Galen De praesagitione ex pulsibus
EN Lat Orig
Book 1
§1
§1 Ὅτι μὲν οὐ τῶν μελλόντων πρόγνωσίς ἐστι μόνον, ἀλλὰ καὶ τῶν παρόντων τε καὶ τῶν προγεγονότων, ἀρκεῖ τὸ πάλαι πρὸς Ἱπποκράτους δεδηλωμένον. ἐγὼ γὰρ οὐ τί δύναται πρόγνωσις ἐρῶν ἔρχομαι νῦν, ὅτι μὴ πάρεργον, ἀλλὰ τοῖς εἰδόσιν δύναται περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως γινώσκω φράσω. διττῆς δὲ οὔσης τῆς καταὐτοὺς διδασκαλίας, ὥσπερ καὶ τῆς τῶν βοηθημάτων, ἑτέρας μὲν τῆς κατὰ τὰς οἰκείας αὐτῶν δυνάμεις, ἑτέρας δὲ τῆς κατὰ τὸ πάθημα, βέλτιον ἡγοῦμαι κατἀμφοτέρας γυμνάζεσθαι, ὥστε καὶ πάθους οὑτινοσοῦν προχειρισθέντος ἑτοιμότατα δύνασθαι τοὺς σφυγμοὺς αὐτῶν διελθεῖν, ἑκάστου ταὖ πάλιν ἰδίᾳ ῥηθέντος σφυγμοῦ τῶν παθῶν ἁπάντων ἀναμιμνήσκω διὰ ταχέων, ὅσοις συμπίπτειν εἴωθεν. εἰ γάρ τις ἐν ἀμφοτέροις ἱκανῶς γυμνασάμενος ἀσκήσειεν ἑαυτὸν ἕκαστον τῶν σφυγμῶν ἀκριβῶς διαγινώσκειν, οὗτος ἂν, οἶμαι, τελέως ἂν εἴη τὰ καταὐτοὺς ἐκμεμαθηκώς. ὥστε καὶ εἴ τις εἰς δέον ὁμιλεῖ τοῖσδε τοῖς γράμμασιν, ἀναλέξασθαι χρὴ πρότερον αὐτὸν ἣν ἐγράψαμεν ὑπὲρ τῆς τῶν σφυγμῶν διαγνώσεως πραγματείαν, ἐκείνης δὲ ἔτι πρότερον τὴν ὑπὲρ τῆς διαφορᾶς αὐτῶν, ἔνθα πόσοι τέ εἰσιν οἱ σύμπαντες, ποῖός τέ τις ἕκαστος, τέ τινι προσαγορευόμενος ὀνόματι, διήλθομεν. ἔστι δὲ καὶ τρίτη τις ἑτέρα πραγματεία περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, ὧν ἁπασῶν εἰς τὰ παρόντα δεῖ. τῆς μὲν γὰρ πρώτης χωρὶς οὐδὲ νοῆσαι τῶν λεγομένων οὐδὲν οἷόν τε μὴ προγινώσκοντα τῶν ὀνομάτων ἕκαστον ἐφὅτου πράγματος λέγεται· τῆς δὲ δευτέρας ἀγνοουμένης οἴχεται σὺν αὐτῇ τὸ χρήσιμον ἅπαν ἐκ τῆς νῦν προκεχειρισμένης θεωρίας. εἰ γὰρ ἐγὼ μὲν γράφοιμι τὸν ταχὺν, τὸν μέγαν, σφοδρὸν, τινα τῶν ἄλλων σφυγμὸν, ἐνδείκνυσθαι τόδε τι προγεγονὸς, παρὸν, γενησόμενον, δὲ ἀναγινώσκων ἀγνοοῖ διαγινώσκειν ἐπὶ τῶν ἔργων αὐτοὺς, οὔτε κρῖναι δυνήσεται τῶν λεγομένων τὴν ἀλήθειαν οὔτε προγνῶναί ποτἐξ αὐτῶν οὐδέν. δὲ τρίτη πραγματεία τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας ἐκδιδάσκουσα καὶ πρὸς ἀπόδειξιν τοῖς νῦν λεχθησομένοις ἐστὶν ἀναγκαία καὶ πρὸς μνήμην καὶ πρὸς ἀνάμνησιν. εἰσόμεθα δὲ καὶ τοῦτο αὐτὸ σαφέστερον, ἑνὸς οὑτινοσοῦν σφυγμοῦ προχειρισθέντος, οἷον εἰ τύχοι τοῦ μεγάλου. διαιρησόμεθα γὰρ ἐν αὐτῷ πρῶτον μὲν τὴν ὁμωνυμίαν, ἐπειδὴ διχῶς μέγας λέγεται σφυγμὸς, εἶθἑξῆς καθἑκάτερον τῶν σημαινομένων ἐπισκεψόμεθα τί δηλοῦν πέφυκεν ἐνεστὸς, προγεγονὸς, μέλλον. τὰ μὲν δὴ σημαινόμενα δύο τοιαῦτά ἐστι. μέγας λέγεται σφυγμὸς μὲν ὡς πρὸς τὸν σύμμετρόν τε καὶ κατὰ φύσιν, δὲ ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα. τὰ δὲ ἐξ ἑκατέρου προγινωσκόμενα τὰ μέν τινα κοινὰ τῶν σφυγμῶν ἀμφοτέρων ἐστὶ, τὰ δὲ ἴδια. καθἑκάτερον ἑξῆς οὖν ἅπαντα διέλθωμεν, ἀπὸ κοινῶν ἀρξάμενοι. ῥᾴστη δαὐτῶν εὕρεσις, εἴ τις εἴη μεμνημένος ὧν ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ διήλθομεν, ἐπιδεικνύντες ὡς οὐχ ἓν τὸ γένος ἐστὶ τῶν ἀλλοιούντων αὐτοὺς αἰτίων, ἀλλὰ τὸ μὲν, ὡς ἂν οὕτως τις εἴποι, συνεκτικὸν τῆς γενέσεως, ὅπερ δὴ καὶ κατὰ φύσιν ἐστὶν, ἕτερον δἐναντίον τῶνδε τῶν παρὰ φύσιν αἰτίων, ἐφ τρίτον ἄλλο τῶν οὐ φύσει. ταῦτα μὲν ὡς πρὸς τὴν ἀληθινὴν αὐτῶν ὕπαρξίν τε καὶ φύσιν, ἄλλο δὲ τέταρτον, ὡς πρὸς τὴν φαινομένην, μάλιστα νῦν ἀναγκαῖόν ἐστιν ἀκριβῶς ἐξηγήσασθαι τῆς προγνωστικῆς πραγματείας ἰδιαίτατον ὑπάρχον. ἐκ γὰρ τοῦ φαίνεσθαι τοῖον τοῖον ἕκαστον τῶν σφυγμῶν ἀρχὴ τῆς προγνώσεως ἡμῖν ἐστιν. οὐκ ἀεὶ δὲ φαίνεται τοιοῦτος οἷος καὶ ὄντως ἐστί. καὶ λέλεκται μὲν ἤδη καὶ περὶ τούτου κατὰ τὸ δεύτερον τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπὶ τελευτῇ τοῦ βιβλίου, κᾀν τῷ τρίτῳ δἐπὀλίγον, ἔνθα καὶ περὶ τῶν ἰσχνῶν διαλεγόμεθα· λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ὑπὲρ τῶν ἀλλοιούντων αὐτοὺς αἰτίων διέλθωμεν. ἐδείχθη καὶ ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ὡς οὐχ οἷόν τέ ἐστιν ἀλλοιωθῆναι σφυγμὸν οὐδένα χωρὶς τοῦ τὴν ἐργαζομένην αὐτὸν δύναμιν, τὸν χιτῶνα τῆς ἀρτηρίας, τὴν χρείαν διἣν γίνεται, μεταβολήν τινα καὶ ἀλλοίωσιν ἔχειν. οὕτως οὖν κᾀπὶ τῆς νῦν προκειμένης τροπῆς τῆς εἰς τὸ μέγεθος τῶν σφυγμῶν ἐπισκεψόμεθα τί ποτἐστὶν τῶν εἰρημένων τίνα τὰ τὴν μεταβολὴν εἰληφότα, πότερον δύναμις εὐρωστοτέρα γινομένη, μεμαθήκαμεν γὰρ ὡς ὅσον ἐφἑαυτῇ τὸν σφυγμὸν ἐργάζεται μείζονα, ταύτης ὁμοίας διαμενούσης χιτὼν τῆς ἀρτηρίας ἐμαλάχθη· καὶ γὰρ καὶ τοῦτἐμάθομεν, ὡς μαλακώτερος χιτὼν εἰς μέγεθος ἐξαίρει τὸν σφυγμόν· διὰ τὴν τῆς χρείας αὔξησιν τοιαύτη γέγονεν ἀλλοίωσις. εἰ μὲν οὖν δύναμις ἐῤῥώσθη, σφοδρότερος ἂν ἦν πάντως· ὑπόκειται δέ γε μείζων μόνον γεγενημένος. εἰ δὲ χιτὼν τῆς ἀρτηρίας μόνον ἐμαλάχθη, καὶ γὰρ καὶ τοῦτο ἐμάθομεν, ὡς καὶ μαλακώτερος χιτὼν τῆς ἀρτηρίας εἰς μέγεθος ἐξαίρει τὸν σφυγμὸν, μαλακώτερος ἂν ἐξ ἀνάγκης ἐγένετο. εἴπερ οὖν μηδέτερον φαίνεται, δῆλον ὡς οὔθ δύναμις οὔθ χιτὼν τῆς ἀρτηρίας ὑπήλλακται. λοιπὸν οὖν  ἀναγκαῖον ἐξηλλάχθαι κατά τι καὶ μεταβεβλῆσθαι τὴν χρείαν τῆς τῶν σφυγμῶν γενέσεως. ἐδείχθη δὲ αὐτῶν χρεία διττὴ, πρώτη μὲν καὶ μεγίστη φυλακὴ τῆς ἐμφύτου θερμότητος, δευτέρα δὲ γένεσις πνεύματος ψυχικοῦ. καλῶ δὲ οὕτω νῦν χρῆται πρὸς τὰ κατὰ προαίρεσιν ἐνεργείας ψυχή. τούτων ἄρα τι πάντως ὑπήλλακται παρὰ τὰ πρόσθεν, ὁπότεἰς μέγεθος σφυγμὸς μεταβέβληται. ἀλλὰ μὴν καὶ ὅτι βραχείας μὲν γινομένης τῆς διὰ τὴν χρείαν ἐκ τοῦ κατὰ φύσιν ἀλλοιώσεως τὸ μέγεθος τῶν σφυγμῶν μόνον ἐπιφανὲς ἔσται, τὸ δὲ τάχος οὐδέπω, πλέονος δὲ τὸ μέγεθος ἐπὶ μᾶλλον αὐξηθήσεται καὶ τὸ τάχος ἐναργῶς φανεῖται, παραυξανομένης δἔτι καὶ τὸ μέγεθος μὲν καὶ τὸ τάχος ἐπιταθήσεται, προσέτι δὲ καὶ πυκνότης, ὡς ἐκ τῆς περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείας εὔδηλόν ἐστιν. εἰ τοίνυν κατὰ τὸ μέγεθος μὲν σφυγμὸς ἠλλοιῶσθαι φαίνεται, τοῦτο γὰρ ὑπόκειται νῦν, ἀναγκαῖον ἐπὶ βραχὺ τὴν χρείαν ὑπηλλάχθαι. εἰ δὲ μὴ γέγονε μείζων σφυγμὸς, ἀλλὰ φαίνεται μείζων, ἰσχνότερον ἑαυτοῦ τὸ σῶμα τἀνθρώπου διἡντιναοῦν αἰτίαν ἀπετελέσθη. ταῦτοὖν προεπιστάμενός τις ἐπὶ τὰς διαγνώσεις ἡκέτω, πρῶτον ἐπὶ τὰς τῶν ἁπλῶς ὑγιαινόντων σωμάτων, εἶθἑξῆς ἐπὶ τὰς μετά τινος ἐπικτήτου κινήσεως, εἶτα ἤδη καὶ ἐπὶ τὰς νοσούντων ἁπλῶς, καὶ τελευταῖον ἐπὶ τὰς μετά τινος ἔξωθεν ἀλλοιώσεως. ἐν μὲν γὰρ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν μέγας σφυγμὸς ἐνδείξεται τήν τε κρᾶσιν τἀνθρώπου καὶ τὴν σχέσιν τοῦ σώματος· ἐν δὲ τοῖς μετἐπικτήτου διαθέσεως ἐκείνην τὴν κίνησιν ἐπικρατεῖν, ἧς οἰκεῖος μέγας ἐστὶ σφυγμός. εἴρηται δὲ ὑπὲρ τῶν τοιούτων ἁπασῶν κινήσεων ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ. οὕτω δὲ κᾀν τοῖς νοσοῦσι τοῖς μὲν ἁπλῶς μέγας σφυγμὸς ἐνδείξεται θερμὴν τῆς νόσου τὴν διάθεσιν, τοῖς δὲ μετὰ προσφάτου τινὸς ἔξωθεν ἀλλοιώσεως ἐκείνην τὴν κίνησιν ἐπικρατεῖν, ἧς ἂν οἰκεῖος μέγας εὑρίσκηται σφυγμός· οἷον αὐτίκα τῶν ὑγιαινόντων ὅσοι τὸν σφυγμὸν ἔχουσι μέγαν, ὡς πρὸς τὸν σύμμετρον δηλονότι παραβαλλόμενοι, ἀναμνησθῆναι χρὴ πρῶτον μὲν αὐτὸ δὴ τοῦτο, τίς ἐστιν σύμμετρος ἐν τούτῳ τῷ γένει καὶ κατὰ τίνα φύσιν σώματος. ἐπιδέδεικται δἐν τῷ δευτέρῳ τῆς τῶν σφυγμῶν διαγνώσεως ἐν ταῖς ἀρίσταις κατασκευαῖς τοῦ σώματος σύμμετρος ὑπάρχων σφυγμὸς, οὐδἐπὶ τούτων διαπαντὸς, ἀλλὰ ὅταν ἁπάσης ἐπικτήτου ποιότητος καὶ κινήσεως ἀπηλλαγμένον τὸ σῶμα τῶν ἐκ τοῦ γυμνασίου τινὸς, τροφῆς, πόματος, λουτρῶν, φαρμάκων, πάθους ψυχικοῦ γινομένων. ἀναμνησθέντα δή σε τοῦ συμμέτρου σφυγμοῦ καὶ τὸν νῦν εὑρόντα μέγαν ὡς πρὸς ἐκεῖνον ἐννοεῖν προσήκει, ὑπὸ τίνος αἰτίας εἰς μέγεθος ἐπέδωκεν· ἤτοι γὰρ διὰ τὴν ἰσχνότητα τοῦ σώματος, διὰ τὴν θερμότητα τῆς κράσεως, διὰ τὴν ἐπίκτητον κίνησιν. ἀλλαἱ μὲν ἐπίκτητοι κινήσεις αὐτίκα καθίστανται, παραμένουσι δἔτι διὰ τὴν ἰσχνότητα καὶ τὴν κρᾶσιν. αὐτῷ τε οὖν τούτῳ διορίζεσθαι χρὴ καὶ οἷς ὀλίγον ὕστερον ἐρῶ, μικρόν τι προειπὼν ἀναγκαῖον εἰς τὴν ἑξῆς ἅπασαν διδασκαλίαν. ἔστι δ προειπεῖν βούλομαι τοιόνδε. ἀκριβεστάτη διάγνωσις ἁπασῶν τῶν κατὰ τὸ σῶμα γινομένων ἀλλοιώσεων ἐκείνων ἡμῖν ἐστι τῶν σωμάτων, ὧν ἐπιστάμεθα τὴν φύσιν. εἰς ὅσον γὰρ ἐξίσταται τῆς φύσεως, ἐπί γε τοῖς παρὰ φύσιν αἰτίοις καὶ προσέτι τοῖς οὐ φύσει λεγομένοις, οὐκ ἔνεστιν ἄλλως ἐξευρεῖν ἀκριβῶς. οὐ μὴν ἀεί γε ταύτην γινώσκομεν, οὐκ οὖν οὐδἀκριβῆ διάγνωσιν ἐπὶ πάντων ἕξομεν, ἀλλἀεὶ τοσοῦτον ἀπολειπομένην τῆς ἀκριβείας εἰς ὅσον καὶ τῆς τοῦ κατὰ φύσιν γνώσεως. ὑποκείσθω δὴ πρῶτον ἐν τῷ προκειμένῳ λόγῳ τὴν διάγνωσιν γίνεσθαι τῆς τοῦ ἀνθρώπου φύσεως, καὶ τοῦταὐτῷ μόνον ἐξαίρετον ὑπαρχέτω, μείζων σφυγμὸς ἔστω τοῦ συμμέτρου χωρὶς ἁπάσης ἀλλοιώσεως ἐπικτήτου. τὸν γὰρ τοιοῦτον ἄνθρωπον ἀναγκαῖόν ἐστι τοῦ τὴν ἀρίστην ἔχοντος κατασκευὴν ἤτοι θερμότερον ἰσχνότερον ὑπάρχειν, εἴ τι μεμνήμεθα τῶν προγεγραμμένων ἡμῖν δυοῖν πραγματειῶν, τῆς τε περὶ διαγνώσεως σφυγμῶν καὶ τῆς περὶ τῶν ἐν αὐτοῖς αἰτίων. ὑπομεμνήσθω δὲ καὶ τοῦθἡμῖν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις, ὡς ἐν οἷς παραδιαζευκτικῷ χρώμεθα συνδέσμῳ, , πάντα ἅμα τὰ κατὰ μέρος ἐγχωρεῖ συνελθεῖν, εἴτε δύο, καθάπερ νῦν, ἥτε θερμότης καὶ ἰσχνότης, εἴτε καὶ πλείω φαίνοιτο τὰ τὴν ἀλλοίωσιν ἐργαζόμενα. μὲν δὴ μέγας σφυγμὸς ἁπλῶς λεγόμενος, ὥσπερ ἐδείκνυτο, πρὸς τὸν ἁπλῶς σύμμετρον παραβαλλόμενος ἤτοι τὴν κρᾶσιν τὴν παροῦσαν σχέσιν δηλώσει τοῦ σώματος· δέ γὡς πρὸς τὸν ἑκάστου κατὰ φύσιν μέγας ἐν ἐκείνῳ τῷ σώματι, δηλώσει καὶ αὐτὸς ἤτοι θερμότητα τινὰ προσγινομένην τῷ κατὰ φύσιν