Exodos
Ὀδυσσεύς
Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου
520 τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.
Κύκλωψ
ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται;
Ὀδυσσεύς
μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
Κύκλωψ
ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.
Ὀδυσσεύς
τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.
Κύκλωψ
525 θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων;
Ὀδυσσεύς
ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής.
Κύκλωψ
οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.
Ὀδυσσεύς
τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν;
Κύκλωψ
μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.
Ὀδυσσεύς
530 μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.
Κύκλωψ
οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;
Ὀδυσσεύς
ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.
Κύκλωψ
διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.
Ὀδυσσεύς
πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.
Κύκλωψ
535 μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου.
Ὀδυσσεύς
ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν.
Κύκλωψ
ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.
Ὀδυσσεύς
ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ, σοφός.
Κύκλωψ
τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ;
Σιληνός
540 δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;
Κύκλωψ
καὶ μὴν λαχνῶδές τ’ οὖδας ἀνθηρᾶς χλόης . . . .
Σιληνός
καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.
Κύκλωψ
ἰδού.
545 τί δῆτα τὸν κρατῆρ’ ὄπισθέ μου τίθης;
Σιληνός
ὡς μὴ παριών τις καταβάλῃ.
πίνειν μὲν οὖν
Κύκλωψ
κλέπτων σὺ βούλῃ· κάτθες αὐτὸν ἐς μέσον.
σὺ δ’, ὦ ξέν’, εἰπὲ τοὔνομ’ ὅ τι σε χρὴ καλεῖν.
Ὀδυσσεύς
Οὖτιν· χάριν δὲ τίνα λαβών σ’ ἐπαινέσω;
Κύκλωψ
550 πάντων σ’ ἑταίρων ὕστερον θοινάσομαι.
Σιληνός
καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.
Κύκλωψ
οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ;
Σιληνός
οὔκ, ἀλλ’ ἔμ’ οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω.
Κύκλωψ
κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε.
Σιληνός
555 ναὶ μὰ Δί’, ἐπεί μού φησ’ ἐρᾶν ὄντος καλοῦ.
Κύκλωψ
ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον.
Σιληνός
πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.
Κύκλωψ
ἀπολεῖς· δὸς οὕτως.
ναὶ μὰ Δί’ οὐ πρὶν ἄν γέ σε
Σιληνός
στέφανον ἴδω λαβόντα γεύσωμαί τ’ ἔτι . . .
Κύκλωψ
560 ὦ οἰνοχόος ἄδικος.
560 οὐ μὰ Δί’, ἀλλ’ ὦ οἶνος γλυκύς.
Σιληνός
ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν.
Κύκλωψ
ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.
Σιληνός
θές νυν τὸν ἀγκῶν’ εὐρύθμως, κᾆτ’ ἔκπιε,
ὥσπερ μ’ ὁρᾷς πίνοντα—χὥσπερ οὐκ ἐμέ.
Κύκλωψ
565 ἆ ἆ, τί δράσεις;
565 ἡδέως ἠμύστισα.
λάβ’, ὦ ξέν’, αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.
Ὀδυσσεύς
γιγνώσκεται γοῦν ἡ ἄμπελος τἠμῇ χερί.
Κύκλωψ
φέρ’ ἔγχεόν νυν.
ἐγχέω, σίγα μόνον.
χαλεπὸν τόδ’ εἶπας, ὅστις ἂν πίνῃ πολύν.
Ὀδυσσεύς
570 ἰδοὺ λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς.
συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι.
Κύκλωψ
παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.
Ὀδυσσεύς
κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν,
τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,
575 ἢν δ’ ἐλλίπῃς τι, ξηρανεῖ σ’ ὁ Βάκχιος.
Κύκλωψ
ἰοὺ ἰού,
ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.
ὁ δ’ οὐρανός μοι συμμεμιγμένος δοκεῖ
τῇ γῇ φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον
580 λεύσσω, τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.
—οὐκ ἂν φιλήσαιμ’·—αἱ Χάριτες πειρῶσί με.—
ἅλις Γανυμήδην τόνδ’ ἔχων ἀναπαύσομαι.
κάλλιστα, νὴ τὰς Χάριτας. —ἥδομαι δέ πως
τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.
Σιληνός
585 ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;
Κύκλωψ
ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ ’κ τοῦ Δαρδάνου.
Σιληνός
ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.
Κύκλωψ
μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;
Σιληνός
οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.
Ὀδυσσεύς
590 ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,
ἔνδον μὲν ἁνήρ· τῷ δ’ ὕπνῳ παρειμένος
τάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.
δαλὸς δ’ ἔσωθεν αὐλίων ὠθεῖ καπνὸν
παρευτρέπισται· κοὐδὲν ἄλλο πλὴν πυροῦν
595 Κύκλωπος ὄψιν· ἀλλ’ ὅπως ἀνὴρ ἔσῃ.
Χορός
πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.
χώρει δ’ ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖν
ἀπάλαμνον· ὥς σοι τἀνθάδ’ ἐστὶν εὐτρεπῆ.
