Galen De praesagitione ex pulsibus
EN Lat Orig
Book 4
§1–5
§1 Τέταρτος ἡμῖν οὗτος λόγος ἐστὶ τῆς διὰ σφυγμῶν προγνώσεως, ἐν μὲν τοῖς πρώτοις δύο καθἕκαστον σφυγμὸν προβληθέντα τὰς γεννώσας αὐτὸν ἐπισκεψαμένοις διαθέσεις, ἐν δὲ τῷ τρίτῳ καθἑκάστην διάθεσιν τοὺς οἰκείους σφυγμοὺς ἐξευροῦσιν. ἠρξάμεθα δἀπὸ τῶν τῇ καρδίᾳ συμβαινόντων, ἐν οἷς εἰσι καὶ πυρετοὶ πάντες, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν ἐπιδέδεικται λόγοις. ὅπερ οὖν ὑπόλοιπον ἔτι, τὰς ἐν τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ ζώου διαθέσεις, αἷς καρδία συμπάσχουσα τοὺς σφυγμοὺς ἀλλοιοῖ, διέλθωμεν ἁπάσας ἑξῆς, ὥσπερ καὶ τἄλλα πρόσθεν εἰς μέθοδον ἄγοντες. ἓν μὲν δὴ τοῦτο μόνον ἁπασῶν αὐτῶν κοινὸν ἐπίστασθαι χρὴ, τὸ μηδέποτε δύνασθαι τοὺς ἐν ὅλῳ τῷ ζώῳ σφυγμοὺς εἰς κοινὴν ἀλλοίωσιν ἀχθῆναι, πρὶν τὴν καρδίαν συμπαθεῖν τῷ προτέρῳ πεπονθότι μορίῳ, κατὰ μέρη δέ τινα τοῦ σώματος, ἀλλοιωθῆναί τινας ἀρτηριῶν κινήσεις δύνασθαι, καὶ χωρὶς τοῦ πρὸς τὴν καρδίαν ἐξικέσθαι τὴν βλάβην. ἐπὶ δὲ τούτῳ μνημονευομένῳ πρώτας μὲν ἐπέλθωμεν ὅσαι τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐγγίνονται διαθέσεις, εἶθἑξῆς ὅσαι τοῖς τροφικοῖς ὀνομαζομένοις, εἶταὖθις ὅσαι τοῖς κατὰ κεφαλὴν, καὶ τελευταίας ὅσαι τοῖς κατὰ κῶλα καὶ τὰ προφανῆ τοῦ ζώου μέρη, κᾄπειθὅσαι τοῖς γεννητικοῖς.
§2 Τὰ μὲν οὖν ἀναπνευστικὰ μόρια τοῦ ζώου δύο ἐστὶ μόνα, πνεύμων καὶ θώραξ· τὰ δὲ τῆς τροφῆς ὄργανα πολὺ πλείω δυοῖν, ἧπαρ καὶ γαστὴρ, ἔντερά τε καὶ σπλὴν, οἱ νεφροὶ, καὶ αἱ κύστεις ἀμφότεραι, ταχίστην θἅμα καὶ μεγίστην ἁπάντων ἐπιφέρει τῇ καρδίᾳ τὴν βλάβην πνεύμων. καὶ γὰρ τῇ θέσει πάντων ἔγγιστα καὶ τοῖς ἀγγείοις αὐτῇ συγγενέστατος ὑπάρχει, καὶ σύῤῥους μεγίστοις στόμασιν εἰς ἀμφοτέρας τὰς κοιλίας ἐστίν. εἰ γοῦν ἑαυτοῦ γένοιτό ποτε θερμότερος, αὐτίκα καὶ τὴν καρδίαν θερμαίνει, κᾂν ψυχρότερος, οὐδὲ τοῦτἀναβάλλεται. τάς τε καθὑγρότητά τε καὶ ξηρότητα δυσκρασίας οὐχ ὁμοίως μὲν ταῖς εἰρημέναις, θᾶττον δοὖν καὶ ταύτας ἁπάντων τῶν ἄλλων ὀργάνων ἐπιπέμπει τῇ καρδίᾳ. καὶ τὰ πληθωρικὰ δἐν αὐτῷ νοσήματα, καὶ μάλιστα ὅταν ἐρυσίπελας, φλεγμονὴ καταλάβῃ τὸ σπλάγχνον, αὐτίκα τῆς καρδίας ἀλλοιοῖ τὰς ἐνεργείας. ὡσαύτως δὲ καὶ ὅσα διὰ φλεγματικὸν ῥεῦμα συνίσταται παθήματα καταὐτὸν, εἰς συμπάθειαν ἐπισπᾶται τὴν καρδίαν. ἀλλἀπὸ τῶν δυσκρασιῶν ἀρκτέον, ὅσαι ἄνευ ῥεύματος γίνονται, καὶ πρώτην γἐξ αὐτῶν προχειριστέον ἐστὶ τὴν κατὰ θερμότητα. τῷ τοίνυν πνεύμονι θερμανθέντι νοσωδῶς καρδία συνθερμανθεῖσα τοὺς ἐπὶ τῇ χρείᾳ τῶν σφυγμῶν αὐξηθείσῃ γιγνομένους ἐργάζεται σφυγμούς. εἰ δἐν πλέονι χρόνῳ τοῦτο συμβαίνει, κίνδυνος αὐτῇ τὸν ἑκτικὸν ἀναδέξασθαι πυρετὸν, οὗ τὰ γνωρίσματα πρόσθεν εἴρηται. μὲν δὴ τῶν σφυγμῶν ἀλλοίωσις αὐτὴ γενήσεται τῆς καρδίας μόνης αὐτῆς καθἑαυτὴν δυσκράτως ἐχούσης, ἐπί τε τῇ πρὸς τὸν πνεύμονα συμπαθείᾳ. καὶ μέντοι καὶ τῆς ἀναπνοῆς ἰδέα τὴν αὐτὴν ἕξει κατάστασιν, εἴθ καρδία μόνη τὴν πυρετώδη πάθοι δυσκρασίαν, εἴτε τῷ πνεύμονι συμπάσχοι. πλέονος δαἰσθήσεται καύματος ἐν ἅπαντι τῷ κύτει τοῦ θώρακος διὰ τὸν πνεύμονα πάσχων, ἐκπνεύσει τε θερμὸν ἱκανῶς, ὡς καὶ διψήσει θατέρου μᾶλλον καὶ θερμοτέραν ἕξει τήν τε φάρυγγα καὶ τὴν γλῶτταν, ὡς τὰ πολλὰ δὲ καὶ ξηροτέραν. εἰ δἐπὶ πλέον ἥκοι τὸ κακὸν, χρωσθήσεται χρώματι μέλανι τὴν γλῶτταν καὶ τραχεῖαν ἐσχάτως ἕξει. ψυχθέντος δὲ τοῦ πνεύμονος, καρδία συμπάσχουσα κατἀρχὰς μὲν εἰς ἐκείνην ἄξει τοὺς σφυγμοὺς τὴν ἀλλοίωσιν, ἣν ἔμπροσθεν ἐδείξαμεν ἐκλυομένης τῆς χρείας συνίστασθαι, προϊόντος δὲ τοῦ χρόνου ψύξιν ἑκτικὴν ἀναδεξαμένη, τοὺς ἐπὶ ταύτῃ κρατούσῃ λελεγμένους γίγνεσθαι σφυγμοὺς ἀπεργάσεται. τὰ μὲν οὖν ἄλλα κοινὰ τοῖς τε τὴν καρδίαν μόνην ἐψυγμένοις ἐστὶ καὶ τοῖς τὸν πνεύμονα, συμπάσχει γὰρ ἐξ ἀνάγκης τὸ ἕτερον τῷ ἑτέρῳ. πρόσεστι δἐξαίρετον οἷς πνεύμων ἔψυκται πρῶτος αἴσθησις ψυχρᾶς τῆς ἀναπνοῆς. εἰ δὲ καὶ κατὰ ξηρότητα δύσκρατος πνεύμων γένοιτο, κατἀρχὰς μὲν οὐδέν τι σαφὲς ἀλλοιώσει τοὺς σφυγμοὺς, ἐν τῷ χρόνῳ δἄν ποτε σκληροτέρους ἐργάσεται, τῆς καρδίας συμπαθούσης αὐτῷ. τούτοις φάρυγξ. ἑτοίμως ξηραίνεται, καίτοι γοὐ διψῶσιν. δὲ καθὑγρότητα δυσκρασία πλαδαρὰν μὲν καὶ ἄδιψον ἐργάζεται τὴν φάρυγγα, τῷ χρόνῳ δἀλλοιοῖ τοὺς σφυγμοὺς εἰς μαλακότητα. τοιαῦται μὲν αἱ ἁπλαῖ δυσκρασίαι τοῦ πνεύμονος. αἱ σύνθετοι δἐκ τούτων γνωριζέσθωσαν. ἐμοὶ γὰρ ἤδη καιρὸς ἐπὶ θάτερον ἰέναι γένος, ῥευμάτων ἔγγονον ἔφην ὑπάρχειν. ἔστι δἐν αὐτῷ κοινὸν μὲν ἁπάντων ἀνωμαλία τῶν σφυγμῶν, ἔμφραξίς τε γὰρ ἑτοίμως καὶ σφήνωσις καὶ θλίψις τῶν κυριωτάτων ἀρτηριῶν, ἐπὶ τοῖς τοιούτοις γίνεται ῥεύμασιν. οὐχ ἧττον δὲ τούτων καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὡς ἂν ἐγγὺς οὕτω κειμένης τῆς καρδίας τῷ πνεύμονι, καὶ διὰ μεγάλων στομάτων ἐχούσης τὴν σύῤῥοιαν. μὲν οὖν ἀνωμαλία κοινὴ πάντων ῥευμάτων ὅσα κατασκήπτει τῷ πνεύμονι, τοῦ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ παρά τε τὴν σύστασιν καὶ τὸ ποσὸν τοῦ χυμοῦ γιγνομένου. ἐλάττων μὲν γὰρ ἐπί τε τοῖς λεπτοῖς καὶ ὀλίγοις, ἀξιολογωτέρα δὲ ἐπί τε τοῖς παχέσι καὶ γλίσχροις καὶ πολλοῖς ἀποτελεῖται ῥεύμασι,  καὶ γὰρ ἐμφράττει ταῦτα καὶ θλίβει καὶ βαρύνει μᾶλλον. αἱ δεἰς τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἀλλοιώσεις ἐπὶ μὲν τοῖς θερμοτέροις ῥεύμασιν οἵας ἐπὶ πλήθει θερμασίας, ἐπὶ δὲ τοῖς ψυχροτέροις οἵας ἐπἐνδείᾳ πρόσθεν ἔφαμεν συνίστασθαι. σκληρότεροι δὲ γίνονται τῶν κατὰ φύσιν ἐπί τε ταῖς ξηραῖς δυσκρασίαις καὶ τοῖς φλεγμονώδεσιν ὄγκοις σκιῤῥώδεσι τοῦ πνεύμονος, ὥσπερ γε καὶ μαλακώτεροι διὰ τὰς οἰδηματώδεις διαθέσεις. οὐ μὴν οὐδὲ τὸ τῆς ἀναπνοῆς εἶδος ὅμοιον ἐπί τε ταῖς δυσκρασίαις ἐστὶ καὶ τοῖς ῥεύμασιν· αἱ μὲν γὰρ ψυχραὶ δυσκρασίαι μικρὰν καὶ βραδεῖαν καὶ ἀραιὰν ἐργάζονται τὴν ἀναπνοὴν, ὥσπερ καὶ τοὺς σφυγμούς. τὰ μὲν δὴ ῥεύματα τὰ ψυχρὰ τοὺς μὲν σφυγμοὺς ὁμοίως ἀλλοιοῖ, τὴν δἀναπνοὴν οὔτε μικρὰν οὔτε βραδεῖαν οὔτἀραιὰν ἐργάζεται. διὰ γὰρ τὴν στενοχωρίαν ὀλίγου πνεύματος ἐμπίπτοντος τῷ πνεύμονι, καὶ διὰ τοῦτο τῆς φύσεως ἐλλιπῶς ἀπολαβούσης αὐτοῦ, συμβαίνει τὴν δευτέραν ἐνέργειαν αὐτίκα τε καὶ ταχεῖαν ἅμα καὶ μεγάλην ἀποτελεῖσθαι, καὶ μόναις ταύταις τῶν δυσπνοιῶν, ὡς κᾀν τῇ περὶ αὐτῶν ἐδείχθη πραγματείᾳ, συμβέβηκεν ὑπεναντίως ἔχειν τῇ διαστολῇ τοῦ θώρακος τὸ ποσὸν τῆς εἰσπνοῆς. μέγιστον μὲν γὰρ θώραξ διαστέλλεται, πλεῖστον δοὐκ εἰσπνεῖται, καθάπερ ὅτἄφρακτος πνεύμων ὑπῆρχεν. μὲν οὖν ἰδέα τῆς ἀναπνοῆς ὁμοία τοῖς ῥεύμασιν ἅπασιν ὑπάρχει. τὸ πνίγεσθαι δοὐχ ὁμοίως ἅπασιν, ἀλλὰ τοῖς θερμοῖς ἅπασι μᾶλλον ἕπεται, ἐπειδὴ πλείονος τῆς εἰσπνοῆς φύσις δεῖται τηνικαῦτα. διὰ δὲ τὰς δυσκρασίας μόνας οὐδεὶς ἕπεται κίνδυνος πνίξεως. καὶ τοῖς σφυγμοῖς δαὐτοῖς ἐγγίνεταί τις ἑτέρα διαφορὰ παρὰ τὰς ἔμπροσθεν εἰρημένας ἐν τῷ τὸ ῥεῦμα ποτὲ μὲν εἰς αὐτὰς μόνας ἐμπίπτειν τὰς τραχείας ἀρτηρίας, ποτὲ δεἰς τὰς λείας τε καὶ τὰς φλέβας, καὶ τὰς μεταξὺ χώρας αὐτῶν ἁπάσας μεταλαμβάνειν. ἐπὶ μὲν γὰρ ταῖς τραχείαις ἀρτηρίαις μόναις πληρωθείσαις οὐδεμία κατὰ σκληρότητα γίνεται μεταβολὴ τοῖς σφυγμοῖς· ἐπὶ δὲ ταῖς λείαις αἱ καθὅλον τὸ ζῶον ἀρτηρίαι τεινόμεναι σκληρότερον ἐργάζονται τὸν σφυγμόν. τὰ δοἰδήματα τοσοῦτον ἐνδεῖ τοῦ σκληρύνειν αὐτὸν ὥστε καὶ μαλακώτερον ἀποτελεῖν, διαβρέχοντα μὲν ἐν τῷ χρόνῳ τοὺς χιτῶνας τῶν ἀρτηριῶν, τάσιν δοὐδεμίαν ἐργαζόμενα, καθάπερ ἐπὶ τῶν φλεγμονωδῶν τε καὶ σκιῤῥωδῶν ὄγκων ἔχει. μὴ τοίνυν ὀνόματα ζήτει ἀκούειν ἔτι περιπνευμονιῶν, ἀσθμάτων, πνευμονωδῶν παθῶν, μεμαθηκὼς τὰς διαθέσεις τοῦ πνεύμονος. ὅτι γὰρ διὰ τῶν ὀνομάτων διδασκαλία πρώτην μὲν ἔχει τὴν περὶ τὸ σημαινόμενον ἀμφισβήτησιν, δευτέραν δὲ τὴν τοῦ ἀριθμοῦ τῶν νοσημάτων ἔννοιαν, ἐν πολλαῖς πολλάκις ἐπιδέδεικται πραγματείαις.
§3 Ἀλλἐπὶ τὰ τοῦ θώρακος ἰέναι καιρὸς ἤδη νοσήματα κατὰ τὴν αὐτὴν μέθοδον. αἱ μὲν δὴ δυσκρασίαι τὰς αὐτὰς ἀλλοιώσεις ἐργάζονται ταῖς ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ πνεύμονος εἰρημέναις. οἱ δὄγκοι κατά τε τὴν ποσότητα καὶ τὴν ἰδέαν ἑκάστου τῶν ἐργασαμένων αὐτοὺς χυμῶν. διαλλάξουσι δὲ τῷ θᾶττον μὲν καὶ μᾶλλον τῷ πνεύμονι συμπάσχειν τὴν καρδίαν, ἧττον δὲ καὶ βραδύτερον τῷ θώρακι. διαλλάξουσι δὲ κᾀν τῷ ποτὲ μὲν νῦν εἶναι τὸ πάσχον μέρος τοῦ θώρακος, ποτὲ δὲ τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα. πλείων γὰρ τάσις ἐπὶ τοῖς σκληροῖς καὶ πυκνοῖς μέρεσιν εἰς ὄγκον ἀρθεῖσιν, καὶ διὰ τοῦτο καὶ οἱ πλευριτικοὶ τῶν περιπνευμονικῶν ἀεὶ σκληρότερον ἔχουσι τὸν σφυγμόν. ὁμαλὸς δὲ τοὐπίπαν ἐπὶ τοῖς κατὰ τὰς πλευρὰς ὄγκοις σφυγμὸς, οὐχ ὥσπερ ἐπὶ τοῖς κατὰ τὸν πνεύμονα παντοίως ἀνώμαλος. οὔτε γὰρ διὰ μεγάλων ἀγγείων οὔτἐγγὺς τῆς καρδίας κοινωνία τῷ θώρακι πρὸς αὐτήν ἐστι. περὶ δὲ τῆς κατὰ τὴν δύσπνοιαν ἰδέας οὐδὲν ἐν τῷδε τῷ λόγῳ δέομαι λέγειν, ὥσπερ ἐπὶ πνεύμονος ἐδεήθην διακρῖναι. ποτὲ μὲν καρδία πρώτη πάσχει, ποτὲ δὲ πνεύμων. ἑτοίμη γὰρ διάγνωσις ἐπὶ τῷ θώρακι πάσχοντι.
§4 Ἥπατος δὲ νοσοῦντος ἀλλοιοῦνται σφυγμοὶ κατὰ μὲν τὰς δυσκρασίας ὡς ἔμπροσθεν εἴρηται, κατὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους, ἀνάλογον μέν πως κᾀν τούτοις, ἀλλἧττον ἐπὶ ταῖς φλεγμοναῖς γίνονται σκληροὶ τῶν ἐπὶ θώρακι τοσοῦτον ὅσον τῶν ἐπὶ πνεύμονι μᾶλλον. οὐδέποτε δοὔτἐπὶ θώρακος οὔτἐφἥπατος ὄγκῳ μαλακὸς σφυγμὸς γίνεται, διότι μηδἐπιγίνεταί ποτε τοῖς ὀργάνοις τούτοις οἴδημα φλεγματικόν. μὲν γὰρ θώραξ πυκνότερος ὥστε δέξασθαι τοιοῦτον ῥεῦμα, τὸ δἧπαρ οὐ πυκνότερον μόνον, ἀλλὰ καὶ τῇ συμφύτῳ δυνάμει ῥᾳδίως ἀλλοιοῖ τὸ φλέγμα, συμπάσχει δἑτοιμότερον καρδία τῷ ἥπατι, καίτοι ποῤῥώτερον τοῦ θώρακος κειμένῳ, διὰ τὴν τῆς κοίλης φλεβὸς κοινωνίαν.
§5 Συμπάσχει δὲ καὶ τῷ διαφράγματι μᾶλλον τῶν ἄλλων ἁπάντων τοῦ θώρακος μερῶν, ὅτι παραὐτῆς τῆς κοίλης αἱ φλέβες τούτῳ. τάσιν δοὐδὲν οὕτω μόριον ἄλλο ταῖς ἀρτηρίαις ἐργάζεται, καὶ μάλιστα ὅταν αὐτὸ τὸ νευρῶδες αὐτοῦ πάθοι. εἰ μὲν οὖν ὑπὸ τῶν ἐν αὐτῷ περιττωμάτων διατείνοιτο, χωρὶς πυρετῶν, ὀδύνη τε καὶ δύσπνοια τό γε κατἀρχὰς ἐπιγίνεται. προϊόντος δὲ τοῦ χρόνου πυρέττουσι σηπομένων τῶν περιττωμάτων. εἰ δὲ ἐκ ῥεύματος εἰς αὐτὸ κατασκήψαντος, εἶναι μὲν χρὴ τοῦτο πάντως ἤτοι χολῆς ξανθῆς αἵματος θερμοῦ καὶ λεπτοῦ, παχὺ γὰρ αἷμα καὶ φλέγμα γλίσχρον οὐκ ἄν ποτε δέξαιτο διὰ πυκνότητα. παραφρονήσουσι δἐξ ἀνάγκης, ἕξουσί τε τὸν σφυγμὸν ἱκανῶς σκληρὸν, καὶ διὰ τοῦτο καὶ μικρόν. ὅτι δἄμφω γε ταῦτα καὶ θερμασία πολλὴ, διὰ τοῦτο καὶ πυκνότατος. δἄνευ πυρετοῦ σφυγμὸς ἐπὶ διαφράγματι δυσπραγοῦντι σκληρὸς μὲν γίνεται καὶ μικρὸς, οὐ μὴν πυκνός γε ἐπιπλέον ἀλλἤτοι βραχύ τι παντάπασιν οὐδὅλως εἰς τοιαύτην  ἀφικνεῖται μεταβολήν. ἀνάλογον δὲ τοῖς ἐπὶ τῷ νευρώδει τοῦ διαφράγματος ἕπεται πάντα ταῖς μεγάλαις πλευρίτισιν, ὅτι καὶ ὑπεζωκὼς τὰς πλευρὰς χιτὼν πλείστων τε νεύρων μετέχει καὶ συνῆπται ταῖς φρεσὶ καὶ τοῖς τὸν θώρακα διαφράττουσιν ὑμέσι, διὧν κατὰ συνέχειαν ἐγγὺς τῆς καρδίας ἀφικνεῖται. καὶ μέγιστον δὴ τοῦτἔστι γνώρισμα πλευρίτιδος ὀλεθρίας, εἰ σκληρὸς ἱκανῶς σφυγμὸς γένοιτο, καὶ διὰ τοῦτο καὶ μικρὸς καὶ διἄμφω τε ταῦτα καὶ τὴν θερμότητα πυκνότατος. οὐδεὶς ἐσώθη πλευριτικὸς ἐπὶ τοιούτῳ σφυγμῷ. παραπαίουσι δἧττον οὗτοι τῶν τὸ διάφραγμα φλεγμαινόντων. ἐγγυτέρα γάρ ἐστι τῆς ἀρχῆς τῶν τοῦ διαφράγματος νεύρων ἔκφυσις. ἀλλοὐ χρὴ μηκύνειν ἐν ταῖς ἄλλαις διαγνώσεσι περὶ σφυγμῶν προθεμένους λέγειν. ἐν γὰρ τοῖς τῶν πεπονθότων τόπων ὑπομνήμασιν ἐπιπλέον ὑπὲρ τῶν τοιούτων διῄρηται.