ἰσχνότητα. τὰς δὲ ἀπό τινος ἔξωθεν αἰτίου τροπὰς τῶν σφυγμῶν κατὰ τάδε διορίζειν. μὲν ἐκ βαλανείων τε καὶ δρόμων καὶ τρίψεων καὶ τῶν ἄλλων κινήσεων γινομένη βραχυχρόνιός τέ ἐστι καὶ οὕτω ταχέως εἰς τὴν ἀρχαίαν ἐπανέρχεται κατάστασιν ὥστἔνεστί σοι τῶν σφυγμῶν ἁψαμένῳ, κᾄπειτα βραχὺ διαλιπόντι καὶ πάλιν ἐφαψαμένῳ σαφέστατα διαγνῶναι τὴν μεταβολήν. δευτέρα γὰρ ἁφὴ τῆς προτέρας διαλλάττουσα φαίνεται, κᾂν βραχύτατόν τις χρόνον διαλείπῃ. τὸ δὲ ἀποἴνου καὶ τροφῆς μέγεθος τῶν σφυγμῶν ἄχρι μὲν πλείστου παραμένει, διορίζεται δὲ τῇ συνούσῃ σφοδρότητι, σφοδρὸς γὰρ οὐχ ἧττον μέγας τούτοις σφυγμὸς γίνεται, νυνὶ δὲ ὑπόκειται μείζων μόνον γεγενημένος. οὔκουν ἀπὸ τούτων ἠλλοίωται. καὶ μέν γε καὶ ἀπὸ τοῦ θυμοῦ μετὰ σφοδρότητος γίνεται, καὶ οὐδἂν ἄλλως λάθοι τόν γε συνετὸν εἴς τε τοὺς ὀφθαλμοὺς  καὶ τὸ σύμπαν πρόσωπον ἀποβλέποντα. κατέχειν μέντοι καὶ κρύπτειν βουλομένῳ τὸν θυμὸν ἀνώμαλος σφυγμὸς γίνεται καὶ μᾶλλον ἀνώμαλός ἐστιν τοῖς ἀγωνιῶσί τε καὶ αἰδουμένοις. δἀπὸ τῶν ἡμιπέπτων ἐν τῷ σώματι χυμῶν πεττομένων τε καὶ τρεφόντων τὴν φύσιν εἰς μέγεθος ἐπίδοσις ὁμοίως τοῖς εἰληφόσι τροφὴν συναυξάνει καὶ τὴν σφοδρότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴ τις ἐν ἡλίῳ τε καὶ παρὰ πυρὶ θαλφθείη, πρὸς τῷ μὴ παραμένειν ἄχρι πολλοῦ τὴν ἀλλοίωσιν ἔτι καὶ χρὼς αὐχμηρὸς αὐτοῖς καὶ οὐχ ὑγρὸς ὡς ἀπὸ βαλανείων ἔσται. οὗτοι μὲν οὖν ἐξ ὑπεναντίου πως διάκεινται τοῖς λελουμένοις ὅσον ἐπὶ μαλακότητι καὶ ὑγρότητι τοῦ δέρματος. μέσοι δἀμφοῖν ἐν τῇ καθὑγρότητά τε καὶ ξηρότητα μεταβολῇ τοῦ δέρματός εἰσιν οἱ τριψάμενοί τε καὶ γεγυμνασμένοι. καὶ μὲν δὴ καὶ θερμότης αὕτη πλείων μέν ἐστι περὶ τὰ στέρνα τοῖς γεγυμνασμένοις τε καὶ θυμουμένοις, ἐλάττων δὲ τοῖς λελουμένοις καὶ μᾶλλον ἄχρι τῶν ἄκρων ὁμαλῶς ἐκτεταμένη μεθὑγρότητός τε ἅμα καὶ μαλακότητος. ὡσαύτως δὲ καὶ εἰ ἄνθρωπος ἠλείψατο μεταξύ τινι θερμαίνοντι φαρμάκῳ, δακνώδης τέ τις αἴσθησις ἀπὸ τῆς θερμότητος ἁπτομένῳ σοι γενήσεται καὶ τάχἂν οὐδἄλλως λάθοι ἐμπεπλασμένον αὐτοῦ τῷ δέρματι λίπος ἐκ τοῦ φαρμάκου. αἱ μὲν δὴ τεχνικαὶ διαγνώσεις αὗται τῶν εἰς μέγεθος τρεπόντων αἰτίων τοὺς σφυγμοὺς ἐπί τε ὑγιαινόντων καὶ νοσούντων εἰσίν· αἱ δὲ ἔξωθεν αἱ μὲν ἐξ ἀνακρίσεως, ὡς ὅταν γε μὴν ἐν ἐχθροῖς τισιν, ἐνεδρεύουσι, κακοήθως ἀποπειρωμένοις ἀνθρώποις ποιεῖτε τὰς ἐπισκέψεις· αἱ δὲ ἀπὸ τοῦ μὴ κεχωρίσθαι τοῦ κάμνοντος αὐτὸν τὸν ἰατρὸν, ὥσπερ δὴ καὶ ἀρίστας φαμὲν τῶν διαγνώσεων· ὡς ὅσαι γε μήτε διαπαντὸς παρόντος τοῖς νοσοῦσι τοῦ θεραπεύοντος γίνονται μήτἀληθῆ βουλομένους ἀπαγγέλλειν, αὗται χαλεπώτεραί τέ εἰσι καὶ συνετοῦ πάνυ δέονται τοῦ ἰατροῦ. ἐμοὶ γοῦν συνέβη τῶν ἄλλων ἁπάντων ἀφωρισμένων αἷς πρόσθεν εἴρηκα διαγνώσεσιν ὑπολείπεσθαι ζητῆσαι, εἴτε φάρμακον θερμαῖνον κάμνων προσηνέγκατο μεταξὺ μὴ παρόντων ἡμῶν, εἴτε καὶ τῷ τῆς ἐπισημασίας λόγῳ μέγεθος σφυγμὸς προσέλαβεν. ἐν μὲν δὴ τοῖς τοιούτοις καιροῖς ἀναγκαῖόν ἐστι πανταχόθεν ἐπιτεχνᾶσθαί τε καὶ στοχάζεσθαι τἀληθοῦς. πρῶτος μὲν οὖν σκοπὸς ἐν τοῖς τοιούτοις παροξυντικός ἐστι χρόνος· ἐφεξῆς δὲ τοῦ κάμνοντος τὸ ἔθος τε καὶ τὸ ἦθος. εἰ μὲν γὰρ ἄλλῳ τινὶ χρόνῳ καὶ μὴ τῷ παροξυντικῷ μέγεθος σφυγμὸς προσεκτήσατο, πιθανὸν ἀπὸ τοῦ θερμαίνοντος φαρμάκου μᾶλλον, οὐ λόγῳ παροξυσμοῦ γεγενῆσθαι τὴν ἀλλοίωσιν· εἰ δἐν τῷ παροξυντικῷ, πιθανώτερον ἐπισημασίας λόγῳ. διορισθήσεται δὲ ἀκριβῶς, εἰ βραχὺ διαλιπόντες αὖθις ἁψαίμεθα. τὴν μὲν γὰρ ἀπὸ τοῦ φαρμάκου θερμότητα, διἣν σφυγμὸς ἐπέδωκεν, ἀεὶ καὶ μᾶλλον ἐκλύεσθαι συμβαίνει τοῦ χρόνου προϊόντος, ἐπιτείνεσθαι δὲ τὴν ἐκ τοῦ παροξυσμοῦ. αὕτη μὲν οὖν διάγνωσις ἐκ τῶν ἰδίων τῆς τέχνης ἐστίν· δἀπὸ τοῦ ἔθους τε καὶ ἤθους τῶν καμνόντων ἐξ ἐπιμέτρου προσέρχονται. τινὲς μὲν γὰρ ἀήθεις τεἰσὶ καὶ φοβεροὶ πρὸς τὰς τῶν φαρμάκων πόσεις, ἔνιοι δὲ συνήθεις τε καὶ χωρὶς φαρμάκων ζῇν οὐχ ὑπομένοντες. καὶ τοίνυν πρόγνωσις τοῦ προσενηνέχθαι τι φάρμακον θερμαῖνον ἐπὶ μὲν τῶν ὑπόπτων πρὸς αὐτὰ παντάπασιν ἀμυδρὰ καὶ βραχεῖα, μεγάλη δὲ ἐπὶ τῶν εἰθισμένων. ἤδη δὲ καὶ τὸ ἦθος αὐτὸ τοῦ κάμνοντος εἰς τὴν τοιαύτην πρόγνωσιν οὐκ ὀλίγα συντελεῖ. τινὲς μὲν γὰρ ἐνεδρευτικοί τεἰσὶ καὶ καταβλητικοὶ τῶν πέλας, ἐξελέγχειν ἅπαντας ὡς μηδὲν βέβαιον ἐπισταμένους ἔργον πεποιημένοι· τινὲς δὲ ἁπλοῖ τε καὶ χρηστοὶ καὶ πάντα φανερῶς διαπραττόμενοι, καὶ μηδὲν ὑποστελλόμενοι, μηδὲ κρύπτοντες. ἐπὶ μὲν δὴ τούτων οὐδὲν ὑπονοεῖν χρὴ πεπρᾶχθαι λαθραίως, ἐπὶ δὲ τῶν ἐνεδρευόντων ὑποπτεύειν προσήκει πάντα καὶ περισκέπτεσθαι καὶ διορίζεσθαι, τά τε κατὰ τὸν ἴδιον λόγον τῆς τέχνης ὑποπίπτοντα ταῖς διαγνώσεσι καὶ τὰ παρὰ τῶν ἔξωθεν προσερχόμενα· καθάπερ ἐγώ ποτἠναγκάσθην ἐπί τινος ἀνδρὸς πλουσίου ποιῆσαι, φιλοφαρμάκου τε καὶ προσφερομένου συνεχέστατα φάρμακα. ἦν δὲ καὶ τὸ ἦθος οἷος ἥδεσθαι μάλιστα τοῖς τῶν πέλας ἐλέγχοις ὡς μηδὲν ἀκριβὲς ἐπισταμένων. εὑρὼν οὖν αὐτοῦ τοὺς σφυγμοὺς εἰς μέγεθος ἐπιδεδωκότας, εἶτα τῶν ἄλλων ἁπάντων αἰτίων τῶν εἰρημένων ἀφορίσας, ὑπολοίπου δὲ ἔτι μένοντος διορισμοῦ, πότερον ὑπὸ φαρμάκου θερμαίνοντος, λόγῳ παροξυσμοῦ πυρεκτικοῦ δὲ τοιοῦτον γέγονεν, καὶ γάρ πως καὶ καιρὸς αὐτὸς ἦν τῆς εἰσβολῆς τοῦ πυρετοῦ, δεῖξαί μοι τὴν γλῶτταν ἐκέλευσα καὶ κεχρωσμένην ὑπὸ φαρμάκου θεασάμενος αὖθις ἡψάμην αὐτοῦ τῶν σφυγμῶν οὐδεμίαν ὑποψίαν ἐνδούς. ἐν τούτῳ δὲ καὶ ὅτι πιεῖν φαρμάκου βουλόμενον αὐτὸν ἐν τῇ προτέρᾳ διεκωλύσαμεν ἀνεμνήσθην. εἶπον οὖν εὐθέως πρὸς τὸν ἄνθρωπον ὅτι πεπωκὼς εἴη φάρμακον. δὲ συνεὶς ὡς ἀπὸ τοῦ κατὰ τὴν γλῶτταν χρώματος ἐτεκμηράμην, αὖθίς ποτε ποιήσας σφαιρία μικρὰ τοῦ φαρμάκου κατέπιεν, ὡς μὴ χρωσθῆναι τὴν γλῶτταν. ἀλλἐγὼ καὶ τοῦτἐξεῦρον αὐτοῦ τὸ σόφισμα. θεασάμενος γὰρ τὴν γλῶτταν, εἶταὖθις ἁψάμενος τοῦ σφυγμοῦ καὶ τἄλλα διορισάμενος μικρὸν ἔμπροσθεν εἴρηται, μᾶλλόν πως ἐπὶ τὸ φάρμακον ἐφερόμην τὴν γνώμην, καὶ πάλιν διαλιπὼν καὶ πάλιν ἁψάμενος, ἠπιστάμην δὲ τὸ φιλόνεικον τἀνδρὸς, ἐτόπασά τε τὸ γεγονὸς ἀποτολμήσας τε πρὸς αὐτὸν ἔφην, ἀλλὰ μέντοι σύ μοι δοκεῖς εἰληφέναι φάρμακον. τοῦ δἀρνουμένου κατὰ τὸ καρτερώτατον καὶ μάρτυρας τοὺς παραμένοντας οἰκέτας ἐπικαλουμένου, κατέχων αὐτοῦ τὴν χεῖρα καὶ τῶν σφυγμῶν ἐφαπτόμενος, ἆροὖν, ἔφην, δύναιό μοι καὶ ὀμόσαι τινὰ ὅρκον ὃν ἂν ἐγώ σε κελεύσω; δοὔθἑτοίμως ἀπεκρίνατο πρὸς τοῦτο καὶ τὴν τῶν ἀρτηριῶν κίνησιν ἀνωμάλου ἴσχεν ὡς ἐπἀγωνίᾳ. καὶ μὴν,  ἔφην, ἀκριβῶς ἔλαβες τοῦ φαρμάκου καὶ μὴ ὄμνυε. πρὸς μὲν δὴ τοὺς οὕτως ἀβελτέρους καὶ αὐτὸν εὐμήχανον εἶναι χρή. τὰ πολλὰ δὲ οὐ μόνον οὐκ ἀντιπράττουσιν οἱ ἰδιῶται τοῖς ἰατροῖς εἰς τὸν ἀπὸ τῶν ἔξωθεν διορισμὸν, ἀλλὰ καὶ συμπράττουσιν, αὐτόματοι διηγούμενοι πάντα. καὶ ἡμῖν περὶ μὲν τῆς εἰς μέγεθος ἐπιδόσεως τῶν σφυγμῶν αὐτάρκως εἴρηται τά γε πρῶτα· μετιέναι δὲ ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ τοῦ λόγου. ἐπειδὴ γὰρ οὐ καθἕνα τρόπον μέγας λέγεται σφυγμὸς, ἀλλ μὲν ὡς πρὸς τὸν σύμμετρον, δὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα, διττὸς δἐστὶν οὗτος ἐπιτυχὼν, μὲν ἐλάττων κατὰ τὸν σύμμετρον, δὲ μείζων, ἐφεξῆς ἂν εἴη διελθεῖν περὶ τῆς εἰς μέγεθος ἐπιδόσεως ἑκατέρων τῶν σφυγμῶν, λέγω δὲ τοῦ ἐλάττονος κατὰ τὸν σύμμετρον καὶ τοῦ μείζονος. κοινὸν μὲν οὖν ἁπάσης τῆς εἰς τὸ μέγεθος ἐπιδόσεως ηὐξῆσθαι τὴν θερμότητα μόνην καθὃν δηλονότι χρόνον οὔθ δύναμις οὔτε τὰ ὄργανα πέπονθε, ἀκίνητος δἐστὶν κάμνων. ἴδιον δὲ τῆς μὲν ἐκ τοῦ κατὰ φύσιν ἐκτροπῆς τὸ μόνον τὸ μέγεθος αὐξηθῆναι, τῶν δἄλλων δυοῖν τὸ καὶ τὸ τάχος, ἔστιν ὅτε δὲ καὶ τὴν πυκνότητα. φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ὃν ὀλίγον ἔμπροσθεν ἀπελίπομεν ἄνθρωπον εἰς μέγεθος ἐπιδεδωκότα τοὺς σφυγμοὺς εὑρεῖν ἡμᾶς, ἐπὶ πλέον ἔτι τὴν αὔξησιν αὐτῶν ἐσχηκότα, τούτῳ καὶ τὴν θερμασίαν μὲν ἀναγκαῖον ἐπιτετάσθαι. κοινὸν γὰρ τοῦτο ἦν τῶν εἰς μέγεθος ἐπιδόσεων ἁπασῶν, ἴδιον δὲ ἐπὶ τῷ κοινῷ τὸ καὶ τὸ τάχος ἐξηλλάχθαι, καὶ ἔτι πλέον γε, εἰ εἰς τὸ μέγεθος ἐπίδοσις γίγνοιτο τῶν σφυγμῶν, οὐ τὸ τάχος μόνον, ἀλλἤδη καὶ τὴν πυκνότητα. δέδεικται γὰρ ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπὶ βραχὺ μὲν αὐξανομένης τῆς θερμότητος εἰς μέγεθος μὲν ἐναργῶς ἐπιδιδοὺς σφυγμὸς, εἰς τάχος δοὐκ ἐναργῶς, ἐπιπλέον δαὐξηθείσης καὶ τῷ μεγέθει μὲν ἔτι προσλαμβάνων, ἀλλὰ καὶ εἰς τὸ τάχος ἐναργῶς ἐπιδιδοὺς, καί τι πυκνότητος προσκτώμενος, ὥσπερ γε καὶ εἰ ἐπὶ πλεῖστον αὐξάνοιτο καὶ χρεία τῆς τῶν σφυγμῶν γενέσεως ὑπὲρ τὴν μεγίστην εἴη διαστολὴν, εἰς μέγεθος μὲν οὐκ ἐπιδιδοὺς, ὅτεἰς ἔσχατον ηὔξητο, τῷ τάχει δὅσον ἐγχωρεῖ προστιθεὶς ἅμα τῇ πυκνότητι, κᾀπειδὰν μηδὲ τὸ τάχος ἔτἐπιτείνεσθαι δύνηται, τὴν πυκνότητα κατεπείγων. ὑποκείσθω δὴ πάλιν ἕτερος ἄῤῥωστος οὐδὲν μὲν οὔτε τὴν δύναμιν οὔτε τὰ ὄργανα βεβλαμμένος, ἐλάττονα δὲ τοῦ κατὰ φύσιν ἔχων τὸν σφυγμὸν, εἶτα καὶ τῷ τοιούτῳ μείζων γιγνέσθω χωρὶς τῆς ἔξωθεν κινήσεως, ἀληθὲς μὲν εἰπεῖν, ὅτι καὶ τῷδε πλέων θερμότης ἐγένετο τῆς ἔμπροσθεν, καὶ κατά γε τοῦτο κοινὴν ἀπόφασιν ἕξει τῇ δὶς ἤδη προειρημένῃ. τὸ δἴδιον αὐτῆς ἔσται τὸ μὴ ἐκ μικροτέρου μόνον τοῦ σφυγμοῦ γεγονέναι τὴν εἰς τὸ μέγεθος ἐπίδοσιν, ἀδύνατον γὰρ ἄνευ τοῦ καὶ βραδύτερον καὶ ἀραιότερον γενέσθαι, μικρότερον ἀπεργασθῆναί ποτε τοῦ κατὰ φύσιν αὐτὸν, ἀλλὰ μηδὲ μείζονα μόνον οἷόν τε γενέσθαι χωρὶς τοῦ θάττονά τε καὶ πυκνότερον. ὅτι γὰρ τοιαύτη διάθεσις, ἐν μικρότερος σφυγμὸς τοῦ κατὰ φύσιν ἐγένετο, σὺν ἀραιότητί τε καὶ βραδύτητι συνίσταται, τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων εὔδηλόν ἐστι.
