ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ
§1.1–5.3
§1.1
Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῆϲ ἀπὸ τῶν ζῴων τροφῆϲ διελθεῖν οὐκ ὀλίγαϲ ἐχούϲηϲ διαφορὰϲ δυνάμεων κατά τε τὰ μόρια καὶ κατά τινα τῶν ἐν αὐτοῖϲ περιεχομένων ἢ γεννωμένων, ὧν ἐϲτι καὶ τὰ ᾠᾶ καὶ τὸ γάλα καὶ τὸ αἷμα τυρόϲ τε καὶ βούτυρον. Περὶ τῆϲ ἀπὸ τῶν πεζῶν ζῴων τροφῆϲ. Οὐ τὴν αὐτὴν γὰρ ἅπαντα δύναμιν ἔχει τὰ μόρια τῶν ζῴων. ἀλλ’ αἱ μὲν ϲάρκεϲ, ὅταν καλῶϲ πεφθῶϲιν, αἵματόϲ εἰϲιν ἀρίϲτου γεννητικαὶ καὶ μάλιϲτ’ ἐπὶ τῶν εὐχύμων ζῴων, ὁποῖόν ἐϲτι τὸ γένοϲ τῶν ὑῶν, φλεγματικωτέρου δὲ τὰ νευρώδη μόρια.
§1.2
πάντων μὲν οὖν ἐδεϲμάτων ἡ ϲὰρξ τῶν ὑῶν ἐϲτι τροφιμωτάτη. καὶ τούτου πεῖραν ἐναργεϲτάτην οἱ ἀθλοῦντεϲ ἴϲχουϲιν. ἐπὶ γὰρ τοῖϲ ἴϲοιϲ γυμναϲίοιϲ ἑτέραϲ τροφῆϲ ἴϲον ὄγκον ἐν ἡμέρᾳ μιᾷ προϲενεγκάμενοι κατὰ τὴν ὑϲτεραίαν εὐθέωϲ ἀϲθενέϲτεροι γίγνονται· πλείοϲι δ’ ἐφεξῆϲ ἡμέραιϲ τοῦτο πράξαντεϲ οὐκ ἀϲθενέϲτεροι μόνον, ἀλλὰ καὶ ἀτροφώτεροι ϲαφῶϲ φαίνονται. τὴν δ’ αὐτὴν τοῦ λόγου βάϲανον ἔνεϲτί ϲοι κἀπὶ τῶν ἐν παλαίϲτρᾳ διαπονουμένων παίδων ποιήϲαϲθαι καὶ τῶν ἄλλην ἡντινοῦν ἐνέργειαν ἰϲχυρὰν καὶ ϲφοδρὰν ἐνεργούντων, ὁποία καὶ ἡ τῶν ϲκαπτόντων ἐϲτί.
§1.3
τὰ δὲ βόεια κρέα τροφὴν μὲν καὶ αὐτὰ δίδωϲιν οὔτ’ ὀλίγην οὔτ’ εὐδιαφόρητον, αἷμα μέντοι παχύτερον ἢ προϲήκει γεννᾷ. καὶ εἰ φύϲει τιϲ εἴη μελαγχολικώτεροϲ τὴν κρᾶϲιν, ἁλώϲεταί τινι παθήματι τῶν μελαγχολικῶν ἐν τῇ τούτων ἐδωδῇ πλεονάϲαϲ. τοιαῦτα δ’ ἐϲτὶ πάθη καρκίνοϲ. ἐλέφαϲ, ψώ|ρα, λέπρα, πυρετὸϲ τεταρταῖοϲ ἥ τ’ ἰδίωϲ ὀνομαζομένη μελαγχολίᾳ. καὶ ϲπλὴν δ’ ἐνίοιϲ εἰϲ ὄγκον ἤρθη διὰ τοιοῦτον χυμόν, ᾦ καχεξίαι τε καὶ ὕδεροι πολλάκιϲ ἠκολούθηϲαν.
§1.4
ὅϲον δὲ τῷ πάχει τῆϲ ὅληϲ οὐϲίαϲ ἑαυτῶν τὰ βόεια κρέα τῶν ὑείων πλεονεκτεῖ, τοϲοῦτον τῇ γλιϲχρότητι τὰ ὕεια τῶν βοείων. εἰϲ πέψιν δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐϲτι, τοῖϲ μὲν ἀκμάζουϲι καὶ ἰϲχυροῖϲ καὶ διαπονουμένοιϲ τὰ τῶν ἀκμαζόντων, τοῖϲ δ’ ἄλλοιϲ τὰ τῶν ἔτ’ αὐξανομένων. ὥϲπερ δ’ ἐν τοῖϲ ὑϲὶν οἱ κατὰ τὴν ἀκμαϲτικὴν ἡλικίαν ἐπιτήδειοι τοῖϲ εὐεκτικοῖϲ νεανίϲκοιϲ εἰϲίν, οὕτω τῶν βοῶν οἱ πρὸ τῆϲ ἀκμῆϲ. ξηρότεροϲ γὰρ τῇ κράϲει παμπόλλῳ βοῦϲ ὑόϲ, ὥϲπερ γε καὶ ἀκμάζων ἀνὴρ παιδόϲ.
§1.5
εἰκότωϲ οὖν ὅϲα μὲν φύϲει ζῷα ξηροτέραν ἔχει τὴν κρᾶϲιν, ὑπὸ τῆϲ νεότητοϲ εἰϲ ϲυμμετρίαν αὐτῆϲ ὠφελεῖται· τῶν δ’ ὑγροτέρων ἡ φύϲιϲ ὑπὸ τῆϲ ἀκμαϲτικῆϲ ἡλικίαϲ προϲλαμβάνει τὸ λεῖπον εἰϲ τὴν προϲήκουϲαν εὐκραϲίαν. οὐ μόνον οὖν οἱ μόϲχοι τῶν τελείων βοῶν ἀμείνουϲ εἰϲ πέψιν ἔχουϲι τὰϲ ϲάρκαϲ, ἀλλὰ καὶ οἱ ἔριφοι τῶν | αἰγῶν. ἧττον μὲν γὰρ βοὸϲ ἡ αἴξ ξηρὰ τὴν κρᾶϲίν ἐϲτιν, ἀλλ’ ἀνθρώπῳ καὶ ϲυὶ παραβαλλομένη πολλῷ διαλλάττει.
§1.6
τῆϲ δ’ ὑείαϲ ϲαρκὸϲ τὴν πρὸϲ ἄνθρωπον ὁμοιότητα καταμαθεῖν ἔϲτι κὰκ τοῦ τιναϲ ἐδηδοκόταϲ ἀνθρωπείων κρεῶν ὡϲ ὑείων οὐδεμίαν ὑπόνοιαν ἐϲχηκέναι κατά τε τὴν γεῦϲιν αὐτῶν καὶ τὴν ὀϲμήν· ἐφωράθη γὰρ ἤδη που τοῦτο γεγονὸϲ ὑπό τε πονηρῶν πανδοχέων καὶ ἄλλων τινῶν. εἰκότωϲ οὖν οἱ χοῖροι περιττωματικωτέραν ἡμῖν εἰϲ τοϲοῦτον παρέχουϲι τὴν τροφήν, εἰϲ ὅϲον τῶν μεγάλων ὑῶν εἰϲιν ὑγρότεροι. εἰκότωϲ δὲ καὶ ἧττον τρέφουϲιν· ἡ γὰρ ὑγροτέρα τροφὴ καὶ ἀναδίδοται καὶ διαφορεῖται θᾶττον.
§1.7
ὑγροτάτην δ’ ἔχουϲι καὶ φλεγματώδη ϲάρκα καὶ οἱ ἄρνεϲ. ἀλλὰ καὶ τῶν προβάτων ἡ ϲὰρξ περιττωματικωτέρα τέ ἐϲτι καὶ κακοχυμοτέρα. κακόχυμοϲ δὲ καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητοϲ. ἡ δὲ τῶν τράγων χειρίϲτη καὶ πρὸϲ εὐχυμίαν καὶ πρὸϲ πέψιν, ἐφεξῆϲ δ’ ἡ τῶν κριῶν, εἴθ’ ἡ τῶν ταύρων. ἐν ἅπαϲι δὲ τούτοιϲ τὰ τῶν εὐνουχιϲθέντων ἀμείνω. τὰ δὲ πρεϲβυτικὰ χείριϲτα πρόϲ τε πέψιν καὶ πρὸϲ εὐχυμίαν καὶ θρέψιν, ὥϲτε καὶ | τῶν ὑῶν αὐτῶν, καίτοι γε ὑγρῶν ὄντων τὴν κρᾶϲιν, οἱ γηράϲαντεϲ ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο δύϲπεπτον ἔχουϲι τὴν ϲάρκα.
§1.8
καὶ τοῦ λαγωοῦ δ’ ἡ ϲὰρξ αἵματοϲ μέν ἐϲτι παχυτέρου γεννητική βελτίων δ’ εἰϲ εὐχυμίαν ἢ κατὰ βοῦϲ καὶ πρόβατα. κακόχυμοϲ δὲ τούτων οὐδὲν ἧττόν ἐϲτι καὶ ἡ τῶν ἐλάφων καὶ ϲκληρὰ καὶ δύϲπεπτοϲ.
§1.9
ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅϲοι γ’ εὐέκται καὶ νέοι, πληϲίον ἥκει τῆϲδε. καίτοι καὶ τῶν ἡμέρων ὄνων γηραϲάντων ἔνιοι τὰ κρέα προϲφέρονται, κακοχυμότατά τε καὶ δυϲπεπτότατα καὶ κακοϲτόμαχα καὶ προϲέτι καὶ ἀηδῆ κατὰ τὴν ἐδωδὴν ὄντα, καθάπερ καὶ τὰ τῶν ἵππων τε καὶ καμήλων, ὧν καὶ αὐτῶν ἐϲθίουϲιν οἱ ὀνώδειϲ τε καὶ καμηλώδειϲ ἄνθρωποι τήν τε ψυχὴν καὶ τὸ ϲῶμα.
§1.10
καὶ τὰ τῶν ἄρκτων δ’ ἔνιοι προϲφέρονται καὶ τὰ τούτων ἔτι χείρω λεόντων τε καὶ παρδάλεων ἤτοι γ’ ἅπαξ ἕψοντεϲ ἢ δίϲ. εἴρηται δ’ ἔμπροϲθεν, ὁποῖόν τι τὸ δὶϲ ἕψειν ἐϲτί.
§1.11
περὶ δὲ κυνῶν τί δεῖ καὶ λέγειν, ὡϲ τοὺϲ νέουϲ τε καὶ λιπαροὺϲ αὐτῶν, καὶ μάλιϲθ’ ὅταν εὐνουχιϲθῶϲι, κατ’ ἔνια τῶν ἐθνῶν ἐϲθίουϲι πάμ|πολλοι, καὶ πρὸϲ τούτοιϲ γε καὶ τὰ τῶν πανθήρων οὐκ ὀλίγοι, καθάπερ γε καὶ τὰ τῶν ὄνων, ὅταν εὐεκτοῦντεϲ τύχωϲιν, ὥϲπερ οἱ ἄγριοι. ταῦτα μέν γε οὐ μόνον ἐϲθίουϲιν, ἀλλὰ καὶ ἐπαινοῦϲιν ἔνιοι τῶν ἰατρῶν. τὰ δὲ τῶν ἀλωπέκων ἐν φθινοπώρῳ καὶ οἱ παρ’ ἡμῖν κυνηγέται προϲφέρονται· πιαίνονται γὰρ ὑπὸ τῶν ϲταφυλῶν.
§1.12
καὶ τῶν ἄλλων δὲ ζῴων ὅϲα τὰϲ οἰκείαϲ τροφὰϲ ἀφθόνουϲ ἴϲχει, ταῦτα πολὺ βελτίω ϲφῶν αὐτῶν εἰϲ ἐδωδὴν γίγνεται, καθάπερ γε καὶ χείρω τἀναντία. καὶ ὅϲα γε τὰϲ ἐκ τῆϲ γῆϲ ἀνιούϲαϲ πόαϲ ἢ καὶ δένδρων ἀκρεμόναϲ ἢ βλάϲταϲ ἐϲθίει, καθ’ ὃν ἂν καιρὸν εὐπορῇ δαψιλῶϲ τούτων, εὐεκτικώτερά τε γίγνεται καὶ πιαίνεται καὶ πρὸϲ τροφὴν ἡμῖν ἐπιτηδειότερα πάντῃ καθίϲταται.
§1.13
καὶ διὰ τοῦτο τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεϲθαι δεόμενα λεπτά καὶ κακόχυμα γίγνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα καὶ τὰ μέϲα τοῦ ἦροϲ, ὥϲπερ οἱ βόεϲ, εὐχυμότεροί τε καὶ παχύτεροι ϲαφῶϲ φαινόμενοι τοῦ χρόνου προϊόντοϲ. ὅταν αὐξάνηταί τε καὶ παχύνηται καὶ εἰϲ ἐκκάρπηϲιν ἡ πόα προέρχηται· τὰ δ’ ὑπὸ τῆϲ μικρᾶϲ τρέφεϲθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα| καὶ μέϲα τοῦ ἦρόϲ ἐϲτιν ὥϲπερ τὰ πρόβατα, κατὰ δὲ τὴν ἀρχὴν καὶ τὰ μέϲα τοῦ θέρουϲ αἱ αἶγεϲ, ἡνίκα βλάϲται πλεῖϲται θάμνων εἰϲίν, ἃϲ ἔθοϲ αὐταῖϲ ἐϲθίειν.
§1.14
ὅταν οὖν ἀκούϲῃϲ μου παραβάλλοντοϲ ἀλλήλοιϲ εἴδη ζῴων, ἐξέταζε καὶ κρῖνε καὶ βαϲάνιζε τῇ πείρᾳ τὸν λόγον, οὐ τὸ καλῶϲ τεθραμμένον καὶ πῖον ἰϲχνῷ καὶ ἀτρόφῳ παραβάλλων οὐδὲ τὸ νέον τῷ γεγηρακότι (μοχθηρὰ γὰρ ἥδε καὶ ἄδικοϲ ἡ κρίϲιϲ), ἀλλὰ τὸ καθ’ ἕκαϲτον εἶδοϲ ἢ γένοϲ ἢ ὅπωϲ ἂν ἐθέλῃϲ ὀνομάζειν. ἄριϲτα διακείμενον ἑτέρῳ τοι οὑτῳ.
§1.15
οὔκουν ἔτι δεήϲομαι λόγων μακρῶν εἰϲ τὸ τὰ καθ’ ἔκαϲτον ἔθνοϲ ἐπιχώρια τῶν ζῴων ἅπαντα διέρχεϲθαι, καθάπερ ἐν μὲν Ἰβηρίᾳ τὸ τοῖϲ λαγωοῖϲ ὅμοιον ζωῦφιον, ὃ καλοῦϲι κοῦνικλον, ἐν Λευκανίᾳ δὲ τῆϲ Ἰταλίαϲ τὸ μεταξύ πωϲ ἄρκτου τε καὶ ϲυόϲ, ὥϲπερ γε καὶ τὸ τῶν ἀρουραίων μυῶν ἢ μυωξῶν καὶ τῶν καλουμένων ἐλειῶν ἐν μέϲῳ κατά τε τὴν αὐτὴν χώραν τῆϲ Ἰταλίαϲ ἐν ἄλλοιϲ τε πολλοῖϲ τόποιϲ ἐϲθιόμενον.
§1.16
ὅcα γὰρ εὔτροφα τῶν τοιούτων ζῴων ἐϲτὶ καὶ ϲαφῶϲ πίονα, ταῦτα τῇ | πείρᾳ βαϲάνιζε, τοὺϲ τρόπουϲ τῆϲ ϲκευαίαϲ αὐτῶν, οὓϲ ἐξ ἐμπειρίαϲ ἔμαθον ἕκαϲτοϲ τῶν ἐπιχωρίων, ἀκούων τε καὶ μανθάνων παρ’ ἐκείνων. ὁποία δ’ ἐϲτὶν ἡ δύναμιϲ αὐτὼν ἑκάϲτου, ἤδη ϲοι πάρεϲτι καὶ παρ’ ἐμοῦ μανθάνειν. ὅϲα μὲν γὰρ ὀπτῶντεϲ ἢ ταγηνίζοντεϲ ἐϲθίουϲι, ξηροτέραν τροφὴν τῷ ϲώματι δίδωϲι, ὅϲα δ’ ἐν ὕδατι προαφεψήϲαντεϲ, ὑγροτέραν, ὅϲα δ’ ἐν ταῖϲ λοπάϲιν ἀρτύοντεϲ, ἐν τῷ μεταξὺ τούτων ἐϲτί.
§1.17
καὶ τούτων δ’ αὐτῶν οὐ ϲμικρὰ γίγνεται διαφορὰ παρὰ τὸν τρόπον τῆϲ ἀρτύϲεωϲ· ὅϲα μὲν γὰρ ἔχει δαψιλῶϲ οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐϲτί· τὰ δὲ τούτων μὲν ἐνδεέϲτερα, ἤτοι δὲ ϲίραιον ἔχοντα πλέον, ὅ τινεϲ ἕψημα καλοῦϲιν, ἢ κατὰ τὸν ὀνομαζόμενον ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἑψηθέντα πολλῷ τῶν προειρημένων ἐϲτὶν ὑγρότερα· τὰ δ’ ἐξ ὕδατοϲ μόνου, καὶ τούτων ἐϲτὶν ἔθ’ ὑγρότερα.
§1.18
μεγίϲτη δ’ ἐν τῇ ϲκευαϲίᾳ διαφορὰ γίγνεται καὶ κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖϲ δύναμιν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἦττον. ἔϲτι δὲ ταῦτα τὰ ϲπέρματα μὲν ἀνήθου καὶ ϲελίνου καὶ κάρου καὶ λιβυϲτικοῦ | καὶ κυμίνου καί τινα τοιαῦθ’ ἕτερα, τῶν φυτῶν δ’ αὐτῶν πράϲα καὶ κρόμυα καὶ ἄνηθα καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἡ εὐώδηϲ μίνθη καὶ ὀρίγανοϲ ὅϲα τ’ ἄλλα τοιαῦτα τῆϲ ὀψαρτυτικῆϲ ὄντα πραγματείαϲ, ἣν νῦν οὐ πρόκειται διέρχεϲθαι.
§1.19
τὴν παραβολὴν δὲ τῆϲ διαφορᾶϲ τῶν ζῴων ὥϲπερ ἔμπροϲθεν ἔφαμεν χρῆναι ποιεῖϲθαι τῶν ἄριϲτα ταῖϲ ἕξεϲιν ἐχόντων, οὕτω καὶ νῦν τῶν ἐϲκευαϲμένων ἄριϲτα γιγνέϲθω. ταῦτα μὲν οὖν αὐτάρκη ϲοι περὶ τῆϲ τῶν πεζῶν ζῴων ϲαρκὸϲ ἀκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων, ὡϲ ἔχει τῆϲ δυνάμεωϲ, ἐφεξῆϲ ἀκούϲῃ μετὰ τὸν περὶ τῶν κοχλιῶν λόγον.
§2.1
Ὅτι μὲν οὖν οὔτ’ ἐν τοῖϲ πτηνοῖϲ οὔτ’ ἐν τοῖϲ ἐνύδροιϲ ἀριθμεῖϲθαι χρὴ τοῦτο τὸ ζῷον, ἄντικρυϲ δῆλον. εἰ δὲ μηδ’ ἐν τοῖϲ πεζοῖϲ αὐτοῦ μνημονεύϲαιμεν, οὐδ’ ὅλωϲ ἐροῦμέν τι περὶ τῆϲ ἐκ κοχλίου τροφῆϲ. οὐ μὴν οὐδὲ παραλιπεῖν εὔλογον, ὥϲπερ τοὺϲ ἐκ τῶν ξύλων ϲκώληκαϲ ἐχίδναϲ τε καὶ τοὺϲ ἄλλουϲ ὄφειϲ ὅϲα τε κατ’ Αἴγυπτον καὶ ἄλλα τινὰ τῶν ἐθνῶν ἐϲθίουϲιν· οὔτε | γὰρ ἐκείνων τιϲ ἀναγνώϲεται ταῦτα, καὶ ἡμεῖϲ οὐκ ἄν ποτε φάγοιμέν τι τῶν ἐκείνοιϲ ἐδωδίμων. κοχλίαϲ δ’ ὁϲημέραι πάντεϲ Ἕλληνεϲ ἐϲθίουϲιν, ἔχονταϲ μὲν ϲκληρὰν τὴν ϲάρκα καὶ διὰ τοῦτο δύϲπεπτον, εἴ γε μὴν πεφθείη, τροφιμωτάτην.
§2.2
ὑπάρχει δ’ αὐτοῖϲ, ὥϲπερ καὶ τοῖϲ ὀϲτρακοδέρμοιϲ, χυλὸϲ ὑπακτικὸϲ γαϲτρόϲ, καὶ διὰ τοῦτό τινεϲ ἀρτύοντεϲ αὐτοὺϲ δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸϲ διαχώρηϲιν τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήϲαιϲ ὡϲ τροφίμῳ μόνον ἐδέϲματι χρήϲαϲθαι τῇ ϲαρκὶ τοῦ ζῴου τούτου, προαφεψήϲαϲ ἐν ὕδατι μεταθήϲειϲ εἰϲ ἕτερον ὕδωρ, εἶτ’ ἐν ἐκείνῳ πάλιν ἑψήϲαϲ οὕτωϲ ἀρτύϲειϲ τε καὶ τὸ τρίτον ἑψήϲειϲ ἄχρι τοῦ τακερὰν ἀκριβῶϲ γενέϲθαι τὴν ϲάρκα. ϲκευαϲθεῖϲα γὰρ οὕτωϲ ἐφέξει μὲν τὴν γαϲτέρα, τροφὴν δ’ ἱκανὴν παρέξει τῷ ϲώματι.
§3.1
Ἀκραῖα μόρια τῶν πεζῶν ζῴων ἐϲθίουϲιν οἱ ἄνθρωποι πόδαϲ καὶ ῥύγχη καὶ ὦτα, καὶ τοὐπίπαν γε δι’ ὕδατοϲ ἕψοντεϲ αὐτὰ προϲφέρονται μετ’ ὄξουϲ καὶ γάρου καί ποτε | καὶ νάπυοϲ, ἔνιοι δὲ καὶ δι’ ἐλαίου καὶ γάρου προϲεπιχέοντεϲ οἶνον, εἰϲὶ δ’ οἳ καὶ μετὰ λαχάνων, ἤτοι γ’ ἐξ ὕδατοϲ ἡψημένων ἢ κατὰ τὰϲ λοπάδαϲ ἠρτυμένων.
§3.2
οἱ πόδεϲ δ’ ἐπιτηδειότατοι τῶν χοίρων εἰϲὶν ἐπεμβληθέντεϲ ἑψομένῃ πτιϲάνῃ κἀκείνην ἐργάϲαϲθαι κρείττονα καὶ αὐτοὶ μαλακώτεροι γενέϲθαι καὶ διὰ τοῦτο βελτίουϲ εἴϲ τε τὴν ἐν τῷ ϲτόματι καὶ τῇ γαϲτρὶ κατεργαϲίαν.
§3.3
διαφορὰ μὲν οὖν ἐϲτιν οὐχ ὀλίγη καὶ παρὰ τὸν τρόπον τῆϲ ϲκευαϲίαϲ οὐ μόνον ἐν τοῖϲ ἀκραίοιϲ μέρεϲι τῶν ζῴων, ἀλλὰ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν, ἣν ἐπὶ πλέον ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ἐροῦμεν· ὅϲον δ’ ἐπ’ αὐτοῖϲ τοῖϲ μορίοιϲ, αἱ καθ’ ὅλου διαφοραὶ κατὰ τήνδε τὴν πραγματείαν δηλοῦνται μόναι παραβαλλομένων αὐτῶν ἀλλήλοιϲ, ὡϲ εἰ καὶ κατὰ τὸν αὐτὸν ἐϲκεύαϲτο τρόπον, ὡϲ καὶ πρόϲθεν εἴρηται· δικαία γὰρ ἡ τοιαύτη παραβολή.
