Third Stasimon
ἰὼ γοναί,
γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,
ἐμόλετʼ ἀρτίως,
1235 ἐφηύρετʼ, ἤλθετʼ, εἴδεθʼ οὓς ἐχρῄζετε.
πάρεσμεν· ἀλλὰ σῖγʼ ἔχουσα πρόσμενε.
τί δʼ ἔστιν;
σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.
ἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,
1240 τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι,
περισσὸν ἄχθος ἔνδον
γυναικῶν ὂν αἰεί.
ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης
ἔνεστιν· εὖ δʼ ἔξοισθα πειραθεῖσά που.
1245 ὀτοτοτοτοῖ τοτοῖ,
ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,
οὐδέ ποτε λησόμενον ἁμέτερον
1250 οἷον ἔφυ κακόν.
ἔξοιδα, παῖ, ταῦτʼ· ἀλλʼ ὅταν παρουσία
φράζῃ, τότʼ ἔργων τῶνδε μεμνῆσθαι χρεών.
πᾶς ἐμοί,
πᾶς ἂν πρέποι παρὼν ἐννέπειν
1255 τάδε δίκᾳ χρόνος·
μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.
ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε.
τί δρῶσα;
οὗ μή ʼστι καιρὸς μὴ μακρὰν βούλου λέγειν.
1260 τίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότος
μεταβάλοιτʼ ἂν ὧδε σιγὰν λόγων;
ἐπεί σε νῦν ἀφράστως
ἀέλπτως τʼ ἐσεῖδον.
τότʼ εἶδες, εὖτε θεοί μʼ ἐπώτρυναν μολεῖν
ἔφρασας ὑπερτέραν
τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν
ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον
1270 αὐτὸ τίθημʼ ἐγώ.
τὰ μέν σʼ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ
δέδοικα λίαν ἡδονῇ νικωμένην.
Ἠλέκτρα
ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν
ἐπαξιώσας ὧδέ μοι φανῆναι,
1275 μή τί με, πολύπονον ὧδʼ ἰδὼν
Ὀρέστης
τί μὴ ποήσω;
Ἠλέκτρα
μή μʼ ἀποστερήσῃς
τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι.
Ὀρέστης
κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.
Ἠλέκτρα
1280 ξυναινεῖς;
Ὀρέστης
τί μὴν οὔ;
Ἠλέκτρα
φίλαι, ἔκλυον ἃν ἐγὼ οὐδʼ ἂν ἤλπισʼ αὐδάν,
οὐδʼ ἂν ἔσχον ὁρμὰν
ἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα,
1285 τάλαινα. νῦν δʼ ἔχω σε· προυφάνης δὲ
φιλτάταν ἔχων πρόσοψιν,
ἇς ἐγὼ οὐδʼ ἂν ἐν κακοῖς λαθοίμαν.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up