Odysseus Arrives
Σιληνός
σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ
ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.
Χορός
χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;
Σιληνός
85 ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ
στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι
τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι,
90 τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην
Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην
τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα
95 πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.
Ὀδυσσεύς
ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν
δίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλει
βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
--τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·
100 Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ.
χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.
Σιληνός
χαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν.
Ὀδυσσεύς
Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
Σιληνός
οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
Ὀδυσσεύς
105 ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή·
Σιληνός
πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
Ὀδυσσεύς
ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.
Σιληνός
πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
Ὀδυσσεύς
ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ.
Σιληνός
110 παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί.
Ὀδυσσεύς
ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
Σιληνός
λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
Ὀδυσσεύς
τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
Σιληνός
Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
Ὀδυσσεύς
115 τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα;
Σιληνός
οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
Ὀδυσσεύς
τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;
Σιληνός
Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων.
Ὀδυσσεύς
τίνος κλύοντες; ἢ δεδήμευται κράτος;
Σιληνός
120 νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.
Ὀδυσσεύς
σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν;
Σιληνός
γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
Ὀδυσσεύς
Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς;
Σιληνός
ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
Ὀδυσσεύς
125 φιλόξενοι δὲ χὥσιοι περὶ ξένους;
Σιληνός
γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
Ὀδυσσεύς
τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;
Σιληνός
οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη.
Ὀδυσσεύς
αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω;
Σιληνός
130 φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.
Ὀδυσσεύς
οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;
Σιληνός
οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν.
Ὀδυσσεύς
ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.
Σιληνός
οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.
Ὀδυσσεύς
135 ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.
Σιληνός
καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.
Ὀδυσσεύς
ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.
Σιληνός
σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;
Ὀδυσσεύς
οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω.
Σιληνός
140 ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι.
Ὀδυσσεύς
καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ.
Σιληνός
ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις;
Ὀδυσσεύς
ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.
Σιληνός
ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;
Ὀδυσσεύς
145 ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον.
Σιληνός
οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου.
Ὀδυσσεύς
ναί·
δὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.
Σιληνός
καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί.
Ὀδυσσεύς
βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;
Σιληνός
150 δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.
Ὀδυσσεύς
καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα.
Σιληνός
φέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών.
Ὀδυσσεύς
ἰδού.
παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.
εἶδες γὰρ αὐτήν; 
οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι.
155 γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’’παινῇς μόνον.
Σιληνός
βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος.
ἆ ἆ ἆ.
Ὀδυσσεύς
μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;
Σιληνός
ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.
Ὀδυσσεύς
160 πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.
Σιληνός
χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.
Ὀδυσσεύς
ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.
Σιληνός
δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.
ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν,
165 πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,
ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο,
ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.
ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·
ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι
170 μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου
ψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμα
κακῶν τε λῆστις. εἶτ’ ἐγὼ οὐ κυνήσομαι
τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν
κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;
Χορός
175 ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.
Ὀδυσσεύς
καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.
Χορός
ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;
Ὀδυσσεύς
καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.
Χορός
οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,
180 ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει,
ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη;
τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους
περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον
κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα
185 ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον
λῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲ
φῦναι γυναικῶν ὤφελ’ — εἰ μὴ ’μοὶ μόνῳ.
Σιληνός
ἰδοὺ τάδ’ ὑμῖν ποιμένων βοσκήματα,
ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,
190 πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα.
φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο,
βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου.
—οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν;
Ὀδυσσεύς
ἀπολώλαμεν γάρ, ὦ γέρον· ποῖ χρὴ φυγεῖν;
Σιληνός
195 ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε.
Ὀδυσσεύς
δεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω.
Σιληνός
οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.
Ὀδυσσεύς
οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι,
εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλον
200 Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.
ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς,
ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.
Κύκλωψ
ἄνεχε· πάρεχε· τί τάδε· τίς ἡ ῥᾳθυμία;
τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε,
205 οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα.
πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα;
ἦ πρός γε μαστοῖς εἰσι χὑπὸ μητέρων
πλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσιν
πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
210 τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ
δάκρυα μεθήσει· βλέπετ’ ἄνω καὶ μὴ κάτω.
