Galen De praesagitione ex pulsibus
EN Lat Orig
Book 2
§1–4
§1 Περὶ μὲν δὴ τῶν πρώτων τε καὶ ὡς ἂν εἴποι τις στοιχειωδεστάτων σφυγμῶν, ὧν ἐν τῇ διαστολῇ τῆς ἀρτηρίας διάγνωσις, ἐν τῷ πρὸ τούτου λόγῳ διῄρηται· περὶ δὲ τῶν ὑπολοίπων ἑξῆς ἂν εἴη ῥητέον ἀπὸ τῆς συστολῆς ἀρξαμένοις. ἔστι μὲν οὖν κᾀν ταύτῃ τὰ τέσσαρα γένη τῶν σφυγμῶν, ὅσα περ κᾀπὶ τῆς διαστολῆς. καὶ γὰρ ὠκυτέρα καὶ βραδυτέρα καὶ μείζων καὶ μείων καὶ σφοδροτέρα καὶ ἀμυδροτέρα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πράγματος ἐν τῇ συστολῇ κίνησις γίνεται, ὥσπερ γε καὶ τὸ σῶμα τῆς ἀρτηρίας ἤτοι σκληρὸν μαλακὸν ἀποτελεῖται, οὐ μὴν διαγνῶναί γε δυνατόν ἐστι τῶν εἰρημένων γενῶν οὐδὲν, ὅτι μὴ βραδύτητα μόνην καὶ τάχος, οὐδὲ ταῦτἐπὶ πάντων, ἀλλἐν ἐκείνοις τοῖς σφυγμοῖς ἐν οἷς αἰσθητὴ διάγνωσίς ἐστι τῆς συστολῆς, ὡς ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ἐπιδέδεικται. καὶ μὲν δὴ κᾀν τῷ περὶ χρείας σφυγμῶν ἐδέδεικτο τῆς ἀρτηρίας ἐνέργειά τις εἶναι, καὶ συστολὴ τῆς διαστολῆς οὐδὲν ἧττον. ἀμφότεραι γὰρ διαφυλάττουσι τὴν συμμετρίαν τῆς κατὰ φύσιν θερμότητος. μὲν γὰρ διαστολὴ καθάπερ εἰσπνοή τις ἐμψύχουσά τε τὸ ὑπερβάλλον τῆς φλογώσεως καὶ τῷ ῥιπίζειν ἀνάπτουσα τὸ σβεννύμενον, δὲ συστολὴ τὸ λιγνυῶδες ἀποχέουσα δίκην ἐκπνοῆς. δηλώσει τοιγαροῦν τὸ μὲν τάχος τῆς συστολῆς ἀξιόλογόν τι πλῆθος αἰθαλωδῶν περιττωμάτων ἀθροίζεσθαί τε ἅμα καὶ ἐκκρίνεσθαι κατἐκεῖνον τὸν χρόνον ἐν περ ἂν εὑρίσκηται· δὲ βραδύτης τοὐναντίον οὔτε ἀθροίζεσθαι πολὺ τὸ τοιοῦτο περίττωμα, καὶ διὰ τοῦτο μηδὲ κενώσεως δεῖσθαι. πάμπολυ μὲν γὰρ ἀθροίζεται κατὰ τὰς σήψεις τῶν χυμῶν, ἐφαἷς ἀνάγκη πυρετοὺς ἀνάπτεσθαι· παντάπασι δὀλίγον, ὅταν εὔχυμον τὸ σῶμα· κατὰ δὲ τὰς ἄλλας διαθέσεις ὁπόσαι μεταξὺ τούτων εἰσὶν, ἀνάλογον ἑκάστης τῶν διαθέσεων, ἐπὶ μὲν ταῖς ἐδωδαῖς τε καὶ τοῖς ὕπνοις πλέον, ἐγρηγορούντων δὲ καὶ ἀσιτούντων ἔλαττον. οὕτως δὲ καὶ καταὐτὴν τῶν ἐδεσμάτων τὴν φύσιν ἐπὶ μὲν τοῖς κακοχύμοις πλέον, ἐπὶ δὲ τοῖς εὐχύμοις ἔλαττον. ἀνάλογον δὲ καὶ κατὰ τοὺς πυρετοὺς ἐν μὲν ταῖς ἐπισημασίαις πλέον, ἐν δὲ τοῖς ἄλλοις καιροῖς ἧττον· καὶ πλέον μὲν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς, οἷοί περ οἱ φλεγματώδεις εἰσὶ καὶ οὓς ὀνομάζουσιν ὠμοὺς, ἧττον δὲ ἐπὶ τοῖς πικροχόλοις τε καὶ μελαγχολικοῖς· ἐν δὲ τῷ μεταξὺ τούτων ἐφαἵματι. καὶ γὰρ καὶ τοῦτο σήπεται κατὰ τὰς φλεγμονὰς, ἐφαἷς πυρέττουσι, τάς τε ἄλλας καὶ ὧν φλόγωσις εἰς τοσοῦτον ἄμετρος ὡς κατακαίειν τε τὸ δέρμα καὶ πάθος ἐργάζεσθαι τὸ προσαγορευόμενον ἄνθρακα. τῆς αὐτῆς δέ πώς εἰσι φύσεως καὶ οἱ μετὰ ἀναβρώσεως ἕρπητες, οὓς ἐσθιομένους Ἱπποκράτης ὠνόμαζεν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις οἱ χυμοὶ σήπονται. καθἕτερον δαὖ τρόπον οἱ ἐν ταῖς τραχείαις ἀρτηρίαις χυμοὶ σηπόμενοι, μεταδιδόασι γὰρ τοῦ σφετέρου κακοῦ τῷ πνεύμονι, καὶ σήπεται καὶ τοῦτο τὸ σπλάγχνον ἐν τῷ χρόνῳ. ἀθροίζονται μὲν οὖν ἐν ταῖς τραχείαις ἀρτηρίαις ἤτοι διὰ τὸν ἀπὸ τῆς κεφαλῆς κατάῤῥουν, ἐκ πλευρίτιδος, περιπνευμονίας, τοῦ πνευμονώδους πάθους, συνάγχης, ἐξ ἐμπυήματος μεταληφθέντος. τὴν δἀρχὴν τοῦ σήπεσθαι λαμβάνουσι διὰ τὸ μὴ καλῶς ἀναπτύεσθαι. δέονται γὰρ ἐν τάχει κενοῦσθαι διά τε τὴν σφετέραν μοχθηρίαν καὶ τὴν ἐν τῷ χωρίῳ θερμότητα, πολλάκις δὲ καὶ ῥῆξις ἀγγείου κατὰ τὸν πνεύμονα γενομένη προχεῖ τι τοῦ αἵματος εἰς τὰς τραχείας ἀρτηρίας, δὴ σηπόμενον ἐν τῷ χρόνῳ φθόην ἐργάζεται. θᾶττον δεἰς τοῦτἔρχεται τὸ κατὰ διάβρωσιν τῶν ἀγγείων ἐκχυθέν. ἐν ἁπάσαις δὴ ταύταις αἷς κατέλεξα διαθέσεσιν, ὅσαι τἄλλαι σηπεδόνα τινα χυμῶν ἔχουσιν, ἔσω κίνησις αὐξάνεται τῶν ἀρτηριῶν, καὶ κατὰ τὸ ποσὸν μὲν, ὡς ἐπιπλέον αὐτὰς συστέλλεσθαι, ἀλλὰ τοῦτό γε οὐκ ἂν αἰσθήσει διαγνοίης ἀκριβῶς. γοῦν εἰς τάχος ἐπίδοσις ἐναργής τἐστὶ καὶ διαγνῶναι ῥᾳδία τῷ τετριμμένῳ περὶ τοὖργον, ὃν οὐδἄρξασθαι τριβῆς οἷόν τε πρὶν ῾τὰ περὶ διαγνώσεως ὑφἡμῶν γεγραμμένα μάθεῖν, ὧν οὐδὲν οὐδεὶς τῶν ἔμπροσθεν ἰατρῶν ἐδίδαξεν ἡμᾶς. ἀλλἔνιοι μὲν ἄχρι λόγου πιθανοῦ προέρχονται, τεχνολογίας δή τινας Ἡροφιλείας ὑπὲρ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν γράφοντες, ἔνιοι δὲ περιλάλησίν τε τὴν τοιαύτην θεωρίαν ἀποκαλοῦσι καὶ τελέως αὐτῆς ἀφίστανται. τὸ δἀληθὲς οὐδέτεροι κατεῖδον, ὡς εἰς τάχος τε καὶ βραδύτητα χρὴ βλέπειν τῆς διαστολῆς καὶ τῆς συστολῆς, ἑκατέρας πολλὰ σημαίνειν δυναμένης, ὥσπερ γε ἤδη νῦν εἴρηται ἡμῖν διὰ κεφαλαίων ἔν τε τοῖς ἑξῆς ἐπιπλέον εἰρήσεται κατὰ τὸν περὶ τῶν νοσημάτων λόγον.
§2 Ἐν δὲ τῷ παρόντι μετιτέον ἐστὶν ἐπὶ τὸν περὶ πυκνότητός τε καὶ ἀραιότητος λόγον. διττῆς δοὔσης ἑκατέρας, ὅτι καὶ τὰς ἠρεμίας τῆς ἀρτηρίας δύο εἶναι συμβέβηκε, τὴν μὲν ἐπὶ τὸ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, τὴν δὲ ἐπὶ τὸ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, τὸ μέν τι κοινὸν ἀμφοτέραις ὑπάρχει, τὸ δἴδιον ἑκατέρᾳ· κοινὸν μὲν, ὅτι βραχύνονταί τε κατὰ διττὴν αἰτίαν, ἤτοι τῆς προηγουμένης κινήσεως μηκυνθείσης τῆς ἑπομένης πρωϊαίτερον ἀρξαμένης,  μηκύνονται τε πάλιν ἤτοι τῆς προηγουμένης κινήσεως βραχυνθείσης, τῆς ἑπομένης ὀψιζούσης· ἴδιον δἑκατέρας σημαίνειν πεφύκασιν. δῆλον δὡς ἐκεῖνο σημαίνουσιν ὅπερ ἂν ἐκ τοῦ μεμηκύνθαι τὴν ἑτέραν κίνησιν, πρωϊαίτερον ἄρχεσθαι τὴν ἑτέραν ὑπάρχει δηλούμενον, πάλιν ἐκ τοῦ βραχεῖαν μὲν γεγονέναι τὴν ἑτέραν, βραδύνειν δὲ τὴν λοιπήν. ἐπειδὴ γὰρ μὲν καθαρὰ θερμότης καὶ ἥκιστα περιττωματικὴ τὴν διαστολὴν ἐργάζεται μείζονά τε ἅμα καὶ ὠκυτέραν, δὲ τεθολωμένη σηπεδονώδεσι περιττώμασι τὴν συστολὴν, ὅταν δὲ ἐπὶ τῷ πρωϊαίτερον μὲν ἐπὶ τῷ μεγέθει τῆς διαστολῆς σφυγμὸς γένηται πυκνότερος, ηὐξῆσθαι δηλώσει θερμότητα πολλὴν ἐν τῷ σώματι καθαρὰν, ὅταν δἐπὶ τῷ πρωϊαίτερον ἄρχεσθαι τὴν συστολὴν, ἀκαθάρτου τε καὶ περιττωματικῆς θερμασίας ἐνδείξεται πλῆθος. ὡσαύτως δὲ κᾂν ἀραιότερος σφυγμὸς γένηται κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἰ μὲν ἐπὶ βραχύτητι τῆς διαστολῆς, ἐψῦχθαι τὴν ἐν τῷ ζώῳ θερμότητα δηλώσει, εἰ δὲ διὰ τὸ βραδύνειν τὴν συστολὴν, ἐλάττω γεγονέναι τὰ καπνώδη περιττώματα· κατὰ δὲ τὴν ἐντὸς ἠρεμίαν ἔμπαλιν, εἰ μὲν ἐπὶ τῷ μηκυνθῆναι τὴν συστολὴν σφυγμὸς πυκνωθείη, πλῆθος ὑποτρέφεσθαι καπνωδῶν περιττωμάτων, εἰ δὲ διὰ τὸ πρωϊαίτερον ἄρχεσθαι τὴν διαστολὴν, ηὐξῆσθαι τὴν θερμότητα. πάλιν δαὖ κατὰ τὴν ἠρεμίαν ταύτην ἀραιούμενος σφυγμὸς, εἰ μὲν διὰ τὸ μεμειῶσθαι τὴν συστολὴν, ἠλαττῶσθαι τὰ περιττώματα δηλώσει, εἰ δὲ διὰ τὸ βραδύνειν τὴν διαστολὴν, μεμειῶσθαι τὴν θερμότητα. συνελθόντων δὲ ἀμφοῖν ἅμα, τοῦ τε μεμηκύνθαι τὴν προτέραν κίνησιν καὶ τοῦ πρωϊαίτερον ἄρχεσθαι τὴν δευτέραν, εἴτε κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἴτε κατὰ τὴν ἐντὸς τοῦτο συμβαίνει, σύνθετον ἐνδείξεται διάθεσιν ἐξ ἐκείνων, ὧν ἑκάτερον ἐδήλου κατὰ μόνας. ὁμοίως δὲ κᾂν ἀραιὸς σφυγμὸς γένηται, καθὁποτερανοῦν τῶν ἠρεμιῶν ἀμφοῖν ἅμα συνελθόντων, τοῦ τε συνῃρῆσθαι τὴν προτέραν κίνησιν καὶ τοῦ μετὰ πλέον ἄρχεσθαι τὴν ἑτέραν, διάθεσις ἔσται καὶ οὕτω διττή τε καὶ σύνθετος ἐξ ἑκατέρας τῶν ἤδη προδεδηλωμένων, ὑπομεμειωμένης μὲν ὁποτερασοῦν τῶν κινήσεων, ἀναβεβλημένης δὲ καὶ μετὰ πλέον ἀρχομένης τῆς ἑτέρας. οὐ μὴν γε διάγνωσις εἰς ἴσην ἐνέργειαν ἥκει καθἑκατέρας τὰς ἡσυχίας. μὲν γὰρ ἐκτὸς ἐναργῶς αἰσθητὴ, τὴν δἐντὸς οὐχ ὅπως ἐναργῶς, ἀλλοὐδἀμυδρῶς ἔνεστιν αἰσθήσει διαγνῶναι. στοχασμῷ δἂν μόνῳ τις αὐτὴν ἐξεύροι, συλλογισάμενος ἐκ τῆς καθἑκατέραν τὴν κίνησιν ὁρμῆς, καὶ μᾶλλον ἐπἐκείνων τῶν σφυγμῶν ἐν οἷς ἐναργῶς ἔστιν αἰσθήσει διαγνῶναι τὴν συστολήν. εἴρηταί μοι καὶ περὶ τούτου τοῦ γένους τῶν σφυγμῶν ὅσον ἱκανὸν εἰς τὰ παρόντα.
