Δείναρχος
§1 Δείναρχος Σωκράτους Σωστράτου, ὡς μέν τινες ἐγχώριος, ὡς δέ τισι δοκεῖ Κορίνθιος, ἀφικόμενος εἰς Ἀθήνας ἔτι νέος, καθʼ ὃν χρόνον Ἀλέξανδρος ἐπῄει τὴν Ἀσίαν, κατοικήσας αὐτόθι ἀκροατὴς μὲν ἐγένετο Θεοφράστου τοῦ διαδεξαμένου τὴν Ἀριστοτέλους διατριβήν, ὡμίλησε δὲ καὶ Δημητρίῳ τῷ Φαληρεῖ· μάλιστα δὲ προσῄει τῷ πολιτεύεσθαι μετὰ τὴν Ἀντιπάτρου τελευτήν, τῶν μὲν ἀνῃρημένων ῥητόρων τῶν δὲ πεφευγότων. φίλος δὲ Κασάνδρῳ γενόμενος, ὡς ἐπὶ πλεῖστον προέκοψε χρήματα τῶν λόγων εἰσπραττόμενος, οὓς τοῖς δεομένοις συνέγραφεν· ἀντετάξατο δὲ πρὸς τοὺς ἐπιφανεστάτους τῶν ῥητόρων, οὐκ εἰς δῆμον παριών· οὐ γὰρ οἷὸς τʼ ἦν· ἀλλὰ τοῖς ἐναντιουμένοις λόγους συγγράφων· καὶ ἐπεὶ Ἅρπαλος διέδρα, πλείους λόγους συνέγραψε κατὰ τῶν αἰτίαν λαβόντων δωροδοκῆσαι, καὶ τούτους τοῖς κατηγόροις ἐξέδωκε. χρόνῳ δʼ ὕστερον αἰτιαθεὶς εἰς λόγους παραγίνεσθαι Ἀντιπάτρῳ καὶ Κασάνδρῳ περὶ τὴν κατάληψιν τῆς Μουνυχίας, ἡνίκα ὑπʼ Ἀντιγόνου καὶ Δημητρίου ἐφρουρήθη ἐπʼ Ἀναξικράτους ἄρχοντος, ἐξαργυρισάμενος τὰ πλεῖστα τῆς οὐσίας ἔφυγεν εἰς Χαλκίδα. διατρίψας δʼ ἐπὶ τῆς φυγῆς ὡς πεντεκαίδεκα ἔτη, καὶ πολλὴν οὐσίαν κτησάμενος κατῆλθε, πραξάντων αὐτῷ τὴν κάθοδον τῶν περὶ Θεόφραστον ἅμα τοῖς ἄλλοις φυγάσι. καταλύσας δὲ παρὰ Προξένῳ ἑταίρῳ αὐτοῦ καὶ τὸ χρυσίον ἀπολέσας, ἤδη γηραιὸς ὢν καὶ τὰς ὁράσεις ἀσθενής, οὐ βουλομένου τοῦ Προξένου ἀναζητεῖν, λαγχάνει αὐτῷ δίκην καὶ τότε πρῶτον εἶπεν ἐν δικαστηρίῳ. σῴζεται δʼ αὐτοῦ καὶ λόγος. φέρονται δʼ αὐτοῦ καὶ λόγοι γνήσιοι ἑξήκοντα τέσσαρες· τούτων ἔνιοι παραλαμβάνονται ὡς Ἀριστογείτονος. ζηλωτὴς δʼ ἐγένετο Ὑπερείδου ὥς τινες διὰ τὸ παθητικὸν Δημοσθένους καὶ τὸ σφοδρόν· τῶν σχημάτων δʼ αὐτοῦ μιμητὴς ὑπάρχει.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1893
Teubner
Vernardakēs, Teubner, 1893 · 1893
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up