Galen De locis affectis
EN Lat Orig
Book 2
§1–5
§1 Πρόκειται μὲν, ὡς Ἐρασίστρατος ἀεὶ παρακελεύεται, γυμνάζειν τὸν λογισμὸν εἴς τε τἄλλα τῆς τέχνης ἔργα καὶ τὰ νῦν ἡμῖν προκείμενα περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων. εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίου καταὐτά· πρῶτος μὲν καθἕκαστον τῶν μορίων τοῦ σώματος, τόπους ὀνομάζουσι· δεύτερος δὲ κατὰ τὰς αἰτίας τε καὶ διαθέσεις· καὶ τρίτος κατὰ τὰς τῶν συμπτωμάτων διαφοράς. μὲν οὖν κατὰ τοὺς τόπους ἐστὶ τοιόσδε τις· ἐγκεφάλου πάσχοντος ἴδια συμπτώματα ταυτὶ, γαστρὸς πασχούσης ἴδια ταυτὶ, κώλου πάσχοντος ἴδια ταυτὶ, καθἕκαστόν τε τῶν ἄλλων ὁμοίως. δἀπὸ τῶν διαθέσεών τε καὶ τῶν αἰτίων· φλεγμονῆς μὲν ἴδια ταῦτἐστὶ συμπτώματα· σκίῤῥου δὲ ταῦτα· καὶ ψύξεως μὲν ταῦτα· πλήθους δὲ ταῦτα, καὶ διαφθορᾶς ταυτί. κατὰ δὲ τὰ συμπτώματα· τὸ μὲν ἄλγημα τόδε τῶνδε τῶν διαθέσεών ἐστι δηλωτικὸν τῶνδε τῶν τόπων, δὲ βὴξ τῶνδε· καὶ κατὰ τὸν αὐτὸν τρόπον ἔμετος, αἱμοῤῥαγία, διάῤῥοια, σπασμὸς, ῥῖγος, φρίκη, παραφροσύνη. διοριζομένων γὰρ οὕτως ἀπἀλλήλων ἀπάντων αὐτῶν, εὐφωρότατον ἔσται τὸ καλῶς καὶ τὸ κακῶς λεγόμενον. ὅτι δοὕτως ἔχει ταῦτα, μαθήσῃ σαφῶς ἐφἑκάστου σκοπούμενος.
§2 Οἷον εὐθέως, ἐπειδὴ πλεονάζει κατὰ τοῦτο τὸ γένος Ἀρχιγένης, ἐκ τῆς τῶν ἀλγημάτων διαφορᾶς ἡγούμενος δηλοῦσθαι τὰ πεπονθότα μόρια, σκεπτέον ὑπὲρ αὐτῶν ἀκριβῶς. τὸν γοῦν ναρκώδη πόνον ἐπὶ νεύροις γίνεσθαί φησιν, ἁμαρτάνων προφανῶς. γάρ τοι νάρκη διὰ ψυχρὰν γίνεται διάθεσιν, οὐκ ἐν νεύροις μόνον, ἀλλὰ καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ σαρξὶν, ὑμέσι τε καὶ χιτῶσι καὶ δέρματι. εἰ δὅτι πάντα ταῦτα διὰ νεύρων ἔχει τὴν αἴσθησιν, καὶ εἰς νεῦρα τὴν διάθεσιν ἀναφέρει, τί οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας διαφορὰς τῶν ἀλγημάτων ἰδίας τῶν νεύρων εἶναί φησιν; γάρ τοι πόνος αἴσθησίς ἐστιν ἀνιαρὰ, καθάπερ ἡδονὴ προσηνὴς αἴσθησις. οὔκουν ναρκώδης μόνος ἐν νεύροις ἔχει τὴν γένεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστος, οὓς αὐτὸς ἔγραψεν Ἀρχιγένης. ἐὰν δἀκριβέστερον ἐπισκοπῇς, οὐδὲ διαφορά τις ἐν πόνοις ναρκώδης ἐστὶν, ὥσπερ οὐδἐν ἕλκεσι τὸ φλεγμαῖνον, ἀλλὰ μᾶλλον δυοῖν σύνοδος πραγμάτοιν, ὡς ἐπὶ τούτων ἕλκους τε καὶ φλεγμονῆς ἐστιν, οὕτως ἐπἐκείνων πόνου τε καὶ νάρκης. γάρ τοι νάρκη ψύξις τίς ἐστιν οὐκ ἀγεννὴς, καὶ διὰ τοῦτο δυσαισθησίαν τε καὶ δυσκινησίαν ἐπιφέρει τοῖς οὕτω διατεθεῖσι σώμασιν, ὥσπέρ γε καὶ τὴν τελείαν ἀναισθησίαν τε καὶ ἀκινησίαν τελεία κατάψυξις. ὅτι δὲ διαθέσεως ὄνομά ἐστιν νάρκη, καὶ οὐκ αἰσθήσεως πόνου, δεδήλωται καὶ πρὸς Ἱπποκράτους εἰπόντος ὧδε· νάρκη γὰρ μετρίη ὀδύνης λυτική. γίνεται γὰρ νάρκη καὶ διὰ ψύξιν, ὡς ὁρᾶται φανερῶς ἐπί τε τῶν ἐν χειμῶνι διὰ κρύους ὁδοιπορησάντων, ἐπί τε τῶν ψυχόντων φαρμάκων, οἷς ἄν τις ἐπὶ πλέον ἔξωθεν χρήσηται, ναρκῶδες ἀποτελεῖται τὸ μόριον, ὥσπέρ γε καὶ παντελῶς ἀναίσθητον ἐν ταῖς ἰσχυροτάταις καταψύξεσιν, οὐκ ἐκ φαρμάκου μόνον, ἀλλὰ κᾀκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γινομέναις. οἶδα γοῦν τινων ὅλους τοὺς πόδας οὕτως ψυγέντας, ὡς εἰς ἀναισθησίαν μὲν πρῶτον ἀφικέσθαι, νεκρωθέντας δὲ ἐν ταῖς ἑξῆς ἡμέραις ἀποσαπῆναι. καθάπερ οὖν καὶ παντελὴς ψύξις ἀναισθησίαν τε καὶ ἀκινησίαν ἐπιφέρει τελείαν, οὕτως καὶ μετριωτέρα δυσαισθησίαν τε καὶ δυσκινησίαν· ὀνομάζεται δ’, ὡς ἔφην, τοιαύτη ψύξις νάρκη. καὶ τοίνυν τὸ ναρκῶδες ἄλγημα διάθεσις ἐργάζεται ψυχρά τε ἅμα καὶ ὀδυνηρὰ, δηλούσης τῆς λέξεως οὐκ ὀδύνης διαφορὰν, ὡς ἔφην, ἀλλὀδύνην ἅμα καὶ ἤτοι διάθεσιν ψυχρὰν τὴν ὑπαὐτῆς γινομένην ἐν τῷ μορίῳ δυσαισθησίαν τε καὶ δυσκινησίαν. ἴσμεν δὅτι καὶ τοῖς θλιφθεῖσι μορίοις ἰσχυρῶς ἐγγίνεται νάρκη καὶ τοῖς ἁψαμένοις τοῦ ζώου τῆς νάρκης ἔτι ζώσης. καὶ ὅσοις γε κατά τι τῶν κώλων ἐγένετο νάρκη, τῶν τε ψαυόντων (τὴν) ἀμυδρὰν ἔχουσι τὴν αἴσθησιν, ἀδυνατοῦσί τε κινεῖσθαι, καὶ εἰ βιάζοιτό τις, ὀδυνῶνται· χωρὶς δὲ τοῦ πρὸς τὰς κινήσεις ἔρχεσθαι τοῦ μὲν πάθους τῆς νάρκης αἰσθάνονται σαφῶς, οὐ μὴν ὀδυνῶνταί γε. κακῶς οὖν Ἀρχιγένης νεύρων ἴδιον εἶναί φησι τὸ ναρκῶδες ἄλγημα, διαθέσεως γάρ ἐστιν, οὐ τόπου πεπονθότος, νάρκη γνώρισμα. καὶ τοίνυν μετὀλίγον πάλιν αὐτὸς Ἀρχιγένης ἰδίαν εἶναι μυῶν αὐτήν φησιν· ἔχει δἑκατέρα τῶν λέξεων οὕτως, μὲν προτέρα· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους καὶ σκληρῶς διατείνοντας. δὀλίγον ὕστερον αὐτῆς εἰρημένη ῥῆσίς ἐστιν ἥδε· μύες δὲ σαρκός τε καὶ νεύρου μῖγμα τῶν ἰδιωμάτων, ἀμέλει δὲ καὶ ἀρτηρίας ἐν τοῖς πόνοις ἀναφέρουσι, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετεὐρυχωρίας διατεινόμενοι, καὶ ναρκῶδες σφύζοντες. τούτων τῶν ῥήσεων ἐν μὲν τῇ προτέρᾳ τὰ νεῦρα ναρκώδεις ἐπιφέρειν τοὺς πόνους φησὶν, ἐν δὲ τῇ δευτέρᾳ τοὺς μῦς ναρκῶδες σφύζειν, οὐ τοῖς πάθεσιν ἀναφέρων τὸ ναρκῶδες, ἀλλὰ τοῖς μορίοις.  ἔστι δ’, ὡς εἶπον, οὐ μορίου τινὸς ἴδιον νάρκη πάθος, ἀλλὰ διαθέσεως, ἅπασι μὲν ἐγγινομένης τοῖς σώμασιν, οὐκ ἐν ἅπασι δαἰσθητῶς φαινομένης, ἀλλἐκείνοις μόνοις, ὅσα πέφυκεν αἰσθάνεσθαι τῶν ἐν αὐτοῖς παθῶν, καὶ κινεῖσθαι κατὰ προαίρεσιν. ἀλλὰ καὶ πρὸς τὸ φαινόμενον ἐναργῶς ἐπὶ τῶν μυῶν λόγος αὐτοῦ μάχεται μετὰ τοῦ ἀδιορίστως εἰρῆσθαι· τάχα δὲ καὶ ἀγνοεῖ, ὡς οὐδαμόθι τοῦ σώματος αὐτὴ καθἑαυτήν ἐστι σὰρξ, ἀλλὰ τῶν μυῶν τὸ μὲν νευρῶδες ἔν τε ταῖς πλείσταις τῶν κεφαλῶν τελευτῶν ἐστιν, ἐνθάδε καὶ οἱ τένοντες, ὅσον δὲ ἐν τῷ μεταξὺ πᾶν, πρὸς ἁπάντων ἀνθρώπων ὀνομαζομένη σάρξ ἐστιν, οὐδενὸς εἰδότος ὅτι μὴ ἀκριβῶς ἀνατεμόντων, ὡς οὐκ ἔστι μόνη σὰρξ, ἀλλὰ μετά τινων ἰνῶν λεπτοτάτων, εἰς ἃς τὸ νευρῶδες ἐλύθη γένος. ὀνομάζω δὲ γένος νευρῶδες εἰς μίαν ἄγων προσηγορίαν τούς τε συνδέσμους καὶ τοὺς τόνους· τούτων γὰρ διαπειρομένων τῇ σαρκὶ, τὴν τῶν μυῶν οὐσίαν ἐδείξαμεν συνισταμένην· ἕνεκα δὲ τοῦ διαμένειν αὐτὴν ἐδεήθη ἀρτηριῶν τε καὶ φλεβῶν.
§3 Καὶ τοίνυν καὶ τὸ σφύζειν ἀνωδύνως ὑπάρχει μόναις ταῖς ἀρτηρίαις, ὑγιαίνοντος τοῦ ζώου· φλεγμονῆς δὲ μεγάλης γενομένης, ἐρυσιπέλατος, ἀποστήματος, αἰσθανόμεθα σὺν ὀδύνῃ τοῦ σφυγμοῦ τῶν ἀρτηριῶν, ἔμπροσθεν ὅθὑγίαινε τὸ σῶμα μὴ ὅτι μετὀδύνης, ἀλλὰ μηδὲ χωρὶς ταύτης αἰσθανόμενοι. ἔστι γὰρ δὴ τὸ συμβαῖνον τοιόνδε. τὰ φλεγμαίνοντα μόρια κατὰ δύο τούτους καιροὺς ὀδυνᾶται μεγάλως, ὅταν τε πρὸς τὰς κινήσεις ἄγηται καὶ ὅταν θλίβηται πρός τινων. ἐπειδὰν οὖν ὅλος μῦς φλεγμαίνῃ, κατὰ διττὸν τρόπον ὀδύνης αἰσθανόμεθα, διαστελλομένων τῶν ἀρτηριῶν, ὅτι τε κινοῦνται καὶ ὅτι θλίβουσί τε ἅμα τὴν περικειμένην σάρκα καὶ θλίβονται πρὸς αὐτῆς. οὗτος μὲν τρόπος ἐστὶ τοῦ κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμοῦ, καὶ τοῦτον μόνον ἐκάλουν οἱ παλαιότατοι σφυγμὸν, ὕστερον δὲ καὶ πᾶσαν αἰσθητὴν κίνησιν ἀρτηριῶν ὡσαύτως ὠνόμασαν. οὐ μὴν ἀχώριστόν γε μυῶν πασχόντων, ὅλως ἴδιόν ἐστι τὸ ναρκῶδες σφύζειν, ὅτι μηδὲ τὸ σφύζειν ὅλως, τοῦ σφυγμοῦ δηλοῦντος, ὡς εἴρηται, τὸ μετὀδύνης· ἔν τε γὰρ τοῖς σκίῤῥοις καὶ τοῖς ἰδίως οἰδήμασιν προσαγορευομένοις ἔν τε ταῖς χωρὶς ὄγκου δυσκρασίαις ἀνώδυνός ἐστιν τῶν ἀρτηριῶν κίνησις· ἔν τε τοῖς φλεγμονώδεσι πάθεσιν οὐκ ἀεὶ μετὀδύνης, ἀλλὅταν μείζω γένηται· καὶ μὴν καὶ χωρὶς μυὸς αὐτὴ καθἑαυτὴν ἀρτηρία φλεγμονῶδες πάθος παθοῦσα μετὀδύνης σφύζει· λέγω δὲ δηλονότι φλεγμονῶδες πάθος, ἵνα συνεπινοῆται τῇ φλεγμονῇ τά τἐρυσιπέλατα καὶ τὰ ἀποστήματα. τῶν οὖν τοιούτων παθῶν μειζόνων γενομένων σύμπτωμἐστὶν τὸ σφύζειν· εἰ δέ γε ναρκώδης ποτἐπαὐτῶν σφυγμὸς φαίνοιτο γινόμενος, αὐτῷ δηλονότι τῷ κάμνοντι, τούτῳ γὰρ δὴ καὶ τὸ τῆς νάρκης πάθος ἐστὶν αἰσθητόν· ἰστέον εἶναι τηνικαῦτα διάθεσιν ἐν τοῖς κατὰ τὸν μῦν νεύροις, ἐπὶ παράλυσιν αὐτῶν ἀφικνουμένων· μὲν γὰρ ναρκώδης διάθεσις ἐν τῷ μεταξὺ παραλύσεώς τἐστὶ καὶ τῆς ὑγιεινῆς καταστάσεως. δὲ σὺν ἀλγήματι σφυγμὸς ἕπεται φλεγμονώδεσι πάθεσιν ἀξιολόγοις, ἐπαὐτῶν μὲν ἀεὶ τῶν ἀρτηριῶν, ἤδη δὲ καὶ τῶν περιεχόντων αὐτὰς σωμάτων, ὅταν ὑπὸ στενοχωρίας θλίβωσιν αὐτὰ καὶ οἷον πλήττωσι διαστελλόμεναι, τοῦ πάσχοντος μέρους αἰσθάνεσθαι πεφυκότος. οὔτοὖν ἐν περιπνευμονίᾳ γενήσεται πόνος σφυγματώδης οὔτἐν πλευρίτιδι διὰ τὴν τῶν μορίων φύσιν· μὲν γὰρ πνεύμων ἀναίσθητος, πλευρῖτις δὲ νόσημἐστὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὃς ἐν οἷς μὲν ὁμιλεῖ τοῖς ὀστοῖς, ἐξ ἀνάγκης θλίβεται, τὸ μεταξὺ δὲ πᾶν ἄθλιπτόν τἐστὶν αὐτοῦ καὶ μόνον τῷ λόγῳ τῆς φλεγμονῆς ὀδυνώμενον. ἐν τούτῳ τῷ χωρίῳ καὶ ἀρτηρίαι εἰσὶν αἱ κατὰ τὰ μεσοπλεύρια καλούμενα τεταγμέναι, κατά τε τὰ παχέα καὶ χαλαρὰ μέρη τῶν πλευρῶν, ἐν βάθει τε κείμεναι μᾶλλον, ὡς μὴ ψαύειν τοῦ τὰς πλευρὰς ὑπεζωκότος χιτῶνος. οὔτοὖν μετὀδύνης οὔθὅλως αἰσθητὴ τῷ κάμνοντι τῶν ἀρτηριῶν τούτων ἐν ταῖς πλευρίτισιν κίνησις ἔσται· φλεγμαινόντων μέντοι ποτε τῶν ἐν τοῖς μεσοπλευρίοις μυῶν, ὀδυνηρὰν ἀνάγκη γενέσθαι τὴν διαστολὴν τῶν ἀρτηριῶν, καὶ διὰ τοῦτο κατάφωρον αὐτῷ τῷ κάμνοντι· καὶ κατὰ τὸ μέγεθος τὸ τῆς φλεγμονῆς αἰσθήσεται τοῦ καταὐτὴν σφυγμοῦ· καὶ διὰ τοῦτό γε ἐπὶ τοῖς σφοδροτάτοις σφυγμοῖς ἐκπυΐσκεται τὰ φλεγμαίνοντα μόρια, μεγάλαις φλεγμοναῖς ἑπομένης τῆς ἐκπυήσεως. ἐξ οὖν τῶν εἰρημένων δῆλον ἤδη, ὡς σφυγμώδης τε καὶ σφυγματώδης ὀνομαζόμενος ὑπὸ τῶν ἰατρῶν πόνος ἐν πάθεσί τε γίγνεται φλεγμονώδεσι καὶ σώμασιν αἰσθητικοῖς· κατὰ μὲν αὐτοπάθειαν, ἰδιοπάθειαν, πρωτοπάθειαν ἐν ἀρτηρίαις, ὀνομαζέτω γὰρ ἕκαστος ὡς ἂν ἐθέλῃ· κατὰ δὲ τὴν ἐκ τῆς θλίψεως τῶν ψαυόντων κοινωνίαν ἐν τοῖς ἄλλοις ἅπασιν αἰσθητικοῖς.
