Galen De locis affectis
EN Lat Orig
Book 3
§1–5
§1 Περὶ τῶν πεπονθότων τόπων, οὕτω γὰρ ὀνομάζουσι τὰ μόρια τοῦ σώματος, ὀλίγοι τε τῶν ἰατρῶν ἐπραγματεύσαντο πλέον τε παρέλιπον ἀνεξέργαστον μετεχειρίσαντο· καταλιπὼν οὖν ἐγὼ τοὺς ἄλλους, Ἀρχιγένους ἐμνημόνευσα μόνου δικαίως ὑπὲρ ἐκείνους ἅπαντας ἐπῃνημένου· λέγοντος δαὐτοῦ βλάπτεσθαί τινας ἐνεργείας, ἄνευ τοῦ βλάπτεσθαι τὸ μόριον τοῦ σώματος ἐν γίνονται, διορισμοῦ τὸν λόγον ἔφην δεῖσθαι· δύνασθαι γάρ τινα λέγειν ὀρθῶς, εἰ καὶ μὴ μόνιμον ἤδη διάθεσιν ἔχοι τὸ κατὰ συμπάθειαν ἑτέρου βλαπτόμενον, ἀλλὡς αὐτὸς ἔφη, καθάπερ τινα σκιὰν αὐτὸ τοῦτο τὸ πάθος ὑπάρχειν αὐτοῦ. πυρὶ γοῦν οὕτω πλησιάσαντες, ὡς ἐγγὺς μὲν ἥκειν τοῦ καίεσθαι, μὴ μέντοι γε καίεσθαι, σφοδρῶς ἀλγοῦμεν, οὐ δήπου μηδὲν πάσχοντος τοῦ θερμαινομένου μέρους. οὕτω δὲ καὶ κρύος ἰσχυρὸν ἐν τῷ περιέχοντι γενόμενον, ψυχρὸν ὕδωρ ἀκραιφνὲς, χιὼν προσπεσοῦσα, σφοδρὰν ὀδύνην ἐργάζεται· κᾂν ἀποστήσῃς τὸ λυποῦν, εὐθέως σὺν αὐτῷ παύεται τὸ πάθημα. βέλτιον οὖν ἐδόκει λέγειν, ὥσπερ καὶ αὐτὸ τοὔνομα ἐνδείκνυται, τὸ πάσχειν ἀμηγέπη τὸ συμπάσχον· οὐ γὰρ τὸ μηδόλως πάσχον, ἀλλὰ τὸ σὺν ἑτέρῳ πάσχον ὑπὸ τῆς συμπάσχον ἑρμηνεύεται φωνῆς. ὥσθὅταν ἐπὶ στομαχικαῖς διαθέσεσιν ὅμοια τοῖς τῶν ὑποχεομένων κατὰ τοὺς ὀφθαλμοὺς γίνηται συμπτώματα, πάσχειν μὲν αὐτοὺς λεκτέον, ἀναφερομένης ἐπὶ τὴν κεφαλὴν ἀναθυμιάσεώς τινος καπνώδους τῶν ἐν τῇ γαστρὶ περιεχομένων χυμῶν, οὐ μὴν ἤδη γέ πω διάθεσιν ἔχειν τοιαύτην, ὡς ἀπελθόντος τοῦ λυποῦντος ἰδίας ἐπιμελείας δεῖσθαι. τὰ μὲν οὖν τοιαῦτα λογικώτερά πως ἔφην εἶναι· λογικὰ γὰρ ὄντως ἐστὶν ὅσα τῆς χρείας ἐπέκεινα προερχόμενα τὴν φύσιν ἀθρεῖ τῶν πραγμάτων, ὁποία τις ὑπάρχει κατὰ τὴν οἰκείαν οὐσίαν. οὕτως γοῦν καὶ Χρύσιππος φιλόσοφος ἔγραψεν περὶ τῶν τῆς ψυχῆς παθῶν ἓν μὲν τὸ θεραπευτικὸν βιβλίον, οὗ μάλιστα χρῄζομεν εἰς τὴν ἴασιν αὐτῶν, ἕτερα δὲ τρία λογικὰς ἔχοντα ζητήσεις.
§2 Ὅπερ δἦν ἄμεινόν τε καὶ πολὺ χρησιμώτερον εἰς τὴν προκειμένην πραγματείαν, οὐκ ἀκριβῶς διήρθρωσεν Ἀρχιγένης, ὁπόσοι τρόποι τῶν βλαπτομένων ἐνεργειῶν εἰσιν· οὕτω γὰρ οἵ τε πρωτοπαθοῦντες, ἰδιοπαθοῦντες, ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τόποι τοῦ σώματος εὑρεθήσονται, καὶ τῆς ἰάσεως αὐτῶν εὐπορήσομεν. ἐγὼ δἐπί τε τῶν φωνητικῶν ὀργάνων ἐδείκνυον τοῦτο καὶ τοῦ βλαβέντος εἰς αἴσθησιν τοὺς δακτύλους τῆς χειρὸς, οὐδὲν αὐτοὺς πεπονθότας, ἐφοὗ τὸ πρῶτον πάσχον εὑρεθὲν ἐν ἀρχῇ τοῦ μεταφρένου τὴν προσήκουσαν ἐνεδείξατο θεραπείαν.
§3 Ἄλλῳ μὲν γὰρ τρόπῳ τῆς γαστρὸς πασχούσης ὑποχύσεως φαίνεται συμπτώματα· καθἕτερον δὲ τρόπον οὐδὲν τῶν φωνητικῶν ὀργάνων πεπονθότων καταπεσὼν ἐξ ὑψηλοῦ τὴν φωνὴν ἐβλάβη, καὶ τούτων γἀμφοτέρων κατἄλλο συμπαθείας εἶδος τοὺς δακτύλους ἀναισθήτους ἔχων. ἐπὶ μὲν γὰρ τῶν ὀφθαλμῶν, ἀναφερομένου τινὸς ἐπαὐτούς· ἐπὶ δὲ τῆς ἀφωνίας τῷ τὴν ὕλην τῆς φωνῆς βεβλάφθαι· τὸ δὲ κατὰ τοὺς δακτύλους σύμπτωμα μηκέτεἰς αὐτοὺς ἀφικνουμένης τῆς αἰσθητικῆς δυνάμεως ἐγένετο. καὶ βέλτιον ἦν, εἴπερ ἄρα, μηδὲν ὅλως ἡγεῖσθαι πεπονθέναι τὰ φωνητικὰ μόρια καὶ τοὺς δακτύλους ἤπερ τοὺς ὀφθαλμούς· ἐπἐκείνων μὲν γὰρ αὐτὸ δὴ τοῦτο πάθος ἐστὶν τὸ πληροῦσθαί τινος ἀναθυμιάσεως καπνώδους· ἐπὶ δὲ τῶν φωνητικῶν τε καὶ τῶν δακτύλων οὐ τῷ παραγίνεσθαί τι παρὰ φύσιν εἰς αὐτοὺς, ἀλλὰ τῷ μὴ παραγίνεσθαι τὸ κατὰ φύσιν ἀφικνούμενον, ἐνέργειά τις βλάπτεται. δύναμις μὲν οὖν αἰσθητικὴ τοῖς δακτύλοις οὐκέτἐπιῤῥεῖ, βλαβείσης τῆς κατὰ τὸν νωτιαῖον ἐκφύσεως τοῦ νεύρου· πνεῦμα δἐκφυσώμενον λάρυγξ οὐκέτι δέχεται, τῶν μεσοπλευρίων μυῶν παραλυθέντων· ἀλλὅμως κᾀπὶ τούτων ἐγχωρεῖ λέγειν αὐτὸ τοῦτο πάθος εἶναι τὸ μὴ παραγίνεσθαι πρὸς τὰ μόρια τὰ πρότερον, ἡνίκεἶχε κατὰ φύσιν, ἥκοντα· καὶ γὰρ τῶν κρηνῶν οὐκ ἄν τις ἀλόγως πάθος εἶναι νομίζοι τὸ μηκέθἥκειν ἐπαὐτὰς τὸ ὕδωρ, καὶ τῶν ἐκ τῆς γῆς φυομένων δημητρίων φυτῶν τὸν ἄμετρον αὐχμὸν, καὶ τῶν ζώων ἀπορίαν τροφῆς ποτοῦ· τὸ γὰρ ἐλλεῖπον ὁπωσοῦν ἑκάστῳ πρὸς τὴν κατὰ φύσιν αὐτοῦ διοίκησιν εἰκότως ἄν τις πάθος ἐκείνου νομίζοι. ἀλλὰ ταῦτα μὲν, ὡς ἔφην, λογικωτέραν ἔχει τὴν ζήτησιν· ἐπὶ δὲ τῶν βεβλαμμένων τε καὶ ἀπολωλυιῶν ἐνεργειῶν ἀναγκαία σκέψις ἠμέληται τοῖς πλείστοις τῶν ἰατρῶν. δυοῖν γὰρ καὶ τριῶν ἐνεργειῶν ἔσθὅτε τούτων οὐσῶν, ἐνίοτε μὲν ἑνὸς μορίου πεπονθότος τἄλλα συμπάσχοντα συμβλάπτεται τὰς ἐνεργείας, ἐνίοτε δὲ πάνθὡσαύτως πέπονθεν· ἔστι δὅτε τὰ μὲν αὐτῶν ἔχει διάθεσιν ἑκτικὴν, ὡς ἂν εἴποι τις, τὰ δὲ λοιπὰ τὴν, ὡς ἂν φαίη τις, κατὰ σχέσιν· ὑπὲρ ὧν εἴρηται μὲν ἤδη κᾀν τῷ δευτέρῳ περὶ τῆς τῶν ζώντων ἀνατομῆς, εἴρηται δ’  ἔτι καὶ κατὰ τὸν πρὸ τούτου λόγον, εἰρήσεται δὲ καὶ αὖθις, ὡς ἂν καὶ τοῦ μέλλοντος ἡμῖν περαίνεσθαι λόγου χρῄζοντος ἐξ ἀνάγκης τοιούτων διορισμῶν. δέ ἐστι χρήσιμον οὐδὲν ἧττον ἐν τῷδε τῷ τόπῳ προειρῆσθαι, διὰ τοὺς λόγῳ μὲν ἐπιχειροῦντας ἀποδεικνύειν ἀναγκαίαν τοῖς ἰατροῖς τὴν τῶν πεπονθότων ζήτησιν, ἔργῳ δἀνατρέποντας, ἤδη σοι δίειμι, προχειρισάμενος ἕν τι πάθος ἕνεκα παραδείγματος. ἔστω δὴ τοῦτο πλευρῖτις· ἐφἧς ὅτι μὲν πλευρὰ πέπονθεν, ἔνδειξις ἐκ τοῦ καταὐτὴν ἀλγήματος γίνεται· πότερον δ ὑπεζωκὼς ὀνομαζόμενος εἴθὑμὴν εἴτε χιτὼν, οὐδὲν γὰρ διαφέρει, φλεγμαίνει τοῖς πλευριτικοῖς, καί τι μόριον ἄλλο κατὰ τὰς πλευρὰς, καὶ πότερον πνεύμων ἐξ ἀνάγκης καὶ αὐτὸς πέπονθεν κατὰ τοὺς λοβοὺς, παντάπασιν ἀπαθής ἐστιν, οὐκ ἀναγκαῖον ἐπίστασθαί φασιν οἱ τὴν ἐμπειρίαν πρεσβεύοντες· ἑωρακέναι γὰρ ἤδη παμπόλλους πλευριτικοὺς, τοὺς μὲν ἅμα τοῖς διδασκάλοις, τοὺς δὑφἑαυτῶν μόνων θεραπευθέντας, ὡς Ἱπποκράτης ἔγραψεν ἐν τῷ περὶ διαίτης ὀξέων νοσημάτων, ἀκριβῶς τε γιγνώσκειν ἤδη, τίνα μὲν αὐτοὺς ὠφελεῖ, τίνα δὲ βλάπτει, καὶ διορισμοὺς ἔχειν ἀναμιμνήσκοντας ἐπὶ σημείων ἐναργῶς φαινομένων, ὧν δεῖ φλέβα τέμνειν, ὧν δὲ μή· καὶ περὶ πυριάσεως δαὐτῶν, ἔτι τε καταπλασμάτων, καὶ διαιτημάτων, ὑπαγωγῆς τε γαστρὸς, αὐτάρκη γνῶσιν ἔχειν ἐκ μακρᾶς πείρας. ὅθεν μὲν οὖν Ἱπποκράτης κινηθεὶς, τις ἄλλος πρὸ αὐτοῦ, τὴν εὕρεσιν ἐποιήσατο τῶν βοηθημάτων, ἀγνοεῖν ὁμολογοῦσιν· ἑαυτοῖς δἀρκεῖν φασιν τοῖς εὑρημένοις χρῆσθαι προσηκόντως, ὡς καὶ τοὺς ἄλλους τεχνίτας ὁρῶμεν· οὔτε γὰρ χαλκεὺς, οὔθ τέκτων, οὔθ σκυτοτόμος, ὅπως εὑρέθησαν αὐτῶν αἱ τέχναι ζητοῦσιν, ἀλλ γε παρὰ τῶν διδασκάλων ἔμαθον, αὐτοί τε χρώμενοι τῇ πείρᾳ δοκιμάσαντες ἐβεβαιώσαντο, ταῦτα πράττοντες εὐδοκιμοῦσιν. ἐγὼ μὲν οὖν, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅταν ἀκούσω λεγόντων ταῦτα τῶν ἐμπειρικῶν ἰατρῶν, ἡγοῦμαι πάνυ πιθανοὺς εἶναι τοὺς λόγους αὐτῶν, εὑρίσκω τε τὰς πρὸς αὐτοὺς ὑπὸ τῶν δογματικῶν εἰρημένας ἀντιλογίας οὐ πάνυ τι γενναίας· ὥσπερ δἐν ἅπασι τοῖς ἄλλοις καθὅλον τὸν βίον ἐμαυτὸν ἀεὶ προπετοῦς συγκαταθέσεως ἐπέσχον, οὕτω καὶ περὶ τούτων ἐζήτησα πολλῷ χρόνῳ καταὐτὴν τὴν ἐπὶ τῶν νοσούντων εὕρεσιν τῶν βοηθημάτων, εἴτε προσδέομαί τινος ἐνδείξεως λογικῆς, εἴτἀρκεῖ μοι τὰ διὰ τῆς πείρας ἐγνωσμένα παρά τε τοῖς διδασκάλοις καὶ κατἐμαυτόν. ἅπερ οὖν ἔκρινα βέλτιστα, πολλῷ χρόνῳ ζητήσας, ἐπικαλεσάμενος θεοὺς μάρτυρας, ἀγορεύσω τοῖς ἀληθείας ἐρῶσιν. οὐδὲ γὰρ αἰτίαν ἔχω τοῦ ψεύδεσθαι, καθάπερ οἱ μανθάνοντες αἵρεσιν μίαν, εἶτα πάντῃ τε καὶ πάντως ἔνδοξοι καταὐτὴν γενέσθαι προῃρημένοι· τούτοις γὰρ ἀναγκαῖόν ἐστι φιλονείκως ἀγωνίζεσθαι περὶ τῆς κατὰ τὴν αἵρεσιν ἀληθείας, ἣν μόνην γινώσκουσιν, ὡς ἂν ἐξ ἄλλης ἀγωγῆς λόγων ἀδυνατοῦσιν πορίζεσθαι δόξαν· ἐγὼ δἔργῳ διεδειξάμην ἐν ἐπιδείξεσίν τε δημοσίαις καὶ ταῖς τῶν βουληθέντων ἡντιναοῦν αἵρεσιν ἐκδιδαχθῆναι παρἐμοῦ, μηδενὸς ἧττον, ἵνα μή τι μεῖζον εἴπω, γινώσκων ἁπάσας αὐτάς. οὐ μὴν οὐδὲ λόγων αὐτοσχεδίων ἀπορίᾳ, συναγορεύειν ἑλόμενος αἱρέσει μιᾷ, ῥᾳδίως ἂν ὑπό τινος ἐξηλέγχθην· ἔμαθον γὰρ οὐκ ἐξ ὑπομνημάτων αὐτὰς, ὥς τινες, ἀλλὰ παρὰ τοῖς πρωτεύουσι διδασκάλοις καθἑκάστην αἵρεσιν. οὔτοὖν πρὸς ἐμπειρικούς ἐστί μοί τι μῖσος, ὧν γε τοῖς λόγοις ἐνετράφην, οὔτε πρὸς δογματικῶν τινας· ὁμοτίμως τε γὰρ ἐσπούδασα τὰ πάντων ἐκμαθεῖν, ἐφοίτησά τε τοῖς ἐνδοξοτάτοις διδασκάλοις καθἑκάστην αἵρεσιν· ἀπό τε τῶν ἔργων τῆς τέχνης ἐγνώσθην, οὐκ ἀπὸ λόγων σοφιστικῶν, τοῖς τἄλλοις τῶν ἐν Ῥώμῃ πρώτων ἀνδρῶν καὶ πᾶσιν ἐφεξῆς τοῖς αὐτοκράτορσιν· ὥστοὐδὲν ἄν μοι λείποι πρὸς τὸ μὴ οὐ λέγειν ἀληθῶς φρονῶ καθἑκάστην αἵρεσιν. εὗρον οὖν ἐπὶ τῶν ἔργων τὴν διὰ τῆς ἀληθοῦς ἐνδείξεως εὕρεσιν τῶν βοηθημάτων ἐν τοῖς σπανίως ἀποβαίνουσιν πλεονεκτοῦσαν τῆς ἐμπειρικῆς γνώσεως· καὶ διὰ τοῦτο τοῖς ἐναντιωτάτοις βοηθήμασιν ἐνίοτε τῶν ἐκ τῆς ἐμπειρίας ἐγνωσμένων ἐθεράπευσα πολλὰ τῶν παθῶν, ἅπερ ἐπὶ πλέον ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ διέρχομαι.
§4 Νυνὶ δεἰρήσεται μόνα τὰ πρὸς τὴν ἐνεστῶσαν ὑπόθεσιν χρήσιμα. τὰς γάρ τοι τῶν ἐνεργειῶν βλάβας εὗρον οὐ μόνον ἐπὶ τοῖς ὁμοιομερέσιν, ὑφὧν γίγνονται, νοσοῦσιν βλαπτομένας, ἀλλὰ κᾀπὶ τοῖς ἄλλοις μορίοις, ὧν χρεία μέν τίς ἐστιν, ἐνέργεια δοὐκ ἔστιν· εὗρον δὲ καὶ τὰ τῶν ὀργανικῶν μορίων νοσήματα βλάπτοντα τὰς ἐνεργείας. ἐπὶ τούτοις προεγνωσμένοις ἑξῆς εὗρον ἔνια μὲν νοσήματα συνεχῶς γινόμενα τοῖς πολλοῖς τῶν ἀνθρώπων, ἔνια δὲ σπανίως· τὴν δἐμπειρικὴν ἰατρείαν ἑώρων οὐ τὸ σπάνιον, ἀλλὰ τὸ πολλάκις ἀποβαῖνον ἐν μνήμῃ τε καὶ μιμήσει τιθεμένην, καὶ διὰ τοῦτἠμελημένας τῶν σπανίων διαθέσεων οὐ μόνον τὰς θεραπείας, ἀλλὰ καὶ τὰς προηγουμένας αὐτῶν διαγνώσεις. ὅπως οὖν χρὴ διαγιγνώσκειν αὐτὰς πρῶτον ἐζήτησα, καὶ τούτων τινὰς μὲν ἐπιστημονικὴν διάγνωσιν ἐχούσας εὗρον, ἐνίας δὑποπεπτωκυίας τῷ καλουμένῳ τεχνικῷ στοχασμῷ, καὶ διὰ τοῦτο καὶ αὐτὰς ὡς τὸ πολὺ κατορθουμένας, γὰρ τοῦ τεχνικοῦ στοχασμοῦ δύναμις τοιαύτη τίς ἐστιν· ἀλλὰ καὶ ταύτας καὶ πρὸ τούτων ὅσαι τῶν σπανίων διαθέσεων ἐπιστημονικὴν διάγνωσιν ἔχουσιν, εὗρον ἀεὶ δεομένας τῆς τῶν πεπονθότων μορίων διαγνώσεως. ἐγὼ μὲν οὕτως ἰατρεύων ἄχρι γήρως οὐδαμόθι μέχρι σήμερον ἠσχημόνησα  κατὰ θεραπείαν, πρόγνωσιν, ὡς ἄλλους πολλοὺς εἶδον ἐνδοξοτάτους ἰατρούς· εἰ δέ τις ἐθέλει καὶ αὐτὸς ἀπὸ τῶν ἔργων τῆς τέχνης, οὐκ ἀπὸ λόγων σοφιστικῶν ἔνδοξος γενέσθαι, πάρεστι τούτῳ χωρὶς ταλαιπωρίας ἀναλέγεσθαι τὰ πρὸς ἡμῶν ηὑρημένα μετὰ πολλῆς ζητήσεως ἐν ὅλῳ τῷ βίῳ. γινωσκέτω τοιγαροῦν οὗτος ἐν τοῖς σπανίοις πάθεσιν, ἐν οἷς οὔτε διδάσκαλον εἶδον ἰασάμενόν τινα τῶν πασχόντων οὔταὐτός ποτε ἐπειράθην βοηθήματος, ὁδῷ τοιαύτῃ με χρησάμενον εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν. ἔστωσαν οὖν μοι καὶ νῦν θεοὶ τοῦ λόγου μάρτυρες· ἐζήτησα γὰρ ἀεὶ, τίνος τόπου πεπονθότος, τίνος αὐτῷ συμπάσχοντος τῆς ἐνεργείας ἐγένετο βλάβη, καὶ πείσας ἐμαυτὸν εὑρηκέναι τὸ μόριον, ἐφεξῆς ἐζήτησα τὴν διάθεσιν αὐτοῦ, κᾀκ τούτων εὐθὺς ἀμφοτέρων ἔλαβον ἔνδειξιν ὅλου τοῦ τῆς θεραπείας γένους, εἴς τε τὸ ποσὸν καὶ τὸ ποιὸν τῶν βοηθημάτων, καὶ τὴν τῶν ἐπιτηδείων ὑλῶν εὕρεσιν, ἐπισκοπούμενος ἅμα τοῖσδε τὴν ἡλικίαν τε καὶ φύσιν τοῦ κάμνοντος, ὥραν τε καὶ χώραν, καὶ τἄλλα ὅσα πολλάκις ἤδη λέλεκται κατὰ τὴν Ἱπποκρατείων βιβλίων ἐξήγησιν. ἀλλ πεπονθὼς τόπος, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς πρὸ τοῦδε δύο βιβλίοις, ἔκ τε τῶν ἐκκρινομένων ἐγνωρίζετο καὶ τῶν ἐπιτρεφομένων τοῖς πάσχουσι μέρεσι καὶ τῶν ἐνεργειῶν τῆς βλάβης, ἐν οἷς περιέχεται καὶ τὰ παρὰ φύσιν χρώματά τε καὶ σχήματα· ὄντων τε τῶν ἐκκρινομένων καὶ αὐτῶν τῷ γένει τριττῶν· ἤτοι γὰρ τῶν πεπονθότων τόπων ἐκκρίνεται μέρη, διαλυομένης αὐτῶν ἀποθρυπτομένης τῆς οὐσίας, τι τῶν περιεχομένων ἐν αὐτοῖς, τι τῶν ταῖς νοσώδεσι διαθέσεσιν ἑπομένων μόναις, διὰ παντὸς, ὡς ἐπὶ τὸ πολύ· τῶν μὲν ἄλλων οὐδὲν εὕρισκον ἐπί τινων παθῶν, μόνη δέ μοι τηνικαῦτα τῆς εὑρέσεως τῶν πεπονθότων μορίων ὁδὸς ὑπελείπετο διὰ τῆς βεβλαμμένης ἐνεργείας.