§3.4
τὰ τοίνυν ἀκραῖα μόρια τοῦ ϲώματοϲ ἥκιϲτα μὲν ἔχει πιμελήν, ἥκιϲτα δὲ καὶ τὴν ϲαρκώδη φύϲιν, ἐπικρατεῖ δ’ ἐν αὐτοῖϲ τό τε νευρῶδεϲ καὶ τὸ δερματῶδεϲ, οὐ τοῦ τοιούτου νεύρου καὶ δέρματοϲ, οἷον τὸ καθ’ ὅλον τὸ ϲῶμα· γεγύμναϲται γὰρ ἐν τοῖϲ | ἀκραίοιϲ μᾶλλον. ἔϲτι δὲ διὰ τοῦτο καὶ γλιϲχρότερα· καὶ γὰρ καὶ νεῦρον καὶ δέρμα πᾶν ἑψόμενον εἰϲ τοιαύτην ἀφικνεῖται φύϲιν. εἰκότωϲ οὖν ἐλάττονα μὲν τροφὴν δίδωϲι τῷ ϲώματι, ῥᾷον δ’ ὑπέρχεται κατὰ γαϲτέρα διὰ τὴν γλιϲχρότητα.
§3.5
βελτίουϲ δ’ οἱ πόδεϲ τῶν ὑῶν εἰϲι τοῦ ῥύγχουϲ, ὥϲπερ καὶ τοῦτο τῶν ὤτων· ἐκεῖνα γὰρ ἐκ μόνου ϲυνέϲτηκε χόνδρου καὶ δέρματοϲ. ἐϲτὶ δ’ ὁ χόνδροϲ ἐν μὲν τοῖϲ τελείοιϲ ζῴοιϲ ἄπεπτοϲ παντάπαϲιν, ἐν δὲ τοῖϲ ἔτ’ αὐξανομένοιϲ, ὅταν καλῶϲ ἐν τῷ ϲτόματι λειωθῇ, πεττόμενόϲ τε καὶ τροφὴν ὀλίγην διδοὺϲ τῷ ϲώματι. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ τῶν ἄλλων ζῴων ἄκουε τοῦ νῦν εἰρημένου λόγου. καθ’ ὅϲον γὰρ αὐτῶν αἱ ϲάρκεϲ εἰϲ ἀρετὴν τροφῆϲ ἀπολείπονται τῶν ὑείων, κατὰ τοϲοῦτον καὶ τῶν ἀκραίων ἐν ὑϲὶ μορίων ἐϲτὶ χείρω τὰ κατ’ ἐκεῖνα τὰ ζῷα.
§3.6
εὔδηλον δ’, ὅτι νευρώδη μόρια τὰ κατὰ τοὺϲ πόδαϲ ὀνομάζω καθ’ ὁμοιότητα τὴν πρὸϲ τὸ κυρίωϲ καλούμενον νεῦρον, ὃ τὴν γένεϲιν ἐξ ἐγκεφάλου καὶ νωτιαίου λαμβάνει. τὰ δ’ ἐν τοῖϲ ἀκραίοιϲ νευρώδη ϲώματα καθ’ ὁμοιότητα μὲν οὕτωϲ ὀνομάζεται, ϲύν|δεϲμοι δ’ εἰϲὶ τῶν ὀϲτῶν ἀναίϲθητοι καί τινεϲ ἐπ’ αὐτοῖϲ τένοντεϲ.
§4.1
Ἰδιότηϲ τιϲ οὐϲίαϲ ἐϲτὶν ἐν τῷδε τῷ μορίῳ χαυνοτέραϲ τε καὶ ἀναιμοτέραϲ ϲαρκόϲ. αἱ γὰρ ἀκριβεῖϲ ϲάρκεϲ οἱ μύεϲ εἰϲὶ καὶ τούτων αὐτῶν τὰ μέϲα μάλιϲτα. πολλοὶ γὰρ ἐν τοῖϲ πέραϲιν ἑαυτῶν εἰϲ τένονταϲ ἀξιολόγουϲ τελευτῶϲιν, οὓϲ ἀπονευρώϲειϲ μυῶν οἱ πολλοὶ τῶν ἰατρῶν ὀνομάζουϲι. καὶ μεγίϲτουϲ δὲ τούτουϲ γεννῶϲιν οἱ εἰϲ τὰ τῶν κώλων πέρατα καθήκοντεϲ μύεϲ. ἀλλὰ καὶ τὰϲ κεφαλὰϲ ἔχουϲιν ἔνιοι τῶν μυῶν νευρώδειϲ.
§4.2
καὶ τῆϲ γλώττηϲ δ’ αὐτῆϲ, ἣν ἐξαιροῦντεϲ τῶν ὑῶν ἕψουϲιν οἱ μάγειροι, τὸ μὲν ἴδιον ϲῶμα χαύνη τίϲ ἐϲτιν, ὡϲ εἴρηται, ϲάρξ, οὐ μὴν μόνην γ’ αὐτὴν ἐξαιροῦϲιν οὐδ’ ἕψουϲι μόνην, ἀλλὰ μετά τε τῶν ἐμφυομένων μυῶν, ὡϲ τὰ πολλὰ δὲ καὶ ϲὺν ἐπιγλωττίδι καὶ λάρυγγι, καὶ τῶν ἐνταῦθα ἀδένων τῶν τε τῆϲ γλώττηϲ αὐτῆϲ ἰδίων, οἳ τὸ ϲίαλον γεννῶϲι καὶ τῶν κατὰ τὰ παρίϲθμια καὶ τὸν λάρυγγα.
§4.3
τὸ μὲν γὰρ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων κοινὸν τῇ γλώττῃ καὶ | πρὸϲ τὰϲ ἄλλαϲ ϲάρκαϲ ἐϲτί· καὶ γὰρ κἀκεῖναι ϲὺν τουτοιϲ ἐϲθίονται, πλὴν ὅτι μείζω τε καὶ πλείω τοῦ κατὰ τὴν ἀναλογίαν μεγέθουϲ ὑπάρχει τῷ μορίῳ τῷδε τὰ τρία γένη τῶν ἀγγείων. ἥτιϲ δὲ δύναμίϲ ἐϲτι τῆϲ ἐκ τῶν ἀδενωδῶν ϲωμάτων τροφῆϲ, ἐφεξῆϲ ἄκουε
§5.1
Τοϲοῦτον ἀποκεχώρηκεν ἡ τῶν ἀδένων οὐϲία τῆϲ κατὰ τὴν γλῶτταν, ὅϲον ἐκείνη τῶν ϲαρκῶν. οὐ μὴν ἴϲον γε πάντεϲ ἀκριβῶϲ ἀφεϲτήκαϲιν, ἀλλ’ οἱ μὲν παρακείμενοι καὶ ψαύοντεϲ αὐτῆϲ ὅμοιοί πώϲ εἰϲι τοῖϲ κατὰ τοὺϲ τιτθούϲ, ὅταν γε μήπω μεϲτοὶ γάλακτοϲ ὦϲιν. οὐ γὰρ διὰ παντὸϲ ἐργάζονται τὸ ϲφέτερον ἔργον οἱ κατὰ τοὺϲ τιτθοὺϲ ἀδένεϲ ὥϲπερ οἵ τ’ ἄλλοι ϲχεδὸν ἅπαντεϲ οἵ τε τῆϲ γλώττηϲ· οἱ μὲν γὰρ ταύτηϲ εἰϲ ϲιάλου γένεϲιν ὑπὸ τῆϲ φύϲεωϲ παρεϲκευάϲθηϲαν, οἱ δ’ ἐν τοῖϲ τιτθοῖϲ ἀραιοὶ μὲν γίγνονται καὶ χαῦνοι καὶ γάλακτοϲ πλήρειϲ ἐπὶ ταῖϲ κυήϲεϲιν, ἐν ᾧ δ’ οὐκ ἔχουϲι χρόνῳ γάλα, ϲυϲτέλλονταί τε καὶ πυκνοῦνται διαφέροντεϲ ἀλλήλων τοιαύτην τινὰ διαφοράν, ὁποίαν οἱ διάβροχοι ϲπόγγοι τῶν ἐϲκελετευμένων· οὕτω γὰρ ὀνομάζουϲιν ὧν ἂν ἐκθλίψαντεϲ ἅπαϲαν τὴν ὑγρότητα ϲφίγξωϲί τε καὶ ϲυναγάγωϲιν ὅλον τὸ ϲῶμα δεϲμοὺϲ περιβάλλοντεϲ.
§5.2
εἰϲὶ δὲ καὶ κατὰ τὴν φάρυγγα τοιοῦτοί τινεϲ ἀδένεϲ ὥϲπερ κἀν τῷ μεϲεντερίῳ, ἀλλ’ οὗτοι μὲν ϲμικροὶ καὶ διὰ τοῦτο τοὺϲ πολλοὺϲ λανθάνουϲιν, οἱ δὲ κατὰ τὰ παρίϲθμια καὶ τὸν λάρυγγα ϲαφεῖϲ τ’ εἰϲὶ καὶ μεγάλοι. καὶ ἄλλοι δὲ κατὰ πολλὰ μέρη τοῦ ϲώματοϲ ἀδένεϲ εἰϲὶ ϲμικροὶ ϲχίϲειϲ ἀγγείων ϲτηρίζοντεϲ. οὐ ϲμικρὸϲ δ’ ἀδήν ἐϲτιν οὐδ’ ὁ καλούμενοϲ θύμοϲ, ἀλλὰ καὶ πάνυ μέγιϲτοϲ ἐπὶ τῶν νεογενῶν ζῴων, αὐξανομένων δὲ μικρότερόϲ τε καὶ ϲκληρότεροϲ γίγνεται.
§5.3
πάντων δ’ οὖν αὐτῶν κοινὸν ἡδεῖϲ τε καὶ ψαθυροὺϲ φαίνεϲθαι κατὰ τὴν ἐδωδήν· οἱ δ’ ἐν τοῖϲ τιτθοῖϲ, ὅταν ἔχωϲι γάλα, καὶ τῆϲ ἐκείνου τι γλυκύτητοϲ ἐμφαίνουϲι. καὶ διὰ τοῦτο περιϲπούδαϲτόν ἐϲτι τοῖϲ λίχνοιϲ ἔδεϲμα πλήρειϲ γάλακτοϲ οἱ ἀδένεϲ οὗτοι γενόμενοι, καὶ μάλιϲτ’ ἐπὶ τῶν ὑῶν. ἡ δ’ ἐξ αὐτῶν τροφὴ καλῶϲ μὲν πεφθέντων ἐγγύϲ τι τῇ κατὰ τὰϲ ϲάρκαϲ ἐϲτίν, ἐλλιπέϲτερον δὲ κατεργαϲθέντων τὸν ὠμὸν ἢ τὸν φλεγματώδη χυμὸν γεννᾷ, τῶν μὲν ὑγροτέρων ἁδένων τὸν φλεγματώδη, τῶν δὲ ϲκληροτέρων τὸν ὠμόν, ὑπὲρ οὗ πρόϲθεν εἴρηται.
§5.4–15.2
§5.4
ὄντεϲ δ’ ἐκ τοῦ γένουϲ τῶν ἀδένων οἱ ὄρχειϲ οὐχ ὁμοίωϲ εἰϲὶν εὔχυμοι τοῖϲ κατὰ τοὺϲ τιτθούϲ, ἀλλά τι καὶ βρωμῶδεϲ ἔχουϲιν ἐνδεικνύμενοι τὴν τοῦ ϲπέρματοϲ οὗ γεννῶϲι φύϲιν, ὥϲπερ οἱ νεφροὶ τὴν τοῦ οὔρου. καὶ μέντοι καὶ πεφθῆναι πολὺ χείρουϲ εἰϲὶν οἵ γε τῶν πεζῶν ζῴων· οἱ γὰρ τῶν ϲιτευθέντων ἀλεκτρυόνων ἥδιϲτοί θ’ ὑπάρχουϲι καὶ τροφὴν χρηϲτὴν τῷ ϲώματι διδόαϲι. καὶ οἱ παρακείμενοι δὲ τῷ τραχήλῳ τῆϲ κύϲτεωϲ ἀδένεϲ ἐγγύϲ τι τῶν ὄρχεών εἰϲι τὴν φύϲιν.