§4 Οὔκουν οὐδἐν ἥπατι γένοιτἄν ποτε τοιοῦτος σφυγμὸς, οὐδἐν νεφροῖς, ὅτι μηδἐν ἐκείνοις εἰς ὅλα διασπείρεται τὰ σπλάγχνα τὰ νεῦρα, καθὅτι μηδἐν πνεύμονι. καὶ διὰ τοῦτο βάρους αἴσθησις ἐπαὐτῶν γίνεται, περιπεσόντων νοσήμασι τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων· ἐφἑκάστου γάρ τοι τῶν εἰρημένων σπλάγχνων περικείμενος ὑμὴν, εἰς ὃν διασπείρεται τὸ νεῦρον, αἰσθητικὸς ὑπάρχει· διατεινόμενος οὖν ὑπὸ τοῦ κατὰ τὸ σπλάγχνον ὄγκου τῷ τῆς ὀδύνης εἴδει τὴν προσηγορίαν προσεπεσπάσατο. καὶ διὰ τοῦθἹπποκράτης μὲν πρῶτος ἔγραψεν·  καὶ εἰς νεφρὸν ὀδύνη βαρεῖα· μεταὐτόν τοὐκ ὀλίγοι τῶν ἀρίστων ἰατρῶν οὐκ ὀδύνης ὀξείας, ἀλλὰ βάρους αἴσθησιν ἐν ταῖς τῶν εἰρημένων σπλάγχνων φλεγμοναῖς ἔφασαν γίνεσθαι. καὶ μὴν καὶ τοὺς ὑμένας ὡς ἂν οὐκ ἔχοντας ἐν ἑαυτοῖς ἀρτηρίας, εἰκὸς δήπου μὴ σφύζειν, ὥσπερ οὐδὲ τὸ δέρμα, κᾂν ἰσχυρῶς φλεγμαίνῃ· κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τοὺς ἀδένας, ὅσοι οὐ μετέχουσιν ἀρτηριῶν· ἀλλὰ καθἕνα τρόπον ἀλγήσει τὰ τοιαῦτα μόρια φλεγμαίνοντα, τὸν τῆς τάσεως· ἀχώριστος γὰρ οὗτός ἐστι τῶν αἰσθητικῶν σωμάτων ἁπάντων ἐν ταῖς τοιαύταις διαθέσεσιν.
§5 Οἱ δἄλλοι πόνοι τισὶ μὲν ὑπάρχουσι μορίοις, τισὶ δοὔ. μεμνῆσθαι γοῦν αὐτῶν ἀεὶ χρὴ, καὶ γιγνώσκοντα τὴν φύσιν ἑκάστου τῶν τόπων ἐπισκοπεῖσθαι, τίνας μὲν ἐγχωρεῖ δέξασθαι τρόπους ὀδύνης, τίνας δοὔ. λέγωμεν οὖν αὖθις αὐτοὺς ἀναλαβόντες. εἷς μὲν τρόπος ὀδύνης ἐστὶν κατὰ τὴν ἀνώμαλον δυσκρασίαν ἐν αὐτῷ τῷ πάσχοντι μορίῳ συνιστάμενος, εἰ καὶ μηδενὸς ψαύοι τῶν ἔξωθεν· ἕτερος δ κατὰ τὴν τάσιν οὐκ ἔτἴδιος μόνου τοῦ πάσχοντος, ἀλλἔστιν ὅτε καὶ διὰ τὰ πλησιάζοντα γινόμενος· ἄλλος δἐκ τῶν ψαυόντων μόνον ὁρμώμενος εἰς τὸ πάσχον, ὅταν ἤτοι θλιβόμενον, θλώμενον, τιτρωσκόμενον ὑπό τινος τῶν προσπιπτόντων ὀδυνᾶται. γε μὴν ἐκ τοῦ κινεῖσθαι τρόπος τῆς ὀδύνης διὰ μέσου τινὸς ἑτέρου τὴν ὀδύνην ἐργάζεται, καθάπερ ἐπὶ τῆς ἀρτηρίας ὀλίγῳ πρότερον ἐλέγετο· καὶ γὰρ τείνεται τὸ κινούμενον ἐξ αὐτοῦ καὶ θλίβεταί ποτε καὶ θλᾶταί τε καὶ τιτρώσκεται προσπῖπτον τοῖς πλησιάζουσιν· εἰ δὲ μηδενὶ προσπίπτοι, τῷ τείνεσθαι μόνον τὴν ὀδύνην ἐξ ἀνάγκης ἔχει· ὡς τά γὑφἑτέρων ὅλα κινούμενα, μηδενὸς ἔξωθεν αὐτῶν ἐπιψαύοντος, οὐδεμίαν ὀδύνην ἐπικτᾶται παρὰ τὴν ἀναγκαίαν. πολλάκις δἐν ἑτέροις εἰρηκὼς οἶδα δύο τοὺς πρώτους τρόπους ὀδύνης, ἀθρόαν ἀλλοίωσιν κράσεως καὶ συνεχείας λύσιν, οἷς οὐ μάχεται τὰ νῦν εἰρημένα. καὶ γὰρ τὸ τεινόμενον καὶ τὸ θλιβόμενον καὶ τὸ θλώμενον καὶ τὸ τιτρωσκόμενον ὀδυνᾶται, λυομένης τῆς συνεχείας αὐτοῦ. οὐδὲ γὰρ ὅταν ὑπὸ βελόνης τιτρώσκηταί τις, ἕτερον πάθος. πάσχει τοῦ γινομένου κατὰ τὴν ὑπὸ δριμέος χυμοῦ διάβρωσιν· ἐν ἑκατέρῳ γέ τοι τῷ πάθει διαφθείρεται τὸ συνεχές. οὐχ ὡσαύτως οὖν τε δακνώδης χυμὸς ὀδύνην ἐργάζεται καὶ πολύς· ἀλλ μὲν τῷ διαβιβρώσκειν, δὲ τῷ διατείνειν, ὥσπερ καὶ τὸ φυσῶδες πνεῦμα, κᾀν ταῖς ἰσχουρίαις τὸ οὖρον. ἐν ἐρυσιπέλασί τε καὶ φλεγμοναῖς καὶ ὅλως τοῖς φλεγμονώδεσι πάθεσιν οὐ τῷ τείνεσθαι μόνον ἐπὶ τῇ πληρώσει πονοῦσιν, ἀλλὰ καὶ τῇ δυσκρασίᾳ, οὐ σμικρὰν οὐδαὐτῆς δύναμιν ἐχούσης πρὸς ὀδύνης γένεσιν, ὡς δηλοῦσιν οἱ ἐξ ὁδοιπορίας ἐν χειμῶνι σφοδρῷ θάλπειν ἀθρόως παρὰ πυρὶ τὰς χεῖρας ἐπιχειρήσαντες· ἀφορήτου γὰρ τινος ὀδύνης αἰσθάνονται, καὶ μάλιστα κατὰ τὰς ῥίζας τῶν ὀνύχων. οἶδα δὲ καὶ ἐμαυτῷ ποτε συμβᾶσαν ὀδύνην, ὡς τρυπάνῳ δοκεῖν διατιτρᾶσθαι κατὰ τὸ βάθος τῆς κοιλίας ἐν ἐκείνῳ μάλιστα τῷ χωρίῳ, καθ τοὺς ἀπὸ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν οὐρητῆρας ἐκτεταμένους ἴσμεν· εἶτἐνεθέντος πηγανίνου ἐλαίου, μικρὸν ὕστερον ἀποκρῖναι προθυμηθεὶς αὐτὸ, συνεξέκρινα μετὰ σφοδροτάτης ὀδύνης τὸν ὑαλώδη προσαγορευόμενον ὑπὸ Πραξαγόρου χυμὸν, ὃς ὑάλῳ κεχυμένῃ προσέοικεν τὴν χροιὰν καὶ τὴν σύστασιν· ἐθεασάμην δαὐτὸ τοῦτο καὶ ἄλλοις συμβάν. ὅτι δὲ ψυχρότατος χυμὸς οὗτός ἐστιν, εἴρηται μὲν δήπου καὶ Πραξαγόρᾳ τῷ καὶ τοὔνομα καταὐτοῦ θεμένῳ τὸ ὑαλῶδες· φαίνεται δὲ σαφῶς καὶ κατὰ τὴν τῆς ἁφῆς αἴσθησιν αὐτῶν τε τῶν ἀποκρινάντων αὐτὸν καὶ εἴ τις ἅψασθαι βουληθείη παραχρῆμα· καὶ θαυμάσαι γἐστὶ, πῶς ψυχρὸς ὑποπίπτει, μηδὲν ὑπὸ τῆς κατὰ τὴν ἔκπτωσιν βίας θερμαινόμενος. ἐγὼ μὲν οὖν ᾠήθην λίθοι ἐσφηνῶσθαι κατὰ τὸν ἕτερον τῶν οὐρητήρων, οὕτω μοι τὸ τῆς ὀδύνης εἶδος αὐτοῦ τῷ τιτρᾶσθαι παραπλήσιον ἐφαίνετο· δῆλον δἐγένετο, μετὰ τὴν ἔκκρισιν τοῦ χυμοῦ παυσαμένης τῆς ὀδύνης, ὡς οὔτε λίθος ἦν αἴτιος οὔθ πάσχων τόπος οὐρητὴρ νεφρὸς, ἀλλά τι τῶν ἐντέρων, καὶ μᾶλλον ἴσως τῶν παχέων· οὐ γὰρ ὡς διὰ λεπτοῦ σώματος διέξοδος αὐτοῦ βραχυχρόνιος ἦν, ἀλλὡς ἐκ βάθους τινὸς φερομένου διὰ παχυτέρου τινὸς κατὰ τὸν χιτῶνα τῶν λεπτῶν ἐντέρων. ταύτῃ μοι δοκοῦσι καὶ οἱ ἰατροὶ σχεδὸν ἅπαντες ὀνομάσαι τὰ τοιαῦτα τῶν ἀλγημάτων κωλικὰ, καίτοι γὅσον ἐπὶ τῷ χωρίῳ, καθ τῆς ὀδύνης αἰσθάνονται, μηδενὸς μᾶλλον ἐνδεικνυμένου τὸ κῶλον, τι τῶν λεπτῶν ἐντέρων ὀδυνᾶσθαι. τὰ μὲν δὴ τοιαῦτα τῶν ἀλγημάτων ὡς ὑπὸ τρυπάνου φαίνεται γινόμενα, τῶν καμνόντων αὐτῶν οὕτως ἑρμηνευόντων· ἕτερα δὡς σκόλοπος ἐμπεπαρμένου φαίνεται, παχὺ μὲν ἐνδεικνύμενα καὶ ταῦτα τὸ πάσχον εἶναι σῶμα, διαφέροντα δἀλλήλων ἤτοι κατὰ τὸ πλῆθος, τὸ πάχος, τὴν κίνησιν, τὴν δύναμιν τῆς ἐργαζομένης τὴν ὀδύνην οὐσίας, εἴτε χυμὸς εἴτε πνεῦμα φυσῶδες εἴη. τὸ γὰρ ἔλαττον ἧττον ὀδυνήσει τοῦ πλέονος, ὥσπέρ γε καὶ τὸ λεπτότερον τοῦ παχυτέρου, καὶ τὸ μένον τοῦ κινουμένου, καὶ τὸ τοῦ βιαίου τῆς ψύξεως ἀπολειπόμενον· ἀλλὰ τό γε τῆς ὀδύνης εἶδος ἐντέρου παχέος ἐστὶν, ἄν θὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου τις ἄν θὡς ὑπὸ τρυπάνου διατιτρᾶσθαι νομίζῃ. καὶ διακρῖναί γε ταῦτα τῆς ἀπὸ λίθου σφηνώσεως οὐκ ἔστι, πρὶν περιμεῖναί τι τῶν ἐφεξῆς. οὐ μὴν οὐδὲ βλαπτόμεθά τι πρὸς τὸ πραῧναι τὴν ὀδύνην ἐκ τῆς τοιαύτης ἀγνοίας· κοινὰ γὰρ ἅπαντα τὰ τῆς ὀδύνης ἑκατέρας ἐστὶ βοηθήματα, θάλψεις μὲν ἔξωθέν τε καὶ διὰ τῶν ἐνιεμένων  τὸ πρῶτον, ἐπὶ ταύταις δὲ, εἰ μὴ πραΰνοιτο, καὶ τῶν ἀνωδύνων τι καλουμένων φαρμάκων, ὁποῖόν ἐστιν τὸ τοῦ Φίλωνος. ἀλλεἰ μὲν λίθος τὴν ὀδύνην ἐργαζόμενος εἴη, ποτὲ μὲν αὐτὸς μόνος ἐκκριθεὶς ὀφθήσεται, ποτὲ δὲ καὶ μεθαἵματος ἅμαὐτῷ συνεξουρηθέντος, ξυσθέντων δηλονότι τῶν σωμάτων διεξῆλθεν, καὶ μᾶλλον εἰ τραχὺς ὀξὺς λίθος εἴη· καὶ μετὰ ταῦθὕστερον ἐπισκεπτομένῳ σοι τὰ οὖρα, ψαμμώδεις ὑποστάσεις εὑρεθήσονται· τοῦ κώλου δεἴπερ εἴη τὸ πάθος, οὔτε ψάμμος οὔτε λίθος οὔθαἷμα, χυμὸς δέ τις, οἷον εἶπον, τἄλλα γε τὰ κατἔντερον πάσχον ἐπιφαινόμενα συμπτώματα, παραχρῆμα μὲν ἐμφύσησίς τις, καὶ διάτασις, πάνυ πολλαὶ φῦσαι, καὶ μᾶλλον ἐξ ὑστέρου, καὶ στρόφοι τινὲς, καὶ διαχωρήματα φυσώδη· γνωρίσεις δαὐτὰ τῷ καθὕδατος ἐποχεῖσθαι προσεοικότα βολβίτοις. ἀλλὰ καὶ τὰ τῆς ὀρέξεώς τε καὶ πέψεως χείρω, προγεγονότα τε καὶ γινόμενα καὶ συνεπόμενα, κατὰ τὴν τῆς συνεχείας κοινωνίαν τῷ πρωτοπαθοῦντι συμπαθούσης τῆς γαστρός. οὐχ ἥκιστα δὲ καὶ προηγεῖται τῶν κωλικῶν ὀνομαζομένων παθῶν ἀπεψία καὶ πνευμάτωσις, ἔμετός τε καὶ ναυτίαι μέχρι πολλοῦ παραμένουσαι κεναὶ, καὶ δῆξις τῶν καθὑποχόνδριον, ἄση τε καὶ ἀπορία πολλή. τὰ μὲν οὖν σφοδρότατα τῶν τοιούτων ἀλγημάτων εἰκὸς εἶναι κατὰ τὰ παχύτερα τῶν ἐντέρων· ὅσα δἐπιεικέστερα, δυοῖν θάτερον, ἐν τοῖς αὐτοῖς μένειν, ἀλλὰ διὰ μετριωτέραν αἰτίαν, ἐν τοῖς λεπτοῖς ἐντέροις συνίστασθαι. τὰ δὲ μετὰ δήξεως ἐπὶ χυμῷ δακνώδει γίνεται διαβιβρώσκοντι τὸ ἔντερον· ἀεὶ γοῦν δυσεντερίας προηγεῖται τὰ τοιαῦτα, τῆς γε μεθἑλκώσεως ἐντέρων γινομένης, ἣν καὶ μόνον ὀνομάζουσι δυσεντερίαν οἵ τε νεώτεροι πάντες ἰατροὶ καὶ τῶν παλαιῶν οὐκ ὀλίγοι· καλοῦσι γὰρ οἱ μέν τινες αὐτῶν οὐ μόνον ταύτην δυσεντερίαν, ἀλλὰ καὶ τὴν ἄλλην τὴν αἱματώδη προσαγορευομένην διὰ τὸ τῶν ἐκκρίσεων εἶδος, ἐνίοτε μὲν αἵματος ἀκριβοῦς καὶ πολλοῦ διαχωρουμένου, ποτὲ δὥσπέρ τινος ἰλύος αὐτοῦ καὶ τρυγὸς, οὐκ ὀλίγου τὸ πλῆθος οὐδὲ τούτου. αὕτη μὲν οὖν σύμπτωμά ἐστιν ἥπατος πάσχοντος, δαἵματος ἀκριβοῦς καὶ πολλοῦ τὸ σύμπαν σῶμα κενοῖ πολλάκις οὕτως ὡς αἱμοῤῥοῒς κάθαρσις γυναικεία. περὶ μὲν δὴ τούτων καὶ αὖθις ἐγχωρεῖ διελθεῖν, ἐπὶ δὲ τὰ τῶν ἀλγημάτων εἴδη πάλιν ἐπάνειμι· τοῦτο γὰρ μάλιστα προὐθέμην ἐν τῷδε τῷ γράμματι διασκέψασθαι. ἀρξώμεθοὖν αὖθις ἀπὸ τοῦ νυγματώδους ὀνομαζομένου, συνισταμένου τε περὶ τοὺς ὑμένας μάλιστα, τῆς μὲν οἷον ῥίζης τοῦ πάθους κατὰ τὸ νύττεσθαι δοκοῦν ἐρηρεισμένης, ἐκτεινομένης δἐπὶ πλέον ἐν κύκλῳ περὶ τοῦτο τῆς ὀδύνης· οὕτω τοι καὶ τὸ τῆς πλευρίτιδος ἄλγημα νυγματῶδες εἶναι σχεδὸν ἅπασι τοῖς ἰατροῖς ὡμολόγηται, καθάπερ τὸ τῆς φλεγμονῆς σφυγματῶδες.
