Fourth Stasimon
ἴδεθʼ ὅποι προνέμεται
1385 τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης.
βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι
μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,
ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖ
1390 τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.
παράγεται γὰρ ἐνέρων
δολιόπους ἀρωγὸς εἴσω στέγας,
ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,
νεακόνητον αἷμα χειροῖν ἔχων· Μαίας δὲ παῖς
1395 Ἑρμῆς σφʼ ἄγει δόλον σκότῳ
κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτʼ ἀμμένει.
φίλταται γυναῖκες, ἅνδρες αὐτίκα
τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.
πῶς δή; τί νῦν πράσσουσιν;
1400 μὲν ἐς τάφον
λέβητα κοσμεῖ, τὼ δʼ ἐφέστατον πέλας.
σὺ δʼ ἐκτὸς ᾖξας πρὸς τί;
φρουρήσουσʼ ὅπως
Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.
αἰαῖ. ἰὼ στέγαι
1405 φίλων ἔρημοι, τῶν δʼ ἀπολλύντων πλέαι.
βοᾷ τις ἔνδον· οὐκ ἀκούετʼ, φίλαι;
ἤκουσʼ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.
οἴμοι τάλαινʼ· Αἴγισθε, ποῦ ποτʼ ὢν κυρεῖς;
ἰδοὺ μάλʼ αὖ θροεῖ τις.
1410 τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν.
ἀλλʼ οὐκ ἐκ σέθεν
ᾠκτίρεθʼ οὗτος οὐδʼ γεννήσας πατήρ.
πόλις, γενεὰ τάλαινα, νῦν σοι
μοῖρα καθαμερία φθίνει φθίνει.
1415 ὤμοι πέπληγμαι.
παῖσον, εἰ σθένεις, διπλῆν.
ὤμοι μάλʼ αὖθις.
εἰ γὰρ Αἰγίσθῳ θʼ ὁμοῦ.
τελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.
1420 παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶν
κτανόντων οἱ πάλαι θανόντες.
καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ
στάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν.
Ὀρέστα, πῶς κυρεῖτε;
τἀν δόμοισι μὲν
1425 καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.
τέθνηκεν τάλαινα;
μηκέτʼ ἐκφοβοῦ
μητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ.
παύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.
1430 παῖδες, οὐκ ἄψορρον;
εἰσορᾶτε ποῦ τὸν ἄνδρʼ;
ἐφʼ ἡμῖν οὗτος ἐκ προαστίου
χωρεῖ γεγηθὼς
βᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα,
1435 νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν.
θάρσει· τελοῦμεν.
νοεῖς ἔπειγέ νυν.
καὶ δὴ βέβηκα.
τἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί.
διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπειν
1440 πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς
ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up