Prologue
παῖ, παῖ δυστανοτάτας
Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ
τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν
τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα
125 ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα
κακᾷ τε χειρὶ πρόδοτον; ὡς τάδε πορὼν
ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν.
γενέθλα γενναίων,
130 ἥκετʼ ἐμῶν καμάτων παραμύθιον.
οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με
φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε,
μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον.
ἀλλʼ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,
135 ἐᾶτέ μʼ ὧδʼ ἀλύειν,
αἰαῖ, ἱκνοῦμαι.
ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα
παγκοίνου λίμνας πατέρʼ ἀν-
στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς.
140 ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον
ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,
ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.
τί μοι τῶν δυσφόρων ἐφίει;
νήπιος ὃς τῶν οἰκτρῶς
145 οἰχομένων γονέων ἐπιλάθεται.
ἀλλʼ ἐμέ γʼ στονόεσσʼ ἄραρεν φρένας,
Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,
ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
150 ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν,
ἅτʼ ἐν τάφῳ πετραίῳ
αἰεὶ δακρύεις.
οὔτοι σοὶ μούνᾳ, τέκνον,
155 ἄχος ἐφάνη βροτῶν,
πρὸς τι σὺ τῶν ἔνδον εἶ περισσά,
οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,
οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,
κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ,
160 ὄλβιος, ὃν κλεινὰ
γᾶ ποτε Μυκηναίων
δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι
βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,
165 τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ,
δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον
οἶτον ἔχουσα κακῶν· δὲ λάθεται
ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ
170 ἔρχεται ἀγγελίας ἀπατώμενον;
ἀεὶ μὲν γὰρ ποθεῖ,
ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι.
θάρσει μοι, θάρσει, τέκνον.
175 ἔτι μέγας οὐρανῷ
Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·
τὸν ὑπεραλγῆ χόλον νέμουσα
μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου·
χρόνος γὰρ εὐμαρὴς θεός.
180 οὔτε γὰρ τὰν Κρῖσαν
βούνομον ἔχων ἀκτὰν
παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος
οὔθʼ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
185 ἀλλʼ ἐμὲ μὲν πολὺς ἀπολέλοιπεν ἤδη
βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ·
ἅτις ἄνευ τεκέων κατατάκομαι,
ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,
ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξία
190 οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν
ἀεικεῖ σὺν στολᾷ,
κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις.
οἰκτρὰ μὲν νόστοις αὐδά,
οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαις
195 ὅτε οἱ παγχάλκων ἀνταία
γενύων ὡρμάθη πλαγά.
δόλος ἦν φράσας, ἔρος κτείνας,
δεινὰν δεινῶς προφυτεύσαντες
μορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶν
200 ἦν ταῦτα πράσσων.
πασᾶν κείνα πλέον ἁμέρα
ἐλθοῦσʼ ἐχθίστα δή μοι·
νύξ, δείπνων ἀρρήτων
ἔκπαγλʼ ἄχθη,
205 τοὺς ἐμὸς ἴδε πατὴρ
θανάτους αἰκεῖς διδύμαιν χειροῖν,
αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν·
οἷς θεὸς μέγας Ὀλύμπιος
210 ποίνιμα πάθεα παθεῖν πόροι,
μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο
τοιάδʼ ἀνύσαντες ἔργα.
φράζου μὴ πόρσω φωνεῖν.
οὐ γνώμαν ἴσχεις ἐξ οἵων
215 τὰ παρόντʼ οἰκείας εἰς ἄτας
ἐμπίπτεις οὕτως αἰκῶς;
πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,
σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ
ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς
220 οὐκ ἐριστὰ πλάθειν.
δεινοῖς ἠναγκάσθην, δεινοῖς·
ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά.
ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσω
ταύτας ἄτας,
225 ὄφρα με βίος ἔχῃ.
τίνι γάρ ποτʼ ἄν, φιλία γενέθλα,
πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια;
ἄνετέ μʼ ἄνετε, παράγοροι·
τάδε γὰρ ἄλυτα κεκλήσεται,
230 οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαι
ἀνάριθμος ὧδε θρήνων.
Χορός
ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ,
μάτηρ ὡσεί τις πιστά,
235 μὴ τίκτειν σʼ ἄταν ἄταις.
Ἠλέκτρα
καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,
πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;
ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων;
μήτʼ εἴην ἔντιμος τούτοις
240 μήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ,
ξυνναίοιμʼ εὔκηλος, γονέων
ἐκτίμους ἴσχουσα πτέρυγας
ὀξυτόνων γόων.
245 εἰ γὰρ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν
κείσεται τάλας,
οἱ δὲ μὴ πάλιν
δώσουσʼ ἀντιφόνους δίκας,
ἔρροι τʼ ἂν αἰδὼς
250 ἁπάντων τʼ εὐσέβεια θνατῶν.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up