§2–3
§2 Μεταβάντες οὖν περὶ τῆς εἰς μικρότητα τροπῆς τῶν σφυγμῶν ἐπισκεψώμεθα· τρεῖς μὲν δὴ καὶ ταύτης εἰσὶν ἅπασαι διαφοραί. ἤτοι γὰρ ἐκ τοῦ κατὰ φύσιν τε καὶ συμμέτρου προσαγορευομένου, ἐκ τοῦ μείζονος κατὰ τοῦτον, ἐκ τοῦ μικροτέρου τὰς εἰς μικρότητα συμβαίνει γίνεσθαι διαφοράς. καλεῖται δὲ μὲν μείζων τοῦ συμμέτρου μέγας ἁπλῶς, δἐλάττων μικρός. ἀρξώμεθα οὖν πάλιν κᾀνταῦθα ἀπὸ τῶν κοινῶν αὐτοῖς, εἶθἑξῆς ἐπὶ τὰ καθἕκαστον ἴδια μεταβῶμεν. εὐθὺς γὰρ ἐν τῷ τὸ κοινὸν ἐπισκοπεῖσθαι καὶ τῆς τῶν ἰδίων εὑρέσεως ὁδὸς ἐγκαλύπτεται. ὑποκείσθω δή τις σφυγμὸς ἐπί τινος ἀνθρώπου μικρότερος μὲν τοῦ πρόσθεν, ἑτέραν δὲ μηδεμίαν ἐσχηκὼς μεταβολὴν κατἄλλο γένος μηδέν· καὶ ζητείσθω, τίς γἔμπροσθεν ἦν διάθεσις αὐτῷ, καὶ τίς νῦν ἐστιν. δὲ τῆς ζητήσεως ὁδὸς ἥδε. μικρότερος ἑαυτοῦ γίνεται σφυγμὸς ἤτοι τῆς δυνάμεως ἀσθενεστέρας ἀποτελεσθείσης, τῶν ὀργάνων σκληροτέρων, τῆς χρείας ἐκλυθείσης. ἀλλοὔθ δύναμις ἀσθενεστέρα γέγονε νῦν, πάντως ἀμυδρότης συνῆν τῇ μικρότητι, οὔτε τὸ σῶμα τῆς ἀρτηρίας σκληρότερον, οὕτω γὰρ οὐ μόνον μικρότερος, ἀλλὰ καὶ σκληρότερος ἦν σφυγμός. ὑπολείπεται οὖν χρεία μόνον ἠλλοιῶσθαι, καὶ εἴπερ ἀκίνητος ἄνθρωπος ἐν τῷ τέως ἐγένετο, κατὰ τὸ ποσὸν τῆς μεταβολῆς γεγενῆσθαι. καὶ μὲν δὴ καὶ ὡς ἐκ τοῦ μείζονος κατὰ φύσιν σφυγμοῦ τὴν τοιαύτην γεγονέναι τροπὴν εὔδηλόν ἐστιν τοῖς μεμνημένοις ἐν τῷ πρώτῳ τῶν δεδειγμένων περὶ τῶν ἐν σφυγμοῖς αἰτίων. τε γὰρ ἐκ τοῦ κατὰ φύσιν εἰς μικρότητα τροπὴ διὰ ψύξιν εὐθὺς καὶ ἀραιότερον αὐτὸν ἐργάζεται καὶ βραδύτερον, τε ἐκ τοῦ μεγάλου ὑπὲρ τὸ σύμμετρον ηὐξημένου καθαίρεσις τοῦ συμμέτρου εὐθὺς καὶ τοῦ τάχους τι καὶ τῆς πυκνότητος προσλαμβάνει, διὰ τὸ τὸν ἐπιπλέον ηὐξημένον ὑπὲρ τὸν κατὰ φύσιν ἐν τοῖς τρισὶ γένεσι μεταβάλλειν. τοίνυν τοῦ μεγέθους μόνον ἀφῃρηκὼς, τἄλλα δὲ φυλάττων ἄτρεπτα σφυγμὸς, βραχεῖ μείζων ἐστὶ τοῦ κατὰ φύσιν. οὗτος γὰρ μόνος ἐπὶ βραχείᾳ θερμότητος αὐξήσει συνίσταται. τῶν δἄλλων τῶν εἰς μέγεθος ἀλλοιουμένων οὐδεὶς ἄνευ τοῦ καὶ τάχος προσλαβεῖν πυκνότητα τοιοῦτος ἀποτελεῖται. ὥστε οὐδὲ καθαιρήσει τις ἄλλος πλὴν τοῦδε μόνον τὸ μέγεθος. γὰρ εἰς τοῦτο μόνον αὐξηθεὶς ἐπὶ θερμότητι μειώσει τοῦτο μόνον ἐπὶ ψύξει, δέ γε εἰς τοσοῦτον ἀλλοιωθεὶς ὑπὸ θερμότητος ὡς μὴ τὸ μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τάχος ὑπαλλάξαι καὶ τὴν πυκνότητα, τὴν εἰς τοὔμπαλιν ὁδὸν ἕξει διὰ τῶν αὐτῶν κατὰ γένος ἀλλοιώσεων, ὥστε οὐ μόνον μικρότερος, ἀλλὰ καὶ βραδύτερος καὶ ἀραιότερος  ἔσται τοῦ πρόσθεν. ὁμοίως δὲ καὶ ἐκ τοῦ συμμέτρου πρὸς τὸν ἐλάττονα τροπὴ καὶ ἐκ τούτου πάλιν ἐπὶ τὸν ἔτι μικρότερον ἀλλοίωσις εὐθέως καὶ ἀραιότερον ἑαυτοῦ καὶ βραδύτερον ἐργάζεται τὸν σφυγμόν. συμμετρίαν γάρ τινα διαστολῆς σφυγμὸς κέκτηται κατὰ φύσιν ἐχόντων, ἣν ἀπόλλυσι μὲν ἐξ ἀνάγκης, ἄν τε θερμότερον ἄν τε ψυχρότερον ἑαυτοῦ γένηται τὸ σῶμα. οὐ μὴν γε τῆς ἀπωλείας τρόπος αὐτός. ἐν μὲν γὰρ τῷ θερμαίνεσθαι τὸ μέγεθος ἐναργῶς πρῶτον, εἶτα τὸ τάχος, εἶθ πυκνότης αὐτῷ προσγίνεται. ψυχομένων δἔμπαλιν ἀραιότης μὲν ἐναργὴς πρώτη, δευτέρα δὲ βραδύτης, μικρότης ἐσχάτη. λέλεκται δὑπὲρ αὐτῶν ἱκανῶς ἐν τῷ πρώτῳ τῶν ἐν σφυγμοῖς αἰτίων. οὔκουν ἔτι χρὴ μηκύνειν περί γε τούτων, ἀλλἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβάντας ἑξῆς τοῖς εἰρημένοις διορίζεσθαι τὰς τὴν ψύξιν ἐργασαμένας αἰτίας, τοσαύτας κατὰ γένος οὔσας ὅσαι περ αἱ θερμαίνουσαι. καὶ γὰρ ἀὴρ ψυχρὸς ἔξωθεν προσπεσὼν, ὥσπερ οὖν καὶ ὕδωρ ψυχρὸν, λουτρὸν, φάρμακον ἐπαλειφθὲν τῷ σώματι ψύχει, καὶ μακρά τις ἡσυχία καὶ οἷον φωλεία ψυχρότερον ἐργάζεται τὸ σῶμα· καὶ τῶν εἴσω μεταλαμβανομένων, ὅτἂν ἀναπνεόμενος ἀὴρ ψυχρὸς ὢν, καὶ τροφὴ φλεγματώδης καὶ φάρμακόν τι φύσει ψυχρὸν, ὕδατός τε ψυχροῦ χρῆσις ἄμετρος· ἔκ τε τῶν παθῶν τῆς ψυχῆς πολυχρόνιος φόβος, ἔκ τε τῶν ἐν τῷ σώματι περιεχομένων χυμῶν ὅσοι ψυχροὶ τὴν κρᾶσιν ἡσυχάζοντες πρότερον ἐκινήθησαν νῦν, ὅλως ἰσχνότεροί πως ἐγένοντο τῶν θερμῶν. διορίζεσθαι δαὐτὰ κατὰ μέρος ἀνάλογον τοῖς εἰρημένοις εἴη ἐπὶ τῶν θερμαινόντων αἰτίων. δὶς γὰρ ὑπὲρ τῶν ὁμοίων λέγειν οὐκ ἀναγκαῖον. μὲν δὴ κατὰ μέγεθός τε καὶ μικρότητα τροπὴ τῶν σφυγμῶν ὑπὸ τοιούτων τε καὶ τοσούτων αἰτίων ἀποτελεῖται, πρὸς γοῦν τὴν φύσιν αὐτοῦ τοῦ πράγματος, ἐπεὶ πρός γε τὴν ἡμετέραν διάγνωσιν ἔτἐνδεῖ, πολλάκις γὰρ μὲν ἀρτηρία διαστέλλεται μέγιστον, ὅσον ὑπαὐτῇ, ἀποκρύπτεται δ κωλύεται τὸ μέγεθος τῆς διαστολῆς διὰ τὸ πλῆθος, τὸ τάχος, τὴν σκληρότητα τῶν περικειμένων, προκειμένων σωμάτων. αὕτη μὲν γὰρ οὐσία τῶν μεγάλων τε καὶ μικρῶν σφυγμῶν κατὰ τὸν κύκλον τῆς ἀρτηρίας συνίσταται, τοῦ μήκους ἴσου φυλαττομένου διὰ παντὸς, οὐ μὴν φαίνεταί γἴσον, ἀλλἀποκρύπτεταί τι μέρος αὐτοῦ. καὶ λέλεκται μὲν οὖν ἤδη περὶ τούτου κᾀν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτίων. εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρηστὸν ἀναμνήσεως ἕνεκεν.
§3 Τῆς ἀρτηρίας τὸ μὲν ὕψος ἀναλόγως ἀεὶ τῷ πλάτει διαστέλλεται. κατακρύπτεται δὲ κωλύεται πολλάκις ὑπὸ τῶν περικειμένων τε καὶ προσκειμένων σωμάτων ἤτοι σύμπασα κίνησις μοῖρά γέ τις αὐτῆς, καὶ τοῦτο τὸ κωλυόμενον ἤτοι κατὰ τὸ βάθος μᾶλλον, κατὰ τὸ πλάτος, κατὰ τὸ συναμφότερον ὡσαύτως φαίνεται. ὅταν μὲν οὖν ἀδιάγνωστος ὡς πρὸς τὴν ἡμετέραν ἁφὴν κίνησις , καθὅλον μὲν τὸ ζῶον συμβάντος τούτου, ὡς μηδαμόθι μηδεμίαν ἀρτηρίαν φαίνεσθαι κινουμένην, ἀσφυξία τὸ πάθημα προσαγορεύεται, κατὰ μὲν τὴν ἀλήθειαν οὐδέποτε ἐν ζῶντι σώματι γινομένη, κινεῖται γὰρ καρδία διαπαντὸς ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις, ὡς μέντοι πρὸς τὴν ἡμετέραν ἁφὴν ἔξωθεν ἐπιβαλλομένην πολλάκις εὑρισκομένη. πρόκεινται γὰρ δὴ τοῦ τῶν ἀρτηριῶν σώματος πάντως μὲν ὑμένες τέ τινες καὶ δέρμα, πολλαχόθι δὲ καὶ πιμελὴ καὶ σὰρξ ὑφὧν οὐ μόνον ἀποκρύπτεσθαι τὸν σφυγμὸν, ἀλλὰ καὶ κωλύεσθαι συμβαίνει. τελέως μὲν οὖν ἀποκρυπτομένης τῆς κινήσεως, εἰ μὲν ἐν ἅπασι τοῖς μέρεσι τῶν ἀρτηριῶν ἁπασῶν τοῦτο συμβαίνῃ, τὸ πάθος ἀσφυξίαν ὀνομάζουσιν, εἰ δὲ κατὰ μὲν τινὰ μέρη φαίνοιτο κινούμενα, τὰ δὲ μὴ, κατὰ τὸ μῆκος ἐν τούτῳ διαφορὰν ἴσχουσιν οἱ σφυγμοί. καὶ δὴ καὶ καλοῦνται μακροὶ μὲν οἷς ἂν τὸ τῆς αἰσθητῆς κινήσεως μῆκος ὑπὲρ τὸ κατὰ φύσιν, βραχεῖς δὲ οἷς ἂν ἔλαττον τοῦ κατὰ φύσιν, οἷς δἴσον τῷ κατὰ φύσιν σύμμετροι. τοσοῦτον γὰρ ἀεὶ φαίνεται τῆς κινήσεως τῶν ἀρτηριῶν ὅσον ἐπιτρέπει τὰ προβεβλημένα σώματα. καὶ διὰ τοῦτο τοῖς μὲν παχέσι βραχεῖς οἱ σφυγμοὶ, τοῖς δἰσχνοῖς μακροὶ, καθάπερ καὶ τοῖς εὐσάρκοις τε καὶ συμμέτροις σύμμετροι φαίνονται. καὶ αὐτῆς μέντοι τῆς φαινομένης κινήσεως οὐκ ἀεὶ ὁμοίως κωλύεται τῷ βάθει τὸ πλάτος, ἀλλἐπειδὰν μὲν αἱ κατὰ τὰ πλάγια χῶραι τῶν ἀρτηριῶν ἤτοι πιμελῆς, σαρκὸς, ἀτμῶν, ὑγρῶν ὦσι πλήρεις, τὸ δἐπικείμενον ἄνωθεν δέρμα καὶ μηδὲν αὐτὰς βαρύνῃ, τοῦ πλάτους κίνησις ἀμαυροῦται μόνον, καὶ μᾶλλον, εἰ σφοδρὸς σφυγμὸς εἴη καὶ μέγας ὅσον ἐφἑαυτῷ. ἐπειδὰν δὲ καθαραὶ μὲν αἱ παρακείμεναι χῶραι, ῥυσσὸν δ τὸ ἐπικείμενον αὐταῖς δέρμα, τοῦ βάθους κίνησις ἐν τῷ τοιούτῳ σώματι πλέον ἀφανίζεται, καὶ μᾶλλον, εἰ μήτε σφοδρὸς εἴη σφυγμὸς καὶ μέγας ὅσον ἐφἑαυτῷ. ὅταν οὖν εὕρῃς μακρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, εἰ μὲν καὶ τὸ πλάτος αὐτοῦ καὶ τὸ βάθος εἴη συνηυξημένον, ἐπισκέπτου πότερον ἄνθρωπος ἰσχνότερος ἑαυτοῦ γέγονεν, θερμότερος, ἀφωρισμένης τῆς ἐπικτήτου κινήσεως. εἰ μὲν γὰρ ἰσχνότερος εἴη γεγενημένος, εἰ μὲν ἐπὶ τοσοῦτον ἐφὅσον καὶ σφυγμὸς μείζων, ἓν τοῦτο μόνον ἠλλοίωσεν αὐτὸν, εἰ δἐπἔλαττον, οὐ μόνον τοῦτἐστὶν αἴτιον, ἀλλὰ καὶ θερμότης, εἰ δἐν αὐτῷ μένοι τὰ τῆς τοῦ σώματος σχέσεως, θερμότης ηὔξηται μόνον, εἰ δὲ καὶ παχύτερος εἴη γεγονὼς, διπλάσιον ηὐξῆσθαι λογίζου τὴν θερμότητα. τὸ δὑπὸ τίνος αἰτίας ηὔξηται διορίζεσθαι τοῖς ἔμπροσθεν εἰρημένοις. εἰ μέντοι μακρότερος σφυγμὸς εἴη γεγονὼς καὶ  πλατύτερος, μὴ μέντοι κατὰ τὴν αὐτὴν ἀναλογίαν εἰς ὕψος ηὐξημένος, ἀλλὰ διαμένων σύμμετρος, ἐπὶ τοῖς προειρημένοις διορισμοῖς ἔτι καὶ τοῦτἐξαίρετον ὑπάρχειν ἀναγκαῖον αὐτῷ, ῥυσσότερον γεγονέναι τὸ κατὰ τῆς ἀρτηρίας ἄνωθεν ἐπικείμενον δέρμα. καὶ εἰ καταστρέφοις τὸ κῶλον, ὥσθὅπερ ἄνωθεν ἦν αὐτοῦ πρότερον εἶναι νῦν κάτωθεν, οὐδὲν οὕτως ἐκκεκολοῦσθαι φανεῖται τὸ βάθος. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ πρῶτοι πάντων εἰσὶ γεγραμμένοι κατὰ τὸ διάγραμμα τῶν ἑπτὰ καὶ εἴκοσι σφυγμῶν ἐν τῷ προτέρῳ περὶ τῆς διαφορᾶς αὐτῶν, περὶ τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων ἐποιήσαμεν. ἑξῆς δὲ αὐτῶν γέγραπται τρίτος κατὰ τὸ μῆκός τε καὶ τὸ πλάτος ὑπερβάλλων τὸν κατὰ φύσιν, ἐν δὲ τῇ κατὰ βάθος διαστάσει ταπεινὸς, ὃς καὶ σπανιάκις εὑρίσκεται. μεγάλως γὰρ ὑπὸ τῶν ὑποκειμένων σωμάτων βαρυνομένης γίνεται τῆς ἀρτηρίας, ὅπερ οὐκ ἄν ποτε συμβαίη χωρὶς τοῦ καὶ τὴν δύναμιν ἀσθενεστέραν γενέσθαι καὶ τὸν χιτῶνα τῆς ἀρτηρίας ἐσχάτως μαλακὸν, ὧν τὸ μὲν ἀτονώτερον τοῦ κατὰ φύσιν, τὸ δὲ μαλακὸν ἱκανῶς ἐργάζεται τὸν σφυγμόν. ὥστε μετὰ μὲν τούτων γίνοιτἄν ποτε μακρὸς ἅμα καὶ πλατὺς καὶ ταπεινὸς, ἄλλως δοὐκ ἂν γένοιτο. καὶ μὲν δὴ καὶ ὁπότε φαίνεται τοιοῦτον, οὐδὲ τότε πολὺ τοῦ κατὰ φύσιν οὔτἐπὶ τὸ ταπεινότερον οὔτε ἐπὶ τὸ πλατύτερον ἐξίσταται, οὐ γὰρ ἐγχωρεῖ κατὰ μὲν τὸ βάθος ἐσχάτως βαρύνεσθαι τὴν ἀρτηρίαν, κατὰ δὲ τὸ πλάτος οὐδὅλως, ὥσπερ γε οὐδἐπὶ πλεῖστον μὲν ὕψος ἀνέρχεσθαι, παντάπασι δἐστενῶσθαι. πλέον μὲν γὰρ ἐπιδίδωσιν ὕψος ὡς τὰ πολλὰ, καὶ μάλισθὅταν σφοδρὸς σφυγμὸς, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς τὸν αὐτὸν ὑψηλότατόν τε ἅμα καὶ στενώτατον ὑπάρχειν. εἰ μέντοι περιστραφείη κᾀπὶ τούτου σφυγμοῦ τὸ κῶλον, ὡς τὰ τέως ὑπερκείμενα μέρη νῦν ὑποκείμενα γενέσθαι, καὶ κατὰ τὸ βάθος αὐτῶν διάστασις ἐπίδοσιν ἕξει καὶ οὐκ ἔτι φαίνεται ταπεινός. ἀλλὥσπερ μακρὸς καὶ πλατὺς, οὕτω καὶ ὑψηλὸς, ὅπερ ἐστὶ μέγας. γὰρ κατὰ τὰς τρεῖς διαστάσεις αὐξηθεὶς μέγας λέγεται. διοριστέον οὖν ἐπαὐτῷ πρὸς τοῖς εἰρημένοις καὶ τὰ τῶν πρώτων ἁπάντων εἰρημένα. προσεπισκεπτέον δὲ καὶ εἰ τοῦ πλάτους ἀφαιρεῖ τι περιστρεφομένου τοῦ κώλου. γίνεται γὰρ καὶ τοῦτἐνίοτε, καὶ δηλοῖ πόσον ὑπὲρ τὴν τοῦ βάθους ἀναλογίαν ἔμπροσθεν ἐπλατύνετο τὸ ἀγγεῖον. δἐπὶ τοῖσδε τέταρτος μακρὸς ἅμα καὶ ὑψηλὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος, ὅσον μὲν ἐφἑαυτοῦ πλατύς ἐστιν, ὥσπερ καὶ ὑψηλὸς, ἀλλὰ ὑπὲρ τοῦ στενοχωρεῖσθαι κατὰ τὰ πλάγια κεκολοῦσθαι τὴν εἰς τοῦτο κίνησιν. ὅλως γὰρ ἐπειδὰν ἤτοι τὸ πλάτος ὑπὲρ τὴν τοῦ βάθους ἀναλογίαν, τὸ βάθος ὑπὲρ τὴν τοῦ πλάτους , παραποδίζεται τὸ ἕτερον αὐτῶν ἤτοι διὰ πλῆθος, πάχος, σκληρότητα τῶν προκειμένων σωμάτων, μεταξὺ τῆς ἀρτηρίας ἐστὶ καὶ τῆς ἐπιβαλλομένης ἁφῆς. καὶ γὰρ καὶ ῥυσσότης πλέονα τὰ ἐπικείμενα σώματα ποιεῖ, κατὰ τὰς ῥυτίδας ἐνδιπλοῦσα τὸ δέρμα. ὥστε καὶ τοιοῦτος σφυγμὸς ὄντως μέγας ὑπάρχων ἐμποδίζεται κατὰ τὸ πλάτος, φαίνεσθαι μέγας δυνάμενος ἐπὶ λεπτότητος τοῦ σώματος, ὅμως οὐ φαίνεσθαι, διότι κατὰ μίαν τῶν διαστάσεων ἐστενοχώρηται. δὲ πέμπτος ἐν τῷ διαγράμματι γεγραμμένος μακρότερος μὲν τοῦ κατὰ φύσιν, ἐν δὲ ταῖς ἄλλαις ταῖς δύο διαστάσεσι σύμμετρος, ἰσχνότερον μὲν δηλοῖ ἑαυτοῦ τὸν ἄνθρωπον γεγονέναι, τὸν σφυγμὸν δὲ ὅσον ἐφἑαυτῷ μικρότερον τοῦ κατὰ φύσιν. ἐπειδὴ γὰρ μακρὸς σφυγμὸς διὰ μέγεθος οἰκεῖον, διὰ λεπτότητα φαίνεται τοιοῦτος, οὐ μὴν νῦν γε διὰ μέγεθος ἐγένετο μακρὸς, ἦν γὰρ ἂν οὕτω καὶ ὑψηλὸς ἅμα καὶ πλατὺς, πάντως γε τὸ ἕτερον αὐτῶν ἀπολείπεται διὰ λεπτότητα μακρὸς γεγονέναι. ἀλλἐπεὶ τοῖς ἰσχνοτέροις τοῦ κατὰ φύσιν οἱ σφυγμοὶ μείζους φαίνονται, δῆλον ὡς στενώτερός τε καὶ ταπεινότερος σφυγμός ἐστι τοῦ κατὰ φύσιν ὅσον ἐφἑαυτῷ· εἰ δὲ ταῦτα, καὶ μικρότερος ὅσον ἐφαὑτῷ. δἐφεξῆς τῷδε γεγραμμένος ἕκτος μακρὸς καὶ ταπεινὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος, διὰ τὰς προειρημένας αἰτίας ἥττων τοῦ κατὰ φύσιν ὑπάρχων, ὅσον ἐφἑαυτῷ διὰ λεπτότητα φαίνεται μακρός. ἀλλὰ τοῦτο μὲν αὐτῷ κοινὸν πρὸς τὸν πέμπτον· ἴδιον δἐξαίρετον κεκολοῦσθαι τὸ βάθος διἣν ὀλίγον ἔμπροσθεν εἶπον αἰτίαν. ἕβδομος δἦν ἐν τῷ διαγράμματι σφυγμὸς μακρὸς ἅμα καὶ στενὸς καὶ ὑψηλὸς, ὃς ἐφαίνετἂν ὁμοίως τῷ πάντων πρώτῳ μέγας, μὴ τὸ πλάτος ἐστενοχωρεῖτο. τὰ δὲ ἄλλα καὶ περὶ τοῦδε παραπλησίως τῷ πρώτῳ πάντων δεῖ διορίζεσθαι. καὶ μὲν δὴ καὶ ὅσα κατὰ τὸν τρίτον εἴρηται, καὶ ταῦτἐνταῦθα προστιθέναι, τὸ μήτε πολλάκις φαίνεσθαι τὸν τοιοῦτον σφυγμὸν μήθὅταν φαίνηται, πλεῖστον ὅσον ὑπερβάλλειν μὲν τοῦ συμμέτρου κατὰ τὸ ὕψος, ἀπολείπεσθαι δὲ κατὰ τὸ πλάτος. δἐφεξῆς αὐτῷ γεγραμμένος ὄγδοος μακρὸς ἅμα καὶ στενὸς καὶ σύμμετρος κατὰ τὸ βάθος ὅτι μὲν μικρός ἐστι κατὰ τὴν οἰκείαν οὐσίαν, εὔδηλον ἐκ τῶν ἐπὶ τοῦ πέμπτου προειρημένων· ἰσχνοῦ δὲ τοῦ σώματος γενομένου φαίνεται μακρότερος. τὸ δὲ ἴδιον ἐξαίρετον αὐτῷ παρὰ τὸν πέμπτον, τοῦ πλάτους στενότης, ἐστενοχωρῆσθαι κατὰ τοῦτο δηλοῦσα τὴν ἀρτηρίαν. δὲ ἔννατος σφυγμὸς μακρὸς καὶ στενὸς καὶ ταπεινὸς ἔτι δὴ καὶ μᾶλλον ἐνδείκνυται μικρὸς μὲν ὢν ὅσον ἐφἑαυτῷ, φαινόμενος δὲ μακρὸς διἔκτηξιν τοῦ σώματος. ὡς ἐπὶ τὸ πολὺ δὲ αὐτῷ σύνεστιν ἀμυδρότης καὶ σκληρότης. εἰ δὲ μήτε σκληρὸς μήτἄγαν ἀμυδρὸς, ἐπὶ καταψύξει τοιοῦτος ἀποτελεῖται. οὕτως μὲν οὖν ἅπαντες οἱ εἰρημένοι νῦν ἐννέα σφυγμοὶ μακρότερον ἔχουσι τὸ μῆκος τοῦ  κατὰ φύσιν, ἐξαλλάττονται δὲ κατὰ τὰς λοιπὰς δύο διαστάσεις. οἱ δἐφεξῆς ἐννέα σύμμετροι κατὰ τὸ μῆκος ὄντες ὑπαλλάττονται κατά τε τὸ βάθος καὶ τὸ πλάτος. μὲν οὖν δέκατος ὑψηλὸς ἅμα καὶ πλατὺς φαινόμενος ἐφἑνὸς μὲν ἀνθρώπου τῷ συμμέτρῳ παραβαλλόμενος ἀδύνατος συστῆναι, πλὴν εἴ ποτε κατὰ τὸ σπάνιον θέσις ὅλη τῆς ἀρτηρίας ἐξαλλάττοιτο, πρὸς δὲ τὸν ἁπλῶς σύμμετρον εἰ παραβάλλοιτο, καὶ γενέσθαι δυνατός ἐστι. καὶ αἰτία τῆς γενέσεως αὐτοῦ κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα. σύμπτωμα γάρ ἐστιν ἀρτηρίας, ἑκατέρωθεν μὲν ὑπὸ βαθείᾳ σαρκὶ κρυπτομένης, κατὰ δέ τι μέσον ὀλίγον ἐκκειμένης προπετοῦς. δὲ ἑνδέκατος τοῦ προγεγραμμένου παραλλάττων ἑνὶ μόνῳ, τῷ βάθος ἴσον ἔχειν τῷ κατὰ φύσιν, ἐκ περιττοῦ προσερχομένην ἔχει τὴν τοῦτο ταπεινοῦσαν αἰτίαν. τὰ δἄλλα τῷ δεκάτῳ ταὐτά. δὲ δωδέκατος πλατὺς καὶ ταπεινὸς ἐπὶ συμμέτρῳ μήκει, περιστραφέντος τοῦ κώλου γίνεται. ἤτοι γὰρ φανεῖται πάντῃ σύμμετρος μέγας. εἰ μὲν οὖν πάντη σύμμετρος φαίνοιτο, δηλώσει τὸ μὲν ὕψος ἔμπροσθεν ἐπὀλίγον τεθλίφθαι, τὸ δὲ πλάτος ἐκτετάσθαι διὰ μαλακότητα τῆς ἀρτηρίας· εἰ δὲ μέγας, ἐπὶ πλεῖστον τεθλίφθαι τὸ ὕψος. δὲ ιγ΄ ὑψηλὸς ἅμα καὶ σύμμετρος ἐν ταῖς λοιπαῖς δύο διαστάσεσιν ὅμοια μὲν τῷ δεκάτῳ κατά τε τὴν φυσικὴν διάπλασιν ἀποτελεῖται καὶ προσέτι τὴν τῆς κατὰ φύσιν θέσεως ἀλλοίωσιν. ἐκ περιττοῦ δαὐτῷ πρόσεστι παρἐκεῖνον στενοχωρία τοῦ πλάτους. δὲ ιδ΄ κατὰ τὰς τρεῖς διαστάσεις σύμμετρος ὅτι μὲν τῷ κατὰ φύσιν αὐτὸς φαίνεται πρόδηλον· εἰ δὲ καὶ ὄντως ἐστὶν ἴσος τῷ κατὰ φύσιν ἐκ τῆς τοῦ σώματος σχέσεως διορίζεται. εἰ μὲν γὰρ ἰσχνότερος εἴη τοῦ κατὰ φύσιν, οὗτος ἂν ὅσον ἐφἑαυτῷ μικρότερος ὢν σφυγμὸς ἴσος φαίνοιτο τῷ συμμέτρῳ· εἰ δὲ παχύτερον εἴη τὸ σῶμα τοῦ κατὰ φύσιν, σφυγμὸς ὅσον μὲν ἐφἑαυτῷ μέγας ἐστὶ, φαίνεται δὲ σύμμετρος ὑπὸ πολυσαρκίας κολουόμενος· εἰ δὲ μήτεἰς ἰσχνότητα μήτεἰς παχύτητα παραλλάττοι τὸ σῶμα, σύμμετρον ἐν τῷ τοιῷδε τὸν σφυγμὸν ἀναγκαῖον οὐ φαίνεσθαι μόνον, ἀλλὰ καὶ εἶναι. καὶ δέδεικταί γε ἡμῖν ἐν τῷ δευτέρῳ περὶ σφυγμῶν διαγνώσεως ὅτι πρὸς τοῦτον οἱ ἄλλοι πάντες παραβαλλόμενοι μεγάλοι καὶ μικροὶ καὶ μακροὶ καὶ βραχεῖς καὶ πλατεῖς καὶ στενοὶ καὶ ὑψηλοὶ καὶ ταπεινοὶ λέγονται. δὲ πεντεκαιδέκατος ταπεινὸς μὲν κατὰ τὸ βάθος, σύμμετρος δὲ ταῖς λοιπαῖς δύο διαστάσεσιν, αὐτός ἐστιν τῷ προγεγραμμένῳ τεσσαρεσκαιδεκάτῳ κατὰ πάντα, πλὴν ὅσα τὸ βάθος