§6–8
§6 Γαστὴρ δὲ κακοπραγοῦσα κατὰ δυσκρασίαν μὲν ἀνάλογον τοῖς προειρημένοις ἀλλοιώσει σφυγμοὺς, διὄγκον δέ τινα κατὰ μὲν τὸν πυθμένα συμβάντα τοῖς ἄλλοις ἀνάλογον· εἰ δἐν τῷ στόματι γένοιτο, σκληρότερος σφυγμὸς ἔσται διὰ τὸ πλῆθος τῶν νεύρων, οὐ μὴν οὕτω γε σκληρὸς ὡς ἐπὶ διαφράγματι. παμπόλλῳ γὰρ ἀπολείπεται τοῦδε, καίτοι γοὐκ ἀπολειπομένου τοῦ μορίου τῷ μεγέθει τῶν νεύρων. ἀλλὰ διὰ μὲν ταῦτα τὰ νεῦρα τὸ περιττὸν τῆς αἰσθήσεως ἔχει· μαλακὰ γάρ ἐστι καὶ μεγάλα καὶ ἀπαὐτῆς ἐκπέφυκε τῆς ἀρχῆς· διὰ δὲ τὸ τῆς τοῦ σώματος οὐσίας σαρκοειδὲς ἀπολείπεται σκληρότητι τοῦ θὑπεζωκότος καὶ τῶν φρενῶν. σύντονα γὰρ ἐκεῖνα τὰ μόρια καὶ σκληρὰ καὶ πυκνὰ, διὸ καὶ τείνεται μᾶλλον εἰς ὄγκον αἰρόμενα. καὶ τὰ νεῦρα δαὐτῶν ὁμοίως αὐτοῖς τοῖς ὀργάνοις σκληρὰ καὶ σύντονα, τὰ δὲ τῆς γαστρὸς, ὡς εἴρηται, μαλακά. ταῦτά τοι σκληρότατοι μὲν ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι, καὶ διὰ τοῦτο καὶ μικροὶ γίνονται σφυγμοὶ, καὶ εἰ θερμασία τις αὐτοῖς συνείη, καθάπερ ἐν φλεγμοναῖς τε καὶ πυρετοῖς, εὐθὺς καὶ πυκνότατοι. κατὰ δὲ τὸ τῆς γαστρὸς στόμα σκληρὸς μὲν οὐδέποθοὕτως σφυγμὸς, ὅτι μήταὐτὰ τὰ νεῦρα μήτε τὸ μόριον σύντονον, μικροὶ μέντοι καὶ πυκνοὶ πολλάκις ἐπὶ τῷ περιττῷ τῆς αἰσθήσεως, ὅτι τάχιστα καμνούσης τε καὶ καταλυομένης τὴν δυνάμεως. ἐμάθομεν γὰρ ὁποίους ἄλγημα, καὶ μάλιστα τὸ τῆς δυνάμεως ἁπτόμενον ἐργάζεται τοὺς σφυγμούς. ὥσπερ δἐπὶ τοῖς ἀλγήμασι τοῖς κατὰ τὸ στόμα τῆς γαστρὸς δύναμις τάχιστα κάμνει, κατὰ τὸν αὐτὸν λόγον οὐκ ἀνέχεται πλήθους οὐδἐπὀλίγον, ἀλλὰ βαρύνεταί τε καὶ κάμνει, καὶ τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζεται. λέλεκται δἐν τοῖς ἔμπροσθεν ὁποῖοι σφυγμοὶ γίνονται βαρυνομένης δυνάμεως ὑπὸ πλήθους ὕλης, ὥσπερ γε καὶ οἷοί τινες αῤῥωστούσης. ἀμφοτέρας οὖν τὰς βλάβας τῆς δυνάμεως ἑπομένας ἔχον τὸ στόμα τῆς γαστρὸς εὐλόγως ἐργάζεται τοὺς σφυγμοὺς ἐνίοτε μὲν ἀμυδροὺς καὶ μικροὺς καὶ πυκνοὺς, ἐνίοτε δὲ ἀνωμάλους, ἔν τε τοῖς εἰρημένοις τρισὶ γένεσι καὶ προσέτι τῷ κατὰ τάχος τε καὶ βραδύτητα.
§7 Καὶ τοίνυν οὐδὲν ἔτι χαλεπὸν οὐδὲ ἐπὶ τῶν ὑπολοίπων ὀργάνων τῆς τροφῆς ἐξευρίσκειν τὰς τροπὰς τῶν σφυγμῶν εἰς τὰ προειρημένα σύμπαντα καθάπερ εἰς στοιχεῖα βλέποντας, ὡς μηδὲν αὐτῶν ἄσκοπον παραλιπεῖν. ὅσα μὲν γὰρ ἐγγυτέρω τε τῆς καρδίας ἐστὶ καὶ διὰ μεγάλων ἀγγείων κοινωνεῖ, θᾶττόν τε καὶ μᾶλλον αὐτὴν εἰς συμπάθειαν ἄξει· ὅσα δἀπωτέρω τε καὶ διὰ μικρῶν, ἧττόν τε καὶ βραδύτερον. οὕτως δὲ καὶ ὅσα μέν ἐστι σκληρὰ καὶ σύντονα καὶ νεύρων πλείστων μετέχει σκληρῶν, ἑτοίμως ταῦτα τοὺς σφυγμοὺς ἐργάζεται σκληροὺς, ὅσα δὲ ἐναντία, μαλακούς. ὅσα δαἰσθητικὰ, βλάψει τὴν δύναμιν ἑκατέραν τὴν βλάβην. ὥστε οὐδὲν χαλεπὸν ἐξευρεῖν αὐτόν τινα καθαὑτὸν ἕκαστον τῶν μορίων, ὁποῖόν τινα τὸν σφυγμὸν ἐργάζεται καθἕκαστον πάθος, οἷον αὐτίκα κύστις καὶ μήτρα τῇ θέσει μὲν οὐδὲν ἀλλήλων διαφέρουσι, σκληροτέρα δἐστὶ καὶ νευρωδεστέρα κύστις· ὥστε καὶ τοὺς σφυγμοὺς φλεγμαίνουσα μᾶλλον τῆς μήτρας ἐργάζεται σκληροὺς, ἀλλοιώσει δὲ θᾶττόν τε καὶ μᾶλλον αὐτοὺς εἰς μέγεθός τε καὶ μικρότητα καὶ τὰς ἄλλας διαφορὰς μήτρα. μείζους τε γὰρ ἀρτηρίας ἔχει καὶ φλέβας καὶ πολὺ πρότερον ἀποφυομένας τῶν κατὰ ῥάχιν ἀγγείων τῶν μεγάλων ἤπερ αἱ εἰς τὴν κύστιν ἥκουσαι. τὰ δὲ τῆς ὀδύνης ἀμφοτέροις τοῖς ὀργάνοις, ὅσον μὲν ἐπὶ τῷ νευρῷ ἐξ ἴσου μετέχειν, ὡσαύτως, ὅσον δἐπὶ τῷ πυκνότερον καὶ σκληρότερον εἶναι τὸ τῆς κυστέως σῶμα, μείζους ἐν τούτῳ. τὰ γὰρ ἐν πυκνοτέροις σώμασιν ἐμφραττόμενά τε καὶ σφηνούμενα τῶν· ὑγρῶν ὀδυνηρότερα τῶν ἐν ἀραιοτέροις τέ ἐστι καὶ μαλακοῖς, ὡς ἂν βιαιοτέραν ποιούμενα τὴν τάσιν, τὸ τῆς ὀδύνης εἵπετο μέγεθος. οὕτως μὲν οὖν χρὴ μεθόδῳ ζητεῖν ἁπάσας τῶν μορίων τὰς διαφοράς.