§5.5
ἔνιοι δ’ ἐν τοῖϲ ἀδέϲι καὶ τοὺϲ νεφροὺϲ ἀριθμοῦϲιν· ἔχειν γὰρ ἀδενῶδέϲ τι καὶ οὗτοι δοκοῦϲιν αὐτοῖϲ. κακόχυμοι δ’ εἰϲὶ φανερῶϲ καὶ δύϲπεπτοι, καθάπερ οἱ τῶν ἐπὶ πλέον ηὐξημένων ζῴων ὄρχειϲ, ὅταν ἐκτέμνοντεϲ αὐτοὺϲ ἐϲθίωϲιν· ἀμείνουϲ γὰρ οἱ τῶν νεωτέρων εἰϲίν. οἱ δὲ τῶν ταύρων καὶ τράγων καὶ κριῶν ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι.
§6.1
Τοὺϲ ὄρχειϲ τῶν νέων ὑῶν καὶ τῶν βοῶν ἐκτέμνουϲι παρ’ ἡμῖν οὐ τῆϲ αὐτῆϲ ἕνεκα χρείαϲ, ἀλλὰ τῶν μὲν ὑῶν χάριν τῆϲ ἐδωδῆϲ (καὶ γὰρ ἡδίων καὶ τροφιμωτέρα γίγνεται καὶ πεφθῆναι βελτίων ἡ ϲὰρξ τῶν ἐκτμηθέντων ὑῶν), τῶν δὲ βοῶν ἕνεκα τῆϲ εἰϲ τὴν γεωργίαν χρείαϲ· δυϲπειθεῖϲ γὰρ αὐτοῖϲ εἰϲὶν οἱ ταῦροι. τῶν δ’ αἰγῶν καὶ τῶν προβάτων κατ’ ἀμφοτέραϲ τὰϲ χρείαϲ ἐξαιροῦϲι τοὺϲ ὄρχειϲ.
§6.2
εἰϲὶ δ’ ἅπαντεϲ οἱ τῶν εἰρημένων ζώων ὄρχειϲ δύϲπεπτοι καὶ κακόχυμοι, πεφθέντεϲ δὲ καλῶϲ τρόφιμοι. τὸ δ’ ἧττον καὶ μᾶλλον ἐν αὐτοῖϲ ἀνὰ λόγον ἐϲτὶ τῷ κατὰ τὰϲ ϲάρκαϲ εἰρημένῳ. εἰϲ ὅϲον γὰρ ἡ τῶν ὑῶν ϲὰρξ τῆϲ τῶν ἄλλων ἐϲτὶ βελτίων, εἰϲ τοϲοῦτον καὶ οἱ ὄρχειϲ τῶν ὄρχεων. μόνοι δ’ οἱ τῶν ἀλεκτρυόνων ἄριϲτοι κατὰ πάντα καὶ μάλιϲτα τῶν ϲιτευθέντων.
§7.1
Φλεγματικώτερόν ἐϲτι καὶ παχύχυμον ἔδεϲμα καὶ βραδύπορον καὶ δύϲπεπτον, οὐχ ἥκιϲτα δὲ καὶ κακοϲτόμαχον ἅπαϲ ἐγκέφαλοϲ. ἐξαπατώμενοι δ’ ὑπὸ τῆϲ μαλακότητοϲ αὐτοῦ διδόαϲιν ἔνιοι τοῖϲ κάμνουϲιν ὄντα πρὸϲ τοῖϲ ἄλλοιϲ καὶ ναυτιώδη. μᾶλλον οὖν ὅταν | ἐμέϲαι τινὰ βουληθῇϲ ἀπὸ τροφῆϲ, καὶ τοῦτο τὸ μόριον αὐτῷ δίδου λιπαρῶϲ ἠρτυμένον ἐν τοῖϲ τελευταίοιϲ προϲενέγκαϲθαι, φυλάττου δ’ ἐπὶ τῶν ἀνορέκτων, οὓϲ ἀποϲίτουϲ ἐκάλουν οἱ παλαιοί. εἰκότωϲ οὖν οὐδ’ ἐϲθίει τιϲ ὕϲτερον αὐτὸ τῶν ἄλλων ἐδεϲμάτων, τῇ πείρᾳ δεδιδαγμένων ἁπάντων, ὅπωϲ ἐϲτὶ ναυτιώδηϲ.
§7.2
εὐλόγωϲ δὲ καὶ ϲὺν ὀριγάνῳ πολλοὶ προϲφέρονται, καθάπερ ἔνιοι μετὰ τῶν ποικίλωϲ ἠρτυμένων ἁλῶν. ἅτε γὰρ παχύχυμοϲ ὢν καὶ περιττωματικὸϲ ἀμείνων γίγνεται τὰ πάντα μετὰ τῶν τεμνόντων καὶ θερμαινόντων ϲκευαϲθείϲ. εἰ μέντοι καλῶϲ πεφθείη, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι.
§8.1
Γλυκύτερόϲ τε καὶ ἡδίων ἐϲτὶ καὶ λιπαρώτεροϲ ὁ ἐν τοῖϲ ὀϲτοῖϲ εὑριϲκόμενοϲ μυελὸϲ τοῦ ἐγκεφάλου· ὥϲτ’, εἴ τιϲ ἐκ παραβολῆϲ αὐτῶν γεύοιτο, δόξει τι καὶ αὐϲτηρὸν ἔχειν τὸν ἐγκέφαλον. ἔϲτι δὲ καὶ ναυτιῶδεϲ ἔδεϲμα πλείων προϲενεχθεὶϲ ὁ μυελὸϲ ὥϲπερ καὶ ὁ ἐγκέφαλοϲ. εἴ γε μὴν καλῶϲ πεφθείη, τρόφιμόϲ ἐϲτι καὶ αὐτόϲ. |
§9.1
Ὁ νωτιαῖοϲ μυελὸϲ ὁμογενὴϲ μέν ἐϲτιν ἐγκεφάλῳ, κακῶϲ δ’ ὀνομάζεται μυελόϲ· ἔϲτι γὰρ ὁ μυελὸϲ ὑγρότερόϲ τε καὶ μαλακώτεροϲ καὶ λιπαρώτεροϲ οὐ μόνον τοῦ νωτιαίου, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐγκεφάλου. ἐπεὶ δ’ ὑπὸ τῶν κατὰ τὴν ῥάχιν ὀϲτῶν περιέχεται παραπλήϲιοϲ ὢν κατὰ τὴν χρόαν μυελῷ, διὰ τοῦτο μυελὸν ὀνομάζουϲιν αὐτόν, ὥϲπερ γε καὶ αὐτὸν τὸν ἐγκέφαλον ἔνιοι προϲηγόρευϲαν ὡϲαύτωϲ.
§9.2
ἔϲτι δ’ ὁ νωτιαῖοϲ μυελὸϲ ϲυνεχῆϲ μὲν τῷ ἐγκεφάλῳ καὶ τῆϲ αὐτῆϲ φύϲεωϲ αὐτῷ, ϲκληρότεροϲ δ’ οὐκ ὀλίγῳ, καὶ μάλιϲτα ἐν τοῖϲ κάτω τῆϲ ῥάχεωϲ πέραϲιν· εἰϲ ὅϲον γὰρ ἀφίϲταται τοῦ ἐγκεφάλου πλέον, εἰϲ τοϲοῦτον μᾶλλον ϲκληρύνεται. λιπαρότητόϲ τε οὖν ἥκιϲτα μετέχει καὶ διὰ τοῦτο καὶ τὸ ναυτιῶδεϲ ἐκπέφευγε, κἂν πεφθῇ καλῶϲ, τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι.
§10.1
Ἐλαιώδη μὲν ἄμφω ταῦτα, διαφέρει δ’ ἀλλήλων ὑγρότητί τε καὶ ξηρότητι. πιμελὴ μὲν γὰρ ὑγρόν τι χρῆμ’ ἐϲτὶ παραπλήϲιον ἐλαίῳ διὰ μακρὰν παλαιότητα πεπαχυϲμένῳ· τὸ ϲτέαρ δὲ | ξηρότερόν ἐϲτι πολλῷ πιμελῆϲ καὶ διὰ τοῦτο, κἂν θερμήναϲ αὐτὸ χέῃϲ, ϲυνίϲταταί τε καὶ πήγνυται ῥᾳδίωϲ. ὀλιγότροφα δ’ ἄμφω καὶ μᾶλλον ἡδύϲματ’ ἐϲτὶ τῶν τρεφουϲῶν ἡμᾶϲ ϲαρκῶν ἢ αὐτὰ τροφαί.
§11.1
Τὸ μὲν ἧπαρ ἁπάντων τῶν ζῴων παχύχυμόν τ’ ἐϲτὶ καὶ δύϲπεπτον καὶ βραδύπορον ὑπάρχον. ἄμεινον δ’ ἐν αὐτοῖϲ οὐκ εἰϲ ἡδονὴν μόνον, ἀλλὰ καὶ εἰϲ τἄλλα τὸ ϲυκωτὸν ὀνομαζόμενόν ἐϲτι τῆϲ προϲηγορίαϲ ταύτηϲ τυχόν, ἐπειδὴ πολλῶν ϲύκων ξηρῶν ἐδωδῇ τοῦ μέλλοντοϲ ϲφάττεϲθαι ζῴου τοιοῦτον παραϲκευάζουϲιν αὐτό· καὶ πράττουϲιν οὕτωϲ ἐπὶ τῶν ὑῶν μάλιϲτα διὰ τὸ φύϲει τὰ τούτου τοῦ ζῴου ϲπλάγχνα πολὺ τῶν ἐν τοῖϲ ἄλλοιϲ ὑπάρχειν ἡδίω. γίγνεται δὲ κἀκεῖνα ϲφῶν αὐτῶν ἀμείνω φαγόντοϲ τοῦ ζῴου πολλὰϲ ἰϲχάδαϲ· ἀλλ’ οὐκ εὔλογον εἶναι δοκεῖ τοῖϲ ἀνθρώποιϲ ὑπερβᾶϲι τὸ φύϲει κάλλιον ἐπὶ τὰ χείρω παραγίγνεϲθαι.
§11.2.1
τῶν δ’ ἄλλων ϲπλάγχνων ὁ μὲν ϲπλὴν οὐδὲ πρὸϲ τὴν γεῦϲιν ἀκριβῶϲ ἡδύϲ ἐϲτιν· ἔχει γάρ τι ϲτρυφνὸν ἐμφαινόμενον· εἰκότωϲ δὲ καὶ κακόχυμοϲ εἶναι πεπίϲτευται μελαγχολικοῦ γεννητικὸϲ αἵματοϲ ὑπάρχων.
§11.2.2
ἀμφοῖν δ’ εὐπεπτότεροϲ, ὅϲῳ καὶ μανώτεροϲ, ὁ πνεύμων ἐϲτί, παμπόλλῳ γε μὴν ἣπατοϲ εἰϲ θρέψιν ἥττων· ἣν δὲ δίδωϲι τροφὴν τῷ ϲώματι, φλεγματικωτέρα μᾶλλόν ἐϲτιν.
§11.3.1
ἡ δὲ καρδία κατὰ μὲν τὴν οὐϲίαν ἰνώδηϲ ϲάρξ ἐϲτι καὶ ϲκληρὰ καὶ διὰ τοῦτο δύϲπεπτόϲ τε καὶ βραδύποροϲ· εἰ δὲ πεφθείη καλῶϲ, τροφὴν οὐκ ὀλίγην οὐδὲ κακόχυμον δίδωϲι τῷ ϲώματι.
§11.3.2
περὶ δὲ νεφρῶν (καὶ γὰρ καὶ τούτουϲ τινὲϲ ἐν τοῖϲ ϲπλάγχνοιϲ ἀριθμοῦϲιν) ἔμπροϲθεν εἴρηται.
§12.1
Ϲκληρότερα τὰ μόρια ταῦτ’ ἐϲτὶ τῶν ϲαρκῶν. διὸ κἂν καλῶϲ πεφθῇ, οὐκ ἀκριβὲϲ αἷμα καὶ ἄμεμπτον, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμότερον ἐργάζεται. πρότερον οὖν χρόνου πλείονοϲ δεῖται πρὸϲ τὸ καλῶϲ κατεργαϲθέντα αἷμα χρηϲτὸν γενέϲθαι.