αὐτοῦ τέθλιπται. ὥσθὅσα ἐπἐκείνου προείρηται, ταῦτα κᾀπὶ τούτου χρὴ δοκεῖν εἰρῆσθαι. μεμνῆσθαι δὲ περὶ τῶν τοιούτων ἁπάντων προσήκει, τὸ δὲ καταστρεφομένον τοῦ κώλου μηκέτι φαίνεσθαι ταπεινόν. δὲ ἑκκαιδέκατος σύμμετρος μὲν ἐν τῷ μήκει, στενὸς δὲ καὶ ὑψηλὸς, ἤτοι κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα γίνεται φύσιν τοιοῦτος, κατὰ τὸ πλάτος, ἐπὶ τῇ κατὰ τὰ πλάγια θλίψει τῶν ἀρτηριῶν. δὲ ιζ΄ σύμμετρος μὲν κατὰ τὸ μῆκός τε καὶ βάθος, ἐν δὲ τῇ λοιπῇ διαστάσει στενὸς, ὅτι μὲν στενοχωρεῖται κατὰ τὰ πλάγια πρόδηλον ἐκ τῆς τοῦ βάθους συμμετρίας, τὰ δἄλλα πάντα κᾀπὶ τούτου τοῖς κατὰ τὸν ιδ΄ τε καὶ πεντεκαιδέκατον ὡσαύτως ἔχει. δὲ ιη΄ σύμμετρος μὲν κατὰ τὸ μῆκος, στενὸς δὲ καὶ ταπεινὸς, κατὰ μὲν τὴν οἰκείαν οὐσίαν μικρός ἐστι, φαίνεται δὲ τῷ μήκει σύμμετρος ἐπἰσχνότητα. συλλήβδην γὰρ εἰπεῖν ὅταν ὑπὲρ τὴν τοῦ βάθους τε καὶ τοῦ πλάτους ἀναλογίαν ἐκταθῇ τὸ μῆκος, ἰσχνότητα τοῦ σώματος ἐνδείκνυται, οὐ μὴν ὅταν γε μειωθῇ παρὰ τὴν ἀναλογίαν τοῦ βάθους, εὐσαρκίαν σημαίνει, ἀλλἤτοι φυσικήν τινα διάπλασιν θέσιν τῆς ἀρτηρίας ἀνώμαλον. δὲ ιθ΄ βραχὺς καὶ πλατὺς καὶ ὑψηλὸς ἤτοι φύσει φαίνεται τοιοῦτος ἐπὶ διαπλάσεως ἰδιότητα κατὰ τὸ πάθος ἐν τῇ θέσει διαστρεφομένης τῆς ἀρτηρίας. καὶ εἰκοστὸς δὲ κατὰ μὲν τὰς ἄλλας δύο διαστάσεις αὐτὸς τῷ ιθ΄ φαινόμενος, ἐν δὲ τῷ βάθει σύμμετρος. ἐξαίρετον, ὡς ἐπἐκείνου προείρηται, τὸ κεκολοῦσθαι τὸ ὕψος ἔχει. δὲ κα΄ βραχὺς καὶ πλατὺς καὶ ταπεινὸς ἐπὶ τοῖς αὐτοῖς αἰτίοις ἔτι κᾀκεῖνα προσλήψεται τὰ πλατὺν ἅμα καὶ ταπεινὸν ἀπεργαζόμενα τὸν σφυγμόν. ὡσαύτως δὲ κβ΄ βραχὺς ἅμα καὶ ὑψηλὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος ἐπὶ ταῖς αὐταῖς αἰτίαις προσλήψεται τὰ ποιοῦντα σύμμετρον ἐν τῷ πλάτει καὶ ὑψηλὸν σφυγμὸν, ὥσπερ γε καὶ κγ΄ βραχὺς μὲν κατὰ τὸ μῆκος, ἐν δὲ ταῖς λοιπαῖς δύο διαστάσεσι σύμμετρος, εἰς τὰς αὐτὰς αἰτίας ἀναχθήσεται. δὲ κδ΄ ἐξαίρετον ἐπὶ ταῖς αὐταῖς αἰτίαις προσλήψεται τὴν ταπεινοῦσαν τὸ ὕψος αἰτίαν. οὕτως δὲ καὶ οἱ ἐφεξῆς δύο κατὰ τὸν αὐτὸν τρόπον εἰς τὰς προειρημένας αἰτίας ἀναχθήσονται, μεμνημένων ἡμῶν ὡς ἂν ἐν οἷς σφυγμοῖς ἀπολείπεται τὸ μῆκος τῆς κατὰ τὸ βάθος καὶ κατὰ τὸ πλάτος ἀναλογίας, ἐν τούτοις ἤτοι φυσικῇ διαπλάσει τὴν αἰτίαν ἀνατιθέναι προσῆκεν, διαστρόφῳ θέσει τῆς ἀρτηρίας. εἴρηται δὲ κᾀπειδὰν ὑπερέχῃ τὸ μῆκος τῆς κατὰ τὸ πλάτος, τὸ βάθος ἀναλογίας, ἤτοι κεκολοῦσθαι τὸ ἕτερον αὐτῶν μόνον ὑπὸ στενοχωρίας καὶ τὸ ἕτερον ηὐξῆσθαι, καὶ ὡς τὸ μὲν κεκολοῦσθαι πολλάκις συμπίπτει, τὸ δὲ ηὐξῆσθαι σπανιάκις, ἐπὶ μὲν τοῦ πλάτους, ὅταν βαρύνηται τὸ ὕψος ἐπὶ μαλακῷ τῷ χιτῶνι τῆς ἀρτηρίας, εὐθὺς δὲ καὶ ὡς οὐδὲ σφοδρὸς τοιοῦτός ἐστι σφυγμὸς, ἐπὶ δὲ τοῦ βάθους, ὅταν στενοχωρῆται μὲν τὸ πλάτος, σφυγμὸς δὲ σφοδρός τε ἅμα καὶ μέγας ὅσον ἐφἑαυτῷ. λοιπὸς δὲ ἐπὶ πᾶσιν κζ΄ ἐστὶν βραχὺς καὶ στενὸς καὶ ταπεινὸς, ὅσπερ δὴ καὶ μικρός ἐστιν, ἤτοι φαινόμενος τοιοῦτος κατὰ τὴν ἑαυτοῦ φύσιν ὑπάρχων. γὰρ ἐπὶ τοῦ πρώτου πάντων διώρισται τοῦ μεγάλου, ταῦτα κᾀπὶ τούτου διορίζεσθαι χρή. κατὰ φύσιν  μὲν γὰρ ἐχούσης τοῦ σώματος τῆς σχέσεως, τοιοῦτος σφυγμὸς οὐ μόνον φαίνεται μικρὸς, ἀλλὰ καὶ ὄντως ἐστί· παχυτέρας δὲ γενομένης, εἰ μὲν ὅσον περ ἑαυτοῦ παχύτερος ἄνθρωπος ἐγένετο, τοσούτῳ καὶ σφυγμὸς μικρότερος, εἴη ἂν οὕτω γε σύμμετρος μὲν ὅσον ἐφἑαυτῷ, διὰ δὲ παχύτητα τοῦ σώματος ἐλάττων τοῦ κατὰ φύσιν φαινόμενος· εἰ δὲ πλέονι παχύτερος ἤπερ σφυγμὸς μικρότερος, μείζων ἂν εἴη τοῦ κατὰ φύσιν τοιοῦτος σφυγμὸς ὅσον ἐφἑαυτῷ· εἰ δἔλαττον παχύτερος ἤπερ σφυγμὸς μικρότερος, ἐλάττων ἂν εἴη τοῦ κατὰ φύσιν τοιοῦτος ὅσον ἐφἑαυτῷ. λεπτοτέρου μέντοι τοῦ σώματος ὄντος ἤπερ σφυγμὸς φαίνοιτο μικρὸς, ἔσται μὲν καὶ οὗτος τῇ φύσει μικρὸς, ἀλλἔλαττον φαίνεται μικρὸς ὄντως ἐστίν. γὰρ ἰσχνότης τοῦ σώματος εἰς ὅσον ἐξέστη τοῦ κατὰ φύσιν εἰς τοσοῦτον μέγεθος αὐτῷ προσδίδωσι φαντασίαν. δἐπὶ τοῦ μικροῦ τε καὶ μεγάλου σφυγμοῦ διώρισται, ταῦτα κᾀπὶ τῶν ἄλλων ἁπάντων διορίζεσθαι χρὴ, γινώσκοντας ὡς κᾀκείνων ἕκαστος ἤτοι μικρὸς, μέγας, σύμμετρός ἐστιν ὅσον ἐφἑαυτῷ. καὶ τρεῖς οὗτοι σφυγμοὶ κατὰ τὸ ποσὸν τῆς διαστολῆς εἰσὶν ὡς πρὸς τὴν φύσιν αὐτοῦ τοῦ πράγματος. φαίνονται δἑπτὰ καὶ κ΄ διὰ πάχος λεπτότητα τοῦ σώματος, ῥυσσοτέρου τοῦ δέρματος, στενοχωρίαν ἀνώμαλον τῶν περὶ ταῖς ἀρτηρίαις χωρίων, διαπλάσεως ἰδιότητα. χρὴ τοίνυν ἕκαστον ὅστις μὴ μέχρι λόγου ψιλοῦ μετέρχεται, ἀλλἐπαὐτῶν τῶν ἔργων ἀσκεῖν προαιρεῖται, μεμνημένον ἁπάντων ὧν νῦν δὴ πέπαυμαι λόγων, ἐπειδὰν ἐπισκέπτηταί τινα τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν, πρῶτον μὲν ἐπισκοπεῖσθαι τίς ἐστι τῶν ἑπτὰ καὶ εἴκοσιν, εἶθἑξῆς αὐτοῦ χωρίσαντα τὰς διὰ τὰ παρακείμενα σώματα γινομένας ἀλλοιώσεις ἐξευρεῖν εἴτε σύμμετρός ἐστιν, εἴτε μέγας, εἴτε μικρὸς, εἶθἑξῆς τὰς διαθέσεις ὑφὧν τοιοῦτος ἐγένετο. διδάσκουσι γὰρ αὗται τά τε προγεγονότα καὶ τὰ μέλλοντα, οἷον εὐθέως ἐπὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ, παραδείγματος γὰρ ἕνεκα τὸν λόγον ἐπὶ τούτου διδάξομεν· ὅτι μέν ἐστιν ὅσον ἐφἑαυτῷ μικρὸς εὔδηλον ἐκ τοῦ τὴν μὲν κατὰ κύκλον αὐτοῦ μεμειῶσθαι διάστασιν, ηὐξῆσθαι δὲ τὴν κατὰ μῆκος. εἰ γὰρ ὑπὸ δυοῖν αἰτίων κύκλος τῆς διαστολῆς ἐλάττων φαίνεται, διά τε πολυσαρκίαν καὶ ὅτι μικρότερος ὄντως σφυγμὸς ἐγένετο, νυνὶ δὲ οὔκ ἐστι πολυσαρκία, πάντως γὰρ ἂν μόνον οὐδὲν ηὔξητο τοῦ μήκους, ἀλλὰ καὶ ἐμεμείωτο, δῆλον ὡς κατὰ τὴν οἰκείαν οὐσίαν σφυγμὸς μικρὸς ἐγένετο. ὁπότοὖν κεχώρισται τὸ παρὰ τὴν τοῦ σώματος σχέσιν ἐγγινόμενον αὐτῷ φάντασμα τοῦ μήκους, ἐκ τῶν μικρῶν ὑπάρχοντι κατὰ τὴν ἰδίαν οὐσίαν, ἑξῆς ἐπισκεψώμεθα διὰ τίνα ποταἰτίαν ἐγένετο μικρός. μέγιστον δεἰς τοσοῦτον συντελεῖ τὸ διαγινώσκειν δύνασθαι τὸ ποσὸν τῆς τε μικρότητος καὶ τοῦ μήκους. ἤτοι γὰρ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐγένετο μικρότερος, πολλῷ, ὡς ἂν εἴποι τις μετρίῳ, καὶ δὴ καὶ κατὰ τὸ μῆκος ὀλίγον, μέτριον, πολὺ τῶν κατὰ φύσιν ὑπερβάλλει. ἔστω δὴ τὸ ἕτερον ἐπὶ πλεῖστον μὲν εἰς μῆκος ἐκτεταμένος, ἐπὶ πλεῖστον δὲ καὶ μικρότητος ἥκων, τουτέστι στενὸς καὶ ταπεινός· τοιοῦτος σφυγμός ἐστι μὲν τῇ φύσει πολὺ μικρότερος φαίνεται, ὑπάρχει δαὐτῷ τὸ μὲν φαίνεσθαι τοιοῦτος διὑπερβάλλουσαν ἰσχνότητα, τὸ δὲ εἶναι φύσει μικρότερον διὰ τὰς μικροτέρας γεννώσας αἰτίας, ψύξιν, ἀτονίαν, ἰσχνότητα. τίς οὖν ἐκ τούτων ἐστὶν, τίνες ποιήσασαι τὸν νῦν φαινόμενον σφυγμὸν μακρὸν καὶ στενὸν καὶ ταπεινόν; λέλεκται μὲν ἤδη καὶ πρόσθεν ὡς ἀχώριστόν ἐστι σημεῖον τῆς μὲν σκληρότητος τῶν ἀρτηριῶν σκληρὸς σφυγμὸς, τῆς δὲ ἀῤῥώστου δυνάμεως ἀμυδρὸς, ὅσπερ δὴ καὶ ἄτονός τε καὶ ἄῤῥωστος ὀνομάζεται, καθάπερ γε καὶ ἐναντίος αὐτῷ σφοδρὸς καὶ εὔτονος καὶ εὔρωστος. ἀλλἐπὶ τοῦ προκειμένου σφυγμοῦ κᾀκεῖνο χρὴ γινώσκειν, ὡς ἐξ ἀνάγκης ἐστὶν ἀμυδρός. οὐδέποτε γὰρ ἐσχάτως μικρὸς γίνεται σφυγμὸς εὐρωστούσης δυνάμεως· μέντοι σκληρότης οὐκ ἐξ ἀνάγκης σύνεστι. περὶ δὲ τῆς ψύξεως οὐχ ἁπλῶς εἰπεῖν ἐγχωρεῖ, ἀλλὰ χρὴ πρῶτον μὲν γινώσκειν ὡς ἕτερον μέν τί ἐστι τὸ ἐψῦχθαι τὴν καρδίαν ἅμα ταῖς ἀρτηρίαις, ἕτερον δὲ τὸ ψύχεσθαι, καὶ ὡς τὸ μὲν ἐψῦχθαι κεκακῶσθαι τὴν δύναμίν ἐστι, τὸ δὲ ψύχεσθαι τὴν χρείαν ἠλλοιῶσθαι. πάνυ δἀκριβῶς χρὴ προσέχειν τῷ λεγομένῳ τὸν νοῦν, εὖ εἰδότας ὡς οὐ μόνον εἰς τὰς διὰ τῶν σφυγμῶν προγνώσεις, ἀλλὰ καὶ τὰς ἄλλας σχεδὸν ἁπάσας οὐδέν ἐστιν αὐτοῦ χρησιμώτερον. εἴρηται δἅπας λόγος οὗτος ἐκ τοῦ γινώσκειν τὴν οὐσίαν τῆς δυνάμεως, ὑπὲρ ἧς ἐν μὲν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ διὰ τὸ μηδεμίαν ἀνάγκην εἶναι παρελίπομεν εἰπεῖν, ἐνταυθοῖ δὲ, πρὸς γὰρ ἐπιστήμην ἀκριβῆ τῶν λεχθησομένων γνῶσις αὕτη συντελεῖ, καιρὸς εἶναί μοι δοκεῖ διελθεῖν, οὔτἐνταῦθα μετὰ τῶν οἰκείων ἀποδείξεων, ἑτέρωθι γὰρ εἴρηται μακρότερον, ἀλλὅσον ἐν κεφαλαίῳ ῥηθὲν εἰς τὰ ἐνεστῶτα νῦν χρηστόν.