§6–8
§6 Οὐ μὴν αἱμωδίᾳ τι προσεοικὸς πόνος ἔχει τῶν ὑμενωδῶν σωμάτων, ὡς Ἀρχιγένης ἔγραψεν· ἴσμεν γὰρ ὅτι κατὰ τὸ στόμα μόνον, οὐδὲ τοῦτο σύμπαν, ἀλλὰ τοὺς ὀδόντας τε καὶ τὰ οὖλα γίνεταί τι πάθος, καλοῦμεν αἱμωδίαν, μηδὲ ἑρμηνεῦσαι λόγῳ δυνατόν ἐστι, ἀλλἐκ τοῦ προηγήσασθαι μὲν ἐδωδὴν ἐδεσμάτων αὐστηρῶν τε καὶ ὀξέων, ἀκολουθῆσαι δέ τι πάθος ἐν τοῖς ὀδοῦσι καὶ τοῖς οὔλοις, ἐπιστεύσαμεν ἅπασι γίνεσθαι ταὐτὸν, ὁρῶντες ἐν τοῖς πλείστοις ὁμοιοπαθεῖς ἡμᾶς ὑπάρχοντας, ὡς ἀπὸ τῶν αὐτῶν αἰτίων πάσχειν τὰ αὐτά. τὸν μὲν οὖν τοιοῦτον πόνον ἐν τῷ στόματι μόνον ἴσμεν γινόμενον, ἄλλους δέ τινας ὧν Ἀρχιγένης ἔγραψεν μὴ ὅτι γνωρίσαι γινομένους δυνατὸν, ἀλλὰ μηδὲ νοῆσαι λεγομένους, οἷον τὸν ὅλκιμον, τὸν αὐστηρὸν, τὸν γλυκὺν, τὸν ἰσχνῶς ὀξὺν, τὸν ἁλυκὸν, τὸν γλίσχρον, ἀτειρὸν, τὸν στύφοντα. τοιαῦτα γὰρ ὀνόματα καὶ κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν ἔγραψεν, οὐδὲν διδάξαι δυνάμενα τὸν ἀκούοντα, διὰ τὸ πᾶσαν ἐπιστημονικὴν διδασκαλίαν ὀνομάτων δεῖσθαι κυρίων· εἰ μὲν περὶ χυμῶν διαλεγοίμεθα, καὶ ὅλως περὶ τῶν τῆς γλώττης ἰδίων αἰσθητῶν, αὐστηρὸν ἡμῶν λεγόντων καὶ στρυφνὸν καὶ στύφοντα καὶ δακνώδη καὶ ἁλμυρὸν καὶ γλυκὺν καὶ πικρόν· εἰ δὲ περὶ τῶν ἁπτῶν, ὑγρὸν σῶμα καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν καὶ τραχὺ καὶ λεῖον καὶ μαλακὸν καὶ σκληρὸν, ὀξύ τε καὶ ἀμβλύ· καθάπερ γε καὶ εἰ περὶ τῶν ὁρατῶν, ἐρυθρὸν καὶ ξανθὸν καὶ μέλαν καὶ λευκὸν καὶ φαιὸν τι τοιοῦτον ἕτερον. εἰ δὑπαλλάττοι τις αὐτῶν τὰς προσηγορίας, ἀσύνετα τοῖς ἀκούουσιν ἐρεῖ, καθάπερ ἐπὶ τοῦ στύφοντος αὐστηροῦ πόνου. τὸν μὲν γὰρ γλυκὺν οὐδἐπινοῆσαι δυνατὸν, ἀνιῶντος μὲν ἀεὶ τοῦ πόνου τὸν πάσχοντα, πάντων δὲ τῶν γλυκέων ἡδέων ὄντων. ὅτι μὲν οὖν φιλόπονος εἰς τὰ τῆς ἰατρικῆς ἔργα γέγονεν Ἀρχιγένης, ἀληθέστατόν ἐστιν· ὅπως δὲ εἰς τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκφέρεται, πολλάκις μὲν ἐσκεψάμην, εὑρεῖν δοὐκ ἠδυνήθην.
§7 Ὅσον οὖν ἐν αὐτοῖς ἐστι σαφὲς, ἐπισκεψώμεθα, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ ναρκώδους πόνου. δίκαιον γάρ ἐστι τὰ μὲν ἀσαφῆ τῶν ὀνομάτων ἐν ἀδήλῳ καταλιπεῖν, ἄχρηστα νομίζοντας, καθάπερ εἰ μηδὅλως ἐγέγραπτο· τὰ δὲ σαφῆ κρίνειν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ πολὺ πρότερον ἔτι τῇ πείρᾳ. χαλεπὸν δὲ τὸ τοιοῦτον κριτήριον, ὡς ἂν ἑτέροις πολλάκις ἀναγκαζομένων μῶν πιστεύειν, οὔτε παρακολουθοῦσιν σαφῶς οἷς πάσχουσιν διὰ μαλακίαν ψυχῆς, οὔτ’, εἰ καὶ παρακολουθοῖεν, ἑρμηνεῦσαι δυναμένοις,  τῷ μηδὅλως οἵους τεἶναι λόγῳ δηλῶσαι περὶ ὧν πάσχουσιν, οὐ γὰρ μικρᾶς δυνάμεως τὸ τοιοῦτον, τῷ μηδεἶναι ῥητὸν αὐτό. καταλείπεται τοίνυν αὐτὸν πεπονθέναι τὸν μέλλοντα γράψειν ἑκάστου τῶν ἀλγημάτων τὴν ἰδέαν, ἰατρόν τε ὄντα καὶ ἄλλοις ἑρμηνεῦσαι δυνατὸν, ἑαυτῷ τε παρηκολουθηκότα μετὰ φρονήσεως, ἡνίκἔπασχεν, ἄνευ μαλακίας ψυχῆς. οὐ μὴν ἅπαντά γε τὰ πάθη καθὅλον ἑαυτοῦ τὸν βίον ἔπαθέν τις, εἰ καὶ νοσωδέστατος εἴη· διὸ καὶ θαυμάζω, τὰς ἰδιότητας αὐτῶν ἀναγιγνώσκων, ὅσας ἔγραψεν Ἀρχιγένης· ὡς γὰρ αὐτὸς ἅπαντα πεπονθὼς διηγεῖται, καίτοι γοὐ πάνυ τι νοσώδης γενόμενος· εἰ δὲ καὶ καθἕν τι μόριον τοῦ σώματος ἀσθενὴς καὶ νοσώδης ἦν, ἀλλοὔπω γε πάντα, καθάπερ οὐδἄλλος τις οὐδεὶς ἀνθρώπων. οὐδὲ γὰρ ἂν εὕροις τὸν αὐτὸν ἄνθρωπον ἅμα τε κεφαλὴν ἀσθενῆ καὶ θώρακα καὶ πνεύμονα καὶ ἧπαρ καὶ σπλῆνα καὶ γαστέρα καὶ νῆστιν καὶ κῶλον καὶ κύστιν, ἕκαστόν τε τῶν ἄλλων. ἔοικεν οὖν ἐπινοίαις τισὶν ἰδίαις λογικαῖς, τῇ πείρᾳ τῶν πεπονθότων, Ἀρχιγένης ἀποπιστεῦσαι, διηγουμένων ὡς ἠδύναντο τὰς διαφορὰς τῶν ἀλγημάτων.
§8 Ἵνοὖν τι πλέον ἔχωσι καὶ παρἡμῶν οἱ φιλομαθεῖς, αὐτὰς ῥήσεις αὐτοῦ παραθέμενοι, ὅσα μὲν ἀληθῆ τἐστὶν ἅμα καὶ σαφῆ, ταῦτἐκλέξας μόνα, πιστεύειν αὐτοῖς ἀξιώσω τοὺς ἀσκουμένους κατὰ τὴν τέχνην· ὅσα δοὐ τοιαῦτα, παρέρχεσθαι συμβουλεύσω. μεμψάμενος οὖν Ἀρχιγένης τῷ Ἀσκληπιάδῃ τὸ μὲν πεπονθὸς νεῦρον ἐν ταῖς ἀρθρίτισιν ἀνώδυνον εἶναι λέγοντι, διότι μηδὅλως αἰσθάνεται, τὴν δἀπαθῆ σάρκα τῇ γειτνιάσει θλιβομένην ὀδυνᾶσθαι, μετὰ ταῦτα γράφει κατὰ λέξιν οὕτως· τὰ δἀγγεῖα στερεῶς ἐπιθλιβόμενα τὰς ἄνευ φλεγμονῆς κεφαλαλγίας ἐπέχει, ὥσπερ ἐμπτώσεώς τινος εἰς αὐτὰ κωλυομένης· καὶ βαρβαρικὸς διάδεσμός, τότε μάλιστα ἀνύει. τὰς δὲ σφακελώδεις ἑτεροκρανίας διακοπὴ αὐτῶν, καὶ μᾶλλον τῆς ἀρτηρίας, περιγράφει. ἥτις καὶ σφυγμώδη καθηγουμένη καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλει, καὶ στρογγύλλεται ὑποφρίσσουσα ἐπισήμως, ὥσπερ αἱ μὲν φλέβες οἷον ἀποκιρσοῦνται, τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα. καὶ ταῦτα μὲν ναρκώδεις ἐπιφέρει τοὺς πόνους, καὶ σκληρῶς διατείνοντας καὶ βυθίους καὶ ἐμπεπαρμένους καὶ στενοχωρίας πλήρεις καὶ ἥκιστα κεχυμένους· οἱ δὑμένες καὶ ἐπὶ πλάτος διήκοντας αὐτοὺς παρέχουσιν, καὶ ἀνωμάλους, ὥστε καὶ αἱμωδίᾳ τι προσεοικὸς ἔχειν, τὴν τῆς ἀναδόσεως τραχύτητα. πονεῖ δὲ πολλάκις οὕτω καὶ ἐπιφάνεια καὶ οἱ μεταξὺ τῆς σαρκὸς ὑμένες, οἳ καὶ τοὺς διασπῶντας πόνους ἐπιφέρουσι. τοὺς δὲ ἀπὸ τῶν περὶ τὰ ὀστέα προστυπεῖς εὑρήσεις, ὡς αὐτῶν δοκεῖν τῶν ὀστέων ὄντας. αἱ φλέβες δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρουσιν αὐτοὺς, αἱ δὲ σάρκες κεχυμένους τε καὶ χαλαρωτέρους· διὸ φαίνονται μηδἐπὶ πολὺ ἐκτεινόμεναι, ὡς ἐμπλεούσης τραχύμασί τισι δοκεῖν τῆς αἰσθήσεως. οἱ μύες δὲ σαρκός τι καὶ νεύρου μίγμα τῶν ἰδιωμάτων, ἀμέλει καὶ τῆς ἀρτηρίας, ἐν τοῖς πόνοις ἀναφέρουσιν, σφριγῶντες, ὡς ἂν εἴποι τις, καὶ μετεὐρυχωρίας διατεινόμενοι καὶ ναρκῶδες σφύζοντες. τῶν δἄλλων μὲν ἑλκώδης πόνος καὶ ἐν ἕλκεσιν ἰσχνῶς ὀξὺς, καὶ οὐχ ἥκιστα γλυκύτερος καὶ κνησμοῦ προσαγωγὸς, ἐπιφανείας ἔοικεν ὤν· δὲ νυγματώδης τοῦ βάθους· δὲ ἐνερείδων κόλπου πλησιάζοντος· δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μὴ, οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχων· σπαράσσων δέ ἐστιν ἐν κόλποις συνιστάμενος. αὕτη μὲν πρώτη ῥῆσίς ἐστιν Ἀρχιγένους ἐκ τοῦ πρώτου τῶν πεπονθότων τόπων, ἐπιχειροῦντος διδάσκειν, ὅπως ἄν τις εὑρίσκοι τὰ πεπονθότα μέρη, τῇ τῶν πόνων διαφορᾷ προσέχων τὸν νοῦν. ἐπισκεψώμεθα δἀπἀρχῆς αὐτὴν μὴ παρέργως. τὰς σφακελώδεις, φησὶν, ἑτεροκρανίας διακοπὴ τῶν ἀγγείων περιγράφει. τίνας μὲν οὖν λέγει τὰς σφακελώδεις, χαλεπὸν εὑρεῖν, οὐδὲ γὰρ ὡμολόγηται τῆς σφάκελος φωνῆς τὸ σημαινόμενον, ἐνίων μὲν ὀδύνην λεγόντων μεγάλην δηλοῦσθαι, τινῶν δὲ φλεγμονῆς ὑπερβολὴν τηλικαύτην, ὡς ἐπιφέρειν κίνδυνον φθορᾶς τοῦ μέρους, ὅπερ ἔνιοι γάγγραιναν ὀνομάζουσιν· ἐνίων δὲ τὴν φθορὰν αὐτὴν τοῦ πάσχοντος μορίου σφάκελον ὀνομάζεσθαι φασκόντων· ἄλλων δὲ σπασμόν· ἄλλων τοὐχ ἁπλῶς σπασμὸν, ἀλλὰ τὸν ἐπὶ φλεγμονῇ νευρωδῶν σωμάτων· ἐνίων τοὐ τὸν ἤδη γινόμενον σπασμὸν, ἀλλὰ τὸν προσδοκώμενον ἐπὶ μεγέθει φλεγμονῆς· ἐνίων δἁπλῶς τάσιν ἰσχυράν· ἄλλων δὲ σηπεδόνα. τὸ μὲν δὴ σφακελῶδες ὄνομα, τὸ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ὑπὸ Ἀρχιγένους εἰρημένον, εἰς τοσοῦτον ἀσαφείας ἥκει, ὡς μηδὲν δηλοῦν, μηδἐξήγησιν ὀνομάτων ἰατρικῶν ἐν ἑτέρᾳ πραγματείᾳ γράψαντος αὐτοῦ. τὸ δὲ περιγράφει τάχἄν τις ὑπονοήσειεν εἰρῆσθαι τὸ οἷον ταχέως παντελῶς ἰᾶται, καὶ κείσθω γοὕτως εἰρῆσθαι. τί γὰρ ἄν τις πάθοι νοεῖν ὀρεγόμενος μηδ γράψας αὐτὸς ἐσπούδασε νοῆσαι; σφυγματώδη οὖν καὶ διαΐσσοντα τὸν πόνον ἐμβάλλειν φησὶν τὰς ἀρτηρίας, ὅταν αὗται δηλονότι πρωτοπαθῶσι κατὰ τὰς σφακελώδεις ἑτεροκρανίας. τὸν μὲν οὖν σφυγματώδη πόνον ἐξήγημαι πρόσθεν, ὁποῖός τίς ἐστιν, ὄντα καὶ πρὸ τῆς ἐμῆς ἐξηγήσεως ἅπασι τοῖς ἰατροῖς γνώριμον, οἵ γε καὶ σύμπτωμα αὐτὸν εἶναί φασι φλεγμονῶν μεγάλων.  