§3 Ἑξῆς δἐστὶν ἐπί γε τῇ τάξει τοῦ λόγου περὶ ῥυθμῶν διελθεῖν, ὑπὲρ ὧν Ἡροφίλῳ μὲν ἐπὶ πλέον εἴρηται τήρησίν τινα καὶ ἐμπειρίαν ἱστοροῦντι μᾶλλον λογικὴν μέθοδον ἐκδιδάσκοντι. τοὺς γὰρ καθἑκάστην ἡλικίαν ὡς τὸ πολὺ φαινομένους ῥυθμοὺς τῶν σφυγμῶν ἔγραψε, πρῶτον μὲν οὐδἐφὧν τινων φύσεων ἐτήρησεν αὐτοὺς οὐδὲν ἡμῖν εἰπών· εἶτἐξ αὐτῶν ὧν διδάσκει δῆλον ὅτι συγκέχυταί τε καὶ ἀδιάρθρωτός ἐστι περὶ τὴν τῆς συστολῆς τε καὶ τῶν ἠρεμιῶν διάγνωσιν. εἴπερ γὰρ ἡγεῖταί ποτε δύνασθαι γενέσθαι συστολὴν ἐπὶ τῶν γεγηρακότων, ἄχρι δὴ τῶν δέκα πρώτων χρόνων ἐκτεταμένην, εὔδηλός ἐστι τῆς ὄντως συστολῆς ἀναισθήτως ἔχων. αὕτη γὰρ ἐνίοτε μὲν ὀλιγοχρονιωτέρα τῆς διαστολῆς ἐστιν, ἐνίοτε δἰσόχρονός ἐστιν, ὁτὲ δὲ, ὡς ἐκεῖνος γράφει, πολυχρονιωτέρα μὲν, οὐ μὴν, ὡς οἴεται, πενταπλασίων, ἀλλὰ βραχεῖ τινι μείζων. ὅσα δἄλλα μοχθηρὰ καὶ ἀδιάρθρωτα καὶ ἀδύνατα πρὸς τὰς προγνώσεις ἔχει τὰ περὶ ῥυθμῶν ὑφἩροφίλου λεγόμενα, τὰ μὲν ἐκ τοῦ τρίτου περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔνεστι μαθεῖν, τὰ δἐξ ὧν ἰδίᾳ γράψομεν ὑπὲρ τῆς Ἡροφίλου περὶ τοὺς σφυγμοὺς τέχνης. νῦν δὲ, οὔτε γὰρ ἱστορικὴν οὔτἀντιλογικὴν ποιοῦμαι πραγματείαν, ἀλλὰ τῶν ἡμῖν ἐγνωσμένων διδασκαλικὴν, ἐπὶ τὸν περὶ τῶν ἀνωμάλων σφυγμῶν ἤδη μεταβήσομαι λόγον.
§4 Διττὸν δαὐτῶν ἐστι τὸ γένος· ἔνιοι μὲν ἐν μιᾷ πληγῇ τὴν ἀνωμαλίαν λαμβάνοντες, ἄλλοι δἐν ἀθροίσματι. καὶ καλεῖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς συστηματικὴν τὴν τοιαύτην ἀνωμαλίαν, ὅτι, οἶμαι, καὶ τὸ ἄθροισμα σύστημα προσαγορεύουσιν. ἰστέον οὖν ὑπὲρ τῶν ἀνωμάλων σφυγμῶν κοινῇ μὲν τοῦτο κατὰ πάντων, ὅπερ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπιδέδεικται, διἐμφράξεις αὐτοὺς, θλίψεις ὀργάνων, πλῆθος τὸ πρὸς τὴν δύναμιν νοούμενον, τὴν τῆς καρδίας ἀνώμαλον δυσκρασίαν συνίστασθαι, χαλεπωτέραν δεἶναι τὴν καθἕνα σφυγμὸν ἀνωμαλίαν τῆς ἐν ἀθροίσματι. καὶ μὲν δὴ καὶ τὸ μηδόλως κινεῖσθαι τὴν ἀρτηρίαν, ὅπερ ὀνομάζεται διαλείπειν, ἄν τε καθἕνα σφυγμὸν ἄν τε κατὰ σύστημα γένηται, χαλεπόν ἐστιν ὡς οὐδὲν ἁπάντων τῶν εἰδῶν ἄλλο τῶν ἀνωμάλων γινομένων. ἰδίᾳ δὲ καθἑκάτερον γένος ὑπὲρ ἁπάντων τῶν εἰδῶν ἐπίστασθαι χρὴ, ἀπὸ τῆς ἐν ἀθροίσματι τῶν σφυγμῶν ἀνωμαλίας ἀρξαμένους. γυμνάσωμεν δὲ τὸν λόγον, καὶ πρῶτον ἐν τῇ κατὰ σύστημα, ἐπειδὴ σαφεστέρα τῆς καθἕνα τετύχηκεν οὖσα. τοὺς μὲν δὴ διαλείποντας σφυγμοὺς ἤτοι διὰ τὸ βαρύνεσθαι πρὸς τοῦ πλήθους δύναμις ἐργάζεται, κωλυομένη κατὰ τὸν προσήκοντα καιρὸν ἐπὶ τὴν κίνησιν ἐξορμᾷν διὰ πάχος, πλῆθος χυμῶν ἐμφράττον, ἤτοι τὰ στόματα τῶν πλησίων τῆς καρδίας ἀρτηριῶν, διὧν ἕλκει τε καὶ αὖθις ἐκπέμπει τὰς ὕλας, καὶ μέχρι τινὸς ἀπὸ τῶν στομάτων ὅλην τῶν ἀγγείων τὴν εὐρύτητα. πολλάκις δἔξωθεν αὐταῖς περιχυθὲν τὸ τοιοῦτον πλῆθος οἷον δεσμὸς γίνεται, τὸ μέν πού τι βαρῦνον αὐτὰς οἷον φορτίον, ἔστι δὅτε καὶ τὰς  χώρας εἰς ἃς διαστέλλονται καταλαμβάνον, ἐνίοτε δὲ καὶ φλεγμονή τις, σκίῤῥος, τις ἕτερος ὄγκος τοιοῦτος ἐν τοῖς περιέχουσι τὰς ἀρτηρίας σώμασι συνιστάμενος ἐμποδὼν ἵσταται ταῖς διαστολαῖς αὐτῶν. εἰ δὲ καὶ κατὰ τοὺς χιτῶνας αὐτῶν τῶν ἀρτηριῶν τοιοῦτόν τι συσταίη, μείζων κίνδυνος· εἰ δὲ καὶ κατὰ τὸ τῆς καρδίας αὐτῆς σῶμα, τοῦτο μὲν ἤδη κακὸν ἔσχατον, ἐξαιφνίδιον γὰρ οἱ τοιοῦτοι συγκόπτονται. οὐ μὴν γε δυσκρασία τῆς καρδίας ὁμοίως ὀλέθριος, ἀλλἐπιεικεστέρα μακρῷ φλεγμονῆς. ἕπεται δαὐτῇ δυνάμεως ἀῤῥωστία. καὶ γε ἀμυδρὸς σφυγμὸς οὐκ ἄλλου τινός ἐστιν τῆς τοιαύτης διαθέσεως γνώρισμα. συμμέτρως μὲν γὰρ ἔχουσα κράσεως καρδία τὸν σφοδρὸν σφυγμὸν ἀπεργάζεται, μοχθηρῶς δὲ τὸν ἀμυδρόν. τὸ δἧττόν τε καὶ μᾶλλον ἑκατέρῳ διά τε τὴν τῆς εὐκρασίας ἐπίτασίν τε καὶ ἄνεσιν. ἐδείχθη γὰρ πλάτος ἔχειν, καὶ διὰ τὴν τῆς δυσκρασίας οὐδὲν ἧττον ὑπάρχον τοῖς σφυγμοῖς. ἀλλὰ μόνη μὲν δυσκρασία μικρὸν καὶ ἀμυδρὸν ἀποτελεῖ τὸν σφυγμὸν, οὐ μὴν ἤδη γέ πω καὶ ἀνώμαλον, εἰ μὴ παραβαλλομένη τοῖς χυμοῖς δύναμις, ὅσοι τε καταὐτὴν τὴν καρδίαν εἰσὶ καὶ ὅσοι κατὰ τὰς πλησίον αὐτῆς ἀρτηρίας τε καὶ φλέβας, ἐλάττων αὐτῶν φαίνοιτο κατὰ τὴν ἰσχὺν, ὅπερ οὐδὲν ἄλλἐστὶν τὸ πρὸς τὴν δύναμιν πλῆθος. ἐν γὰρ ταῖς τοιαύταις διαθέσεσιν ἀνωμαλία τις ἐξ ἀνάγκης συνυπάρξει τοῖς μικροῖς καὶ ἀμυδροῖς σφυγμοῖς. ἔνθα δἀῤῥωστεῖ μόνον τῆς καρδίας δύναμις, οὐ μὴν βαρύνεταί γε πρὸς τῶν χυμῶν, ἐνταῦθα μικροὶ καὶ ἀμυδροὶ πάντως εἰσὶν οἱ σφυγμοὶ διὰ τὴν ἀτονίαν τῆς δυνάμεως, ἀνωμαλία δοὐδεμία σύνεστιν αὐτοῖς, εἰ μή ποτε ἄρα καὶ αὐτὸ τῆς καρδίας τὸ σῶμα δυσκρασίαν ἀνώμαλον ἐπιδέξεται, περὶ ἧς ὀλίγον ὕστερον εἰρήσεται. νυνὶ δἐπὶ τοὺς διαλείποντας ἐπάνειμι, παρακειμένους μὲν τοῖς ἀραιοτέροις, διοριζομένους δαὐτῶν τῷ ῥυθμὸν ὅλον ἀπολωλεκέναι σφυγμοῦ κατὰ τοὺς διαλείποντας. εἰ δὲ μὴ μόνον ἑνὸς σφυγμοῦ χρόνον ἡσυχάσειεν, ἀλλὰ καὶ πλέονα, σαφέστερόν τἂν τοιοῦτος διαλείπων φαίνοιτο καὶ κινδυνωδέστερος εἰς τοσοῦτον ἔσται τοῦ πρόσθεν εἰς ὅσον ἂν ἐπὶ πλέον ἡσυχάζῃ. ὥστε οὐκ οἶδα εἴ τινα σωθῆναι δυνατόν ἐστι δυοῖν σφυγμῶν χρόνον ἡσυχαζούσης τῆς ἀρτηρίας. ἑνὸς δὲ σφυγμοῦ χρόνον καὶ βραχεῖ πλέον πολλάκις ἐθεασάμεθα, διαλειπούσης τῆς κινήσεως τῶν ἀρτηριῶν, ἀναῤῥωθέντα τὸν ἄνθρωπον, καὶ μάλισθὅταν ἄγῃ πρεσβυτικὴν ἡλικίαν, καίτοι τάχἂν δόξειεν ἄλογον εἶναι τὸ τοιοῦτον. εἰ γὰρ καὶ ἄλλως ἀσθενής ἐστιν γέρων καὶ κάμνουσιν αἱ δυνάμεις αὐτῷ καὶ πρὸ τοῦ νοσεῖν, τί ποτε χρὴ προσδοκᾷν ἀποβήσεσθαι τῷ διὰ τὴν ἡλικίαν καμάτῳ προσγενομένου τοῦ διὰ τὴν νόσον; ἀλλὡς ἔοικεν, οὐ ταύτῃ χαλεπόν ἐστιν, ἀλλἐκείνῃ μᾶλλον ἐπιεικὲς, ὅτι τὰς ἀσθενεῖς δυνάμεις ὑπὸ μικρῶν πολλάκις αἰτίων ἐπηρεάζεσθαι συμβαίνει, τὰς δἰσχυρὰς ὑπὸ τῶν μεγίστων μόνον νικᾶσθαι. ταῦτά τοι καὶ ὅσοι ταῖς ἕξεσιν ἰσχυροὶ καὶ χρόνῳ παμπόλλῳ διετέλεσαν ἄνοσοι κινδυνεύουσι νοσήσαντες, οἱ δἀσθενεῖς καὶ συνεχῶς ὑπὸ παντὸς αἰτίου βλαπτόμενοι ῥᾷστα διασώζονται, ὅτι δηλαδὴ τούτων μὲν οὐδεὶς ἀναμένει μέγεθος αἰτίου, φθάνων ὑπὸ παντὸς ἐπηρεάζεσθαι καὶ τοῦ σμικροτάτου, τῶν δἰσχυρῶν ῥώμη πρὸς ἅπαν ἀπομάχεται τὸ μικρὸν κακὸν, ὥσθὑπὸ μόνων νικᾶσθαι τῶν μεγάλων. γέροντες μὲν οὖν διὰ τοῦτο τοὺς διαλείποντας σφυγμοὺς ἧττον ὀλεθρίους ἔχουσι τῶν ἀκμαζόντων. οἱ δὲ δὴ παῖδες ἑξῆς, ὅτι τήν τε πεπτικὴν δύναμιν ἰσχυρότατοι καὶ τὸ σῶμα μαλακώτατοί τε καὶ ῥᾳδίως διαπνεόμενοι, ἐκπέπτουσί τε οὖν καὶ διαφοροῦσι τάς τε ἀνωμάλους δυσκρασίας καὶ τὸ πλῆθος καὶ τὸ πάχος τῶν χυμῶν. συμβαίνει δὴ καὶ τούτους ἧττον κινδυνεύειν τῶν ἀκμαζόντων ἐν τοῖς διαλείπουσι σφυγμοῖς, διὰ διττὴν αἰτίαν, ὅτι τε τὴν σφυγμικὴν δύναμιν ἀσθενεστέραν ἔχουσι τῆς τῶν ἀκμαζόντων, ὥσθὑπὸ βραχυτέρων αἰτίων ἑτοιμότερον νικᾶσθαι, καθάπερ οἱ γέροντες, καὶ ὅτι τὴν πεπτικὴν ἰσχυροτέραν, ὡς ῥᾷον ἐπανορθοῦσθαι τὰ λυποῦντα. πρόσεστι δὲ καὶ τὸ τῆς διαπνοῆς ἕτοιμον, οὐ μικρὸν ἀγαθὸν εἰς ἐπανόρθωσιν νοσημάτων, ὡς καὶ πρὸς Ἱπποκράτους ἐλέγετο. εἰ μὲν οὖν ἀρέσκοιτό τις τοῖς εἰρημένοις λογισμοῖς, ἔνεστιν αὐτοῖς χρῆσθαι, εἰ δοὐκ ἀρέσκοιτο, τὸ γοῦν ἐκ τῆς πείρας φαινόμενον ἴστω τοιοῦτον ὑπάρχον οἷον εἴρηται. μάλιστα μὲν οὖν οἱ ἀκμάζοντες, ἧττον δαὐτῶν οἱ παῖδες, ἥκιστα δοἱ γέροντες ἐν τοῖς διαλείπουσι κινδυνεύουσιν. οὐδὲν δὲ θαυμαστὸν ὀλεθριωτάτην εἶναι τῶν ἀνωμαλιῶν τὴν διαλειπτικήν. αἱ μὲν γὰρ ἄλλαι πλημμελεῖς πώς εἰσι κινήσεις, δὲ κατὰ τὸ διαλείπειν ἐν στερήσει κινήσεως γίνεται. καθὃν γὰρ χρόνον σφυγμὸς διαλείπει, κατὰ τοῦτον οὐδόλως ἀρτηρία κινεῖται. καὶ σχεδὸν εἰς ὅσον ἀλλήλων διαφέρουσιν ὑγεία καὶ θάνατος καὶ νόσος, εἰς τοσοῦτον καὶ κατὰ φύσιν κίνησις ἀκινησίας τε καὶ μοχθηρᾶς κινήσεως. μὲν γὰρ κατὰ φύσιν κίνησις οἷόν περ ὑγεία, δὲ μοχθηρὰ κίνησις οἷόν περ νόσος, δἀκινησία θανάτῳ προσέοικεν. οἷς μέντοι δοκεῖ κατὰ τὰς ἐνεργείας αὐτὰς γίνεσθαι τό θὑγιαίνειν καὶ τὸ νοσεῖν, οὐ κατὰ τὰς τοῦ σώματος διαθέσεις, ἀφὧν ἐνεργοῦμεν, τούτοις οὐχ οἷόν περ ὑγεία τις κατὰ φύσιν κίνησις τῶν ἀρτηριῶν, ἀλλἄντικρυς ὑγεία λεχθήσεται. κατὰ ταῦτα γοῦν καὶ πλημμελὴς κίνησις οὐχ οἷόν περ νόσος, ἀλλαὐτὸ δὴ τοῦτο νόσον, δἀκινησία νέκρωσίς τις, εἰ μὲν ἐπὶ πλέον γένοιτο παντελὴς, εἰ δἄχρι τοῦ δοκεῖν ἑνὸς σφυγμοῦ χρόνοιν δυοῖν ἡσυχάζειν, οἷόν περ κάρος, ἀποπληξία τις, παράλυσις τῶν καθὁρμὴν ἐνεργειῶν. οἷα γὰρ ταῦτα περὶ ἑτέραν ἀρχήν ἐστι τὴν ἐν ἐγκεφάλῳ, τοιοῦτό τι καὶ τῶν σφυγμῶν ἡσυχία περὶ τὴν ἐν τῇ καρδίᾳ, καὶ ὥσπερ ἐπἐκείνης  ὀρθῶς εἴρηται λύειν ἀποπληξίην, ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον, οὕτω κᾀνταῦθα καλῶς εἰρήσεται, λύειν ἀκινησίαν σφυγμῶν μακροχρόνιον μὲν ἀδύνατον, βραχυχρόνιον δὲ οὐ ῥᾴδιον. μακροχρόνιος μὲν οὖν ἐστιν δυοῖν σφυγμοῖν χρόνον ὑπερβαίνουσα, βραχυχρόνιος δὲ τοῖν δυοῖν ἐντός. δὲ περὶ τῶν ἑνὸς σφυγμοῦ χρόνων ἡσυχία μετριωτάτη τῶν διαλήψεών ἐστι καὶ πολλοὶ διεσώθησαν ἐκ ταύτης γέροντές τε καὶ παῖδες, ἀκμάζων δοὐδεὶς οὐδὲ ἐκ ταύτης. ἀλλὑπἀγνοίας ἔνιοι τὴν μακρὰν ἀραιότητα