§5 Εἰς ἀνάγκην οὖν ποτε καταστὰς ἀνακτήσασθαί τινος ἀπολωλυῖαν μνήμην, ἔτι νεώτερος ὢν, οὔτε τῶν διδασκάλων ἑωρακώς τινα θεραπεύοντα τοῦτο τὸ πάθος οὔτἀνεγνωκὼς παρά τινι τῶν ἀρχαίων τὴν ἴασιν, ἐζήτουν κατἐμαυτὸν πρῶτον μὲν εὑρεῖν, τίς ἂν εἴη πεπονθὼς τόπος, προσάξω τὰ καλούμενα τοπικὰ βοηθήματα, μετὰ τὴν τοῦ παντὸς σώματος ἐπιμέλειαν δηλονότι, κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων ἐστὶ τῶν παθῶν· εἶθἑξῆς, ἐκ τίνος ὁδοῦ τῶν ἰαμάτων ἕκαστον εὑρήσω. τὸν μὲν δὴ πεπονθότα τόπον ἡγούμην εἶναι τὸν αὐτὸν τῷ τὸ καλούμενον ἡγεμονικὸν ἐν ἑαυτῷ περιέχοντι, τὰ δἰάματα τῇ καταὐτὸν ἐναντία διαθέσει. παυσαμένους τοίνυν ἀξιῶ πάντας, ὅσοι τοῖσδε τοῖς γράμμασιν ὁμιλοῦσι, τῆς ψώρας, λύττης, μανίας ἧς ἔχουσι περὶ τὰς αἱρέσεις, ὡς ἀνθρώπους σώφρονας ἐπισκέψασθαι τὴν ἀκολουθίαν τῶν ἐφεξῆς εἰρησομένων. ἐν γὰρ ἐσκοπούμην εἴρηκα, πυθόμενος τῷ Ἀρχιγένει τι γεγράφθαι βιβλίον, ἔνθα διδάσκει μνήμης βεβλαμμένης ἀνάκτησιν, εὐθέως περιῆλθον ἁπάσας μὲν τὰς βιβλιοθήκας, ἅπαντας δὲ τοὺς βιβλιοπώλας, ἅπαντας δοὓς ᾔδειν ἰατροὺς ἐσπουδακότας περὶ τὰ συγγράμματα τἀνδρὸς, εὐπορῆσαι τοῦ βιβλίου προῃρημένος, ὅπως μοί τι συντελέσειεν πρὸς τὴν τῶν βοηθημάτων εὕρεσιν, οὐ τοῦ τόπου τοῦ πεπονθότος· ἄντικρυς γὰρ ἡγούμην ὑπαὐτοῦ λελέχθαι τὸν τόπον τοῦτον, οὐκ ἄλλον τινὰ παρὰ τὴν καρδίαν, ἐπειδὴ κατὰ ταύτην αἵρεσις αὐτοῦ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἶναι πεπίστευκεν· ἐζήτουν δἐγνωκέναι, τίνα δυσκρασίαν αὐτῆς αἰτίαν ἡγεῖται εἶναι τοῦ πάθους. οὐδὲ γὰρ ὅτι δυσκρασίαν τινὰ εἶναι νενόμικεν, ἠμφίβαλλον, εἰδὼς τὴν αἵρεσιν τοῦ ἀνδρός· ἀλλἐπειδὴ δυσκρασίας ᾔδειν ὀκτὼ καθἕκαστον μόριον συνισταμένας, τέτταρας μὲν ἁπλᾶς, τέτταρας δὲ συνθέτους, ἐπεθύμουν γνῶναι, τίνα τούτων Ἀρχιγένης ἀπεφήνατο τῆς βεβλαμμένης ἐνεργείας αἰτίαν εἶναι, πότερα ψύξιν ὑγρότητα τοῦ κατὰ τὴν καρδίαν πνεύματος, σύνθετον ἐκ ψύξεώς τε καὶ ὑγρότητος, ξηρότητα μετὰ ψύξεως ὑπολαμβάνει δύνασθαι τὸ πάθος ἐργάσασθαι τοῦτο· πρόδηλον γὰρ ἦν, ὅτι τῆς θερμότητος ἀποστήσεται. τί ποτοὖν μοι συνέβη, τοῖς, ὡς ἔφην, ἀποτιθεμένοις τὴν τῆς αἱρέσεως μανίαν, ἐφεξῆς φράσω, παραγράψας αὐτὰς τὰς πρώτας ῥήσεις τοῦ βιβλίου, καθ θεραπείαν Ἀρχιγένης ἔγραψεν τῆς ἐπιλησμοσύνης, λήθης, μνήμης ἀπωλείας, βλάβης, ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τὸ προκείμενον ἐν τῷ λόγῳ πάθος, εἰ μὴ πάθος, ἀλλὰ νόσον, σύμπτωμα, ἀῤῥώστημα· ταῦτα γὰρ οἱ σοφισταὶ ζητοῦσιν, μὴ ὅτι μικρὸν, ἀλλὰ μηδὲ τοὐλάχιστον εἰς τὴν θεραπείαν συντελοῦντα. σαφηνείας δὲ ἕνεκα τῶν μελλόντων εἰρήσεσθαι τοσοῦτον προειπεῖν ἀναγκαῖόν ἐστιν, ὅτι βιβλίων Ἀρχιγένει γεγραμμένων ἐπιστολικῶν ἕνδεκα τὸν ἀριθμὸν, ἐν τῷ πρώτῳ γέγραπται πρὸς Μάρσον ἐπιστολὴ, διἧς αὐτῷ συμβουλεύει περὶ τοῦ πατρὸς, ὅπως ἀνακτήσηται τὴν μνήμην αὐτῷ· ἐν ἀρχῇ μὲν οὖν αὐτῆς μετὰ τὸ προοίμιον, ὁπότε τῆς θεραπείας ἄρχεσθαι μέλλει, γέγραπται ταῦτα κατὰ λέξιν· ἀφαίρεσιν μὲν οὖν αἵματος σύμμετρον καὶ ἐπαφαίρεσιν πεποιῆσθαι ἡμᾶς ἀρχομένης τῆς ἀποθλίψεως πέπεισμαι, εἰ μή τις ἀσθένεια γέγονεν ἐμποδών. εἶτἐφεξῆς πάλιν· οἶμαι δὲ ὅτι καὶ ἐμβρέγμασί τε κατὰ καιρὸν χρήσασθαι καὶ θάλψεσι μὲν ὅλου τοῦ σώματος, ψιλώσει τε τῆς κεφαλῆς, καὶ σικυῶν προσβολῇ. ταῦτἀναγνοὺς ἐσκοτοδινίασα, χρὴ γὰρ ἴσως εἰπεῖν με τἀληθῆ· πῶς δοὐκ ἔμελλον, ἁμαρτὼν τῆς ἐλπίδος ἣν ἤλπισα παρἀνδρὸς ἔσεσθαί μοι, μυριάκις ἐν πολλοῖς συγγράμμασιν τήν τε τῶν πεπονθότων τόπων ἐπιστήμην  καὶ τὴν τῆς διαθέσεως αὐτῶν ἀναγκαίαν εἶναι φάσκοντος εἰς τὸ καλῶς ἰᾶσθαι τὰς νόσους; πῶς γὰρ ἂν ἔτι χρήσιμοι πρὸς τοῦτο εἶεν, εἰ μὴ τὴν ἀπαὐτῶν τις ἔνδειξιν ἐπιδείξειεν ἡγεῖσθαι τῆς τῶν βοηθημάτων εὑρέσεως; ἐκ τίνος, Ἀρχίγενες, λόγου πιθανοῦ πεισθέντες ἐπὶ τὴν κεφαλὴν ἀφιξόμεθα τὴν καρδίαν ἀφέντες, ἧς ἓν μέν τι τῶν συμφύτων ἔργων ἐστὶν τὸ μεμνῆσθαι, τὸ πάθος δὲ τῆς ἐνεργείας ἐστὶν ταύτης ἀπώλεια; τίνα δὲ διάθεσιν τῇ κεφαλῇ προσφερομένη σικύα θεραπεύουσα τὴν μνήμην ἀνακαλέσεται; τίνι λόγῳ τὰ βοηθήματα ταῦτα συνεβούλευσας; ὡς ἔγωγε καὶ νῦν θεῶμαι κατὰ τὰς τῶν νοσούντων ἐπισκέψεις τοὺς ἰατροὺς ἐν τῇ κοινολογίᾳ πυνθανομένους ἀλλήλων, κατὰ τίνα λόγον τόδε βοήθημα πρὸ τοῦδε συνεβούλευσεν, ἄχρι καὶ τῶν σμικροτάτων τοῦτο δρῶντας, οὐ τῶν οὕτω μεγάλων ὁποῖόν ἐστι σικύα προσφερομένη τῇ κεφαλῇ. ἐγὼ μὲν οὖν οὐδεἰ τῷ θώρακι προσήγετο, καθ μέρος καρδία τέτακται, λόγον εἰπεῖν εὑρίσκω διὃν ὤνησεν ἄν τι τὸν τοῦ Μάρσου πατέρα, μετὰ τοῦ μηδὲ εἰ τῷ θώρακι προσῆγε, πότερον μετἀμυχῶν τὰς σικύας, χωρὶς τούτων ἐβούλετο προσβεβλῆσθαι, δεδηλῶσθαι διὰ τῆς ἀρτίως εἰρημένης ῥήσεως. δυναμένης γὰρ, εἰ οὕτως ἔτυχεν, τῆς διαθέσεως ψυχρᾶς καὶ ξηρᾶς εἶναι, τὸ μὲν αἵματος ἀφελεῖν ἔσχατον κακόν ἐστιν· τὸ δὲ σικύαις μόναις κεχρῆσθαι χάριν μὲν τοῦ θερμῆναι χρήσιμον, ἄλλως δοὐδαμῶς· ἐπισπῶνται γὰρ ἐκ τοῦ βάθους εἰς αὐτὰ αἱ σικύαι τὴν ὑγρότητα, τοῦτο δἐναντιώτατόν ἐστι διαθέσει ξηρᾷ. μὴ γινωσκόντων οὖν ἡμῶν μηδέπω, τίς ἦν διάθεσις ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας χωρίοις, οὐκ ἀσφαλὲς ἦν ἔξω τοῦ κρανίου ποιεῖσθαι τὴν ἀντίσπασιν, προειρηκέναι τοιγαροῦν ἐχρῆν αὐτὸν ὡδί πως· ἐπειδὴ ψυχρόν ἐστιν καὶ ὑγρὸν τὸ πάθος ἐν τῇ κεφαλῇ, τοιαύτης γενομένης διαθέσεως, εἴη μὲν ἂν ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν τὸ τῆς θεραπείας κεφάλαιον, ὕλαις δἄν τις εἰς τοῦτο βοηθημάτων χρήσαιτο τοιαῖσδε. μόγις γοῦν ἐπεγείρας ἐμαυτὸν ἐκ τῆς σκοτοδινίας ἐπὶ τὴν τῶν ἐφεξῆς γεγραμμένων ἀνάγνωσιν ἧκον, ἐνδέχεσθαι νομίζων, εἰ καὶ μὴ κατὰ τάξιν, ἀλλοὖν γε παρὰ τάξιν εἰρῆσθαί τινα τοιοῦτον λόγον, οἷον ἄρτι διῆλθον ἐπὶ τοῦ παραδείγματος. καὶ τοίνυν εὗρον ἅπαντα τῶν βοηθημάτων τὸν κατάλογον ἱκανῶς θερμαίνοντά τε καὶ ξηραίνοντα, μέχρι τοῦ καὶ τῷ καλουμένῳ πρὸς αὐτοῦ σιναπισμῷ καὶ ὅλην κεφαλὴν ἐκθερμαίνειν, καὶ τούτῳ γαὐτῷ σφοδροτάτῳ· κελεύει γὰρ, ἀρθέντος τοῦ νάπυος, νίτρῳ καταπάσαντας τὴν κεφαλὴν, ἔπειθὕδατι καταντλεῖν θερμῷ, οὗ βοήθημα βιαιότερον οὐδὲν ἂν εὕροις ἄλλο τῶν κατἰατρικήν· ὁμοίαν γὰρ ἔχει τὴν ὀδύνην καυτηρίῳ, πολυχρονιωτέραν δὲ τὴν ἐνέργειαν. ἀμέλει καὶ αὐτὸς Ἀρχιγένης ἐπιφέρων ἔφη· δυσυπομόνητον μὲν οὖν ἔχει τὴν ὀδύνην, ἀλλοὐδενὸς χεῖρόν ἐστι τοῦτο τῶν μεγίστων βοηθημάτων. καὶ μὴν διὰ νάπυος, καὶ καρδάμου, καὶ κόκκου κνιδίου, καὶ σταφίδος ἀγρίας, ἀποφλεγματισμοὺς ποιεῖσθαι συμβουλεύει, καὶ πταρμικοῖς χρῆσθαι κελεύει, καὶ προποτισμοῖς, διὰ τῶν ἱκανῶς θερμαινόντων τε καὶ ξηραινόντων φαρμάκων ἀμφότερα τὰ βοηθήματα ποιούμενος, ὡς εἶναι δῆλον αὐτὸν ὑγρότητα καὶ ψύξιν ἡγούμενον εἶναι τὴν διάθεσιν, ἤτοι κατὰ τὸν ἐγκέφαλον, τὰς μήνιγγας· οὐ γὰρ δὴ κατά γε τὸ κρανίον τοιαύτη διάθεσις γενομένη τῆς μνήμης ἀφαιρήσεται τὸν ἄνθρωπον. ἀλλὰ ταῦτα μὲν εἰρήσθω κατὰ τὸ πάρεργον, ὡς οὐδαμόθι δείξας ὑγρότητι καὶ ψύξει γίνεσθαι τὴν ἐπιλησμοσύνην, ἔπειτα ξηραίνοντα καὶ θερμαίνοντα βοηθήματα παρέχει· τὸ δὲ τῇ κεφαλῇ τοσαῦτα πράγματα παρέχειν, ἑτέρου πεπονθότος μορίου, πῶς οὐκ ἄν τις ἀγανακτήσειεν; περὶ γοῦν τῶν σικυῶν τῇ κεφαλῇ προσβολῆς, ὧν ἀδιορίστως ἐμνημόνευσεν ἐν ἀρχῇ τοῦ λόγου, μετὰ ταῦτα προελθὼν ἔγραψε σαφέστατα τήνδε τὴν λέξιν· ἐρεθισμούς τε διὰ νάπυος καὶ σικυῶν κούφων, τὰ πολλὰ μὲν ἠπίων, ὁτὲ δὲ καὶ πάνυ εὐτόνων· ἀνυστικώτεραι δεἰσὶν αἱ μετἀμύξεως. ἀλλὰ πάντα τε ταῦτα κατοὐδένα λόγον, Ἀρχίγενες γενναιότατε, τῇ κεφαλῇ προσφέρεις, ἐν καρδίᾳ τοῦ πάθους ὄντος. οὐδὲ γὰρ ἐκ πείρας, ἵνα τι καὶ πρὸς τοὺς ἐμπειρικοὺς εἴπω, τῶν τοιούτων εὑρῆσθαί τι δύναται· καυσούμενος μὲν γὰρ ἄνθρωπος ἐν πυρετῷ διακαεῖ ψυχρὸν ὕδωρ ὑπἀκρασίας προσενεγκάμενος ὤνητο μὲν αὐτός ποτε, μιμήσεως δἀρχὴν ἰατροῖς παρέσχεν ἄνευ λογικῆς ἐνδείξεως· δὲ τῆς σικύας πρόσθεσις οὐδεμίαν ἔχει περίπτωσιν ἡγουμένην, ἀλλἐκ λογικῆς ἐνδείξεως ἅπασα γέγονεν, μήταὐτῆς ποτε δυναμένης τῆς σικύας αὐτομάτως γεννηθῆναι μήτ’, εἰ κᾂν τοῦτό τις συγχωρήσειε, κολληθῆναί ποτε τῇ κεφαλῇ κατὰ περίπτωσιν, καὶ μάλιστἐπὶ πάθους σπανίου. τῶν γοῦν καθἡμᾶς ἰατρῶν, ὅσοι γέροντές εἰσι καὶ τριβακοὶ, πυνθανόμενος, εἴ τινος ἐθεράπευσάν ποτε τοιοῦτο πάθος, ὀλίγου δεῖν ἁπάντων ἤκουσα μηδἐπικεχειρηκέναι λεγόντων, μόνος δεἷς ἔφη τολμῆσαι μὲν ἐπὶ τὴν θεραπείαν ἐλθεῖν, ἀνύσαι δὲ μηδὲν ἐπαὐτῇ. πῶς οὖν ἐκ πείρας μιμητικῆς τῶν κατὰ περίπτωσιν ὀφθέντων τοῦ βοηθήματος ἐγένετο γνῶσις, αὐτοῦ γε τοῦ πάθους σπανίως τινὶ συμβαίνοντος, αὐτομάτως τε τῆς σικύας τῆ κεφαλῇ κολληθῆναι κατὰ περίπτωσιν οὐδέποτε δυναμένης; ψυχροῦ μὲν γὰρ πόσις, ἕκαστόν τε τῶν τοιούτων βοηθημάτων, ὧν ὁσημέραι πεῖραν ἔχομεν ἐπὶ πολλῶν πολλάκις, ἐκ πείρας εὑρῆσθαι δύναται μιμητικῶς· δὲ τῆς σικύας προσβολὴ μετἀμυχῶν, ἄνευ τούτων, οὐδεμίαν ἐκ πείρας ἀφορμὴν ἐσχηκέναι δύναται. οὐδὲ γὰρ ὥσπερ ἐπἄλλων παθῶν πολλῶν πεπονθὼς τόπος, εἰ καὶ μὴ πρὸς ἀκρίβειαν, ἀλλὰ πρός γε τὴν τῶν βοηθημάτων αὐτῷ προσφορὰν, αὐτάρκως  φαίνεται διαἰσθήσεως, οὕτω κᾀπὶ τῆς μνήμης· ἄλλων δὲ λέγω παθῶν τῶν τοιῶνδε, πλευρίτιδος, περιπνευμονίας, νεφρίτιδος, κωλικῆς διαθέσεως, ἡπατικῆς, σπληνικῆς, κατἔντερον, κατὰ κύστιν, μήτραν, τι τοιοῦτον μόριον ἕτερον, ἐφὧν ἁπάντων αἵ τὀδύναι καὶ τὰ διὰ τῶν πόρων ἐκκρινόμενα τὸν πεπονθότα τόπον, εἰ καὶ μὴ κατὰ τὸ ἀκριβέστατον, ἀλλἐν πλάτει γε διασημαίνουσι. κατά τε γὰρ τῆς πλευρᾶς ὅλης ἐν πλευριτικοῖς ἐπιθεῖναι ῥᾷστόν ἐστιν τι περ ἂν βουληθῇς, ἐπί τε τῆς κοιλίας ἐν κωλικοῖς, ὥσπερ καὶ κατὰ τῶν ὑποχονδρίων ἐφἥπατός τε καὶ σπληνὸς φλεγμοναῖς, ὡσαύτως δὲ καὶ τῶν ἄλλων μορίων· ἔνθα δὲ ἀπόλωλεν μνήμη, σημεῖον οὐδέν ἐστι τόπου πεπονθότος, οὐκ ὄγκος παρὰ φύσιν, οὐκ ὀδύνη τις, οὐκ ἔκκρισις, οὐκ ἄλλο. οὐδέν· ὥσπέρ γε καὶ ἐπὶ μελαγχολίας καὶ φρενίτιδος καὶ μανίας, ἐπιληψίας τε καὶ ληθάργου καὶ κάρου καὶ τῆς ὀνομαζομένης ὑπὸ τῶν νεωτέρων ἰατρῶν κατοχῆς τε καὶ καταλήψεως· ἀλλοὐδὲ τῶν ὅλου τοῦ σώματος σπασμῶν, παλμῶν, τῆς ἐξ ἡμίσεος αὐτοῦ μέρους παραλύσεως, οἷον ῥῖζα προβάλλει τι σημεῖον, οὔτε διὄγκου παρὰ φύσιν, οὔτε διὀδύνης, οὔτε διὰ χρώματος ἐξηλλαγμένου παρὰ τὸ πρόσθεν, διά τινος τῶν ἐκκρινομένων· ὥστοὐδἐπὶ τούτων Ἀρχιγενικὴ τῶν βοηθημάτων εὕρεσις δύναται γενέσθαι, ληρώδους μὲν οὔσης τῆς τῶν ἐμπειρικῶν περιπτώσεως, τοῦ δἈρχιγενείου λόγου πρὸς τὴν καρδίαν ἡμᾶς ὁδηγοῦντος. ἀλλὰ δῆτα συγκεχωρήσθω τὴν πεῖραν εὑρηκέναι τὰ βοηθήματα τῶν εἰρημένων παθῶν, ἆροὐ φανερὸς ἔλεγχός ἐστι τῆς ψευδοῦς ἀλαζονείας τῶν δογματικῶν ἀνδρῶν, οὐδοὗτος αὐτὸς ἁπλοῦς, ἀλλὰ διττὸς, καὶ ἰσχυρὸς ἑκάτερος; ἐκ γὰρ τοῦ τὴν πεῖραν οὕτως εἶναι χρήσιμον, ὡς μὴ μόνον εὑρίσκειν ἄνευ λόγου τὰς ἰάσεις, ἀλλὰ καὶ διελέγχειν αὐτὸν, ὡς ἔστι προφανῶς ψευδὴς, οὐ μόνον ἄχρηστος λόγος, ἀλλὰ καὶ πρὸς κακοῦ φαίνεται τοῖς δογματικοῖς ἰατροῖς ἐπιτηδευόμενος. ἤρκει μὲν οὖν, ὥς φασι, καὶ περὶ τῆς ἀχρηστίας ἔλεγχος· ὁπότε δὲ καὶ βλάπτων λόγος φαίνεται, τί ἂν ἔτι μεῖζον ἔχοι τις εἰπεῖν εἰς τὴν μοχθηρίαν αὐτοῦ; οἱ πολλοὶ γοῦν λόγοι περὶ ψυχῆς ἡγεμονικοῦ διαλεκτικῶς ἐρωτηθέντες, ἅμα τοῖς περὶ τῆς τῶν πεπονθότων τόπων εὐχρηστίας, ἐνδεικνύμενοι τῇ καρδίᾳ προσφέρειν ἐπὶ τῶν ψυχικῶν παθῶν τὰ βοηθήματα, κατεφρονήθησαν ἐξαίφνης ὑπὸ τοῦ τριβακωτάτου περὶ τὰς θεραπείας Ἀρχιγένους, ὡς ἐᾶσαι μὲν ὅλως τὰ κατὰ τὸν θώρακα μόρια, τὴν κεφαλὴν δὲ σικυάζειν καὶ κατατέμνειν καὶ κατακαίειν οὐδὲν πεπονθυῖαν. ἆροὖν, πρὸς Διὸς, ἐψευσάμην, ὀλίγον ἔμπροσθεν εἰπὼν, ἐσχάτην προδοσίαν γίνεσθαι τῆς λογικῆς ὁδοῦ πρὸς τὴν τῶν βοηθημάτων εὕρεσιν ὑπὸ τῶν τὴν πατρίδα μᾶλλον δόγμα προδοῦναι πεπεισμένων; προδοσία γὰρ αὐτοῖς εἶναι δοκεῖ τἀληθῆ λέγειν, ὅταν μέλλωσι διαφωνεῖν τοῖς ἀπὸ τῆς τοιαύτης αἱρέσεως. ὥσπερ δἐνταῦθα φιλονεικίαν αἰσχρὰν ἐπιδείκνυνται προφανῶς, οὕτως ἄνοιαν, ὅταν οἴωνται πάνθἑαυτῶν σαλεύεσθαι τὰ δόγματα, κᾂν ἓν ὁτιοῦν ἐλεγχθῇ· τινὰ μὲν γὰρ ἀλλήλοις ἀκολουθεῖ, καθάπερ γε πάλιν ἕτερα μάχεται, τινὰ δὲ οὔτἀκολουθίαν οὔτε μάχην ἀναγκαίαν ἔχει, καθάπερ αὐτὸ τοῦτο τὸ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ. ἐάν τε γὰρ ἐν καρδίᾳ τις ἐάν τἐν ἐγκεφάλῳ περιέχεσθαι τοῦτό φησι, δυνατόν ἐστιν αὐτῷ καὶ περὶ τῶν φυσικῶν στοιχείων ἣν ἂν ἐθελήσῃ δόξαν ἑλομένῳ μήτε μάχεσθαι τούτῳ μήτἀκολουθεῖν· καὶ περὶ γενέσεως καὶ φθορᾶς ὁμοίως, ὥσπέρ γε καὶ περὶ ψυχῆς οὐσίας καὶ περὶ θεῶν καὶ προνοίας καὶ εἰμαρμένης καὶ τοῦ γεννητὸν εἶναι τὸν κόσμον, ἀγέννητον, ἄπειρόν τε τὸ πᾶν πεπερασμένον, πολλοὺς εἶναι κόσμους ἀπεριλήπτους κατὰ τὸν ἀριθμὸν, ἕνα μόνον τοῦτον. οὐδενὶ γὰρ ὧν εἴρηκα δογμάτων οὔτἀκολουθία τίς ἐστιν οὔτε μάχη πρὸς τὸ τῆς ψυχῆς ἡγεμονικὸν, ἐάν τε ἐν καρδίᾳ τις ἐάν τε ἐν ἐγκεφάλῳ φησὶ περιέχεσθαι. προδιδόασιν οὖν ὅλην τὴν δογματικὴν αἵρεσιν οἱ τοιαύτας γράφοντες θεραπείας· περὶ γὰρ ἡγεμονικοῦ ψυχῆς ἀποδείξεων οὐσῶν ἐναργῶν, ὡς ἅπασιν ἀνθρώποις πεπιστεῦσθαι τὸ μόριον ἐν κατῴκισται, μόνοις ἰατρῶν τε καὶ φιλοσόφων τοῖς ἀρίστοις οὐ φαίνεται, τοῖς ἐν καρδίᾳ τιθεμένοις αὐτό. τὰς μὲν οὖν ἀποδείξεις ἐν τοῖς ὑπομνήμασιν εἶπον ἐν οἷς ἔγραψα περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων· ὅτι δὲ καὶ πᾶσιν ἀνθρώποις πεπίστευται, τὸ μὲν λογιζόμενον ἐν ἐγκεφάλῳ καθιδρύσθαι, τὸ δἀνδρεῖόν τε καὶ θυμοειδὲς ἐν καρδίᾳ, τὸ δἐπιθυμητικὸν ἐν ἥπατι, μαθεῖν ἔστιν ὁσημέραι λεγόντων αὐτῶν ἀκούοντα, πρὸς μὲν τὸν ἀνόητον, ὡς ἐγκέφαλον οὐκ ἔχει· πρὸς δὲ τὸν ἄτολμον καὶ δειλὸν, ὡς ἀκάρδιος εἴη· τοῦ Τιτυοῦ δὑπἀετοῦ τὸ ἧπαρ ἐσθιόμενον, οὐ μόνον ἐν ποιήμασι λεγόντων, ἀλλὰ καὶ πλαττόντων τε καὶ γραφόντων.
§6–9
§6 Ὥρα τοίνυν ἐπανελθεῖν ἤδη μοι πρὸς τὸ προκείμενον. ὁμολογουμένου μὲν ἅπασι τοῖς ἰατροῖς αὐτοῖς τοῖς ἔργοις, οἷς δρῶσιν κατὰ πάντα τὰ τοῦ λογιστικοῦ πάθη, τὴν κεφαλὴν ὑπάρχειν οἶκον αὐτοῦ, προσῆκον ἦν ἐπισκέψασθαι περὶ τῆς ἑκάστου πάθους διαθέσεως ὁποία τίς ἐστιν· οἷον τῆς μνήμης βλάβη, ἐπειδὴ προὐθέμην ὑπὲρ αὐτῆς διελθεῖν. ἅμα μὲν γὰρ αὐτὴ φαίνεται πολλάκις γενομένη μετὰ βλάβης τινὸς τοῦ λογισμοῦ, καθάπέρ γε καὶ τοῦ λογισμοῦ βλάβη μετὰ τοῦ καὶ τὴν μνήμην βεβλάφθαι, τῆς μὲν διαθέσεως ἀμφοτέροις τῆς αὐτῆς οὔσης, ἐπιτεταμένης δὲ, ὁπότε τῇ μνήμῃ συναπόλωλεν λογισμὸς, ὅπερ ὀνομάζεται μώρωσις.  ἀπόλλυται δὲ ἄμφω ταῦτα καὶ κατὰ τοὺς ληθάργους τε καὶ τὰ καρώδη πάθη πάντα, καὶ τὴν διάθεσιν αὐτῶν ἀναγκαῖον ὑπάρχειν ὁμογενῆ· κατὰ μὲν τὸ πρῶτον γένος, ὅτι δυσκρασία, δέδεικται γὰρ αὕτη τῶν ὁμοιομερῶν μορίων, πρώτως ἐνεργεῖ, διάθεσις εἶναι κοινή· κατὰ δεύτερον δὲ, ὅτι ψυχρά τίς ἐστιν δυσκρασία πάντως, αὕτη γὰρ ὁρᾶται ναρκοῦσα τὰς ψυχικὰς ἐνεργείας, ὡς τά γε διὰ κρύος ἀναγκαζόμενα φωλεύειν ζῶα σαφῶς ἐνδείκνυται, καὶ πάντα τὰ ψύχοντα φάρμακα, καὶ τῶν ἐδεσμάτων δὲ τὰ ψυχρὰ, καθάπερ θριδακίνη καταφορικοὺς ἐργάζεται τοὺς ὕπνους, εἰ πολλὴν αὐτὴν προσενέγκαιτό τις· ἀλλὰ καὶ τὰ βάρη τῆς κεφαλῆς, ὅσα χωρὶς ὀδύνης δακνώδους συνίσταται, πάνθὑπνώδη τε καὶ καταφορικὰ γίνεται, καὶ φαίνεται διἀποφλεγματισμῶν μεγάλως ὀνινάμενα. πρὸς δὲ τούτοις ἔγκαυσίς τε καὶ ψύξις τῆς κεφαλῆς ἐνδείκνυται ταὐτόν· ἀγρυπνητικαὶ μὲν αἱ ἐγκαύσεις, καταφορικαὶ δαἱ ψύξεις γινόμεναι. καὶ μὴν καὶ τὰ χολώδη τῶν νοσημάτων καὶ θερμὰ τὰς ἀγρυπνίας καὶ παραφροσύνας καὶ φρενίτιδας ἐργαζόμενα φαίνεται· τούτοις δἔμπαλιν τὰ φλεγματικὰ καὶ ψυχρὰ νωθρότητάς τε καὶ καταφοράς. μὲν δὴ πρώτη δύναμις ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρόν ἐστι δυσκρασίᾳ, τῶν ἀγρυπνητικῶν τε καὶ καταφορικῶν νοσημάτων· ἐφεξῆς δαὐτῆς καθὑγρότητα καὶ ξηρότητα. τά τε γὰρ λουτρὰ πάντας ὑπνώδεις ἐργάζεται τὴν κεφαλὴν ὑγραίνοντα, καὶ οἴνου πόσις εὔκρατος, καὶ ὑγραίνουσαι τροφαὶ πᾶσαι. καὶ τῶν ἡλικιῶν ὑπνώδης μὲν τῶν παιδίων διὑγρότητα· τῶν γερόντων δἀγρυπνητικὴ διὰ ξηρότητα. ταῦτοὖν ἅπαντα τεκμήρια γενέσθω τοῦ δευτέραν μὲν ἔχειν χώραν εἰς ἀργίαν ψυχῆς τὴν παρὰ φύσιν ὑγρότητα, προτέραν δαὐτῆς εἶναι τὴν ψυχρότητα· διὸ καὶ μόνη μὲν ὑγρότης πλεονάσασα μακροὺς καὶ βαθεῖς ὕπνους ἐργάζεται, καθάπερ γε καὶ μόνη ξηρότης ἀγρυπνίας, ἐφὧν διαθέσεων εἴρηται πρὸς Ἱπποκράτους, ὕπνος καὶ ἀγρυπνίη ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα, μοχθηρόν. εἰ δὲ ψυχρότης μεθὑγρότητος ἱκανῆς προσέλθοι, καταφορικὰ καὶ καρώδη πάθη συνίσταται· χωρὶς δὲ ταύτης αἵ τε τῆς μνήμης βλάβαι καὶ αἵ γε μωρώσεις. οὔσης δὲ πολλῆς διαφορᾶς ἐν τῷ μᾶλλόν τε καὶ ἧττον οὐ καθὑγρότητα καὶ ψυχρότητα μόνον, ἀλλὰ καὶ κατὰ ξηρότητα καὶ θερμότητα, ποικιλία πολυειδὴς γίνεται τῶν βλαπτόντων τὰς ψυχικὰς ἐνεργείας αἰτίων. ἕνεκα δὲ σαφοῦς διδασκαλίας αἱ μὲν τοῦ λογιστικοῦ τῆς ψυχῆς ἐνέργειαι καλείσθωσαν ἡγεμονικαὶ, αἱ δὲ τῶν ἀλόγων ἠθικαὶ, περὶ ὧν οὐ πρόκειται λέγειν, ὅτι μηδὲ περὶ τῶν τῆς καρδίας, τοῦ ἥπατος παθῶν. ὥσπερ οὖν ὕπνος καὶ ἀγρυπνία μᾶλλον τοῦ μετρίου γίνεται, τὸ μὲν διὑγρότητα, τὸ δὲ διὰ ξηρότητα κράσεως, οὕτως ἐν αὐτοῖς τούτοις τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ἀγρυπνίαις τε καὶ ὕπνοις ἕπεται τῷ μᾶλλον καὶ ἧττον ἐν ὑγρότητι καὶ ξηρότητι. καὶ διττῶς γε τῶν τοιούτων δυσκρασιῶν γινομένων, ὡς ἐπιδέδεικται, διττὸς ἔσται τρόπος ἑκάστης διαθέσεως, μὲν ἕτερος ἐπὶ τοῖς ὑγροῖς καὶ ξηροῖς χυμοῖς, δὲ ἕτερος ἐπαὐτοῖς τοῖς σώμασιν, ὅτἄν γε εἰς τὰς αὐτὰς ἀφίκηται δυσκρασίας τὰ στερεὰ τοῖς ὑγροῖς. καὶ πρός γε ταῖς εἰρημέναις δυσκρασίαις ἐναντίαις ἄλλη τις ἐξ ἀμφοῖν γίνεται μικτὴ, καθάπερ ἐν τοῖς ἀγρύπνοις κώμασιν, ἐφὧν φλεγματώδης καὶ χολώδης πλεονάζει χυμός. οἱ δαὐτοὶ τρόποι τῶν θἁπλῶν δυσκρασιῶν καὶ τῆς ἐξ ἀμφοῖν μικτῆς ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐναντιώσει συνίστανται. χολῆς γοῦν, εὔδηλον δὅτι τῆς ξανθῆς λέγω, φλέγματι μεμιγμένης, κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐπίμικτος γίνεται διάθεσις· εἰ δὲ κᾀν τοῖς στερεοῖς μορίοις αὐτοῖς τοῦ σώματος ἐκ τῶν ἐναντίων μικτὴ διάθεσις ὁμολογηθείη γίνεσθαι, κατἐκείνην τρεῖς αἱ πρῶται γενήσονται δυσκρασίαι καθἑκατέραν ἀντίθεσιν. ἅπαντα μὲν οὖν τὰ τοιαῦτα πάθη κατὰ τὸν ἐγκέφαλον γίνεται, διαφέρει δἀλλήλων οὐ μόνον ταῖς ποικιλίαις τῶν μίξεων, οὐδὲ τῷ μᾶλλόν τε καὶ ἧττον ἔν τε ταῖς ἁπλαῖς διαθέσεσιν καὶ ταῖς μικταῖς, ἀλλὰ καὶ τῷ ποτὲ μὲν ἐν ταῖς κοιλίαις τοῦ ἐγκεφάλου συνίστασθαι τὰς δυσκρασίας, ποτὲ δἐν τοῖς καθὅλον αὐτὸν ἀγγείοις, τὴν παρεσπαρμένην ὑγρότητα τῷ σώματι τοῦ κεφάλου, καὶ τέταρτον ἐπὶ τούτοις, ὅταν αὐτὸ τὸ σῶμα τοῦ ἐγκεφάλου δύσκρατον γένηται.
