The Wine Plan
Ὀδυσσεύς
375 ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσω
κοὐ πιστά, μύθοις εἰκότ’, οὐδ’ ἔργοις βροτῶν;
Χορός
τί δ’ ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν
φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;
Ὀδυσσεύς
δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν,
380 οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.
Χορός
πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;
Ὀδυσσεύς
ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα,
ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
385 τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος.
ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον,
μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα.
390 σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν
πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο.
καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί,
ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,
395 Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.
ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ
Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο
ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶ
τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον,
400 τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,
παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου,
ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσας
λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί
τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη
405 ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων
ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·
ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ.
ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
410 ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν,
ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος
Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,
λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,
σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο
415 θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
ὃ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
ἐδέξατ’ ἔσπασέν τ’ ἄμυστιν ἑλκύσας
κἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων,
καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
420 ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ,
ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.
καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’. ἐγὼ δ’ ἐπεγχέων
ἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ.
425 ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς
ἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον. ἐξελθὼν δ’ ἐγὼ
σιγῇ. σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω.
ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετε
φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου
430 ναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα.
ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν.
ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ,
ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος
πτέρυγας ἀλύει· σὺ δέ—νεανίας γὰρ εἶ—
435 σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον
Διόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ.
Χορός
ὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν,
Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον
440 χηρεύομεν. —τὸν δ’ οὐκ ἔχομεν κατ’ αὗ φαγεῖν.
Ὀδυσσεύς
ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.
Χορός
λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
κιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα.
Ὀδυσσεύς
445 ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει
Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.
Χορός
ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
σφάξαι μενοινᾷς, ἢ πετρῶν ὦσαι κάτω.
Ὀδυσσεύς
οὐδὲν τοιοῦτον· δόλιος ἡ ’πιθυμία.
Χορός
450 πῶς δαί; σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι.
Ὀδυσσεύς
κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγων
ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν.
ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενος
455 ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,
ὃν φασγάνῳ ’γὼ τῷδ’ ἀποξύνας ἄκρον,
ἐς πῦρ καθήσω· κᾆθ’, ὅταν κεκαυμένον
ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
Κύκλωπος ὄψιν, ὄμμα τ’ ἐκτήξω πυρί.
460 ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ
διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.
Χορός
ἰοὺ ἰού,
465 γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν.
Ὀδυσσεύς
κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.
Χορός
ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
470 κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.
Ὀδυσσεύς
δεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον.
Χορός
ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
475 ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.
Ὀδυσσεύς
σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι·
χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσι
πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
480 καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν·
ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους,
ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up