δὲ διαΐσσων πόνος ἐστὶν, ὅταν ὥσπερ ἀπὸ ῥίζης ἀρχόμενος τοῦ πρωτοπαθοῦντος μορίου φέρηται ταχέως εἰς τὰ παρακείμενα, καὶ συμβαίνει τοῦτο ταῖς σφοδροτάταις οὐχ ἑτεροκρανίαις μόνον, ὡς Ἀρχιγένης ἐμνημόνευσιν, ἀλλὰ καὶ ταῖς κεφαλαίαις ὀνομαζομέναις. καὶ γὰρ ἐπἐκείνων ἐνίοτε φανερῶς αἱ ἀρτηρίαι πρωτοπαθοῦσαι τοιοῦτον ἔχουσι τὸν πόνον, οἷον εἶπον Ἀρχιγένης, ὥσθὁμολογεῖν ἐνίους, αἰσθάνεσθαι τῶν ἀγγείων αὐτῶν ἀλγούντων, ὅπερ ἑρμηνεῦσαι βουλόμενος στρογγύλλεσθαι τὴν ἀρτηρίαν ὑποφρίσσουσαν ἔφη. πότερον οὖν ὥσπερ τὰς ἀρτηρίας ἐν ταῖς σφακελώδεσιν ἑτεροκρανίαις οὕτω πάσχειν ἔφη, κατὰ τὸν αὐτὸν τρόπον ἀκούσει τις αὐτοῦ καὶ περὶ τῶν φλεβῶν, ὡς κατὰ τοῦτο τὸ νόσημα μόνον οἷον ἀποκιρσουμένων; κοινὸν σύμπτωμά ἐστι φλεβῶν ὁπωσοῦν πασχουσῶν, φλεγμαινουσῶν μόνον; καθὅσον μὲν γὰρ συνάπτει τῷ περὶ τῶν ἀρτηριῶν λόγῳ τὸν περὶ τῶν φλεβῶν, ἐπὶ ταὐτοῦ πάθους εἰκὸς ὑπολαμβάνειν ἐστὶν γίγνεσθαι τοὺς λόγους αὐτῷ· καθὅσον δἐφεξῆς ὑπέρ τε τῶν νεύρων γράφει καθόλου καί τινων ἄλλων μορίων τοιούτων, μὴ συνάπτων ἑνὶ νοσήματι τὸν ὑπὲρ αὐτῶν λόγον, κατὰ τοσοῦτον αὖ πάλιν ὡσαύτως καὶ αὐτῷ ὑπονοήσεις λελέχθαι περὶ τῶν φλεβῶν. ἄμεινον δὡς ἐν ἀδήλοις, ἐπὶ μὲν τῆς ἡμικρανίας ἡγεῖσθαι τῶν φλεβῶν αὐτῶν ἅμα ταῖς ἀρτηρίαις μνημονεύειν, ἁπλῶς δὲ τῶν ἄλλων ὀργάνων, ἄνευ πάθους τινὸς ἀφωρισμένου κατά τε τὰ νεῦρα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς πάλιν ἔφη τὰς φλέβας δὲ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους. ταυτὶ μὲν οὖν ἀμφιβολίαν ἔχει τινά· τὸ δἐφεξῆς εἰρημένον, ἔνθα φησίν· τὰ δὲ νεῦρα διατείνεταί τε καὶ σκληρύνεται συστρεφόμενα· φανερῶς ἀποχωροῦντος μέν ἐστι τῆς τῶν ἑτεροκρανιῶν διαθέσεως, ἀποφαινομένου δὲ καθόλου περὶ νεύρων ὁπωσοῦν πασχόντων. ἔστι δὲ τοῦτο φανερῶς ψεῦδος· οὐ γὰρ ἅπαν πάθος νεύρων σκληρύνει καὶ συστρέφει τὴν οὐσίαν αὐτῶν, ἀλλἔστιν καὶ χαλαρὰ ποιεῖ τὰ νεῦρα, καθάπερ ἀτροφία σαφῶς· ἀλλὰ καὶ πολλάκις οὐδεμίαν αἰσθητὴν ἔχοντα διαφορὰν, ἀλλἀκριβῶς ἐοικότα τοῖς ὑγιαίνουσιν, οὔταἰσθήσεως οὔτε κινήσεώς τι χορηγεῖ τοῖς ὑποτεταγμένοις σώμασιν. ἴσως οὖν ἐν μόναις ταῖς φλεγμοναῖς, τοῖς φλεγμονώδεσι νοσήμασιν, τοῖς παρὰ φύσιν ὄγκοις πᾶσιν, ἔφη σκληρύνεσθαί τε καὶ συστρέφεσθαι τὰ νεῦρα· καίτοι ἐν τούτοις ἐναργῶς φαινόμενόν ἐστι τὸ τείνεσθαι τὰ νεῦρα, καὶ γὰρ καὶ αὐτοῖς τοῖς κάμνουσι καὶ ἡμῖν τοῖς ὁρῶσιν αὐτὰ φαίνεται τεινόμενα, διὸ καὶ σπασμοὶ καὶ τέτανοι μὴ θεραπευθεῖσιν αὐτοῖς ἕπονται. καὶ κοινὸν ἔοικε τοῦτεἶναι σύμπτωμα τῶν εἰς ὄγκον αἰρομένων ἁπάντων, τὸ τείνεσθαι· τεθεάμεθα γὰρ ἤδη καὶ ἀρτηρίας καὶ φλέβας φλεγμαινούσας ἐναργῶς τεταμένας· τὰς μὲν, ὅταν ἐν ἄκρῳ τῷ κώλῳ φλεγμονῆς γενομένης ἐπαρθῇ βουβὼν, οὐκ ὀλιγάκις γὰρ ἐναργῶς ὤφθη τεταμένον ὅλον τὸ ἀγγεῖον ἐρυθρότερόν τε καὶ θερμότερον, ὀδυνηρότερόν τε ψαυόντων γεγονὸς, ὡς εἶναι πρόδηλον, ὅτι φλεγμαίνει σύμπαν, ἀρξάμενον ἀπὸ τοῦ πρωτοπαθήσαντος μορίου μέχρι τῆς μασχάλης καὶ βουβῶνος. καὶ καλῶς ὑπὸ τῶν ἰατρῶν εἴρηται σχεδὸν ἁπάντων, ἔρευθος καὶ τάσις καὶ ἀντιτυπία καὶ ὄγκος καὶ ὀδύνη τοῖς φλεγμαίνουσι μέρεσι συμβαίνειν· σφυγμὸς δοὐχ ἅπασιν, ὡς εἴπομεν, ἀλλἐν οἷς ἀρτηρίαι τέ εἰσιν αἰσθηταὶ, καὶ τὸ μόριον εἰ αἰσθητικὸν , ἀξιόλογός τε κατὰ τὸ μέγεθος φλεγμονή· τηνικαῦτα γὰρ οἱ κάμνοντες αἰσθάνονται σφυγμώδους ὀδύνης, κᾂν μηδὲν αἰσθητὸν ἀγγεῖον καταὐτὸ πάσχον σῶμα. τάχοὖν ἐοήσεταί τις με τὰ καθἕκαστον ὄργανον ἴδια συμπτώματα· λέλεκται δἤδη καὶ πρόσθεν καὶ οὐχ ἅπαξ, ὡς βλάβη τῆς οἰκείας ἐνεργείας ἴδιον ἑκάστου μορίου σύμπτωμά ἐστιν, ὁποία ποτἂν κατεἶδος· οὔτε δἄλλο τι σύμπτωμα ἐξ ἀνάγκης αὐτοῖς οὔθαἱ διαφοραὶ τῆς βλάβης ὑπάρχουσιν, ἀλλὰ κατὰ τὴν ἰδέαν τε καὶ μέγεθος τοῦ πάθους αἱ διαφοραὶ μὲν ἐξαλλάττονται, τὸ δὲ εἶδος, τὸ γένος, ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν, ἀεὶ διαμένει τοῦ συμπτώματος, κατὰ τὴν βεβλαμμένην ἐνέργειάν ἐστι. καὶ πλεονάσαι γε κάλλιον ἦν Ἀρχιγένει κατὰ τοῦτο περιλαβόντι μεθόδῳ τὸ σύμπαν, ἐπειδὴ καὶ τοῖς ἄλλοις ἠμέληται· γέγραπται δὑφἡμῶν ἐν πολλαῖς ἄλλαις πραγματείαις οὐκ ὀλίγα τῶν τοιούτων, ὥσπερ ἀμέλει καὶ νῦν εἰρήσεται διὰ τῶν ἐφεξῆς, ὅσα μὲν ἑτέρωθι τελείως ἐξειργασάμεθα, συντομώτερον, ὅσα δὲ διὰ βραχυτέρων ἐν ἄλλοις ἐῤῥέθη, μακρότερον ἐνταῦθα διερχομένων ἡμῶν αὐτά. νυνὶ δὲ τὰς ὑπολοίπους τῶν πόνων διαφορὰς ἐπέλθωμεν, ὅσων ἐμνημόνευσεν Ἀρχιγένης ἐν τῇ προγεγραμμένῃ ῥήσει. τὸ μὲν δὴ ναρκώδεις γίνεσθαι τοὺς πόνους τοῖς νεύροις, ὅπως ἡμάρτηται, καὶ ὡς οὐκ ἔστι μορίου τινὸς ἴδιον νάρκη πάθος, ἀλλαἰτίας τε καὶ διαθέσεως, ἔμπροσθεν εἴρηται· τὸ δὲ σκληρῶς διατείνοντας ἐπαὐτοῖς γίνεσθαι τοὺς πόνους, ὀρθῶς εἴρηται, καὶ κάλλιόν γἂν ἦν τὸ ἁπλῶς εἰρημένον, ἄνευ τοῦ σκληρῶς. διατείνοντες γάρ εἰσιν ἱκανῶς ἑκατέρωσε τῶν νεύρων οἱ πόνοι, διότι καὶ τείνεται πρὸς ἄμφω τὰ πέρατα, τό τε τῆς πρώτης ἀρχῆς καὶ τὸ τῆς ἐσχάτης τελευτῆς, ὥσπερ ἐν ταῖς κιθάραις αἱ χορδαὶ, καὶ ῥήγνυνταί γε πολλάκις ἐν αὐταῖς αἱ σφοδρῶς τεταμέναι, καὶ διὰ τοῦτἀποτιθέμενοι μετὰ τὸ χρήσασθαι τοῖς ὀργάνοις οἱ κιθαρισταὶ τὰς χορδὰς ἀνιᾶσι. καὶ μὲν δὴ καὶ ὅτι τείνονται σαφῶς ὑπὸ τῶν ἐναντίων αἰτίων τε καὶ διαθέσεων, οὐδεὶς ἀγνοεῖ, κᾂν ὑγρὸν τὸ περιέχον, ὥστε καὶ διαβρέχειν αὐτὰς καὶ πληροῦν, κᾂν ξηρὸν ἱκανῶς· εἰς ἰσχάτην γὰρ  ἀφικνούμεναι τάσιν ἐν ἑκατέρᾳ κράσει τοῦ περιέχοντος, εἰκότως ῥήγνυνται. καλῶς οὖν Ἱπποκράτης τοὺς σπασμοὺς τῶν νεύρων ἐπὶ πληρώσει τε καὶ κενώσει γίνεσθαί φησι, τάσεις ἀμέτρους οὔσας δηλονότι τῶν νεύρων. τὸ δὲ βυθίους εἷναι τοὺς πόνους αὐτῶν, ἀπὸ τῶν συμβεβηκότων εἴληπται τοῖς πλείστοις τῶν νεύρων. ἐπειδὴ γὰρ ἀεὶ πρῶται μὲν ἐπιπολῆς εἰσιν αἱ φλέβες, ἐφεξῆς δαὐτῶν αἱ ἀρτηρίαι, καὶ μετὰ ταύτας τὰ νεῦρα, διὰ τοῦτἐν βάθει τῆς τάσεως αὐτῶν οἱ κάμνοντες αἰσθάνονται· τένοντές γε μὴν πολλοὶ, νευρώδη σώματὄντες, ὑπἐνίων ἄντικρυς ὀνομαζόμενοι νεῦρα, τοὺς πόνους οὐ βυθίους, ἀλλἐπιπολῆς ἔχουσιν, ὅταν καὶ αὐτοὶ τύχωσιν οὕτως τεταμένοι, καθάπερ οἱ τοὺς δακτύλους ἐκτείνοντες· εἰσὶ δἀμέλει καὶ οἱ κάμπτοντες αὐτοὺς ἐπιπολῆς μὲν, ἀλλοὐχ ὁμοίως τοῖς ἐκτείνουσιν. δἈρχιγένης τοὺς πόνους τῶν νεύρων ἐμπεπαρμένους εἶναί φησι, ὑπάρχοντος τοῦ τοιούτου τῆς ὀδύνης εἴδους τῷ κώλῳ μᾶλλον, ὡς ἔμπροσθεν εἶπον· ἐγγίγνεται δὲ καὶ ὠτὶ μετά τινος σφυγμοῦ, καὶ τῶν ὀδόντων ταῖς μύλαις, ἔστι δὅτε καὶ τοῖς ὀφθαλμοῖς, ἥκιστα δὲ τοῖς νεύροις ἐμπεπαρμένος ὑπάρχει πόνος· ἐκτείνεται γὰρ ἐπὶ πλεῖστον ἑκατέρωσε μέχρι τῶν ἄνω τε καὶ κάτω τοῦ ζώου μορίων. τὸ δἐφεξῆς εἰρημένον ὑπὸ τοῦ Ἀρχιγένους, ὅτι καὶ στενοχωρίας πλήρεις ἔχει τὰ νεῦρα τοὺς πόνους, κακοζήλως μὲν εἴρηται τῇ λέξει· δηλοῖ δοὐδὲν πλέον τοῦ μεταὐτὸ, καθ φησι, καὶ ἥκιστα κεχυμένους· τῷ γὰρ ὄντι, κεχυμένους ἥκιστα, τοῦτἔστιν εἰς πλάτος ἐκτεταμένους οὐκ ἔχει τοὺς πόνους τὰ νεῦρα, ἀλλὰ κατὰ περιγραφήν τινα μᾶλλον, ἄνω τε καὶ κάτω τῆς τάσεως αὐτῶν διηκούσης, καὶ μᾶλλόν γἄνω μέχρι τῆς κεφαλῆς· καὶ τότε πρῶτον αὐτοῖς καὶ σπασμοὶ καὶ τέτανοι τοῦ παντὸς ἕπονται σώματος, οὐδενὸς τοιούτου συμβαίνοντος οὐδεμιᾷ τάσει νεύρου, πρὶν ἅψασθαι τῆς κεφαλῆς αὐτῆς. ἐφεξῆς δὲ τοῖς εἰρημένοις Ἀρχιγένης ἔγραψεν περὶ τῶν ὑμένων, ὅτι μὲν ἐπὶ πλάτος αὐτοῖς διήκουσιν οἱ πόνοι, πασχόντων αὐτῶν, ἀληθεύων· ὅτι δαἱμωδίᾳ τι προσεοικὸς ἔχουσιν, οὐκ ἔτι ἀληθεύων, ὡς ἔμπροσθεν εἴρηται. τό γε μὴν ἀνωμάλους εἶναι τοὺς πόνους τῶν ὑμένων, οὐ διὰ παντὸς ἀληθὲς, ὅπου γε τοὐναντίον ἀληθὲς μᾶλλόν ἐστιν· ἐοίκασι γὰρ κατὰ μὲν τὸν αὐτῶν λόγον ὁμαλοὺς ἐπιφέρειν τοὺς πόνους, ἐπειδὴ καὶ τὸ σῶμα πᾶν αὐτῶν ὁμαλόν· ἐκ δὲ τῆς πρὸς τὰ πλησιάζοντα κοινωνίας ἀνωμαλίαν τινὰ ἐπιφέρει ἔστιν ὅτε κατά τι συμβεβηκός. ὅταν γὰρ ἐπὶ τὸ πεπονθὸς αὐτῶν μέρος ἄγηται καὶ τείνηται τὰ πέριξ, ἀνομοίαν ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὴν ὀδύνην· ἔνθα μὲν αἰσθητικώτερόν ἐστι τὸ τεινόμενον μόριον, ἐνταῦθα ὀδυνωμένων μᾶλλον, ἔνθα δὲ ἧττον αἰσθητικὸν, ἔλαττον ἀλγούντων. καὶ μὴν κᾀκ τοῦ ψαύειν μὴ ψαύειν ὀστοῦ τὸ τεινόμενον διαφορὰ τῶν πόνων εἰκότως γίνεται. κατὰ τοῦτον γοῦν τὸν λόγον ἀλγοῦσι κατὰ τὴν κλεῖν ἔνιοι τῶν πλευριτικῶν, ἀνατεινομένου πρὸς τοῦτο τὸ χωρίον τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος· ἐνίοτε δοὐκ εἰς τὴν κλεῖν, ἀλλεἰς τὸ ὑποχόνδριον πόνος αὐτῶν διήκει, τῆς αἰσθήσεως γινομένης κατὰ τὸ διάφραγμα κινούμενον ἐξ ἀνάγκης, ὅταν ἀναπνέωσιν οἱ πλευριτικοὶ, μᾶλλον τῶν ἄλλων τοῦ θώρακος μορίων. γὰρ οἷον ῥῖζα τῆς ὀδύνης ὅτἂν ἐν τῇ πλευρᾷ γένηται, τοῖς ἐνταῦθα μυσὶν ἀναπνεῖν ὀκνοῦσιν οἱ κάμνοντες, ὥστε μόνῳ τῷ διαφράγματι τὸ τῆς ἀναπνοῆς ἔργον φύσις ἐπιτρέπει τηνικαῦτα, καθάπερ ἐν ταῖς ἀβιάστοις ἀναπνοαῖς ἐπὶ τῶν ὑγιαινόντων. ὅτἂν μὲν οὖν ἐν τοῖς κάτω μέρεσιν τῶν πλευρῶν φλεγμονὴ γένηται, τὸ διάφραγμα τεινόμενον ὀδυνᾶται μᾶλλον· ὅτἂν δἐν τοῖς ἄνω, κατὰ τὴν κλεῖν ὀδύνη διασημαίνει, τῷ μὲν τῆς κινήσεως λόγῳ, τὸ διάφραγμα, τῷ δὲ τῆς σκληρότητος, κλεῖς ἐργαζομένη τὴν ἀνίαν. ἥπατος