διάληψιν εἶναι νομίζοντες ἡγοῦνται σεσῶσθαί τινας ἀκμάζοντας ἐκ τῆς τοιαύτης κακοσφυξίας. ἔστι μὲν οὖν καὶ ἥδε χαλεπὴ, καὶ μάλιστα τοῖς ἀκμάζουσιν, οὐ μὴν ὀλέθριος πάντως· ἐπὶ μέντοι τῶν παίδων τε καὶ τῶν γερόντων ἔτι δὴ καὶ μᾶλλον ἐπιεικής. γε μὴν θάνατος ἐξαιφνίδιος ἐπὶ τοῖς διαλείπουσι γίνεται σφυγμοῖς ἀνάλογον ἀποπληξίᾳ. σβέννυται γὰρ ἐν ἀμφοτέροις ἐν τῇ καρδίᾳ θερμότης, ἀναπνοῆς στερηθεῖσα. ἀραιότης μὲν οὖν διαλείποντος σφυγμοῦ διώρισται τῷ μήκει τοῦ χρόνου· προσδιορισθήσεται δἐνίοτε καὶ τῷ τὴν μὲν ἀραιότητα καὶ μεθὁμαλότητός ποτε συνίστασθαι πάντων τῶν πληγῶν, τὸν διαλείποντα δὲ σφυγμὸν ἐξ ἀνάγκης ἀνώμαλον γίνεσθαι, ἐνίοτε μὲν γὰρ διὰ τριῶν, ἐνίοτε δὲ διὰ τεσσάρων, ἔστι δὅτε διὰ πέντε πληγῶν, καὶ πλειόνων, εὑρίσκεται διαλείπων τε καὶ ἡσυχάζων ἕνα χρόνον καὶ πλέονα κινήσεως, συμμεταβάλλεται δεὐθὺς αὐτῷ καὶ τῶν ἄλλων τι γενῶν εἰς ἀνωμαλίαν τρεπόμενον. οὐ μὴν ἀλλὰ καὶ τοῦτο ταῖς ἐκτεταμέναις ἐπὶ πλείονα χρόνον ἀραιότησιν ἀχώριστον ὑπάρχει, τὸ βραδυτέραν τοῦ προσήκοντος ἀποτελεῖσθαι τὴν κίνησιν, ἐνίοτε μὲν εἰς τοσοῦτον εἰς ὅσον περ καὶ ἀραιότης, ἐνίοτε δἐπὶ πλέον, ἔλαττον, ὡς ἂν τὴν τοιαύτην κακοσφυξίαν ἐργαζομένη διάθεσις ἔχῃ. κατάψυξις δἐστὶν ἰσχυρὰ τῶν τοιούτων σφυγμῶν αἰτία τῆς γενέσεως, ἤτοι κατὰ τὸ σῶμα τῆς καρδίας, κατὰ τὸ πνεῦμά τε καὶ αἷμα τὸ ἐν ταῖς κοιλίαις αὐτῆς, κατά τι τῶν ὁμιλούντων μορίων. μὲν οὖν κατὰ τὸ σῶμα τῆς καρδίας αὐτὸ κατάψυξις μεγάλη εἰς τοσοῦτο καὶ τοὺς σφυγμοὺς ἀμυδροὺς ἐργάζεται καὶ βραδεῖς καὶ μικροὺς εἰς ὅσον ἂν καὶ αὕτη δυναστεύῃ· δἀπό τινος τῶν ἄλλων ὁρμωμένη τὴν ἀραιότητα πλέον τὰ ἄλλα τὰ εἰρημένα γένη τοῦ κατὰ φύσιν ἐξίστησιν. ὥστἔνιοί τινες ἐξ αὐτῶν οὐ πολὺ τῶν κατὰ φύσιν ἐλάττους τε καὶ βραδυτέρους καὶ ἀμυδροτέρους ἔχοντες τοὺς σφυγμοὺς ὅμως ἀπόλλυνται διὰ ταχέων. δὲ θάνατος ἀφυκτότερος μέν ἐστιν, ὅταν αὐτὸ τὸ σῶμα τῆς καρδίας δέξηται τὴν κατάψυξιν, ἐξαιφνίδιος δὲ γίνεται καὶ κατὰ τὴν ἑτέραν διαφοράν. καὶ ἀποθνήσκουσιν οἱ μὲν πρότεροι κοιμώμενοι μᾶλλον, ὡς μηκέτἐξαναστῆναι, οἱ δὲ δεύτεροι καὶ οὕτως μὲν, ἀλλὰ καὶ διαλεγόμενοί τινες ἐξ αὐτῶν, ὡς δοκεῖν τοῖς ἰδιώταις μηδὲν ἔχειν ἄτοπον, ἐξαίφνης οἷόν περ λειποθυμήσαντες ἀπέθανον, οἱ μὲν ἐφιδρώσαντες, οἱ δὲ καὶ χωρὶς τούτου. καὶ καταλαμβάνει τὸ σύμπτωμα τοῦτο καὶ διάθεσις αὕτη καὶ τῶν ἐν νόσοις μέν τινας, ὅταν ἀπύρετοι γένωνται παραλόγως, καὶ τῶν ὑγιαινόντων δέ τινας ἐν πρεσβυτικῇ μάλιστα τῇ ἡλικίᾳ. ἀραιότης μὲν οὖν σφυγμῶν εἰς τοσοῦτον ὀλέθριος. καὶ μὲν δὴ καὶ οἱ διαλείποντες ἔτι καὶ μᾶλλον, εἴ γε καὶ γένεσις αὐτῶν ἐπιτεινομένης τῆς ἀραιότητος καὶ λύσις ἐπάνοδος εἰς τὴν ἀρχαίαν συμμετρίαν ἐστὶ διἀραιότητος, οὐδεὶς γὰρ τῶν σωθέντων ἐπὶ διαλείπουσι σφυγμοῖς ἑτέρως ἐσώθη, ἀλλὰ καθὃν εἴρηται τρόπον ἅπαντες, ἀραιότητος μὲν πρῶτον ἱκανῶς ἐκτεταμένης διαδεξαμένης τὸν διαλείποντα σφυγμὸν, ἐπαὐτῇ δἀεὶ καὶ μᾶλλον ὀλιγοχρονιωτέρας γινομένης τῆς ἡσυχίας ἄχρι τοῦ τὴν κατὰ φύσιν ἀπολαβεῖν συμμετρίαν.
§5–8
§5 Ἐναντίοι δεἰσὶ τοῖς εἰρημένοις σφυγμοῖς ἕτεροι δύο, τῷ μὲν ἀραιῷ πυκνὸς, τῷ διαλείποντι δ παρεμπίπτων, οὓς Ἀρχιγένης ἔοικεν οἴεσθαι χαλεπωτέρους εἶναι τῶν προειρημένων, ἐξαπατώμενος ὑπὸ τῶν πυκνῶν, ὅτι καὶ προηγοῦνται καὶ συνεδρεύουσι συγκοπαῖς· ἐπὶ δὲ τῶν παρεμπιπτόντων, ὅτι περιπνευμονικοῖς ἐνίοτε προσπίπτουσιν ὀλεθρίως ἔχουσι καὶ πυρετοῖς ἔστιν ὅτε, καθοὓς ἔμφραξις θλίψις ἐστὶν ἀρτηριῶν κυρίων. οὐ μὴν εἴς γε τὴν γένεσιν ἀποβλέψαντι τῶν τοιούτων σφυγμῶν ἀληθὴς δόξα φαίνεται τοῦ Ἀρχιγένους. μὲν γὰρ παρεμπίπτων ἐπἀνωμάλῳ γίνεται πυκνότητι, διὰ τὸ πολλάκις ἐνδεέστερον τῆς χρείας ἐνηργηκέναι τὴν καρδίαν. αὐτὸ δὲ τοῦτο πάλιν ἤτοι βαρυνομένης γίνεται τῆς καρδίας ὑπὸ πλήθους, τῶν ὀργάνων ἐμπεφραγμένων, στενοχωρουμένων, ἅπερ, οἶμαι, καὶ τῶν διαλειπόντων ἦν αἴτια· διαλλάττουσιν οὖν ἀλλήλοις τῷ τοὺς μὲν παρεμπίπτοντας ἀπομαχομένην τε καὶ διαγωνιζομένην τοῖς ἐνοχλοῦσιν αἰτίοις ἔχειν τὴν δύναμιν, τοὺς δὲ διαλείποντας ὀκνοῦσαν τοῦτο πράττειν. ἀμέλει πολλάκις οἱ παρεμπίπτοντες σφυγμοὶ κρίσιν ἤνεγκαν. εἰ γὰρ καί ἐστιν ὥσπερ κατἄπειρον τῆς εἰς ἀγῶνα παρασκευαζομένης φύσεως. εἰ δὲ ἐκ τῶν τοιούτων κρίσεων ἀπόλλυνταί τινες, οὐδὲν τοῦτο πρὸς τὸ χαλεπωτέραν εἶναι τὴν τῶν παρεμπιπτόντων διάθεσιν τῆς τῶν διαλειπόντων. πολὺ πλείους γὰρ ἐκ τῶν διαλειπόντων ἀπόλλυνται, κατὰ δὲ τὸν αὐτὸν τρόπον κᾀκ τῶν ἱκανῶς ἀραιῶν ἤπερ ἐκ τῶν πυκνῶν. οἱ γοῦν περικαεῖς ἅπαντες πυρετοὶ πυκνὸν ἔχουσι τὸν σφυγμὸν, ἔνιοί τινες αὐτῶν ὄντες ἀκίνδυνοι. οἱ δἐν ταῖς συγκοπαῖς πυκνοὶ διὰ τὴν ἀμυδρότητα κινδυνώδεις εἰσὶν, ἀχώριστον οὖσαν ἁπασῶν συγκοπῶν, καὶ χρὴ, οἶμαι, τοὺς ἀμυδροτάτους σφυγμοὺς εἴπερ τινὰς καὶ ἄλλους κινδυνώδεις νομίζειν, οἷοί περ οἱ τῶν συγκοπτομένων εἰσὶν, ὅλως δἐπισκέψασθαι καλῶς ἔχει περὶ τῶν ἐν ἅπασι τοῖς τῶν σφυγμῶν γένεσιν ἀκροτήτων.  ὅτι μὲν γὰρ ὀλέθριοι καὶ πρὸς Ἀρχιγένους ὡμολόγηται. ποία δὀλεθριωτάτη πασῶν ἐστιν οὔτἐκεῖνος οὔτἄλλος τις ἀκριβῶς ἐπεσκέψατο. καίτοι δῆλον ὡς ὅση περ ἂν ἀκρότης σφυγμῶν φαίνηται τῶν ἄλλων ὀλεθριωτάτη, καὶ τὸ κατἐκείνην γένος ὀλεθριώτατον εἰκότως νομισθήσεται τῶν ἄλλων γενῶν. οὕτω δὲ καὶ εἰ παραβάλλοντες ἓν ἑνὶ, τὸ κατὰ θάτερον αὐτῶν ἄκρον εὑρίσκοιμεν ὀλεθριώτερον, οὐκ ἂν ἀλόγως οὐδὲ τὸ γένος ὅλον τοῦ γένους ὀλεθριώτερον εἴποιμεν. μὲν οὖν ἄκρα πυκνότης οὐδὲν ἧττον τῶν συγκοπτομένων ὑπάρχει τοῖς περικαῶς πυρέττουσιν, οὐκ ἐξ ἅπαντος ὀλεθρίως διακειμένοις, δἀραιότης οὐκ ἔστιν ὅτε ἀκίνδυνος ὑπάρχει, καθάπερ οὐδ ἀμυδρότης, οὐδ σμικρότης. αἱ μὲν γὰρ τρεῖς αὗται διαφοραὶ τῶν σφυγμῶν εἰς ἄκρον ἥκουσαι κινδυνώδεις εἰσὶ διαπαντὸς, οὐ μὴν τό γε μέγεθος, ὥσπερ οὐδ σφοδρότης, ἀλλαὐτὴ μὲν μόνη πασῶν ἀκροτήτων οὐχ ὅπως κινδυνώδης, ἀλλὰ καὶ μέγιστον ἀγαθὸν, ἄν πέρ τις αὐτὴν ἐπίστηται διαγινώσκειν. τὸ δἔσχατον μέγεθος, ἐπειδὰν μὲν ἅμα νοσώδει μαλακότητι συνίστηται, κινδυνῶδες ἐπειδὰν δὲ μετά τινος ὑγιεινῆς τοῦ χιτῶνος συστάσεως, οὐδὲν ἄτοπον ἔχει. μυριάκις γὰρ ἐν τοῖς πυρετοῖς ἀκινδύνοις μὲν, θερμοῖς δὲ καὶ περικαέσιν σφυγμὸς γίνεται μέγιστος, ὅταν δύναμις εὐρωστῇ. οὐκοῦν οὐδἐκ τῆς τῶν ἀκροτήτων παραβολῆς οὔτε τὸ τῶν πυκνῶν σφυγμῶν γένος ὀλεθριώτερον ἂν ἐπιδείξειέ τις τῶν ἀραιῶν οὔτε τὸ τῶν παρεμπιπτόντων τοῦ τῶν διαλειπόντων. ἐπεὶ δὲ λόγος ἔσπευδε μὲν ἐπὶ τὴν περὶ τούτων ἀπόδειξιν μόνων, ἐν παρέργῳ δὲ καὶ περί τινων ἄλλων ἐσκέψατο γενῶν, οὐδὲν ἂν εἴη χεῖρον ἔργον τὸ πάρεργον ποιησαμένους τῇ μνήμῃ παραθέσθαι τὰ διδαχθέντα περὶ μεγάλου τε καὶ μικροῦ καὶ σφοδροῦ καὶ ἀμυδροῦ σφυγμοῦ. κάλλιον δ’, εἰ καὶ τὴν λοιπὴν διαφορὰν αὐταῖς προσθείημεν τὴν κατὰ βραδύτητα καὶ τάχος. φαίνεται γὰρ κᾀνταῦθα τὸ τῶν ταχέων γένος ἀκινδυνότερον ὑπάρχον τῶν βραδέων, εἴ γε δὴ καὶ ἄκρα ταχύτης τῆς ἄκρας βραδύτητος. μὲν γὰρ ἄκρα βραδύτης, ὥσπερ γε καὶ ἀραιότης, σβεννυμένης ἀποτελοῦνται τῆς ἐμφύτου θερμασίας· δεἰς τὸ τάχος αὔξησις διά τε τὴν χρείαν ἐπείγουσαν γίνεται καὶ πάντως ὑπὸ δυνάμεως ἐῤῥωμένης. Ἀρχιγένης δὲ κᾀν τούτῳ σφάλλεται τὸν μυρμηκίζοντα σφυγμὸν ὑπολαμβάνων ταχὺν ὑπάρχειν. οὔτε γὰρ ταχὺς ὅλως τοιοῦτός ἐστι σφυγμὸς οὔτεἰς ἄκρον ἥκει πυκνότητος. ὅτι δἐπιεικεῖς αἱ κατὰ πυκνότητα καὶ μέγεθος καὶ τάχος ἀκρότητες, ἔνεστί σοι κᾀνθάδε καταμαθεῖν. ἐπιλεξάμενος ὑγιαίνοντα νεανίσκον ὀξύτατα κέλευσον δραμεῖν, καὶ τὰς τρεῖς εὐθέως εὑρήσεις γινομένας ἀκρότητας, οὐδὲν οὔτἔχοντος οὔθἕξοντος κακὸν ἀνθρώπου. δὲ σκληρότατος σφυγμὸς, εὔλογον γὰρ καὶ περὶ ταύτης ἀποφήνασθαί τι τῆς διαφορᾶς, ὅπως μηδὲν ἐλλείπῃ τῷ λόγῳ, παραπλησίως ἐστὶ τῷ μαλακωτάτῳ κινδυνώδης. μὲν γάρ ἐστιν ἤτοι διὰ σκίῤῥον, φλεγμονὴν τοῦ σπλάγχνου μεγάλην, πῆξιν ἐκ ψύξεως, ξηρότητα τὴν ἐκ καυσωδεστάτου πυρετοῦ γινομένην, σπασμὸν ἰσχυρόν· δὲ διά τε κῶμα βαθὺ καὶ τοὺς λευκοφλεγματίας ὑδέρους καὶ συλλήβδην εἰπεῖν ἄμετρον ὑγρότητα τῆς ἕξεως τοιοῦτος ἀποτελεῖται. ἀναλαβόντες οὖν αὖθις ἐν κεφαλαίοις τὰ λεχθέντα, τελευτὴν ἐπιθῶμεν ἤδη τῷ λόγῳ. πάντες οἱ σφυγμοὶ τῆς κατὰ φύσιν ἐπὶ πολὺ συμμετρίας ἀποχωροῦντες οὐκ ἀγαθοὶ, ἀλλ μὲν ἀμυδρότατός τε καὶ βραδύτατος καὶ ἀραιότατος ἁπάντων χείριστος, ἑξῆς δαὐτῶν μικρότατος καὶ μαλακώτατος καὶ σκληρότατος, εἶθ πυκνότατος, οὐ μὴν τάχιστός γε, οὐδέ γ μέγιστος, ἀλλὰ μετρίως οὗτοι κινδυνώδεις. μόνος δἐκ τῶν ἄκρων ἄριστος ἁπάντων σφοδρότατος. Ἀρχιγένης δὲ περὶ τούτων ἑτέρως ἀπεφήνατο, μήτἀπόδειξίν τινα τῷ λόγῳ προσθεὶς, οὐδὲ γὰρ εἶχε, μήτε τὴν ἐμπειρίαν ὁμολογοῦσαν ἔχων, ἀλλὰ παραλογισθεὶς ὑφὧν ὀλίγον ἔμπροσθεν εἶπον. ὅστις οὖν ἐθέλει τῶν ἔργων τῆς τέχνης ἔχεσθαι φιλοπόνως, ἐξεταζέτω τὰ νῦν ὑφἡμῶν εἰρημένα διὰ τῆς τῶν καμνόντων ἐμπειρίας. ἀλλὰ τοῦτο μὲν οἶδὅτι πράξουσιν οἷς ἀλήθεια σπουδάζεται. ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη λέγειν ἤδη τι καὶ περὶ τῆς καθἕνα σφυγμὸν ἀνωμαλίας.