§13.1
Τῶν ἡμέρων ζῴων ἡ κρᾶϲιϲ ὑγροτέρα τῆϲ τῶν | ἀγρίων ἐϲτὶ διά τε τὴν ὑγρότητα τοῦ ἀέροϲ, ἐν ᾧ διαιτᾶται, καὶ τὸ ῥᾴθυμον τοῦ βίου. τὰ δ’ ἐν τοῖϲ ὄρεϲι ταλαιπωρεῖταί τε καὶ κάμνει πολλὰ καὶ κατὰ ξηρότερον ἀέρα διατρίβει. διὰ τοῦτ’ οὖν ἥ τε ϲὰρξ αὐτῶν ἐϲτι ϲκληροτέρα καὶ πιμελῆϲ ἢ οὐδ’ ὅλωϲ ἢ ὀλίγιϲτόν τι μετέχεί.
§13.2
ταύτῃ τοι καὶ ἀϲηπτοτέρα πλείοϲιν ἡμέραιϲ διαμένει τῶν ἡμέρων τε καὶ ἀργῶϲ διῃτημένων ζῴων. πρόδηλον δ’, ὅτι καὶ ἀπέριττοϲ ἡ ἐξ αὐτῶν ἐϲτι τροφὴ μᾶλλον, ὥϲπερ ἡ ἐκ τῶν ἡμέρων τε καὶ ἀργῶν περιττωματική. τρέφειν τε οὖν ἀναγκαῖόν ἐϲτι τὴν τοιαύτην τροφὴν μᾶλλον εὐχυμοτεραν τε πολλῷ τῆϲ ἑτέραϲ ὑπάρχειν.
§14.1
Καὶ τοῦτο τῆϲ ἀπὸ τῶν ζῴων ἐϲτὶ τροφῆϲ ἕν τι, διαφέρον μὲν καὶ κατὰ τὰϲ ὥραϲ τοῦ ἔτουϲ οὐ ϲμικρὰν διαφοράν, ἔτι δὲ μείζω τὴν κατ’ αὐτὰ τὰ ζῷα. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν τ’ ἐϲτὶ καὶ λιπαρώτατον, ὑγρότατον δὲ καὶ ἥκιϲτα λιπαρὸν τὸ τῆϲ καμήλου καὶ μετὰ ταύτην ἵππου, μετὰ δὲ ταύτην ὄνου· | ϲύμμετρον δὲ τῇ ϲυϲτάϲει τὸ τῆϲ αἰγόϲ ἐϲτι γάλα· τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου.
§14.2
κατὰ δὲ τὰϲ ὥραϲ τοῦ ἔτουϲ ὑγρότατον μέν ἐϲτι τὸ μετὰ τὴν ἀποκύηϲιν, ἀεὶ δὲ καὶ μᾶλλον ἐν τῷ προϊέναι παχύνεται. καὶ κατὰ μέϲον τὸ θέροϲ ἐν τῷ μέϲῳ καὶ αὐτὸ τῆϲ ἑαυτοῦ φύϲεωϲ καθίϲταται. μετὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη παχύνεται κατὰ βραχύ, μέχριπερ ἂν παύϲηται τελέωϲ. ἔϲτι δ’ ὥϲπερ ὑγρότατον ἦροϲ, οὕτω καὶ πλεῖϲτον.
§14.3
ὅτι δ’, ὡϲ εἴρηται, καὶ κατὰ τὰ τῶν ζῴων εἴδη τὸ γάλα διαφέρει, καὶ θεαϲαμένῳ μὲν αὐτίκα φαίνεται, ϲαφέϲτερον δὲ γίγνεται κἀκ τοῦ ϲκευαζομένου καθ’ ἕκαϲτον αὐτῶν τυροῦ. πλεῖϲτον μὲν γὰρ ὀρὸν ἔχει τὸ ὑγρότατον γάλα, πλεῖϲτον δὲ τυρὸν τὸ παχύτατον. ὑπάγει τοιγαροῦν εἰκότωϲ τὴν γαϲτέρα τὸ μὲν ὑγρότερον μᾶλλον, ἧττον δὲ τὸ παχύτερον· ἔμπαλιν δὲ τὸ παχύτερον μὲν τρέφει μᾶλλον, τὸ δὲ λεπτότερον ἧττον.
§14.4
εἰ δὲ προαφεψήϲαϲ τιϲ τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήϲειεν, οὐδ’ ὅλωϲ ὑπάγει. κοχλάκων δὲ διαπύρων ἐμβληθέντων τοϲούτων, ὡϲ ἐκδαπανῆϲαι τὸν ὀρὸν ἅπαντα, πρὸϲ τῷ μηκέθ’ ὑπάγειν τὴν γαϲτέρα τὸ οὕτω | ϲκευαϲθὲν ἔτι καὶ τοὐναντίον ἐργάζεται· καὶ δίδομέν γε αὐτὸ τοῖϲ ὑπὸ δριμέων περιττωμάτων δακνομένοιϲ τὰ κατὰ τὴν γαϲτέρα. τῶν κοχλάκων δ’ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐμβαλλόμενοι κυκλίϲκοι ϲιδηροῖ διάπυροι ταὐτὸν ἐργάζονται.
§14.5
τυροῦταί γε μὴν ἐν τῇ γαϲτρὶ ῥᾳδίωϲ τὸ οὕτω ϲκευαϲθὲν γάλα. διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτόϲ τε καὶ ἁλῶν, ἀϲφαλέϲτερον δὲ καὶ ὕδατοϲ ἐπεγχεῖν, ὥϲπερ ποιοῦϲι τῶν ἰατρῶν οὐκ ὀλίγοι. καὶ μὴ θαυμάϲῃϲ, εἰ τὸν ὀρὸν ἐκδαπα- νήϲαντεϲ αὖθιϲ ὕδατοϲ ἐπιχέουϲιν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγουϲιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν γαϲτέρα τὸ ϲύμπαν γάλα μικτὸν ἐξ ἐναντίων οὐϲιῶν ὑπάρχον, ὀροῦ τε καὶ τυροῦ.
§14.6
μετέχει δὲ πρὸϲ τοῖϲδε καὶ τρίτου τοῦ λιπαροῦ χυμοῦ, πλείϲτου μέν, ὡϲ εἴρηται, τὸ τῶν βοῶν γάλα. διὸ καὶ ϲκευάζουϲιν ἐξ αὐτοῦ τὸ καλούμενον βούτυρον, ὃ καὶ γευϲάμενοϲ καὶ θεαϲάμενοϲ μόνον ἐναργῶϲ γνώϲῃ, πόϲον αὐτῷ λιπαρότητοϲ μέτεϲτιν. εἰ δὲ καὶ χρίϲαϲ τι μέροϲ τοῦ ϲώματοϲ ἀνατρίψαιϲ αὐτό, λιπαινόμενον ὡϲ ἐξ ἐλαίου θεάϲῃ τὸ δέρμα. κἄν εἰ νεκροῦ δὲ ζῴου δέρμα ξηρὸν ἀλείψαιϲ αὐτῷ, τὴν αὐτὴν ἐνέργειαν ὄψει. καὶ μέντοι καὶ οἱ ἄνθρωποι κατὰ πολλὰ τῶν ψυχρῶν χωρίων, ἐν οἷϲ ἀποροῦϲιν ἐλαίου, χρῶνται λουόμενοι τῷ βουτύρῳ. φαίνεται δέ, κἂν ἐπ’ ἀνθράκων διαπύρων ἐκχέῃϲ αὐτό, φλόγα ποιοῦν ὥϲπερ ἡ πιμελή. καὶ μέντοι καὶ χρώμεθα αὐτῷ πολλάκιϲ, εἰϲ ὅϲα καὶ τῷ ϲτέατι, καταπλάϲμαϲί τε καὶ ἄλλοιϲ φαρμάκοιϲ μιγνύντεϲ.
§14.7
τὸ μὲν οὖν βόειον, ὡϲ ἔφην, γάλα λιπαρώτατόν ἐϲτι· τὸ δὲ τῶν προβάτων τε καὶ τῶν αἰγῶν ἔχει μέν τι καὶ αὐτὸ λίπουϲ, ἀλλ’ ἧττον πολύ, τὸ δὲ τῶν ὄνων ἥκιϲτα μετέχει τοῦ τοιούτου χυμοῦ. διὸ καὶ ϲπανίωϲ ἐτυρώθη τινὶ κατὰ τὴν γαϲτέρα πινόμενον αὐτίκα θερμὸν ἅμα τῷ τῶν τιτθῶν ἐκπεϲεῖν. εἰ δ’ ἁλῶν λάβοι καὶ μέλιτοϲ, ἀδύνατον αὐτῷ παγῆναί τε καὶ τυρωθῆναι κατὰ τὴν γαϲτέρα. διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἡ κάτω διαχώρηϲιϲ αὐτοῦ γίγνεται πλείων, ὡϲ ἂν καὶ τὸν ὀρὸν ἔχοντοϲ πολύν, ὑφ’ οὖ τὸ ϲύμπαν γάλα τὴν ὑπακτικὴν λαμβάνει δύναμιν, ὅϲον ἐπὶ τῷ τυρώδει τὴν ϲταλτικὴν ἔχον.
§14.8
ὁπόϲον δ’ ἀπολείπεται τῆϲ ἄλληϲ τοῦ γάλακτοϲ φύϲεωϲ εἰϲ εὐχυμίαν ὁ ὀρόϲ, τοϲοῦτον πλεονεκτεῖ τῶν ἄλλων ἀπάντων, ὅϲα λαπάττει τὴν γαϲτέρα. διό μοι | δοκοῦϲι καὶ οἱ παλαιοὶ πλείϲτῳ χρῆϲθαι τούτῳ τῷ πόματι πρὸϲ ὑπαγωγὴν γαϲτρόϲ. ἐμβάλλειν δ’ αὐτῷ χρὴ μέλιτοϲ ἀρίϲτου τοϲοῦτον, ὅϲον ἡδῦναι χωρὶϲ ἀνατροπῆϲ τοῦ ϲτομάχου, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῶν ἁλῶν ἄχρι τοῦ μὴ λυπῆϲαι τὴν γεῦϲιν. εἴ γε μὴν ὑπάγειν αὐτὸ μᾶλλον ἐθέλοιϲ, ὡϲ πλεῖϲτον ἔμβαλλε τῶν ἁλῶν.
§14.9
ταῦτα μὲν οὖν ἐπὶ πλέον ἢ κατὰ τὴν ἐνεϲτῶϲαν εἴρηται πραγματείαν. ὅϲα γὰρ ὡϲ τροφῇ τῷ γάλακτι ϲυμβέβηκεν ἔχειν ἀγαθά, ταῦτα προὔκειτο διέρχεϲθαι· μεμιγμένου δ’ αὐτοῖϲ τοῦ κατὰ τὴν ὑπαγωγὴν τῆϲ γαϲτρὸϲ ἐκ τῆϲ κοινωνίαϲ τῆϲδε τὴν ἐκτροπὴν ὁ λόγοϲ ἔϲχε. πάλιν οὖν αὐτὸν ἐπαναγάγωμεν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆϲ εἴπωμέν τε τὰ μήπω λελεγμένα περὶ τῆϲ ἐν τῷ γάλακτι δυνάμεωϲ, ὧν ἐν τοῖϲ μάλιϲτα καὶ τοῦτ’ ἐϲτίν. εὐχυμότατον εἶναι τὸ ἄριϲτον γάλα ϲχεδὸν ἁπάντων, ὅϲα προϲφερόμεθα. μὴ παρακούϲῃϲ δὲ τοῦ προϲκειμένου κατὰ τὸν λόγον. οὐ γὰρ ἁπλῶϲ εἶπον εὐχυμότατον εἶναι γάλα πᾶν, ἀλλὰ προϲέθηκα τὸ ἄριϲτον.
