Book 21
§1 ὀνόματος δὲ εἴδη τὸ μὲν ἁπλοῦν, ἁπλοῦν δὲ λέγω μὴ ἐκ σημαινόντων σύγκειται, οἷον γῆ, τὸ δὲ διπλοῦν·
§2 τούτου δὲ τὸ μὲν ἐκ σημαίνοντος καὶ ἀσήμου, πλὴν οὐκ ἐν τῷ ὀνόματι σημαίνοντος καὶ ἀσήμου, τὸ δὲ ἐκ σημαινόντων σύγκειται.
§3 εἴη δἂν καὶ τριπλοῦν καὶ τετραπλοῦν ὄνομα καὶ πολλαπλοῦν, οἷον τὰ πολλὰ τῶν Μασσαλιωτῶν, Ἑρμοκαϊκόξανθος . . .
§4 ἅπαν δὲ ὄνομά ἐστιν κύριον γλῶττα μεταφορὰ κόσμος πεποιημένον ἐπεκτεταμένον ὑφῃρημένον ἐξηλλαγμένον.
§5 λέγω δὲ κύριον μὲν χρῶνται ἕκαστοι,
§6 γλῶτταν δὲ ἕτεροι· ὥστε φανερὸν ὅτι καὶ γλῶτταν καὶ κύριον εἶναι δυνατὸν τὸ αὐτό, μὴ τοῖς αὐτοῖς δέ· τὸ γὰρ σίγυνον Κυπρίοις μὲν κύριον, ἡμῖν δὲ γλῶττα.
§7 μεταφορὰ δέ ἐστιν ὀνόματος ἀλλοτρίου ἐπιφορὰ ἀπὸ τοῦ γένους ἐπὶ εἶδος ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἀπὸ τοῦ εἴδους ἐπὶ εἶδος κατὰ τὸ ἀνάλογον.
§8 λέγω δὲ ἀπὸ γένους μὲν ἐπὶ εἶδος οἷον νηῦς δέ μοι ἥδἕστηκεν·
§9 τὸ γὰρ ὁρμεῖν ἐστιν ἑστάναι τι. ἀπεἴδους δὲ ἐπὶ γένος δὴ μυρίὈδυσσεὺς ἐσθλὰ ἔοργεν· τὸ γὰρ μυρίον πολύ ἐστιν, νῦν ἀντὶ τοῦ πολλοῦ κέχρηται.
§10 ἀπεἴδους δὲ ἐπὶ εἶδος οἷον χαλκῷ ἀπὸ ψυχὴν ἀρύσας καὶ τεμὼν ταναήκεϊ χαλκῷ· ἐνταῦθα γὰρ τὸ μὲν ἀρύσαι ταμεῖν, τὸ δὲ ταμεῖν ἀρύσαι εἴρηκεν· ἄμφω γὰρ ἀφελεῖν τί ἐστιν.
§11 τὸ δὲ ἀνάλογον λέγω, ὅταν ὁμοίως ἔχῃ τὸ δεύτερον πρὸς τὸ πρῶτον καὶ τὸ τέταρτον πρὸς τὸ τρίτον· ἐρεῖ γὰρ ἀντὶ τοῦ δευτέρου τὸ τέταρτον ἀντὶ τοῦ τετάρτου τὸ δεύτερον.
§12 καὶ ἐνίοτε προστιθέασιν ἀνθοὗ λέγει πρὸς ἐστι. λέγω δὲ οἷον ὁμοίως ἔχει φιάλη πρὸς Διόνυσον καὶ ἀσπὶς πρὸς Ἄρη· ἐρεῖ τοίνυν τὴν φιάλην ἀσπίδα Διονύσου καὶ τὴν ἀσπίδα φιάλην Ἄρεως.
§13 γῆρας πρὸς βίον, καὶ ἑσπέρα πρὸς ἡμέραν· ἐρεῖ τοίνυν τὴν ἑσπέραν γῆρας ἡμέρας ὥσπερ Ἐμπεδοκλῆς, καὶ τὸ γῆρας ἑσπέραν βίου δυσμὰς βίου.