§8 Ἀλλἐγὼ γυμνασίας ἕνεκα καὶ τὰς τῶν ἄλλων ἔπειμι τῶν ἐκτὸς βουβώνων τε καὶ μασχαλῶν, ἐπειδὴ καὶ τούτοις ἔστι μέν τι παρὰ τὰ πρόσθεν εἰρημένα σύμπαντα διάφορον, ὥσπερ καὶ πρὸς ἄλληλα κατὰ μέρος, ἔστι δέ τι καὶ κοινὸν, ἀλλήλοις τε καὶ τοῖς προειρημένοις. τὸ μὲν δὴ πόῤῥω τῆς καρδίας εἶναι κοινὸν ἀμφοῖν ἐστι καὶ μᾶλλον τοῖς κάτω· διαφέρει δἀλλήλων ταῖς οὐσίαις τε καὶ ταῖς ἐνεργείαις, ὥσπερ γε κοινόν τι πρὸς ἄλληλα καὶ τὰ πρόσθεν εἰρημένα σύμπαντα κέκτηται κατὰ τὰς προειρημένας ἁπάσας διαφοράς. ἔστι γάρ τοι καὶ τούτων αὐτῶν τὰ μὲν σκληρότερά τε καὶ πυκνότερα, τὰ δἀραιότερά τε καὶ μαλακώτερα, καὶ τὰ μὲν πλειόνων τε καὶ μειζόνων, τὰ δἐλαττόνων τε καὶ μικροτέρων ἀγγείων τε καὶ νεύρων μετέσχηκε, καὶ τὰ μὲν  αἰσθητικώτερα τετύχηκεν ὄντα, τὰ δἀναισθητικώτερα. τὴν δἐν ταῖς ἐνεργείαις αὐτῶν διαφορὰν οὐδεὶς ἀγνοεῖ, καὶ μάλιστα τῶν ἄνω μασχαλῶν. σκέλη μὲν γὰρ καὶ χεῖρες ἐνεργειῶν ἕνεκα προαιρετικῶν ἐγένοντο, παραπλησίων ἀλλήλαις κατὰ γένος. ὀφθαλμοὶ δὲ καὶ ὦτα καὶ γλῶττα μήνιγγές τε καὶ αὐτὸς ἐγκέφαλος, ὅσα τε κατὰ τὸν τράχηλόν ἐστι μόρια, πολὺ δή τι ταῖς ἐνεργείαις διαφέρει τῶν κατὰ τὰ κῶλα μορίων. ἕπεσθαι τοίνυν εἰκὸς ἑκάστῳ συμπτωμάτων οἰκείαν ἰδέαν, οὐχ ὁμοίως ἀλλοιοῦσαν τοὺς σφυγμούς· οἷον αὐτίκα, καίτοι γἐν τούτῳ κειμένων ἐγκεφάλου τε μηνίγγων ἅπασι τοῖς κατὰ τὴν κεφαλὴν, ἐπὶ μὲν ταῖς τούτων φλεγμοναῖς ἐξ ἀνάγκης πυρέττουσί τε καὶ παραφρονοῦσιν, ἐπὶ δὲ ταῖς τῶν ἄλλων οὐκ ἐξ ἀνάγκης. αἱ γοῦν τῶν κροταφιτῶν μυῶν φλεγμοναὶ καὶ πυρετοὺς καὶ παραφροσύνας καὶ σπασμοὺς καὶ κάρους ἐπιφέρουσι πολλάκις, ὁπόταν μεγάλαι γενηθῶσιν, οὔτἐξ ἅπαντος οὔθὅταν μικραὶ τύχωσιν οὖσαι, τὰ τοιαῦτα συμπτώματα φέρουσιν. δἐγκέφαλος αὐτὸς, ὁπόταν εἰς δυσκρασίαν ἐμπέσῃ νοσώδη, τὸ τῆς δυσκρασίας οἰκεῖον ἐξ ἀνάγκης ἐπιφέρει σύμπτωμα, κατὰ μὲν τὰς ἀμέτρους θερμασίας, εἰ μὲν αὐταὶ μόναι καθαὑτάς ποτε γένοιτο, παραφροσύνη· εἰ δὲ μετὰ ξηρότητος, ἅμα ταῖς ἀγρυπνίαις. οἰκεῖον γὰρ ξηρότητι τὸ σύμπτωμα τοῦτο, καθάπερ γε καὶ ὑγρότητι, βαθὺς ὕπνος, κῶμα. τῆς ψύξεως δαὐτοῦ σύμπτωμά ἐστιν ἀχώριστον καλουμένη μώρωσις. εἰ δὲ σὺν ὑγρότητι γένοιτο, βαθεῖα τοῖς τοιούτοις ἕπεται καταφορά. πολλῷ δὲ τοῦ κατὰ φύσιν ὑγρότερός τε καὶ θερμότερος ἀποτελεσθεὶς τὴν σὺν ἀγρυπνίᾳ τε καὶ παραφροσύνῃ φέρει καταφοράν. εἴρηται δὲ αὐτῆς ἰδέα πᾶσα καθἕτερον γράμμα τὸ περὶ τοῦ παρἹπποκράτους κώματος. ἰσχυρὰ δὲ ψύξις ἐγκεφάλου μετὰ ξηρότητος γινομένη ἀκινησίαν μὲν ἐπάγει τοῦ σώματος σύμπαντος, οὐ μὴν κωματώδεις εἰσὶν, ἀλλἀνεῳγόσι τοῖς ὀφθαλμοῖς ἀσκαρδαμυκτὶ βλέπουσιν. οἱ σφυγμοὶ δ’, ὧν ἕνεκεν εἴρηται ταῦτα, θερμοῦ μὲν ἱκανῶς ἐγκεφάλου χωρὶς ξηρότητος, ἐν μὲν τῇ συστάσει τῆς ἀρτηρίας σύμμετροί τε καὶ τοῖς κατὰ φύσιν ὅμοιοι, μεγέθει δὑπερβάλλοντες καὶ τάχει καὶ πυκνότητι τοσοῦτον ὅσον ἂν νοσώδης θερμότης ὑπὲρ τὴν κατὰ φύσιν . εἰ δὲ μὴ μόνον εἴη θερμότερος, ἀλλὰ καὶ ξηρότερος νοσωδῶς, εὐθὺς μὲν δήπου καὶ διεζωκυῖα μήνιγξ αὐτὴν, λεπτὴ, παραπλησίως διακείσεται. σὺν αὐτῇ δὲ καὶ τὰ νεῦρα σύμπαντα, καὶ ἐκεῖνα καὶ αἱ ἀρτηρίαι, σκληρότερον ἔχουσι τὸν σφυγμὸν, ὅτι τε τείνονται τὸν χιτῶνα καὶ ξηραίνονται. δέδεικται γὰρ ἑτέρωθι περὶ τῆς τῶν ἀρχῶν συμπαθείας. εἰ δἐκ χολώδους χυμοῦ πλεονεξίας εἰς θερμὴν καὶ ξηρὰν ἀχθείη διάθεσιν ἐγκέφαλος, ἔτι δὴ καὶ μᾶλλον τάσις ἐγγίνεται ταῖς ἀρτηρίαις. οὕτω δὲ καὶ ἐξ αἵματος θερμοῦ καὶ οἷον ζέοντος μὲν ξηρότης ἥττων, μείζων δ τάσις αὐταῖς τε ταῖς μήνιγξιν ὑπάρχει καὶ τοῖς νεύροις καὶ ταῖς ἀρτηρίαις. μὲν χολώδης χυμὸς, γοῦν ὠχρὸς, οὗ νῦν μεμνήμεθα, λεπτομερὴς ὑπάρχων οὐχ ὁμοίως σφηνοῦται κατὰ τὰ μαλακὰ σώματα, ὥστε οὐδεἰς ὄγκον αἴρειν αὐτὰ δύναται. τὸ δαἷμα τὸ θερμὸν ἐμφράττεταί τε καὶ σφηνοῦται μᾶλλον, ὥστε καὶ τὸν ὄγκον ἐργάζεται μείζω καὶ τὴν τάσιν ἰσχυροτέραν. καὶ τοίνυν προσέχειν ἀκριβῶς χρὴ τῇ τῆς ἀρτηρίας συστάσει, πότερον ὑπὸ ξηρότητος, τάσεως χιτὼν φαίνεται σκληρός· εἶτεἰ μὲν ἐπὶ ξηρότητι φαίνοιτο, δυοῖν θάτερον ἡγεῖσθαι κατὰ τὸν ἐγκέφαλον ὑπάρχειν, δυσκρασίαν θερμὴν καὶ ξηρὰν, χολῆς πλεονεξίαν· εἰ δἐπὶ τάσει, φλεγμονώδη διάθεσιν· εἰ δἐπἀμφοῖν, ἡγεῖσθαι χρὴ καὶ αὐτὴν τὴν διάθεσιν εἶναι σύνθετον ἐξ αἱματώδους τε καὶ πικροχόλου χυμοῦ. παραφρονοῦσι μὲν οὖν ἅπαντες οἱ τοιοῦτοι διηνεκῆ παραφροσύνην, διαλλάττουσι δἀλλήλων τῷ τοὺς μὲν ἐπὶ δυσκρασίᾳ μόνῃ, μετρίως τε πάσχειν τοῦτο, καὶ ἀῤῥωστεῖν ἁπάσαις ταῖς προαιρετικαῖς ἐνεργείαις, τοὺς δἐπὶ χολώδει χυμῷ μήτἀῤῥωστεῖν, ἐξίστασθαί τε κατὰ τὰς παραφροσύνας ἰσχυρῶς. ὅσοι δἐπὶ μελαίνῃ χολῇ ζεσάσῃ διὰ σηπεδόνα τοιοῦτόν τι πάσχουσι, ῥᾳδίως ἐξίστανται, σκληροὶ δὲ καὶ τούτων εἰσὶν οἱ σφυγμοὶ διἀμφοτέρας τὰς αἰτίας, ξηρότητά τε καὶ τάσιν, εὐθὺς δὲ δήπου καὶ μικροὶ διὰ τὴν σκληρότητα καὶ θάττους τῶν κατὰ φύσιν, ὅτι πυρέττουσι, καὶ πυκνοὶ, διὰ τὸ μὴ πληροῦσθαι τὴν χρείαν. αἱ δὑγραὶ δυσκρασίαι αἱ κατὰ τὸν ἐγκέφαλον μαλακοὺς ἐν τῷ χρόνῳ τοὺς σφυγμοὺς ἀποτελοῦσι, καὶ κωματώδη τὸν ἄνθρωπον. εἰ δὲ πυρετώδης αὐταῖς συνείη θερμότης, λήθαργος μὲν ὀνομάζεται τὸ νόσημα, γίνεται δ σφυγμὸς οὐ μαλακὸς μόνον, ἀλλὰ καὶ μέγας. εἰ δἐπὶ σηπομένῳ φλέγματι κατὰ τὸν ἐγκέφαλον τοιαύτη γίνεται διάθεσις, εἴη μὲν ἂν καὶ οὕτως τὸ νόσημα λήθαργος, ἕξει δ σφυγμὸς ἔμφασίν τινα τεινομένης τῆς ἀρτηρίας καίτοι μαλακῆς ὑπαρχούσης. μεγάλοι δεἰς τοσοῦτον ἐν τοῖς τοιούτοις νοσήμασι πᾶσίν εἰσιν εἰς ὅσον ἂν θερμότης αὐξηθῇ. τὸ δὲ τάχος ἤτοι παντάπασιν ἐλάχιστον, οὐδόλως ἐπιτείνεται τούτοις, ὡσαύτως δὲ καὶ πυκνότης. ἅπαντα δὲ συναύξεται ταῦτα τῷ πλήθει τῆς θερμασίας. ἐπιμίκτου μέν τοι τῆς διαθέσεως ἐκ χολῆς καὶ φλέγματος γενομένης οὔτἄγρυπνοι τὸ σύμπαν ὑπάρχουσιν οὔτἐν βαθεῖ κώματι· καταφερόμενοι δὲ παραπαίουσιν, ἐπαίρειν ἀδυνατοῦντες τὰ βλέφαρα. καὶ τὸ σύμπαν εἰπεῖν οἱ τοιοῦτοι κωματώδεις εἰσὶ καὶ ἄγρυπνοι. καὶ τοίνυν καὶ οἱ σφυγμοὶ τούτοις ἐν μέσῳ τὴν ἰδέαν ὑπάρχουσι τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων. ψύξεως δὲ νοσώδους ἐν ἐγκεφάλῳ γινομένης, ὅταν εἰς συμπάθειαν ἀφίκηται καρδία, μικρότεροι καὶ βραδύτεροι καὶ ἀραιότεροι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ γενήσονται. καὶ εἰ μὲν ὕλης ἄνια, μόνῃ τῇ δυσκρασίᾳ τοῦ ἐγκεφάλου, χωρὶς ἁπάσης τάσεως· εἰ δὲ σὺν ὕλη, μελαγχολικῆς μὲν αὐτῆς ὑπαρχούσης,  τείνεσθαί τε συμβήσεται τὰς ἀρτηρίας, καὶ διὰ τοῦτο σκληρότερον φαίνεσθαι τὸν σφυγμόν· φλεγματικῆς δὲ, οὐχ ἁπλῶς, ἀλλεἰ μὲν παχὺ καὶ γλίσχρον εἴη τὸ φλέγμα, ταθήσονται· σκιῤῥώδεις γὰρ ὄγκους τοιοῦτος ἐργάζεται χυμός· εἰ δὑγρὸν καὶ πνευματῶδες, ὑφοὗ μάλιστα τὸ καλούμενον οἴδημα γίνεται, χωρὶς τοῦ τείνεσθαι μαλακὸς σφυγμὸς ἔσται· εἰ δἐπίμικτον εἴη τὸ φλέγμα τῶν προειρημένων ἀμφοτέρων μετέχον εἰδῶν, ἅμα τε μαλακὸς καὶ σὺν τάσει τινί. πρόδηλον δὡς, ὁπότε μαλακὸς σφυγμὸς γίνεται, καὶ μείζων ἀποτελεσθήσεται τοῦ πρόσθεν. ὁποία δέ τις τῶν ἄλλων συμπτωμάτων αὐτοῖς ἰδέα γενήσεται, στοχάζεσθαί τινι καὶ αὐτῷ δυνατὸν ἐκ τῶν προειρημένων ὁρμωμένῳ. ἐμοὶ δἐπὶ πλέον ἐνθάδε μηκύνειν οὐκ ἀναγκαῖον ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ τὰ τοιαῦτα πάντἐπὶ πλεῖστον ἐξειργασμένῳ. νυνὶ γὰρ οὐχ ἅπασαν, ἀλλὰ τὴν ἐκ σφυγμοῦ μόνου διάγνωσιν ἐπισκέψασθαι προὐθέμην. ὥστε ἐκ περιουσίας τε καὶ κατὰ τὸ πάρεργον εἴρηταί τινι τῶν ἄλλων συμπτωμάτων, οὐκ ἐν ἔργῳ. καταπαύσας οὖν ἤδη τὸν ἐνεστῶτα λόγον ἐφἕτερόν τι τῶν εἰς τὰ παρόντα χρηστῶν μέτειμι, μακροτέρας μὲν τῆς ἐπισκέψεως ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ τετυχηκὸς, ἀναγκαῖον δὲ καὶ νῦν δειχθῆναι.