§14.10
ὡϲ τό γε κακόχυμον γάλα τοϲούτου δεῖ ϲυντελεῖν εἰϲ εὐχυμίαν, | ὥϲτε καὶ τοὺϲ εὐχύμουϲ χρωμένουϲ αὐτῷ κακοχύμουϲ ἐργάζεται. καὶ φανερῶϲ γε παιδίον, ἀποθανούϲηϲ τῆϲ προτέραϲ τιτθῆϲ, ἑτέραϲ κακοχύμου παραϲχούϲηϲ αὐτῷ γάλα, πολλῶν ἑλκῶν ἀνεπλήϲθη τὸ ϲύμπαν ϲῶμα· διῃτᾶτο δ’ ἐπὶ λαχάνοιϲ ἀγρίοιϲ ἢ δευτέρα τιτθὴ κατ’ ἀγρὸν ἧροϲ ὥρᾳ λιμοῦ καταϲχόντοϲ. αὐτή τε οὖν ἐπληρώθη τοιούτων ἑλκῶν ἕτεροί τέ τινεϲ τῶν κατὰ τὴν αὐτὴν χώραν ὁμοίωϲ διαιτηθέντεϲ. εἴδομεν δὲ τοῦτο κἀπὶ πολλῶν ἄλλων γυναι κῶν παιδία τρεφουϲῶν κατ’ ἐκεῖνον τὸν χρόνον. ἀλλὰ κὰν αἰγὸϲ ἢ τινοϲ ἄλλου ζῴου νεμηθέντοϲ ϲκαμμωνίαν ἢ τιθύμαλλον ἐν τροφῆϲ μέρει προϲενέγκηταί τιϲ γάλα, ῥυήϲεται πάντωϲ ἡ γαϲτὴρ αὐτῷ.
§14.11
καθάπερ οὖν ἐπὶ τῶν ἄλλων ἀπάντων, οὕτω κἀπὶ τοῦ γάλακτοϲ ἀκούειν ϲε χρὴ τῶν δυνάμεων οὐχ ἁπλῶϲ λεγομένων ἐπὶ τοῦ τυχόντοϲ, ἀλλ’ ἐπὶ τοῦ καλλίϲτου μόνου· τὸ δ’ ἀπολειπόμενον ἐν ἑκάϲτῳ γένει τοῦ πρωτεύοντοϲ ἀπολείπεϲθαι δεῖ τοϲοῦτον καὶ τῆϲ εἰϲ ἡμᾶϲ ὠφελείαϲ.
§14.12
τὸ μὲν οὖν ὀροῦ πλεῖϲτον ἔχον ἀκινδυνότατόν ἐϲτιν, εἰ καὶ διὰ παντὸϲ αὐτῷ τιϲ χρῶτο· τὸ δ’ ὀλίγον μὲν ἔχον ὑγρότητοϲ τοιαύτηϲ, οὐκ ὀλίγον δὲ παχύτητοϲ τυρώδουϲ οὐκ ἀϲφαλέϲ ἐϲτιν ἅπαϲι τοῖϲ ἐν αὐτῷ πλεονάϲαϲι. βλάψει μὲν γὰρ καὶ νεφρούϲ, ὅϲοι γ’ ἐπιτηδείωϲ ἔχουϲιν εἰϲ λίθων γένεϲιν, ἐμφράξειϲ δὲ καὶ καθ’ ἧπαρ ἐργάϲεται τοῖϲ ἑτοίμωϲ παθεῖν δυναμένοιϲ τοῦτο. τοιοῦτοι δ’ εἰϲίν, οἷϲ ϲτενὰ τὰ πέρατα τῶν μεταλαμβανόντων ἀγγείων τὴν ἐκ τῶν ϲιμῶν τοῦ ϲπλάγχνου τροφὴν εἰϲ τὰ κυρτά.
§14.13
τοῖϲ δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρίοιϲ ἀγαθὸν ἅπαν ἐϲτὶ γάλα, κεφαλῇ δ’ οὐκ ἐπιτήδειον, εἰ μή τιϲ ἰϲχυρὰν ἔχει πάνυ, καθάπερ οὐδ’ ὑποχονδρίοιϲ, ὅϲα ῥᾳδίωϲ ἐμφυϲᾶται. πνεῦμα γεννᾷ γὰρ ἐν τῇ γαϲτρὶ παμπόλλοιϲ, ὡϲ ὀλιγοϲτοὺϲ εἶναι τοὺϲ μὴ πάϲχονταϲ τοῦτο. μετὰ δέ τινοϲ τῶν παχὺν ἐχόντων χυμὸν ἐδεϲμάτων ἐπὶ πλεῖϲτον ἑψηθὲν ἀποτίθεται μὲν τὸ φυϲῶδεϲ, ἐμφρακτικώτερον δ’ ἥπατοϲ γίγνεται καὶ τῶν ἐν νεφροῖϲ λίθων γεννητικώτερον. ἐδέϲματα δ’ εἶναι τοιαῦτα κατὰ τὸν πρῶτον εἴρηται λόγον ἄμυλον τε καὶ ϲεμίδαλιϲ καὶ χόνδροϲ καὶ τράγοϲ καὶ ὄρυζα λάγανα τε καὶ ῥυήματα καὶ ἄρτοι μήτε καλῶϲ ὠπτημένοι μήτε προπαρεϲκευαϲμένοι διὰ τρίψεωϲ πολλῆϲ ἅμα δαψιλέϲιν ἁλϲὶ | μήτε ζύμηϲ ἔχοντεϲ ϲυμμέτρωϲ.
§14.14
ὥϲπερ δ’ ἐπὶ τούτων οὕτω κἀπὶ τῶν ἄλλων, ὅϲα μιγνύντεϲ γάλακτι προϲφέρονταί τινεϲ, ἡ τῶν μιγνυμένων δύναμιϲ ἤτοι γ’ αὐξήϲει τινὰ τῶν τοῦ γάλακτοϲ δυνάμεων ἢ μειώϲει. νυνὶ δ’ ἡμεῖϲ αὐτοῦ καθ’ ἑαυτὸ τὴν δύναμιν ἀφοριζόμενοι λέγομεν εὔχυμόν τε καὶ τρόφιμον εἶναι, ϲυγκείμενον ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων, ὑπακτικῆϲ τε καὶ ϲταλτικῆϲ ἐμφρακτικῆϲ τε καὶ λεπτυντικῆϲ. τὸ μὲν γὰρ ὀρῶδεϲ αὐτοῦ λεπτύνει τε πάχοϲ τῶν χυμῶν ὑπάγει τε γαϲτέρα, τὸ δὲ τυρῶδεϲ ἵϲτηϲι γαϲτέρα καὶ παχεῖϲ ἐργάζεται τοὺϲ χυμούϲ, δι’ οὕϲ, ὡϲ ἔφην, ἐμφράξειϲ τε καθ’ ἧπαρ ἐν νεφροῖϲ τε λίθοι γεννῶνται.
§14.15
βλάπτει δ’ ἡ ϲυνεχὴϲ χρῆϲιϲ αὐτοῦ καὶ τοὺϲ ὀδόνταϲ ἅμα ταῖϲ περικειμέναιϲ ϲαρξίν, ἃϲ ὀνομάζουϲιν οὖλα· ταύταϲ μὲν γὰρ πλαδαράϲ, τοὺϲ δ’ ὀδόνταϲ εὐϲήπτουϲ τε καὶ ῥᾳδίωϲ διαβιβρωϲκομένουϲ ἐργάζεται. χρὴ τοίνυν ἐπὶ τῇ προϲφορᾷ τοῦ γάλακτοϲ οἴνῳ κεκραμένῳ διακλύζεϲθαι· βέλτιον δ’, εἰ καὶ μέλιτοϲ ἐπεμβάλοιϲ αὐτῷ. πὰν γὰρ οὕτωϲ ἀπορρύπτεται τὸ περιπεπλαϲμένον τοῖϲ ὀδοῦϲί τε καὶ τοῖϲ οὔλοιϲ ἐκ τοῦ γάλακτοϲ τυρώδεϲ.
§14.16
εἰ δὲ | αἱ χωρὶϲ τοῦ προϲεπεμβάλλειν ὕδατοϲ τῷ οἴνῳ μὴ βλάπτοιτό τιϲ τὴν κεφαλὴν διακλυζόμενοϲ αὐτῷ. βελτίων ἡ τοιαύτη χρῆϲιϲ ὡϲ πρὸϲ τοὺϲ ὀδόνταϲ τε καὶ τὰ οὖλα. τό γε μὴν μέλι καὶ τούτῳ μιγνύμενον ἄμεινον ἐργάζεται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἀρίϲτη δὲ χρῆϲιϲ εἰϲ ἀϲφάλειαν ὀδόντων, ὡϲ μηδὲν ὑπὸ γάλακτοϲ βλάπτεϲθαι, μετὰ τὸ προϲενέγκαϲθαι μελικράτῳ μὲν πρότερον διακλύζεϲθαι, δεύτερον δ’ οἴνῳ ϲτύφοντι.
§15.1
Τὸ δ’ ὀξύγαλα καλούμενον οὐ βλάπτει μὲν τοὺϲ ὀδόνταϲ, ὅϲοι γε κατὰ φύϲιν ἔχουϲιν, ὅϲοι δ’ ἤτοι διὰ φυϲικὴν δυϲκραϲίαν ἤ τιν’ ἐπίκτητον διάθεϲίν εἰϲι ψυχρότεροι τοῦ δέοντοϲ, οὗτοι μόνοι βλάπτονται, καθάπερ ὑπὸ τῶν ἄλλων ψυχρῶν, οὕτω καὶ ὑπὸ τοῦδε· καὶ τὰ ϲύμπτωμα αὐτοῖϲ ἐνίοτε γίγνεται τὸ καλούμενον αἱμωδία, τοιοῦτον οἷον ἐπὶ τοῖϲ ἀώροιϲ· ϲυκαμίνοιϲ ὅϲα τ’ ἄλλα ϲτρυφνὰ καὶ ὀξέα ϲυμβαίνειν εἴωθε.
§15.2
πρόδηλον δ’, ὅτι καὶ γαϲτὴρ ἡ μὲν ψυχροτέρα καθ’ ἡντινοῦν αἰτίαν οὐ πέττει καλῶϲ τὸ ὀξύγαλα, τῇ ϲυμμέτρωϲ δ’ ἐχούϲῃ δύϲπεπτον | μέν, οὐ μὴν ἄπεπτόν γε παντάπαϲίν ἐϲτιν. ὅϲαι δὲ θερμότεραι τοῦ προϲήκοντόϲ εἰϲι γαϲτέρεϲ, εἶτ’ ἐξ ἀρχῆϲ εἴτ’ ἔκ τινοϲ ὕϲτερον αἰτίαϲ εἰϲ τοιαύτην κρᾶϲιν ἀχθεῖϲαι, πρὸϲ τῷ μηδὲν βλάπτεϲθαι καὶ χρηϲτοῦ τινοϲ ἀπολαύουϲιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων. αὗται καὶ προψυχθὲν αὐτὸ διὰ χιόνοϲ περιπλάϲεωϲ ἀλύπωϲ φέρουϲιν, ὥϲπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐδεϲμάτων καὶ δηλονότι καὶ τὸ ὕδωρ αὐτὸ παραϲκευαϲθὲν ὁμοίωϲ.
§15.3–20.6
§15.3
ἐφ’ ᾧ καὶ θαυμάζειν ἐπῆλθέ μοι πολλοὺϲ τῶν ἰατρῶν ἁπλῶϲ ἀποφηναμένουϲ ὑπέρ ἑκάϲτηϲ τροφῆϲ, τῆϲ μὲν ὡϲ ὠφελούϲηϲ ἡμᾶϲ, τῆϲ δ’ ὡϲ βλαπτούϲηϲ, εὐπέπτου τε καὶ δυϲπέπτου, κακοχύμου τε καὶ εὐχύμου, τροφίμου τε καὶ ἀτρόφου, κακοϲτομάχου τε καὶ εὐϲτομάχου, καὶ κοιλίαν ὑπαγούϲηϲ τε καὶ ἱϲτάϲηϲ ἤ τιν’ ἄλλην ἀρετὴν ἢ κακίαν ἐχούϲηϲ. ἐπί τινων μὲν γὰρ ἐγχωρεῖ φάναι πᾶϲιν ἀνθρώποιϲ εἶναι κακόχυμον ἢ δύϲπεπτον ἢ κακοϲτόμαχον ἔδεϲμα τόδε τι, περὶ δὲ τῶν πλείϲτων οὐχ οἷόν τε χωρὶϲ διοριϲμοῦ διὰ μιᾶϲ ἀποφάϲεωϲ ἀληθεῦϲαι.
