Book 18
§1 ἔστι δὲ πάσης τραγῳδίας τὸ μὲν δέσις τὸ δὲ λύσις, τὰ μὲν ἔξωθεν καὶ ἔνια τῶν ἔσωθεν πολλάκις δέσις, τὸ δὲ λοιπὸν λύσις·
§2 λέγω δὲ δέσιν μὲν εἶναι τὴν ἀπἀρχῆς μέχρι τούτου τοῦ μέρους ἔσχατόν ἐστιν ἐξ οὗ μεταβαίνει εἰς εὐτυχίαν εἰς ἀτυχίαν, λύσιν δὲ τὴν ἀπὸ τῆς ἀρχῆς τῆς μεταβάσεως μέχρι τέλους·
§3 ὥσπερ ἐν τῷ Λυγκεῖ τῷ Θεοδέκτου δέσις μὲν τά τε προπεπραγμένα καὶ τοῦ παιδίου λῆψις καὶ πάλιν αὐτῶν λύσις δ ἀπὸ τῆς αἰτιάσεως τοῦ θανάτου μέχρι τοῦ τέλους.
§4 τραγῳδίας δὲ εἴδη εἰσὶ τέσσαρα (τοσαῦτα γὰρ καὶ τὰ μέρη ἐλέχθη),
§5 μὲν πεπλεγμένη, ἧς τὸ ὅλον ἐστὶν περιπέτεια καὶ ἀναγνώρισις,
§6 δὲ παθητική, οἷον οἵ τε Αἴαντες καὶ οἱ Ἰξίονες,
§7 δὲ ἠθική, οἷον αἱ Φθιώτιδες καὶ Πηλεύς·
§8 τὸ δὲ τέταρτονοης †, οἷον αἵ τε Φορκίδες καὶ Προμηθεὺς καὶ ὅσα ἐν ᾅδου.
§9 μάλιστα μὲν οὖν ἅπαντα δεῖ πειρᾶσθαι ἔχειν, εἰ δὲ μή, τὰ μέγιστα καὶ πλεῖστα, ἄλλως τε καὶ ὡς νῦν συκοφαντοῦσιν τοὺς ποιητάς· γεγονότων γὰρ καθἕκαστον μέρος ἀγαθῶν ποιητῶν, ἑκάστου τοῦ ἰδίου ἀγαθοῦ ἀξιοῦσι τὸν ἕνα ὑπερβάλλειν.
§10 δίκαιον δὲ καὶ τραγῳδίαν ἄλλην καὶ τὴν αὐτὴν λέγειν οὐδενὶ ὡς τῷ μύθῳ· τοῦτο δέ, ὧν αὐτὴ πλοκὴ καὶ λύσις.
§11 πολλοὶ δὲ πλέξαντες εὖ λύουσι κακῶς·
§12 δεῖ δὲ ἀμφότερα ἀρτικροτεῖσθαι.
§13 χρὴ δὲ ὅπερ εἴρηται πολλάκις μεμνῆσθαι καὶ μὴ ποιεῖν ἐποποιικὸν σύστημα τραγῳδίανἐποποιικὸν δὲ λέγω τὸ πολύμυθονοἷον εἴ τις τὸν τῆς Ἰλιάδος ὅλον ποιοῖ μῦθον.
§14 ἐκεῖ μὲν γὰρ διὰ τὸ μῆκος λαμβάνει τὰ μέρη τὸ πρέπον μέγεθος, ἐν δὲ τοῖς δράμασι πολὺ παρὰ τὴν ὑπόληψιν ἀποβαίνει.
§15 σημεῖον δέ, ὅσοι πέρσιν Ἰλίου ὅλην ἐποίησαν καὶ μὴ κατὰ μέρος ὥσπερ Εὐριπίδης, Νιόβην καὶ μὴ ὥσπερ Αἰσχύλος, ἐκπίπτουσιν κακῶς ἀγωνίζονται, ἐπεὶ καὶ Ἀγάθων ἐξέπεσεν ἐν τούτῳ μόνῳ.
§16 ἐν δὲ ταῖς περιπετείαις καὶ ἐν τοῖς ἁπλοῖς πράγμασι στοχάζονται ὧν βούλονται θαυμαστῶς· τραγικὸν γὰρ τοῦτο καὶ φιλάνθρωπον.
§17 ἔστιν δὲ τοῦτο, ὅταν σοφὸς μὲν μετὰ πονηρίας δἐξαπατηθῇ, ὥσπερ Σίσυφος, καὶ ἀνδρεῖος μὲν ἄδικος δὲ ἡττηθῇ.
§18 ἔστιν δὲ τοῦτο καὶ εἰκὸς ὥσπερ Ἀγάθων λέγει, εἰκὸς γὰρ γίνεσθαι πολλὰ καὶ παρὰ τὸ εἰκός.
§19 καὶ τὸν χορὸν δὲ ἕνα δεῖ ὑπολαμβάνειν τῶν ὑποκριτῶν, καὶ μόριον εἶναι τοῦ ὅλου καὶ συναγωνίζεσθαι μὴ ὥσπερ Εὐριπίδῃ ἀλλὥσπερ Σοφοκλεῖ.
§20 τοῖς δὲ λοιποῖς τὰ ᾀδόμενα οὐδὲν μᾶλλον τοῦ μύθου ἄλλης τραγῳδίας ἐστίν· διὸ ἐμβόλιμα ᾄδουσιν πρώτου ἄρξαντος Ἀγάθωνος τοῦ τοιούτου. καίτοι τί διαφέρει ἐμβόλιμα ᾄδειν εἰ ῥῆσιν ἐξ ἄλλου εἰς ἄλλο ἁρμόττοι ἐπεισόδιον ὅλον;
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up