§4–5
§4 οὐσία τῆς δυνάμεως ἑκάστου τῶν μορίων ἐν τῇ καθἕκαστον αὐτῶν εὐκρασίᾳ τέτακται. τότε γὰρ ἐπιτελεῖ τὸ ἴδιον ἔργον εὐρώστως, ὅταν εὐκρατότατον . καὶ μέντοι καὶ κακῶς ἐργάζεται δύσκρατον γενόμενον, καὶ εἰς τοσοῦτόν γε κακῶς εἰς ὅσον δύσκρατον. οὕτως οὖν καὶ αὐτὸ τὸ τῆς καρδίας σῶμα ψυχθὲν μὲν θερμανθεν, ὑγρανθὲν ξηρανθὲν ἀμέτρως εἰς ὅσον δύσκρατον ἐγένετο, καὶ τοὺς σφυγμοὺς εἰς τοσοῦτον ἀμυδροὺς ἀποτελεῖ. καὶ τοῦτο μέν ἐστιν αὐτῷ βεφλάφθαι τὴν δύναμιν· τὸ δὲ ὁμιλεῖν ἤτοι τῷ περιεχομένῳ κατὰ τὰς κοιλίας ἑαυτῆς αἵματι καὶ πνεύματι θερμοτέρῳ πολὺ τοῦ κατὰ φύσιν, τῷ κατὰ τὸ περικάρδιον σκέπασμα, τὸν πνεύμονα, καὶ αὐτῷ τῷ περικαρδίῳ καὶ τῷ πνεύμονι, τὴν χρείαν ἐστὶ μόνον ὑπηλλάχθαι χωρὶς τοῦ  βεβλάφθαι τὴν δύναμιν. ὡσαύτως δὲ κᾀν τῷ κατεψῦχθαί τε καὶ ψύχεσθαι κατὰ μὲν αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐπικρατοῦντος ἐν τῇ κράσει τοῦ ψυχροῦ ψυχροῦ στοιχείου βλάβη τῆς δυνάμεως, κατὰ δὲ τὸν περικάρδιον χιτῶνα καὶ τὸν πνεύμονα καὶ τὸ κατὰ τὰς κοιλίας αὐτῆς αἷμα καὶ τὸ πνεῦμα τῆς χρείας ἔκλυσις, αἱ δὑγρότητες καὶ ξηρότητες αἱ μὲν καταὐτὸ τῆς καρδίας τὸ σῶμα βλάβαι τῆς δυνάμεώς εἰσιν, αἱ δὲ κατά τι τῶν ὁμιλούντων οὐκ ἐξαλλάττουσι τὴν χρείαν. αἱ μὲν γὰρ εὐκρασίαι κατὰ τὰ τέτταρα γίνονται στοιχεῖα, αἱ δὲ τῆς χρείας ἐπιτάσεις τε καὶ ἀνέσεις ἐν τῷ θερμῷ καὶ ψυχρῷ μόνοις. ὅταν οὖν εἰς ἔσχατον ἐκλύσεως ἥκῃ τὰ τῆς χρείας, ἐψυγμένων ἰσχυρῶς τῶν ὁμιλούντων τῇ καρδίᾳ σωμάτων, ἀνάγκη πᾶσα καὶ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἴσχειν δυσκράτως, ὅπερ ἐστὶν οὐδὲν ἄλλο τοῦ τὴν δύναμιν ἀῤῥωστοτέραν γίνεσθαι. καὶ διὰ τοῦτἔλεγον ἀδύνατον εἶναι τῆς ψύξεως ἁπλῶς εἰπεῖν. οὐ γὰρ ὥσπερ ἐπὶ μόνῃ καταπτώσει δυνάμεως, ὀργάνων σκληρότητι μόνῃ, γίνεταί ποτε μικρότερος σφυγμὸς, οὕτω καὶ διὰ κατάψυξιν μόνην, ὡς εἴρηται νῦν, οὐ τῆς καταψύξεως ἀκουομένης ἐπὶ τῆς κατὰ τὴν χρείαν ἐκλύσεως· οὐ γὰρ ἐνδέχεταί ποτε τὴν καρδίαν εἰς τὸ καταψύχεσθαι μὲν σφοδρῶς ἀφῖχθαι, μὴ κατεψῦχθαι δὲ καὶ αὐτήν. ἐναργέστατα δἂν λέγω μάθοις, εἰ πειραθείης ποτὲ τῶν ἐν ὁδοιπορίαις ἀποθνησκόντων ἐπὶ κρύει καρτερῷ. πάντες μὲν γὰρ εὐθέως ἅμα τῷ ψυχρὸν ἐκπνεῖν τὸν ἀέρα καὶ τὸν σφυγμὸν ἴσχουσι μικρότερον, οὐ μὴν μικρότατόν γε οὐδεὶς αὐτῶν ἴσχει, πρὶν εἰς ἔσχατόν γε ἀφικέσθαι καταψύξεως, ἡνίκοὐ μόνον χρεία τέτραπται τῆς τῶν σφυγμῶν γενέσεως, ὅπερ ἐξ ἀρχῆς ὑπῆρχεν αὐτοῖς, ἀλλὰ καὶ δύναμις ἀῤῥωστεῖ, μηκέτι φυλαττομένης ἐν τῇ καρδίᾳ τῆς φυσικῆς εὐκρασίας. καὶ ἀθρόως γε τοῦταὐτοῖς εἴωθεν ὡς τὸ πολὺ συμβαίνειν, οὐ κατὰ βραχὺ, καθάπερ ἐν ἄλλαις διαθέσεσιν, ὧν ἐστι μία καὶ νῦν προκειμένη, καθἣν ἅμα τε μικρὸς σφυγμὸς φαίνεται καὶ στενὸς καὶ ταπεινὸς ἐν νοσήμασι χρονίοις. οἱ γὰρ οὕτω διακείμενοι τὸν μὲν κίνδυνον οὐχ ἧττον ἐφεδρεύοντα τῶν ἐν ὁδοιπορίαις ἔχουσιν, οὐ μὴν ἐξαίφνης γε μικρὸς αὐτοῖς σφυγμὸς, ἀλλὰ κατὰ βραχὺ γίνεται μαραινομένοις· ἓν γὰρ καὶ τοῦτεἶδός ἐστι μαρασμοῦ τὸ πρὸς τοῦ Φιλίππου καλούμενον γῆρας ἐκ νόσου. ὡς γε περιφρυγὴς μαρασμὸς οὐ διὰ ψύξιν, ἀλλὰ διἀῤῥωστίαν μόνην δυνάμεως ἀσθενεῖς καὶ μικροὺς ἀποτελεῖ τοὺς σφυγμούς. διορίζεται δὲ τοῦ προτέρου τῷ τε τάχει τῆς κινήσεως καὶ τῇ πυκνότητι καὶ τῇ σκληρότητι καὶ τῷ πυρώδει τῆς θερμότητος. ἀλλὰ περὶ μὲν τούτων οὐ τοῦ νῦν ἐνεστῶτος λόγου διελθεῖν· ἐπὶ δὲ τὸ προκείμενον ἐπάνειμι. μικρὸς καὶ στενὸς καὶ ταπεινὸς σφυγμὸς ἐπὶ πλέον ἐξεστηκὼς τοῦ κατὰ φύσιν ἐν ταῖς τρισὶ διαστάσεσιν, ἐπειδὰν μὲν ἄνευ σκληρότητος φαίνηται τοιοῦτος, ὑπὸ τίνων γίνεται καὶ πόσων αἰτίων αὐτάρκως διήρηται· ἐπειδὰν δὲ μετὰ σκληρότητος, εὐθὺς μὲν καὶ ταύτῃ σύνεστιν ἤτοι γ ἀμυδρὸς σφυγμὸς μέσος ἀμυδροῦ καὶ σφοδροῦ, μήτἀνατρέπων τὴν ἁφὴν μήτἀνατρεπόμενος ὑπαὐτῆς, μεμνημένων γε ἡμῶν ὡς καθἕτερον τρόπον οὐδείς ἐστι μέσος ἀμυδροῦ καὶ σφοδροῦ· δηλοῦται δἐπικροτεῖν ἐν τῷ σώματι διάθεσις σκληρὰν ἀποτελοῦσα τὴν ἀρτηρίαν. τοῦτο δἐστὶν ἤτοι ξηρότης, πῆξις ὑπὸ ψύξεως, τάσις· ξηρότης μὲν ἐν τοῖς καυσωδεστάτοις πυρετοῖς, ὅταν κακοήθως χρονίσωσιν, καὶ μάλιστα τῷ περιφρυγεῖ μαρασμῷ καὶ τισιν εἴδεσι μελαγχολικῶν τε καὶ τεταρταίων πυρετῶν· πῆξις δἐκ ψύξεως ἐπί τε τοῦ ψυχροῦ πόσεσιν ἀκαίροις ἀμέτροις, λουτροῖς ὁμοίοις, ἐπί τε ταῖς ψυχούσαις ὀπώραις ἀκαίροις ἀμέτροις, ὅλως ὅσα τὸ ψυχρὸν φλέγμα γεννᾷν πέφυκεν ἱκανῶς, ὅν περ ὑαλώδη χυμὸν Πραξαγόρας ὀνομάζειν εἴωθεν· τάσις δὲ κατά γε τὰς σπασμώδεις διαθέσεις καὶ τὰς μεγάλας φλεγμονάς. ἐν δὲ τοῖς σκίῤῥοις καὶ πῆξις καὶ τάσις γίνεται τῶν ἀρτηριῶν. συμβαίνει δὲ τὸ τοιοῦτον ἐφἥπατι μάλιστα καὶ σπληνί. ἐπὶ τούτοις γὰρ τοῖς σπλάγχνοις οἱ σφυγμοὶ σαφέστατα καὶ συνεχέστατα σκληροὶ φαίνονται, μάλιστα μὲν σκιῤῥουμένοις, ἤδη δὲ κᾀν ταῖς μεγάλαις φλεγμοναῖς. ἀλλὰ τὰ μὲν τοιαῦτα πάθη καὶ διὰ τῆς ἁφῆς ἔστι γνωρίσαι καὶ διοὔρων καὶ διαχωρημάτων καὶ τοῦ χρώματος, ὅλου τε τοῦ σώματος καὶ τῆς γλώττης, ἤδη δὲ καὶ διὰ τῆς ἰδέας τῶν πυρετῶν· ὅσαι δἄλλαι διαθέσεις τὸν σφυγμὸν σκληρὸν ἀποτελοῦσιν, αἱ μὲν ἐξ ἁμαρτημάτων προσφάτων ἐξαιφνίδιον ἴσχουσι τὴν γένεσιν, αἱ δἄλλαι πᾶσαι κατὰ βραχύ. τὰ δἁμαρτήματα τὰ τὰς τοιαύτας ἐργαζόμενα διαθέσεις οἴνου πόσις ἄκαιρός ἐστι καὶ ψυχροῦ, πολλάκις δὲ καὶ ὀπῶραι ψύχουσαι καὶ ψυχρὸν λουτρόν. διαγνώσῃ δὲ τὴν μὲν ἀποἴνου βλάβην, ὅταν ἐξαιφνίδιον σφυγμὸς μὴ μόνον σκληρὸς, ἀλλὰ καὶ μείζων καὶ θάττων γένηται καὶ σφοδρότερος, τὰς δὲ ἄλλας κοινῇ μὲν ἁπάσας οἴνου διακρινεῖς τῷ μήτε μέγεθος αὐταῖς προσγίνεσθαι μήτε σφοδρότητα μήτε τάχος, ἰδίᾳ δἑκάστην ἔστιν ὅτε μὲν ἐπιφανεστέρως, ἔστιν ὅτε δὲ ἀμαυροτέρως τε καὶ στοχαστικωτέρως· ἐπιφανεστέρως μὲν, ὅταν καὶ σύμπτωμά τι συμπαρέπηται τῶν ὀπώραις ἕπεσθαι πεφυκότων, λέγω δὲ ἐμφύσωσιν γαστρὸς, δῆξιν διαφθαρέντων, θλίψιν τινὰ κατὰ τὸν στόμαχον, παραφροσύνην, ὡς ἐπὶ ταῖς οἰνώδεσιν ὀπώραις, ἔμετον, διαχώρησιν ὑγροτέραν τε καὶ πλείονα. ταῦτα μέν γε οὐδὲ διὰ σημείων, ἀλλἄντικρυς αὐτὴν τὴν οὐσίαν τῶν ἐδηδεσμένων ἐνδείκνυται. ὅταν δὲ μήτε τούτων τι παρῇ μήτε τῶν ἀποἴνου σημείων, ὕδωρ ψυχρόν ἐστι τὸ τὴν βλάβην ἐργασάμενον ἤτοι ποθὲν οὐ προσηκόντως ἐν αὐτῷ λουσαμένοις. εἰς δὲ τὴν ἀσφαλεστέραν ἐπὶ τούτων ἁπάντων ἀπόφασιν οἱ τῶν φοβουμένων τε καὶ ἀγωνιώντων σφυγμοὶ μέγιστον γνώρισμα.  καὶ εἰ τοῖς εἰρημένοις ἔμπροσθεν ὕστερον ἐπάγοις ἀεὶ τοῦτο, ὅτι ἠτάκτησεν νόσος, βεβαιοτέραν τε καὶ θαυμασιωτέραν ἐργάζεται τὴν πρόῤῥησιν, ὥστἐνίοτε τοὺς ἀκούοντας ἀπιστεῖν καὶ νομίζειν οὐκ ἐκ τῶν σφυγμῶν εἰρῆσθαί τι τῶν τοιούτων, ἀλλἐξαγγείλαντός τινος τῶν εἰδότων τὸ πλημμεληθὲν τῷ κάμνοντι. χρὴ δὲ προαψάμενον ἀκριβῶς τῶν σφυγμῶν, εἶτα τὸ φανὲν ὑπὸ τῶν σημείων ἀποφηνάμενον ἅπτεσθαι πάλιν ἐπισκοπούμενον εἰ τετάρακταί πως κάμνων. εἰ μὲν γὰρ ὅλως μὴ ταραχθείη, σκόπει μή τινα τῶν προειρημένων γνωρισμάτων παρέλιπες, ὀρθῶς οὐκ ἐπεσκέψω· εἰ δὲ ταραχθείη καί σοι δόξειεν ἀγωνιᾷν, φοβεῖσθαι, μὴ παραχρῆμα πίστευε τῷ σημείῳ, πολλάκις γὰρ οὐχ ὑπὸ τοῦ συνειδέναι τοιοῦτόν τι πεποιηκόσιν ἑαυτοῖς οἱ κάμνοντες ἀγωνιῶσιν, ἀλλὰ φύσει πως ὄντες εὐπτόητοι. τούτοις μὲν ὀλίγον ὕστερον σφυγμὸς καθίσταται, τοῖς δὲ ὄντως ἐργασαμένοις εἰς ὅσον ἂν ἀποφαίνηταί τι περὶ αὐτοῦ, εἰς τοσοῦτον καὶ τοῦ φόβου σφυγμὸς ἴδιος ὑπάρχει. πάντα δὲ τὰ εἰρημένα νῦν ἁμαρτήματα τῶν καμνόντων ἤτοι τὰς φλεγμονὰς, τοὺς σκίῤῥους, τὰς ξηρότητας, τὰς διὰ τὴν ψύξιν πήξεις τῶν σπλάγχνων ἐπιτείνοντα τὴν ἀλλοίωσιν οἵαν εἰρήκαμεν ἐργάζεται· κατὰ δὲ τὴν τῶν νεύρων ἀρχὴν εἴ τι τούτων ἀποτελεσθείη, τὴν σπασμώδη διάθεσιν ἐργάζεται. καλῶ δἐκείνας τὰς διαθέσεις ὅσαις ἐξ ἀνάγκης πρὸ τοῦ θανάτου σπασμῶδές τι γίνεται σύμπτωμα. καὶ ἀποθνήσκουσί γε οἱ τοιοῦτοι πάντες ἔτι θερμοὶ, ἔμπαλιν τοῖς συγκοπτομένοις. οὗτοι μὲν γὰρ ἱκανῶς ὄντες ἤδη ψυχροὶ ζῶσιν ἔτι· οἷς δ σπασμώδης διάθεσίς ἐστιν ἐν τῇ τῶν νεύρων ἀρχῇ, νεκροὶ κείμενοι παντάπασιν ἐπιπλεῖστον διαμένουσι θερμοί. εἰσὶ μὲν τῶν τοιούτων ἁπάντων οἱ σφυγμοὶ τῷ γεγυμνασμένῳ τὴν ἁφὴν εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ τήν τε τάσιν ἐνδεικνύμενοι καὶ τὴν οἷον σπασμώδη κίνησιν ἐμφαίνοντες. εἰ δέ τισι τῶν τὸν προειρημένον ἐχόντων σφυγμὸν αἱ διαχωρήσεις γένωνται πολλαὶ, συμβαίνει δὲ τοῦτο μάλιστα κατὰ τοὺς σκίῤῥους τοῦ ἥπατος, οὐκ ἔτι τούτοις σφυγμὸς μακρός ἐστιν, ἀλλἤτοι τῷ κατὰ φύσιν ἐν τῷ μήκει παραπλήσιος καὶ βραχύτερος ἔτι. καὶ μὴν καὶ τοῦτο περὶ ἁπάντων τῶν σκληρῶν τε ἅμα καὶ μικρῶν σφυγμῶν ἐπίστασθαι καλὸν, ὡς κλονώδεις γίνονται τάχιστα, καὶ ὡς ὅσοι γοὐκ εἰσὶ κλονώδεις, ἤτοι διἀῤῥωστίαν τῆς ζωτικῆς δυνάμεως, διἔκλυσιν τῆς χρείας, διἄμφω συνελθόντα τὴν τοιαύτην κίνησιν οὐ προλαμβάνουσιν. ὡς ὅταν γε καὶ χρεία δέηται μεγάλης διαστολῆς, καὶ τόνος ζωτικὸς ἐργάζεσθαι δύνηται, μόνον δἀντιλέγῃ τὸ σῶμα τῆς ἀρτηρίας, ὑπὸ σκληρότητος ἀδυνατοῦν εἰς μεγάλην ἐξαίρεσθαι διαστολὴν, κλόνος ἐν τῇ τοιαύτῃ καταστάσει γίνεται· ἄλλως δὲ ἀμήχανον γενέσθαι κλονώδη κίνησιν ἀρτηρίας. ὥστε καὶ προκείμενος σφυγμὸς ἄκλονος μὲν φαινόμενος ἄῤῥωστίαν ἐσχάτην τῆς δυνάμεως, τῆς χρείας μεγίστην ἔκλυσιν ἐνδείκνυται, κλονώδης δὲ γενόμενος εὐθὺς μὲν καὶ τόνου τι προειληφέναι δηλοῖ τὴν δύναμιν, εὐθὺς δὲ καὶ τὴν χρείαν τῆς τῶν σφυγμῶν γενέσεως οὐκ εἰς ἔσχατον ἐκλελύσθαι. καὶ μὲν δὴ καὶ μικρότητος οὐκ ἐπὶ πλεῖστον ἥκει, ὥσπερ προκείμενος σφυγμὸς ἥκειν ἐλέγετο. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ καὶ χωρὶς κλόνου μακρότερος μὲν εἴη τοῦ κατὰ φύσιν σφυγμὸς, στενώτερος δὲ καὶ ταπεινότερος, οὐ μὴν ἐπὶ πλεῖστόν γε καθἕκαστον αὐτῶν ἀποκεχωρηκὼς τοῦ κατὰ φύσιν, ἀλλἐπὀλίγον ἐπισκέπτεσθαι προσήκει, πότερα σκληρὸς ὢν οὐκ ἔτι κλονώδης, ὅλως οὐ μετέχει σκληρότητος. εἰ μὲν γὰρ σκληρὸς ὢν ἄκλονος εἴη, ψύξιν, ἀῤῥωστίαν δυνάμεως, τὸ συναμφότερον ἐνδείκνυται, διορίζεσθαι δἐκ τῶν παρεπομένων· ὅτῳ μὲν γὰρ ἐπὶ καταψύξει μόνῃ τοιοῦτος σφυγμός ἐστιν, εὐθὺς καὶ βραδύτης αὐτῷ καὶ ἀραιότης συνυπάρχει· ὅτῳ δἐπἀσθενείᾳ δυνάμεως, ἀμυδρότης ἀχώριστος. ἀλλεἰ μὲν τὰ τῆς χρείας ἄτρεπτα διεφυλάττετο, τοσούτῳ τοῦ κατὰ φύσιν σφυγμὸς ἔσται θάττων τε καὶ πυκνότερος ὅσον μικρότης ἐξετράπετο τοῦ συμμέτρου. εἰ δὅσῳ περ δύναμις ἀῤῥωστοτέρα, τοσούτῳ καὶ τῆς χρείας ἔκλυσις, ὅμοιος τῷ κατὰ φύσιν σφυγμὸς φανεῖται κατἀμφοτέρας τὰς διαφορὰς καὶ οὔτε θάττων οὔτε βραδύτερος, οὔτε πυκνότερος οὔτε ἀραιότερος· εἰ δὲ θάτερον ὑπερέχει, κατὰ τὴν τῆς ὑπεροχῆς ἀναλογίαν, ὡς ἔμπροσθεν εἴρηται. εἰ δὲ ἅμα τε σκληρὸς εἴη καὶ κλονώδης, τὰς μὲν αὐτὰς ἐνδείξεται διαθέσεις ὑφὧν ἔμπροσθεν ἐλέγομεν ἀποτελεῖσθαι τὸν σκληρὸν σφυγμὸν, οὐ μὴν οὔτε ἄτονον, ὡς ἐπἐκείνων τὴν δύναμιν, οὔτε ἐκλελύσθαι τὴν χρείαν· εἰς ὅσον δὲ ἑκάτερον αὐτῶν βεβλαμμένον, ἐπὶ μὲν τῆς δυνάμεως κατὰ σφοδρότητά τε καὶ ἀμυδρότητα δηλώσει διαφορὰ σὺν τῷ ποσῷ τοῦ κλόνου, ἐπὶ δὲ τῆς χρείας κατὰ τάχος τε καὶ πυκνότητα, κᾀνταῦθα σὺν τῷ ποσῷ τοῦ κλόνου, τὰ δἄλλα ἐκ τῶν προειρημένων συντεκμαίρεσθαι· ὡσαύτως δὲ κᾂν μήτὀλίγῳ μήτε πολλῷ τοῦ κατὰ φύσιν ἐξίστηται κατὰ τὰς τρεῖς διαφορὰς, ἀλλὰ μετρίως πως καὶ μέσως, ἐκ τῶν εἰρημένων διαιρεῖσθαι. πολλάκις δἐπὶ τῶν τοιούτων σφυγμῶν, λέγω δὲ τῶν ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν εἰς μῆκός τε καὶ στενότητα καὶ ταπεινότητα τὴν μεταβολὴν ἐσχηκότων, οὐ μόνον οὐδέν τι φαίνεται σκληρότητος, ἀλλὰ καὶ μαλακότης αὐτοῖς σύνεστιν ἐπιφανής. καὶ γίνεται μὲν καὶ τῇδε διὰ τὰς αὐτὰς κατὰ γένος αἰτίας, ἐξαλλάττεται δὲ τῷ ποσῷ καθἑκάστην. εἴτε γὰρ διὰ τὴν τῆς δυνάμεως ἀσθένειαν ἐλάττων σφυγμὸς ἀποτελοῖτο τοῦ συμμέτρου, μείζων βλάβη δηλοῦται τῆς δυνάμεως, εἴτε διὰ τὴν τῆς χρείας ἔκλυσιν, ἐπιπλέον ἥκειν καὶ ταύτην κακώσεως. εἰς ὅσον γὰρ μαλακότης τοῦ χιτῶνος ἑτοιμοτέρα πρὸς τὸ μέγεθος τῆς διαστολῆς ἐστιν, εἰς τοσοῦτο τὴν μικρὸν ἐργαζομένην τὸν σφυγμὸν αἰτίαν ἐπιτετάσθαι δηλώσει. τῆς μὲν οὖν κατὰ τὴν δύναμιν ἀῤῥωστιᾶς τὸ ποσὸν  αὐτάρκως ἐδηλοῦτο διὰ τοῦ ποσοῦ τῆς ἀμυδρότητος· ἐξ ἐπιμέτρου δἂν εἴη καὶ τὸ νῦν εἰρημένον. δὲ τῆς χρείας ἔκλυσις εἰς ὅσον ἥκει κακώσεως ἐκ μόνων τῶν εἰρημένων σημείων εὑρίσκεται, περὶ ὧν εἰρήσεταί τι καὶ διὰ τῶν ἐφεξῆς, ὅταν ἐπιπλέκωμεν ἀλλήλοις τὰ γένη τῶν σφυγμῶν. νυνὶ γὰρ οὐ τοῦθἡμῖν τὸ προκείμενον, ἀλλὰ περὶ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐγχειρήσαντες λέγειν ἠναγκάσθημεν ἐφάψασθαι καὶ τῶν ἄλλων. αὖθις οὖν ἐπὶ τὸ προτεθὲν ἐξ ἀρχῆς ἐπανέλθωμεν, ἐπὶ τὰ λοιπὰ γένη μεταβαίνοντες. οὐδὲν γὰρ οἶμαι δεῖν ἔτι τοὺς ἄλλους ὁμοίως ἐπανέρχεσθαι σφυγμοὺς ἐκ τοῦ διαγράμματος, ἀλλὰ κατὰ τὴν αὐτὴν μέθοδον ἣν νῦν ἐπὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ πεποιήμεθα, καὶ περὶ τῶν ἄλλων ἑκάστου διορίζεσθαι, πρῶτον μὲν ἀποχωρίζοντας ὅσα διὰ τὴν τοῦ σώματος σχέσιν ἐξαλλάττονται κατὰ μῆκος, πλάτος, βάθος, ὡς μὴ μεγάλοι μόνον, μικροὶ φαίνεσθαι· δεύτερον δὲ τὰς αἰτίας ἐπισκεπτομένους διἃς ἤτοι μείζονες τοῦ κατὰ φύσιν μικρότεροι γίνονται. περὶ μὲν δὴ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς γένους τῶν σφυγμῶν αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα.
§5 Περὶ δὲ τῆς εἰς τάχος τε καὶ βραδύτητα μεταβολῆς αὐτῶν, ὅπερ ἰδιαίτατόν ἐστι γένος αὐτῆς τῆς κινήσεως τῶν ἀρτηριῶν, ἑξῆς ἂν εἴη ῥητέον. ἀρκτέον δὲ κᾀνταῦθα πάλιν ἀπὸ τοῦ διαστείλασθαι τὴν ὁμωνυμίαν. λέγεται δὴ ταχὺς σφυγμὸς μὲν ὡς πρὸς τὸν σύμμετρον, δὲ ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα. καὶ μὲν δὴ καὶ αὐτὸς σύμμετρος μὲν ἁπλῶς ἐστιν κατὰ τὴν ἀρίστην δηλονότι φύσιν, δὲ καθἕκαστον ἄνθρωπον ἀμέμπτως ὑγιαίνοντα. κρίνεται δοὗτος ἐν τῇ πρὸς τὸν ἁπλῶς σύμμετρον παραβολῇ, καὶ διδάσκει τὴν κρᾶσιν ὁποία τίς ἐστιν. μὲν οὖν θάττων θερμοτέραν, δὲ βραδύτερος ψυχροτέραν ἐνδείκνυται τὴν κρᾶσιν. οὐ μὴν εὑρεῖν γἀκριβῶς ἔστι μόνην εἰς τάχος καὶ βραδύτητα μεταβολὴν οὔτἐν τοῖς κατὰ φύσιν οὔτἐν τοῖς οὐ κατὰ φύσιν ἔχουσι σώμασιν. γὰρ θερμότερος τῆς ἁπλῶς συμμέτρου κράσεως εἰ θάττονα φαίνοιτο τὸν σφυγμὸν ἔχων, ἐξ ἀνάγκης αὐτὸν ἔχει μείζονα, τε τοῦ κατὰ φύσιν ἑαυτοῦ σφυγμὸν κατά τινα καιρὸν ἔχων θάττονα καὶ μείζονα πάντως ἔχει. οὐ μὴν πυκνότερός γε οὐδέτερος αὐτῶν ἐξ ἀνάγκης. ἐν γὰρ τῷ παραύξεσθαι τὴν θερμασίαν ἐπὶ πλέον πυκνότης αὐτοῖς προσγίνεται. τῷ τάχει τοίνυν ἐνίοτε μὲν καὶ τὸ μέγεθος, ἔστι δὅτε καὶ πυκνότης σύνεστι, ὥσπερ αὖ πάλιν ἐνίοτε πυκνότης μόνον, ὅταν ἀπολιπόντες τινὰ τὴν ἐνδεχομένην ἐν ἐκείνῳ τῷ καιρῷ μεγίστην διαστολὴν ἔχοντα, μετὰ ταῦτἐπανελθόντες εὕρωμεν ἴσον μὲν τὸ μέγεθος, ἐπιτεταμένον δὲ τὸ τάχος. ἐξ ἀνάγκης γὰρ τῷ τοιούτῳ καὶ πυκνότης συνεπιτέταται. εἰ δὲ ἐκλελυμένην τὴν χρείαν τῶν σφυγμῶν ἔχοντά τινα καταλιπόντες ἐπανελθόντες εὕροιμεν εἰς τάχος ἐπιδεδωκότα τὸν σφυγμὸν, οὐδὲ τότε μόνον εἰς τάχος ἐπέδωκεν, ἀλλὰ καὶ εἰς πυκνότητα μὲν πάντως ἐγχωρεῖ καὶ εἰς μέγεθος, ἐπειδή περ τῆς χρείας ἔκλυσις εἰς ἀραιότητα μὲν ἐναργέστερον, ἐφεξῆς δὲ εἰς βραδύτητα, καὶ τρίτον εἰς μικρότητα τρέπει τὸν σφυγμόν. οὕτω δὲ καὶ αἱ εἰς βραδύτητα μεταβολαὶ τῶν σφυγμῶν αἱ μὲν ἐκ τοῦ κατὰ φύσιν εὐθὺς καὶ εἰς ἀραιότητα τρέπονται, πολλάκις δὲ καὶ εἰς μικρότητα, ὅταν ἐπιπλέον χρεία μεμείωται· αἱ δἐκ τῶν οὐ κατὰ φύσιν καταστάσεων αἱ μὲν ἐπὶ παρηυξημένῃ τῇ χρείᾳ, πολλάκις μὲν μετὰ τῆς εἰς μικρότητα τροπῆς, ἔστι δὅτε μετὰ τῆς ἀραιότητος, καί ποτε μετὰ τῆς εἰς ἀμφότερα· αἱ δἐπὶ μεμειωμένῃ τῇ χρείᾳ μεταβολαὶ τῶν σφυγμῶν εἰς βραδύτητα μετὰ ἀραιότητός τε καὶ μικρότητος γίνονται. αὗται μὲν αἱ πρῶταί τε καὶ ἁπλούσταται τροπαὶ τῶν σφυγμῶν εἰς τάχος καὶ βραδύτητα, καὶ τούτων αἰτίαι προηγούμεναί τε καὶ προκατάρχουσαι κατὰ τὸν αὐτὸν τρόπον εὑρισκόμεναι ταῖς ἐπὶ μεγέθους τε καὶ μικρότητος εἰρημέναις. αἱ δἐπίμικτοί τε καὶ σύνθετοι τροπαὶ μετὰ σφοδρότητός τε καὶ ἀμυδρότητος μαλακότητος συνίστανται. περὶ ὧν καὶ αὐτῶν ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι προσήκει κατὰ τὴν αὐτὴν μέθοδον, ἣν ἐν τῷ περὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ λόγῳ διήλθομεν, ἕνεκα τοῦ γνῶναι διὰ τίνα τὴν αἰτίαν εἰς τάχος βραδύτητα τὴν ἀλλοίωσιν σφυγμὸς ἐποιήσατο. δυνατὸν μὲν γάρ ἐστιν, ὡς εἴρηται, διὰ τὴν χρείαν ἐπιταθεῖσαν εἰς τάχος ἐπιδοῦναι τὸν σφυγμὸν, οὐκ ἀδύνατον δὲ καὶ διὰ τὴν μαλακότητα τῆς ἀρτηρίας καὶ τὴν ἰσχὺν τῆς δυνάμεως. ἀλλὅταν μὲν ἄτρεπτος κατὰ μαλακότητα καὶ σκληρότητα καὶ σφοδρότητα καὶ ἀμυδρότητα, διὰ τὴν χρείαν μόνην ἀλλοίωσις· ὅταν δὲ καὶ μετὰ τούτων τινὸς, ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι προσήκει τὸ ἐπικρατοῦν αἴτιον, ὡς ἔμπροσθεν ἐδείκνυμεν, οἷον εὐθέως εἰ μετὰ τοῦ θάττων εἶναι μαλακώτερος φαίνοιτο, προσήκει σκοπεῖσθαι πότερον τοσούτῳ θάττων ὅσῳ μαλακώτερος, πλέονι. εἰ μὲν γὰρ ὅσῳ περ μαλακώτερος τοσούτῳ καὶ θάττων, ἐπὶ τῇ μαλακότητι μόνῃ τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι θάττων μαλακώτερος, οὐκ ἐπὶ τῇ μαλακότητι μόνον, ἀλλὰ καὶ διὰ τὴν χρείαν ἐπιταθεῖσαν. εἰ δαὖ πλέονι μαλακώτερος ἤπερ θάττων, ὅσῳ πλέονι μαλακώτερος, τοῦτἐκ τῆς κατὰ μόνην τὴν χρείαν ἐκλύσεως ἀφῃρέθη. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ μετὰ τοῦ θάττων γενέσθαι καὶ σφοδρότερος γένοιτο, σκεπτέον εἰ τοσούτῳ θάττων ὅσῳ σφοδρότερος. οὕτω μὲν γὰρ ἂν ῥώμη μόνη τῆς δυνάμεως τοῦ τάχους αἰτία εἴη. εἰ δἔλαττον σφοδρότερος ἤπερ θάττων, ὅσῳ θάττων, τοῦτἐκ τῆς χρείας αὐξηθείσης προσῆλθεν. εἰ δὲ πλέονι σφοδρότερος ἤπερ θάττων, οὐχ ῥώμη τῆς δυνάμεως μόνον, ἀλλὰ καὶ ψύξις τις ἠλλοίωσε τοὺς  σφυγμούς. εἰ δὲ θάττων τε ἅμα καὶ μαλακώτερος καὶ σφοδρότερος φαίνοιτο, ἱκανῶς γεγυμνασμένου δεῖται, γνωσομένου πότερον τοσούτῳ θάττων ἐστὶ τοῦ κατὰ φύσιν ὅσον ἐξ ἀμφοῖν τῶν αἰτίων ἐγένετο, τῆς τε μαλακότητος καὶ τῆς εὐτονίας, οὐ τοσούτῳ. εἰ μὲν γὰρ τοσούτῳ, διἐκεῖνα μόνα τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι, καὶ διὰ τὴν τῆς χρείας ἐπίτασιν· εἰ δἐλάττονι, καὶ διὰ τὴν τῆς χρείας ἔκλυσιν. οὕτω δὲ κᾀπὶ τῆς εἰς βραδύτητα τροπῆς τῶν σφυγμῶν ἐπισκεπτέον εἴτε διὰ τὴν χρείαν μόνην ἐκλυθεῖσαν, εἴτε διἀῤῥωστίαν τῆς δυνάμεως, εἴτε διὰ σκληρότητα τῶν ὀργάνων ἀλλοίωσις ἐγένετο. διὰ μὲν οὖν τὴν χρείαν μόνην εὔλογον ἠλλοιῶσθαι τὸν σφυγμὸν, ὅταν μήτε σκληρότερος εὑρίσκηται μήτἀτονώτερος· διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, ὅταν ὅσῳ περ ἀμυδρότερος, τοσούτῳ καὶ βραδύτερος. οὕτῳ δὲ καὶ διὰ τὴν σκληρότητα τῶν ὀργάνων, ἐπειδὰν ὅσῳ σκληρότερος τοσούτῳ καὶ βραδύτερος. εἰ μέντοι φαίνοιτο πλέονι τοῦ συμμέτρου βραδύτερος, ἐλάττονι δἀμυδρότερος, ἐξ ἀτονίας τε καὶ καταψύξεως ἐγένετο τοιοῦτος. καὶ τό γε δυναστεῦον ἐν αὐτῷ τῶν αἰτίων εὑρήσεις ἐκ τῆς πρὸς τὸν κατὰ φύσιν τε καὶ σύμμετρον παραβολῆς. εἰ μὲν γὰρ ἀμυδρότης ἀριθμοῖς εἰ τύχοι πέντε τοῦ κατὰ φύσιν ἐξίστασθαι φαίνοιτο, πέντε καὶ δέκα ἀριθμοῖς βραδύτης, ἐπικρατεῖν ἐν τῇ τοῦ τοιούτου σφυγμοῦ γενέσει τὸ ψυχρὸν αἴτιον, οὐ τὴν ἀτονίαν τῆς δυνάμεως αἰτίαν ὑποληπτέον· εἰ δὲ πεντεκαίδεκα μὲν ἀριθμοῖς βραδύτης φαίνοιτο, δέκα δἀριθμοῖς ἀμυδρότης, ἀτονία πλέον ἐν τῇ τοῦ σφυγμοῦ γενέσει δύναται τῆς ψυχρότητος· εἰ δἐλάττονι μὲν εἴη βραδύτερος, ἀμυδρότερος δὲ πλέονι, διά τε τὴν ἀτονίαν τῆς δυνάμεως καὶ προσέτι θερμότητα τοιοῦτος ἐγένετο. καὶ τό γε μέγεθος ἑκατέρου τῶν αἰτίων ἐκ τῆς κατὰ τὴν ἀναλογίαν ὑπεροχῆς εὑρήσεις, μεμνημένων ἡμῶν ὡς ἅπαντα ταῦτα λέγεται τῆς ἐπικτήτου κινήσεως ἀφωρισμένης. ὡσαύτως δὲ κᾀπειδὰν εἰς βραδύτητα τῆς τροπῆς γενομένης εὑρίσκηται τις σκληρότης, ἐπισκεπτέον εἴθὑπὸ μόνης τῆς σκληρότητος ἀλλοίωσις, εἴθὑπἀμφοῖν ἐγένετο. εἰ μὲν γὰρ ὅσῳ περ σφυγμὸς βραδύτερος ἐγένετο τοσούτῳ καὶ σκληρότερος φαίνοιτο, διὰ τὴν σκληρότητα μόνην ἀλλοίωσις, εἰ δὲ πλέονι βραδύτερος ἤπερ σκληρότερος, οὐ διὰ τὴν σκληρότητα μόνην, ἀλλὰ καὶ διὰ τὴν ψύξιν. εὑρήσεις δὲ κᾀνταῦθα τὸ ἰσχυρότερον αἴτιον, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται. εἰ δὲ πλέονι μὲν εἴη σκληρότερος, ἐλάττονι δὲ βραδύτερος, οὐ διὰ τὴν σκληρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν θερμότητα τοιοῦτος ἐγένετο. γνώσῃ δὲ κᾀνταῦθα τὸ μέγεθος ἑκατέρου τῶν αἰτίων ἐκ τῆς κατὰ τὴν ἀναλογίαν ὑπεροχῆς. εἰ δὲ βραδύτερός τε ἅμα καὶ σκληρότερος καὶ ἀμυδρότερος εἴη, γεγυμνασμένου κᾀνταῦθα χρεία τοῦ γνωσομένου, πότερον τοσούτῳ βραδύτερός ἐστι τοῦ κατὰ φύσιν ὅσον ἐξ ἀμφοῖν τῶν αἰτίων ἐγένετο, τῆς ἀτονίας τε καὶ σκληρότητος, οὐ τοσούτῳ. εἰ μὲν γὰρ τοσούτῳ, διἐκεῖνα μόνα τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι, καὶ διὰ τὴν τῆς χρείας ἔκλυσιν· εἰ δἐλάττονι, καὶ διὰ τὴν τῆς χρείας ἐπίτασιν.