§9–12
§9 λεπτὴ μῆνιγξ διεζωκυῖα τὸν ἐγκέφαλον οὔ μοι δοκεῖ δύνασθαι μόνη ποτὲ παθεῖν τῶν εἰρημένων νοσημάτων οὐδὲν ἐγκεφάλον χωρὶς, ὥσπερ οὐδἐγκέφαλος ἄνευ τῆς μήνιγγος. ἀλλεἴτε δυσκρασία χωρὶς ῥεύματος, εἴτε καὶ ῥεῦμα κατασκήψειεν εἰς ὁπότερον αὐτῶν, εὐθὺς ἀναγκαῖον εἶναι νομίζω μεταδίδοσθαι τοῦ πάθους εἰς τὸ λοιπόν. μέντοι σκληρὰ μῆνιγξ οἵα τἐστὶ καὶ μόνη πάσχειν ἐπὶ πλεῖστον ἀφεστῶσα τοῦ ἐγκεφάλου. καὶ εἴπερ ἐξ αὐτῆς διάθεσις ἀξιόλογος γενομένη τήν τε καρδίαν εἰς συμπάθειαν ἐπισπάσοιτο καὶ τὰς ἀρτηρίας, ἀνάλογον ταῖς κατὰ τὸν ἐγκέφαλον διαθέσεσιν σφυγμὸς ἀλλοιωθήσεται, τῶν μὲν θερμῶν ἐν αὐτῇ διαθέσεων τὴν χρείαν αὐξανουσῶν, τῶν δὲ ψυχρῶν ἐκλυουσῶν τε ἅμα ταύτην καὶ σκληροτέρας ἀτρέμα τὰς ἀρτηρίας ἐργαζομένων, καὶ μάλισθὅσαι τῆς καρδίας εἰσὶν ἀνωτέρω, καὶ τῶν μὲν ξηρῶν σύντονόν τε καὶ σκληρὸν ἐργαζομένων τὸν σφυγμὸν, τῶν δὑγρῶν μαλακὸν, οὐ μὴν εἰς τοσοῦτόν γε μαλακὸν καὶ σκληρὸν εἰς ὅσον ἐγκέφαλος, ἀλλἐπὶ πλεῖον μὲν σκληρὸν, ἐπἔλαττον δὲ μαλακόν. ὅσα μὲν γὰρ φύσει σκληρὰ σώματα σκληρυνούσας ἐδέξατο διαθέσεις, εἰς μεγίστην ἀφικνεῖται σκληρότητα, καθάπερ γε καὶ τὰ φύσει μαλακὰ τὰς ὑγραινούσας τε καὶ χεούσας δεξάμενα τελείως ἔκλυτά τε γίνεται καὶ μαλακά. ὅσα δἤτοι σκληρὰ τὰς ὑγραινούσας ἐδέξατο διαθέσεις μαλακὰ τὰς σκληρυνούσας, οὐκέτεἰς ἄκραν ἀφικνεῖται τὴν ἐναντίαν αὐτοῖς κατάστασιν. οὕτως οὖν οὔτἐπὶ μηνίγγων οἰδήματι γένοιτἄν ποτε σφυγμὸς εἰς τοσοῦτον μαλακὸς εἰς ὅσον ἐπὶ ἐγκεφάλου τε καὶ πνεύμονος οὔτἐπἐγκεφάλῳ τε καὶ πνεύμονι φλεγμήνασιν οὕτω σκληρὸς ὡς ἐπὶ μήνιγξιν, ἀλλὰ τοῖς μὲν ἐπὶ μήνιγξι σκληροῖς ὅμοιος ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι, τοῖς δὲ ἐπὶ ἐγκεφάλῳ τε καὶ πνεύμονι μαλακὸς μὲν ὁμοίως οὐδεὶς, ἐγγυτέρω δὲ τῶν ἄλλων ἐφἥπατι καὶ σπληνὶ κατὰ τὰς οἰδηματώδεις διαθέσεις, ὡς σκιῤῥωθέντα γε καὶ ταῦτα τὰ σπλάγχνα σκληροὺς ἱκανῶς ἀποτελεῖ τοὺς σφυγμοὺς, ἧττον δὲ τῶν σκίῤῥων ἐν ταῖς φλεγμοναῖς. ἐγκέφαλος δὲ καὶ πνεύμων ἴσως ἂν οὐδἐδέξαντό ποτε διάθεσιν σκιῤῥώδη· σκληροῖς γὰρ καὶ πυκνοῖς σώμασιν, οὐκ ἀραιοῖς καὶ μαλακοῖς τοιαύτη διάθεσις οἰκεία. κοινὰ δ΄ ἐπὶ πᾶσι τοῖς εἰρημένοις ἐπίστασθαι, κᾂν εἰ μὴ λελεγμένα καθἕκαστον τύχοι, τό τε τὰς ψυχρὰς διαθέσεις, ὅταν ὑπερβαλλόντως γενηθῶσι τοιαῦται, σκληροὺς ἐργάζεσθαι τοὺς σφυγμοὺς, ἄλλως δοὐχὶ, καὶ τὸ τὰς ἀρτηρίας ὅσαι πλησίον ἀλλοιοῦσθαι μᾶλλον εἰς μαλακότητά τε καὶ σκληρότητα, τὰς δἤτοι πόῤῥω τῶν πεπονθότων διὰ μέσης τῆς καρδίας ἧττον. τοῦτοὖν ἐπιστάμενός τις οὐδὲ περὶ τῶν ἄλλων ὅσα κατὰ πρόσωπον, τὸν τράχηλον, τὰ κῶλα, νοσήματα γίνεται, διδασκαλίας ἑτέρας δεήσεται. εἰ μὲν γὰρ πυκνὸν καὶ σκληρὸν εἴη τὸ πεπονθὸς μόριον, σκληροὺς ἐργάσεται τοὺς σφυγμοὺς, εἴτε φλεγμαῖνον, εἴτε σκιῤῥούμενον, εἴθὑπερβαλλόντως ψυχόμενον, εἰς συμπάθειαν ἄγει τὰς ἀρτηρίας· εἰ δὲ σαρκῶδες, εἰ μὲν ἤτοι φλεγμήνειεν, σκιῤῥωθείη, σκληροὺς, ἀλλἧττον τῶν προειρημένων· εἰ δοἰδήσειε, μαλακούς. συμπαθήσουσί τε τοῖς μὲν ἀρτηριώδεσι θᾶττον αἵ τἐγγὺς ἀρτηρίαι πᾶσαι καὶ καρδία, τοῖς δὲ φλεβώδεσιν ἐφεξῆς τούτων, ἥκιστα δὲ τοῖς νευρώδεσιν. ἐν χρόνῳ τε γὰρ ταῦτα καὶ μεγάλως πάσχοντα τὴν κίνησιν τῶν ἀρτηριῶν ἀλλοιοῖ. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διότι τοῖς κατὰ ἐπιγάστριόν τε καὶ θώρακα μυσὶ φλεγμήνασι πυρετοὶ μὲν ἑτοίμως ἕπονται καὶ διὰ τοῦτο καὶ οἱ σφυγμοὶ μεγάλοι γίγνονται καὶ ταχεῖς καὶ πυκνοὶ, σκληρὸς δἐπαὐτῶν ἱκανῶς σφυγμὸς σπασμώδης οὐδέποτε γίγνεται. τῶν δἐν πήχει καὶ κνήμῃ μυῶν φλεγμηνάντων, καὶ μάλιστα καθ μέρος αὐτῶν ἐκπεφύκασιν οἱ τένοντες, ἕτοιμον μὲν ἁλῶναι καὶ σπασμῷ, ῥᾷστα δοἱ σφυγμοὶ τείνονταί τε καὶ σκληρύνονται. σαρκώδεις μὲν γὰρ οἱ περὶ τὸν θώρακά τε καὶ γαστέρα, νευρώδεις δἱκανῶς οἵ τἐν χερσὶ καὶ ποσί· ἔτι δὲ μᾶλλον εἰ τένων φλεγμήνειε τῶν κατὰ χεῖρας ἄκρας πόδας, ἑτοίμως μὲν σφυγμὸς αὐτοῖς γίνεται σκληρὸς, ἑτοίμως δὲ σπῶνται. γίνονται δἱκανῶς σκληροὶ σφυγμοὶ καὶ διἥπατος σπληνὸς σκίῤῥον. ἀλλἐπὶ τοῖς οὕτω σκληροῖς ἀδεὲς σπασθῆναι. σπληνὶ μὲν οὖν μεγάλως σκιῤῥωθέντι πολλάκις ἐθεασάμεθα μηδόλως ἐπιγενόμενον ὕδερον· ἥπατι δἐξ ἀνάγκης ἕπεται καὶ γίνεται τηνικαῦθ σφυγμὸς θαυμαστὸν ὅπως ἀμφοτέρων τῶν διαθέσεων ἔχων τὰ σημεῖα, τὸν μὲν χιτῶνα τῶν ἀρτηριῶν αὐτὸν ὑγρότερόν  τε καὶ μαλακώτερον, ἐνδεικνύμενον δὲ σαφῶς τὴν ἐπὶ τῷ σκίῤῥῳ τάσιν, καὶ διὰ τοῦτο καὶ σκληρότερον. αὐτὸς δὲ καθἑαυτὸν ὕδερος ἄνευ σπλάγχνων φλεγμονῆς οὐδεμίαν ἐργάζεται περὶ τὸν σφυγμὸν τάσιν. συνίστανται δοἱ τοιοῦτοι διαἱμοῤῥοΐδος ἄμετρον κένωσιν, ἐπίσχεσιν ἀήθη. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν καταμηνίων ἐπισχέσεις τε καὶ ἄμετροι κενώσεις ὑδέρους ἐπιφέρουσιν. ὅσα δὲ κατὰ μήτραν πάσχουσι γυναῖκες εἴρηται πρόσθεν ὅπως ἀλλοιοῖ τοὺς σφυγμοὺς, ἡνίκα παρεβάλλομεν αὐτὴν κύστει.
