τοῦ τρίτου. ἀλλὅμως, οὐκ ὀλίγα πραγματευσαμένων ἀμφαὐτοὺς ἡμῶν, οὔτε τούτων τις οὔτἄλλος ἐσώθη μεταὐτούς· ἀνέπτυσαν δὲ πάντες οὗτοι τελευτῶντες αὐτοῦ τοῦ πνεύμονος μέρη σεσηπότα, δι καὶ σαφῶς ἔγνων ὅμοιόν τι πάθος συμβαίνειν αὐτοῖς τῷ κᾀπὶ τῶν ἐκτὸς ὁρωμένων μορίων, ὑγρότητι σηπεδονώδει διαβρόχων γινομένων· ἀλλὰ ταῦτα μὲν ἐκκόπτειν ἐγχωρεῖ καὶ πρός γε τούτῳ καὶ καίειν, πνεύμονι δοὐδὲν τοιούτων ποιεῖν οἷόν τε, διὸ καὶ πάντες ἀπόλλυνται. τοῦ τελευταίου δαὐτῶν ὀφθέντος μοι κηδόμενος, ἐπὶ τὸ ξηραίνειν ἰσχυρῶς τὸ σπλάγχνον ἐτραπόμην ὀσμαῖς τε καὶ πόμασιν ἐπιτηδείοις εἰς τοῦτο· τὸ μὲν γὰρ καλούμενον ἡδύχρουν ὀσμᾶσθαι διὅλης ἡμέρας ἐκέλευον αὐτῷ, προσφέρεσθαί τε τῇ ῥινὶ συνεχῶς· εἰς ὕπνον δἰόντι καὶ τῶν ἐν Ῥώμῃ σκευαζομένων μύρων πολυτελῶν, δὴ καλοῦσι φουλίατά τε καὶ σπικάτα, ὑπαλείφειν τινὶ τοὺς κατὰ τὰς ῥῖνας πόρους· ἐδίδουν δὲ καὶ πίνειν αὐτῷ φάρμακα, τήν τε μιθριδάτειον ὀνομαζομένην ἀντίδοτον, ἀμβροσίαν τε καὶ ἀθανασίαν καὶ θηριακήν· ἀλλὰ καὶ οὗτος ἐνιαυτῷ ταῦτα πίνων, ὁμοίως τοῖς φθισικοῖς ὕστερον ἀπέθανεν, ἴσως εἰς χρόνον πλείονα παραταθεὶς διὰ τὴν εἰρημένην ἀγωγήν. ἕτερον δὲ πάθος εἶδον ἐν πνεύμονι τοιόνδε. βήττων τις ἐκ χρόνου πολλοῦ, καὶ πτύων ὀλίγα καὶ γλίσχρα, χαλαζίῳ μικρῷ παραπλήσιον ἀνέβηξέ τι, καί μοι κομίσας ἔδειξεν αὐτὸ, καὶ πάλιν ἕτερον ὅμοιον οὐ μετὰ πολλὰς ἡμέρας. ἐδόκει δή μοι ξηραινόμενος γλίσχρος ἐκεῖνος χυμὸς, ὃν ἀνέπτυσεν ἔμπροσθεν, εἰς τοιαύτην σύστασιν ἔρχεσθαι· καὶ διὰ τοῦταὐτῷ φάρμακα ἐδίδουν πίνειν, ὁποῖα καὶ τοῖς ἀσθματικοῖς ἁρμόζει· καὶ πίνων γε αὐτὰ, ἐλάττονα μὲν ἔπτυεν τὰ χαλάζια, καὶ διὰ πλειόνων ἡμερῶν πρόσθεν, οὐ μὴν ἐπαύσατό γε πολλοῖς ἔτεσι πάσχων οὕτως, ἄχρι τῆς τελευτῆς. μεγέθει δἦν τὰ χαλάζια τοῖς καλουμένοις ὀρόβοις ἶσα κατὰ τὸ πλεῖστον, ἔστι δὅτε καὶ μείζω τούτων, ὥσπέρ γε καὶ μικρότερα. καὶ ἄλλους δέ τινας ὁμοίως ἐκείνῳ πτύοντας ἐθεασάμην ἔτη συχνὰ ζήσαντας, ἐνίους μὲν ἄλλως ἀποθανόντας, ἐνίους δἐκ τῶν ἀναπνευστικῶν ὀργάνων παθόντων· οὐ μὴν αἷμα γέ τις ἐκ τούτων ἔπτυσεν. τὸ δἈντιπάτρῳ τῷ ἰατρῷ συμβὰν ἅπαντες ἔγνωσαν, ὡς οὐκ ἀφανῶς ἰατρεύοντι κατὰ τὴν Ῥωμαίων πόλιν. ἦν μὲν ἀνὴρ οὗτος ἡλικίαν ἄγων ἐτῶν ἐλαττόνων μὲν ἑξήκοντα, πλεόνων δὲ πεντήκοντα, συνέβη δαὐτῷ ποτε πυρέξαντι τῶν ἐφημέρων τινὰ πυρετῶν ἐκ φανερᾶς προφάσεως, ἅψασθαι τῶν ἑαυτοῦ σφυγμῶν ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ, χάριν τοῦ γνῶναι τί ποιητέον ἐστὶν αὐτῷ. πᾶσαν δεὑρὼν ἀνωμαλίαν ἐν τῇ τῶν ἀρτηριῶν κινήσει κατεπλάγη μὲν τὸ πρῶτον, ὡς δὲ σαφῶς ὕστερον ᾐσθάνετο μηκέτι πυρέττειν ἑαυτὸν, ἐλούσατο μὲν εὐθέως· ἐπὶ κόποις τε