Χορός
ἰδού, πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν,
καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.
Κύκλωψ
ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;
Χορός
215 πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.
Κύκλωψ
ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;
Χορός
ὥστ’ ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον.
Κύκλωψ
μήλειον ἢ βόειον ἢ μεμιγμένον;
Χορός
ὧν ἂν θέλῃς σύ, μὴ ’μὲ καταπίῃς μόνον.
Κύκλωψ
220 ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέρι
πηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων.
ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις;
λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα;
ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶν
225 στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,
τεύχη τε τυρῶν συμμιγῆ, γέροντά τε
πληγαῖς πρόσωπον φαλακρὸν ἐξῳδηκότα.
Σιληνός
ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.
Κύκλωψ
ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον;
Σιληνός
230 ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’ οὐκ εἴων φέρειν.
Κύκλωψ
οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;
Σιληνός
ἔλεγον ἐγὼ τάδ’· οἳ δ’ ἐφόρουν τὰ χρήματα·
καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον
τούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ
235 κλῳῷ τριπήχει, κᾆτα τὸν ὀφθαλμὸν μέσον
τὰ σπλάγχν’ ἔφασκον ἐξαμήσεσθαι βίᾳ,
μάστιγί τ’ εὖ τὸ νῶτον ἀποθλίψειν σέθεν,
κἄπειτα συνδήσαντες ἐς θἁδώλια
τῆς νηὸς ἐμβαλόντες ἀποδώσειν τινὶ
240 πέτρους μοχλεύειν, ἢ ’ς μυλῶνα καταβαλεῖν.
Κύκλωψ
ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ’ ἰὼν
θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων
ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα
πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακος
245 θερμὴν ἔδοντος δαῖτα τῷ κρεανόμῳ,
τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.
ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου·
ἅλις λεόντων ἐστί μοι θοινωμένῳ
ἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς.
Σιληνός
250 τὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,
ἡδίον’ ἐστίν. οὐ γὰρ αὖ νεωστί γε
ἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι.
Ὀδυσσεύς
Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.
ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν
255 σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.
τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφου
ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν
ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.
ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,
260 ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.
Σιληνός
ἐγώ; κακῶς γὰρ ἐξόλοι’.
εἰ ψεύδομαι.
μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ,
μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,
μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,
265 τά θ’ ἱερὰ κύματ’ ἰχθύων τε πᾶν γένος,
ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον,
ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼ
ξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶ
οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ.
Χορός
270 αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματα
περνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω,
ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.
Κύκλωψ
ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος
μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
275 θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι;
ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;
Ὀδυσσεύς
Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο,
πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις
σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.
Κύκλωψ
280 ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς
Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν;
Ὀδυσσεύς
οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
Κύκλωψ
αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν
γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.
Ὀδυσσεύς
285 θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν.
ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ,
ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·
μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους
κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·
290 οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδρας
ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.
ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν
Μαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίου
δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
295 Γεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδος
δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·
ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς
οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
300 ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους
ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,
οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,
305 πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,
ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν
πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,
ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·
310 πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς
τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ
κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
Σιληνός
παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν
μηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς,
315 κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.
Κύκλωψ
ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,
τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι.
ἄκρας δ’ ἐναλίας ἃς καθίδρυται πατὴρ
χαίρειν κελεύω· τί τάδε προυστήσω λόγῳ;
320 Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,
οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός.
οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει,
ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ,
ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα,
325 ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος
δαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν,
ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον
κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.
ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ,
330 δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν
καὶ πῦρ ἀναίθων—χιόνος οὐδέν μοι μέλει.
ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,
τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ,
335 καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων.
ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέραν
Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν,
λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους
ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,
340 κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼ
οὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ.
ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ,
πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας
σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.
345 ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷ
ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.
Ὀδυσσεύς
αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυν
θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου
γνώμην κατέσχον ἀλίμενόν τε καρδίαν.
350 ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,
νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου
πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.
σύ τ’, ὦ φαεννῶν ἀστέρων οἰκῶν ἕδρας
Ζεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,
355 ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up