§14 ἐνίοις δοὐκ ἔστιν ὄνομα κείμενον τῶν ἀνάλογον, ἀλλοὐδὲν ἧττον ὁμοίως λεχθήσεται· οἷον τὸ τὸν καρπὸν μὲν ἀφιέναι σπείρειν, τὸ δὲ τὴν φλόγα ἀπὸ τοῦ ἡλίου ἀνώνυμον· ἀλλὁμοίως ἔχει τοῦτο πρὸς τὸν ἥλιον καὶ τὸ σπείρειν πρὸς τὸν καρπόν, διὸ εἴρηται σπείρων θεοκτίσταν φλόγα.
§15 ἔστι δὲ τῷ τρόπῳ τούτῳ τῆς μεταφορᾶς χρῆσθαι καὶ ἄλλως, προσαγορεύσαντα τὸ ἀλλότριον ἀποφῆσαι τῶν οἰκείων τι,
§16 οἷον εἰ τὴν ἀσπίδα εἴποι φιάλην μὴ Ἄρεως ἀλλἄοινον . . .
§17 πεποιημένον δἐστὶν ὅλως μὴ καλούμενον ὑπὸ τινῶν αὐτὸς τίθεται ποιητής, δοκεῖ γὰρ ἔνια εἶναι τοιαῦτα, οἷον τὰ κέρατα ἔρνυγας καὶ τὸν ἱερέα ἀρητῆρα.
§18 ἐπεκτεταμένον δέ ἐστιν ἀφῃρημένον, τὸ μὲν ἐὰν φωνήεντι μακροτέρῳ κεχρημένον τοῦ οἰκείου συλλαβῇ ἐμβεβλημένῃ, τὸ δὲ ἂν ἀφῃρημένον τι αὐτοῦ,
§19 ἐπεκτεταμένον μὲν οἷον τὸ πόλεως πόληος καὶ τὸ Πηλείδου Πηληιάδεω, ἀφῃρημένον δὲ οἷον τὸ κρῖ καὶ τὸ δῶ καὶ μία γίνεται ἀμφοτέρων ὄψ.
§20 ἐξηλλαγμένον δἐστὶν ὅταν τοῦ ὀνομαζομένου τὸ μὲν καταλείπῃ τὸ δὲ ποιῇ, οἷον τὸ δεξιτερὸν κατὰ μαζόν ἀντὶ τοῦ δεξιόν.
§21 αὐτῶν δὲ τῶν ὀνομάτων τὰ μὲν ἄρρενα τὰ δὲ θήλεα τὰ δὲ μεταξύ,
§22 ἄρρενα μὲν ὅσα τελευτᾷ εἰς τὸ Ν καὶ Ρ καὶ Σ καὶ ὅσα ἐκ τούτου σύγκειται (ταῦτα δἐστὶν δύο, Ψ καὶ Ξ), θήλεα δὲ ὅσα ἐκ τῶν φωνηέντων εἴς τε τὰ ἀεὶ μακρά,
§23 οἷον εἰς Η καὶ Ω, καὶ τῶν ἐπεκτεινομένων εἰς Α·
§24 ὥστε ἴσα συμβαίνει πλήθει εἰς ὅσα τὰ ἄρρενα καὶ τὰ θήλεα· τὸ γὰρ Ψ καὶ τὸ Ξ σύνθετά ἐστιν.
§25 εἰς δὲ ἄφωνον οὐδὲν ὄνομα τελευτᾷ, οὐδὲ εἰς φωνῆεν βραχύ.
§26 εἰς δὲ τὸ Ι τρία μόνον, μέλι κόμμι πέπερι. εἰς δὲ τὸ Υ πέντε. τὰ δὲ μεταξὺ εἰς ταῦτα καὶ Ν καὶ Σ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up