δὲ μεγάλως φλεγμαίνοντος σκιῤῥωθέντος, κατὰ τὴν δεξιὰν κλεῖν ὀδύνη γινομένη τῇ τάσει τῆς κοίλης φλεβὸς ἕπεται μᾶλλον τῇ τῶν ὑμένων. ὅτἂν δεἴπῃ, πονεῖν πολλάκις οὕτω καὶ τὴν ἐπιφάνειαν, ὅπερ ἐστιν, τὰ τῶν πασχόντων ὑμένων ἔχειν ἴδια, δηλοῖ σαφῶς ὁπόθεν ὁρμηθεὶς αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τὰς ὀδύνας ἔχειν αὐτῶν. ἐπειδὴ γὰρ ἅμα τῇ τῆς αἱμωδίας ἰδιότητι καὶ ναρκώδης ἐστὶν αἴσθησις, ὡς ἂν ὑπὸ μιᾶς αἰτίας ἀμφοτέρων γινομένων, δἐπιπολῆς ὑμὴν ὑποτεταμένος τῷ δέρματι πάσχει πολλάκις ὀδύνας ναρκώδεις, ὑπὸ τῶν ἔξωθεν αἰτίων τῶν ψυχρῶν ἑτοιμότερον βλαπτόμενος, διὰ τοῦτο τῇ κοινωνίᾳ τῆς διαθέσεως ἀπατηθεὶς Ἀρχιγένης, αἱμωδίᾳ τι παραπλήσιον ἔφησεν τοὺς ἄλλους ὑμένας, καὶ τὴν ἐπιφάνειαν πολλάκις, οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μορίου γινομένης τῆς ὀδύνης, ἀλλὰ διὰ μὲν τὴν οὐσίαν αὐτῶν, ἄναιμόν τε καὶ ψυχρὰν οὖσαν, εὐκόλως ἁλισκομένων πάθεσιν ψυχροῖς, ἑπομένης δὲ τῆς τοιαύτης ὀδύνης τοῖς πάθεσι· διὸ καὶ πολλάκις ἔφη γίνεσθαι τοὺς τοιούτους πόνους, ὡς ἂν οὐ κατὰ τὴν οὐσίαν αὐτοῦ τοῦ πάσχοντος μέρους, ἀχώριστοι γὰρ ἂν οὕτως γε ἦσαν, ἀλλὰ κατά τι συμβεβηκὸς ἐπιγινομένους. μὲν οὖν ὑπὸ τῷ δέρματι τεταμένος ὑμὴν, καὶ συναποδερόμενος αὐτῷ, τονώδεις τε καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους· οἱ δὲ μεταξὺ τῆς σαρκὸς οἷον διασπῶντας, εἰσὶ γὰρ πολλοὶ καὶ ἀνωμάλως ἐμφυόμενοί τε καὶ περιλαμβάνοντες αὐτήν. ὅτἂν οὖν ποτε ἐξ ἐναντίων καταφύσεων τείνεσθαι συμβῇ τὴν σάρκα, τοιαύτας ἀναγκαῖόν ἐστιν γίγνεσθαι τὰς ὀδύνας. ἐπί γε μὴν τοῖς πολλοῖς γυμνασίοις ἤτοι τονώδεις ἑλκώδεις οἱ πόνοι γίνονται, συνιστάμενοι καθὅλους τοὺς μῦς, ὧν μέρος εἰσὶ καὶ αἱ σάρκες·  εἴρηται δὲ περὶ τῶν τοιούτων ἀλγημάτων ἱκανῶς ἐν τοῖς ὑγιεινοῖς. ὅτι δοἱ τῶν περικειμένων τοῖς ὀστοῖς ὑμένων πόνοι βύθιοί τεἰσὶν, τοῦτἔστιν διὰ βάθους τοῦ σώματος ἐπιφέροντες αἴσθησιν, αὐτῶν τε τῶν ὀστῶν ἐπάγουσιν φαντασίαν ὡς ὀδυνωμένων, οὐδὲν θαυμαστόν. ὀνομάζουσι γοῦν αὐτοὺς ὀστοκόπους οἱ πλεῖστοι, καὶ γίνονται τὰ πολλὰ μὲν ἐπὶ γυμνασίοις, ἔστιν ὅτε δὲ καὶ διὰ ψύξιν, πλῆθος. τὰς δὲ φλέβας φησὶ βαρεῖς καὶ καθέλκοντας καὶ ὁμαλῶς ἐμπεπλασμένους ἐπιφέρειν τοὺς πόνους· ἐν ἀρχῇ δὲ ὁπότε τῆς ἡμικρανίας ἐμνημόνευσεν, ἀποκιρσοῦσθαι τὰς φλέβας ἔφη. τάχοὖν ἐν ἐκείνῳ μόνῳ χρὴ δέξασθαι λέγειν αὐτὸν τοῦτο, γιγνώσκειν γε μέντοι δεῖ τὸν ἴδιον πόνον ἀρτηρίας καὶ φλεβὸς κατὰ μῆκος ἐκτεινομένου σώματος, οἷον χορδῆς τινος, ἔμφασιν ἔχειν, οὐ μὴν συνεμφαίνει γέ τι βάρος. τὸ δὁμαλῶς ἐμπεπλάσθαι τὸν πόνον τῶν φλεβῶν, οὐδὲ σαφὲς ὅλως ἐστὶν, ἐποὐδενὶ τῶν συμβεβηκότων αὐταῖς ἀνενεχθῆναι δυναμένου τοῦ ἐμπεπλάσθαι. περὶ δὲ τῶν σαρκῶν ἐφεξῆς φησιν, ὡς κεχυμένους τε καὶ χαλαρωτέρους ἐπιφέρουσιν τοὺς πόνους. ὅλως μὲν οὖν πόνος οὐδείς ἐστι χαλαρὸς, ἀλλὰ τοὺς ἧττον τεταμένους ἴσως εἴρηκεν χαλαρωτέρους, ἐπειδὴ τεταμένοι μᾶλλόν εἰσιν οἵ τε τῶν ἀγγείων καὶ οἱ τῶν ὑμένων· τοῦτο γὰρ ὁμολογεῖ καὶ τὸ μηδἐπὶ πλέον ἐκτεταμένους αὐτοὺς φαίνεσθαι, διὰ τὸ κατὰ περιγραφὰς βραχείας συγκεῖσθαι τὰ σαρκώδη μόρια τῶν μυῶν. εἰ δὲ καὶ τὸ τούτῳ γεγραμμένον ἐφεξῆς, ὡς ἐπιπλεούσης τραχύμασί τισι δοκεῖν τῆς ἁφῆς, ἴδιόν ἐστιν τῶν ἐν σαρξὶ πόνων, ἐπισκεπτέον. ὅτι μὲν γὰρ ἐνίοτε τοιοῦτόν τι συμβαίνει κατὰ τοὺς πόνους αὐτῶν, ἀληθὲς ἔστιν· ἐκ δὲ τοῦ μὴ διὰ παντὸς φαίνεσθαι, διαθέσεως μᾶλλον ἐν αὐταῖς γινομένης ὡς τὸ πολὺ μιᾶς τινος, οὐ τῆς οὐσίας αὐτῶν ἴδιον εἶναι δόξει. τὴν διάθεσιν δὲ οὐχ ἁπλῶς ὑποληπτέον εἶναι πάθος φλεγμονῶδες, ἀλλὰ καὶ μετὰ χυμοῦ τραχύνειν πεφυκότος. ἐφεξῆς δὲ περὶ τῶν μυῶν Ἀρχιγένης γράφων, σαρκὸς καὶ νεύρων μίγμα τῶν ἰδιωμάτων ἀναφέρειν αὐτούς φησιν, ὡς ἂν ἐκ τούτων συγκειμένης τῆς οἰκείας οὐσίας αὐτῶν· τὸ δὲ καὶ ἀρτηρίας, ὅτι διαπεφύκασιν αὐτῶν· ἀλλοὕτως καὶ τὰς φλέβας ἐχρῆν εἰρῆσθαι καὶ τοὺς ὑμένας. τὸ δὲ σφριγῶντες ὄνομα παρὰ μὲν τοῖς Ἕλλησιν ἐπὶ τῶν εὐεκτικῶς πεπληρωμένων λέγεται, διὸ καὶ κατὰ τῶν νέων αὐτὸ μόνον εἰρήκασι, γέροντος δοὐδενὸς, ὡς ἂν μηδὲ δυναμένου τοῦ σώματος αὐτῶν εὐεκτικὴν δέξασθαι πλήρωσιν· γε μὲν οὖν Ἀρχιγένης ἐπὶ τίνος φέρει τὴν φωνὴν ταύτην, οὐ πάνυ τι ῥᾴδιον εὑρεῖν, μάλισθὅτι συγχεῖ καὶ διαφθείρει πολλαχόθι τὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων· εἰ δ’, ὡς ἄν τις ὑπονοήσειεν, ἐπὶ τῶν διὰ πλήρωσιν τεταμένων λέγοι τὸ σφριγῶντες, κοινὸν ἂν εἴη πάντων τοῦτο τῶν πεπληρωμένων σωμάτων, οὐκ ἴδιον τῶν μυῶν· τό γε μὴν μετεὐρυχωρίας αὐτοὺς διατείνεσθαι, λελέχθαι νομίζω πρὸς αὐτοῦ τῆς ἐν τοῖς νεύροις πληρώσεως ἀφορίζοντος. ὅτι δὲ τὸ σφύζειν ναρκῶδες, οὐκ ὀρθῶς εἴρηται, δεδήλωται πρόσθεν. τῶν δἄλλων, φησὶ, πόνων μὲν ἑλκώδης ἰσχνῶς ὀξύς ἐστιν· ἀσαφὴς δ λέξις ἥδε καὶ καθἑαυτὴν ἀδύνατος διδάξαι τι, ταῖς ἄλλαις ὁμοίως ταῖς ἀσαφέσιν, ἅς γε οὐδἐξηγήσασθαι δυνατόν ἐστιν, εἰ μή τις αὐτὸς ἐπιστάμενος τὸ πρᾶγμα, προσαρμόσαι πειραθείη τῇ λέξει. καὶ νῦν γοῦν ἐπιστάμενός τις, ἑλκώδεις κόπους ὀνομάζεσθαι πρός τε τῶν ἰατρῶν καὶ τῶν γυμναστῶν, ὅτἂν ἐν τῷ κινεῖσθαί τις ψαύειν τῶν κεκοπωμένων μορίων αἴσθησιν ἴσχῃ τοῖς ἡλκωμένοις μέρεσιν ὁμοίαν, ἐπινοῆσαι δυνήσεται τὸν ἰσχνῶς ὀξὺν πόνον εἰρῆσθαι τοιοῦτόν τινα τὸ εἶδος, οἷον κεντούσης βελόνης ὀξείας γίνεται. δῆλον οὖν ὅτι μηδὲ συνεχής ἐστιν οὗτος, ὥσπερ γε μηδὲ ὁμαλῶς ἐκτεταμένος ἁπάντῃ. τοῦτον οὖν αὐτόν φησι γλυκύτερον εἶναι, δέον ἀσθενέστερον εἰπεῖν, ἀμβλύτερον, οὐ σφοδρὸν, ἀνιαρὸν ἧττον, τι τοιοῦτον· τὸ γὰρ γλυκύτερον οὐδἐφἑνὸς τῶν ἀνιαρῶν λέγεται κυρίως. τὸ δὲ κνησμοῦ προσαγωγὸς, ἀδιαρθρώτως εἴρηται· διαφέρει γὰρ ἐναργῶς κνησμώδης αἴσθησίς τε καὶ διάθεσις τῆς ἑλκώδους· ἀλλἐπεὶ καὶ προηγεῖται πολλάκις κνησμώδης τῆς ἑλκώδους, ἐκλυομένης τε καὶ παυομένης τῆς ἑλκώδους, εἰς τὴν κνησμώδη μετάπτωσις γίνεται, διὰ τοῦτο συγκεχυμένως τε καὶ ἀδιορίστως ὑπὲρ αὐτῶν Ἀρχιγένης ἔγραψεν, ὡς ἂν μηδὲ τὰς αἰτίας τῶν διαθέσεων ἀμφοτέρων ἀκριβῶς που διωρικώς. ἀλλἡμεῖς γε τελέως ἐξειργασάμεθα τὸν περὶ τούτων λόγον ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. μὲν οὖν ἑλκώδης πόνος οὐκ ἐν μόνῳ τῷ δέρματι φαίνεται συνιστάμενος, ἀλλὰ καὶ διὰ τοῦ βάθους ἐκτεταμένος ἄχρι τῶν ὀστῶν· δὲ κνησμώδης ὄντως τῆς ἐπιφανείας μόνης ἐστὶν, οὐ πρώτως κατὰ τὸν ἴδιον αὐτῆς λόγον, ἀλλὰ κατὰ συμβεβηκὸς, ὅτι πυκνότερον τῶν ὑποκειμένων αὐτῷ τὸ δέρμα ἐστίν. διαθέσεως οὖν ἰδίας ἑκάτερος τῶν πόνων ἐστὶ σύμπτωμα, διὰ δριμύτητας μέν τινας γινόμενοι χυμῶν, ἀλλήλων δὲ διαφέροντες εἰς ὅσον κᾀκεῖναι· διώρισται δ’, ὡς ἔφην, ὑπὲρ αὐτῶν ἐν τοῖς ὑγιεινοῖς. δὲ νυγματώδης, φησὶ, πόνος τοῦ βάθους ἐστίν· οὐκ ὀρθῶς· ὑμένος γάρ ἐστιν, οὐ βάθους ἴδιος. δἐνερείδων, ὥς φησι, κόλπου πλησιάζοντος, ἀλόγως πάνυ τοῦτο γράψας· κοιλότης γάρ τίς ἐστιν κόλπος, ἐκ τοῦ διαστῆναι τὰ πλησιάζοντα πρότερον ἀλλήλοις γεγενημένη· καὶ τοίνυν ὅταν μὲν πληρωθῇ ῥεύματος, ὡς ἂν διατεινομένων τῶν περικειμένων σωμάτων, ὀδύνης  αἰσθάνονται τονώδους οἱ κάμνοντες, οὐ κατὰ μῆκος ἐκτεταμένης ἐπὶ πλέον, ἀλλἰδίαν ἐχούσης περιγραφήν. ὅτἂν γὰρ ἐκκριθῇ πως ἐκ τοῦ κόλπου τὸ ὑγρὸν, ἀνώδυνοι παραχρῆμα γίνονται, πλὴν εἴ τινι τὰ περιέχοντα σώματα τὸν κόλπον ἐπὶ πλέον ἐκταθέντα τε καὶ διαταθέντα φλεγμονώδη διάθεσιν ἔσχεν. ταῦτα μὲν οὖν τὰ τῶν κόλπων ἴδια· τὸ δέ ὑπἈρχιγένους εἰρημένον ἕτερον μέν τι τούτων ἐστὶν, ὁποῖον δέ τι νοήσας ἔγραψεν αὐτὸ, χαλεπὸν εὑρεῖν. καὶ μέν γε καὶ τὸ γεγραμμένον ἐφεξῆς ἴσην ἔχει τῷδε τὴν ἀπορίαν. διακεντῶν γὰρ, φησι, πόνος οὐκ ἐν βάθει τὴν ὑπόστασιν ἔχει· τοῦτο δὲ μάχεται καὶ αὐτῷ τῷ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένῳ τόνδε τὸν τρόπον· δὲ διακεντῶν τὰ μὲν πεπονθέναι τῶν ἐν τῷ τόπῳ διασαφεῖ, τὰ δὲ μή· τοῦτο γὰρ ἐγχωρεῖ καὶ διὰ βάθους ἐγγυτάτω γενέσθαι τῶν ὀστῶν καὶ κατὰ τὸ δέρμα κᾀν τῷ μεταξὺ, πάντως τοῦ τοιούτου πόνου διὰ δακνώδη χυμὸν γινομένου, διαβιβρώσκοντα τῶν αἰσθητικῶν τι σωμάτων. τὸ δἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως γεγραμμένον ὡδὶ, σπαράσσων δἐστὶν ἐν κόλποις συνιστάμενος, εἰ μὲν τὸ σπαράσσων τὸ οἷον διασπῶν σημαίνει, ψεῦδός ἐστιν, ἥκιστα γὰρ ὑπάρχει τοῦτο τῷ κατὰ τοὺς κόλπους· εἰ δἄλλο τι καὶ μὴ τοῦτο, πόθεν ἄν τις εὑρεῖν αὐτὸ δυνηθείη; τὰ μὲν δὴ τῆς προγεγραμμένης ῥήσεως Ἀρχιγένους τοιαῦτα.