§7 Παραφυλάττειν οὖν χρὴ τοὺς ὕπνους τῶν ἀπολωλεκότων τὴν μνήμην, τὴν σύνεσιν, ἀπώλεια γὰρ τῆς συνέσεως μώρωσίς ἐστι, πότερον ὑπνώδεις ἱκανῶς οἱ κάμνοντές εἰσιν, μετρίως ὑπνώδεις, τὴν ἀρχὴν οὐδὑπνώδεις, ἀλλὅσον ἐπὶ τούτῳ κατὰ φύσιν ἔχουσιν· οὕτω γὰρ ἂν ἐξεύροις τὴν ἐπικρατοῦσαν δυσκρασίαν. ἐπιθεωρητέον δὲ καὶ πότερον ἐκκρίνεταί τι διά τε ῥινῶν καὶ στόματος ἐκ τῆς κεφαλῆς καταφερόμενον, ξηρὰ φαίνεται τὰ χωρία· δυνήσῃ γὰρ κᾀκ τούτου στοχάσασθαι τὴν διάθεσιν, ὥσπερ ἐπὶ κατάῤῥου καὶ κορύζης· καὶ γὰρ ἐπὶ τούτων τε ποιότης καὶ ποσότης τῶν ἐκκρινομένων, μετὰ τοῦ συνεπισκέψασθαι τὰς προηγησαμένας αἰτίας, ἐνδείκνυται τὴν διάθεσιν τῆς κεφαλῆς, ἤτοι θερμὴν οὖσαν, ὡς ἐπἐγκαύσεως, ψυχρὰν, ὡς ἐπὶ ψύξεως· ἄνευ γὰρ τοῦ διορίσασθαι ταῦτα πάντα, τὴν προσήκουσαν ἑκάστῃ διαθέσει θεραπείαν ἀδύνατον εὑρεῖν. ἐπὶ γοῦν τῆς ἀπολωλυίας μεγάλως βεβλαμμένης μνήμης ψυχρὰ μὲν δυσκρασία πάντως ἐστὶ, καὶ θερμαίνειν αὐτὴν προσῆκεν, οὐ μὴν ἐξ ἀνάγκης γε καὶ ξηραίνειν, ὥσπερ οὐδὲ ὑγραίνειν· ἀλλεἰ μὲν μεθὑγρότητος εἴη, ξηραίνειν, εἰ δὲ μετὰ ξηρότητος, ὑγραίνειν, εἰ δἐν τῷ μέσῳ τούτων, ἐν ταύτῃ τῇ καταστάσει φυλάττειν. ἐγὼ γοῦν οἶδά τινα καὶ τὴν μνήμην μὲν ὀλίγου δεῖν ἀπολέσαντα, καὶ τὸν λογισμὸν δὲ βλαβέντα, διὰ φιλοπονίαν τε καὶ ἀγρυπνίαν ἐπὶ  μαθήμασιν· ἕτερον δἀμπελουργὸν, ἐπὶ τοῖς κατὰ τὴν ἀμπελουργίαν πόνοις, καὶ διαίτῃ λεπτῇ, ταὐτὰ τούτῳ παθόντα· καὶ προφανῶς ἑκάτερος αὐτῶν ὑπὸ μὲν τῶν ξηραινόντων τε καὶ θερμαινόντων ἐβλάπτετο πάντων, ὑπὸ δὲ τῶν ὑγραινόντων ἅμα τῷ θερμαίνειν ὠφελεῖτο. γίνονται μὲν οὖν καὶ μετὰ πυρετοῦ βλάβαι τῶν ἡγεμονικῶν ἐνεργειῶν, ὡς ἐπὶ φρενίτιδός τε καὶ ληθάργου· γίνονται δὲ καὶ χωρὶς πυρετοῦ, καθάπερ ἐπὶ μανίας τε καὶ μελαγχολίας· ὥσπέρ γε καὶ κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν ἐγκεφάλου· τὰ μὲν ἠκριβωμένα τοῖς ἰδίοις συμπτώμασι καὶ διηνεκῆ καὶ μὴ προηγησαμένων ἑτέρων γενόμενα κατὰ πρωτοπάθειαν· τὰ δὲ μήτἠκριβωμένα τοῖς ἰδίοις συμπτώμασι μήτε παραμένοντα διαπαντὸς, ἐφἑτέροις τε συστάντα κατὰ συμπάθειαν, μεμνημένων ἡμῶν ὅτι καὶ τῆς συμπαθείας μὲν ἐν τῷ γίνεσθαι τὸ εἶναι λαμβάνουσα συναποκαθίσταται τοῖς ποιοῦσιν αἰτίοις, δὲ μόνιμον ἤδη τὴν τῶν συμπαθούντων διάθεσιν ἐσχηκυῖα, κᾂν τὰ ποιήσαντα παύσηται, παραμένει. τὸ μὲν οὖν ἐγκεφάλῳ πάντα γίνεσθαι τὰ τῶν ἡγεμονικῶν ἐνεργειῶν πάθη, πᾶσι τοῖς ἰατροῖς, ὅσοι γε μὴ διὰ φιλονεικίαν αἱρέσεως ἄλλα μὲν ἐν τῇ ψυχῇ φρονοῦσιν, ἄλλα δὲ λέγουσιν, ὡμολόγηται· τὸ δὲ τὴν δυσκρασίαν ὁποία τίς ἐστιν εὑρεῖν, οὐ σμικρὸν ἔργον, ἐν χρὴ φιλόπονόν τε καὶ ζητητικὸν εἶναι τὸν ἰατρὸν, οὐκ ἐν τῷ σκοπεῖν ὅπως ἀντείπῃ τοῖς καλῶς εἰρημένοις ὑπὸ τῶν παλαιῶν περὶ ψυχῆς ἡγεμονικοῦ, πράγματος οὕτως ἐναργοῦς, ὡς καὶ τοῖς ἰδιώταις πεπιστεῦσθαι κατὰ τὸν ἐγκέφαλον εἶναι. φιλοσόφοις μὲν οὖν ἐν γωνίᾳ καθημένοις ἁμαρτάνειν ἐν τῷδε τάχἄν τις συγγνοίη· γεγηρακόσι δἐν τοῖς ἰατρικοῖς ἔργοις ἀσύγγνωστος φιλονεικία, τάχα δἀληθέστερόν ἐστιν εἰπεῖν, ἀναισχυντία· τῶν τε γὰρ ἀγρυπνούντων πάντων ἀῤῥώστων τὴν κεφαλὴν καταντλοῦσι τῶν τε παραπαιόντων καὶ φρενιτιζόντων καὶ ληθαργικῶν· Ἀρχιγένης δὲ καὶ τῶν τὴν μνήμην βλαβέντων τῇ κεφαλῇ προσφέρει τὰ βοηθήματα, κᾂν μωρωθέντα δέ τινα θεραπεύειν ἐπιχειρήσῃ, καὶ τούτου τῇ κεφαλῇ προσοίσει πάντα. τίς δὲ τριβακὸς ἰατρὸς ἀποπλήκτους, ἐπιλήπτους, ὀπισθοτονικοὺς, ἐμπροσθοτονικοὺς, τετανικοὺς ἑτέρως ἰᾶται; τίς δὲ παραλυθέντας τὸ τοῦ σώματος ἥμισυ μέρος; ἆροὐχὶ τῶν μὲν σπασμωδῶν παθῶν ἅπαντες ἤδη κᾀξ αὐτῆς τῆς πείρας τὸ κῦρος τῆς θεραπείας κατὰ τοὺς πρώτους ποιοῦνται σπονδύλους, ὥσπέρ γε καὶ τῶν παραλελυμένων τὸ ἥμισυ μέρος ὅλου τοῦ σώματος, συνεκθερμαίνουσιν δὲ καὶ τὸν ἐγκέφαλον; ὥσπερ καὶ τοὺς ἀποπλήκτους ἰῶνται, καθάπέρ γε καὶ τοὺς ἐπιλήπτους· ὅταν μὲν ἐπὶ στομάχῳ γίνηται τὸ πάθος τινι τῶν ἄλλων μορίων, ἐκεῖνο μὲν μάλιστα καὶ πρῶτον ἐκθεραπεύρυσιν, παρασκευάζουσιν δὲ καὶ τὸν. ἐγκέφαλον εἰς δυσπάθειαν. καὶ χρὴ ταῦτα μᾶλλον ζητεῖν, οὐ περὶ τοῦ σαφέστατα φαινομένου πᾶσι τοῖς ἀδιαστρόφοις τὴν γνώμην ἡγεμονικοῦ, καθάπερ οὐδὲ περὶ τῆς τῶν νεύρων ἀρχῆς, ἣν οὐ χρὴ πορευθέντας εἰς θεοὺς διὰ μαντείας ἐξευρεῖν, ἀλλὰ παρά τινι τῶν ἀνατομικῶν ἀνδρῶν παιδευθέντας.
§8 Ἔνιοι γὰρ ἀναπείθουσιν ἑαυτοὺς, ἀρχὴν εἶναι τῶν νεύρων τὴν καρδίαν, ἐκ τοῦ μὴ δύνασθαι διακρῖναι σύνδεσμον νεύρου, συντελούσης εἰς τοῦτο καὶ τῆς ὁμωνυμίας, ἐπειδὴ πολλοὶ τῶν ἰατρῶν καὶ τοὺς συνδέσμους ὀνομάζουσιν νεῦρα συνδετικά. τῆς μὲν οὖν προσηγορίας οὐδεὶς αὐτοῖς φθόνος, ἄν γε μνημονεύωσι τῶν προαιρετικῶν νεύρων, ὡς αὐτοὶ καλοῦσιν, ὧν τὴν ἀρχὴν ἐγκέφαλον εἶναί φαμεν, οὐ τῶν συνδέσμων· οὐδὲ γὰρ οὐδαὐτοὶ τῶν συνδετικῶν νεύρων πάθος εἶναί φασι τὸν σπασμὸν, τὴν παράλυσιν, ἀλλὰ τῶν προαιρετικῶν. ὅταν οὖν ὅλον τὸ σῶμα φαίνηται σπώμενον, ἅπαν μὲν εὐθὺς παρίσταται πεπονθέναι τὸ τοιοῦτον μέρος, καθάπερ ἐν δένδρῳ τὸ στέλεχος τῶν κλάδων, οὕτως αὐτὸ κοινὸν τῶν νεύρων ἁπάντων οἷον πρέμνον ἐστὶν, οὐχ οἷον κλάδος ὀλίγων τινῶν ἐν ἑνὶ μορίῳ, καθάπερ ὅταν ἤτοι σκέλος μία χεὶρ ἂν τύχῃ σπωμένη. κώλου μὲν γὰρ ὅλου σπασμὸς τὴν ἀρχὴν τῶν εἰς αὐτὸ καθηκόντων νεύρων ἐνδείκνυται πεπονθέναι, καθάπερ εἰ κλάδου τινὸς ἐν δένδροις· ὅταν δὅλον ἁλῷ τὸ σῶμα τῷ πάθει, τὴν κοινὴν ἁπάντων ἀρχὴν τῶν κάτω τοῦ προσώπου νεύρων, ἀνάλογον τῷ κατὰ τὸ δένδρον πρέμνῳ πεπονθέναι χρὴ νομίζειν, τίς ἐστι τοῦ νωτιαίου μυελοῦ τὰ πρῶτα μέρη, διὸ καὶ τούτῳ τὰ βοηθήματα προσφέρουσιν οἱ τριβακοὶ πάντες ἰατροὶ, τῆς καρδίας οὐδὲ τὴν ἀρχὴν ὅλως ἐν τῷ τοιούτῳ παθήματι μεμνημένοι. εἰ δὲ καὶ τὰ κατὰ πρόσωπον ἅμα τῷ παντὶ σώματι φαίνοιτο σπώμενα, τὸν ἐγκέφαλον αὐτὸν ἤδη θεραπεύομεν, οὐ μόνον τὴν ἔκφυσιν τοῦ νωτιαίου· καὶ γὰρ καὶ χείλη σπώμενα θεώμεθα πολλάκις, καὶ ὀφθαλμοὺς, καὶ τὸ κατὰ μέτωπον δέρμα, καὶ ὅλας τὰς γένυας, ὥσπέρ γε καὶ τὴν ῥῖζαν τῆς γλώττης· ἀλλἐπειδὴ ταῦτα πάντα διὰ τῆς ἀνατομῆς ἐμάθομεν ὑπὸ μυῶν κινεῖσθαι παρἐγκεφάλου λαμβανόντων νεῦρα, τὸν ἐγκέφαλον ἐπαὐτῶν πεπονθέναι πεπείσμεθα· καθάπερ ὅταν ὁρῶμεν ἀπαθῆ μὲν ἐκεῖνα, σπώμενα δὲ τἄλλα σύμπαντα μόρια, τὴν ἀρχὴν τοῦ νωτιαίου πειθόμεθα πεπονθέναι. ταῦτα μὲν οὖν, ὅπερ ἔφην, ἑτοίμως ἐχρῆν ἡμᾶς μαθόντας ἐπισκοπεῖσθαι τὰς διαθέσεις αὐτῶν· ἔνιοι δὲ τῶν ἰατρῶν τὰς μὲν διαθέσεις οὐδἐπιχειροῦσι ζητεῖν, ἐρίζουσι δὲ περὶ τῶν ἐναργῶς φαινομένων, ἀπολλύντες ἡμῶν τὸν χρόνον, ὃν ἐχρῆν οὐκ εἰς ἀντιλογίαν τῶν ἀναιρούντων τὰ καλῶς ὑπὸ τῶν παλαιῶν ἰατρῶν εἰρημένα καταναλίσκειν, ἀλλεἰς εὕρεσιν ὧν ἐκεῖνοι παρέλιπον, ἤτοι παντάπασιν οὐδὲν ἀποφηνάμενοι περί τινων  πραγμάτων, χωρὶς ἀποδείξεως διορισμοῦ προσήκοντος ἐλλιπῶς ἀποφηνάμενοι, καθάπερ Ἱπποκράτης ὑπὸ πληρώσεως γίνεσθαι τὸν σπασμὸν εἰπών. ἀληθὴς μὲν γὰρ λόγος, ἀλλὑπὸ τίνων πεισθεὶς οὕτως ἀπεφήνατο, μόνοις τοῖς συνετοῖς ἀνδράσιν καὶ νομίμως μεμαθηκόσι τὰ πρῶτα τῆς ἰατρικῆς δῆλόν ἐστι, οὐ τοῖς ἐπιτυχοῦσιν. ταῦτα γοῦν αὐτὰ κᾀγὼ προμεμαθηκὼς ἐπείσθην ὑφὧν εἶπεν Ἱπποκράτης αἰτίων γίγνεσθαι τὸν σπασμόν. εἰ γὰρ ἅπασα μὲν κατὰ προαίρεσιν κίνησις ὁρᾶται τῶν μυῶν ἐπισπωμένων εἰς καταφύονται μέρη γιγνομένη, τὸ δὲ ἐπισπᾶσθαι χωρὶς τοῦ πρὸς τὴν ἰδίαν ἀρχὴν ἀνασπᾶσθαι τὸν μῦν οὐχ οἷον τέ ἐστι γενέσθαι, μόνῳ τῷ χωρὶς τῆς ἡμετέρας προαιρέσεως γίγνεσθαι τὸν σπασμὸν ἐν τοῖς σπωμένοις μέρεσιν, κίνησις διοίσει τῆς κατὰ φύσιν. ὥσπερ οὖν ἐν τῷ κατὰ φύσιν ἔχειν κατὰ τὴν ἀρχὴν τῶν νεύρων ἐν ἐγκεφάλῳ τεταγμένη προαίρεσις ἀρχὴν κινήσεως πρώτοις μὲν τοῖς νεύροις, διαὐτῶν δὲ καὶ τοῖς μυσὶν δίδωσιν, οὕτως ἄνευ τῆς ἀρχῆς ταύτης ἐὰν εὕρωμεν ὑπὸ τίνος αἰτίας σπασθῆναι δύναται τὰ νεῦρα, τῆς τῶν σπασμῶν γενέσεως ἐπιστήμην ἕξομεν. ἀνθρώπῳ τοίνυν ἑωρακότι νευρώδη σώματα, τὰς ἐν ταῖς λύραις χορδὰς οὕτω σφοδρῶς τεινομένας πολλάκις ὑπὸ τῆς τοῦ περιέχοντος ἀμέτρου κράσεως, ὡς ῥήγνυσθαι, χαλεπὸν οὐδὲν ἐννοῆσαι τὴν αὐτὴν διάθεσιν ἐν τοῖς τῶν ζώων νεύροις γίνεσθαι. πῶς οὖν ἔχοντος τοῦ ἀέρος αἱ χορδαὶ τείνονταί τε καὶ ῥήγνυνται; ξηροῦ τε πάνυ καὶ λίαν διύγρου γινομένου· τὸ μὲν οὖν ὑγρὸν διαβρέχον αὐτὰς εἰς ὄγκον αἴρει παρὰ φύσιν, ἐφ τείνονται· τὸ δὲ ξηρὸν, ὥσπερ ἥλιος ξηραίνων τὰς βύρσας συσπᾷ, καὶ αὐτὸ τὰς χορδὰς οὕτως ἕλκει τε καὶ τείνει· φαίνονται γοῦν καὶ οἱ ἱμάντες, ὅταν ὑπὸ πυρὸς ξηραίνωνται, συσπώμενοί τε καὶ τεινόμενοι. τούτων προεγνωσμένων, οὐδέν ἐστι χαλεπὸν ἐπὶ τῶν σπωμένων ἐξευρεῖν, εἴτε διὰ ξηρότητα τὸ πάθος αὐτοῖς γέγονεν, ὅπερ ἐστιν ἔνδεια τῆς ὑγρᾶς οὐσίας καὶ κένωσις· εἴτε διὰ πλῆθος ὑγρότητος, ὅπερ ἐστιν ἐναντίον ἐνδείᾳ πάθος, ὑφἹπποκράτους ὠνομασμένον πλήρωσις. ἐκ πόνων μὲν γὰρ καὶ ἀγρυπνιῶν, ἐνδείας τε καὶ φροντίδων, καὶ πυρετοῦ ξηροῦ καὶ διακαοῦς, οἷος καὶ τῶν φρενιτικῶν ἐστιν, ὅταν σπασμὸς γένηται, ξηρότητά τε καὶ κένωσιν αἰτιάσασθαι χρή· μεθυσκομένῳ δἀνθρώπῳ καὶ διὰ παντὸς ἐμπιπλαμένῳ καὶ ἀργῶς βιοτεύοντι τὴν ἐναντίαν διάθεσιν εὔλογόν ἐστι τὸν σπασμὸν ἐργάσασθαι· κενώσει δἐναντίον ἐστὶ πλήρωσις.