§6 Ἔστι δὲ κᾀνταυθοῖ χαλεπωτάτη πασῶν διαλείπουσα. γίνεται δαὕτη διακοπτούσης ἡσυχίας τὴν διαστολήν. ἰδέαι δὲ πλείους αὐτῆς, ἅπασαι μὲν χαλεπαὶ, διαφέρουσαι δἀλλήλλων τῷ μᾶλλόν τε καὶ ἧττον. ὅταν μὲν γὰρ δευτέρα κίνησις σφοδροτέρα γίνηται τῆς προτέρας, ἐπιεικέστερον, ὅταν δἀμυδροτέρα, χαλεπώτερον. οὕτω δὲ καὶ μὲν βραδυτέρα χαλεπώτερον σημεῖον, δὲ θάττων ἐπιεικέστερον. γίνονται γὰρ οἱ τοιοῦτοι σφυγμοὶ διαγωνιζομένης τε ἅμα καὶ ἐμποδιζομένης τῆς φύσεως ὑπὸ τῶν νοσωδῶν αἰτίων. ὅταν μὲν οὖν ἀποσείσασθαί πως αὐτὰ δυνηθεῖσα καὶ οἷον ἐκ δεσμοῦ τινος ἀπολυθεῖσα τὴν μετὰ τὴν ἡσυχίαν κίνησιν ἀμείνονα ποιήσεται τῆς ἔμπροσθεν, ἐπιεικέστερόν ἐστιν, ὁπόταν δὲ χείρονα, χαλεπώτερον. βελτίων δὲ κίνησις σφοδρὰ καὶ ταχεῖα τῆς ἀμυδρᾶς καὶ βραδείας. μέντοι κατὰ μέγεθός τε καὶ σμικρότητα διαφορὰ τῆς προτέρας κινήσεως πρὸς τὴν δευτέραν οὐδεμίαν ἀξιόλογον ὑπεροχὴν ἔχει. ἐνδέχεται γὰρ ὁμοίως καὶ ἴσης οὔσης τῆς διαθέσεως ποτὲ μὲν τὸ πρὸ τῆς ἡσυχίας μέρος τῆς κινήσεως μεῖζον, ποτὲ δὲ τὸ μετὰ τὴν ἡσυχίαν, ἔστιν ὅτε δἄμφω γενέσθαι παραπλήσια. κατὰ μέντοι σκληρότητά τε καὶ μαλακότητα διαφορὰ τῶν δύο προσβολῶν τῆς ἀρτηρίας οὐκ ἄν ποτε γένοιτο, διὰ τὸ χρόνου πλέονος ἀεὶ δεῖσθαι τὴν τοιαύτην μεταβολὴν, ὅπου γε κᾀν ταῖς συστηματικαῖς ἀνωμαλίαις σπάνιόν ἐστι κατὰ μίαν ἐπίσκεψιν ἀνωμάλῳ κατὰ σκληρότητά τε καὶ μαλακότητα περιτυχεῖν σφυγμῷ. κλονωδεστέρα μέντοι πολλάκις δευτέρα  προσβολὴ φαίνεται τῆς προτέρας ἔν τε τῇ καθἕνα σφυγμὸν ἀνωμαλίᾳ κᾀν τῇ συστηματικῇ. καὶ διὰ τοῦτἂν ἴσως ἐξαπατήσειεν τοὺς ἀνασκητοτέρους, ὡς σκληροτέρα. σύμπτωμα δἐστὶν κλόνος ἀρτηρίας σκληρᾶς, ἐπιπλέον ἀναγκαζομένης βιαίως διαστέλλεσθαι. γίνεται δοὐ σκληροτέρα τηνικαῦτα κατά γε τὴν ἀλήθειαν, ἀλλἐπιπλέον ἀναγκαζομένη βιαίως διαστέλλεσθαι τὸ τοιοῦτον σύμπτωμα πάσχει. καί ἐστιν κλονώδης προσβολὴ χείρων τῆς ὁμαλοῦς, ὅταν μὴ διά τινα πρόσφατον αἰτίαν χιτὼν τῆς ἀρτηρίας ἐσκληρυμμένος , χειρίστη δὲ ἧς τῆς ἡσυχίας χρόνος ἐπιμηκέστερος. μὲν οὖν διαλείπουσα καθἕνα σφυγμὸν ἀνωμαλία χαλεπωτάτη πασῶν ἐστιν ἀνωμαλιῶν. γίνεται μὲν γὰρ ὑπὸ τῶν αὐτῶν κατὰ γένος αἰτιῶν ὑφὧν περ καὶ συστηματικὴ, πολὺ δὲ χείρων αὐτῆς ἐστιν. ἐκείνη μὲν γὰρ εἰ καὶ μηδὲν ἄλλο, τὰς γοῦν ἁπλᾶς κινήσεις ἀπαρεμποδίστους ἐᾷ συντελεῖσθαι, αὕτη δὲ οὐ ταύτας ἐᾷ γίγνεσθαι κατὰ φύσιν, ἀλλἐμποδὼν ἵσταται καὶ στερίσκει τῆς κινήσεως τὰς ἀρτηρίας, οὐ διὰ τριῶν, τεττάρων, διά τινων ἔτι πλειόνων σφυγμῶν, ἀλλὰ κατὰ τὸν πρῶτον εὐθὺς αὐτόν. ἅπερ οὖν ἐπἐκείνης εἴρηται, ταῦτα πάντα κᾀπὶ ταύτης εἰρῆσθαι χρὴ δοκεῖν ηὐξημένα, κᾀν τούτῳ μόνῳ παραλλάττοντα, τῷ τὸν θάνατον ὑπόγυον ἀπειλεῖν. ἐκ τούτου τοῦ γένους τῶν σφυγμῶν ἐστι καὶ δορκαδίζων. ἐξηγήμεθα δαὐτοῦ τὴν ἰδέαν, ὥσπερ οὖν καὶ τῶν ἄλλων ἁπάντων, ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς αὐτῶν.
§7 Ἕτερον δέ ἐστι γένος σφυγμῶν ἀνωμάλων κατὰ μίαν διαστολὴν, κοινὸν μὲν ἐχόντων τὸ δὶς παίειν, οὐ κοινὴν δὲ τὴν αἰτίαν. ἀλλὡς καὶ ἐν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτιῶν εἴρηται, τρεῖς εἰσιν αἱ πρῶται τῆς γενέσεως αὐτῶν αἰτίαι. περὶ μὲν δὴ τῶν δυοῖν εἴρηται μὲν καὶ διἐκείνου τοῦ γράμματος, εἰρήσεται δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα περὶ τῆς τρίτης αἰτίας. εἴρηται μὲν ἤδη καὶ περὶ ταύτης τό γε τοσοῦτον, ὡς ἀνώμαλός ἐστι δυσκρασία τοῦ σώματος αὐτοῦ τῆς καρδίας, ἀνεβαλλόμεθα δὲ τὸν σύμπαντα λόγον ὑπὲρ αὐτῆς ἐνταῦθα ποιήσασθαι. καὶ τοίνυν ἥκει καιρὸς αὐτῷ καὶ λεγέσθω. διὰ δὲ τὴν κοινωνίαν τοῦ λόγου καὶ τοὺς ἄλλους ἅπαντας ἀνωμάλους σφυγμοὺς, ὅσοι ταῖς τοῦ σώματος αὐτοῦ τῆς καρδίας ἀνωμάλοις ἀκολουθοῦσι δυσκρασίαις, ἐν τῷδε τῷ λόγῳ διέξιμεν, ἀρξάμενοι κᾀνταῦθα πάλιν ἀπὸ τῶν σαφεστέρων ἀνωμαλιῶν, ἃς ὀνομάζουσι συστηματικάς. τὸ σῶμα τῆς καρδίας ἐν ἑαυτῷ τινα δύναμιν ἔχει διασταλτικήν τε καὶ συσταλτικὴν, οὐ μάτην οὐδὡς ἔτυχεν οὔτε δοθεῖσαν ὑπὸ τῆς φύσεως οὔτἐνεργοῦσαν, ἀλλὡς ἐν ἑτέροις ἐπιδέδεικται, τοῦ φυλάττειν ἕνεκα τὴν ἔμφυτον θερμότητα. κατὰ μὲν οὖν τὰς συστολὰς ἀποχεῖ τὸ λιγνυῶδες περίττωμα, κατὰ δὲ τὰς διαστολὰς ἐπισπᾶται τὸ ἀναψῦχον αὐτήν. ὅταν μὲν οὖν ὁμαλῶς θερμὸν, ψυχρὸν, καθαρὸν, τεθολωμένον , πάνταὐτοῦ τὰ μόρια πρὸς τὴν ἐνέργειαν ὡσαύτως ἐξορμᾷ. ὅταν δἤτοι τὰ μὲν θερμότερα, τὰ δὲ ψυχρότερα τύχοι τῶν μορίων αὐτοῦ, καὶ τὰ μὲν ἀκριβῶς καθαρὰ, τὰ δὲ τεθολωμένα τῷ πλήθει τῶν περιττωμάτων, οὐ τὴν αὐτὴν ὁρμὴν ἴσχει πρὸς τὴν ἐνέργειαν ἅπαντα, ἀλλὰ τὰ μὲν αὐτῶν φθάνει, τὰ δὲ μέλλει. κᾀν τούτῳ τοῖς πλείοσί τε καὶ ἰσχυρότερον ἐξορμήσασι πρὸς τοὖργον ἕπεται τά τὀλιγώτερα καὶ ἀσθενέστερα. οὐ γὰρ δὴ διασπασθῆναί τε καὶ χωρισθῆναι δυνατὸν αὐτοῖς ἀπἀλλήλων ἑνὸς ὀργάνου μέρεσιν οὖσιν. ὥσπερ δὲ τὰ πλείω τε καὶ σφοδρότερον ἐνεργεῖν ἐπειγόμενα σύμπασαν ἐξορμᾷ τὴν καρδίαν, οὕτω πάλιν, ὅταν ἐλάττω μὲν τὰ πρὸς τὴν κίνησιν ἐπειγόμενα, πλείω δὲ τὰ μένοντα, σύμπασαν ἐν ἡσυχίᾳ κατέχει πλείονι. καὶ δὴ καὶ τὸ τῆς κινήσεως ποιὸν ἐκ τῶν κρατησάντων ἐν αὐτῇ μερῶν ὅλῳ τῷ σπλάγχνῳ γίνεται. εἰ μὲν γὰρ τὰ θερμότερα τῆς κινήσεως ἐξηγεῖται, πρωϊαίτερόν τε ἅμα καὶ θάττων καὶ μείζων διαστολὴ γίνεται, τῶν ψυχρῶν δἡγουμένων ὀψιαίτερόν τε καὶ βραδυτέρα καὶ μικροτέρα. πολλάκις μὲν οὖν τῷ πλήθει τῶν μορίων τῆς κινήσεως ἡγεμονία συνέπεται, πολλάκις δὲ τῷ μεγέθει τῆς χρείας. ὅσα γὰρ ἱκανῶς δεῖταί τινος, ἑτοιμότερόν τε καὶ σφοδρότερον ἐπὶ τοὖργον ἐξορμᾷ μὲν, κᾂν ἴσα τῷ πλήθει ὑπάρχῃ τοῖς μὴ δεομένοις. ὅταν μὲν οὖν πολὺ πλείω τὰ ἕτερα τῶν ἑτέρων , κατἐκεῖνα διαπαντὸς κινεῖται καὶ ἐνεργεῖ τὸ σπλάγχνον· ὅταν δὲ ἤτοι βραχεῖ τινι τὰ ἕτερα τῶν ἑτέρων, πλείω, ἀκριβῶς ἴσα, διαπαντὸς μὲν οὐκ ἐνδέχεται κρατεῖν τὰ ἕτερα, νικῶντα δὲ ἐν μέρει τε καὶ νικώμενα ποικίλας τε καὶ ἀνωμάλους ἐργάζεται τὰς ὅλου τοῦ σπλάγχνου κινήσεις. ἔστω γὰρ, εἰ τύχοι, πλείω μὲν, οὐ μὴν πολλῷ γέ τινι τὰ ψυχρὰ μόρια τῶν θερμῶν, ἀνάγκη τὴν πρώτην ἐνέργειαν ἐλάττονά τε καὶ βραδυτέραν γίνεσθαι, καὶ μὲν δὴ καὶ τὴν ἡσυχίαν ἐν τούτοις κρατοῦσι μακροτέραν εἴπερ ἐκράτει τὰ θερμά. καὶ τοίνυν καὶ δευτέρα τῆς καρδίας ἐνέργεια τῶν ψυχρῶν κρατούντων γινέσθω, καὶ μεταὐτὴν αὖθις ἡσυχία. καὶ τρίτη γε καὶ τετάρτη πρὸς ταύτας ἐνέργειά τε καὶ ἡσυχία κατὰ τὰ ψυχρὰ νικῶντα συντελείσθω, ἆροὐ πρόδηλον ὡς τὰ θερμότερα μόρια τὰ μείζονός τε ἅμα καὶ θάττονος καὶ πυκνοτέρας δεόμενα τῆς κινήσεως ἐνδεῶς ἀπολαύσει τῆς ἑαυτῶν χρείας; ὥστε ἐν τούτῳ θερμότερα γενήσεται καί τι καὶ τοῖς ὁμιλοῦσι μεταδώσει θερμότητος. οὐκοῦν ἔτι φυλαχθήσεται τῆς καρδίας ἐξ ἀρχῆς διάθεσις, εἴπερ καὶ πλείω γενήσεται τὰ θερμότερα μόρια καὶ μᾶλλον πρόσθεν θερμά. τούτου τοίνυν ἀεὶ συμβαίνοντος, ἔσται ποτὲ χρόνος ἐν καὶ αὐτὰ κρατήσει τῶν ἐναντίων, ὥστε καὶ πρωϊαίτερον ἐπὶ τὴν ἐνέργειαν ἐξορμῆσαι, διὰ τὴν τῆς χρείας ἔπειξιν, αὐτήν τε τὴν κίνησιν ποιήσασθαι θάττονά τε καὶ μείζονα τῶν ἔμπροσθεν ἁπασῶν κινήσεων, ὧν ἡγεῖτο τὰ ψυχρά. συμβήσεται τοιγαροῦν ἐν τούτῳ τὰ μὲν κρατοῦντα συμμέτρως ἀπολαύειν  ἐμψύξεως, ὅσα δἦν ψυχρότερα, πλέον ἤδη καταψύχεσθαι, καὶ οὕτως μεταπεσεῖν αὖθις ἐν τῷ χρόνῳ τὴν διάθεσιν ὅλης τῆς καρδίας, ὡς κρατῆσαι τὰ ψυχρότερα. τῶν μὲν γὰρ θερμοτέρων