§9–10.1
§9 Μεταβῶμεν δἐφἑτέραν, διδάσκουσαν καὶ αὐτὴν ἐκ τῆς τῶν πόνων διαφορᾶς διάγνωσιν τῶν πεπονθότων μορίων· ἔστι δ ῥῆσις ἥδε· δὲ τοῦ ἥπατος ὅλκιμος, ἐμπεφυκὼς καὶ ναρκώδης ἐστὶ καὶ ἀτειρότερον ἐγκείμενος· δὲ τοῦ σπληνὸς οὐκ ὀξὺς, βάρος δἅμα καὶ διάτασιν ἔχει, ἀντεντεινομένῳ πρὸς ἔνθλιψιν καὶ ἀποπίεσίν τινα ἔξωθεν ἐπικειμένην ἐοικώς. νεφροὶ δὲ αὐστηρούς τε τοὺς πόνους ἐπιφέρουσι καὶ μετἐμμόνου σφίγξεως ἐπινύσσοντας. κύστις δὲ στύφουσι σφόδρα χρῆται τοῖς ἀλγήμασι καὶ σὺν διατάσεσιν νυγματώδεσιν· ὑστέρα δὲ ὀξέσι, διαΐσσουσι, νυγματώδεσι, διατείνουσιν, ἐμπίπτουσι στροφωδῶς· τοιούτῳ μίγματι πέφυκε πονεῖν, καθ καὶ ἀπορίαν τοῦ ἰδιώματος ἐμποιεῖ. ἐν ταύτῃ τῇ ῥήσει πάλιν Ἀρχιγένης εὐθέως κατὰ τὴν ἀρχὴν ὅλκιμον εἶναί φησι τὸν πόνον τοῦ ἥπατος. ἔστι μὲν οὖν ἄηθες τοὔνομα τοῖς Ἕλλησιν τὸ ὅλκιμον, ὥστοὐδὲ τί σημαίνει ῥᾴδιον εὑρεῖν· ἐκ γὰρ πολλῆς χρήσεως τῶν σημαινομένων εὕρεσις γίνεται· τοὺς δοὖν χρησαμένους αὐτῷ τὸ γλίσχρον οἶδα δηλοῦντας, ὥσπερ ἰξός ἐστιν, ὥστε μέρους λαβόμενον ἕλκειν διαὐτοῦ δύνασθαι τὸ συνεχές. οὕτω δὲ καὶ τὸ σταὶς ὅλκιμον εἴρηται τὸ τῶν πυρῶν, καὶ μάλιστα τὸ κάλλιστα πεφυραμένον· οὐχ ὅλκιμον δὲ τὸ τῶν κριθῶν καὶ τὸ τῆς κέγχρου. τό γε μὴν τοῦ ἥπατος ἄλγημα κατὰ τοῦτο τὸ σημαινόμενον οὔκ ἄν ποτε γένοιθὅλκιμον, ὥστἄλλό τι ζητητέον ἡμῖν ἐστιν. εἷς μὲν δή τις τῶν πρεσβευόντων τὴν Ἀρχιγένους αἵρεσιν ὅλκιμον ἔφησεν πόνον εἰρῆσθαι τὸν τοῦ ἥπατος, ἐπειδὴ καθέλκει φλεγμαῖνόν τε καὶ σκληρούμενον τὴν κλεῖν· ἕτερος δὲ τὸ χρονίζον· ἄλλος δὲ τὸ μέτριον· εἰσὶ δοἳ τὸ βραδὺ, τοῦτο δεἶναι τὸ ἀντικείμενον τῷ ὀξεῖ, καί φασι τὸ μὲν κατεπεῖγον καὶ σφοδρὸν, ὡς μηδεμίαν ἀνάπαυλαν ποιεῖσθαι, καλεῖν αὐτὸν ὀξὺ, τὸ δἐναντίον, ὅπερ ἐστι τὸ βραδὺ, ὅλκιμον εἰρηκέναι· τινὲς δὲ τὸν βάρους ἔμφασιν ἔχοντα φασὶν εἰρῆσθαι ὅλκιμον ἤτοι βαρὺν πόνον· ὀνομάζεσθαι γὰρ ἐν τῇ συνηθείᾳ κατὰ τοῦ βάρους τὴν ὁλκήν. πολλὰ δὲ καὶ ἄλλα διαφόρως ἐξηγούμενοι λέγουσιν οἱ θαυμάζοντες μηδεὶς νοεῖ. τὸ μὲν οὖν ὅλκιμον ὄνομα, τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον, ὅτι μηδὲν ἡμᾶς διδάσκει, πρόδηλον ἤδη γέγονεν· ἐπισκεψώμεθα δἐφεξῆς, τί ποτἐστὶν ἐμπεφυκὼς πόνος, ἥπατος ἴδιος εἶναι καὶ αὐτὸς εἰρημένος. ἐμοὶ μὲν δὴ πιθανώτερον εἶναι δοκεῖ, τῷ διαΐσσοντι τὸν ἐμπεφυκότα κατἐναντίωσιν εἰρῆσθαι πρὸς αὐτοῦ· τί γὰρ ἂν ἄλλο τις ὑπολάβοι; καὶ μὴν εἴ τις ἄλλος πόνος εἰς συμπάθειαν ἄγει πολλὰ τῶν πέριξ σωμάτων, οὕτω καὶ τοῦ ἥπατος, ὅς γε καὶ μέχρι τῆς κλειδὸς ἐκτείνεται, καὶ δύσπνοιαν ἐπιφέρει πολλάκις, ἐνίοτε δὲ καὶ βῆχα καὶ δυσεντερίαν, εἴς γε μὴν τὰς νόθας πλευρὰς οὐκ ὀλιγάκις ἐναργῶς διικνεῖται· πῶς ἂν οὖν ἀληθῶς λέγοιτο κατὰ χώραν μένειν; ἆροὖν ἄμεινόν ἐστιν τὸν ἐμπεφυκότα πόνον εἰρῆσθαι δοκεῖν, τὸν οἷον ἐμπεπαρμένον; καὶ μὴν ἥκιστα τοιοῦτός ἐστιν τοῦ ἥπατος, ὡς ἀρτίως ἐπιδέδεικται. ἐδείχθη δἔμπροσθεν, ὅτι μηδ ναρκώδης πόνος ἴδιός ἐστι μορίου τινὸς, ἀλλὰ διαθέσεως μᾶλλον· εἰ δὲ δὴ καὶ μορίου τινὸς, οὐδαμῶς ἥπατος, ἀλλ’, εἴπερ ἄρα, τῶν νευρωδῶν σωμάτων. δἀτειρῶς ἐγκείμενος μάχεται τῷ ναρκώδει, βίαιός τις ὢν καὶ συνεχής· ἔστι δοὐ τοιοῦτος τοῦ ἥπατος, ἀλλὰ μᾶλλον βαρύς· οὐ μὴν οὐδὲ βαρὺς ἴδιος ἥπατος ἐξαιρέτως, ἀλλὰ κοινὸς σπληνὶ καὶ νεφροῖς φλεγμαίνουσιν. δἈρχιγένης οὐκ οἶδα πῶς ἐπὶ μόνου τοῦ σπληνὸς ἐμνημόνευσεν τῆς τοιαύτης ἰδέας τοῦ πόνου, μηδἹπποκράτους ἀκούσας εἰπόντος, καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖα. τοῦτο μὲν οὖν ἔλαττον ἁμάρτημα, μέγιστον δὲ, ὅπερ εἴωθε ποιεῖν, ὀνόματα γράφων ἑτέρων αἰσθήσεων οἰκεῖα, καθάπερ καὶ νῦν ἐπὶ νεφρῶν μὲν τοὺς αὐστηροὺς πόνους, ἐπὶ κύστεως δὲ τοὺς στύφοντας· ἔστι γὰρ ταῦτα χυμῶν ὀνόματα, διὀργάνου μὲν τῆς γλώττης, αἰσθήσεως δὲ τῆς γευστικῆς διαγινωσκόμενα. γενικώτερον μὲν οὖν τι πρᾶγμα δηλοῦται πρὸς τῆς στῦφον φωνῆς, εἰδικώτερον δὲ  πρός τε τῆς αὐστηρὸν καὶ στρυφνόν· ἄμφω μὲν γὰρ στύφει, μᾶλλον δὲ τὸ στρυφνὸν, οἷόν πέρ ἐστιν ὀμφακῖτις ὀνομαζομένη κηκίς· αὐστηραὶ δεἰσὶ καὶ ῥοαὶ πολλαὶ καὶ τὰ κυδώνια μῆλα καὶ ἄλλα πάμπολλα τῶν ἐδωδίμων, ἀηδῆ γε μὴν τὰ στρυφνὰ, μὴ ὅτι τὰ φάρμακα μόνον, καθάπερ ὑποκιστὶς καὶ βαλαύστιον καὶ κηκὶς καὶ ῥοῦς, ἀλλὰ καὶ τῶν ἐδωδίμων ὅσα τοιαῦτα. διόπερ οὐδὲ νοῆσαι δυνατόν ἐστιν, ὁποῖόν τινα βούλεται τὸν αὐστηρὸν τὸν στρυφνὸν εἶναι πόνον Ἀρχιγένης, οὐ μᾶλλον τὸν κυανοῦν, τὸν ἐρυθρὸν, φαιὸν, τινα ἄλλον ἀπὸ τῶν χρωμάτων ὀνομαζόμενον. ὅπερ δέ τις ἔλεγεν τῶν Ἀρχιγενείων διδασκάλων, ἐπισκέψασθαι καιρός· ἐδόκει γὰρ αὐτῷ τὰς ἰδιότητας τῶν πόνων ἑρμηνεύειν Ἀρχιγένης φιλοτιμούμενος, ἀῤῥήτους κατά γε τἀληθὲς οὔσας, εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖσθαι τῶν ὀνομάτων· οὐκ εἰδὼς ὅτι μία μὲν ἑκάστη τῶν ποιοτήτων ἐστὶ ῥητὴ κατά τε τὴν ἁφὴν καὶ τὴν γεῦσιν, ἔνθα δἅμα πολλαὶ ποιότητες ἐμφαίνονται κατὰ μίαν οὐσίαν, ἐνταῦθα καὶ γενέσθαι συμβαίνει τὴν ἰδιότητα, καὶ μάλιστἐπὶ τῆς γεύσεως, ὁπόταν, εἰ τύχοι, καὶ πικρότητός τε καὶ γλυκύτητος αὐστηρότητός τε καὶ δριμύτητος ἐμφαίνηταί τι κατὰ μίαν οὐσίαν· ἰδιότης γάρ τις οὕτως γίνεται περὶ τὴν γεῦσιν, ἄῤῥητος μὲν, εἴ τις ἐθέλοι διἑνὸς ὀνόματος αὐτὴν δηλῶσαι, ῥητὴ δ’, εἰ καθἑκάστην τῶν ποιοτήτων διέρχοιτο μετὰ τοῦ καὶ τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἀδύνατον εἶναι προσδηλοῦν. οὕτω δὲ καὶ τὰς βοτάνας ἁπάσας τε καὶ τὴν ἄλλην ὕλην ἐδήλωσαν οὐκ ὀλίγοι τῶν ἰατρῶν, ἐξηγούμενοι τῶν ποιοτήτων ἑκάστην, ὅσαι ταῖς ἑρμηνευομέναις οὐσίαις ὑπάρχουσιν. ὥστε καὶ Ἀρχιγένης, εἰ μὲν ἑνὶ περιλαβεῖν ὀνόματι τὴν ὅλην ἰδιότητα τῆς οὐσίας ἐπεχείρει, παντάπασιν ἀμαθὴς ὑπῆρχεν, ὅπερ οὐ προσήκει λέγειν ἐπἈρχιγένους· εἰ δὲ τὰς ἁπλᾶς ποιότητας, αὗται μὲν οὐκ εἰσὶν ἄῤῥητοι, τὸ δὲ ποσὸν ἐν αὐταῖς ἄῤῥητον μὲν ἀκριβεῖ μέτρῳ, ῥητὸν δὡς ἐν πλάτει. οὔκουν ἔτι χρὴ μηκύνειν, πεφηνυίας σαφῶς τῆς ἰδέας τῶν λόγων χρῆσθαι δεῖ τὸν ἑρμηνεύειν ἐπιχειροῦντα τῶν αἰσθητῶν πραγμάτων ὁτιοῦν. ἴδια μὲν γὰρ ἔχομεν ἁπασῶν τῶν ἁπτῶν ποιοτήτων ὀνόματα, καθάπερ γε καὶ τῶν γευστῶν· ἴδια δὲ τῶν ὁρατῶν, ὥσπερ καὶ τῶν ἀκουστῶν, καὶ χρῆσθαι προσήκει πᾶσιν αὐτοῖς, ὡς ἔθος ἐστὶν τοῖς Ἕλλησι, μήτε στύφοντα μήταὐστηρὸν ὀνομάζοντα πόνον, ἴδιαι γὰρ αὗται χυμῶν προσηγορίαι. καὶ πάμπολλοι πρὸ Ἀρχιγένους ἰατροὶ τὰς διαφορὰς τῶν πόνων γράψαντες οὐκ ἐτόλμησαν ἑτέροις ὀνόμασι χρήσασθαι τῶν συνηθῶν, καὶ παραὐτῶν τῶν καμνόντων ἐστὶν ἀκοῦσαι· καὶ γὰρ οὕτως ἀλγεῖν ποτε λέγουσιν, ὡς ὑπὸ βελόνης νύττεσθαι δοκεῖν· οὕτως αὖ πάλιν, ὡς ὑπὸ τρυπάνου τιτρᾶσθαι καὶ θλᾶσθαι δοκεῖν καὶ διασπᾶσθαι καὶ τείνεσθαι καὶ ἀνασπᾶσθαι καὶ κατασπᾶσθαι, καὶ βάρους τινὸς αἴσθησιν ἔχειν, ἐνίοτε μὲν ἐκκρεμαμένου τῶν ὑπερκειμένων, ἐνίοτε δἐγκειμένου τοῖς περιέχουσιν. τὰ μὲν οὖν τοιαῦτα πάντα συνετὰ, στύφοντες δὲ καὶ στρυφνοὶ καὶ αὐστηροὶ πόνοι τῶν ἀσυνέτων τε ἅμα καὶ ἀχρήστων εἰσίν· ὅπερ ἐχρῆν ἐννενοηκέναι τὸν Ἀρχιγένην, διδάσκειν γε βουλόμενον ἡμᾶς διαγνωστικοὺς γίνεσθαι τῶν πεπονθότων τόπων. εἰ μὴ γὰρ ἐξ ὧν οἱ κάμνοντες αὐτοὶ λέγουσι διαγνωσόμεθα, λῆρος ἂν εἴη μακρὸς περὶ τῶν ἀλγημάτων λόγος· εἰ δὲ παρἐκείνων χρὴ πυνθάνεσθαι, τίνα τρόπον ἀλγοῦσι, λέγουσι δοὐδέποτε στρυφνὸν αὐστηρὸν ἀτειρὸν ὅλκιμον πόνον, πάλιν ἄχρηστος τοιαύτη διδασκαλία. καὶ μὲν δὴ καὶ κατἐκεῖνον τὸν λόγον, ἐν φασι τὰς ἰδιότητας τῶν πόνων ἐπιχειρεῖν ἑρμηνεύειν τὸν Ἀρχιγένην, τὸ τῆς τοιαύτης διδασκαλίας ἀδύνατόν τε ἅμα καὶ ἄχρηστον ἐμφαίνεται. πρῶτον μὲν ἄῤῥητός ἐστιν ἰδιότης πᾶσα καταὐτούς· εἰ δὲ τοῦτο, πάντως δήπου καὶ ἀδύνατον εἰς διδασκαλίαν ἐλθεῖν, ὡς ἂν μόνοις γινωσκομένην τοῖς αἰσθητῶς αὐτὴν ἐγνωκόσιν. ἔπειτα δὲ καὶ ἄγνωστος ἡμῖν τοῖς μὴ πεπονθόσιν ἐστὶν, εἰ μὴ ἄρα πάντἔπαθεν Ἀρχιγένης τὰ τοῦ σώματος μόρια· κᾂν συγχωρηθῇ δὲ τοῦτο, τίς ἂν πιστεύσειεν ὅτι καὶ πάντα τὰ κάθἕκαστον μόριον ἔπαθεν εἷς ἄνθρωπος; ὑποκείσθω δ’, εἰ βούλει, καὶ τοῦτο, καίτοι γἀδύνατόν ἐστιν· ἀλλὅτι κατὰ τὴν μήτραν οὐκ ἔπαθεν Ἀρχιγένης ἄντικρυς δῆλον· καὶ μὴν καὶ τὰς καταὐτὴν ἰδιότητας γράφει, μόναις ταῖς πεπονθυίαις γυναιξὶν γιγνωσκομένας· ὥστε με νὴ τοὺς θεοὺς, ἀπορεῖν πολλάκις, ἐκ τίνος ποτὲ λογισμοῦ τὴν ἀλλόκοτον ταύτην ἐπετήδευσεν διδασκαλίαν, ἣν εἰ καὶ ἀληθεύειν τις ὑπόθοιτο, τό γε χρήσιμον οὐχ οἷόν τε συνυποθέσθαι, μηδενὸς τῶν νοσούντων ἑρμηνεύοντος πάσχει διὰ τῶν Ἀρχιγενείων ὀνομάτων· ἀσᾶσθαι μὲν γὰρ λέγουσι τὸν στόμαχον ἔνιοι τῶν νοσούντων, ὅπερ ἐστιν ἡμῖν διὰ τὸ πεπονθέναι σαφῶς δῆλον· ὥσπέρ γε καὶ τὸ ἀλύειν, καὶ γὰρ καὶ τοῦτο τῷ πεπονθέναι δῆλον· αὐστηρὸν δὲ πόνον, οὐδεἰ πεπονθώς τις εἴη, νοῆσαι δύναται λεγόμενον ὑπἈρχιγένους, ὡς ἂν οὐκ εἰδὼς καθὅτου ποτε πράγματος ἐπιφέρει τοὔνομα. τὸν μὲν γὰρ νυγματώδη καὶ διατείνοντα καὶ τοὺς ὁμοειδῶς αὐτοῖς λεγομένους, ἔτι δὲ μᾶλλον τὸν σφοδρὸν καὶ τὸν ἰσχυρὸν καὶ τὸν βίαιον καὶ τὸν συνεχῆ καὶ τὸν διαλείποντα νοοῦμεν ἅπαντες, ὡς ἂν ὑπὸ συνηθῶν τε τῶν ὀνομάτων ἑρμηνευομένους αὐτούς τε γινομένους ὁσημέραι παμπόλλοις· αὐστηρὸν δὲ καὶ στύφοντα καὶ ἀτειρὸν καὶ ὅλκιμον οὔτε λέγει τις οὔτἀκούων ἑτέρου λέγοντος νοεῖ. χρὴ δὲ καὶ τὸ πάθος εἶναι κοινὸν καὶ τὴν δηλωτικὴν αὐτοῦ προσηγορίαν συνήθη τοῖς ἀκούουσιν, ὥσπερ ἐπὶ τοῦ θλίβεσθαι τὸν στόμαχον,  δὴ λέγουσιν πάμπολλοι τῶν ἀνθρώπων. οὕτως γὰρ οἷον ἔξωθέν τινος ἐπικειμένου βαρέος αἴσθησις ἡμῖν γίνεται πολλάκις ἔν τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας, δὴ καταχρώμενοι προσαγορεύουσι στόμαχον οὐχ οἱ πολλοὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ δοκιμώτατοι. καὶ μὴν καὶ κατὰ δεξιὸν ὑποχόνδριον ἐν τῷ σφοδρότερον ἀναπνεῖν αἴσθησίς ποθἡμῖν βάρους γίνεται, κᾀπειδὰν χωρὶς πυρετοῦ συμβῇ τοῦτο, δυοῖν θάτερον, ἔμφραξίν τινα κατὰ τὸ ἧπαρ σκιῤῥώδη διάθεσιν, γένεσιν ἀποστήματος εἶναι λογιζόμεθα, καθάπερ ὅτἂν φλεγμονὴ , πυρετὸν ἐξ ἀνάγκης ἕπεσθαι. πάντα μὲν οὖν τὰ τοιαῦτα καὶ ῥητὰ καὶ σαφῆ καὶ γνώριμα πᾶσι τοῖς πρὸ Ἀρχιγένους ἰατροῖς ἐστιν, ἄνευ τῶν ἀλλοκότων ὀνομάτων διδασκόμενα· τῆς δἈρχιγένους διδασκαλίας ἴδιον ἐξαίρετόν ἐστιν οὐ πραγμάτων ὑφήγησις καινῶν, ἀλλὀνομάτων οὐδὲν πρᾶγμα δηλούντων. τοιούτων ὀνομάτων καὶ τὴν περὶ τῶν σφυγμῶν ἐπλήρωσε πραγματείαν, οὐδαὐτὴν δεομένην μεταφορᾶς ὀνομάτων ἀκύρων, ὡς ἐπεδείξαμεν ἐν τοῖς περὶ σφυγμῶν ὑπομνήμασιν.