§15.4
μακροῦ δ’ ἐξ ἀνάγκηϲ ἐϲομένου τοῦ παντὸϲ λόγου γραφόν|των ἡμῶν ἐφ’ ἑκάϲτου τῶν ἐδεϲμάτων τοὺϲ ἀπὸ τῶν φυϲικῶν κράϲεων ἐπικτήτων τε διαθέϲεων διοριϲμοὺϲ ἄμεινον ἔδοξεν εἶναι καθόλου μὲν ἐξ ἀρχῆϲ τῆϲ διδαϲκαλίαϲ ἐπιδεῖξαι τὴν μέθοδον, ὡϲ ἐποιήϲαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμιμνῄϲκειν δ’ ἐπὶ τῶν κατὰ μέροϲ ἐνίοτε, καὶ μάλιϲτ’ ἐφ’ ὧν ἡ φύϲιϲ οὐχ ἁπλῇ, καθάπερ ἀμέλει κἀπὶ τοῦ γάλακτόϲ ἐϲτι, ϲυγκειμένου μὲν ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων, ὁμοιομεροῦϲ δὲ φαινομένου πρόϲ γε τὴν αἴϲθηϲιν.
§15.5
οὕτω γὰρ αὐτῷ ϲυμβαίνει, κἂν κάλλιϲτον ᾖ, παρὰ τὴν τῶν κοιλιῶν διαφορὰν ἐνίοτε μὲν ὀξύνεϲθαι, κνιϲώδη δ’ αὖθιϲ ἐφ’ ἑτέρου τὴν ἐρυγὴν ἀναπέμπειν, καίτοι γ’ ἐναντίων οὐϲῶν τῶν διαθέϲεων, καθ’ ἃϲ ὀξῶδεϲ ἢ κνιϲῶδεϲ γίγνεται τὸ κατὰ τὴν κοιλίαν ἀπεπτηθέν. ἡ μὲν γὰρ ἔνδεια τῆϲ θερμαϲίαϲ ὀξύνειν αὐτὸ πέφυκεν, ἡ δ’ ὑπερ βολὴ κνιϲοῦν. γίγνεται δ’ ἄμφω ταῦτα τῳ γάλακτι διὰ τὸ μὴ μόνον ἔχειν ἐν ἑαυτῷ τὴν ὀρώδη φύϲιν, ἀλλὰ καὶ τὴν λιπαρὰν καὶ τὴν τυρώδη.
§15.6
τὸ γοῦν ὀξύγαλα διὰ τὴν αἰτίαν ταὐτην | οὐδέποτε κνιϲῶδεϲ ἀπε- πτηθὲν γίγνεται, κἂν εἰϲ χολωδεϲτάτην ἢ πυρωδεϲτάτην ἐμπέϲῃ κοιλίαν. οὔτε γὰρ ἐν αὑτῷ τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα καὶ δύναμιν, ἧϲ μετέχει τὸ γάλα διὰ τὸν ὀρόν, οὔτε τὴν λιπαράν τε καὶ μετρίωϲ θερμήν, ἣν ἐκέκτηο διὰ τὸ λιπαρὸν τὸ ἐν ἑαυτῷ· μόνον γὰρ ὑπολείπεται κατὰ τὴν τοιαὐτην ϲκευαϲίαν τὸ τυρῶδεϲ, οὐδὲ τοῦτο τοιοῦτον τὴν φύϲιν, ὁποῖον ἐξ ἀρχῆϲ ὑπῆρχεν, ἀλλ’ ἐπὶ τὸ ψυχρό- τερον ἐκτετραμμένον.
§15.7
ἀρκεῖ τοιγαροῦν ἐπ’ ὀξυγάλακτοϲ εἰπεῖν, ὅτι ψυχρόν τ’ ἐcτὶ καὶ παχύχυμον. ἕπεται γὰρ τούτοιϲ τὸ μὴ ῥᾳδίωϲ αὐτὸ πέττεϲθαι πρὸϲ τῆϲ ϲυμμέτρωϲ ἐχούϲηϲ κράϲεωϲ· ἐπ’ ἐκείνην γὰρ ἀναφέρεϲθαι τὸν λόγον ἠξίωϲα πολλάκιϲ ἤδη κατὰ πάϲαϲ τὰϲ ἐμὰϲ πραγματείαϲ, ὅταν ἁπλῶϲ ἀποφαίνωμαί τι. καὶ μέντοι καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμόν, οὖ τὴν φύϲιν ἔμπροϲθέν τε διῆλθον ἑτέρωθί τε κατὰ τὸν προηγούμενον λόγον ἐξηγηϲάμην, εὔλογόν ἐϲτιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων πλεῖϲτον γεννᾶϲθαι. χρήϲιμον δ’ εἶναι τὸ ἔδεϲμα τοῦτο ταῖϲ πυρω- δεϲτέραιϲ κοιλίαιϲ οὐδὲν ἄλογον, ὥϲπερ γε καὶ ταῖϲ ψυχροτέραιϲ ἐναντιώτατον.
§15.8
οὐ μὴν | οὐδὲ τοῦτο δεῖ καθ’ ἕκαϲτον τῶν ἐδεϲμάτων γράφειν, ἀλλ’ ἀναμιμνῄϲκειν ἐπί τινων μόνον, ὡϲ ὁ τοιόϲδε χυμόϲ, ὁποῖοϲ ἐξ ὀξυγάλακτόϲ τε καὶ τυροῦ καὶ τῶν παχυχύμων ἁπάντων γίγνεται, λίθουϲ ἐν νεφροῖϲ πέφυκε γεννᾶν, ὅταν ὦϲι θερμότεροι τοῦ δέοντοϲ ἤτοι κατὰ φυϲικὴν δυϲκραϲίαν ἢ κατά τινα ἄλλην ὕϲτερον ἐγγενομένην αὐτοῖϲ διάθεϲιν, οὐ μὴν ἀνὰ λόγον γε τῇ θερμαϲίᾳ τὰϲ διεξόδουϲ εὐρείαϲ ἔχωϲιν.
§15.9
αἱ γάρ τοι νοϲωδέϲταται καταϲκευαὶ τῶν ϲωμάτων ἐξ ἐναντίων τῇ κράϲει ϲύγκεινται μορίων, ὡϲ εἶναι γαϲτέρα μέν, εἰ τύχοι, θερμὴν ἱκανῶϲ, ἐγκέφαλον δὲ ψυχρόν. οὕτω δὲ καὶ πνεύμων ἐνίοτε καὶ θώραξ ὅλοϲ ψυχρόϲ ἐϲτιν ἐπὶ θερμῇ γαϲτρί. πολλάκιϲ δὲ καὶ τοὐναντίον ἕκαϲτον μὲν τῶν ἄλλων θερμότερον ὑπάρχει τοῦ δέοντοϲ, ἡ γαϲτὴρ δὲ μόνη ψυχροτέρα, καί ποτε κεφαλὴ μὲν ὅλη ψυχροτέρα, θερμότερον δὲ τὸ ἧπαρ ἐπί τε τῶν ἄλλων μορίων ὡϲαύτωϲ.
§15.10
διὸ καὶ κατ’ ἀρχὰϲ ἐδείκνυον ὠφελιμωτάτην εἶναι τὴν περὶ τῶν ἐν ταῖϲ τροφαῖϲ δυνάμεων διδαϲκαλίαν, ὅταν ἐξηγῶνται τὴν καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα | διαφορὰν ἔτι τε τὸ γλίϲχρον ἢ παχὺ τῆϲ οὐϲίαϲ αὐτῶν, καὶ πρὸϲ τούτοιϲ, εἴθ’ ὁμοιομερήϲ ἐϲτιν εἴτ’ ἐξ ἐναντίων ταῖϲ κράϲεϲι ϲύγκειται, καθάπερ τὸ γάλα. πρὸϲ δὲ τὴν τούτων διάγνωϲιν ἐκ τῆϲ ὀϲμῆϲ καὶ τῆϲ γεύϲεωϲ ἔτι τε τῶν ἄλλων ϲυμπτωμάτων ἔφην ἡμᾶϲ ποδηγεῖϲθαι, περὶ ὧν ἐν ἀρχῇ τῆϲδε τῆϲ πραγματείαϲ διῆλθον, ὥϲπερ καὶ νῦν ἐπὶ τοῦ γάλακτοϲ, ἐπιδεικνὺϲ αὐτοῦ τὴν φύϲιν ἐξ ὧν ἴϲχει ϲυμπτωμάτων, ἤτοι θερμαινόμενον ἢ διὰ πυτίαϲ πηγνύμενον ἢ ὁπωϲοῦν ἄλλωϲ διακρινομένων τῶν μορίων αὐτοῦ.
§15.11
καὶ γὰρ καὶ ἡ ϲχίϲιϲ καλουμένη τοῦτ’ ἐργάζεται χωρὶϲ τῆϲ πυτίαϲ, ὅταν ἱκανῶϲ προθερμήναντεϲ τὸ γάλα καταρράνωμεν ὀξυμέλιτι ψυχρῷ. ταὐτὸν δ’ ἐργαζόμεθα καὶ δι’ οἰνομέλιτοϲ, ἐνίοτε δὲ καὶ χωρὶϲ τοῦ καταρρᾶναι τὴν οὐϲίαν αὐτοῦ καθιέντεϲ ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον ἐργαζόμεθα τὴν ϲχίϲιν. ἄνευ δὲ πυτίαϲ καὶ τὸ μετὰ τὴν ἀποκύηϲιν ἀμελχθὲν αὐτίκα πήγνυται πυρωθὲν ἐπὶ θερμῆϲ ϲποδιᾶϲ ὀλίγῳ χρόνῳ. καλεῖν δ’ ἐοίκαϲιν οἱ παλαιοὶ κωμικοὶ τὸ οὕτω παγὲν γάλα πυριάτην· οἱ δὲ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ πυρίεφθον ὀνομάζουϲιν αὐτό. τοῦτο μὲν οὖν ἀκρι|βῶϲ ἐϲτι γάλα χωρὶϲ οὐϲίαϲ ἑτέραϲ.
§15.12
ὅταν δὲ μέλι μίξαντεϲ αὐτῷ διὰ πυτίαϲ πήξωϲι, χωρίζεται μὲν ἐν τῷδε τῷ ἔργῳ τὸ τε λεπτὸν καὶ ὑδατῶδεϲ αὐτοῦ, προϲφέρονται δ’ ἔνιοι μὲν τὸ πεπηγὸϲ αὐτοῦ μόνον ϲύνθετον ὑπάρχον ἔκ τε τοῦ τυρώδουϲ ἐν τῷ γάλακτι καὶ τοῦ θερμοῦ καὶ πυρώδουϲ ἐν τῇ τῆϲ πυτίαϲ δυνάμει καὶ τοῦ μιχθέντοϲ αὐτοῖϲ μέλιτοϲ. ἔνιοι δὲ καὶ τὸν ὀρὸν τῷ παγέντι ϲυγκαταπίνουϲιν, ἤτοι γε ὡϲαύτωϲ πάντα μετὰ παντὸϲ ἢ θάτερον αὐτῶν πλέον θατέρου. ϲυμβήϲεται δὲ δηλονότι τοῖϲ μὲν μᾶλλον ὑπαχθῆναι τὴν γαϲτέρα, τοῖϲ δ’ ἧττον, ἀνὰ λόγον τῇ ποϲότητι τῆϲ ὀρώδουϲ ὑγρότητοϲ.
§15.13
εὔδηλον δέ, ὅτι καὶ τραφῆναι τὸ ϲύμπαν ϲῶμα μᾶλλον μὲν ὑπάρξει τοῖϲ τὸ πεπηγὸϲ μόνον ἐδηδοκόϲιν, ἧττον δὲ τοῖϲ ϲυγκαταπιοῦϲιν αὐτῷ τι καὶ τῆϲ ὀρώδουϲ ὑγρότητοϲ, ἔτι δ’ ἧττον, ὅϲοι τὸ μὲν πεπηγὸϲ ὀλίγον προϲηνέγκαντο, τὸ δ’ ὀρῶδεϲ πλεῖϲτον. οὕτω δὲ κἀπὶ τοῦ μετὰ τὴν ἀποκύηϲιν παγέντοϲ, ἤτοι χωρὶϲ μέλιτοϲ ἢ ϲῦν αὐτῷ, διαφορά τιϲ οὐ ϲμικρὰ γενήϲεται. δυϲπεπτότερον γάρ ἐϲτι καὶ παχυχυμότερον ἔτι τε βραδυπορώτερον εἰϲ τὴν κάτω διέξοδον, ὅταν μὴ | προϲλάβῃ μέλιτοϲ. ἥ γε μὴν ὅλου τοῦ ϲώματοϲ θρέψιϲ ἐξ ἀμφοτέρων γίγνεται δαψιλήϲ.