§10 Λοιπὸν οὖν ἔτι περὶ τῶν κατὰ τοὺς ὄρχεις μνημονεῦσαι προσήκει. ταυτὶ γὰρ τὰ μόρια καίτοι γοὖν ἐκτὸς ὄντα βουβώνων αὐτίκα πυρετοὺς ἐπιφέρει φλεγμήναντα διὰ τὴν τῶν ἀγγείων γειτνίασιν. ἄνωθεν γὰρ ἀπὸ τῶν κατὰ τοὺς νεφροὺς χωρίων καταφέρεται φλὲψ καὶ ἀρτηρία διὰ τῶν τοῦ περιτοναίου τρημάτων ἐπὶ τοὺς ὄρχεις, ἀξιόλογα τὸ μέγεθος ἀγγεῖα. καὶ ἐλυτροειδὴς δὲ χιτὼν ἀπαὐτοῦ τοῦ περιτοναίου πέφυκεν, ὥστεὐλόγως ἐπὶ τούτῳ μὲν φλεγμήναντι σκληρὸς σφυγμὸς γίγνεται, καὶ διὰ τοῦτο καὶ μικρότερος, ἐπὄρχεσι δοὔθὁμοίως σκληρὸς καὶ μέγας διὰ τὸν πυρετόν. ὅσα μὲν γὰρ ἀρτηριώδη τέ ἐστι καὶ φλεβώδη μόρια, πυρετοὺς ἐγείρει μᾶλλον· ὅσα δὲ νευρώδη, οὐδόλως μικροὺς, τετάνων δἐστὶ καὶ σπασμῶν γεννητικά. τὰ μὲν οὖν προτεθέντα πάντα ἤδη τέλος ἔχει, τὰς γὰρ ἐν ἑκάστῳ μορίῳ διαθέσεις ἁπάσας ὑπελθόντες ἐδηλώσαμεν ὁποῖόν τινα ἑκάστη τροπὴ ἐργάζεται σφυγμόν.
§11 Ὅπερ δἀναγκαιότατόν ἐστιν, εἰς ὀλίγα κεφάλαια τὴν σύνοψιν αὐτῶν ἀναγαγεῖν πειραθῶμεν. μὲν δὴ τῶν ἐνεστώτων διάγνωσις οὐδὲν ἄλλο ἐστὶν διαθέσεων εὕρεσις· δὲ τῶν προγεγονότων οὐδὲν αὖ πάλιν ἄλλο τῶν τὰς διαθέσεις ἐργαζομένων αἰτίων. εἰ τοίνυν ἅπασαι μὲν αἱ διαθέσεις ἐν τῇδε τῇ πραγματείᾳ διῄρηνται, ἅπαντα δεἴρηται τὰ ποιητικὰ μὲν ἐν ἑτέραις πραγματείαις, τὰ δἐν τῇ προηγουμένῃ τῆσδε τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, λείποιτἂν οὐδὲν ἔτι τῶν εἰς πρόγνωσιν ἀναγκαίων ἤτοι τῶν προγεγονότων τῶν παρόντων. ὅτι δὲ καὶ τῶν μελλόντων πρόγνωσις ἐκ τῶν ἐνεστώτων γίνεται, πολλάκις μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν εἰρημένων ἐνεδειξάμεθα, καὶ νῦν δἀναγκαῖον ἅπαντα διελθεῖν ἐπὶ κεφαλαίων τὸν λόγον, ἀρχὴν αὐτῶν τήνδε ποιησαμένους τῆς περὶ τὸ μέλλον ἀποβήσεσθαι διαγνώσεως. ἓν μὲν καὶ πρῶτόν ἐστιν εἰς τι τελευτήσει τὸ νόσημα, πότερον εἰς ὄλεθρον, εἰς σωτηρίαν· ἕτερον δἐπαὐτῷ δεύτερον, ἐν τίνι μάλιστα τοῦτἔσται χρόνῳ. καὶ τρίτον δἐπὶ τούτοις τίς τρόπος ἔσοιτο τοῦ τε θανάτου καὶ τῆς σωτηρίας. ἁπάντων δὲ τούτων πρόγνωσις ἐκ τῶν διαθέσεών ἐστιν. ἐξ αὐτῶν γὰρ, ὡς ἐδείξαμεν, τε τοῦ νοσήματος ἰδέα καὶ τῆς δυνάμεως ἀῤῥωστία τε καὶ ῥώμη διαγιγνώσκεται. τούτων δἀλλήλοις παραβαλλομένων τὰ μέλλοντα γενήσεσθαι προγινώσκεται. τοῦ μὲν γὰρ νοσήματος γνῶσις ἐκ τόπου τοῦ πεπονθότος ἐστὶ καὶ τῆς ἐν αὐτῷ διαθέσεως· τῆς δὲ δυνάμεως ἐκ τῆς εὐκρασίας τε καὶ δυσκρασίας τῶν στερεῶν σωμάτων. εἰ γὰρ ἀσθένειαι γίνονταί τινες, διὰ τὸ πνεῦμα τὸ ψυχικὸν ὀλιγοχρόνιοί τεἰσὶ καὶ συμπτωματικαί. ἀλλήλοις δὲ τούτων παραβαλλομένων, εἰ μὲν οἵα τέ ἐστι τὴν ἀκμὴν τοῦ νοσήματος ἐνεγκεῖν δύναμις, ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον, ἔξωθέν γε μηδενὸς ἁμαρτηθέντος· εἰ δοὐχ οἵα τε, πάντως τεθνήξεσθαι. τοῦ χρόνου δ πρόγνωσις, ἐν τῶν εἰρημένων ἑκάτερον ἔσοιτο, διὰ τῶνδε γινώσκεται. σωθήσονται μὲν οἱ μέλλοντες σώζεσθαι κατἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ ἂν φύσις ἐπικρατήσῃ τελεώτατα τῆς νοσώδους διαθέσεως· τεθνήξεται δὲ κατἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ τὸ νόσημα τῆς δυνάμεως εἰς τοσοῦτον ἔσται κρεῖττον ὡς ἐνέργειάν τινα τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἀπολέσθαι. καὶ μὲν δὴ καὶ τρόπος τε τοῦ θανάτου καὶ τῆς σωτηρίας ἐκ τῶν αὐτῶν προγνωσθήσεται. τῶν γὰρ ἀπολλυμένων ἐνεργειῶν ἀναγκαίων εἰς τὸ ζῇν ἔνιαι μὲν πνίξιν ἐπιφέρουσιν, ἔνιαι δὲ τῆς ζωτικῆς δυνάμεως κατάπτωσιν, ἔνιαι δἀνάλογον τῆς ζωτικῆς κατάπτωσίν τε καὶ οἷον πνίξιν. αἱ μὲν οὖν τῆς ζωτικῆς δυνάμεως ἐπιφέρουσαι πνίξιν ἐκ τῶν τοῦ θώρακός τε καὶ πνεύμονος, ἔτι τε τραχείας ἀρτηρίας καὶ λάρυγγος καὶ φάρυγγος ὁρμῶνται διαθέσεις· ἔνιαι δὲ καὶ καταὐτὴν εὐθέως συνίστανται τὴν καρδίαν· αἱ δὲ τὴν κατάπτωσιν ἔκ τε τῶν στομαχικῶν ὀνομαζομένων διαθέσεων, ἐφαἷς συγκόπτονται, καὶ προσέτι τῶν καθἧπαρ χρονίων, ἐφαἷς ἀτροφοῦσι, καὶ ἀλγημάτων χρονίων, σφοδρῶν, ἔτι τε τῶν ἑκτικῶν ἁπάντων πυρετῶν. συνελόντι δὲ φάναι, τοῦ τῆς καρδίας σώματος αἱ μεγάλαι δυσκρασίαι, καθὃν ἄν τινα τρόπον αὐταὶ καθἑαυτὰς εὐθὺς ἐξ ἀρχῆς, διἕτερα σπλάγχνα πάθωσι, κατάπτωσιν ἐπάγουσι τῆς ζωτικῆς δυνάμεως. οὕτω δὲ καὶ τῆς ψυχικῆς δυνάμεως αἱ μὲν ἀῤῥωστίαι ταῖς ἐγκεφάλου μεγάλαις ἕπονται δυσκρασίαις, αἱ δοἷον πνίξεις ταῖς τε πληρώσεσι τῶν κοιλιῶν αὐτοῦ καὶ ταῖς ἐμφράξεσι τῶν εἰς αὐτὰς ἡκόντων πόρων. ὥσθὅστις ἀκριβῶς διαγινώσκει μέτρον τε δυνάμεως καὶ τόπον πεπονθότα καὶ τὴν ἐν αὐτῷ διάθεσιν, οὗτός ἐστιν προγνωστικώτατος τῶν ἐσομένων. ὅπως μὲν οὖν χρὴ διαγινώσκειν τὰ πεπονθότα μόρια διἑτέρας δεδήλωται πραγματείας· ὅπως δὲ καὶ τὰς διαθέσεις αὐτῶν ἐν ἐκείνῃ τε συνεπιδέδεικται κᾀν τοῖς περὶ κρίσεων οὐχ ἥκιστα, καὶ μέντοι κᾀν τῇδε τῇ πραγματείᾳ. λέλεκται δὲ καὶ περὶ τῶν δυνάμεων ἐν πολλοῖς πολλάκις ὡς ἔκ τε τῶν ἐνεργειῶν αὐτῶν διάγνωσις ἔκ τε τῆς τῶν ἐνεργούντων δυσκρασίας. περὶ μὲν δὴ τῶν ἄλλων δυνάμεως ἐν ἑτέρῳ διώρισται, περὶ δὲ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης, ἣν δὴ καὶ ζωτικὴν ὀνομάζομεν, εἴρηται μὲν καὶ ἐν τούτοις οὐκ ὀλίγα, λεχθήσεται δὲ καὶ νῦν.