γὰρ αὐτῷ καὶ ἀγρυπνίαις ἐκεκμήκει τὸ σῶμα· διῃτήθη δὲ πάνυ λεπτῶς ἄχρι τοῦ τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν διελθεῖν· ἐν μηδενὸς ἔτι γενομένου πυρετοῦ, προῄει μὲν ἑκάστης ἡμέρας, ὥσπερ καὶ πρόσθεν, ἁπτόμενος δὲ ἑαυτοῦ τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἐθαύμασε διαμενούσης ἐν τοῖς σφυγμοῖς τῆς ἀνωμαλίας. ἀπαντήσας οὖν μοί ποτε, προὔτεινε τὴν χεῖρα γελῶν, ἐκέλευσέ τε τῶν σφυγμῶν ἅψασθαι. κᾀγὼ μειδιάσας, τί τὸ αἴνιγμά ἐστιν, κελεύεις; ἠρόμην· δαὖθις ὁμοίως γελῶν ἐδεῖτο πάντως ἅψασθαι. καὶ τοίνυν εὗρον ἁψάμενος ἀνωμαλίαν κατὰ τὸν σφυγμὸν ἅπασαν, οὐ μόνον ἐν ἀθροίσματι γινομένην, ἣν συστηματικὴν ὀνομάζουσιν, ἀλλὰ καὶ κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας. ἐθαύμαζον οὖν, ὅπως ἔτι ζῇ τοιοῦτον ἔχων σφυγμὸν, ἐπυνθανόμην τε μή τις αὐτῷ δυσχέρεια κατὰ τὴν ἀναπνοὴν γίνεται· τοῦ δὲ οὐδεμίαν αἰσθητὴν ὁμολογοῦντος, ἐπετήρουν μὲν εἴ τινα μεταβολὴν ἕξοι ποτὲ, συνεχῶς ἁπτόμενος τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας ἕξ μηνῶν που χρόνῳ. πυνθανομένου δοὖν αὐτοῦ κατἀρχὰς, τις εἶναί μοι δοκεῖ διάθεσις ἐν τῷ σώματι, καὶ κατὰ τίνα τρόπον αὐτοῦ τοιοῦτον ἐργάζεσθαι δυναμένη τὸν σφυγμὸν ἄνευ πυρετοῦ, πρὸς τὴν ἐρώτησιν ἀπεκρινάμην, ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ δεδηλῶσθαί μοι περὶ τῆς τοιαύτης ἀνωμαλίας· ἡγοῦμαι γὰρ αὐτὴν ἐπὶ στενοχωρίᾳ τῶν ἐν τῷ πνεύμονι μεγάλων ἀρτηριῶν γίγνεσθαι· τὴν στενοχωρίαν δἔφην, ἐπὶ μὲν φλεγμονῇ τοῦ σπλάγχνου, τό γε ἐπί σοι νῦν, ἀδύνατον ὑπάρχειν· ἐπύρεττες γὰρ ἄν· ἀπολείπεται δἤτοι διἔμφραξιν ὑγρῶν καὶ γλίσχρων καὶ παχέων χυμῶν, διὰ φύματος ἀπέπτου γένεσιν, εἰς τὴν τοιαύτην ἀφῖχθαί σε διάθεσιν. δὑπολαβὼν, ἐχρῆν οὖν, ἔφη, ἀσθματικὴν ὀρθόπνοιαν εἶναί μοι. κᾀγὼ πιθανῶς μὲν εἶπον λέγειν αὐτὸν, οὐ μὴν ἀληθῶς· γίγνεσθαι μὲν γὰρ καὶ τὴν τοιαύτην ὀρθόπνοιαν διὰ τοιαύτην αἰτίαν, οὐ μὴν ἐν ταῖς λείαις ἀρτηρίαις, ἀλλἐν ταῖς τραχείαις ἀθροιζομένου τοῦ γλίσχρου καὶ παχέος χυμοῦ. καὶ τοίνυν ἔδοξεν ἡμῖν, τήν τε δίαιταν αὐτῷ πᾶσαν ὁμοίαν ποιεῖσθαι τοῖς τῶν ἀσθματικῶν, τά τε φάρμακα προσφέρεσθαι τὴν αὐτὴν ἐκείνοις ἔχοντα δύναμιν. ἓξ δὲ ἐν τῷ μεταξὺ γενομένων, ὡς ἔφην, μηνῶν, ᾔσθετό τινος οὐ μεγάλης δυσπνοίας ἅμα παλμῷ βραχεῖ τῆς καρδίας, τὸ μὲν πρῶτον ἅπαξ, εἶτα δίς που καὶ τρὶς, εἶτα καὶ τετράκις τε καὶ πλεονάκις γινομένου, μετὰ τοῦ συναυξάνεσθαι τὴν δύσπνοιαν, ἐφἡμέρας ὡς πέντε καὶ δέκα· μεθἃς ἐξαίφνης δυσπνοήσας σφοδρῶς, εἶτἐκλυθεὶς, εὐθέως ἀπέθανεν, ὥσπερ ἄλλοι τινὲς ἐπὶ πάθεσι καρδίας, ὑπὲρ ὧν εἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up