§9 Ἀλλὰ καὶ ἐπιληψία σπασμός ἐστιν ἁπάντων τῶν τοῦ σώματος μορίων, οὐ συνεχὴς ὡς ἐμπροσθότονός τε καὶ ὀπισθότονος καὶ τέτανος, ἀλλἐκ διαστημάτων χρόνου γιγνόμενος· οὐ μόνον δὲ τούτῳ διενήνοχεν τῶν εἰρημένων σπασμῶν, ἀλλὰ καὶ τῇ βλάβῃ τῆς διανοίας καὶ τῶν αἰσθήσεων· καὶ δῆλον ὡς ἄνω που καταὐτὸν ἐγκέφαλον, τούτου τοῦ πάθους ἐστὶ γένεσις. ἐπειδὴ δὲ καὶ ταχὺ παύεται, κατὰ τὰς κοιλίας αὐτοῦ μᾶλλον εὔλογόν ἐστιν παχὺν χυμὸν ἐμφράττοντα τὰς διεξόδους τοῦ πνεύματος ἐργάζεσθαι τὸ πάθος, ἑαυτὴν κλονούσης τῆς ἀρχῆς τῶν νεύρων ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα· τάχα δὲ καὶ διαβρεχομένης τῆς ἐκφύσεως ἑκάστου νεύρου, παραπλησίως τοῖς ἀπὸ τοῦ νωτιαίου τὴν ἀρχὴν ἔχουσι σπασμοῖς, καὶ τῶν ἐπιλήπτων γίνεται. τὸ δἐξαιφνίδιον αὐτοῦ τῆς γενέσεως καὶ τῆς λύσεως ἐνδείκνυται μηδέποτε διὰ ξηρότητά τε καὶ κένωσιν, ἀεὶ δὲ διὰ πάχος χυμοῦ γίγνεσθαι τὸ πάθος· ἔμφραξις μὲν γὰρ τῶν πόρων ἐξαίφνης ὑπὸ παχέος γλίσχρου χυμοῦ γένοιτἄν· εἰς ξηρότητα δὲ τοσαύτην ἐλθεῖν, ὡς βύρσῃ παραπλήσιόν τι παθεῖν, τὸν ἐγκέφαλον τὴν καταὐτὸν μήνιγγα τὴν λεπτὴν, οὐχ οἷόν τε χωρὶς χρόνου πολλοῦ. πρόσεστι δὲ τούτῳ καὶ τὸ μήθὁρᾷν μήτἀκούειν μήθὅλως ἐνεργεῖν αἰσθήσει τινὶ σὺν τῷ μηδὲ παρακολουθεῖν τὸν κάμνοντα τοῖς γινομένοις, ἀλλὰ τὸν λογισμὸν βεβλάφθαι μετὰ τῆς κατὰ τὴν μνήμην δυνάμεως. ἐκ τούτων οὖν ἁπάντων εὔλογόν ἐστι κατὰ τὸν ἐγκέφαλον γεγονέναι τὸ πάθος, ἐμποδίζοντος τοῦ χυμοῦ ταῖς διεξόδοις τοῦ ψυχικοῦ πνεύματος, κατὰ τὰς κοιλίας ἐστὶν αὐτοῦ. διὰ τί δὀνομάζεται τοῦτο τὸ πνεῦμα ψυχικὸν, ἥτις τε δύναμίς ἐστιν αὐτοῦ, κατὰ τὰ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήματα δέδεικται. τοῖς γὰρ ἐκ τῆς ἀνατομῆς φαινομένοις ἀκολουθοῦσιν ἡμῖν εὔλογον ἐφαίνετο, τὴν μὲν ψυχὴν αὐτὴν ἐν τῷ σώματι τοῦ ἐγκεφάλου κατῳκῆσθαι, καθ καὶ τὸ λογίζεσθαι γίγνεται, καὶ τῶν αἰσθητικῶν φαντασιῶν ἀπόκειται μνήμη· τὸ πρῶτον δαὐτῆς ὄργανον εἰς ἁπάσας τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας εἶναι, τὸ κατὰ τὰς κοιλίας αὐτοῦ πνεῦμα, καὶ μᾶλλόν γε κατὰ τὴν ὄπισθεν· οὐ μὴν οὐδὲ περὶ τῆς μέσης κοιλίας ἀπογινώσκειν προσῆκεν ὡς οὐ κυριωτάτης· πολλὰ γὰρ εὔλογα καὶ πρὸς ταύτην ἡμᾶς ἄγει, καθάπερ γε τῶν ἐμπροσθίων δυοῖν ἀπάγει. εἴς γε μὴν τὴν τῆς θεραπείας εὕρεσιν οὐδὲν ὀνίνησιν περὶ τούτων ἀκριβὴς γνῶσις· ἱκανὸν γὰρ εἰς τὸ καλῶς θεραπεύειν ἐπίστασθαι τὸν μὲν πεπονθότα τόπον ἐγκέφαλον εἶναι, χυμὸν δὲ τὸν γλίσχρον, παχὺν ἐν ταῖς κοιλίαις ἀθροιζόμενον αὐτοῦ. καθάπερ δὲ χρήσιμα ταῦτα πρὸς τὰς ἰάσεις ἐστὶν, ὧν ἕνεκα καὶ τοὺς πεπονθότας τόπους καὶ τὰς ἐν αὐτοῖς διαθέσεις ζητοῦμεν, οὕτω καὶ τῶν παχέων χυμῶν αἱ διαφοραὶ πότερα φλεγματώδεις εἰσὶν, μελαγχολικαί· μεμνημένων αὖ πάλιν ἡμῶν ἐνταῦθα φλεγματικοὺς μὲν ὀνομάζεσθαι πάντας, ὅτἂν ἁπλῶς οὕτως λέγωμεν, ἐφὧν ἐπικρατεῖ κατὰ τὴν κρᾶσιν ὑγρότης καὶ ψύξις· μελαγχολικοὺς δὲ, ἐφὧν ξηρότης τε καὶ ψύξις, ἐπεί τοι διαφοραὶ  μεγάλαι κατά τε τοὺς φλεγματικούς εἰσι καὶ τοὺς μελαγχολικοὺς ἑκατέρων ἴδιαι. τοῦ γοῦν φλέγματος τὸ μὲν ἐφἡμέρᾳ πολλοῖς ἀναχρεμπτομένοις καὶ ἀνεμοῦσι καὶ ἀπομυττομένοις ἐκκρινόμενον ἀτμώδους πνεύματος ὑπάρχει μεστὸν, ὡς μηδὲ πρὸς αἴσθησιν ὁμοιομερὲς εἶναι· ἕτερον δέ τι φλέγμα φαίνεται μὲν ὁμοιομερὲς, ἴσως δοὐκ ἔστιν, ἐξ οὗ γένους ἐστὶν τἐν τοῖς οὔροις ὑφιστάμενος ὠμὸς χυμὸς θὑπὸ Πραξαγόρου κληθεὶς ὑαλώδης· ἀλλὰ καὶ τὸ μὴ λίαν ὑγρὸν μηδὑδατῶδες σίαλον ἐκ τούτου τοῦ γένους εἶναι φαίνεται. καὶ μέντοι καὶ κατὰ τὴν γευστικὴν αἴσθησιν οὐ μίαν ἔχον οὐδαὐτὸ τὸ σίαλον ποιότητα φαίνεται, μήτιγε δὴ τὸ σύμπαν φλέγμα· καὶ γὰρ ἁλυκοῦ καὶ ὀξέος καὶ ἁλμυροῦ πολλάκις αἰσθανόμεθα σαφῶς τοῦ κατὰ τὸ στόμα σιάλου, καθάπερ καὶ ἀποίου τε καὶ οἷον ὑδατώδους τὴν γεῦσιν, ὅτἂν ἀμεμπτότατα διάγωμεν. ὡσαύτως δὲ καὶ μελαγχολικὸς χυμὸς ἐν τῇ συστάσει σαφεῖς ἔχει τὰς διαφορὰς, μὲν οἷον τρὺξ αἵματος, ἐναργῶς φαινόμενος ἱκανῶς παχὺς, ὥσπερ τοῦ οἴνου τρύξ· δὲ πολλῷ μὲν τούτου λεπτότερος κατὰ τὴν σύστασιν, ὀξὺς δὲ καὶ τοῖς ἐμέσασιν αὐτὸν φαινόμενος καὶ τοῖς ὀσμωμένοις· οὗτος καὶ ξύει τὴν γῆν, ἐξαίρων τε καὶ ζυμῶν καὶ πομφόλυγας ἐγείρων, οἷαι τοῖς ζέουσι ζωμοῖς ἐφίστανται· ὃν δἔφην ἐοικέναι παχείᾳ τρυγὶ, τήν τε ζύμωσιν οὐκ ἐργάζεται κατὰ τῆς γῆς ἐκχυθεὶς, πλὴν εἰ μὴ πάνυ σφόδρα τύχοι τότε κατοπτηθεὶς ἐν διακαεῖ πυρετῷ, καὶ ἥκιστα μετέχει ποιότητος ὀξείας, ἡνίκα καὶ καλεῖν αὐτὸν εἴωθα μελαγχολικὸν χυμὸν μελαγχολικὸν αἷμα, μέλαιναν γὰρ χολὴν οὐδέπω δικαιῶ τὸν τοιοῦτον ὀνομάζειν. γεννᾶται δ χυμὸς οὗτος ἐνίοις πολὺς, διὰ τὴν ἐξ ἀρχῆς κρᾶσιν, διἔθος ἐδεσμάτων εἰς τοιοῦτον χυμὸν ἐν τῇ κατὰ τὰς φλέβας πέψει μεταβαλόντων. ὥσπερ δ παχὺς χυμὸς τοῦ φλέγματος, οὕτω καὶ οὗτος παχὺς χυμὸς μελαγχολικὸς ἐπιληψίας ποτἐργάζεται κατὰ τὰς ἐκροὰς τῶν ἐν ἐγκεφάλῳ κοιλιῶν ἰσχόμενος, ἤτοι τῆς μέσης, τῆς ὄπισθεν· ὅτἂν δἐν αὐτῷ πλεονάσῃ τῷ τοῦ ἐγκεφάλου σώματι, μελαγχολίαν ἐργάζεται, καθάπερ ἕτερος χυμὸς τῆς μελαίνης χολῆς, κατωπτημένης τῆς ξανθῆς χολῆς γενόμενος, τὰς θηριώδεις παραφροσύνας ἀποτελεῖ χωρὶς πυρετοῦ τε καὶ σὺν πυρετῷ, πλεονάζων ἐν τῷ σώματι τοῦ ἐγκεφάλου. καὶ διὰ τοῦτο τῆς φρενίτιδος μέν τίς ἐστι μετριωτέρα, τὴν γένεσιν ἐκ τῆς ὠχρᾶς ἔχουσα χολῆς· δέ τις σφοδροτέρα, τῆς ξανθῆς ἔγγονος ὑπάρχουσα· καὶ τις ἄλλη θηριώδης τε καὶ μελαγχολικὴ παραφροσύνη γίνεται, κατοπτηθείσης τῆς ξανθῆς χολῆς. ὅσαι δἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν γίγνονται παραφροσύναι, κατὰ συμπάθειαν αὗται πάσχοντα τὸν ἐγκέφαλον, οὐ κατἰδιοπάθεισαν ἔχουσιν· καὶ διὰ τοῦτο παραπαῖσαι μὲν καὶ παραφρονῆσαι καὶ παρακόψαι τούτους οὐ μόνον οἱ ἰατροὶ λέγουσιν, ἀλλὰ καὶ ἰδιῶται, φρενιτικοὺς δοὐκ ὀνομάζουσιν, οὐ γὰρ συναποκαθίστανται ταῖς ἀκμαῖς τῶν πυρετῶν αἱ φρενιτικαὶ παραφροσύναι. καθάπερ οὖν τῶν φρενιτικῶν πυρετὸς ἕν τι τῶν συμπτωμάτων τῆς ἐγκεφάλου διαθέσεώς ἐστιν, οὕτω τῶν διακαῶν πυρετῶν παραφροσύνη, πολλῶν ἀτμῶν θερμῶν ἀναφερομένων εἰς αὐτόν. παραπλησία δἐστὶν τῇδε καὶ τῶν ὁμοίων τοῖς ὑποχεομένοις συμπτωμάτων γένεσις, ἐκ τῶν τῆς γαστρὸς ὁρμωμένη διαθέσεων· τε γὰρ κοιλία τῇ κεφαλῇ καὶ κεφαλὴ τῇ κοιλίᾳ μεταδίδωσι τῶν παθημάτων, διὰ τὸ μέγεθος τῶν ἐξ ἐγκεφάλου καθηκόντων νεύρων εἰς τὸ στόμα τῆς γαστρὸς, ὑφὧν καὶ τὸ περιττὸν τῆς αἰσθήσεως ὑπὲρ τἄλλα μέρη τοῦ σώματος ὑπάρχει τῷ μορίῳ τῶδε. καὶ διὰ τοῦτο τοῖς κατὰ τὴν κεφαλὴν κατάγμασιν, ὅσα πρὸς τὰς μήνιγγας ἐξικνεῖται, χολεμεσίαι παρακολουθοῦσι· καὶ τοῖς ὁπωσοῦν γενομένοις ἀλγήμασι τῆς κεφαλῆς ἀνατροπή τε τοῦ στομάχου καὶ δῆξις ἐνίοτε· τοῖς δὲ ὑποχονδριακοῖς καὶ φυσώδεσιν ὀνομαζομένοις πάθεσιν δυσθυμίαι μελαγχολικαὶ, καὶ γὰρ καὶ τοῦτο τοιοῦτόν ἐστιν, ὁποῖον τοῖς ὀξέσι πυρετοῖς ἐπιγινομένη παραφροσύνη, καὶ τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας τῶν τοῖς ὑποχεομένοις ὁμοίων συμπτωμάτων. οὕτω δὲ καὶ τοῖς νευρώδεσι μορίοις φλεγμήνασιν ἑτοιμότερον τοῖς ἄλλοις ἐπιγίγνονται παραφροσύναι, ποτὲ μὲν αὐτῆς μόνης τῆς θερμασίας κατὰ τὸ συνεχὲς ἐπὶ τὴν κεφαλὴν ἀνερχομένης, ποτὲ δὲ πνεύματος ἀτμώδους, καπνώδους, αἰθαλώδους.
§10
§10 Ὥσπερ δἐν τοῖς κατὰ συμπάθειαν οὐ σμικρὰ διαφορὰ γίνεται τοῖς πάθεσι τῆς κεφαλῆς, οὕτω καὶ ἐν αὐτοῖς τοῖς κατὰ πρωτοπάθειαν. οἱ γοῦν καταὐτὴν τὴν οὐσίαν τοῦ ἐγκεφάλου πλεονάσαντες παχεῖς χυμοὶ ποτὲ μὲν ὡς ὀργανικῷ μορίῳ λυμαίνονται, ποτὲ δὲ ὡς ὁμοιομερεῖ· κατὰ μὲν τὰς ἐμφράξεις τῶν πόρων ὡς ὀργανικῷ μορίῳ, κατὰ δὲ τὰς ἀλλοιώσεις τῆς κράσεως ὡς ὁμοιομερεῖ. καὶ διὰ τοῦτο καὶ ἥδε λέξις ἐπὶ τῇ τελευτῇ γέγραπται τοῦ ἕκτου τῶν ἐπιδημιῶν· οἱ μελαγχολικοὶ καὶ ἐπιληπτικοὶ εἰώθασι γίγνεσθαι ὡς ἐπὶ πολὺ καὶ οἱ ἐπιληπτικοὶ μελαγχολικοί· τούτων δἑκάτερον μᾶλλον γίνεται, ἐφὁπότερον ἂν ῥέψῃ τὸ ἀῤῥώστημα· ἢν μὲν εἰς τὸ σῶμα, ἐπίληπτοι· ἢν δὲ εἰς τὴν διάνοιαν, μελαγχολικοί. κατὰ ταύτην τὴν ῥῆσιν πρῶτον μὲν ὅτι μὴ διὰ παντὸς, ἀλλὡς τὸ πολὺ μετάπτωσις εἰς ἄλληλα γίνεται τοῖς πάθεσιν ἐδήλωσεν· οὐ γὰρ ὑπὸ μελαγχολικοῦ χυμοῦ μόνον, ἀλλὰ καὶ φλεγματικοῦ τῆς ἐπιληψίας ἀποτελουμένης, μὲν ὑπὸ τοῦ μελαγχολικοῦ χυμοῦ γινομένη μεταπίπτει ποτὲ εἰς μελαγχολίαν, δὑπὸ τοῦ φλεγματικοῦ πρὸς ἄλλο μέν τι μεθίσταται πάθος, ὑπὲρ οὗ μικρὸν ὕστερον ἐρῶ, μελαγχολίαν δὲ οὐκ ἐργάζεται. δεύτερον δἐπὶ  τῷδε θεώρημά τι περιέχεται κατὰ τὸν εἰρημένον ὑφἹπποκράτους λόγον οὐ σμικρόν. ἐπεὶ γὰρ ἤτοι κρᾶσίς ἐστιν ψυχὴ τῶν δραστικῶν ποιοτήτων, ὑπὸ τῆς κράσεως αὐτῶν ἀλλοιοῦται, τὴν μὲν ὡς ὀργανικῷ μορίῳ τῷ ἐγκεφάλῳ λυμαινομένην χολὴν ἐπὶ τὸ σῶμα τετράφθαι φησὶ τοῦ ἐγκεφάλου, γίγνεται δὲ τοῦτο κατὰ τὰς ἐμφράξεις· τὴν δὡς ὁμοιομερεῖ τὴν κρᾶσιν ἀδικοῦσαν ἐπὶ τὴν διάνοιαν. ἀλλἐκεῖνό γε διορίσασθαι πρότερον ἀναγκαῖον εἶναί μοι δοκεῖ τὸ παραλελειμμένον τοῖς ἰατροῖς· ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις μέρεσι τοῦ σώματος ἐνίοτε μὲν ἅπασιν αὐτὴ φαίνεται κρᾶσις, ὡς ἐν ἰκτέροις τε καὶ κατὰ τὸν καλούμενον ἐλέφαντα καὶ τοὺς ὑδέρους, ἔτι τε καχεξίας, καὶ πρὸς ταύταις ἐν ἡπατικαῖς τε καὶ σπληνικαῖς ἀχροίαις, ἐνίοτε δἕν τι μόριον ἤτοι πικρόχολον φλεγματικὸν μελαγχολικὸν ὑποδεξάμενον χυμὸν αὐτὸ μόνον ἐξαλλάττεται τὴν κρᾶσιν, οὕτως ἐγχωρεῖ καὶ τὸν ἐγκέφαλον ἐνίοτε μὲν, ἅπαντος τοῦ κατὰ τὰς φλέβας αἵματος μελαγχολικοῦ γενομένου, τῷ κοινῷ λόγῳ τῆς βλάβης καὶ αὐτὸν βλαβῆναι· καθἕτερον δὲ τρόπον ἀπαθοῦς διαμένοντος τοῦ καθὅλον τὸν ἄνθρωπον αἵματος, ἀλλοιωθῆναι τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, καὶ συμβῆναι τοῦτο διττῶς, ῥυέντος εἰς αὐτὸν ἑτέρωθεν, γεννηθέντος ἐν τῷ τόπῳ τοῦ μελαγχολικοῦ χυμοῦ· γεννᾶται δὑπὸ θερμασίας πολλῆς ἐγχωρίου, κατοπτώσης ἤτοι τὴν ξανθὴν χολὴν, τὸ παχύτερόν τε καὶ μελάντερον αἷμα. διαφέρει δεἰς τὴν θεραπείαν οὐ σμικρὸν διορισμὸς οὗτος· ὅτἂν μὲν γὰρ ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆς θεραπείας ἀπὸ φλεβοτομίας προσῆκεν ποιεῖσθαι· ὅτἂν δὲ τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, οὐ χρῄζει φλεβοτομίας κάμνων, ὅσον γε ἐπὶ τῇ διαθέσει ταύτῃ, κατἄλλο γάρ τι δυνατόν ἐστι χρῄζειν αὐτόν. δοὖν διάγνωσις ἀπὸ τῶνδέ σοι γιγνέσθω, πότερον ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχει χυμὸν, κατὰ μόνον τὸν ἐγκέφαλον ἤθροισταί τις τοιοῦτος, καὶ ἀξιῶ σε πρῶτον μὲν ἐπισκέψασθαι τὴν τοῦ σώματος ἕξιν ὁποία τίς ἐστιν, μεμνημένον, ὡς οἱ μὲν ἁπαλοὶ καὶ λευκοὶ καὶ πίονες ἥκιστα μελαγχολικὸν ἴσχουσι χυμὸν, οἱ δἰσχνοὶ καὶ μελάντεροι καὶ δασεῖς καὶ φλέβας εὐρείας ἔχοντες, ἐπιτηδειότατοι πρὸς ταυτοῦ τοιούτου χυμοῦ γένεσιν ὑπάρχουσιν, ἔσθὅτε δὲ καὶ οἱ ἐξέρυθροι τὴν χρόαν ἄνθρωποι μεταπίπτουσιν ἀθρόως ἐπὶ τὴν μελαγχολικὴν κρᾶσιν· ἐφεξῆς δαὐτῶν οἱ ξανθοὶ, καὶ μάλισθὅταν ἐν ἀγρυπνίαις καὶ πόνοις πλείοσι καὶ φροντίσι καὶ λεπτῇ διαίτῃ προδεδιῃτημένοι τύχωσιν. ὁμογενῆ δὲ τούτοις ἐστὶ καὶ τὰ τοιαῦτα γνωρίσματα· πότερον ἐπέσχηταί τις αἱμοῤῥοῒς, καί τις ἄλλη συνήθης