§10.1 Ἐγὼ δἠξίουν Ἀρχιγένη μετὰ τοσούτους ἰατροὺς γεγονότα προσθεῖναί τι τῇ σαφηνείᾳ τῆς διδασκαλίας, οὐκ ἀφελεῖν τοσοῦτον, ὡς μηδἡμᾶς αὐτοὺς νοεῖν λέγει, γεγηρακότας ἐν τοῖς ἔργοις τῆς τέχνης. ὅπερ οὖν ἐκεῖνον ἐχρῆν πεποιηκέναι, τοῦτἐγὼ πειράσομαι πρᾶξαι, καὶ δεῖξαι μὲν πρῶτον ἐν τῷ καθόλου τὴν μέθοδον προσήκει χρώμενον αὐτόν θεὑρίσκειν τοὺς πεπονθότας τόπους, ἑτέροις δὲ τὴν ὁδὸν ὑφηγεῖσθαι. μέθοδος μὲν οὖν ἐστιν, ὡς κᾀν τῷ πρὸ τούτου λέλεκται βιβλίῳ, τοιάδε. πρῶτον ζητῆσαι χρὴ, πότερον ἴδια σημεῖα καθἕκαστον τόπον, ὅπως ἂν πάσχῃ, δυνατὸν εὑρεῖν ἐστιν, καθἕκαστον τῶν παθῶν ἀλλοιοῦται. δεύτερον ἐπὶ τῷδε, πότερον ἑκάστου τῶν παθῶν ἴδια σημεῖά ἐστιν, καθἕκαστον μόριον ὑπαλλάττεται, καὶ χρὴ τόπου τε ἅμα καὶ πάθους μνημονεύσαντας λέγειν ἐφεξῆς τὰ σημεῖα· καθάπερ, εἰ τύχοι, φλεγμονῆς τοῦ πνεύμονος, ὅτι δύσπνοια μετὰ στενοχωρήσεως, ὡς πνίγεσθαι δοκεῖν, ἀνακαθίζειν τε διὰ τοῦτἐπιχειρεῖν, ὅπερ ὀρθόπνοιαν ὀνομάζουσιν· ἀλλὰ καὶ ὅτι θερμῆς αἰσθάνονται τῆς ἐκπνοῆς, καὶ μᾶλλον ὅτἂν ἐρυσιπελατώδης φλεγμονὴ συστῇ, διόπερ ἐπὶ πλέον ἐκφυσῶντες παρηγοροῦνται, καὶ πλεῖστον ἀέρα ψυχρὸν εἰσπνεῖν ἐπιθυμοῦσιν, ἀναπτύουσί τε μετὰ βηχὸς κεχρωσμένον τὸ πτύελον ἄλλοτἄλλῳ χρώματι· καὶ γὰρ ἐρυθρὸν ἐνίοτε καὶ ξανθὸν καὶ πυῤῥὸν ἀφρῶδές τε καὶ μέλαν καὶ πελιδνὸν φαίνεται· καὶ μέντοι καὶ βάρους τινὸς ἐγκειμένου τῷ θώρακι πολλάκις αἰσθάνονται, καὶ διήκει εἰς αὐτὸν ἐκ τοῦ βάθους ἄλγημα κατά τε τὸ στέρνον καὶ τὴν ῥάχιν· ἔτι τε πρὸς τούτοις ὀξέως μὲν πυρέττουσι, σφυγμὸν δὲ ἔχουσιν ὁποῖον ἐν τοῖς περὶ σφυγμῶν εἴπομεν. οὕτω δὲ κᾀπὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ἐπειδὰν φλεγμαίνῃ, πυρετὸς μὲν ὀξὺς ἅμα τῷ ἰδιώματι τῶν λελεγμένων σφυγμῶν κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν, ἄλγημα δὲ νυγματῶδες ἅμα δυσπνοίᾳ καὶ πτυέλῳ κεχρωσμένῳ παραπλησίως τοῖς περιπνευμονικοῖς ἐπιφαίνεται τὰ πολλά. τὸ μὲν οὖν δυσπνοεῖν ἀμφοτέροις τοῖς πάθεσιν, διὰ τὸ πεπονθὸς μόριον ἀναπνευστικὸν ὑπάρχειν, ἐξ ἀνάγκης ἕπεται· τὸ δὲ πυρέττειν διά τε τὸ πάθος γίνεται καὶ τὴν θέσιν· ἐγγὺς μὲν τῆς καρδίας τε ὑπεζωκὼς καὶ πνεύμων, θερμὸν δὲ πάθος φλεγμονή. οὕτω δὲ καὶ τὸ βήττειν μὲν ὡς ἀναπνευστικοῖς ὑπάρχει, τὸ δὲ ἀναπτύειν τι διὰ τὸ πάθος γίνεται· δέδεικται γὰρ ἐξ ἐπιῤῥοῆς αἵματος φλεγμονὴ πᾶσα γινομένη, διόπερ ἐὰν μὲν χολωδέστερον τὸ αἷμα, ξανθὸν, ὠχρόν ἐστι τὸ πτυόμενον· ἐὰν δὲ φλεγματικώτερον, ἀφρῶδές τε καὶ λευκόν· ἐὰν δὲ μελαγχολικώτερον, ἤτοι μέλαν, πελιδνόν· ἐὰν δὲ μηδὲν τούτων, ἐρυθρόν. ἔτι δὲ τῇ μὲν πλευρίτιδι πλεονάκις τὸ χολωδέστερον, τῇ δὲ περιπνευμονίᾳ τὸ φλεγματικώτερον πτύσμα συνέπεται· δέδεικται γὰρ ἡμῖν καὶ περὶ τούτου. τὸ δὲ διὰ τῆς τραχείας ἀρτηρίας ἀναφέρεσθαι τὰ περιττώματα τῶν φλεγμαινόντων μορίων διά τε τὴν θέσιν αὐτῶν γίνεται καὶ διάπλασιν· ἐκροὴν γὰρ ἔχουσι ταύτην μόνην. γαστρὶ δὲ διττοὶ μὲν πόροι, μᾶλλον δἐπιπολάζει τε καὶ ἀνεμεῖται τὰ καταὐτὴν μοχθηρὰ, τὰ δἐκ τῶν ἐντέρων διαχωρεῖται· καθάπερ γε τὰ μὲν ἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται, τὰ δἐξ ἐγκεφάλου διὰ ῥινῶν μὲν μάλιστα, ποτὲ δὲ καὶ διὰ οὐρανίσκου καὶ ὑπερῴας καὶ ὤτων ἐκκενοῦται. τὰ γνωρίσματα οὖν τῶν πεπονθότων τόπων ἀπὸ συμπτωμάτων εἰσὶν, ἀπό τε τῆς βεβλαμμένης ἐνεργείας καὶ τῆς τῶν ἐκκρινομένων ποιότητος, ἔτι δὲ τῶν παρὰ φύσιν ὄγκων, ἀλγημάτων, ἀχροίας τινὸς ἑπομένης, ἤτοι διὅλου τοῦ σώματος, καθἕν τι μόριον, δύο, μάλιστὀφθαλμούς τε καὶ γλῶτταν· ἔξωθεν δὲ τούτων ἐστὶ τὰ κατὰ τὴν ἰδίως ἂν ὀνομασθεῖσαν, εἴ τις βούλοιτο, συμπάθειαν, ὡς ἐν τῷ πρώτῳ λέλεκται γράμματι. νυνὶ δέ μοι καιρὸς εἶναι δοκεῖ γυμνάσαι τοὺς ἑταίρους, ὧν ἀξιωσάντων γράφεται ταῦτα. γυμνάσιον δἅπαν γίνεται διὰ τῶν κατὰ μέρος ὑπὸ τὴν αὐτὴν μέθοδον ἀγομένων. ἔστι δὲ χρησιμώτατον, ὡς πολλάκις ἐπιδέδεικταί μοι, τὸ τοιοῦτο τῆς διδασκαλίας εἶδος, ὡς αἵ γε μέθοδοι μόναι γνωσθεῖσαι χωρὶς τοῦ πολυειδῶς γυμνάσασθαι καταὐτὰς ἀδυνατοῦσι τελείους ἐργάσασθαι τοὺς μανθάνοντας. ἄνωθεν μὲν οὖν εἰπόντες τὴν μέθοδον, ἐπὶ τὸ γυμνάσιον ἴωμεν. ἐπισκέπτεσθαι χρὴ πρῶτον μὲν, εἴ τις  ἐνέργεια βέβλαπται, σὺν αὐτῇ γὰρ ἀνάγκη πεπονθέναι τὸ τῆς ἐνεργείας ἴδιον ὄργανον. εἶθἑξῆς εἴπερ εὕροις βεβλαμμένην τὴν ἐνέργειαν, ἐπὶ τὸν τρόπον τῆς βλάβης ἀφικόμενος ἐπισκέπτου, τίνος ἐστὶ πάθους ἴδιον. ἐπὶ τοῖσδε σκόπει τὸ πεπονθὸς μόριον, εἴ τινὄγκον ἄλγημα διασημαίνει, μὴ παρέργως, ἀλλὰ μετὰ τοῦ συνεπισκοπεῖσθαι τὸ καθἕκαστον αὐτῶν εἶδος· ἔμαθες γὰρ οὐ μόνον ὄγκων ἰδέας πλέονας, ἀλλὰ καὶ τῶν ἀλγημάτων. εἶτἐπισκόπει τὰ περιττώματα τοῦ πεπονθότος μορίου, διὰ τίνος ἐκκενοῦται πόρου, θεώρει τε μή τι τῆς οὐσίας τοῦ πεπονθότος ἐκκρίνεται μορίου· καὶ μετὰ ταῦτα, πότερον ἄπεπτά ἐστι παντελῶς, μετρίως πέττεται τὰ περιττώματα αὐτοῦ· κᾄπειτα τίνων μὲν ἐξ αὐτοῦ συναπολαύει τὸ πᾶν σῶμα, τίνων δἐξαιρέτως μόρια ἄττα, τὰ μέν τι κατὰ τὴν ἐνέργειαν αὐτῶν, τὰ δὲ κατὰ τὴν χρόαν σχῆμα. φέρε γάρ τινα καθὃν ἀναπνεῖ καιρὸν ἀλγεῖν ἐν τῷ κατὰ τὰς νόθας πλευρὰς τόπῳ· μὴ προπετῶς ὑπολάβῃς τοῦτον εἶναι πλευριτικὸν, ἀλλὰ πρῶτον μὲν, εἰ ἀναπτύει τι βήττων, ἄθρει· κεχρωσμένον γὰρ, ὡς εἴρηται, θεασάμενος, ἐρεῖς εἶναι πλευριτικόν· εἰ δὲ μηδὅλως ἀναπτύει βήττων, δύναται μὲν εἶναι καὶ οὗτος πλευριτικὸς, ἄπεπτον δὲ καὶ στεγνὴν ἱκανῶς ἔχων τὴν φλεγμονὴν, ὡς μηδὲν ἔξω χαλᾷν· ἐγχωρεῖ δὲ καὶ διἥπατος φλεγμονὴν ἀλγεῖν αὐτὸν ἐν τῷ λεγομένῳ χωρίῳ· τεινομένων γὰρ εἴσω τῶν ἀρτημάτων, οἷς ἤρτηται πρὸς τὰς πλευρὰς ἐπἐνίων τὸ ἧπαρ, εἰς τὸν ὑπεζωκότα συμβαίνει τὴν ὀδύνην ἐξήκειν. ἀλλά γε σφυγμὸς οὐδὲν ὅμοιον ἔχων ἐστὶν ἐπὶ φλεγμοναῖς ἥπατός τε καὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, οὐ μὴν οὐδὲ τὰ διὰ τῆς γαστρὸς ἐκκρινόμενα παραπλήσια· πλὴν οὐκ ἀεὶ ταῦτα συνυπάρχει φλεγμοναῖς ἥπατος, ἀλλἐν τοῖς καλουμένοις ἰδίως ἡπατικοῖς πάθεσιν. οὐδὲν οὖν χεῖρον ἐφὧν μηδὲν ἐκκρίνεται γνώρισμα, διὰ τῆς ἁφῆς ἐπισκοπεῖσθαι τὸ δεξιὸν ὑποχόνδριον, κᾂν μηδεὶς ὄγκος εὑρίσκοιτο, μηδοὕτως ἀφίστασθαι· δύναται γὰρ ἐν τοῖς σιμοῖς φλεγμονὴ μόνοις εἶναι, δύναται δὲ καὶ κατὰ τὰ κυρτὰ μὲν, ἀλλοὐ πάντα, μόνα δὅσα κατακρύπτουσιν αἱ νόθαι πλευραί. μέγιστον οὖν ἀναπνεῖν ἐν τῷδε κελεύειν τὸν κάμνοντα, καὶ πυνθάνεσθαι μή τινος αἰσθάνεται βάρους, ἤτοι γἐκκρεμαμένου τῶν ὑπερκειμένων, ἐγκειμένου τοῖς περιέχουσιν· ἔστιν ὅτε γε μὴν οἷς ἐνταῦθά ἐστιν παρὰ φύσιν ὄγκος, οὗτοι δυσπνοοῦσι τῇ στενοχωρίᾳ τῶν φρενῶν, ἐρεθίζονταί γε καὶ πρὸς βραχείας βῆχας. βέβαιον οὖν ἐπὶ τῶν τοιούτων ἐστὶ σημεῖον εἰς διάγνωσιν σφυγμὸς μὲν ἐν ἅπαντι τῷ χρόνῳ τοῦ νοσήματος, ἐπὶ προήκοντι δαὐτῷ καὶ τἄλλα συμπτώματα. καὶ γὰρ τῆς γλώττης ἀλλοιοῦται χρόα καὶ παντὸς τοῦ σώματος ἐπὶ ταῖς τοῦ ἥπατος κακοπραγίαις· ὥσπερ αὖ πάλιν αἱ βῆχες αὐξάνονται, τῶν κατὰ θώρακα πασχόντων, ἐπιφαίνεταί τε πάντως ἐν τῷ χρόνῳ τὰ μετὰ τῆς βηχὸς ἀναπτυόμενα. καθάπερ οὖν δύσπνοια χωρὶς μὲν τοῦ πάσχειν τι τῶν ἀναπνευστικῶν μορίων ὀργάνων ὁπωσοῦν οὐ δύναται γενέσθαι, συμβαίνει δἐνίοτε νόσημα μηδὲν ἴδιον ἐν αὐτοῖς ὑπάρχειν, ἀλλἤτοι κατασπωμένου τοῦ διαφράγματος θλιβομένου δυσπνοεῖν τὸν ἄνθρωπον, οὕτως ἔχει κᾀπὶ τοῦ τὸ τῆς ψυχῆς ἡγεμονικὸν ἐν ἑαυτῷ περιέχοντος τόπου· κατὰ τοῦτον γὰρ ἐπιστήμης τε καὶ δόξης ἁπάσης τε διανοήσεως συνισταμένης, ὅταν φαίνηταί τι τούτων βεβλαμμένον, εὐθέως ὑπολαμβάνομεν ἔν τινι πάθει κᾀκεῖνο ὑπάρχειν, ὅπου γε κᾂν ἐν πλευρίτιδι, κᾂν ἐν περιπνευμονίᾳ παραφρονήσῃ τις, οὐδείς φησι διὰ τὴν πλευρὰν τὸν πνεύμονα γεγονέναι τὸ σύμπτωμα, πάντες δἡγοῦνται συμπεπονθέναι τὸ μόριον ἐκεῖνο, καθ τῆς ψυχῆς ἐστι τὸ ἡγεμονικὸν, καὶ ζητοῦσί γε τὸν τρόπον τῆς συμπαθείας ὁμολογοῦντα δεῖξαι τοῖς ἰδίοις δόγμασιν· ἐπἄλλων δὲ παθῶν οὐ συμπαθεῖν, ἀλλὰ πρωτοπαθεῖν φασιν αὐτὸν, ὥσπερ ἐν ληθάργῳ καὶ φρενίτιδι· πανταχόθεν μέν τοι πάσχειν, ἔνθα τῶν ἰδίων τις ἐνεργειῶν αὐτοῦ βέβλαπται λέγω δἰδίας ἐνεργείας, ἃς διοὐδενὸς ἄλλου μορίου ποιεῖται, καθάπερ διὀργάνου· κατὰ μὲν γὰρ τὸν ἀληθῆ λόγον καὶ βλέπειν αὐτὸ τοῦτο καὶ ἀκούειν ὑποληπτέον, ἀλλὰ διὀφθαλμῶν μὲν