ἱκανῶς ἀπολαυόντων ἐμψύξεως, τῶν δὲ ψυχροτέρων αὐτῶν τε πλέον δεῖ ψυχομένων καὶ τὰ πλησιάζοντα συγκαταψυχόντων, ἀναγκαῖον οὕτω γενέσθαι πλέονα τὰ ψυχρότερα· πάλιν δαὖ ἐν τούτῳ τῷ χρόνῳ τὴν κίνησιν ὅλης τῆς καρδίας ἀναγκαῖον ἔσται κατὰ τὴν τοιούτων χρείαν τυπωθῆναι καὶ γενέσθαι τὰς διαστολὰς αὐτῆς ἀραιὰς καὶ βραδείας καὶ μικρὰς, οἷαί περ ὑπέκειντο γίνεσθαι κατἀρχάς. ἅπερ οὖν ὀλίγον ἔμπροσθεν εἴρητο περὶ τῆς μεταπτώσεως αὐτῶν, ταῦτα γοῦν λεγέσθω καὶ νῦν· ὡσαύτως καὶ ὅσα περὶ τῆς εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν ἐπανόδου λέλεκται πρόσθεν, ἀναμνήσθητι νῦν. οὕτω γὰρ οἶμαί σε πεισθήσεσθαι περὶ τῆς τῶν σφυγμῶν συνεχοῦς μεταπτώσεως ἄχρι περ ἂν εἰρημένη δυσκρασία κατὰ τὴν καρδίαν παραμένῃ. κατὰ δὲ τὸν αὐτὸν λόγον, ἐπειδὰν ἐν τῷ πλήθει τῶν λιγνυωδῶν περιττωμάτων ἀνώμαλος δυσκρασία κατὰ τὸ σπλάγχνον εἰς τὴν συστηματικὴν ἀνωμαλίαν καὶ τῶν σφυγμῶν κίνησις ἀχθήσεται. οὐδὲν δὲ δήπου θαυμαστὸν οὐδὲ τὴν καθἕνα σφυγμὸν ἀνωμαλίαν ἐπὶ ταῖς τῆς καρδίας γίνεσθαι. τὰ μὲν γὰρ τοῖς θερμοτέροις αὐτῆς μέρεσι κατευθὺ τῶν ἀρτηριῶν μόρια θερμότερά τε γενήσεται τῶν ἄλλων καὶ διαστήσεται μεῖζον καὶ κινήσεται θᾶττον· τὰ δὲ τοῖς ψυχροτέροις αὐτά τε ἔσται ψυχρότερα καὶ βραδύτερον κινήσεται καὶ διαστήσεται μεῖον. ὅταν δὅλον ἀγγεῖον ποτὲ κατευθὺ γένηται τοῖς θερμοτέροις μέρεσι τῆς καρδίας, θᾶττόν τε κινήσεται καὶ μεῖζον διαστήσεται τοῦτο τῶν τοῖς ψυχροτέροις κατευθὺ τεταγμένων. καὶ χωρὶς δὲ τῆς καρδίας οἰκεῖαί τινες γινόμεναι ταῖς ἀρτηρίαις δυσκρασίαι τάς τε εἰρημένας ἀνωμαλίας ἀποτελοῦσι, τὰς κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδύτητα καὶ ἀραιότητα καὶ πυκνότητα, καὶ εἰ πολὺ τοῦ κατὰ τὴν φύσιν ἐκτρέποιντο, καὶ τὰς κατὰ σφοδρότητά τε καὶ ἀμυδρότητα. καὶ μὲν δὴ καὶ κατὰ αὐτήν γε τὴν καρδίαν, καὶ προσέτι τὰς ἀρτηρίας ἁπάσας, ἐκ τῆς κατὰ τὸ σπλάγχνον ἀνωμάλου δυσκρασίας ἐν μιᾷ διαστολῇ πλείους γενήσονται διαφοραὶ τῶν κινήσεων, τῶν μὲν εἰς τάχος αὐτὴν ἐξορμώντων, ἐνίων δἐπεχόντων τε καὶ βραδύνειν ἀναγκαζόντων. ὥστε ποτὲ καὶ στῆναι μεταξὺ κατὰ τὴν ἄνοδον, οἷόν τι συμβαίνει καὶ τοῖς ἐν ὁδοιπορίαις, καὶ ἄλλως ὁπωσοῦν ἕλκουσιν ἑτέρους βραδύνοντας. ἀντισπώμενοι γὰρ ὑπαὐτῶν ἀτάκτως ἐκκόπτονταί τε καὶ διακόπτονται τὴν ὁρμὴν, ὡς μήτε διαπαντὸς ὁμοίαν ποιεῖσθαι τὴν κίνησιν ἴσχεσθαί τε πολλάκις. εἰ δὲ καὶ ἀντιπράττοντάς τε καὶ ἀντισπῶντας ἕλκοιεν, οὐ μόνον ἴσχονται τῆς κινήσεως, ὡς ἤτοι βραδύτερον μηδόλως ἐνίοτε βαδίζειν, ἀλλὰ καὶ ἀνθειλκύσθησάν ποτε εἰς τοὐπίσω. ταῦτοὖν ἅπαντα συμβαίνει τῇ τε καρδίᾳ καὶ ταῖς ἀρτηρίαις ἐν ταῖς ἀνωμάλοις δυσκρασίαις.
§8 Καὶ γε δορκαδίζων σφυγμὸς ἐκ τοῦ γένους μέν ἐστι τῶν ἐν ἡσυχίᾳ διαλαμβανομένων, ἐπιγίνεται δἐνίοτε τοιούτοις πάθεσι καρδίας, ὥσπερ γε καὶ δίκροτος ἐκ τοῦ γένους μέν ἐστι τῶν ἀνθελκομένων ἔσω, συνεδρεύει δὲ καὶ αὐτὸς ἔστιν ὅτε ταῖς ἀνωμάλοις τῆς καρδίας δυσκρασίαις, καὶ μᾶλλόν γε, ὅταν ἀξιόλογον καταὐτὴν τὸ πλῆθος τῶν αἰθαλωδῶν περιττωμάτων ἐν πολλοῖς τῶν μορίων αὐτῆς. ἂν γὰρ ἅμα συμβῇ τὰ μὲν ἁπλῶς εἶναι πάνυ θερμὰ, τὰ δὲ καταπνίγεσθαι καπνώδει λιγνύϊ, πρὸς τὰς ἐναντίας ἐξορμήσει κινήσεις, ὡς διαστέλλεσθαι μὲν ἐπιχειρεῖν τὰ ἕτερα, συστέλλεσθαι δὲ θάτερα. καὶ οὕτως ἤτοι διαστελλομένης τῆς ἀρτηρίας ἐνεργησάντων τῶν συστελλόντων διαδέξεταί ποτε τὴν διαστολὴν συστολὴ καὶ χωρὶς τῆς ἐκτὸς ἠρεμίας, συστελλομένης ἐνεργησάντων τῶν διαστελλόντων, διαδέξεται τὴν συστολὴν διαστολὴ, χωρὶς τῆς ἐντὸς ἡσυχίας. ἑκάτερον δὲ αὐτῶν ἔσται κατὰ πλείονας τρόπους, ἤτοι γὰρ ἐκνικήσει τελείως δευτέρα κίνησις τὴν προτέραν, ἐπὀλίγον μὲν ἀντισπάσει, νικήσασα δὲ προτέρα πληρώσει τὸ προκείμενον ἑαυτῇ μέτρον, ὥστε γίνεσθαι τρεῖς τὰς πάσας διαφορὰς σφυγμῶν ἔν τε τῷ διαστέλλεσθαι κᾀν τῷ συστέλλεσθαι· πρώτην μὲν, ἐπειδὰν ἐν τῷ διαστέλλεσθαι πρὶν πληρῶσαι τὸ μέτρον συστολὴ διαδέξηται, δευτέραν δ’, ὅταν ἀκριβῶς πληρωθεῖσαν ἐκδέξηται τῆς ἐκτὸς ἠρεμίας ἀπολλυμένης. τὴν τρίτην δ’, ὅταν ἔτι γιγνομένην τὴν διαστολὴν ἀντισπάσῃ μὲν ἐναντία κίνησις, ἀσθενεστέρα δὲ γενομένη συγχωρήσει τὸ λεῖπον ἐκπληρῶσαι. κατὰ ταὐτὰ δὲ καὶ τὴν συστολὴν διαστολὴ ποτὲ μὲν ἤδη γεγενημένην ἐκδέχεται, μὴ συγχωρήσασα στῆναι, ποτὲ δὲ καὶ πρὸ τοῦ πληρωθῆναι κολούσασά τε καὶ νικήσασα διεδέξατο, ποτὲ δἀντέσπασε μὲν ὀλίγον, ἐνικήθη δέ. τοιαῦται κινήσεις ἀρτηριῶν γίνονταί ποτε καὶ χωρὶς τοῦ τὴν καρδίαν πεπονθέναι, ἤτοι διὰ δυσκρασίαν ἀνώμαλον ἐν αὐταῖς συστᾶσαν, διἀῤῥωστίαν τῆς δυνάμεως, διὰ σκληρότητα τοῦ χιτῶνος, ὑπὲρ ὧν εἴρηται μὲν ἤδη τι κᾀν τῷ δευτέρῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλαίοις, ἐκεῖνο πρότερον ἐπισημηναμένων ἡμῶν, ὡς τὸν περὶ τῆς κατὰ τὴν καρδίαν ἀνωμάλου δυσκρασίας λόγον, ὃν νῦν διήλθομεν, εἰς τήνδε τὴν πραγματείαν ἀνεβαλλόμεθα διά τε τὸ ζητεῖν ἔτι καὶ βασανίζειν αὐτὸν ἐμπειρίᾳ μακρᾷ, καθάπερ καὶ τὰ ἄλλα ἅπαντα τὰ εἰρημένα τε καὶ λεχθησόμενα, καὶ διότι κατἐκείνην τὴν πραγματείαν οὐδέπω περὶ δυνάμεως οὐσίας οὐδὲν εἰρήκαμεν. οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ δόγμα, πρὶν ἐν ἅπασι τοῖς κατὰ μέρος ὁμολογουμένοις ἐξευρεῖν, ἐτολμήσαμεν ἀποφήνασθαι. νῦν δἐπειδὴ πεπείσμεθά τε τὴν οὐσίαν τῶν δυνάμεων οὐδὲν ἄλλο παρὰ τὴν ποιὰν εἶναι κρᾶσιν, ἅπαντά τε τὰ κατὰ  τὰς διαγνώσεις τε καὶ προῤῥήσεις καὶ θεραπείας ἐπὶ τούτῳ τῷ δόγματι συμφωνοῦνθεὑρίσκομεν, εὐλόγως, οἶμαι, καὶ τοὺς ἑπομένους ταῖς ἀνωμάλοις δυσκρασίαις τῆς καρδίας σφυγμοὺς ἐνταῦθα διήλθομεν. εἰσὶ δ’, ὡς ἐλέγομεν, ἔνιοί τινες ἐξ αὐτῶν καὶ χωρὶς ἐκείνης συνιστάμενοι. δίκροτος οὖν τίς ἐστι σφυγμὸς κλονώδης, ὃν δὴ καὶ μόνον ᾤμην τό γε κατἀρχὰς εἶναι πλήττοντα δὶς, ἐξαπατώμενος ὑφὧν ἔλεγεν Ἀρχιγένης, εἰκάζων αὐτὸν ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς. ἀποπάλλεσθαι γάρ τι σκληρὸν ἀφἑτέρου σκληροῦ κατὰ τὰς τοιαύτας πληγὰς ὑποθέμενος, ἐξ ὧν ἐσφάλην περὶ τὴν ἔννοιαν τοῦ πράγματος, ἐκ τούτων καὶ περὶ τὴν διάγνωσιν ἐσφαλόμην. ἐπεὶ δὲ ἐν τῷ χρόνῳ προσεδρεύων ἀεὶ καὶ λιπαρῶς ἐγκείμενος τῇ διαγνώσει τῆς συστολῆς ἐναργῶς ᾐσθόμην ἀρτηρίας ποτὲ μαλακῆς καὶ ἀκλόνου συσταλείσης ἐπὶ βραχὺ, κᾄπειταὖθις ἐκπληρωσάσης τὴν διαστολὴν, ἐκ τούτου τάς τε διαθέσεις ἐφαἷς οἱ τοιοῦτοι γίνονται σφυγμοὶ παρεφύλαξα, καὶ χρόνῳ ποτε μακρῷ σὺν πολλῇ τῇ σκέψει βεβαίως ἠδυνήθην ἀποφήνασθαι ταῦθἅπερ νῦν διεξέρχομαι. φαίνεται δέ μοι καὶ Ἀρχιγένης ἐπιμελῶς μὲν παραπεφυλακέναι τοὺς δὶς παίοντας σφυγμοὺς, οὔτε δἑρμηνεύειν αὐτοὺς ὀρθῶς οὔτε τὰς διαθέσεις αἷς ἕπονται διαγινώσκειν, οὐκ ἂν ἁπλῶς οὕτως οὔτε ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς εἴκασεν αὐτοὺς οὔτε παρέλιπεν εἰπεῖν ὅστις τρόπος ἐστὶ τῆς γενέσεως αὐτῶν. ἀλλἡμῖν γε καὶ τοῦτο εὑρέθη μετὰ χρόνον πολὺν, ὥσπερ καὶ ἄλλα πάμπολλα τῆς θεωρίας. καὶ σὺ οὕτως ἔχειν τὸ πρᾶγμα μὲν εὑρήσεις, εἰ μόνον ἐθέλησάς τινα φιλοπονίαν τε καὶ σπουδὴν εἰσενέγκασθαι περὶ τοὖργον, οἵαν ἡμεῖς εἰσενεγκάμεθα. χωρὶς γὰρ ταύτης οὔτε γνῶναι δυνήσεται τὴν ἐν αὐτοῖς ἀλήθειαν οὔταὐτὸς ὠφεληθῆναί τι. τρεῖς οὖν εὑρήκαμεν ἄχρι δεῦρο καὶ διαθέσεις καὶ γενέσεις τῶν δὶς παιόντων σφυγμῶν· μίαν μὲν τὴν τῶν κλονωδῶν, κατὰ τοῦτο μόνον αὐτῶν ἀποκεχωρηκυῖαν, ὅτι βραχέος γενομένου κατὰ τὸ μῆκος τοῦ σφυγμοῦ τῶν ἑκατέρωθεν μερῶν τῆς ἀρτηρίας ἀφανὴς κλόνος ἐστὶ, καὶ διὰ τοῦτο δίκροτος, οὐ κλονώδης φαίνεται· δευτέραν δὲ καθἣν μὲν σφυγμὸς ἄκλονός ἐστιν, δἀρτηρία σκληρὰ καὶ δύναμις ἀσθενὴς εἰς τοσοῦτον ὡς βαρύνεσθαι μὲν ὑπὸ τῶν ἐπικειμένων σωμάτων, ὅμως δὲ κατά τι μέρος ἐν τῷ δέρματι τεταγμένον ἀκωλύτως ἀναφέρεσθαι. τούτου γὰρ μόνου τοῖς ἁπτομένοις εἰς αἴσθησιν ἥκοντος, ἔσται ποτὲ δίκροτος σφυγμὸς, ὅταν ἐξορμῆσαν αὐτὸ διὰ τὴν τῶν ἐπικειμένων κουφότητα πάλιν ἀντισπάσῃ κατέχοντά τε καὶ μὴ συνεπόμενα τὰ ἑκατέρωθεν μόρια, τὰ πρὸς τῶν ἐπικειμένων σωμάτων βαρυνόμενα, καὶ διὰ τοῦτο καὶ μήταἰσθητὴν ὅλως ποιούμενα τὴν κίνησιν μήθἣν ποιεῖται τὴν αὐτὴν τῷ φαινομένῳ μέρει τῆς ἀρτηρίας, ἀλλὰ μεμελημένην τε καὶ βραδύνουσαν. ἐν τούτῳ γὰρ ἀντισπᾶσθαι συμβαίνει πρὸς αὐτῶν τὸ φθάνον ἐξορμῆσαι, σκληρᾶς οὔσης τῆς ἀρτηρίας. ἄλλως γὰρ οὐκ ἐγχωρεῖ γενέσθαι τὴν ἀντίσπασιν ἐν ταῖς τοιαύταις διαθέσεσιν. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ δίκροτοί τεἰσὶ καὶ σκληροὶ, δὲ τρίτος ἐπὶ δυσκρασίᾳ γινόμενος οὔτε δίκροτος, ἀλλὰ δὶς πλήττων μόνον, οὔτἐξ ἀνάγκης σκληρός. εἰ δὲ καὶ τοῦτόν τις ὀνομάζειν ἐθέλει δίκροτον, οὐδὲν διαφέρει. μεμνήσθω δὲ μόνον ὡς οὐκ ἔστιν ὅμοιος τοῖς ἀποπαλλομένοις σώμασιν ἀπὸ σκληρῶν σκληροῖς, ἀλλὡς ὀλίγον ἔμπροσθεν εἴρηται, διαμαχομένων ἀλλήλαις γίγνεται τῶν δύο δυνάμεων, τῆς τε διαστελλομένης καὶ τῆς συστελλούσης τὴν καρδίαν. ἐν τίσι δὲ νοσήμασι καὶ κατὰ ποίας αἰτίας τε καὶ διαθέσεις εἰς ἀνώμαλον ἀφικνεῖται δυσκρασίαν καρδία, νῦν μὲν οὐκ ἐπείγει λέγειν, ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν εἰρήσεται. κατὰ δὲ τὸ παρὸν ἀρκέσει τό γε τοσοῦτον, ὡς ἐπὶ ταῖς ἀνωμάλοις δυσκρασίαις τῆς καρδίας, καὶ ὅσα γε καταὐτὸ τὸ σῶμα τοῦ σπλάγχνου συνίστανται, γίγνεται μὲν καὶ δὶς παίων σφυγμὸς, γίγνεται δὲ καὶ τὴν ἐκτὸς ἠρεμίαν ἀπολλὺς, ἔτι τε πρὸς τούτοις καὶ κολουόμενος τὴν διαστολήν. ἐδείχθη δὅτι καὶ οἱ διακοπτόμενοι τὴν κίνησιν ἡσυχίᾳ καὶ αὐτοὶ γίγνονται πάντες ἐπὶ ταῖς ἀνωμάλοις τῆς καρδίας δυσκρασίαις. οὐ μὴν ἀλλὰ καὶ ὅσοι χωρὶς τοῦ διακόπτεσθαι τὴν διαστολὴν ἀνώμαλοι φαίνονται κατὰ βραδύτητά τε καὶ τάχος, εὔδηλον ὅτι καὶ οὗτοι πρὸς ταῖς ἄλλαις αἰτίαις ὑφὧν ἐδείχθησαν γίγνεσθαι καὶ αὐτὴν ταύτην ἕξουσιν ὑπὲρ ἧς λόγος ἐνέστηκε, τὴν ἀνώμαλον τῆς καρδίας δυσκρασίαν, ὅταν ἐπὶ τοσοῦτον ἀλλήλοις διαμάχηται τὰ θερμὰ μόρια τοῖς ψυχροῖς, ὡς ποτὲ μὲν ἀναγκάζεσθαι βραδύνειν τὰ θερμὰ πρὸς τῶν ψυχρῶν κατεχόμενα, ποτὲ δὲ θᾶττον κινεῖσθαι τὰ ψυχρὰ πρὸς τῶν θερμῶν ἐφελκόμενα.
§9–11
§9 Ἕτερον ἐπὶ τοῖς εἰρημένοις γένος ἐστὶν ἀνωμαλίας τῆς καθἕνα σφυγμὸν, οὐκ ὀλιγάκις φαινόμενον, οὐδἐπὀλίγων παθῶν, ἀλλεἴπερ τι καὶ ἄλλο πολλάκις τε καὶ ἐπὶ πολλῶν. εὑρίσκεται δὲ ἐν αὐτῷ τὸ ἐγγύτερον τῆς ἀρχῆς μέρος τῆς ἀρτηρίας πρότερον κινούμενον. καὶ γε κυματώδης τε καὶ σκωληκίζων σφυγμὸς ἐκ τούτου τοῦ γένους εἰσὶν, ἐπὶ μαλακῇ μὲν ἀρτηρίᾳ, δυνάμει δοὐκ εὐρώστῳ συνιστάμενοι. μὲν οὖν σκωληκίζων οὐ μόνον οὐκ εὔρωστον, ἀλλὰ καὶ καταλελυμένην ἐνδείκνυται τὴν δύναμιν, δὲ κυματώδης ἐστὶν ὅτε μὲν αὐτὸ δὴ τοῦτο μόνον οὐκ εὔρωστον, οὐ μὴν ἤδη γέ πω καταλελυμένην, ἔστι δὅτε καὶ τόνου μετρίου μετέχουσαν, ἡνίκα μάλιστα κρίσιμον ἱδρῶτα προδηλοῖ. εὑρίσκεται μὲν γὰρ ἐν ὑγροῖς τε καὶ σφυγματικοῖς νοσήμασιν, ὅταν αὐτὰ τὰ στερεὰ σώματα μαλακὰ γένηται τῷ πλήθει τῆς ὑγρότητος τεγχθέντα. συμβαίνει δὲ μάλιστα τοῦτο κατὰ τὰ ληθαργικὰ πάθη καὶ τοὺς ἀμφημερινοὺς πυρετοὺς, καὶ προσέτι τοὺς ἑλώδεις τε καὶ τυφώδεις ὀνομαζομένους. καὶ δὴ καὶ βραδύτητα καὶ ἀραιότητα καὶ μέγεθος ἐν τοῖς τοιούτοις ἅπασιν σφυγμὸς προσλαμβάνει. εἰ δὲ καὶ ὕψος σφοδρότητά ποτε προσκτήσαιτο, κρίσιμον ἱδρῶτα δηλώσει·  μᾶλλον δἐλπίζειν ἔσεσθαι τοῦτο πλεόνων τῶν σφοδρῶν τε καὶ ὑψηλῶν φαινομένων ἤπερ τῶν ἐναντίων. εἰ δὁμαλῶς τοιοῦτοι φαίνοιντο, χρηστὸν ἅμα καὶ διὰ ταχέων ἔσεσθαι τὸν ἱδρῶτα σημαίνουσι, καὶ μᾶλλον, εἰ καὶ τὰ τῆς πέψεως τοῦ νοσήματος ὑπάρχει γνωρίσματα. πρόδηλον δὲ δήπουθεν ὡς οὔτε φλεγμονή τις οὔτε σκίῤῥος οὔτε πῆξις ἐκ ψύξεως οὔτε ξηρότης ἄμετρος οὔτε σπασμώδης διάθεσις ὑπάρχει κατὰ τὸ σῶμα τἀνθρώπου κυματώδους ὄντος τοῦ σφυγμοῦ, διότι μήτε σκληρύνεσθαι δυνατόν ἐστι μήτε τετάσθαι τὴν ἀρτηρίαν ἐν τῷ τοιούτῳ σφυγμῷ. χρὴ γὰρ, ὡς ἀρτίως εἴρηται, μαλακὴν ἀκριβῶς ὑπάρχειν αὐτὴν, ἵνὅταν διεγείρων τε καὶ διαστέλλων τόνος ὀκλάσῃ κατά τι, κατἐκεῖνο καὶ αὕτη καταπίπτουσα τὴν οἷον κύματος ἐργάζηται περιγραφήν. σκληρὰ δὲ καὶ τεταμένη, κᾂν ἐνδῷ κατά τι τῆς διαστελλούσης αὐτὴν δυνάμεως ἀῤῥωστούσης, ἀλλά τοι καὶ αὐτὸ τοῦτο τὸ μόριον συνεξαίρεται τοῖς ἑκατέρωθεν. ὅθεν οὐδεἰ φανείη ποτὲ κατὰ τὴν σκληρὰν ἀρτηρίαν σφυγμὸς τοιοῦτος, ὡς τὸ πρότερον ἀεὶ μέρος αὐτῆς διαστέλλεσθαι πρότερον, οὐδὲ τότε κυματώδης σκωληκίζων γενήσεται, ἀλλὰ μᾶλλον ἀνωμαλίαν ἔχων τὴν κατὰ τὸ πρότερόν γε καὶ ὕστερον μέρος τῆς ἀρτηρίας τοῦ χιτῶνος κινουμένης γινομένην. οἱ κυματώδεις δὲ καὶ οἱ σκωληκίζοντες καὶ τοῦτο μὲν ἔχουσιν, ἀλλὰ καὶ τὴν οἷον κυμάτων περιγραφὴν ἐξ ἐπιμέτρου προσλαμβάνουσιν, εὑρίσκονται δἐν τοῖς ὑγροῖς, ὡς εἴρηται, πάθεσιν, ὅταν μήτε σκίῤῥος περὶ σπλάγχνον τι μήτε φλεγμονὴ, ἐπεί τοι κᾀν τοῖς ὑδέροις, καὶ μάλιστα τοῖς ἀνασάρκα τε καὶ λευκοφλεγματίαις ὀνομαζομένοις τοιοῦτος ἂν ἐφαίνετο διαπαντὸς σφυγμὸς, εἰ μὴ διὰ τὸ σκιῤῥοῦσθαί τινα σπλάγχνα συνέβαινον οἱ ὕδεροι τὰ πολλά. τοῖς γὰρ ἐξ αἱμοῤῥοΐδος ἐπισχέσεως καταμηνίων ἐποχῆς ἐθεασάμεθα πολλάκις ἀκριβεῖς κυματώδεις τε καὶ σκωληκίζοντας ἑπομένους σφυγμοὺς, ἐπειδὴ πολλάκις ἐν τοῖς τοιούτοις ὑδέροις οὐδὲν τῶν σπλάγχνων σκιῤῥοῦται. οὐκοῦν, ἀναληπτέον γὰρ αὖθις ἐπὶ κεφαλαίων τὸν λόγον, κυματώδης σφυγμὸς ὑγρᾶς ἐστι καὶ μαλακῆς ἀρτηρίας ἔγγονος, ἅμα δυνάμει καμνούσῃ μετρίως, δὲ σκωληκίζων ἀρτηρίας μὲν μαλακῆς, ἀῤῥώστου δἱκανῶς δυνάμεως. διὰ τοῦτο γοῦν καὶ χωρὶς πυρετῶν ὡς τὰ πολλὰ φαίνεται γινόμενος ἐπὶ κενώσεσι λάβροις αἱμοῤῥαγίαις τε καὶ διαῤῥοίαις καὶ χολέραις καὶ καθάρσεσιν ἰσχυραῖς ἐμέτοις τε σφοδροῖς καὶ οὔροις παμπόλλοις καὶ καταμηνίων ἀμέτροις καταῤῥήξεσιν. οὕτως δὲ καὶ ταῖς διαἱμοῤῥοΐδων κενώσεσι καὶ ταῖς ἐκ μήτρας αἱμοῤῥαγίαις, ἔτι τε τῷ καλουμένῳ ῥῷ γυναικείῳ καὶ μοχθηροῖς ἱδρῶσιν τοιοῦτος ἐπιγίνεται σφυγμὸς, οὐδὲν ἧττον δὲ καὶ τοῖς ὑγρότητι πολλῇ διασαπεῖσι τὴν πνεύμονα, καθὃν ἤδη χρόνον ἂν δύναμις αὐτῶν κάμνῃ. εἰ μέντοι τι φλεγμονῶδες ἐπιγένηται τῇ τοιαύτῃ διαθέσει, σκληρότητα προσλαμβάνοντες οὐκ ἔτι φαίνονται σκωληκίζοντες. διὰ τοῦτο γοῦν οὐδὲ τοῖς ἑκτικοῖς ὀνομαζομένοις πυρετοῖς, ὧν εἰσι καὶ οἱ μαρασμώδεις ἅπαντες καὶ οἱ ἐπὶ ταῖς φθόαις, οὐ γίνονται σκωληκίζοντες οἱ σφυγμοὶ, γενόμενοι πάντως ἂν, ὅσον ἐπὶ τῷ κάμνειν τὴν δύναμιν, ἀλλ συνοῦσα τοῖς πάθεσι ξηρότης σκληρὰς ἀποτελεῖ τὰς ἀρτηρίας. μέντοι τοῦ γένους τούτου τῶν σφυγμῶν ἀνωμαλία συμπίπτει πάντως αὐτοῖς, ὅταν ἱκανῶς κάμνουσι τὴν δύναμιν ἐφἧς εἴπομεν ἐν προτέρῳ μορίῳ τῆς ἀρτηρίας τὴν κίνησιν φαίνεσθαι πρότερον, ὅπερ Ἐρασίστρατος μὲν ἀεὶ βούλεται γίνεσθαι, φαίνεται δοὐχ ᾧδε συμβαῖνον, ἀλλὡς δὴ νῦν λέλεκται.