αἵματος κένωσις, καταμήνια ταῖς γυναιξί· καὶ τούτων ἐφεξῆς ὁποίαις ἐχρήσατο τροφαῖς, ἆρά γε ταῖς μελαγχολικὸν αἷμα γεννώσαις, ταῖς ἐναντίαις· λέγω δὲ μελαγχολικὸν μὲν αἷμα γεννᾷν αἰγείων καὶ βοείων ἐδωδὴν κρεῶν, καὶ μᾶλλον ἔτι τῶν τραγείων τε καὶ ταυρείων, ἔτι δὲ μᾶλλον ὀνείων τε καὶ καμηλείων, ἐσθίουσι γὰρ ἔνιοι καὶ τούτων, ὥσπέρ γε καὶ ἀλωπέκων τε καὶ κυνῶν. οὐχ ἥκιστα δὲ καὶ τῶν λαγωῶν ἐδωδὴ τοιοῦτον αἷμα γεννᾷ, καὶ πολὺ μᾶλλον τῶν ἀγρίων συῶν· καὶ οἱ κοχλίαι δὲ μελαγχολικὸν αἷμα γεννῶσιν, εἴ τις ἐν αὐτοῖς πλεονάσειεν, καὶ πάντα τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζώων· ἐνύδρων δὲ τά τε τῶν θύννων καὶ φαλαίνης καὶ φώκης καὶ δελφῖνος καὶ κυνὸς καὶ τῶν κητωδῶν ἁπάντων· τῶν δὲ λαχάνων σχεδὸν κράμβη μόνη τοιοῦτον αἷμα γεννᾷν πέφυκεν, ὥσπέρ γε καὶ τῶν δένδρων οἱ βλαστοὶ διἅλμης καὶ ὀξάλμης συντιθέμενοι, σχίνου λέγω καὶ τερμίνθου καὶ βάτου καὶ κυνοσβάτου· καὶ μέν τοι καὶ τῶν ὀσπρίων τε φακὴ μελαγχολικώτατόν ἐστιν ἔδεσμα καὶ μετὰ ταύτην οἱ πιτυρῖται καλούμενοι τῶν ἄρτων, οἵ τε ἐκ τῆς τίφης καὶ τῶν μοχθηρῶν σπερμάτων, οἷς ἀντὶ πυρῶν ἔνια τῶν ἐθνῶν χρῆται, διώρισται δὲ περὶ αὐτῶν ἐν τῷ πρώτῳ τῶν περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. ἀλλὰ καὶ τῶν οἴνων οἵ τε παχεῖς καὶ μέλανες ἐπιτηδειότατοι γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ἄν τις ἐν αὐτοῖς πλεονάζων ὑπὸ περιστάσεως τινος ἐν θερμασίᾳ πλείονι τὸ σῶμα σχῇ· καὶ οἱ παλαιοὶ δὲ τυροὶ ῥᾷστοι γεννῆσαι τὸν τοιοῦτον χυμὸν, ὅτἂν ἐν τῷ σώματι τύχωσιν ὑπερθερμανθέντες. εἰ μὲν οὖν ἐν τοιαύτῃ διαίτῃ πρὸ τοῦ νοσεῖν ἄνθρωπος εἴη γεγενημένος, ἔξεστι κᾀκ ταύτης στοχάσασθαί τι πλέον· εἰ δἐν εὐχύμοις ἐδέσμασιν, ἐπισκέπτεσθαι περί τε τῶν γυμνασίων αὐτοῦ καὶ λύπης καὶ ἀγρυπνίας καὶ φροντίδος· ἔνιοι δὲ καὶ καταὐτὰ τὰ πυρετώδη νοσήματα, καθότι προείρηται, τὸν μελαγχολικὸν ἴσχουσι γενόμενον χυμόν. εἰς δὲ τὴν βεβαιοτέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ καὶ ὥρα τοῦ ἔτους καὶ γεγενημένη τε καὶ οὖσα κατάστασις, ἔτι τε τὸ χωρίον, τε τοῦ κάμνοντος ἡλικία. ταῦτα πάντα προδιασκεψάμενος, ὅτἂν ἐλπίσῃς ἐν ταῖς καθὅλον τὸ σῶμα φλεψὶ μελαγχολικὸν αἷμα περιέχεσθαι, τὴν βεβαιοτάτην ἐπάγαγε διάγνωσιν ἐκ τοῦ τέμνειν τὴν κατἀγκῶνα φλέβα· βέλτιον δὲ τὴν μέσην τέμνειν, ἐπειδὴ κοινὴ πρὸς ἀμφοτέρας ἐστὶ, τήν τε ὠμιαίαν ὀνομαζομένην καὶ τὴν διὰ τῆς μασχάλης ἐπὶ τὴν χεῖρα φερομένην· εἶτα εἰ μὲν μὴ φαίνοιτο μελαγχολικὸν εἶναι τὸ ῥέον, ἐπίσχες εὐθέως· εἰ δὲ τοιοῦτον φαίνεται, κένωσον ὅσον ἂν ὑπολάβῃς αὔταρκες ἔσεσθαι τῇ τοῦ πάσχοντος ἕξει σώματος. ἔστι δὲ καὶ τρίτη τις διαφορὰ μελαγχολίας, ὥσπερ ὅτἂν ἐπιληψία τὴν ἀρχὴν ἀπὸ τῆς κοιλίας ἴσχει· καλοῦσι δὲ ἔνιοι τῶν ἰατρῶν ὑποχονδριακόν τε καὶ φυσῶδες νόσημα τὴν αὐτὴν διάθεσιν. ἀρκέσει δέ μοι παραθέσθαι τὰ ὑπὸ Διοκλέους γεγραμμένα συνεδρεύειν αὐτῷ συμπτώματα, κατὰ τὸ βιβλίον ἐπιγράφεται,  πάθος, αἰτία, θεραπεία· κατὰ τοῦτο γὰρ Διοκλῆς ἔγραψεν αὐτοῖς ὀνόμασιν οὕτως· ἄλλο δὲ γίγνεται μὲν περὶ τὴν κοιλίαν, ἀνόμοιον δἐστὶ τοῖς προειρημένοις, καλοῦσι δαὐτὸ οἱ μὲν μελαγχολικὸν, οἱ δὲ φυσῶδες. ἕπονται δὲ τούτῳ μετὰ τὰς ἐδωδὰς, καὶ μάλιστα τῶν δυσπέπτων τε καὶ καυστικῶν, πτύσεις ὑγραὶ καὶ πολλαὶ, ὀξυρεγμίαι, πνεύματα, καῦμα πρὸς ὑποχονδρίοις, ἐγκλύδαξις οὐκ εὐθὺς, ἀλλἐπισχοῦσιν· ἐνίοτε δὲ καὶ πόνοι κοιλίας ἰσχυροὶ, διήκοντες ἐνίοις εἰς τὸ μετάφρενον· πραΰνονται δὲ πεφθέντων τῶν σιτίων, πάλιν τε μετὰ τὸ φαγεῖν τὰ αὐτὰ συμβαίνει, πολλάκις δὲ καὶ νήστεσιν καὶ μετὰ τὸ δεῖπνον ἐνοχλεῖ, καὶ ἐμοῦντες ὠμὰ τὰ σιτία ἐμοῦσι, καὶ φλέγματα ὑπόπικρα καὶ θερμὰ καὶ ὀξέα, ὥστε καὶ τοὺς ὀδόντας αἱμωδιᾷν. καὶ τὰ πολλὰ γίνεται τούτων εὐθὺς ἐκ νέων, μηκύνει δὲ ὅπως ἂν γένηται πᾶσι. ταῦτα προειπὼν Διοκλῆς ἐφεξῆς αὐτοῖς προσέθηκε τὴν αἰτίαν ὧδέ πως γράψας· τοὺς δὲ φυσώδεας καλουμένους ὑπολαμβάνειν δεῖ πλεῖον ἔχειν τὸ θερμὸν τοῦ προσήκοντος ἐν ταῖς φλεψὶ ταῖς ἐκ τῆς γαστρὸς τὴν τροφὴν δεχομέναις, καὶ τὸ αἷμα πεπαχύνθαι τούτων. δηλοῖ γὰρ ὅτι μέν ἐστιν ἔμφραξις περὶ ταύτας τὰς φλέβας, τὸ μὴ καταδέχεσθαι τὸ σῶμα τὴν τροφὴν, ἀλλἐν τῇ γαστρὶ διαμένειν ἀκατέργαστον, πρότερον τῶν πόρων τούτων ἀναλαμβανόντων, τὰ δὲ πολλὰ ἀποκρινάντων εἰς τὴν κάτω κοιλίαν· καὶ τὸ τῇ δευτεραίᾳ ἐμεῖν αὐτοὺς, οὐχ ὑπαγόντων εἰς τὸ σῶμα τῶν σιτίων. ὅτι δὲ τὸ θερμὸν πλεῖόν ἐστι τοῦ κατὰ φύσιν, μάλιστἄν τις κατανοήσειεν ἔκ τε τῶν καυμάτων τῶν γινομένων αὐτοῖς καὶ τῆς προσφορᾶς· φαίνονται γὰρ ὑπὸ τῶν ψυχρῶν ὠφελούμενοι σιτίων, τὰ δὲ τοιαῦτα τὸ θερμὸν καταψύχειν καὶ μαραίνειν εἴωθεν. ἐφεξῆς δὲ τούτων καὶ τἄλλα προσέγραψεν Διοκλῆς ἐν τῇδε τῇ λέξει· λέγουσι δέ τινες ἐπὶ τῶν τοιούτων παθῶν τὸ στόμα τῆς γαστρὸς τὸ συνεχὲς τῷ ἐντέρῳ φλεγμαίνειν, διὰ δὲ τὴν φλεγμονὴν ἐμπεφράχθαι καὶ κωλύειν καταβαίνειν τὰ σιτία εἰς τὸ ἔντερον τοῖς τεταγμένοις χρόνοις· τούτου δὲ γινομένου, πλείονι χρόνῳ τοῦ δέοντος ἐν τῇ γαστρὶ μένοντα, τούς τε ὄγκους παρασκευάζει καὶ τὰ καύματα καὶ τἄλλα τὰ προειρημένα. ταῦτα μὲν οὖν Διοκλῆς ἔγραψε, παραλιπὼν ἐν τῷ καταλόγῳ τῶν συμπτωμάτων τὰ κυριώτατα τῆς ὅλης συνδρομῆς, ὅσα τήν τε μελαγχολίαν χαρακτηρίζει καὶ τὸ φυσῶδες καὶ ὑποχονδριακὸν πάθος· καί μοι δοκεῖ, διότι ταῦτα ἐκ τῆς προσηγορίας τοῦ νοσήματος ἐνδεικτικῶς ἐδηλοῦτο, παραλελοιπέναι, μεμαθηκότων γἡμῶν ὑφἹπποκράτους, ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχοντα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτο. διὰ τί δὲ ἐν τῇ τῆς αἰτίας ἀποδόσει τῶν μὲν ἄλλων συμπτωμάτων ἔγραψε τὰς αἰτίας, αὐτοῦ δὲ τοῦ βλάπτεσθαι τὴν διάνοιαν οὐκ ἔγραψεν, ζητῆσαι ἄξιον. εἴτε γὰρ τὸ θερμὸν ἐν ταῖς κατὰ τὴν γαστέρα φλεψὶ πλέον ἐπαὐτῶν ἐστιν, εἴτε φλεγμονὴ τῶν κατὰ πυλωρὸν μερῶν, διὰ τί τούτοις ἀκολουθεῖ τὰ μελαγχολικὰ συμπτώματα, παραλέλειπται. τὸ μὲν γὰρ ἐμπιπλᾶσθαι τὴν γαστέρα φυσώδους πνεύματος, εἶτα ταῖς ἐρυγαῖς αὐτοῦ κουφίζεσθαι, καὶ προσέτι τοῖς εἰρημένοις ὑπὸ τοῦ Διοκλέους ἐμέτοις, εὔδηλόν ἐστι, κᾂν ἐκεῖνος μὴ λέγῃ· τὰ δὲ τῆς μελαγχολίας ἴδια, χαλεπὸν ἦν αὐτῷ συγγράψαι τῇ κατὰ τὴν γαστέρα λελεγμένῃ διαθέσει. προσθῶμεν οὖν ἡμεῖς τοῦτο, τὴν διάθεσιν τῆς γαστρὸς ὁποία τις ἐν τοῖς τοιούτοις γίνεται πάθεσιν ἑρμηνεύσαντες σαφῶς. ἔοικε μὲν γὰρ εἶναί τις ἐν αὐτῇ φλεγμονὴ, τὸ δἐν τῷ φλεγμαίνοντι μορίῳ περιεχόμενον αἷμα παχύτερόν τε καὶ μελαγχολικώτερον ὑπάρχειν. ὥσπερ οὖν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀναφερομένης ἐκ τῆς γαστρὸς αἰθαλώδους τινὸς καπνώδους ἀναθυμιάσεως, ὅλως ἀτμῶν τινων παχέων, ὅμοια τοῖς ὑποχεομένων γίγνεται συμπτώματα, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν ἐπὶ τὸν ἐγκέφαλον ἀναφερομένης τῆς μελαγχολικῆς ἀναθυμιάσεως, οἷον αἰθαλώδους τινὸς, καπνώδους ἀναθυμιάσεως, τὰ μελαγχολικὰ γενήσεται περὶ τὴν διάνοιαν συμπτώματα. καὶ μὴν καὶ συνεχέστατα θεώμεθα τὴν κεφαλὴν ὀδυνωμένην ἐπὶ τῇ ξανθῇ χολῇ κατὰ τὴν γαστέρα περιεχομένῃ, καθάπερ γε καὶ παραχρῆμα γινομένην ἀνώδυνον, ἐμεθείσης τῆς χολῆς· καὶ τά γε τοιαῦτα τῶν ἀλγημάτων δακνώδη τέ ἐστιν καὶ διαβρωτικὰ, καθάπερ ἄλλα μέν τινα μετὰ βάρους, ἄλλα δὲ μετὰ τάσεως καταφορᾶς ὁρᾶται γινόμενα. συμπεφώνηται δὲ τοῖς ἀρίστοις ἰατροῖς, οὐ ταῦτα μόνον ἀπὸ τῆς γαστρὸς τῇ κεφαλῇ συμπίπτειν, ἀλλὰ καὶ τὴν ἐπιληψίαν. ἀεὶ μὲν οὖν οἱ φόβοι συνεδρεύουσι τοῖς μελαγχολικοῖς, οὐκ ἀεὶ δὲ ταὐτὸν εἶδος τῶν παρὰ φύσιν αὐτοῖς γίγνεται φαντασιῶν, εἴγε μέν τις ὀστρακοῦς ᾤετο γεγονέναι, καὶ διὰ τοῦτἐξίστατο τοῖς ἀπαντῶσιν, ὅπως μὴ συντριβείη· θεώμενος δέ τις ἄλλος ἀλεκτρυόνας ᾄδοντας, ὥσπερ ἐκεῖνοι τὰς πτέρυγας προσέκρουον πρὸ ᾠδῆς, οὕτω καὶ αὐτὸς τοὺς βραχίονας προσκρούων ταῖς πλευραῖς ἐμιμεῖτο τὴν φωνὴν τῶν ζώων. φόβος δἦν ἄλλῳ, μή πως βαστάζων τὸν κόσμον Ἄτλας ἀποσείσηται κεκμηκὼς αὐτὸν, οὕτως τε καὶ αὐτὸς συντριβείη καὶ ἡμᾶς αὐτῷ συναπολέσειεν· ἄλλα τε μυρία τοιαῦτα φαντασιοῦνται. διαφέρονται δὲ ἀλλήλων οἱ μελαγχολικοὶ, τὸ μὲν φοβεῖσθαι καὶ δυσθυμεῖν καὶ μέμφεσθαι τῇ ζωῇ καὶ μισεῖν τοὺς ἀνθρώπους ἅπαντες ἔχοντες, ἀποθανεῖν δἐπιθυμοῦντες οὐ πάντες, ἀλλἔστιν ἐνίοις αὐτῶν αὐτὸ δὴ τοῦτο κεφάλαιον τῆς μελαγχολίας, τὸ περὶ τοῦ θανάτου δέος· ἔνιοι δὲ ἀλλόκοτοί σοι δόξουσιν, ἅμα τε καὶ δεδιέναι τὸν θάνατον καὶ θανατᾷν. ὥστε ὀρθῶς ἔοικεν Ἱπποκράτης εἰς δύο ταῦτα ἀναγαγεῖν τὰ συμπτώματα αὐτῶν πάντα, φόβον καὶ δυσθυμίαν· ἐπὶ γέ τοι τῇ τοιαύτῃ δυσθυμίᾳ  μισοῦσιν πάντας, οὓς ἂν βλέπωσιν, καὶ σκυθρωποὶ διὰ παντός εἰσι, δειμαίνοντες, ὥσπερ ἐν σκότῳ βαθεῖ τά τε παιδία φοβεῖται καὶ τῶν τελείων οἱ ἀπαίδευτοι. καθάπερ γὰρ καὶ τὸ ἔξωθεν σκότος εἰς φόβον ἄγει σχεδὸν ἅπαντας ἀνθρώπους, πλὴν τῶν ἤτοι πάνυ φύσει τολμηρῶν, πεπαιδευμένων, οὕτως καὶ τῆς μελαίνης χολῆς τὸ χρῶμα παραπλησίως σκότῳ τὸν φρονοῦντα τόπον ἐπισκιάζον ἐργάζεται τοὺς φόβους. ὅτι γὰρ οἵ τε χυμοὶ καὶ ὅλως τοῦ σώματος κρᾶσις ἀλλοιοῖ τὰς ἐνεργείας τῆς ψυχῆς, ὡμολόγηται τοῖς ἀρίστοις ἰατροῖς τε καὶ φιλοσόφοις, ἐμοί τε διἑνὸς ὑπομνήματος ἀποδέδεικται, καθ ταῖς τοῦ σώματος κράσεσιν ἀκολουθούσας ἀπέδειξα τὰς τῆς ψυχῆς δυνάμεις· ὅθεν οὐδὲ γράψαι τι περὶ μελαγχολίας ἐτόλμησαν οἱ τὴν τῶν χυμῶν δύναμιν ἀγνοήσαντες, ἐξ ὧν εἰσι καὶ οἱ περὶ τὸν Ἐρασίστρατον. ἄξιον δέ ἐστι κᾀν τούτῳ θαυμάσαι τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων, ὥσπερ καὶ τἄλλα πολλὰ δόγματα, περὶ ὧν ἠγνόησαν οὐκ ὀλίγοι φιλοσόφων τε καὶ ἰατρῶν· ἅπαντες γοῦν ὀνομάζουσιν τὸ πάθος τοῦτο μελαγχολίαν, ἐνδεικνύμενοι διὰ τῆς προσηγορίας τὸν αἴτιον αὐτοῦ χυμόν. ἐὰν μὲν οὖν ἄρξηταί γε πρῶτα τὰ κατὰ τὴν γαστέρα συμπτώματα, καὶ μείζοσιν αὐτοῖς γινομένοις ἀκολουθήσῃ τὰ μελαγχολικὰ πάθη, κουφίζηταί τε ταῖς διαχωρήσεσιν καὶ τοῖς ἐμέτοις καὶ ταῖς κάτω φύσαις καὶ ταῖς ἐρυγαῖς ἄνθρωπος, ὑποχονδριακὸν μὲν ὀνομάσομεν οὕτως γε καὶ φυσῶδες τὸ νόσημα, συμπτώματα δὲ εἶναι φήσομεν αὐτοῦ, τήν τε δυσθυμίαν καὶ τὸν φόβον· ὅταν δὲ τὰ μὲν τῆς μελαγχολίας ἴδια συμπτώματα φαίνηται μεγάλα, κατὰ δὲ τὴν κοιλίαν ἤτοι μηδὲν, σμικρὰ, τὸν ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, ἠθροισμένης ἐν αὐτῷ μελαίνης χολῆς. ἐξ ὧν δὲ χρὴ διορίζεσθαι, πότερον ἐν αὐτῷ μόνῳ τῷ ἐγκεφάλῳ περιέχεται τοιοῦτός τις χυμὸς, καθὅλον ἐστὶ τὸ σῶμα, λέλεκται μικρὸν ἔμπροσθεν· ἀναμιμνήσκω δὲ τοὺς ἰδόντας ἑταίρους διά τε λουτρῶν πολλῶν καὶ διαίτης εὐχύμου τε καὶ ὑγρᾶς τὴν τοιαύτην μελαγχολίαν ἐκθεραπεύοντά με χωρὶς ἑτέρου βοηθήματος, ὅταν γε μήπω διά τε χρόνου μῆκος δυσεκκένωτος λυπῶν χυμός· ὡς ὅταν γε ἤδη κεχρονικὸς ὑπάρχῃ τὸ νόσημα, μειζόνων ἑτέρων ἐπὶ τοῖς εἰρημένοις δεῖται βοηθημάτων. ἐπιγίνεται δὲ τοιαύτη μελαγχολία προηγησαμέναις θερμαῖς διαθέσεσι τῆς κεφαλῆς, ἤτοι γε ἐξ ἐγκαύσεως, φλεγμονώδους ἐν αὐτῇ γενομένου πάθους, καὶ φρενίτιδος· ἐπιγίγνεται δὲ καὶ φροντίσι καὶ λύπαις μετἀγρυπνιῶν. περὶ μὲν οὖν μελαγχολίας ἱκανὰ καὶ ταῦτα.
