Λυσίας
§1 Λυσίας υἱὸς ἦν Κεφάλου τοῦ Λυσανίου τοῦ Κεφάλου, Συρακουσίου μὲν γένος μεταναστάντος δʼ εἰς Ἀθήνας ἐπιθυμίᾳ τε τῆς πόλεως καὶ Περικλέους τοῦ Ξανθίππου πείσαντος αὐτόν, φίλον ὄντα καὶ ξένον, πλούτῳ διαφέροντα· ὡς δέ τινες, ἐκπεσόντα τῶν Συρακουσῶν, ἡνίκα, ὑπὸ Γέλωνος ἐτυραννοῦντο. γενόμενος δʼ Ἀθήνησιν ἐπὶ Φιλοκλέους ἄρχοντος τοῦ μετὰ Φρασικλῆ κατὰ τὸ δεύτερον ἔτος τῆς ὀγδοηκοστῆς ὀλυμπιάδος, τὸ μὲν πρῶτον συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις Ἀθηναίων· ἐπεὶ δὲ τὴν εἰς Σύβαριν· ἀποικίαν τὴν ὕστερον Θουρίους μετονομασθεῖσαν ἔστελλεν πόλις, ᾤχετο σὺν τῷ πρεσβυτάτῳ ἀδελφῶν Πολεμάρχῳ (ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι δύο, Εὐθύδημος καὶ Βράχυλλος), τοῦ πατρὸς ἤδη τετελευτηκότος, ὡς κοινωνήσων τοῦ κλήρου, ἔτη γεγονὼς πεντεκαίδεκα, ἐπὶ Πραξιτέλους ἄρχοντος κἀκεῖ διέμεινε παιδευόμενος παρὰ Τισίᾳ καὶ Νικίᾳ τοῖς Συρακουσίοις, κτησάμενὸς τʼ οἰκίαν καὶ κλήρου τυχὼν ἐπολιτεύσατο ἕως Κλεάρχου τοῦ Ἀθήνησιν ἄρχοντος ἔτη ἑξήκοντα τρία. τῷ δʼ ἑξῆς Καλλίᾳ ὀλυμπιάδι ἐνενηκοστῇ δευτέρᾳ τῶν κατὰ Σικελίαν συμβάντων Ἀθηναίοις καὶ κινήσεως γενομένης τῶν τʼ ἄλλων συμμάχων καὶ μάλιστα τῶν τὴν Ἰταλίαν οἰκούντων, αἰτιαθεὶς ἀττικίζειν ἐξέπεσε μετʼ ἄλλων τριακοσίων. παραγενόμενος δʼ Ἀθήνησιν ἐπὶ Καλλίου τοῦ μετὰ Κλεόκριτον ἄρχοντος, ἤδη τῶν τετρακοσίων κατεχόντων τὴν πόλιν, διέτριβεν αὐτόθι. τῆς δʼ ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας γενομένης καὶ τῶν τριάκοντα παραλαβόντων τὴν πόλιν, ἐξέπεσεν ἑπτὰ ἔτη μείνας, ἀφαιρεθεὶς τὴν οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον· αὐτὸς δὲ διαδρὰς ἐκ τῆς οἰκίας ἀμφιθύρου οὔσης, ἐν ἐφυλάσσετο ὡς ἀπολούμενος, διῆγεν ἐν Μεγάροις. ἐπιθεμένων δὲ τῶν ἀπὸ Φυλῆς τῇ καθόδῳ, ἐπεὶ χρησιμώτατος ἁπάντων ὤφθη, χρήματά τε παρασχὼν δραχμὰς δισχιλίας καὶ ἀσπίδας διακοσίας πεμφθείς τε σὺν Ἑρμᾶνι ἐπικούρους ἐμισθώσατο τριακοσίους, δύο τʼ ἔπεισε τάλαντα δοῦναι Θρασυδαῖον τὸν Ἠλεῖον, ξένον αὐτῷ γεγονότα. ἐφʼ οἷς γράψαντος αὐτῷ Θρασυβούλου πολιτείαν μετὰ τὴν κάθοδον ἐπʼ ἀναρχίας τῆς πρὸ Εὐκλείδου, μὲν δῆμος ἐκύρωσε τὴν δωρεάν, ἀπενεγκαμένου δʼ Ἀρχίνου γραφὴν παρανόμων διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι, ἑάλω τὸ ψήφισμα· καὶ οὕτως ἀπελαθεὶς τῆς πολιτείας τὸν. λοιπὸν ᾤκησε