§12 Ἐπειδὰν μὲν ἅπαντες ἀμυδροὶ τυγχάνωσιν ὄντες οἱ σφυγμοὶ, κατὰ τὸν ἑαυτῆς λόγον δύναμις ἀῤῥωστεῖ, καθὅλον μὲν τὸ σῶμα τούτου γινομένου, τοῦ τῆς καρδίας σώματος ἔχοντος δυσκράτως, καθἓν δὲ μόριον, ἐκείνου μόνου τοῦ μορίου. ἐπειδὰν δὲ κατὰ τὰς αὐτὰς ἀρτηρίας ἐνίοτε μὲν ἀμυδρὸς σφυγμὸς, ἐνίοτε δ σφοδρὸς, οὐ κατὰ τὸν ἑαυτῆς λόγον δύναμις ἀσθενής ἐστιν, ἀλλὑπὸ πλήθους βαρύνεται. μόνην δὲ οὔποθεὗρον οὔτἐν ὅλῳ τῷ σώματι τὴν τοιαύτην ἀνωμαλίαν οὔτε καθἕν τι· μόριον, ἀλλὰ καὶ τἄλλα τρία γένη συμμεταβάλλοντά τε καὶ ἀνώμαλα γινόμενα. λέγω δὲ τρία γένη τό τε κατὰ μέγεθος καὶ μικρότητα καὶ τὸ κατὰ τάχος καὶ βραδύτητα καὶ τὸ κατὰ πυκνότητα καὶ ἀραιότητα. καὶ γὰρ μεγάλοι καὶ μικροὶ καὶ μέσοι, καὶ ταχεῖς καὶ βραδεῖς καὶ μέσοι, καὶ πυκνοὶ καὶ ἀραιοὶ καὶ μέσοι, καθάπερ γε καὶ ἀμυδροὶ καὶ σφοδροὶ καὶ μέσοι ταῖς ὑπὸ πλήθους χυμῶν βαρυνομέναις γίνονται δυνάμεσιν. εἰ μὲν οὖν οἱ σφυγμοὶ οἱ σφοδροὶ καὶ μεγάλοι πλείους τῶν ἐναντίων ὑπάρχοιεν, ἧττον δύναμις ὑπὸ τοῦ πλήθους κέκμηκεν· εἰ δοἱ μικροὶ καὶ ἀμυδροὶ, μᾶλλον. οὕτω δὲ καὶ τῶν κατὰ μίαν πληγὴν ἀνωμάλων, ὅσοι τε διακοπτομένης ἡσυχίᾳ τῆς κινήσεως, ὅσοι τε συνεχοῦς μενούσης ἐλέχθησαν γίνεσθαι, πάντες οὗτοι τὰ τέλη τῶν κινήσεων εὐτονώτερά τε καὶ θάττονα ποιούμενοι ῥωμαλεωτέραν ἐνδείκνυται τὴν δύναμιν ὑπάρχειν ἁπάντων τῶν ἀμυδροτέραν τε καὶ βραδυτέραν ποιουμένων. ἐλέχθη δαὐτάρκως καὶ περὶ τῆς ἐν τοῖς μυούροις διαφορᾶς. ὅταν οὖν ποτε ἐπὶ τῇ τοιαύτῃ καταστάσει σφυγμῶν ὑψηλὸς σφυγμὸς φανῇ, δῆλον μὲν ὅτι μέγας ἱκανῶς τοιοῦτός ἐστιν, ὡς ἔμπροσθεν εἴρηται, δηλώσει δὲ τὴν φύσιν ἐπικρατεῖν ἤδη τοῦ πλήθους. ἀμυδρὸς μὲν οὖν σφυγμὸς ὑψηλὸς οὐδέποτε γίνεται, μᾶλλον μέντοι καὶ ἧττον σφοδρὸς, ὅσῳπερ ἂν ὑψηλότερός τε ἅμα καὶ σφοδρότερος ἀποτελεσθῇ, τήν τε ῥώμην ἐνδείκνυται τῆς δυνάμεως ἀκώλυτόν τε τὴν κίνησιν. εὐθὺς δὲ τῇ τοιαύτῃ μεταπτώσει συμμεταβάλλειν ἀναγκαῖόν ἐστι τὴν ἔμπροσθεν ἀνωμαλίαν, καὶ πρῶτον μὲν τοὺς μεγάλους καὶ ὑψηλοὺς σφυγμοὺς πολὺ πλείους γενέσθαι τῶν ἐναντίων, ἔπειτα δὲ καὶ πάντας ἑξῆς ὁμαλοὺς, ἐξ ἀνάγκης οὗτοι διἐκκρίσεων κριθήσονται. καὶ οὐ μόνον τοῖς ὑψηλοῖς τε καὶ σφοδροῖς σφυγμοῖς, ἀλλὰ καὶ τοῖς μεγάλοις ὁμοῦ καὶ σφοδροῖς ἕπεται τοῦτο· βεβαιότερον δὲ καὶ ἀδιαψευστότερον, ὅταν ὑψηλοὶ γενηθῶσιν. ἐπισκέπτεσθαι δὲ τηνικαῦτα τὴν κίνησιν τῆς συστολῆς· ἀεὶ μὲν γὰρ ἀποτιθεμένην εὑρήσεις αὐτὴν τὸ πρόσθεν τάχος, ἧττον δὲ καὶ μᾶλλον πάσχουσαν τοῦτο. διορισμὸς οὖν ἐντεῦθέν σοι τοῦ τῆς κρίσεως ἤθους ὑπάρξει. βελτίων γὰρ κρίσις ἀκολουθεῖν εἴωθε τοῦ κατὰ τὴν συστολὴν τάχους ἐπιπλέον ἐκλυθέντος. εἰ δὲ καὶ τἄλλα τῆς πέψεως ὑπάρχοι γνωρίσματα, γέγραπται δἐν τοῖς περὶ κρίσεων ἅπαντα, τὴν ἀρίστην κρίσιν τοιαύτη προδηλοῖ κατάστασις, εἰ δὲ τὸ τάχος τῆς συστολῆς ἐπὀλίγον ἐκλυθῇ, καὶ μήπω φαίνοιτο πεπέφθαι τὸ νόσημα, γενήσεται μὲν μετἐκκρίσεως κρίσις, οὐ μὴν ἀγαθή γε πάντως, ἀλλἔχουσά τι τῶν κακῶν κρίσεων, ἓν, δύο, καὶ πάνθἅμα συνόντα. χωρὶς μέντοι τοῦ προηγεῖσθαι τὴν προειρημένην ἀνωμαλίαν σφυγμὸς μέγας τε καὶ σφοδρὸς γινόμενος οὐκ ἀεὶ σημαίνει τὴν ἔκκρισιν· δὑψηλὸς ἀεὶ μὲν, ἀλλὰ χωρὶς τοῦ προγεγονέναι τὴν ἀνωμαλίαν, εἰ συσταίη, μετρίας ἐκκρίσεις ἔσεσθαι σημαίνει· παμπόλλας δ’, ὅταν ἐπὶ ταῖς πολλαῖς τὸ πρὸς τὴν δύναμιν πλῆθος ἐνδεικνυμέναις ἀνωμαλίαις γενηθῇ. θαυμαστὸν οὖν ἴσως δόξει τὸ τῶν ἀρίστων ἐκκρίσεων ὑψηλόν τε ἅμα καὶ σύμμετρον τῷ τάχει κατὰ τὴν συστολὴν προηγεῖσθαι σφυγμὸν, ἑπομένων γε τῶν ἐκκρίσεων οὐκ ἐν ταῖς διαστολαῖς τῶν ἀρτηριῶν, ἡνίκα ἕλκουσιν εἰς ἑαυτὰς, ἀλλἐν ταῖς συστολαῖς, ἡνίκἐκκρίνουσι. καί μοι δοκεῖ τοῦτο μάλιστα καὶ τοὺς περὶ τὸν Ἀρχιγένη πεῖσαι κατὰ μὲν τὰς συστολὰς ἕλκειν τι τὰς ἀρτηρίας εἰς ἑαυτὰς, κατὰ δὲ τὰς διαστολὰς ἐκκρίνειν. ἀλλὅτι μὲν ἀδύνατον τοῦτο, δέδεικται διὰ τὸ περὶ χρείας σφυγμῶν· ἥτις δἐστὶν αἰτία, διἣν ὑψηλός τε ἅμα καὶ ταχὺς ἐν τῇ συστολῇ σφυγμὸς ἀγγέλλει κριτικὰς ἐκκρίσεις, ἐν τῷδε λεχθήσεται· οὐχ αὐτὴ δύναμίς ἐστιν τε ζωτικὴ προσαγορευομένη καὶ θρεπτική τε καὶ φυσική. τῆς μὲν γὰρ ἔργον ἐστὶν ἓν τοῦτο μόνον, τοῦ σφυγμοῦ γένεσις· φυσικὴ δὲ τό τοἰκεῖον εἰς τὴν θρέψιν ἕλκειν καὶ τὸ μὴ τοιοῦτον ἀποκρίνειν σὺν τῷ καὶ κατέχειν δηλονότι καὶ ἀλλοιοῦν τὸ οἰκεῖον. εἰς γὰρ τὸ τρέφεσθαι τὰ σώματα τούτων ἁπάντων δεῖται, καθάπερ γε καὶ εἰς τὸ φυλάττεσθαι τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας τοῦ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας καὶ τὴν καρδίαν. ἥντινα δύναμιν οὔτἐν τοῖς φυτοῖς ἔστιν εὑρεῖν οὔτἐν τοῖς ζώοις ὅσα ψυχρὰ, καθάπερ τά τὄστρεα καὶ ὅσα προσπέφυκε πέτραις, τισιν ἄλλοις στερεοῖς σώμασιν. ὅσα δὲ θερμὰ τῶν ζώων ἐστὶ, καὶ μάλιστα τὰ ἔναιμα, φανερωτάτην τε καὶ σφοδροτάτην ἔχει τὴν τοιαύτην δύναμιν. αὕτη μὲν οὖν ἐν ταῖς συστολαῖς τῶν σφυγμῶν ἀποχεῖ τὸ λιγνυῶδες περίττωμα μόνον, ὅσον ἂν ἐμποδὼν ἵστηται