§11–13
§11 Περὶ δὲ τῶν ἐπιληπτικῶν παθῶν, ἐπειδὴ καὶ ταῦτα γίνεται ποτὲ μὲν αὐτῆς τῆς κεφαλῆς πασχούσης, ποτὲ δὲ ἄλλοις συμπασχούσης, διοριστέον ἐπιμελῶς· ἠμέληται γὰρ ἅπασι σχεδὸν τοῖς ἰατροῖς, ὥσπερ τῶν τριῶν μελαγχολιῶν διορισμὸς, οὕτως καὶ τῶν ἐπιληψιῶν, τρεῖς ἐχουσῶν διαφοράς. ἁπασῶν μὲν οὖν αὐτῶν κοινόν ἐστι παθεῖν τὸν ἐγκέφαλον, ἤτοι ἐν αὐτῷ τοῦ πάθους συστάντος, ὡς τοῖς πλείστοις γίγνεται τῶν ἐπιλήπτων, ἀπὸ τοῦ τῆς γαστρὸς στόματος, δὴ καὶ στόμαχον εἰώθασι καλεῖν οἱ ἰατροὶ, κατὰ συμπάθειαν ἀνιόντος ἐπὶ τὸν ἐγκέφαλον, ἀνάλογον τοῖς γινομένοις συμπτώμασιν περὶ τοὺς ὀφθαλμοὺς ἀπὸ τοῦ στομάχου παραπλησίως τοῖς ὑποχεομένοις· ἐν δὲ τῷ σπανίῳ γίγνεταί τι καὶ ἕτερον ἐπιληψίας εἴτε εἶδος, εἴτε γένος, εἴτε διαφορὰν ἐθέλεις ὀνομάζειν, ἀπὸ μορίου τινὸς οὗ ἔτυχεν ἀρχομένου τοῦ πάθους, εἶταἰσθητῶς αὐτῷ τῷ κάμνοντι τὴν ἄνοδον ἐπὶ τὴν κεφαλὴν ποιουμένου. καὶ τοῦτἐθεασάμην ἐπὶ πρώτου μὲν παιδὸς ὡς ἐτῶν τρισκαίδεκα, μειράκιον ὢν αὐτὸς, ἅμα τοῖς ἀρίστοις ἰατροῖς τοῖς παρἡμῖν συνελθοῦσιν ἐπὶ τὴν τῆς θεραπείας αὐτοῦ σκέψιν. ἤκουον οὖν τοῦ παιδὸς διηγουμένου τὴν ἀρχὴν τῆς διαθέσεως αὑτῷ κατὰ τὴν κνήμην γίνεσθαι, κᾄπειτἐντεῦθεν ἀνιέναι κατεὐθὺ διά τε τοῦ μηροῦ καὶ τῆς ὑπερκειμένης λαγόνος τε καὶ πλευρᾶς, ἐπὶ τὸν τράχηλον ἄχρι τῆς κεφαλῆς, ἐπειδὰν δὲ πρῶτον ἐκείνης ψαύσῃ, μηκέτι παρακολουθεῖν ἑαυτῷ. τὴν μέντοι ποιότητα τοῦ φερομένου πρὸς τὴν κεφαλὴν ἐρωτώμενος ὑπὸ τῶν ἰατρῶν ὁποία τις εἴη, λέγειν οὐκ εἶχεν παῖς· ἀλλἕτερός γέ τις ἐκείνου νεανίσκος, οὐκ ἄφρων, ἀλλἱκανῶς αἰσθάνεσθαι τοῦ γιγνομένου δυνάμενος, ἑρμηνεῦσαι θἑτέρου δυνατώτερος, οἷον αὔραν τινὰ ψυχρὰν ἔφασκεν εἶναι τὴν ἀνερχομένην. ἐδόκει δὴ τῷ διδασκάλῳ Πέλοπι δυοῖν θάτερον, ἤτοι ποιότης ἀναδίδοσθαι ἀλλοιουμένων τῶν μορίων κατὰ τὸ συνεχὲς, πνευματική τις οὐσία. θαυμαστὸν δὲ οὐδὲν ἔφασκεν, δύναμιν ἰσχυρὰν ἴσχειν τὸν ἐν τῷ πάσχοντι μορίῳ γεννηθέντα παρὰ φύσιν χυμὸν, ὁποῖοι τοῖς πονηροῖς θηρίοις εἰσὶν οἱ ἰοί. τίς γὰρ οὐκ ἂν ἠπίστησεν, εἰ μὴ πολλάκις ἑωρῶμεν αὐτὸ γιγνόμενον, ἐπί τε τῶν σκορπίων ἐγχριμψάντων τῷ κέντρῳ, καὶ φαλαγγίων μικροτάτων δακνόντων, μεγάλην καὶ ἐξαίσιόν τινα μεταβολὴν ἴσχειν ὅλον τὸ σῶμα, καίτοι βραχυτάτης οὐσίας εἰς αὐτὸ καταβαλλομένης ὑπὸ τῶν θηρίων; ἐπὶ μὲν οὖν τοῦ δάκνοντος φαλαγγίου, κᾂν εἰ μικρὸν εἴη τὸ ζῶον, ὅμως δοὖν ἐπινοεῖν ἡμᾶς ἰόν τινα διὰ τοῦ στόματος αὐτοῦ καθιέναι τῷ δηχθέντι σώματι. τὸ δὲ τῆς θαλαττίας τρυγόνος κέντρον, ὥσπερ καὶ τὸ τοῦ χερσαίου σκορπίου, φαίνεται σαφῶς εἰς ὀξύτατον πέρας τελευτῶν, μηδὲν ἔχει κατὰ τὸ πέρας τρῆμα, διοὗ προΐησι τὸν ἰόν· ἀλλὅμως ἀναγκαῖον ἐννοεῖν ἡμᾶς εἶναί τινα οὐσίαν ἤτοι πνευματικὴν, ὑγρὰν, τις ὄγκῳ μέν ἐστιν ἐλαχίστη, μεγίστη δὲ τῇ δυνάμει. πεπληγὼς γοῦν τις ἔναγχος ὑπὸ σκορπίου χαλάζαις ἔφη δοκεῖν βάλλεσθαι, καὶ ἦν ὅλος ψυχρὸς,  ἵδρου τε ψυχρὸν, ἐσώθη τε μόγις βοηθούμενος. οὔκουν ἀδύνατον ἔφασκεν Πέλοψ εἶναι καὶ κατὰ τὸ σῶμα τοιαύτην τινὰ οὐσίαν γεννηθῆναι χωρὶς τῆς ἔξωθεν αἰτίας, καὶ ταύτην ὅταν ἐν νευρώδει μορίῳ τὴν σύστασιν σχῇ, κατὰ τὸ συνεχὲς εἰς τὴν ἀρχὴν τῶν νεύρων ἀναπέμπειν τὴν δύναμιν, ἤτοι κατἀλλοίωσιν, ὡς ἔφην, καί τινος οὐσίας πνευματικῆς ἀναφερομένης, ὥσπερ αὔρας. καὶ γάρ τοι καὶ φαίνονται πολλάκις ἐναργῶς, ὅταν σκορπίος ἐναπερείσηται τὸ κέντρον εἰς νεῦρον, ἀρτηρίαν, φλέβα, σφοδροτάτοις συμπτώμασιν οἱ πληγέντες οὕτως ἁλισκόμενοι. τὸ μὲν οὖν τοῦ σκορπίου κέντρον ἐγχωρεῖ καὶ μέχρι βάθους τοῦ σώματος ἐξικνεῖσθαι, διεξελθὸν ὅλον τὸ δέρμα, τὸ δὲ τῶν μικρῶν φαλαγγίων δῆγμα περὶ τὴν ἐπιφάνειαν μόνην γίνεται τοῦ δέρματος· ὥστε δῆλον ἐκ τοῦδε, καὶ διὰ τοῦ δέρματος ἐνίοτε μόνου τὴν δύναμιν τοῦ ἰοῦ φέρεσθαι πρὸς ὅλον τὸ σῶμα. συνεχές τε γὰρ αὐτῷ τὸ δέρμα πᾶν ὑπάρχει καὶ νευρῶδες· οὔκουν οὐδαμῶς ἀδύνατον εἰς ὅλον αὐτὸ διαδιδομένην ἐν τάχει τὴν ἐκ τοῦ καταβληθέντος ἰοῦ δύναμιν, ἐξ αὐτοῦ πάλιν τοῦδε κατὰ τὴν αὐτοῦ ψαῦσιν, εἰς ἕκαστον τῶν ὑποκειμένων αὐτῷ μεταλαμβάνεσθαι, πάλιν τε ἐξ ἐκείνων εἰς ἄλλα κατὰ συνέχειαν, εἶταὖθις ἐκ τῶν παθόντων εἰς ἄλλα, κᾀπειδὰν ἐπί τι τῶν κυρίων μορίων ἀφίκηται, κινδυνεύειν ἀπολέσθαι τὸν ἄνθρωπον. ἐνάγουσι δεἰς τοῦτο μάλιστα μὲν καὶ οἱ τοῖς ὑπερκειμένοις μέρεσι δεσμοὶ προσφερόμενοι, φανερωτάτην ὠφέλειαν ἐνδεικνύμενοι. καὶ γὰρ ἐπὶ τῶν ἐχιδνῶν ἐπειράθημεν τούτου καὶ τῶν σκορπίων, ἤδη δὲ καὶ ἀσπίδων, καὶ μάλιστα ἄν τις ἠπίστησεν διὰ τὸν ἐπικείμενον αὐτίκα θάνατον. ἀλλὅμως ἐπὶ τῆς Ἀλεξανδρείας ὄντος μου, δηχθείς τις ἄγροικος οὐ πόῤῥω τῆς πόλεως ἕνα τῶν κατὰ τὴν χεῖρα δακτύλων, ἔδησέ τε δεσμῷ σφοδροτάτῳ τὴν πρὸς τῷ μετακαρπίῳ ῥῖζαν αὐτοῦ, καὶ δραμὼν ἐπὶ τὴν πόλιν πρὸς ἰατρὸν συνήθη, παρέσχεν ἀποτεμεῖν ὅλον τὸν δάκτυλον ἀπὸ τῆς εἰς τὸ μετακάρπιον διαρθρώσεως, ἐλπίζων ἐκ τούτου μηδὲν πείσεσθαι· καὶ μέντοι γε καὶ προὐχώρησεν αὐτῷ κατὰ τὴν ἐλπίδα, διεσώθη γὰρ οὐδὲν ἄλλο πραγματευόμενος ἔτι. καθάπερ ἕτερον οἶδα πιόντα τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου, μετὰ τοῦ τὸν δάκτυλον ἀποτεμεῖν, ὑγιασθέντα· καὶ μέντοι γε καὶ ἄλλον ἐθεασάμην ἄγροικον, ὅλον τὸν δάκτυλον ὑπὸ ἐχίδνης δηχθέντα, δρεπάνῳ μὲν, τότεἶχεν, ἦν γὰρ ἀμπελουργὸς, ἀπὸ τῆς ὑστάτης διαρθρώσεως ἀποτεμόντα τὸ δεδηγμένον μέρος, ἄνευ δὲ πόσεως φαρμάκου διασωθέντα, τοῦ δακτύλου κατουλωθέντος ὑπὸ τῶν συνηθῶν φαρμάκων. ἀλλὰ καὶ τὸν ἀπὸ τῆς κνήμης ἐπίληπτον παῖδα θεραπεύειν ἐπιχειρήσαντες οἱ τότε συναθροισθέντες εἰς τὴν σκέψιν ἰατροὶ, δόξαν αὐτοῖς προκαθήραντας ὅλον τὸ σῶμα προσενεγκεῖν τῷ μέρει τὸ διὰ τῆς θαψίας νάπους φάρμακον, ἐν τῷ μεταξὺ δήσαντες τὸ κῶλον ἀνωτέρω τοῦ πρωτοπαθοῦντος μορίου, διεκώλυσαν γενέσθαι τὸν παροξυσμὸν, καίτοι καὶ καθἑκάστην ἡμέραν γινόμενον. ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας εἰρήσθω μοι τοῦ μὴ θαυμάζειν ἕνεκα, ὅπως ἀπὸ μορίου τινὸς ἀκύρου γένεσιν ἴσχει τηλικοῦτον πάθος· ὑπολείπεται δἔτι ζητῆσαι τὴν αἰτίαν τῶν ἐπὶ ταῖς τοιαύταις συμπαθείαις γιγνομένων ἐπιληπτικῶν σπασμῶν· οὐδὲ γὰρ Πέλοψ εἰς τοῦτο πιθανὸν οὐδὲν εἶπεν, ὥσπερ οὐδἄλλος οὐδεὶς ὧν ἐκοινωνήσαμεν. ἐμοὶ γοῦν θεασαμένῳ ποτὲ τὴν ἐπὶ τῇ τοιαύτῃ συμπαθείᾳ κατάπτωσιν τοῦ κάμνοντος ἀνθρώπου χωρὶς σπασμῶν σφοδρῶν γιγνομένην, ἐν βραχείαις κατὰ διαλείμματα παλμώδεσι κινήσεσι, πιθανὸν ἐφαίνετο γίγνεσθαί τι τοιοῦτον, οἷον ὁρᾶται συνεχέστατα καὶ ἐπὶ τοῦ στομάχου συμβαῖνον ἐν τοῖς λυγμοῖς. ἐγὼ γοῦν αὐτὸς, ὅταν ποτὲ πεπέρεως προσενέγκωμαι πλέον, εὐθέως λύζω, καὶ ἄλλοις δέ τισιν οὐκ ὀλίγοις εἶδον τοῦτο συμβαῖνον, οἷς αἰσθητικὸν ἱκανῶς ἦν τὸ τῆς γαστρὸς στόμα· προείρηται δὅτι καὶ τοῦτο συνήθως ὀνομάζουσιν οὐχ οἱ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι στόμαχον· εἶδον γοῦν ἐν τῇ καταπτώσει τῶν κατὰ συμπάθειαν, οὐκ ἰδιοπάθειαν ἐγκεφάλου πασχόντων ἐπιλήπτων οἷον παλμώδη τινὰ κλόνον ἐκ διαστημάτων γιγνόμενον, οὐ συνεχῆ σπασμὸν, ὥστε με τεκμαίρεσθαι παραπλησίαν τινὰ κίνησιν γίγνεσθαι κατὰ τὸν ἐγκέφαλον τῇ κατὰ τὸν στόμαχον ἐπὶ τοῖς ἀνιῶσιν αὐτὸν ἐνίοτε συμπιπτούσῃ. καὶ γὰρ ἐπὶ τροφῆς πλήθει βαρυνόμενος, ὥσπερ οὖν καὶ δακνόμενος ἐπὶ ταῖς διαφθοραῖς αὐτῆς, φαίνεται λύζων· καὶ διὰ δριμύν τε χυμὸν, οὐ μόνον λυγμὸν, ἀλλὰ καὶ σπασμὸν εἶδον οὐκ ὀλιγάκις ὅλῳ τῷ σώματι γιγνόμενον· ἐμεθέντος δὲ τοῦ δάκνοντος, εὐθέως ἐπαύσατο. θαυμαστὸν οὖν οὐδέν ἐστιν, καὶ τὴν ἀρχὴν τῶν νεύρων εἰς τοιαύτην κίνησιν ἀχθῆναι, διώσασθαι σπεύδουσαν τι περ ἂν τὸ ἐπαὐτὴν ἀπὸ τοῦ πρωτοπαθοῦντος μέρους ἀναφερόμενον· οὕτω δέ μοι δοκεῖ καὶ τἄλλα πάντα τὰ κλονοῦντα τὸ νευρῶδες γένος ἐπιγίνεσθαι συμπτώματα, τὰ δὲ εἰς κατάπτωσιν ἀναίσθητον ἄγοντα χωρὶς κινήσεως σπασμώδους, παλμώδους, ἐπὶ καταφύξει γίγνεσθαι σφοδρᾷ· τούτου δὲ γένους ἐστὶ καὶ λήθαργος. δὲ ἀποπληξία διὰ τὴν ἐξαίφνης γένεσιν ἐνδείκνυται ψυχρὸν χυμὸν, παχὺν, γλίσχρον ἀθρόως πληροῦντα τὰς κυριωτέρας τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, οὐ κατὰ δυσκρασίαν ὅλης τῆς οὐσίας αὐτοῦ γίνεσθαι, καθάπερ τε λήθαργος καὶ φρενῖτις, αἵ τε μανίαι καὶ αἱ μελαγχολίαι καὶ αἱ μωρώσεις, ἀπώλειαί τε τῆς μνήμης, ἀμυδρότης τε τῶν αἰσθήσεων, καὶ τῶν κινήσεων ἐκλύσεις. ἐπὶ δοὖν ἁπάντων τῶν τοιούτων παθῶν, ὁποῖόν ἐστι καὶ τὸ τῆς ἀποπληξίας, τὸ μέγεθος τοῦ κινδύνου τεκμαίρου τῷ μεγέθει τῆς κατὰ τὴν ἀναπνοὴν βλάβης. ὥσπερ γὰρ ἐπὶ τῶν κοιμωμένων ἀναπνοὴ γίνεται, καίτοι μηδεμίαν ἄλλην ἐνέργειαν ἐνεργούντων τῶν προαιρετικῶν, ἀλλὑπτίων ἐπὶ τῆς κλίνης ἀκινήτων ἀνακειμένων, οὕτως κᾀν τοῖς καρώδεσι πάθεσιν ἅπασι μήταἰσθανομένου μήτε κινουμένου τοῦ σώματος, ὅμως ἀναπνοὴ μόνη διασώζεται, τῶν κινούντων τὸν θώρακα μυῶν ἔργον οὖσα· τούτου γὰρ ἐπιστήμην ἔχομεν βεβαίαν ἀποδεικτικῷ νόμῳ γεγονυῖαν, ὥσπέρ γε καὶ ὅτι τοῖς μυσὶν ἅπασιν ἀρχὴ τῆς κινήσεως ἀπὸ τῶν ἐμφυομένων αὐτοῖς γίνεται νεύρων· δὲ ἀνατομὴ σαφῶς ἡμᾶς ἐδίδαξεν, ἁπάντων τῶν νεύρων εἶναι τὴν πρώτην ἀρχὴν τὸν ἐγκέφαλον. οὐχ ἁπλῶς δεἶπον ἀρχὴν, ἀλλὰ πρώτην τῷ λόγῳ προσέθηκα, διὰ τὸν νωτιαῖον· ὁρᾶται μὲν γὰρ ἐκφυόμενα τούτου νεῦρα πάμπολλα, τὴν χορηγίαν δὧν ἔχει δυνάμεων, αὐτὸς ἐγκέφαλος ἐπιπέμπει καὶ τῷ νωτιαίῳ. τὴν τοίνυν ἀναπνοὴν ὅταν ἱκανῶς ἐμποδιζομένην ἴδῃς καὶ μόγις γινομένην, οὐ μικρὰν τεκμαίρου τὴν νοσώδη διάθεσιν ἐν ἐγκεφάλῳ γεγονέναι, κατὰ πάσας τὰς καρώδεις νόσους.
§12 Ταῦτά τε οὖν ἅπαντα σαφῶς τὰ πάθη περὶ τὴν κεφαλὴν γίνεται, καὶ προσέτι τὸ καλούμενον σκοτωματικὸν, εὔδηλον ὂν κᾀξ αὐτῆς τῆς προσηγορίας, ὁποῖόν ἐστι. σκοτοῦνται γὰρ ἐπὶ σμικραῖς προφάσεσιν οἱ πάσχοντες, ὡς καὶ καταπίπτειν ἐνίοτε, μάλιστα μὲν ὅταν αὐτοί ποτε ἐν κύκλῳ περιστραφῶσιν· ὅπερ γὰρ τοῖς ἄλλοις ἐπὶ πολλαῖς περιστροφαῖς συμβαίνει, τοῦτο ἐκείνοις ἐπὶ μιᾶς. κᾂν ἕτερον δέ τινα περιστρεφόμενον ἴδωσι, σκοτοῦνται, κᾂν τροχὸν, τι τοιοῦτον περιδινούμενον, αὐτάς τε τὰς καλουμένας δίνας ἐν τοῖς ποταμοῖς. συμβαίνει δαὐτοῖς ταῦτα μᾶλλον, ὅταν ἡλιωθῶσιν, πως ἄλλως θερμανθῶσι τὴν κεφαλήν. ἔοικεν οὖν ὅπερ ἐν τοῖς ἄλλοις ἐκ τοῦ περιστραφῆναι πολλάκις ἐν κύκλῳ συμβαίνει, τοῦτο ἐκείνοις ἄνευ τοῦ περιστραφῆναι γίγνεσθαι· τοῖς δὲ περιστρεφομένοις πολλάκις ἐν κύκλῳ ἀνώμαλός τε καὶ ταραχώδης καὶ ἄτακτος κίνησις τῶν τε χυμῶν καὶ τοῦ πνεύματος ὡμολόγηται γίγνεσθαι· εὔλογον οὖν τοῖς ἐν τῷ σκοτωματικῷ πάθει καθεστῶσι τοιοῦτόν τι συμβαίνειν. διὸ καί τινες αὐτῶν ἀρτηριοτμηθέντες ὤνηντο, διαιρουμένων δηλονότι τῶν ὀπίσω τῶν ὤτων ἀρτηριῶν ὅλων ἄχρι βάθους, ὡς οὐλὴν μεταξὺ γενέσθαι τῶν δύο μερῶν. ὅτι δὲ οὐ πάντες ὑπὸ τοῦ βοηθήματος τοῦδε θεραπεύονται, δῆλόν ἐστιν· ἕτεραι γὰρ ἀρτηρίαι τούτων πολὺ μείζους ἐπὶ τὸν ἐγκέφαλον ἀνέρχονται κατὰ τὴν βάσιν αὐτοῦ διὰ τοῦ καλουμένου δικτυοειδοῦς πλέγματος, ὑφὧν γίνεσθαι τὸ πάθος εὔλογόν ἐστιν, ἀτμώδους καὶ θερμοῦ πνεύματος διαὐτῶν ἀναφερομένου καὶ πληροῦντος τὸν ἐγκέφαλον· ἐγχωρεῖ δὲ καὶ καταὐτὸν τὸν ἐγκέφαλον ἀνώμαλόν τινα δυσκρασίαν γενέσθαι τοιούτου πνεύματος γεννητικήν. ἀλλὅτι γε καὶ τοῦτο τῆς κεφαλῆς ἐστιν τὸ πάθος, ἐξ αὐτῆς τῶν ἐσκοτωμένων τῆς αἰσθήσεώς ἐστι δῆλον· γίγνεται δὲ καὶ αὐτὸ, ποτὲ μὲν πρωτοπαθούσης τῆς κεφαλῆς, ποτὲ δὲ συμπαθούσης κατὰ τὸ στόμα τῆς κοιλίας. ὡμολόγει δὲ τοῦτο καὶ Ἀρχιγένης ἐν τῷ πρώτῳ τῶν χρονίων παθογνωμονικῶν γράψας ὡδὶ περὶ τοῦ σκοτωματικοῦ τούτου πάθους. λαμβάνει δὲ τὴν κατασκευὴν διχόθεν καὶ αὐτὸ, ἤτοι ἀπὸ κεφαλῆς καὶ τῶν κατὰ τὰ ὑποχόνδρια χωρίων. καὶ μέντοι καὶ διορίζειν αὐτὰ πειρᾶται, τοῖς μὲν ἀπὸ τῆς κεφαλῆς πρωτοπαθούσης σκοτωματικοῖς ὤτων ἤχους καὶ κεφαλῆς ὀδύνας καὶ βάρη προηγεῖσθαι λέγων, καὶ τῆς ὀσφρήσεως, τινος ἄλλης βλάβην αἰσθήσεως τῶν ἐντεῦθεν· αὐτὸς γὰρ προσέθηκεν τούτῳ τῷ λόγῳ, τῶν ἐντεῦθεν, τὰς ἀπὸ τῆς κεφαλῆς ὁρμωμένας ἐμοὶ δοκεῖν ἐνδείξασθαι βουλόμενος· τοῖς δὲ ἀπὸ τοῦ στόματος τῆς κοιλίας σκοτωματικοῖς καρδιωγμοὺς καὶ ναυτίας προηγεῖσθαί φησιν. ἀλλὡς εἴρηταί μοι καὶ πρόσθεν ἤδη πολλάκις, εἰ καὶ κατὰ συμπάθειαν ἑτέρου μορίου πάσχοι ποθ κεφαλὴ, τὰ γινόμενα γοῦν πάθη ταύτης εἶναι νομιστέον ἐστίν.