χρόνον ἰσοτελὴς ὤν, καὶ ἐτελεύτησεν αὐτόθι ὀγδοήκοντα τρία ἔτη βιούς, ὥς τινες ἓξ καὶ ἑβδομήκοντα, ὥς τινες ὑπὲρ ὀγδοήκοντα, ἰδὼν Δημοσθένη μειράκιον ὄντα. γεννηθῆναι δέ φασιν ἐπὶ Φιλοκλέους ἄρχοντος. φέρονται δʼ αὐτοῦ λόγοι τετρακόσιοι εἰκοσιπέντε· τούτων γνησίους φασὶν οἱ περὶ Διονύσιον καὶ Καικίλιον εἶναι διακοσίους τριάκοντα καὶ τρεῖς, ἐν οἷς δὶς μόνον ἡττῆσθαι λέγεται. ἔστι δʼ αὐτοῦ καὶ ὑπὲρ τοῦ ψηφίσματος ἐγράψατο Ἀρχῖνος, τὴν πολιτείαν αὐτοῦ περιελών, καὶ κατὰ τῶν τριάκοντα ἕτερος. ἐγένετο δὲ πιθανώτατος καὶ βραχύτατος, τοῖς ἰδιώταις τοὺς πολλοὺς λόγους ἐκδούς. εἰσὶ δʼ αὐτῷ καί τέχναι ῥητορικαὶ πεποιημέναι καὶ δημηγορίαι, Ἐπιστολαί τε καὶ ἐγκώμια, καὶ ἐπιτάφιοι καὶ Ἐρωτικοὶ καὶ Σωκράτους Ἀπολογία ἐστοχασμένη τῶν δικαστῶν. δοκεῖ δὲ κατὰ τὴν λέξιν εὔκολος εἶναι, δυσμίμητος ὤν. Δημοσθένης δʼ ἐν τῷ κατὰ Νεαίρας λόγῳ ἐραστὴν αὐτόν φησι γεγονέναι Μετανείρας, ὁμοδούλου τῇ Νεαίρᾳ· ὕστερον δʼ ἔγημε Βραχύλλου τοῦ ἀδελφοῦ θυγατέρα. μνημονεύει δʼ αὐτοῦ καὶ Πλάτων ἐν τῷ Φαίδρῳ ὡς δεινοτάτου εἰπεῖν καὶ Ἰσοκράτους πρεσβυτέρου. ἐποίησε δὲ καὶ εἰς αὐτὸν ἐπίγραμμα Φιλίσκος Ἰσοκράτους μὲν γνώριμος ἑταῖρος δὲ Λυσίου, διʼ οὗ φανερὸν ὡς προέλαβε τοῖς ἔτεσιν, καὶ ἐκ τῶν. ὑπὸ Πλάτωνος εἰρημένων ἀποδείκνυται ἔχει δοὕτως νῦν . Καλλιόπης θύγατερ, πολυήγορε Φρόντι, δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις τὸν γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντα καὶ ἄλλοις ἐν κόσμοισι βίου σῶμα λαβόνθʼ ἕτερον, δεῖ ςἀρετῆς κήρυκα τεκεῖν τινα Λύσιδα ὑμνεῖν, δύντα κατὰ φθιμένων καὶ ζόφου ἀθάνατον ὃς τὸ τʼ ἐμῆς ψυχῆς δείξει φιλέταιρον ἅπασι, καὶ τὴν τοῦ φθιμένου πᾶσι βροτοῖς ἀρετήν συνέγραψε δὲ λόγω καὶ Ἰφικράτει, τὸν μὲν πρὸς Ἁρμόδιον, τὸν δὲ προδοσίας κρίνοντι Τιμόθεον καὶ ἀμφοτέροις ἐνίκα· ἀναδεξαμένου δʼ Ἰφικράτους τὰς τοῦ Τιμοθέου πράξεις, ταῖς εὐθύναις ἀναλαβὼν τὴν τῆς προδοσίας αἰτίαν ἀπολογεῖται διὰ τοῦ Λυσίου λόγου · καὶ αὐτὸς μὲν ἀπελύθη, δὲ Τιμόθεος ἐζημιώθη πλείστοις χρήμασιν. ἀνέγνω δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει λόγον μέγιστον, διαλλαγέντας τοὺς Ἕλληνας καταλῦσαι Διονύσιον.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1893
Teubner
Vernardakēs, Teubner, 1893 · 1893
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up