§10 Ἑξῆς τοῖς εἰρημένοις σφυγμοῖς εἰσιν οἱ προσαγορευόμενοι μύουροι. διττὸν δὲ τὸ γένος αὐτῶν ἐστι, τὸ μὲν ἕτερον ἐν μιᾷ διαστολῇ τῆς ἀρτηρίας, τὸ δὲ ἕτερον ἐν ἀθροίσματι. τὸ μὲν οὖν ἐν μιᾷ διαστολῇ γιγνόμενον ἀσθένειαν ἐνδείκνυται δυνάμεως ἅμα σώματος ἰσχνότητι. χρὴ δἐπιβάλλοντα τοὺς δακτύλους ἅπτεσθαι τῆς ἀρτηρίας, εἶθὅταν ἐν τούτῳ φαίνηται κατὰ μὲν τὰ πρῶτα μέρη τῆς ἀρτηρίας μείζων σφυγμὸς, σφοδρότερος, συναμφότερον, ἐν δὲ τοῖς ὑποκάτω μικρότερος, ἀμυδρότερος, ἄμφω, τὸ μὲν πρῶτον τῶν ἐπιβεβλημένων δακτύλων ἐπαίρειν καὶ σκοπεῖσθαι πότερον ὁμοίας τῇ πρὶν ἀρθῆναι τοῦτον αἰσθάνονται κινήσεως οἱ ἐφεξῆς, σφοδροτέρας τε καὶ μείζονος. ἀμυδροτέρας μὲν γὰρ, μικροτέρας ἀδύνατον αἰσθάνεσθαι, τοῦ πρώτου δακτύλου μετεωρισθέντος. εἰ μὲν οὖν ὁμοίας ἔτι κινήσεως οἱ μετὰ τὸν ἐπαρθέντα δάκτυλον αἰσθάνονται, κατὰ τὸν ἑαυτῆς λόγον ἀρτηρία μυούρως διεστέλλετο, καὶ εἴη ἂν τοῦτο σημεῖον ἀτόνου δυνάμεως, ἣν ἀπὸ τῆς καρδίας ἐπιῤῥεῖν αὐταῖς ἐπεδείξαμεν. ἐν μὲν γὰρ τῷ κατὰ φύσιν ἔχειν ἄχρι τοῦ πέρατος ἁπασῶν τῶν ἀρτηριῶν διαστέλλων αὐτάς τόνος ὁμοίως ἐξικνεῖται· κατὰ δὲ τοὺς μυουρίζοντας ἐκλύεται κατὰ βραχὺ τοσοῦτον ἑαυτοῦ γινόμενος ἀσθενέστερος ὅσον ἀποχωρεῖ τῆς ἀρχῆς. εἰ δἐπάραντός σου τὸν πρῶτον δάκτυλον, μεταὐτὸν ἰσχυροτέρας τε καὶ μείζονος πρόσθεν αἰσθάνοιο τῆς κινήσεως, ἐνδείκνυται μὲν δήπου καὶ νῦν ἀῤῥωστίαν τῆς κατὰ τὴν ἀρτηρίαν δυνάμεως, ἀλλἐλάττονα τῆς προειρημένης. ἐν ἐκείνῃ μὲν γὰρ δύναμις ἐξελύετο τῆς ἀρχῆς ἀποχωροῦσα, νυνὶ δὲ διαμένει μὲν ἴση κατά γε τὸν ἑαυτῆς λόγον, δἀρτηρία βαρυνομένη πρὸς τῆς τῶν δακτύλων ἐπιβολῆς ἀσθενέστερον κινεῖται. ἧττον δἔσται τοῦτο κινδυνῶδες. οὐ γὰρ αὐτῆς καρδίας τοσοῦτον ὅσον τῆς ἀρτηρίας ἧς ἁπτόμεθα τὴν διάθεσιν ἐνδείκνυται. τὸ δἕτερον αὐτὴν μᾶλλον ἀῤῥωστεῖν ἐνδείκνυται τὴν καρδίαν, μὴ δυναμένην ὁμοίως ὡς πρόσθεν ἐκτείνειν ἀφἑαυτῆς ἄχρι τῶν ἐσχάτων τοῦ ζώου μορίων τὴν ἐνέργειαν. πολυειδῶς οὖν ἐπιβάλλειν ἐν τοῖς τοιούτοις σφυγμοῖς χρὴ τοὺς δακτύλους ὑπὲρ  τοῦ μαθεῖν ἀκριβῶς ἅπασαν τῶν ἀρτηριῶν τὴν διάθεσιν. μὲν γὰρ πιέζουσα τὴν ἀρτηρίαν ἐπιβολὴ τῶν δακτύλων ἀσφυξίαν εἶναι δόξει κατὰ τὰς τοιαύτας διαθέσεις, δἐπιπολῆς ψαύουσα μυούρου φαντασίαν ἕξει τοῦ σφυγμοῦ, καὶ ἤτοι μόνοις δύο δακτύλοις, τρισὶν, καὶ τοῖς τέσσαρσιν ὑποπίπτοντος. ἔσται δὲ τοῦτο παρά τε τὴν ἰσχνότητα τοῦ ζώου καὶ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. εἰς ὅσον μὲν γὰρ ἰσχνότερόν ἐστιν, εἰς τοσοῦτον πλεῖον ἀρτηρία σημαίνει· εἰς ὅσον δἧττον ἰσχνὸν, εἰς τοσοῦτον ἔλαττον. οὕτω δὲ καὶ κατὰ τὴν δύναμιν εἰς ὅσον μὲν εὐρωστοτέρα, πλέον, ἔλαττον δεἰς ὅσον ἀσθενεστέρα. κατὰ δὲ τὴν τοιαύτην ἐπιβολὴν, ὁπόταν ἀρθέντος τοῦ πρώτου δακτύλου μηκέτι παραπλήσιος σφυγμὸς διαμένῃ κατὰ τὸν δεύτερον, ἀλλὰ μείζων τε φαίνηται καὶ ἰσχυρότερος, μὲν ἀπὸ τῆς καρδίας τόνος εὐρωστότερος, ὁμαλῶς γὰρ ἄχρι πέρατος ἐπιῤῥεῖ, βαρυνθεῖσα δ ἀρτηρία κατὰ τὴν ἐπιβολὴν τοῦ πρώτου δακτύλου χεῖρον ἐν τῷ μεταὐτὸν διαστέλλεται, καὶ διὰ τοῦτο τοῦ βαρύνοντος ἀρθέντος ἄμεινον. εἰ δὅμοιος σφυγμὸς φαίνοιτο κατὰ τὸν δεύτερον δάκτυλον τῷ φαινομένῳ, πρὶν ἀρθῆναι τὸν πρῶτον, τὸ μύουρον τῆς κινήσεως ἐν αὐταῖς ταῖς ἀρτηρίαις ἐστὶν, οὐκ ἐν τῇ πρὸς τὴν ἁφὴν διαγνώσει. καὶ γίγνεται τοῦτο τῆς ἀπὸ καρδίας αὐταῖς ἐπιῤῥεούσης δυνάμεως ἐκλυομένης κατὰ βραχύ. εἰ δὲ κρείττων μὲν κίνησις φαίνοιτο τῆς ἀρτηρίας ἀρθέντος τοῦ πρώτου δακτύλου, μὴ μέντοι γε ἀκριβῶς ἴση τῇ κατὰ τὸν πρῶτον, ἀμφοτέρας ἐνδείκνυται τὰς διαθέσεις ὑπάρχειν ἅμα. καὶ ὡς τὰ πολλά γε οὕτω συμπίπτειν εἴωθεν ἐν ἁπάσαις ταῖς τοιαύταις ἀνωμαλίαις. ἐπιβλέπειν οὖν χρὴ μετὰ τοῦτο πολλοὺς ἐφεξῆς σφυγμοὺς καὶ παραβάλλειν ἀκριβῶς ἀλλήλαις τὰς κινήσεις. ἐνίοτε μὲν γὰρ οἷά περ κατὰ τὴν πρώτην ἐπιβολὴν, τοιαῦται γίνονται πᾶσαι. πολλάκις δὲ ἐπὶ τὸ μικρότερόν τε καὶ ἀμυδρότερον ἴασιν. ἐφὧν δηλονότι καὶ δύναμίς ἐστιν ἀσθενεστέρα. εἰ δὲ καὶ τελέως ἐκλείποιεν, ἔτι δὴ καὶ μᾶλλον ἐνδείξονται τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐν τούτῳ δὲ χρὴ πάντας ἄραντας τοὺς δακτύλους, εἶτὀλίγον τινὰ διαλιπόντας χρόνον αὖθις ἐπιβάλλειν. εὑρεθήσονται γὰρ τὰ πολλὰ κατὰ τὴν δευτέραν ἐπιβολὴν αἱ ἀρτηρίαι σφύζουσαι. ὡς εἴ γέ ποτε παντελὴς ἀσφυξία φαίνοιτο καὶ κατὰ ταύτην τὴν ἐπιβολὴν, ἰστέον ἐν ἐκείνῳ γαὐτῷ τῷ χρόνῳ πεποιῆσθαι τὴν προτέραν ἐπαφὴν, ἐν συνέβαινε ταῖς ἀρτηρίαις εἰς ἀσφυξίαν ἀφικνουμέναις ὀλίγον ἔτι τῆς κινήσεως ἀποσώζειν. ἀλλὰ τοῦτο μὲν, ὡς ἔφην, σπάνιον, ὡς τὰ πολλὰ δὲ διαλείποντες, εἶταὖθις ἁπτόμενοι σφυζούσας εὑρίσκομεν, καὶ δῆλον ὡς οὐ φέρουσαι τῶν δακτύλων τὴν ἐπιβολὴν εἰς ἐσχάτην ἀμυδρότητα κινήσεως ἀφικνοῦνται. καὶ τοῦτἦν αἴτιον ἄρα τὸ διαλανθάνειν ἡμᾶς τὸν σφυγμὸν, ὡς ἂν καὶ αὐτῆς τῆς ἀσφυξίας κατὰ διττὸν τρόπον γινομένης, τῷ μὴ σφύζειν ὅλως τὰς ἀρτηρίας, ὅπερ ἂν εἴη κακὸν ἔσχατον, τῷ σφύζειν μὲν, ἀλλοὕτως μὲν ἀμυδρόν τε καὶ μικρὸν, ὡς ἐκφεύγειν τὴν αἴσθησιν. ἔστι μὲν δὴ καὶ τοιαύτη διάθεσις, εἰ χωρὶς λειποθυμίας τινὸς προσφάτου γίνοιτο, χαλεπωτάτη, πολὺ δὲ ἔτι χείρων ἑτέρα, καθἣν ὄντως οὐ σφύζουσι, μᾶλλον δοὐ πολὺ χείρονα χρὴ λέγειν ἐκείνην, ἀλλὀλεθριωτάτην τε καὶ χειρίστην, ὡς ἂν ἤδη νενεκρωμένων τῶν ἀρτηριῶν. εἰ μέντοι πλέονι χρόνῳ τῶν δακτύλων ἐπικειμένων ἀβιάστως τε καὶ ὡς ψαύειν μόνον ἐπανέρχοιτο πάλιν κίνησις, ἧττον ὀλέθριος τοιαύτη διάθεσις. ἐπανέρχεται δὲ ποτὲ μὲν εἰς ἀσφυξίαν ἐσχάτην ἀφικνουμένη, ποτὲ δεἰς μικροσφυξίαν τε καὶ ἀμυδρότητα. καὶ τοίνυν καὶ καλοῦνται παλινδρομοῦντες μὲν ἀμφότεροι, διαφέρουσι δὲ τῷ τοὺς μὲν μυούρους εἶναι παλινδρομοῦντας, τοὺς δἐκλείποντας παλινδρομοῦντας. ἄμεινον δἐν ταῖς τοιαύταις ἐπισκέψεσιν οὕτω σχηματίζειν τὸ μόριον, ὅτου περ ἂν ἁπτόμενοι τύχωμεν, ὡς ὑποκάτω τῆς ἀρτηρίας εἶναι τὴν ἡμετέραν ἁφὴν, οὕτω γὰρ ἥκιστα πρός τε τῶν δακτύλων θλίβοιτο καὶ αὐτοῦ τοῦ προβεβλημένου δέρματος. ἔνεστι δἔργῳ μαθεῖν ἑκάστῳ τῶν βουληθέντων, ὁπόσον εἰς διάγνωσιν ἀφανῆ κινήσεως τοιαύτη τῶν δακτύλων ἐπιβολὴ συντελεῖ. πολλάκις γοῦν ἡμεῖς ἄνωθεν μὲν ἐπιβεβληκότες τοὺς δακτύλους κατὰ τὰς ἀρτηρίας οὐδὲ μιᾶς αἰσθανόμεθα κινήσεως, ἐν δὲ τῷ καταστρέψαι τὸ κῶλον εὐθέως ᾐσθόμεθα. χείριστοι δὲ πάντων εἰσὶν οἳ ἂν εἰς ἀκινησίαν τελευτήσαντες αὖθις μηκέτι ἐπανέρχωνται τοῦ κώλου περιστραφέντος. ἧττον δὲ τούτων οἳ ἂν ἐν τῷ περιστραφῆναι φαίνονται κινούμενοι, τούτων δἔθἧττον οἱ μύουροι μὲν γινόμενοι, μὴ μέντοι γεἰς ἀκινησίαν παντελῆ τελευτῶντες, καὶ τούτων ἔθἧττον οἱ ἐπανερχόμενοι μύουροι, καὶ μᾶλλον, ἐπειδὰν ὑποπίπτωσιν ἅμα πλείοσι δακτύλοις· καὶ αὐτῷ μάλιστα προσέχειν ἀξιῶ καὶ σκοπεῖσθαι τὸ ποσὸν τῆς ἰσχνότητος τοῦ σώματος ἀκριβῶς. εἰ μὲν γὰρ ἐσχάτως ἰσχνοῦ τοῦ σώματος ὄντος τῶν ἀρτηριῶν κίνησις ὑποπίπτει πλείοσι δακτύλοις, οὐ διὰ ῥώμην δυνάμεως, ἀλλὰ διἔκτηξιν τοῦ σώματος οὕτω συμβαίνει. μετρίως δὄντος ἰσχνοῦ, τρισὶν τέσσαρσιν ὑποπίπτειν δακτύλοις τὴν κίνησιν τῆς ἀρτηρίας οὐ μικρὸν ἀγαθὸν, ὡς ἐν τοιούτοις. ἐμφαίνεται γὰρ ἀποσώζειν τι τοῦ τόνου κατὰ τὴν ἐνέργειαν. δἀριθμὸς τῶν δακτύλων, ὅσοις ὑποπίπτειν κίνησις μέλλει, καθἑκάστην τῶν ἀρτηριῶν ἴδιός ἐστιν. οὐ γὰρ ἁπασῶν ἴσον ἐξέχει τε καὶ διασυμβαίνει κατὰ τὸ δέρμα. κάλλιον δεἰς τοῦτο τῆς φύσεως αὐτοῦ τοῦ κάμνοντος ἔχειν ἐμπείρως. τοῖς μὲν γὰρ φύσει μικρότερος σφυγμός ἐστι, τοῖς δὲ βραχύτερος. ἑκάστῳ δὲ τοῦ ποσοῦ τὸ μέτρον ὡς πρὸς τὴν ἑαυτοῦ φύσιν ἐστίν· ἀγνοοῦντες οὖν τὸ κατὰ τὴν φύσιν ἴδιον αὐτοῦ τοῦ κάμνοντος, ἀπὸ τῶν κοινοτέρων διαφορῶν στοχαζόμεθα τῶν κατά τε τὴν κρᾶσιν τοῦ σώματος καὶ τὴν ἕξιν, ἐν μὲν τῇ κράσει μάλιστα τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐπισκοπούμενοι διαφορὰν, ἐν δὲ ταῖς ἕξεσι τὴν κατὰ λεπτότητά τε καὶ πολυσαρκίαν.  ἐνίοτε μὲν οὖν ἅμα καὶ συμπίπτουσιν αἱ δύο ἀνωμαλίαι τῶν σφυγμῶν, τε κατὰ μίαν κίνησιν τε ἐν ἀθροίσματι. πολλάκις δὲ μὲν κατὰ μίαν οὐκ ἔστιν, δἐν ἀθροίσματι σαφῶς εὑρίσκεται. καὶ τοῦ μὴ φαίνεσθαι τότε τὴν κατὰ μίαν αἴτιον διττὸν, ἤτοι τῆς διαθέσεως σμικρότης τῶν σφυγμῶν αὐτῶν βραχύτης. ἄν τε γὰρ διάθεσις τοὺς ἐν ἀθροίσματι μυούρους ἐργαζομένη μὴ πάνυ τις χαλεπὴ, κατὰ τὴν μίαν διαστολὴν ὁμαλός ἐστιν, ἐν πλείοσι δὲ τὴν μυουρίζουσαν ἀνωμαλίαν λαμβάνει· ἄν τε μεγάλη μὲν διάθεσις ὑπάρχῃ, βραχὺς δ κατὰ τὸ μῆκος σφυγμὸς, ὡς ἑνὶ μόνῳ ὑποπίπτειν δακτύλῳ, κᾂν ὅτι μάλιστα κατἀλήθειάν τε καὶ ὄντως μύουρος, οὐχ ἕξει τὴν ἀνωμαλίαν αἰσθητήν. πλείοσι γὰρ ὑποπίπτειν χρὴ δακτύλοις τὴν καθἕνα σφυγμὸν ἀνωμαλίαν μυουρίζουσαν. ἐξ οὖν τῶν εἰρημένων εὔδηλον ὡς ἄμφω μὲν τὰ γένη τῶν μυούρων σφυγμῶν ἀσθένειαν ἐνδείκνυται δυνάμεως, ἀλλὰ τὸ μὲν κατὰ μίαν διαστολὴν συνενδείκνυται λεπτότητα τοῦ κάμνοντος σώματος, τὸ δἐν ἀθροίσματι δύναιτἄν ποτε καὶ χωρὶς ἰσχνότητος γενέσθαι. δέδεικται δὲ καὶ ὡς ἄν τις ἐξευρίσκοι τὸ ποσὸν τῆς βλάβης ἐν ἑκατέρῳ τῷ γένει. περὶ μὲν οὖν τῶν μυουριζόντων σφυγμῶν ἱκανὰ καὶ ταῦτα.