§13 Οὐ μὴν οὐδὲ περὶ τῆς ὀνομαζομένης ὑπὸ τῶν ἰατρῶν κεφαλαίας ἀμφισβητήσειεν ἄν τις, ὡς οὐκ ἂν εἴη τῆς κεφαλῆς τὸ νόσημα. ἔστι γὰρ, ὡς ἄν τις συλλαβὼν λόγῳ βραχεῖ εἴποι, τὸ πάθος τοῦτο κεφαλαλγία χρόνιός τε καὶ δύσλυτος, ἐπὶ μικραῖς προφάσεσιν μεγάλους ἴσχουσα παροξυσμοὺς, ὡς μήτε ψόφων ἀνέχεσθαι, μήτε φωνῆς σφοδροτέρας, μήτε λαμπροῦ φωτὸς, μήτε κινήσεως, ἀλλἐν ἡσυχίᾳ καὶ σκότῳ κατακεῖσθαι βούλεσθαι διὰ τὸ μέγεθος τῶν ἀλγημάτων. ἔνιοι μὲν γὰρ αὐτῶν ὡς ὑπὸ σφυρᾶς πλήττεσθαι δοκοῦσιν, ἔνιοι δὲ ὡς θλωμένων διατεινομένων αἰσθάνονται τῶν κατὰ τὴν κεφαλὴν, οὐκ ὀλίγοις δεἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. καὶ μέντοι καὶ διαλείπουσιν οἱ τοιοῦτοι παροξυσμοὶ, καθάπερ καὶ τοῖς ἐπιλήπτοις, καί τις χρόνος γίνεται μεταξὺ τελέως ἄμεμπτος. εὔδηλον οὖν ὅτι τὸ νόσημα τοῦτο τὴν μὲν εὐπάθειαν ἔχει τῆς κεφαλῆς ὁμογενῆ τοῖς κεφαλαλγικοῖς, ἐπὶ μᾶλλον δἐκείνων ἀσθενείας ἥκει τὰ κατὰ τὴν κεφαλαίαν πάσχοντα μόρια. διαφορὰ δέ τίς ἐστιν καὶ αὐτῶν τῶν κεφαλαλγικῶν, ἐνίων μὲν τὴν κεφαλὴν εὐπλήρωτον ἐχόντων, ἐπιτήδειον δὲ τὴν ὅλην τοῦ σώματος ἕξιν εἰς τὸ πληροῦν αὐτὴν, ἐνίων δὲ καὶ αὐτὰ τὰ πεφυκότα πάσχειν ἐπιτήδεια· καὶ συμβαίνει γε ταῖς τοιαύταις φύσεσιν κακῶς διαιτωμέναις εἰς τὸ τῆς κεφαλαίας ἐμπίπτειν πάθος. οὐκ ἀπεικὸς δὲ, τοῖς μέν τισιν αὐτῶν τὰς περὶ τὸν ἐγκέφαλον ὀδυνᾶσθαι μήνιγγας, ἐνίοις δὲ τὸ περικράνιον· διάκρισις δὲ αὐτῶν ἐν τῷ διήκειν, μὴ διήκειν τὰς ὀδύνας εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν. εὔλογον γὰρ οἷς διάθεσίς ἐστιν ἔνδον τοῦ κρανίου, τούτοις εἰς τὰς τῶν ὀφθαλμῶν βάσεις ἀφικνεῖσθαι τὸν πόνον, ἐπειδὴ καθήκουσιν εἰς αὐτὰς ἀποφύσεις  ἐξ ἐγκεφάλου τε καὶ ἀμφοτέρων τῶν μηνίγγων, ἔτι τε καὶ τῶν ἐν αὐταῖς ἀγγείων. ἀλλὰ καὶ τῶν ὀδυνωμένων τὸ τῆς κεφαλῆς ἥμισυ μέρος, καλουμένων δὲ συνήθως ἡμικρανικῶν, ἐνίοις μὲν ἔξωθεν τοῦ κρανίου τὴν αἴσθησιν τῆς ὀδύνης γίνεσθαι συμβαίνει, τισὶ δὲ εἰς τὸ βάθος τῆς κεφαλῆς διήκουσαν· διορίζει δἑκάτερον μέρος τῆς κεφαλῆς, ἀριστερόν τε καὶ δεξιὸν, κατὰ τὸ μῆκος ἐκτεταμένη ῥαφὴ, καθἣν ἔνδον τῶν ὀστῶν τῆς κεφαλῆς μέσον τὸν ἐγκέφαλον διαιροῦσα γραμμὴ τέτακται, πρὸς ἣν ἀνήκει τὸ διάφραγμα τῶν ἐμπροσθίων δυοῖν κοιλιῶν. ἐπιτήδειοι δὲ φύσεις σωμάτων εἰσὶν πληροῦν τὴν κεφαλὴν, ἐν αἷς ἀτμῶδες πνεῦμα γεννᾶται θερμὸν, χολώδη περιττώματα κατὰ τὸ στόμα τῆς κοιλίας ἀθροίζεται· γίγνεται δὲ τὰ μὲν ἀπὸ τῶν πνευμάτων ἀλγήματα τονώδη, καλεῖται δὲ οὕτως οἷς αἴσθησις συνέζευκται τάσεως· τὰ δἀπὸ τῶν χολωδῶν περιττωμάτων δακνώδη· τὰ δὑπὸ πλήθους γινόμενα βάρους αἴσθησιν ἔχει, μετὰ μὲν ἐρεύθους καὶ θερμασίας συμβάντα θερμῶν χυμῶν, ἄνευ δὲ τούτων οὐ θερμῶν. ἐνίοις δὲ συμβαίνει συνεχῶς ἀλγεῖν τὴν κεφαλὴν ἔκ τε πόσεως οἴνου βραχεῖ πλείονος, ἀκρατεστέρου ποθέντος, ἔτι τε μᾶλλον, εἰ θερμὸς εἴη φύσει· πασῶν τε τῶν θερμῶν ὀσμῶν, ὅσοι στύρακος, κύφεως, ὅλως ἀρωμάτων θερμῶν θυμιωμένων γίγνονται· τινὲς δὲ οὐδὲ τὴν ἀπὸ τοῦ λιβανωτοῦ φέρουσιν ὀσμήν. εὔλογον δὲ καὶ διὰ περιττὴν αἴσθησιν ἐνίοις γίγνεσθαι τὰς ὀδύνας, ὥσπερ ἐπὶ τοῦ στόματος τῆς κοιλίας οὐκ ὀλίγοις· τισὶ μὲν γὰρ οὕτως ἐστὶν αἰσθητικὸν, ὡς μήτὄξος φέρειν δριμὺ, μήτε νᾶπυ, μήτἄλλο τι τοιοῦτον· ἐνίοις δἐγγὺς ἀναισθησίας ἥκει, φαίνονται γοῦν ἐρυγγάνοντες, ἐμοῦντες, ἔνιοι μὲν δεινῶς ἄτοπα ταῖς ποιότησιν, ὡς ἡμῶν τῶν ὀσμωμένων αὐτὰ μηδένα δύνασθαι φέρειν, αὐτοὶ δὲ μηδεμίας ἀξιολόγου δήξεως αἰσθανόμενοι. δυνατὸν οὖν ἐστι καὶ κατὰ τὸν ἐγκέφαλον εἶναι τοιαύτας διαφορὰς τοῖς ἀνθρώποις, ὡς τῶν αὐτῶν ὀσμῶν ἐνίους μὲν ἀλύπως ἀνέχεσθαι, καθάπερ εἰ καὶ μηδὅλως αὐτοῖς ἐπλησίασαν, ἐνίους δὲ ἀνιαρῶς. ἀλλὅτι γε τὰ τοιαῦτα πάθη πάντα τῆς κεφαλῆς ἐστιν, ἐναργῶς φαίνεται.
§14–15
§14 Τό γε μὴν τῆς παραλύσεως νόσημα καὶ τὸ τῶν διὅλου τοῦ σώματος σπασμῶν, ἐξ οὗ γένους ἐστὶν καὶ τέτανος, οὐκ ἔθὁμοίως τοῖσδε διαἰσθήσεως γνωστὸν, ἀλλὰ λόγου δεῖται τοῦ διδάξοντος. ὅταν οὖν ὅλον τὸ σῶμα βλάπτηταί ποτεἰς τὰ τῶν νεύρων ἔργα, τὴν αὐτῶν ἀρχὴν πεπονθέναι δηλοῖ· ταύτην δἐξ ἀνατομῆς μόνης ἔνεστι γνῶναι. πάντων μὲν οὖν ἅμα τῶν νεύρων ἀπολεσάντων αἴσθησίν τε καὶ κίνησιν, ἀποπληξία τὸ πάθος ὀνομάζεται· κατὰ θάτερον δὲ μέρος, ἤτοι τὸ δεξιὸν τὸ ἀριστερὸν, εἰ συμβαίνει τοῦτο, παράλυσις καλεῖται, τοῦ μέρους ἐκείνου δηλονότι καθ συνέστη, ποτὲ μὲν τοῦ δεξιοῦ, ποτὲ δὲ θατέρου· καθάπερ εἰ καὶ κατά τι τῶν κώλων γένοιτο, τοῦ μέρους ἐκείνου παράλυσίς ἐστι· καὶ γὰρ καὶ χεὶρ ὅλη, καὶ σκέλος ὅλον παραλύεταί ποτε, καὶ ποὺς μόνος ἐν σκέλει, καὶ τὰ μετὰ τὸ γόνυ, καὶ κατὰ τὸ τῆς ὅλης χειρὸς κῶλον, ἀνάλογον. ἐμάθομεν δὲ ἐν ταῖς ἀνατομαῖς, ἁπάντων τῶν καθὁρμὴν τοῦ ζώου κινουμένων μορίων ὅσα κάτω τοῦ τραχήλου, τούτων τὰ κινητικὰ νεῦρα τὴν ἔκφυσιν ἔχειν ἐκ τοῦ καλουμένου νωτιαίου μυελοῦ· καὶ μέντοι καὶ ὅτι ποτὲ μὲν ἅμα τῇ τοῦ μυελοῦ προσηγορίᾳ καλοῦσι τὸ μόριον ἐκεῖνο, νωτιαῖον μυελὸν ὀνομάζοντες, ἔστι δὅτε χωρὶς προσθήκης ἁπλῶς νωτιαῖον, ἀκηκόατε πολλάκις. ἐθεάσασθε δὲ κᾀν ταῖς ἀνατομαῖς τὰ τὸν θώρακα κινοῦντα νεῦρα ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐκφυόμενα νωτιαίου, καὶ πρὸς τοῦτο τὰς ἐγκαρσίας τομὰς αὐτοῦ, καθἃς ὅλως διακόπτεται, τὰ κατωτέρω μέρη πάντα τοῦ σώματος ἀναίσθητά τε καὶ ἀκίνητα ποιούσας, ὡς ἂν καὶ αὐτοῦ τοῦ νωτιαίου τήν τε τῆς αἰσθήσεως καὶ τὴν τῆς καθὁρμὴν κινήσεως δύναμιν ἐξ ἐγκεφάλου λαμβάνοντος. ἀλλὰ καὶ τοῦτο ἔτι κατὰ τὰς ἀνατομὰς ἐθεάσασθε, τὰς ἐγκαρσίας τομὰς τοῦ νωτιαίου, μέχρι τῆς μέσης ἐν αὐτῷ κατὰ τὸ μῆκος χώρας, οὐ πάντα τὰ κάτω παραλυούσας, ἀλλὰ μόνα τὰ κατεὐθὺ τῆς τομῆς, δεξιὰ μὲν ἐπὶ τῷ δεξιῷ μέρει τοῦ νωτιαίου τμηθέντος, θάτερα δὲ ἐπὶ τῷ λοιπῷ. εὔδηλον οὖν ὅτι κατὰ τὴν πρώτην ἔκφυσιν τοῦ νωτιαίου γενομένης τινὸς διαθέσεως, ὑφἧς εἰς αὐτὸν αἱ παρἐγκεφάλου δυνάμεις ἀφικνεῖσθαι κωλυθήσονται, πάντα τὰ κάτω κῶλα, πλὴν τῶν κατὰ τὸ πρόσωπον, ἀκίνητα ἔσται καὶ ἀναίσθητα· καθάπερ εἰ καὶ τὸ ἥμισυ μέρος πάθοι τῆς ἐκφύσεως, οὐ πάντων ἔσται τῶν κάτω παράλυσις, ἀλλἤτοι τῶν ἀριστερῶν μόνων, τῶν δεξιῶν. ὁρῶνται δὲ τῶν τοιούτων παραλύσεων ἔνιαι καὶ τὰ κατὰ τὸ πρόσωπον βλάπτουσαι, καὶ παρασπᾶταί γε τὸ παραλυθὲν ἐπὶ θάτερον μέρος τοῦ προσώπου. μεμαθηκότες οὖν ἐν ταῖς ἀνατομαῖς, ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ νεῦρα τοῖς κατὰ τὸ πρόσωπον ἐπιπέμπεσθαι μορίοις, ἔνθα μὲν καὶ τούτων τι συμπαρελύθη τῷ παντὶ σώματι, κατὰ τὸν ἐγκέφαλον αὐτὸν εἴσεσθε τὴν διάθεσιν εἶναι τῆς παραλύσεως· ἡνίκα δἀπαθῆ διαφυλάττεται ταῦτα, κατὰ τὴν ἀρχὴν τοῦ νωτιαίου. συμβαίνει δἐνίοις μόνα τὰ κατὰ τὸ πρόσωπον πάσχειν, ὥσπέρ γε καὶ μόριον ἕν τι, γλῶτταν, ὀφθαλμὸν, γένυν, χεῖλος, ὡς ἂν οὐκ ἐχόντων αὐτῶν ἁπάντων ἕνα τόπον ἀρχὴν, ἀλλἐκ διαφερόντων μορίων ἐγκεφάλου λαμβανόντων τὰ νεῦρα, φαίνεται γὰρ τοῦτο σαφῶς ἐν ταῖς ἀνατομαῖς. τοίνυν ἀποπληξία πάσας ὁμοῦ τὰς ψυχικὰς ἐνεργείας βλάπτουσα, σαφῶς ἡμῖν ἐνδείκνυται τὸν ἐγκέφαλον αὐτὸν πάσχειν· διάγνωσις  δὲ τοῦ κατὰ τὸ μέγεθος πάθους ἐκ τοῦ ποσοῦ τῆς κατὰ τὴν ἀναπνοὴν γίγνεται βλάβης· ἐφὧν μὲν γὰρ ἐπὶ πλεῖστον ἐκβέβηκε τοῦ κατὰ φύσιν ῥυθμοῦ, μεγάλην ἡγητέον εἶναι τὴν κατὰ τὸν ἐγκέφαλον βλάβην· ἐφὧν δὲ ὀλίγον ἐμποδίζεται, βραχεῖαν. ἁπασῶν δὲ χειρίστην ἀναπνοὴν ἡγητέον εἶναι τὴν διαλείπουσάν τε καὶ μετὰ βίας μεγάλης γινομένην. καὶ τό γἀποθνήσκειν τοὺς ἀποπλήκτους συμβαίνει διὰ τὴν ἀπώλειαν τῆς ἀναπνοῆς, ὡς τό γε μὴ κινεῖν τὰ μόρια τοῦ σώματος εἰς μὲν τὰς κατὰ τὸν βίον πράξεις ἄχρηστον ἀποδείκνυσιν τὸν ἄνθρωπον, οὐ μὴν ὀξὺν ἐπιφέρει τὸν θάνατον. ἴδομεν γοῦν ἤδη τινὰ τὰ μὲν ἄλλα πάντα παραλελυμένον, ἐνεργοῦντα δὲ κατὰ φύσιν ἅπασιν τοῖς κατὰ τὸ πρόσωπον μέρεσιν· ἐσώζετο δὲ αὐτῷ δηλονότι καὶ ἀναπνοή· πῶς γὰρ ἂν ἠδύνατο ζῇν ἐπὶ πλεῖστον, ἀπολωλυίας αὐτῆς; τούτῳ πρωτοπαθεῖν ἐλογιζόμεθα τοῦ νωτιαίου τὸ κατωτέρω βραχεῖ τῆς ἐπὶ τὸ διάφραγμα τῶν νεύρων ἐκφύσεως· εὔδηλον δὲ ὅτι καὶ οὖρα καὶ διαχωρήματα χωρὶς προαιρέσεως ἀπεκρίνετο. καὶ μέντοι καὶ ἄλλον ἐκ καταπτώσεως ἐθεασάμεθα, πλὴν τῶν χειρῶν, τὰ κάτω πάντα παραλυθέντα. καθάπερ δὲ παράλυσις ὅταν ἐν ὅλῳ γένηται τῷ σώματι, τῶν κατὰ τὸ πρόσωπον ἀβλαβῶν διαμενόντων, ἐν ἀρχῇ τοῦ νωτιαίου τὸ πάθος εἶναι δηλοῖ, κατὰ τὸν αὐτὸν λόγον, εἰ καὶ σπασμὸς ἐν ὅλῳ τῷ σώματι γένοιτο, τὸν αὐτὸν τόπον τοῦ νωτιαίου πεπονθέναι δηλώσει, τῶν γε κατὰ τὸ πρόσωπον ἀπαθῶν διαμενόντων· εἰ δὲ καὶ ταῦτα πάσχει, κατὰ τὸν ἐγκέφαλον εἶναι τὸ πάθας ἐνδείξεται· μορίου δέ τινος σπωμένου, τὸ κινητικὸν ἐκείνου νεῦρον, τοὺς μῦς, ἀναγκαῖόν ἐστι πάσχειν. ἐπιστάμενος οὖν τις ἐξ ἀνατομῆς ἀρχὰς τῶν εἰς ἕκαστον μόριον ἀφικνουμένων νεύρων, ἄμεινον ἰάσεται τὰς ἀναισθησίας καὶ ἀκινησίας ἑκάστου μέρους. ἀδιόριστον δὲ τοῦτο καταλειφθὲν ὑφἩροφίλου τε καὶ Εὐδήμου, τῶν πρώτων μεθἹπποκράτην νεύρων ἀνατομὴν ἐπιμελῶς γραψάντων, οὐ σμικρὰν ζήτησιν παρέσχε τοῖς ἰατροῖς, ὅπως ἔνιαι μὲν τῶν παραλύσεων αἴσθησιν μόνην, ἔνιαι δὲ τὴν προαιρετικὴν κίνησιν, ἔνιαι δὲ ἀμφοτέρας διαφθείρουσι. μάλιστα μὲν οὖν παράλυσις ἐπὶ ἐπὶ τῇ τῆς κινήσεως ἀπωλείᾳ λέγεται, τῶν τὴν αἴσθησιν ἀπολωλεκότων μορίων ἀναισθήτων μὲν εἶναι, παραλελύσθαι δοὐ πάνυ τι συνήθως λεγομένων· ἤδη μέντοι τινες καὶ τοῦτο τὸ πάθημα παράλυσιν αἰσθήσεως ὀνομάζουσιν· ὑμεῖς δὲ, ὡς ἀεὶ παρακελευόμεθα, συγχωρεῖτε μὲν ὀνομάζειν ἑκάστοις ὡς ἂν ἐθέλωσιν, σκοπὸς δὑμῖν ἔστω, τὸν πεπονθότα τόπον εὑρεῖν, ἅμα δηλονότι τῇ καταὐτὸν διαθέσει· χωρὶς γὰρ τοῦ ταῦτα γνῶναι βεβαίως ἀδύνατον ἔσται θεραπεύειν ὀρθῶς τὰ βεβλαμμένα κίνησιν αἴσθησιν μόρια. Παυσανίας οὖν ἀπὸ τῆς Συρίας σοφιστὴς εἰς Ῥώμην ἀφικόμενός ποτε, τοὺς μικροὺς δύο δακτύλους τῆς ἀριστερᾶς χειρὸς καὶ τοῦ μέσου τὸ ἥμισυ δυσαισθήτους μὲν ἔσχεν τὸ πρότερον, ὕστερον δὲ καὶ ἀναισθήτους, κακῶς θεραπευσάμενος ὑπὸ τῶν ἰατρῶν. ἐπεὶ δὲ ἐγὼ θεασάμενος αὐτὸν ἠρώτων τε τὰ προγεγονότα πάντα, σὺν αὐτοῖς τε ἤκουσα κατὰ τὴν ὁδὸν τοῦ ὀχήματος ἐκπεσόντα τὸν ἄνδρα πληγῆναι τὴν ἀρχὴν τοῦ μεταφρένου, καὶ τὸ μὲν πληγὲν μέρος ἐν τάχει θεραπευθῆναι, κατὰ βραχὺ δὲ αὐξηθῆναι τὴν τῶν δακτύλων βλάβην τῆς αἰσθήσεως· τοῖς δακτύλοις ἐκεῖνοι προσέφερον φάρμακα, ταῦτἐκέλευσα κατὰ τοῦ πληγέντος τίθεσθαι μορίου, καὶ οὕτως ἀνὴρ διὰ ταχέων ὑγιάσθη. τὴν ἀρχὴν δὲ οὐδὅτι τῶν μὲν εἰς τὸ δέρμα τῆς ὅλης χειρὸς διασπειρομένων νεύρων, ἐξ ὧν ἔχει τὴν αἴσθησιν, ἴδιαί τινές εἰσιν αἱ ῥῖζαι· τῶν δὲ τοὺς μῦς κινούντων ἕτεραι γιγνώσκονται τοῖς ἰατροῖς. ἴσως δἐπὶ πλέον προὔκειτο τὸν λόγον ἰόντα καταπαύειν ἤδη προσήκει. προύκειτο μὲν γὰρ ἐν τῷδε τῷ γράμματι τὰ κατὰ τὴν κεφαλὴν, καὶ μάλιστα τὸν ἐγκέφαλον, εὑρεῖν πάθη πάντα· διότι δἐστὶν οὗτος ἀρχὴ νεύρων, ἐξ ἀκολουθίας λόγος ἧκεν ἐπὶ τὰ πάθη τῶν νεύρων· ὥστε ἤδη περιγράψαντες καὶ τοῦτον τὸν λόγον ἐνταῦθα περὶ τῶν ἐν τοῖς κατὰ τὴν κεφαλὴν μορίοις γιγνομένων παθῶν ἐφεξῆς σκεψώμεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς καὶ
§15 τῆς ὀσφρήσεως βλάβη πάθος ἐστὶν οὐ τῶν κατὰ τὴν ρῖνα πόρων, ἀλλἤτοι τῶν ἐμπροσθίων τοῦ ἐγκεφάλου κοιλιῶν εἰς δυσκρασίαν ἀγομένων, τῶν ἐν τοῖς ἠθμοειδέσιν ὀστοῖς πόρων ἐμφραττομένων· εἶπέρ γε καὶ τῶν ὀσφρητῶν αἴσθησις ἐν ταῖς ἐμπροσθίαις τοῦ ἐγκεφάλου κοιλίαις γίγνεται, τῶν ἀτμῶν εἰς αὐτὰς ἀναφερομένων διὰ τῶν ἐν τοῖς ἠθμοειδέσιν τρημάτων, ὡς ἐν τῷ περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου δέδεικται γράμματι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up