§6–9
§6 Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα, βραχύ τι τὸν λόγον ἐπιστήσαντες ἐνταῦθα πρὶν ἐπἄλλο τι μεταβῆναι γένος εἴπωμέν τινα πρός τε τὰ προειρημένα καὶ πρὸς τὰ μέλλοντα λεχθήσεσθαι χρήσιμα. τεττάρων γὰρ οὐσῶν γενικῶν διαφορῶν ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν, πρώτης μὲν οἰκειοτάτης τοῖς σφυγμοῖς τῆς κατὰ τὸ ποιὸν τῆς κινήσεως, δευτέρας δὲ τῆς κατὰ τὸ ποσὸν τῆς διαστολῆς, ἡμεῖς καὶ νῦν κᾀν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν οὐ τῆς κυριωτέρας διαφορᾶς ἐμνημονεύσαμεν, ὅτι χαλεπωτέραν ἔχει τὴν διάγνωσιν, ἀλλὰ τῆς τοῖς εἰσαγομένοις διαγνωσθῆναι σαφεστέρας καὶ διὰ τοῦτο καὶ δηλῶσαί τι χρησιμωτέρας. ὑπάρχει δαὐτῇ καὶ τοῦτἴδιον ἐξαίρετον, ὅπερ οὐδεμιᾷ τῶν ἄλλων, τὸ φαίνεσθαι μὲν ἑπτὰ καὶ εἴκοσι διαφορὰς σφυγμῶν ἐν αὐτῇ, κατἀλήθειαν δεἶναι τρεῖς. ἐν γὰρ τοῖς ἄλλοις ἅπασι γένεσιν ὅσαι πέρ εἰσιν αἱ διαφοραὶ φύσει, τοσαῦται καὶ φαίνονται. λοιπὰ δὲ ἄλλα δύο γένη σφυγμῶν ἐστι κατὰ τὴν διαστολὴν, τὸ μὲν ἕτερον ἐνδεικτικὸν τῆς δυνάμεως, τὸ δὲ ἕτερον τοῦ χιτῶνος τῆς ἀρτηρίας, ἔσχατόν τε καὶ ὡς ἂν φαίη τις οὐκ οἰκεῖον οὐδὲ συγγενὲς, ἀλλἐπίκτητον γένος σφυγμῶν. ὑπάρχει δὲ τοῖς μὲν δύο τούτοις γένεσιν ἀεὶ τὴν αἰτίαν ὑφἧς γίνεται σαφῶς ἐνδείκνυσθαι, τοῖς δἄλλοις δύο τοῖς προειρημένοις οὐκ ἀκί. καὶ γὰρ καὶ συμβέβηκε τοῖς μὲν δύο τοῖς ὑστέροις γένεσιν ὑπὸ μιᾶς αἰτίας ἑκάτερον δημιουργεῖσθαι, τοῖς πρώτοις δὲ δύο πρὸς ἁπασῶν τῶν αἰτιῶν, ἃς τρεῖς εἶναι πολλάκις ἐδείξαμεν. ὅθεν καὶ χαλεπώτερος ἐπὶ τῶν πρώτων δύο γενῶν λόγος ἐστὶν καὶ διορισμῶν χρῄζων πλειόνων εἰς τὴν τῆς αἰτίας εὕρεσιν. ἐπὶ δὲ τῶν ὑπολοίπων δυοῖν τό τε γένος τῆς αἰτίας ἓν καθἑκάτερον τε τοῦ ποσοῦ διάγνωσις ἀφωρισμένη.
§7 Σφοδρὸς μὲν σφυγμὸς ὑπὸ ῥώμης ἀεὶ γίνεται δυνάμεως, καὶ ὅσῳ γε σφοδρότερος τοσούτῳ καὶ τὴν ῥώμην τῆς δυνάμεως ἐπιτετάσθαι δηλοῖ· ἀμυδρὸς δὲ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως, καὶ ὅσῳ γἂν ἀμυδρότερος τοσούτῳ καὶ τὴν δύναμιν ἀσθενεστέραν ὑπάρχειν ἐνδείκνυται. κατὰ ταὐτὰ δὲ καὶ μὲν σκληρὸς σφυγμὸς ὑπὸ σκληροῦ χιτῶνος τῆς ἀρτηρίας ἀποτελεῖται, δὲ μαλακὸς ὑπὸ τοῦ μαλακοῦ. καὶ δὴ τὸ ποσὸν τῆς κατὰ τὸν σφυγμὸν σκληρότητός τε καὶ μαλακότητος ἐνδεικτικόν ἐστι τοῦ ποσοῦ τῆς κατὰ τὴν ἀρτηρίαν σκληρότητος καὶ μαλακότητος.  ἀλλ μὲν τοῦ σκληροῦ καὶ μαλακοῦ μέσος, ὅσπερ καὶ σύμμετρος ὀνομάζεται, πρῶτός τἐστὶν αὐτῶν τῇ φύσει καὶ μόνος κατὰ φύσιν. ἀμυδροῦ δὲ καὶ σφοδροῦ κατὰ τοῦτον μὲν τὸν λόγον οὐδείς ἐστι μέσος. μὲν γὰρ ἀμυδρὸς ἀῤῥωστούσης τε καὶ παρὰ φύσιν ἐχούσης τῆς δυνάμεώς ἐστιν ἔγγονος, δὲ σφοδρὸς εὐρωστούσης τε καὶ κατὰ φύσιν διακειμένης. καθἕτερον δὲ τρόπον, ὡς κᾀν τοῖς ἔμπροσθεν ἐλέγομεν, εἴη ἄν τις μέσος ἀμυδροῦ καὶ σφοδροῦ. δὲ τρόπος κατὰ τὴν διάγνωσίν ἐστι τῆς ἐπιβαλλομένης ἁφῆς, ἡνίκα μὲν ἀνατρέπηται πρὸς τοῦ σφυγμοῦ, σφοδρὸν ἡμῶν αὐτὸν ὀνομαζόντων, ἡνίκα δἀνατρέπῃ τὸν σφυγμὸν, ἀμυδρὸν, ἡνίκα δὲ οὐδέτερον, ἐν τῷ μέσῳ τοῦτον εἶναι λεγόντων ἀμυδροῦ τε καὶ σφοδροῦ, παρὰ φύσιν ὄντα καὶ αὐτὸν, ὥσπερ καὶ τὸν ἀμυδρόν. αἱ δἀλλοιώσεις τῶν σφυγμῶν αἱ μὲν εἰς ἀμυδρότητα καὶ σφοδρότητα καὶ μόναι γίνονται πολλάκις καὶ ὑφἑνὸς αἰτίου. ὅταν γὰρ τοῦ χιτῶνος τῆς ἀρτηρίας ἅμα τῇ χρείᾳ κατὰ φύσιν ἔχοντος ἐπὶ βραχύ πως ἀλλοιωθῇ τὰ τοῦ τόνου τῆς δυνάμεως, ἀμυδρότερος μὲν σφοδρότερος ἐν τούτῳ τοῦ πρόσθεν σφυγμὸς γίνεται, τῶν δὲ ἄλλων γενῶν οὐδὲν αὐτῷ συμμεταβάλλει. οὕτως μὲν δὴ μόναι γίγνονται καὶ ὑφἑνὸς αἰτίου· καθἕτερον δαὖ τρόπον ὑπὸ μιᾶς μὲν αἰτίας, οὐ μόναι δέ. τῆς μὲν οὖν δυνάμεως ἐπὶ πλέον ἐκλυθείσης, ἐπιταθείσης, εἰ καὶ τῶν ἄλλων αἰτίων τῶν συνεκτικῶν μηδέποτε ἀλλοιωθείη, τὴν μὲν τροπὴν τῶν σφυγμῶν ὑφἑνὸς αἰτίου γενέσθαι συμβήσεται, γένος δοὐχ ἓν ἀλλοιωθῆναι μόνον. τε γὰρ ἐπὶ πλέον ἀῤῥωστοτέρα δύναμις οὐ μόνον ἀμυδρὸν, ἀλλὰ καὶ μικρὸν ἐργάζεται τὸν σφυγμὸν, καὶ διότι μικρὸν, διὰ τοῦτο καὶ πυκνὸν, τἐπὶ πλεῖστον ῥωσθεῖσα σὺν τῷ σφοδρότατον εὐθέως καὶ μείζονα τὸν σφυγμὸν ἀποτελεῖ, καὶ εἰ μηδὲν ὑπαλλάττοιτο χρεία, καὶ ἀραιότερον. δεἰς σκληρότητά τε καὶ μαλακότητα μεταβολὴ τῶν σφυγμῶν εἰ μὲν ὑφἑνὸς αἰτίου γίνοιτο, πάντως καὶ τῶν ἄλλων τι συμμεταβάλλοι γενῶν. εἰ δὲ μόνη συνίσταται, τῶν πλειόνων αἰτίων συνελθόντων ἀποτελεῖται. ἅμα δὲ μόνη τε καὶ ὑφἑνὸς αἰτίου κατοὐδένα τρόπον γίνεται, πλὴν εἰ παντελῶς ἐλάχιστον ἐκτραπῇ τοῦ κατὰ φύσιν, ὥστε βραχυτάτῳ μέν τινι γενέσθαι σκληρότερον τὸν σφυγμὸν, ἴσον μέντοι κατὰ τὸ μέγεθος. οὕτω γὰρ οὐδὲ τὸ τάχος οὐδ πυκνότης ὑπαλλαχθήσεται. σαφεστέρας δὲ καὶ μείζονος τῆς σκληρότητος γινομένης ἀνάγκη καὶ τὸν σφυγμὸν γενέσθαι μικρότερον, καὶ τοσοῦτόν γε πυκνότερον ὅσον μικρότερον. εἰ δἅμα τε σκληρότερος χιτὼν τῆς ἀρτηρίας γένοιτο καὶ θερμότης αὐξηθείη, σκληρότερος μὲν ἂν σφυγμὸς ἐπὶ τοσοῦτον εἴη τοῦ κατὰ φύσιν ἐφὅσον καὶ χιτὼν τῆς ἀρτηρίας· ἐν μέντοι τῷ μεγέθει τῷ κατὰ φύσιν ἴσος, εἴπερ ὅσον τὸ θερμὸν ἐγένετο τοῦ συμμέτρου τοσούτῳ καὶ χιτὼν τῆς ἀρτηρίας σκληρότερος τοῦ κατὰ φύσιν. ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ μέτρια πρός γε τὴν ἐνεστῶσαν ὑπόθεσιν, ἑξῆς ἂν εἴη τὰς προηγουμένας καὶ προκαταρχούσας αἰτίας τῶν προειρημένων δύο γενῶν διελθεῖν.
§8 Αἱ μὲν οὖν αὐξάνουσαι τὴν ῥώμην τῆς δυνάμεως αἰτίαι προηγούμεναι αἱ μὲν ἐν αὐτῷ τῷ σώματι χυμοί τέ τινές εἰσιν ἡμίπεπτοί τε καὶ ἄπεπτοι, πεττόμενοι νῦν, τἐπὶ τὴν κρίσιν ὁρμὴ τῆς φύσεως, εἰ μὴ ἄρα καὶ ἥδε κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, ἔτι δὲ πρὸς τούτοις θυμός· αἱ δἔξωθεν οἶνός τε καὶ τροφαὶ καὶ γυμνάσια μέτρια, καὶ προσέτι τὰ τὴν δυσκρασίαν ἐπανορθούμενα τοῦ σώματος αὐτοῦ τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν εἴτουν ἐδέσματα εἴτε πόματα, εἴτε καὶ φάρμακα εἴη. καταλύουσι δὲ τὴν δύναμιν ἀσιτίαι τε καὶ ἀγρυπνίαι καὶ φροντίδες καὶ λῦπαι καὶ κενώσεις ἄμετροι διὰ γαστρὸς, οὔρων, ἐμέτων, μήτρας, τινος αἱμοῤῥαγίας, καὶ αἱ σφοδραὶ τῶν ὀδυνῶν, μετά τινος ἰδιότητος γινόμεναι, καθάπερ καὶ στομαχικὴ καλουμένη διάθεσις, ἐφ συγκόπτονται. ἔτι τε πρὸς τούτοις ἅπανθὅσα δυσκρασίαν ἐργάζεται κατὰ τὴν καρδίαν, τὰς ἀρτηρίας, εἴτουν ἐν τῷ σώματι περιεχόμενα, τὰ μὲν ἐν ὑγροῖς, τὰ δἐν τοῖς στερεοῖς, εἴτε καὶ τούτων ἔξωθεν προηγούμενα. καὶ ταῦτα σύμπαντα καταλύει τὴν δύναμιν ἀμέτρως ὑγραίνοντα καὶ ξηραίνοντα καὶ θερμαίνοντα καὶ ψύχοντα καὶ διαφοροῦντα. ὅσαι δὲ αἰτίαι προηγούμεναί τε καὶ προκατάρχουσαι τὸν σφυγμὸν ἐργάζονται σκληρότερον, εἴρηνται πρόσθεν ἐν τῷ περὶ τοῦ μακροῦ τε ἅμα καὶ στενοῦ καὶ ταπεινοῦ λόγῳ. ὥστοὐδὲν ἔτι δεῖ νῦν αὐτὰς ἐπέρχεσθαι, μόνας δὲ τὰς τοῦ μαλακοῦ προσθέντας ἐνταυθοῖ που καταπαύειν ἤδη τὸν λόγον.
§9 Μαλακὴν οὖν ἐργάζονται τὴν ἀρτηρίαν αἵ θὑγραὶ τροφαὶ καὶ τὰ πλείω λουτρὰ καὶ ὕπνοι πολλοὶ καὶ ἁβροτέρα δίαιτα καὶ θυμηδία. ταῦτα μὲν ἐν τῷ κατὰ φύσιν ἔχειν· ἐν δὲ τῷ παρὰ φύσιν ἐν κώμασι καὶ ληθάργοις καὶ ὑδέροις, ὅσα τἄλλα τοὺς χιτῶνας τῶν ἀρτηριῶν ὑγρότητι πολλῇ καὶ μάλιστα φλεγματώδει διαβρέχει, περὶ ὧν ἐπὶ πλέον εἰρήσεται διὰ τῶν ἑξῆς, ὁπόταν ὑπὲρ τῶν παθῶν λόγος . νῦν δἤδη καιρός ἐστι καταπαύειν τὸν ἐνεστῶτα λόγον εἰς ἓν ἀθροίσαντα κεφάλαιον ὅσον ἐξ αὐτοῦ χρήσιμον. ἔστι δὲ τόδε. τὴν ἐνεστῶσαν διάθεσιν ἑκάστου τῶν συνεκτικῶν αἰτίων οἱ σφυγμοὶ πρώτην ἐνδείκνυνται. γνωσθείσης δὲ ταύτης αἵ τε προηγησάμεναι καὶ αἱ προκατάρξασαι τῆς πρώτης αὐτῶν αἰτίαι λαμβάνονται, κᾀν τούτῳ τῶν προγεγονότων πρόγνωσις. δὲ τῶν μελλόντων πρόγνωσις ἐκ τῶν ἑπομένων ταῖς διαθέσεσι λαμβάνεται. καθὃν δὲ μάλιστα τρόπον ἕκαστον τῶν εἰρημένων γίγνοιτο ἂν, ἐν τοῖς μετὰ ταῦτα λόγοις διαιρήσομαι, πρότερόν γε κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων ὅσον ὑπόλοιπόν ἐστι νῦν ἡμῖν προτεθέντων διελθών.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up