Ὀδυσσεύς
Ἥφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ
600 λαμπρὸν πυρώσας ὄμμ’ ἀπαλλάχθηθ’ ἅπαξ,
σύ τ’, ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε,
ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ,
καὶ μὴ ’πὶ καλλίστοισι Τρωικοῖς πόνοις
αὐτόν τε ναύτας τ’ ἀπολέσητ’ Ὀδυσσέα
605 ὑπ’ ἀνδρός, ᾧ θεῶν οὐδὲν ἢ βροτῶν μέλει.
ἢ τὴν τύχην μὲν δαίμον’ ἡγεῖσθαι χρεών,
τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.
Χορός
λήψεται τὸν τράχηλον
ἐντόνως ὁ καρκίνος
610 τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα
φωσφόρους ὀλεῖ κόρας.
ἤδη
δαλὸς ἠνθρακωμένος
615 κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον
ἔρνος· ἀλλ’ ἴτω Μάρων·
πρασσέτω·
μαινομένου ’ξελέτω βλέφαρον Κύ-
κλωπος, ὡς πίῃ κακῶς.
κἀγὼ
620 τὸν φιλοκισσοφόρον Βρόμιον πο-
θεινὸν εἰσιδεῖν θέλω,
Κύκλω-
πος λιπὼν ἐρημίαν·
ἆρ’ ἐς τοσόνδ’ ἀφίξομαι;
Ὀδυσσεύς
σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
625 συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,
οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,
ὡς μὴ ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματος
ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.
Χορός
σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.
Ὀδυσσεύς
630 ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν
ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.
Χορός
οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς
Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;
Χορός Α
635 ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν
ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.
Χορός Β
ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.
Χορός Γ
ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας
ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.
Ὀδυσσεύς
640 ἑστῶτες ἐσπάσθητε; 
640 καὶ τά γ’ ὄμματα
Χορός Δ
μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.
Ὀδυσσεύς
ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.
Χορός
ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν
καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
645 τυπτόμενος, αὕτη γίγνεται πονηρία;
ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
Ὀδυσσεύς
πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει,
650 νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις
χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,
ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν
φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.
Χορός
δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν.
655 κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.
ἰὼ ἰώ· γενναιότατ’ ὠ-
θεῖτε σπεύδετ’. ἐκκαίετε τὰν ὀφρὺν
θηρὸς τοῦ ξενοδαίτα
τυφέτω, καιέτω
660 τὸν Αἴτνας μηλονόμον.
τόρνευ’, ἕλκε, μή σ’ ἐξοδυνηθεὶς
δράσῃ τι μάταιον.
Κύκλωψ
ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας.
Χορός
καλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’, ὦ Κύκλωψ.
Κύκλωψ
665 ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν.
ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτρας
χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ
σταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας.
Χορός
τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ; 
ἀπωλόμην.
670 αἰσχρός γε φαίνῃ.
670 κἀπὶ τοῖσδέ γ’ ἄθλιος.
μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;
Κύκλωψ
Οὖτίς μ’ ἀπώλεσ’. 
οὐκ ἄρ’ οὐδεὶς ἠδίκει.
Οὖτίς με τυφλοῖ βλέφαρον. 
οὐκ ἄρ’ εἶ τυφλός.
ὡς δὴ σύ— 
καὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν;
675 σκώπτεις. ὁ δ’ Οὖτις ποῦ ’στιν;
675 οὐδαμοῦ, Κύκλωψ.
ὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν,
ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.
Χορός
δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.
Κύκλωψ
πρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων;
Χορός
680 οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα
λαβόντες ἑστήκασι. 
ποτέρας τῆς χερός;
ἐν δεξιᾷ σου. 
ποῦ;
πρὸς αὐτῇ τῇ πέτρᾳ.
ἔχεις;
κακόν γε πρὸς κακῷ· τὸ κρανίον
Κύκλωψ
παίσας κατέαγα. 
καί σε διαφεύγουσί γε.
685 οὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας;
685 οὔ· ταύτῃ λέγω.
πῇ γάρ; 
περιάγου, κεῖσε, πρὸς τἀριστερά.
οἴμοι γελῶμαι· κερτομεῖτέ μ’ ἐν κακοῖς.
Χορός
ἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.
Κύκλωψ
ὦ παγκάκιστε, ποῦ ποτ’ εἶ;
τηλοῦ σέθεν
Ὀδυσσεύς
690 φυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε.
Κύκλωψ
πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.
Ὀδυσσεύς
ὅπερ γ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα.
δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας·
κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην
695 εἰ μή σ’ ἑταίρων φόνον ἐτιμωρησάμην.
Κύκλωψ
αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται.
τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφη
Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
δίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν,
700 πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.
Ὀδυσσεύς
κλαίειν σ’ ἄνωγα· καὶ δέδραχ’ ὅπερ λέγεις.
ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος
ἥσω ’πὶ πόντον Σικελὸν ἔς τ’ ἐμὴν πάτραν.
Κύκλωψ
οὐ δῆτ’, ἐπεί σε τῆσδ’ ἀπορρήξας πέτρας
705 αὐτοῖσι συνναύταισι συντρίψω βαλών.
ἄνω δ’ ἐπ’ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,
δι’ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.
Χορός
ἡμεῖς δὲ συνναῦταί γε τοῦδ’ Ὀδυσσέως
ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up