§11 Γεγράφασι δέ τινες ὡς ἀνεστραμμένον εὑρίσκοντές ποτεἶδος σφυγμοῦ τοῖς εἰρημένοις. ἐπὶ γοῦν τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἦς δὴ καὶ συνηθέστατον ἅπτεσθαι, πεφαγκέναι φασὶν ἑαυτοῖς εὐρύτερον τὸν ἐν τῷ κάτω πέρατι σφυγμὸν, μύουρον μὲν ὄντα δηλονότι καὶ τοῦτον, ἀλλὰ τὸ λεπτότερον αὐτοῦ μέρος οὐ κάτω τετραμμένον ὡς ἐπὶ τοὺς δακτύλους, ἀλλἄνω τε καὶ πρὸς τὰ κατἀγκῶνα χωρία ἔχοντα. ἐγὼ δἡγοῦμαι τοὺς ἀνθρώπους ἐφὧν εὑρηκέναι φασὶ τοὺς τοιούτους σφυγμοὺς οὐ πρόσκαιρόν τινα τὴν αἰτίαν, ἀλλἐπὶ φυσικῇ διαπλάσει τῶν κατὰ τὸν καρπὸν ἐσχηκέναι μορίων. σπανίως μὲν γὰρ, εὑρίσκεται δοὖν ποτε τοιαύτη διάπλασις, ὡς τὸ μὲν πρὸς τῷ καρπῷ μέρος τῆς ἀρτηρίας ὑπαὐτῷ τῷ δέρματι τετάχθαι, τὸ δἄνω πᾶν αὐτῆς τῷ μὲν ἀνωτέρω κεκαλύφθαι πλέονι σαρκὶ, τῷ δὲ κατωτέρω τε καὶ καταὐτὸν τὸν καρπὸν ἀθρόον εἰς τὸ βάθος ἐνδύεσθαι. τοῖς τοιούτοις οὖν ἀνθρώποις οὐ νοσοῦσι μόνον, ἀλλὰ καὶ ὑγιαίνουσιν σφυγμὸς φαίνεται μύουρος, ἄνω μὲν ὡς πρὸς τὸν πῆχυν ἔχων τὸ στενώτερον, ἐν δὲ τοῖς κάτω τε καὶ πρὸς τὸν καρπὸν ὅσον εὐρύτερον. εὔδηλοι δέ εἰσιν οἱ γράψαντες ὑπὲρ τῶν τοιούτων σφυγμῶν ὡς νοσωδῶν οὐ προσεσχηκότες τῷ πράγματι τὴν διάνοιαν ἀκριβῶς ἔκ τε τῶν ἄλλων ὧν γράφουσι κᾀκ τοῦ μηδ τι σημαίνουσι προσγράψαι τῷ λόγῳ. πρόδηλον γὰρ ὡς οὐδὲν εὗρον ἐξαίρετον ὑπαὐτῶν σημαινόμενον, ἐπὶ φυσικῇ διαπλάσει τοιούτων γινομένων, οὐ νοσώδει διαθέσει. διὸ καὶ πολλάκις εἴρηταί μοι πρὸς τὰς διαγνώσεις τῶν σφυγμῶν οὐδὲν οὕτως εἶναι χρήσιμον ὡς τὸ γινώσκειν ὁποῖός τίς ἐστιν ἑκάστῳ φύσει σφυγμός. καὶ γὰρ οὖν καὶ ἄλλαι τινὲς ἀρτηρίαι ταῖς εἰρημέναις ἔμπαλιν ἔχουσιν, ὡς ἐν μὲν τοῖς ἄνω μέρεσιν ὑπὸ τῷ δέρματι μόνῳ τετάχθαι γυμνῷ, κατωτέρω δἐρχόμεναι πρὸς τὸν καρπὸν εἰς τὸ βάθος καταδύεσθαι. καὶ διὰ τοῦτο καὶ τούτων σφυγμὸς φαίνεται μύουρος. ἑτέρων δέ γε φύσει περινενευκώς τε καὶ ἐπινενευκὼς ἑκατέρωσε πλέον κατὰ τὴν κοινὴν φύσιν, οὐ νοσήματος, τινος ὅλως αἰτίας παρὰ φύσιν, ἀλλὰ φυσικῆς διαπλάσεως ἐργασαμένης αὐτόν. ἅπερ εἰ μὴ γινώσκομεν, ὁπότεἴη φύσει, μέγιστα σφαλησόμεθα. γίγνεται μὲν γὰρ, ὡς εἴρηται, μύουρος σφυγμὸς ἔν τισι παρὰ φύσιν αἰτίοις· εὑρίσκεται μέντοι τισὶ καὶ κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα, καθάπερ καὶ ἐπινενευκώς τε καὶ περινενευκὼς ὀνομαζόμενός ἐστιν, γε μὲν οὖν οὕτω τῆς ἀρτηρίας κατασκευασθείσης ὡς τὸ μέσον αὐτῆς μόνον ὑπὸ τῷ δέρματι τετάχθαι ψιλῷ, τὰ δἑκατέρωθεν ἀθροώτερον ἐγκαταβαίνειν τῷ βάθει. γίνεται δὲ καὶ διἀῤῥωστίαν δυνάμεως, ἀδυνατούσης ἐπαίρειν τὰ βαρύνοντα· καὶ ὅταν γε τὸ τοιοῦτον πάθος ἰσχυρότερον αὐτῇ γένηται, καμπήν τινα φαίνεται κατὰ τὸ ὕψος ἔχειν σφυγμὸς, οὐ κύκλου περιφέρειαν, ἥντινα καμπὴν οὐ κακῶς Ἀρχιγένης ὀνομάζει γωνίωσιν. οὐκέτι γὰρ ὡς κύκλου περιφέρεια τὸ ὕψος τῆς ἀρτηρίας, ἀλλὡς τριγώνου κορυφὴ κινεῖ τὴν ἁφήν. ἔτι δὲ μᾶλλον αὐτῇ γίγνεται τοῦτο φριττούσῃ τε καὶ πηγνυμένῃ διὰ ψύξιν, ὁπωσοῦν ἄλλως σκληρυνθείσῃ, καὶ διὰ τοῦθεὑρεῖν αὐτὸν ἔστι πλειστάκις ἐν ταῖς μετὰ ψύξεως ἐμβαλλούσαις ἰσχυραῖς ἐπισημασίαις· οὐ γὰρ δὴ ἐν ἁπάσαις γε, μόναις, ὡς ἔνιοι νομίζουσι. ἂν γὰρ τε σκληρότης τῶν ἀρτηριῶν ἔχῃ τὰ δυσκαμπῆ τε δύναμις ἀσθενὴς οὖσα βαρύνηται καθἑκάτερα, τὴν μὲν οἷον κύκλου περιφέρειαν ἀπόλλυσιν, ὁμοιοῦται δὲ τριγώνου κορυφῇ, μὴ δυναμένης τῆς ἀρτηρίας διὰ σκληρότητα κατὰ βραχὺ κάμπτεσθαί τε καὶ πρὸς τὸ βάθος ἐπινεύειν ἑκατέρωθεν, ἀλλὰ κλωμένης μᾶλλον καμπτομένης διὰ τὴν σκληρότητα. ταῦτοὖν αὐτῇ τὰ παθήματα πολλάκις μὲν ἐν ταῖς ψυχούσαις ἱκανῶς ἐπισημασίαις γίνεται, συμπίπτει μὴν ἐνίοτε καὶ χωρὶς εἰσβολῆς παροξυσμῶν· ὥσπερ αὖ πάλιν ἐν ταῖς ἀπεριψύκτοις ἐπισημασίαις οὐδὅλως γίνεται τοιοῦτος σφυγμός· ἄμεινον δἴσως ἐστὶ μηδὲ χρονίζειν ἔτι κατὰ τὸν τόπον, ἐν τοῖς μετὰ ταῦτα μέλλοντας ἐπιπλέον ὑπὲρ αὐτῶν διεξέρχεσθαι.
§12–13
§12 Ἔστι δὲ ἐκ ταὐτοῦ τοῖς εἰρημένοις γένους καὶ τρομώδης σφυγμὸς, οὐ πάνυ τι φαινόμενος ἐναργῶς. ἐπειδὴ δὲ, καθάπερ ἐπιδέδεικται διὰ τοῦ δευτέρου τῶν ἐν τοῖς  συμπτώμασιν αἰτίων, ἀσθενείᾳ δυνάμεως ἕπεται τρόμος, ἀναγκαῖον οὖν ἐστι διὰ τοῦτο καὶ τὸν τρομώδη σφυγμὸν ἀμυδρόν τε ἅμα καὶ μικρὸν εἶναι, ἐν δὲ τῷ τοιούτῳ λανθάνουσιν αἱ τρομώδεις κινήσεις, ἀξιολόγου διαστολῆς εἰς τὸ γνωσθῆναι δεόμεναι. φαντάζεται δὲ ἐνίοτε τοῖς ἀγυμνάστοις τρομώδης σφυγμὸς ὡς κλονώδης, καὶ διὰ τοῦτοἴονται πολλάκις ἑωρακέναι τοιοῦτον. ἀλλοὐ δεῖ μακρότερον ὑπὲρ αὐτῶν διεξέρχεσθαι κατὰ ἐνεστῶτα λόγον. εἴρηται γὰρ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων εἰς ὅσον ἀλλήλων διαφέρουσι τρόμος καὶ κλόνος, ἐξ ὧν ὁρμώμενος ἄν τις ὁποῖός τέ τις κλονώδης ἐστὶ σφυγμὸς ἀκριβῶς εἴσεται καὶ ὡς ὀλιγάκις τρομώδης ὁρᾶται κατἐκείνους μόνους τοὺς καιροὺς ἐν οἷς οὔθ δύναμις ἐσχάτως ἀσθενής ἐστιν, τε χιτὼν τῆς ἀρτηρίας μαλακὸς, τε τοῦ σώματος ἕξις ἰσχνή. συμβήσεται γὰρ οὕτως μήτε πάνυ μικροὺς εἶναι τοὺς σφυγμοὺς, ἀλλἐγγύς τι τῶν κατὰ φύσιν, μήτε ἐσχάτως ἀμυδροὺς, ἀλλὥστε φέρειν ἀλύπως ἐπιβολὴν δακτύλων, ὧν ἐξ ἀνάγκης εἰς διάγνωσιν δεῖται. καὶ εἴποτε ἄρα φανείη τρομώδης σφυγμὸς, ἐνδείξεται τήν τε δύναμιν ἀσθενῆ καὶ τὸν χιτῶνα τῆς ἀρτηρίας μαλακὸν καὶ τὴν τοῦ σώματος ἕξιν ἰσχνήν. περὶ μὲν οὖν τῆς ἀνωμαλίας τε καὶ τῶν ἐργαζομένων αὐτὴν αἰτίων ἱκανὰ καὶ ταῦτα. καὶ γὰρ εἴ τι παραλέλειπται, ῥᾷστον εὑρίσκεσθαι τῷ ταῦτά τε τὰ νῦν εἰρημένα μὴ κατὰ τὸ πάρεργον ἐκμαθόντι καὶ ὅσα κατὰ τὸ δεύτερον εἴρηται τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων.
§13 Ὑπόλοιπον δἐστὶ περὶ τάξεως καὶ ἀταξίας διελθεῖν. δοκεῖ μὲν δὴ πᾶσα τάξις ἀταξίας ὁμογενοῦς ἀμείνων εἶναι. πρόσκειται δὁμογενῶς τῷ λόγῳ διὰ τὸ δύνασθαί ποτε τὴν ἐξ ἑτέρου γένους ἀταξίαν αἱρετωτέραν ὑπάρχειν ἑτερογενοῦς τάξεως, οἷον εἰ οὕτως ἔτυχεν κατὰ μέγεθος τάχος ἄτακτος ἧττόν ἐστι χαλεπὸς τοῦ διαλείποντος ἐν τάξει τινί. οὕτω δὲ καὶ μεμηκυσμένος ἀραιὸς, εἰ καὶ φυλάττοι τάξιν τινὰ, χείρων ἐστὶ τοῦ κατὰ σφοδρότητα καὶ μέγεθος καὶ τάχος ἀνωμάλου. ἀλλ γε ὁμογενὴς τάξις ἐπιεικεστέρα τῆς ἀταξίας εἶναι δοκεῖ, διὰ τὸ τῆς φύσεως ἡμῶν εἴπερ τι ἄλλο καὶ τὴν τάξιν οἰκείαν ὑπάρχειν. οὐ μὴν ἁπλῶς γε οὕτως ῥητέος λόγος, ἀλλὰ μετὰ τοιοῦδε διορισμοῦ. μὲν τάξις ἐστηριγμένον πως εἶναι δοκεῖ δηλοῦν τὸ αἴτιον, δἀταξία μεταῤῥέον τε καὶ μὴ μένον ἐφἑνὸς μεγέθους εἴδους χωρίου. τὸ δὲ τοιοῦτον αἴτιον οὐκ ὀλεθριώτερον, ἀλλὰ σφαλερώτερον εἶναι χρὴ νομίζειν. ἐνδέχεται γὰρ αὐτὸ μεταῤῥέον ἔστιν ὅτε μὲν εἰς ἀκυρώτερον, ἔστιν ὅτε δεἰς κυριώτερον ἀφικέσθαι χωρίον, ὥστε ἤτοι θάνατον ἐξαπιναῖον, σωτηρίαν ἐνεγκεῖν. τὸ μέντοι τῆς τάξεως οὐκ ἀδόκητον, ἀλλὡρισμένην ἔχει τὴν ἔκβασιν. μὲν γὰρ ἐπὶ χαλεπῆς ἀνωμαλίας τάξις, ὥσπερ εἰ οὕτως ἔτυχε τῆς διαλειπτικῆς, ὀλέθριος βεβαίως ἐστίν· δἐπὶ μετρίας, ὥσπερ ἐπὶ τῆς κατὰ μέγεθος καὶ μικρότητα, βεβαίως ἐπιεικής· δἀταξία καὶ τὴν ἐπιεικῆ χαλεπὴν ἐργάσασθαι δύναται, μεταῤῥυείσης εἰς κυριώτερον χωρίον τῆς τὴν ἀνωμαλίαν ἐργαζομένης αἰτίας· καὶ μέντοι καὶ τὴν χαλεπὴν ἐπιεικῆ, μετελθούσης καὶ νῦν τῆς αἰτίας ἐκ τῶν κυριωτέρων εἰς ἀκυρώτερα. οὐδὲν οὖν ἀσφαλὲς οὐδὲ βέβαιον ἐπὶ τῆς ἀταξίας ἐστὶν, οὔτε τοιοῦτον οἷον ἐπὶ τῆς τάξεως οὔτε ἀγαθὸν οὔτε κακόν. ἂν μέντοι μετὰ σφοδρότητος σφυγμοῦ γίγνηταί τις ἀταξία, εἴτοὖν ὁμαλοῦς εἴτε καὶ ἀνωμάλου τῆς σφοδρότητος οὔσης, παρόντων καὶ τῶν τῆς πέψεως σημείων, ἐλπίζειν χρὴ κρίσιν ἔσεσθαί τινα, καὶ μᾶλλον, εἰ καὶ τὰ ἄλλα σημεῖα κρίσεως γένοιτο, ὅτε καὶ κατὰ τοῦτο διαφέρουσιν αἱ ἀταξίαι τῶν τάξεων, καθὅσον ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς αὐτοῖς ἑτοιμότερον ἐπὶ κρίσιν φύσις ἐξορμᾷ κατὰ τὰς ἀρτηρίας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up