βλέπειν, διὠτῶν δἀκούειν· ἐννοεῖν μέντοι καὶ μεμνῆσθαι καὶ λογίζεσθαι καὶ προαιρεῖσθαι, μήτὀφθαλμοῖς ἔτι μήτὠσὶ μήτε γλώττῃ μήτἄλλῳ τινὶ προσχρώμενον· ἀλλεἰ μὲν οὕτως ἐστὶ τὸ μόριον τοῦτο τῆς ψυχῆς ἐν τῷ περιέχοντι σώματι, καθάπερ ἡμεῖς ἐν οἴκῳ τινὶ, τὴν μὲν ἀρχὴν ἂν ἴσως οὐδὑπονοήσαιμεν αὐτὸ βλάπτεσθαί τι πρὸς τοῦ χωρίου· θεασάμενοι δὲ βλαπτόμενον ἐζητήσαμεν ἂν ὅπως βλάπτεται· εἰ δὡς εἶδός τι τοῦ σώματός ἐστιν ἀχώριστον αὐτοῦ, συνεχωρήσαμεν ὑπὸ τῆς τοῦ δεδεγμένου σώματος ἀλλοιώσεως βλάπτεσθαι· διαστάντων δὲ τῶν φιλοσόφων περὶ αὐτοῦ, καὶ τῶν μὲν ὡς ἐν οἰκήματι περιέχεσθαι φασκόντων αὐτὸ, τῶν δὡς εἶδος, ὅπως μὲν βλάπτεται, χαλεπὸν εὑρεῖν, ὅτι δὲ βλάπτεται, τῇ πείρᾳ μαθεῖν ἔστι. ἐπί τε γὰρ τῶν ἀνατιτραμένων τὸ κατεαγὸς ὀστοῦν τῆς κεφαλῆς, εἴ τις βιαιότερον ἐπιθλίψειεν, ἀναίσθητοί τε παραχρῆμα καὶ ἀκίνητοι γίνονται, καὶ εἰ φλεγμονή τις ἐπιγένοιτο, καὶ ταῦτα μὲν ἔστιν ὅτε συμβαίνει· τῆς διανοίας οὖν βλάβη γίνεται διὰ παντός. ἐγκαυθέντες δὲ σφοδρῶς τὴν κεφαλὴν οὐκ ὀλίγοι παρεφρόνησαν· ἰσχυραῖς τε πληγαῖς εἰς αὐτὴν γενομέναις ἐν τῷ παραχρῆμα πολλάκις ἠκολούθησε κάρος· ἕτερά τε πολλὰ τοιαῦτα παθήματα περὶ τὴν κεφαλὴν συνιστάμενα σαφῶς φαίνεται βλάπτοντα τὴν διάνοιαν, ὥστε καὶ τοὺς ἰδιώτας, ὅτἂν παραφρονῇ τις, ὅλως ὁτιοῦν πάσχῃ κατὰ τὴν διάνοιαν, ἀξιοῦν προνοεῖσθαι τῆς κεφαλῆς. ὅτι μὲν οὖν ἀληθέστατόν ἐστι, τὸ κατάρχον αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθὁρμὴν ἐν ἐγκεφάλῳ καθιδρῦσθαι, καὶ ὅτι τούτου σκεπάσματεἰσὶν αἱ μήνιγγες, ἐν ἑτέροις ἐπιδέδεικται· νυνὶ δὅπως ἄν τις χωρίσειε τὰ κατὰ πρωτοπάθειαν αὐτῷ συμβεβηκότα τῶν κατὰ συμπάθειαν, ἐπισκεπτέον· ἴδιόν τε γὰρ τοῦτο τῆς προκειμένης πραγματείας, τε χρεία πρόδηλος, εἴ γε πρῶτον ἁπάντων ἐστὶν ὡς πρὸς τὰς ἰάσεις ἐπίστασθαι, τίνι χρὴ μορίῳ προσφέρειν τὰ βοηθήματα. πρὶν μὲν γὰρ ἰδίαν τινὰ διάθεσιν ἐν ἐγκεφάλῳ γενέσθαι, κατὰ τὸ συμπάσχειν μόνον αὐτοῦ βλαπτομένου, θεραπευθέντος τοῦ πρωτοπαθοῦντος, οὐδὲν ἂν ἔτι καταλείποιτο τούτῳ σύμπτωμα· γενομένης δέ τινος ἐν αὐτῷ μονίμου διαθέσεως ἐκ τῆς συμπαθείας, οὐ τῷ πρωτοπαθήσαντι μόνῳ τὰ βοηθήματα χρὴ προσφέρειν, ἀλλὰ καὶ τῇ κεφαλῇ· διαὐτὸ δὲ τοῦτο καὶ τὸ διορίζειν ἀκριβῶς, εἴτἐγκέφαλός ἐστιν πρωτοπαθῶν, εἴτε μήνιγγες, οὐ μεγάλην ἔχει τὴν χρείαν, ἑκατέρως τῇ κεφαλῇ προσφερομένων τῶν βοηθημάτων. οὔκουν τοῦτο χρὴ μάλιστα σπουδάζειν, ἀλλὰ  τὴν οὐσίαν τοῦ νοσήματος εὑρίσκειν, ὁποία τίς ἐστιν. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηραίνειν αὐτὸ προσῆκεν· εἰ δὲ ξηρὸν, ὑγραίνειν· οὕτω δὲ καὶ τὸ μὲν ψυχρὸν θερμαίνειν, τὸ δὲ θερμὸν ψύχειν. ἔτι δὲ καὶ εἰ κατά τινα συζυγίαν πεπόνθοι, διὰ τῆς ἐναντίας συζυγίας αὐτὸ θεραπεύειν προσήκει, τὸ μὲν ξηρὸν καὶ θερμὸν ὑγραίνοντα καὶ ψύχονται, τὸ δὑγρὸν καὶ ψυχρὸν ξηραίνοντα καὶ θερμαίνοντα, κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν ἀνάλογον· οὕτω δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων νοσημάτων πράττειν, ὧν ἑκάστου τὴν ἰδέαν ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἐδήλωσα γράμματι. παραπλησίας οὖν τῆς θεραπείας γενομένης ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν ἐγκεφάλῳ τε καὶ μήνιγξι, λογικὴ μᾶλλον ζήτησίς ἐστιν ἤπερ εἰς τὰς ἰάσεις χρήσιμος, ἐν ὁποτέρῳ τὸ ἡγεμονικόν· οὐ μὴν εἴ γε κατὰ τὴν καρδίαν ἐστὶν, ἀλλὅλῳ τῷ πράγματι διαφέρουσα. φέρε γὰρ ὑπὸ χολῆς ξανθῆς γίνεσθαι τὴν φρενῖτιν ἐν τῷ σώματι τῆς καρδίας ἀθροισθείσης τε καὶ διασαπείσης, ἆροὐ ληρεῖν ἂν δόξειεν καταντλεῖν κελεύων ὀξυῤῥοδίνῳ τὴν κεφαλὴν, ἐνὸν, εἴπερ ἴαμα τὸ φάρμακον τοῦτο τῆς τὴν φρενῖτιν ἐργαζομένης αἰτίας ἐστὶ, μὴ κεφαλῆς, ἀλλὰ θώρακος αὐτὸ καταχεῖν, μηδὲ τούτου παντὸς, ἀλλὰ κατἐκείνου μόνου τοῦ μέρους, ἔνθαπερ καρδία τέτακται; ταῦτα μὲν οὖν καλῶς ἡμῖν προδιώρισται, καὶ τὸ μὴ μόνον ἐπισκοπεῖσθαι τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ τὴν βλάπτουσαν αἰτίαν αὐτόν. οἷον εὐθέως, ἔστι μὲν δή που καὶ παραφροσύνη σύμπτωμα τῆς κατὰ τὸν παραφρονοῦντα τόπον ἐνεργείας· ἔστι δὲ καὶ τὸ κῶμα καὶ κάρος, ἀλλὑπὸ τῆς ἐναντίας αἰτίας γίνεται. τὰς μὲν γὰρ ἀγρυπνίας τε καὶ παραφροσύνας θερμὸν τὴν δύναμιν αἴτιον ἐργάζεται· τὰ δὑπνώδη τε καὶ κωματώδη καὶ καρώδη πάθη πάντα ψυχρᾶς αἰτίας ἐστὶν ἔγγονα. καὶ τοῦτἔνεστί σοι καταμαθεῖν ἐναργῶς ἀπὸ τῶν φαρμάκων πρῶτον. ὅσα μὲν γὰρ αὐτῶν ἐστιν ψυχρὰ, ναρκοῖ καὶ καροῖ, τὰ θερμὰ δἔμπαλιν ἀγρύπνους τε καὶ πολυκινήτους ἐργάζεται. καὶ τί δεῖ μνημονεύειν ἰσχυρῶν φαρμάκων, ὁρῶντας ὁσημέραι τὰς μὲν θριδακίνας καὶ τὰ τῶν ποτίμων τε καὶ θερμῶν ὑδάτων λουτρὰ καὶ οἴνου πόσιν ὕδατι μετρίως κραθέντος ὕπνον ἐργαζόμενα, καθάπερ γε καὶ τἄλλὅσα πέφυκεν ὑγραίνειν τε καὶ ψύχειν, τὰ δἐναντία πάντα τὰς ἀγρυπνίας; κατὰ τοῦτό γέ τοι καὶ λεπτὴ δίαιτα καὶ ἄκρατος οἶνος ἀγρυπνητικά· πολὺ δὲ δὴ μᾶλλον, ὅταν ἄκρατος οἶνος φύσει θερμὸς, παλαιὸς ἱκανῶς, οἷόν τι συνέβη καὶ παρἡμῖν ποτε ἐν Περγάμῳ, καὶ κάλλιόν γαὐτὸ διηγήσασθαι δέ. γραμματικοῦ μὲν ἦν τὸ παιδάριον ἐκεῖνο· καθἑκάστην δἡμέραν εἰς τὸ βαλανεῖον ἀπιὼν γραμματικὸς ἅμἑτέρῳ παιδὶ, κατέλειπεν ἔνδον ἐγκλείων αὐτὸ, χάριν τοῦ φυλάττεσθαί τε τὰ κατὰ τὴν οἰκίαν καὶ εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἐδωδήν. ἀλλὰ διψῆσάν γέ ποτε σφοδρῶς, εἶτἔνδον οὐκ ἔχον ὕδωρ, ἐξέπιεν οἴνου παλαιοῦ δαψιλές· ἐντεῦθέν τε τοῦ λοιποῦ χρόνου παντὸς ἄγρυπνον ἦν, ὕστερον δὲ καὶ πυρέξαν ὑπό τε τῶν ἀγρυπνιῶν καὶ τῆς ἐπιγενομένης ἐν αὐτῷ παραφροσύνης διεφθάρη. καὶ τὰ ψυχρότερα δὲ τῶν ζώων ἐν τῷ χειμῶνι φωλεύει διὰ τὴν ψύξιν, ὅμοια νεκροῖς κείμενα· καὶ τὰς ἐχίδνας ἔστιν ἰδεῖν τηνικαῦτα μηδεἰ ταῖς χερσὶν ἀνελόμενος βαστάζοις, δακνούσας, ὡς ἔν γε τῷ θέρει καὶ τοῦτο τὸ ζῶον καὶ οἱ ἄλλοι πάντες ὄφεις, μάλιστἐν τοῖς ὑπὸ κύνα καύμασιν, ὅταν ἐγκαυθῶσι σφοδρῶς, ἐοίκασιν μαινομένοις, ἡσυχάζειν οὐδἐπὶ βραχὺ δυνάμενοι. τοῦτο γοῦν αὐτὸ θεασάμενος αὐτῶν καὶ Νίκανδρος ἔγραψεν περὶ τοῦ κεγχρίνου,
§10.2
§10.2 περὶ μὲν δὴ τούτων ἐν ἄλλοις ἐπὶ πλέον εἴρηταί τε καὶ δέδεικται τὸ μὲν θερμὸν αἴτιον εἰς τὰς κινήσεις ἐπεγεῖρον, ἀγρυπνίας τε διὰ τοῦτο παρέχον, τὸ δὲ ψυχρὸν ἀργὸν μὲν εἰς τὰς κινήσεις, ὕπνου δὲ καὶ κώματος ἐργαστικόν. ἀλλ γε ταῦτα γινώσκων, ὅταν ἄνθρωπον ἴδῃ, κατὰ μὲν τὰς ἀκμὰς τῶν διακαῶν πυρετῶν ἀγρυπνοῦντά τε καὶ παραφρονοῦντα, κατὰ δὲ τὰς παρακμὰς κοιμώμενόν τε καὶ κατανοοῦντα, λογιεῖται τῆς κεφαλῆς μὲν αὐτῆς οὐδεμίαν εἶναι διάθεσιν ἰδίαν, ὑπό τε τῆς κατὰ τὸν πυρετὸν θέρμης ἐκπυρούσης αὐτὴν παραφροσύνην ἐργάζεσθαι. οὕτω δὲ καὶ τὰ κατὰ περιπνευμονίαν καὶ πλευρῖτιν, ὅταν ἐν τοῖς πυρετοῖς αὐτῶν εἰς ἀκμὴν ἥκουσιν ἕπηται παραφροσύνη, τῆς κεφαλῆς αὐτῆς ἴδιον οὐκ ἔστι πάθημα· τῷ μονίμῳ γὰρ ἐχρῆν τεκμαίρεσθαι τὸ τοῦ μέρους ἴδιον πάθος, ὅθεν εἰ καὶ πλευριτικῷ τινι μόνιμος ἐπιγένηται παραφροσύνη, νοσεῖν ἤδη λογίζου τὴν κεφαλὴν αὐτῷ νόσον ἰδίαν, ὥστε κᾂν καταστῇ τὸ τῆς πλευρᾶς πάθος, ἐνδέχεσθαι μεῖναι τὸ τῆς κεφαλῆς· καὶ γὰρ τὸν ἐφἕλκει βουβῶνα πολλάκις εἴδομεν ἐπιμένοντα ἔτι, θεραπευθέντος τοῦ ἕλκους. ὅταν οὖν ἕτερον ἑτέρῳ τῷ πρώτῳ πάσχοντι παροξυνομένῳ μὲν σφοδρῶς ἐπιγένηται, παύηται δὲ μειουμένῳ, κατὰ συμπάθειαν αὐτὸ τεκμαίρου πεπονθέναι. κοινὸν μὲν τοῦτο τεκμήριον ἕν· ἴδιον δἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον, ὡς εἴρηται, τὸ μὴ παραμένειν ἀεὶ τὴν παραφροσύνην, ἀλλὰ τῷ μεγέθει τῶν πυρετῶν ἕπεσθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐν εἰσβολαῖς παροξυσμῶν πυρετοῦ καρώδεις τινὲς κωματώδεις γίνονται, ψυχομένου σφοδρῶς ἐν ἐκείνῳ τῷ καιρῷ τοῦ ἐγκεφάλου, διὰ τὸ προπαρεσκευάσθαι πως αὐτὸν εἰς ἑτοιμότητα βλάβης τοιαύτης, ἤτοι δυσκρασίαν μὲν ἔχοντα ψυχρὰν, οὐ μὴν τοσαύτην γε, ὡς τῶν εἰρημένων συμπτωμάτων αἰτία δύναται γενέσθαι μόνη· προσελθούσης δὲ κατὰ τὴν ἀρχὴν τοῦ παροξυσμοῦ, μέγεθος ἕξει τηλικοῦτον, ὡς καταφορὰν κάρον ἐργάζεσθαι· γίνεται μὲν οὖν, ὡς ἔφην, τοῦτο κατὰ δυσκρασίαν ψυχράν· γίνεται δέ καὶ διὰ φλεγματικὸν χυμὸν ἀθροισθέντα κατὰ τὸν ἐγκέφαλον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up