τῇ συμμετρίᾳ τῆς ἐμφύτου θερμασίας, ὥσπέρ γε καὶ κατὰ τὰς διαστολὰς ἐπισπᾶται τὸ ἀναψῦχον αὐτήν. δὲ ἑτέρα δύναμις θρεπτικὴ τό τοἰκεῖον εἰς τὴν θρέψιν ἕλκει καὶ τὸ ἄχρηστον ἐκκρίνει. διάφοροι μὲν οὖν αἱ ἀρχαὶ τῶν δυνάμεών εἰσιν, ὡς καὶ τοῦτἐν τοῖς περὶ τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος ἐπιδέδεικται δογμάτων· ἐπιμίγνυται δἀλλήλαις ἐν τοῖς κατὰ μέρος ὀργάνοις. αἱ γοῦν ἀρτηρίαι καθόσον τρέφονται τῇ θρεπτικῇ διοικοῦνται δυνάμει, καὶ ταύτης ἔργον ἐστὶν ἔκκρισις τῶν περιττωμάτων  τῆς τροφῆς, ὥσπερ τῆς ἑτέρας τῆς ζωτικῆς τῶν καπνωδῶν περιττωμάτων ἔκκρισις. ὅταν μὲν οὖν ταῦτα πλεονάζῃ, μεγίστην τε ἅμα καὶ ταχεῖαν αἱ ἀρτηρίαι ποιοῦνται τὴν συστολὴν, καὶ εἴπερ ἦν ἐς αὐτὰς ἔσω καθέντα τὸν δάκτυλον ἐπὶ τὴν τῶν σφυγμῶν διάγνωσιν ἥκειν, ᾐσθόμεθα ἂν αὐτῶν ἀκριβῶς ἐπὶ πλεῖστον εἴσω φερομένων· ἐπεὶ δἀδύνατον τοῦτο, τῷ τάχει μὲν πρώτως καὶ μάλιστα προσέχειν τὸν νοῦν χρή· ἑξῆς δὲ καὶ τῷ ποσῷ τῆς συστολῆς, εἴ τις ἱκανῶς εἴη διαγινώσκειν αὐτὴν γεγυμνασμένος. ἐπειδὰν δὲ ταῦτα μὲν τὰ περιττώματα μηκέτι , πεφθῶσι δοἱ πρότερον σηπόμενοι χυμοὶ, ἑτέρᾳ δυνάμει τῇ φυσικῇ τὰ περιττώματα τῶν πεφθέντων ἐκκρίνεται. διαπεφοίτηκε δαὕτη διὰ παντὸς μορίου τοῦ ζώου, καὶ διὰ τῶν σαρκῶν καὶ διὰ τῶν νεύρων καὶ διὰ τῶν συνδέσμων καὶ διὰ τῶν ὀστῶν, οὐ διὰ μόνων τῶν ἀρτηριῶν τε καὶ φλεβῶν διατέταται. αὕτη τοίνυν ἐστὶν δύναμις καὶ τὰς κρίσεις ἐργαζομένη, καὶ καθόσον ταύτης μετέχουσιν αἱ ἀρτηρίαι, τὸ περιττὸν ἀποτρίβονται. διὰ δὲ τὴν ἑτέραν δύναμιν τὴν σφυγμικὴν, ἧς μόναι μετέχουσιν, ἀποκρίνουσιν ἐν ταῖς συστολαῖς τὸ καπνῶδες περίττωμα, καθάπερ ἐν ταῖς διαστολαῖς ἕλκουσι τὸ ἀναψῦχον αὐτάς. χρεία δοὐκ ἴση διὰ παντὸς ἑκατέρων ἐστὶν, ἀλλ τοῦ πλεονάζοντος ἔστιν ὅτε κρατεῖ. καὶ τοίνυν καὶ τυποῖ καθἑαυτὴν τὸν σφυγμὸν, εἰ καὶ τὰ τῆς δυνάμεως ὡσαύτως ἔχοι. τοῦ μέντοι καπνώδους περιττώματος κρατοῦντος ἐπὶ πλεῖστον μὲν συστέλλεται, διαστέλλεται δοὐκ ἐπὶ πλεῖστον καρδία μετὰ τῶν ἀρτηριῶν, ἀλλὰ τοσοῦτον μόνον ὅσον αὔταρκες εἰς ἀνάψυξιν ἀπὸ τῆς ἐσχάτης συστολῆς αὐταῖς ὑπάρχει. εἰ δὲ τὸ μὲν καπνῶδες θερμὸν ὀλίγον εἴη, πλεῖστον δὲ τὸ ἀπέριττόν τε καὶ καθαρὸν καὶ οἷον φλογῶδες, ἐπιπλεῖστον μὲν ἐξαίρονται διαστελλόμενα, συστέλλονται δὲ τοσοῦτον μόνον ὅσον ἱκανὸν εἰς τὴν τῆς ἑτέρας χρείας ἐκπλήρωσιν. ὥστε ἀεὶ μὲν ἴση κατὰ τὸ μέγεθός ἐστιν διαστολὴ τῇ συστολῇ, πλὴν εἰ κατά τινα τύχην ἐπιβαλλόντων ἡμῶν τοὺς δακτύλους ἐξαίφνης μεταβολὴ γίνοιτο· διαφέρει δὲ ἐν τῷ ποτὲ μὲν τὴν ἔξω κίνησιν ἐπικρατεῖν, ποτὲ δὲ τὴν ἔσω, καὶ σημαίνει, καθάπερ εἴρηται, καπνώδη μέν τινα κατὰ τὰς ἀρτηρίας εἶναι θερμασίαν εἴσω κίνησις κρατοῦσα, πυρώδη δὲ καὶ καθαρὰν ἔξω. διὰ ταύτην μὲν δὴ τὴν αἰτίαν ὑψηλὸς σφυγμὸς ἐκκρίσεώς ἐστι δηλωτικὸς, ἐπὶ πεπεμμένοις ἤδη τοῖς τὸν πυρετὸν ἐργαζομένοις γινόμενος χυμοῖς· ἀεὶ δἔκκρισις ἅπασα κατὰ λόγον φύσεως ἀποτελουμένη πέψεσιν ἕπεται. καὶ γὰρ κατὰ τὴν γαστέρα τότε ἀποκρίνουσα φαίνεται τὸ περιττὸν φύσις, ὅταν πέψῃ. τὰς δὲ ἄλλας ἁπάσας ἐκκρίσεις, ὅσαι πρὶν πεφθῆναι τὴν τροφὴν γίνονται, ποτὲ μὲν τῷ δάκνεσθαι πρὸς τῶν ἐν αὐτῇ περιεχομένων, ποτὲ δὲ τῷ βαρύνεσθαι πρὸ τοῦ καιροῦ τῆς πέψεως ἀναγκάζεται ποιεῖσθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ καθὅλον τὸ σῶμα δύναμις, ἐπειδὰν ἱκανῶς πέψῃ τὸν οἰκεῖον ἑκάστου μορίου χυμὸν, ἀποκρίνει τηνικαῦτα τὸ περιττὸν, ὅταν γε, ὡς εἴρηται, μηδὲν αὐτὴν ἐρεθίζῃ πρὸ τοῦ καιροῦ. τὸ πλῆθος δὲ τῆς ἐκκρίσεως ἔκ τε τοῦ τὰ πληθωρικὰ προγεγονέναι σημεῖα καὶ ἐκ τῆς παρούσης φλογώδους θερμασίας προγινώσκεται. διὰ δὲ τὴν αὐτὴν ταύτην θερμασίαν οἱ σφυγμοὶ μεγάλοι φαίνονται καὶ ὑψηλοί. χείρισται τοιγαροῦν τῶν ἐκκρίσεών εἰσιν ἐφὧν σφυγμὸς οὔτε μέγας ἐστὶ καὶ ταχὺς ἐν τῇ συστολῇ φαίνεται. εἰ δὲ δὴ καὶ μέχρι πλείονος εἴσω χωροίη τὸ καπνῶδες, οὗτος μάλιστα σημαίνει περίττωμα κρατεῖν, καὶ διὰ τοῦτἄπεπτον ὑπάρχειν τὴν νόσον. εἰ δἐν τούτῳ καὶ ἄτονος σφυγμὸς εἴη, κίνδυνος συγκοπῆναι. φλεγματωδεστέρου δὲ τοῦ νοσήματος ὑπάρχοντος, ὅταν ἐπὶ τοῖς ἀνωμάλοις σφυγμοῖς μετάπτωσις εἰς πλείους τοὺς σφοδροὺς καὶ μεγάλους ἀποτελεσθῇ, διἀποστάσεως κρίσις, καὶ μᾶλλον, ὅταν ἤδη χρονίζῃ· καὶ μᾶλλον, ὅταν ἔτι κατὰ χειμῶνα καὶ ψυχρὰν ἡλικίαν καὶ φύσιν καὶ χώραν. εἰς τι δὲ μάλιστα τοῦ σώματος ὁρμήσει μόριον ἀπόστασις ἐκ τῶν σφυγμῶν οὐκ ἔνεστι προγινώσκειν, ἀλλὡς κᾀν τοῖς περὶ κρίσεων εἴρηται, σκέπτεσθαι χρὴ τὰς ῥοπὰς τῆς φύσεως, ἃς κᾀν τοῖς περὶ κρίσεων λογισμοῖς τὸν τρόπον τῆς κινήσεως ἔφαμεν ἐνδείκνυσθαι. ὅταν γὰρ σφυγμὸς ἐκκριτικὸς ἀκριβῶς , συνόντων μὲν αὐτῷ τῶν αἱμοῤῥαγικῶν καλουμένων σημείων, ἐκ ῥινῶν αἱμοῤῥαγήσουσιν· ἀπόντων δὲ αὐτῶν ἐξ ἄλλου τινὸς χωρίου διασκέπτεσθαι τὴν ἔκκρισιν. εἴρηται δὲ περὶ τοιούτων ἁπάντων αὐτάρκως ἐν τοῖς τῶν κρίσεων ὑπομνήμασιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up