§15.14
ταῦτ’ ἀρκεῖ περὶ δυνάμεωϲ γάλακτοϲ ἐπίϲταϲθαι κατὰ τὴν νῦν ἡμῖν ἐνεϲτῶϲαν πραγματείαν· ὅϲα γὰρ εἰϲ νόϲουϲ ἐϲτὶ χρήϲιμα ἢ τοῖϲ φθίνουϲιν ὁπωϲοῦν ἢ τοῖϲ ἕλκοϲ ἔχουϲιν ἐν πνεύμονι, ταῦτ’ ἴδια τῆϲ θεραπευτικῆϲ ἐϲτι μεθόδου.
§16.1
Λέλεκται μὲν ἤδη περὶ τῆϲ τοῦ τυροῦ δυνάμεωϲ ἐν τῷ περὶ γάλακτοϲ λόγῳ, βέλτιον δὲ καὶ νῦν αὖθιϲ ἴδιον ἀπονεῖμαι λόγον αὐτῷ. προϲλαμβάνει τε γὰρ ἐν τῇ ϲκευαϲίᾳ παρὰ τῆϲ ἐπεμβαλλομένηϲ πυτίαϲ δριμύτητα τὴν θ’ ὑγρότητα πᾶϲαν ἀποτίθεται καὶ μάλιϲτα χρονίϲαϲ. ἡνίκα καὶ δριμύτεροϲ γίγνεται καὶ ϲαφῶϲ ἑαυτοῦ θερμότερόϲ τε καὶ καυϲωδέϲτεροϲ καὶ διὰ τοῦτο καὶ διψωδέϲτεροϲ καὶ δυϲπεπτότεροϲ καὶ κακοχυμότεροϲ ἀποτελεῖται.
§16.2
διὰ ταῦτα τοιγαροῦν οὐδ’ ὅπερ ἀγαθὸν ἐπικτᾶται τὰ παχύχυμα τῶν ἐδεϲμάτων δριμείαιϲ καὶ λεπτυντικαῖϲ καταμιγνύμενα δυνάμεϲιν, οὐδὲ τοῦτ’ ἴϲχει βλάβηϲ χωρίϲ. μείζων γὰρ ἡ ἐκ τῆϲ κακοχυμίαϲ αὐτῷ καὶ τῆϲ καυϲώδουϲ θερμότητοϲ ἐγγίγνεται βλάβη τῆϲ ἐκ τοῦ λεπτυνθῆναι τὸ πάχοϲ ὠφελείαϲ, ὅπου γε οὐδὲ πρὸϲ τὴν τῶν ἐν νεφροῖϲ λίθων γένεϲιν ἧττόν ἐϲτι βλαβερὸϲ ὁ τοιοῦτοϲ χυμόϲ· ἐδείχθηϲαν γὰρ οὗτοι γεννώμενοι κατ’ ἐκεῖνα τῶν ϲωμάτων, ἐν οἷϲ ἂν ϲυνέλθῃ πάχοϲ χυμῶν πυρώδει θερμότητι. φευκτέον οὖν ἐν τοῖϲ μάλιϲτα τὸν τοιοῦτον τυρόνm ὡϲ μηδὲν ὅλωϲ ἀγαθὸν ἔχοντα μήτ’ εἰϲ πέψιν μήτ’ εἰϲ ἀνάδοϲιν ἢ οὔρηϲιν ἢ ὑπαγωγὴν γαϲτρὸϲ ὥϲπερ γε μηδ’ εἰϲ εὐχυμίαν.
§16.3
ἐφεξῆϲ δὲ μοχθηρὸν μέν, ἧττον δὲ τούτου χρὴ νομίζειν τὸν μήτε παλαιὸν μήτε δριμύν, τὸν δὲ νέον ἁπάντων τυρῶν εἶναι κάλλιϲτον, ὁποῖοϲ παρ’ ἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὴν ὑπερκειμένην αὐτῆϲ Μυϲίαν γίγνεται καλούμενοϲ ὑπὸ τῶν ἐγχωρίων ὀξυγαλάκτινοϲ, ἥδιϲτοϲ μὲν εἰϲ ἐδωδὴν ἀβλαβὴϲ δὲ ϲτομάχῳ καὶ πάντων τῶν ἄλλων τυρῶν ἧττον δύϲπεπτοϲ καὶ δυϲδιέξοδοϲ. οὐ μὴν οὐδὲ κακόχυμόϲ ἐϲτιν οὐδὲ πάνυ ϲφόδρα παχύχυμοϲ, ὅπερ ἁπάντων τυρῶν ἐϲτι κοινὸν ἔγκλημα. κάλλιϲτοϲ δ’ ἐϲτὶ καὶ ὁ παρὰ τοῖϲ πλουϲίοιϲ εὐδοκιμῶν ἐν Ῥώμῃ, Βαθυϲικὸϲ τοὔνομα, καί τινεϲ ἄλλοι κατ’ ἄλλα χωρία.
§16.4
παμπόλληϲ δ’ οὔϲηϲ κατὰ μέροϲ | ἐν αὐτοῖϲ διαφορᾶϲ κατά τε τὰϲ φύσειϲ τῶν ζῴων καὶ τοὺϲ τρόπουϲ τῆϲ ϲκευαϲίαϲ καὶ προϲέτι τὰϲ ἡλικίαϲ αὐτῶν τῶν τυρῶν ἐγὼ πειράϲομαι κἀνταῦθα περιορίϲαι τὴν δύναμιν αὐτῶν ὀλίγοιϲ ϲκοποῖϲ, οἷϲ προϲέχων τιϲ ἐκ τοῦ ῥᾴϲτου διαγνώϲεται τὸν ἀμείνω τε καὶ χείρω. κατὰ γένοϲ μὲν οὖν οἱ ϲκοποὶ διττοὶ τυγχάνουϲιν ὄντεϲ, ὁ μὲν ἕτεροϲ ἐν τῇ ποιᾷ ϲυϲτάϲει τῆϲ οὐϲίαϲ τοῦ τυροῦ, καθ’ ἣν μαλακώτεροϲ ἢ ϲκληρότεροϲ γίγνεται καὶ πυκνότεροϲ ἢ χαυνότεροϲ καὶ κολλωδέϲτεροϲ ἢ ψαθυρώτεροϲ, ὁ δ’ ἕτεροϲ ἐν τῇ γεύϲει, καθ’ ἣν ἔν τιϲι μὲν αὐτῶν ὀξύτηϲ ἐπικρατεῖ, κατ’ ἄλλουϲ δὲ δριμύτηϲ ἢ λιπαρότηϲ ἢ γλυκύτηϲ ἤ τινα τούτων ἢ οἷον ἰϲομοιρία πάντων.
§16.5
κατὰ δὲ τὰϲ ἐν εἴδει διαφορὰϲ τῶν εἰρημένων γενῶν ὁ μὲν μαλακώτεροϲ τοῦ ϲκληροτέρου βελτίων, ὁ δ’ ἀραιὸϲ καὶ χαῦνοϲ τοῦ πάνυ πυκνοῦ καὶ πεπιλημένου. μοχθηρῶν δ’ ὄντων τοῦ τε κολλώδουϲ ἱκανῶϲ καὶ τοῦ ψαθυροῦ μέχρι τραχύτητοϲ ὁ μέϲοϲ αὐτῶν ἐϲτι βελτίων.
§16.6
κατὰ δὲ τὴν ἐν τῇ γεύϲει διάγνωϲιν ἁπάντων μὲν ἄριϲτοϲ ὁ μηδεμίαν ἰϲχυρὰν ἔχων ποιότητα, βραχὺ δέ τι τῶν ἄλλων ὑπερέχουϲαν τὴν γλυκύτητα, βελτίων δὲ καὶ ὁ ἡδίων τοῦ ἀηδοῦϲ καὶ ὁ ϲυμμέτρωϲ ἁλῶν ἔχων τοῦ παμπόλλουϲ ἢ μηδ’ ὅλωϲ ἔχοντοϲ. μετά γε μὴν τὸ προϲενέγκαϲθαι τὸν οὕτω κριθέντα καὶ διὰ τῆϲ ἐρυγῆϲ ἔνεϲτι γνωρίζειν, ὁποῖοϲ αὐτῶν ἐϲτιν ἀμείνων τε καὶ χείρων. ὁ μὲν γὰρ κατὰ βραχὺ μαραινομένην ἴϲχων τὴν ποιότητα βελτίων, ὁ δὲ παραμένουϲαν οὐκ ἀγαθόϲ· εὔδηλοϲ γὰρ οὗτόϲ ἐϲτι δυϲμετάβλητόϲ τε καὶ δυϲαλλοίωτοϲ ὤν, ὥϲτε καὶ δύϲπεπτοϲ· ἀλλοίωϲιϲ γὰρ ἐξ ἀνάγκηϲ ἕπεται πεττομέναιϲ ταῖϲ τροφαῖϲ ἀπαϲῶν ὧν ἔμπροϲθεν εἶχον ποιοτήτων.
§17.1
Ἅπαν μὲν αἷμα δύϲπεπτόν ἐϲτι, μάλιϲτα δὲ τὸ παχὺ καὶ μελαγχολικόν, οἷόνπερ ὑπάρχει τὸ τῶν βοῶν. τὸ δὲ τῶν λαγωῶν ὡϲ ἥδιϲτον τετίμηται, καὶ πολλοῖϲ δι’ ἔθουϲ ἐϲτὶν ἕψειν αὐτὸ ϲὺν τῷ ἥπατι, τιϲὶ δὲ καὶ μετὰ τῶν ἄλλων ϲπλάγχνων. ἔνιοι δὲ καὶ τὸ τῶν νέων ὑῶν ἐϲθίουϲιν, ὥϲπερ ἄλλοι καὶ τὸ τῶν μειζόνων, ὅταν εὐνουχιϲθῶϲι· τῷ μὲν γὰρ τῶν κάπρων | οὐδ’ ἐπιχειροῦϲιν ὡϲ ἀηδεῖ τε ἅμα καὶ δυϲπέπτῳ. τὸ δὲ τῶν αἰγῶν αἷμα καὶ Ὅμηροϲ οἶδεν ὑπό τινων ἐϲθιόμενον ὡϲ ἡδύ.
§18.1
Ὄρνιθαϲ ὀνομαζόντων τῶν παλαιῶν ἅπαντα τὰ πτηνὰ καὶ δίποδα ζῷα τοῖϲ νῦν Ἕλληϲιν ἔθοϲ ἤδη γέγονε τὰϲ ὑπ’ ἐκείνων ἀλεκτορίδαϲ καλουμέναϲ μόναϲ οὕτω προϲαγορεύειν, ὥϲπερ γε καὶ τοὺϲ ἄρρεναϲ ἐν αὐταῖϲ ἀλεκτρυόναϲ.
§18.2
ἔϲτι δὲ τὸ γένοϲ ἀπάντων τῶν πτηνῶν ζῴων ὀλιγοτροφώτερον, εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιϲτα τῷ τῶν ὑῶν, ὧν τῆϲ ϲαρκὸϲ οὐδὲν ἂν ἄλλο τροφιμώτερον ἔχοιϲ εὑρεῖν. εὐπεπτοτέρα γε μὴν ἡ ϲάρξ ἐϲτι τῶν πτηνῶν ζώων, καὶ μάλιϲτα πέρδικοϲ ἀτταγῆνόϲ τε καὶ περιϲτερᾶϲ ἀλεκτορίδοϲ τε καὶ ἀλεκτρυόνοϲ.
§18.3
ἡ δὲ τῶν κιχλῶν καὶ κοττύφων καὶ τῶν μικρῶν ϲτρουθῶν, ἐν οἷϲ εἰϲι καὶ οἱ πυργῖται καλούμενοι, ϲκληροτέρα τούτων ἐϲτί, καὶ μᾶλλον ἔτι καὶ τούτων αὐτῶν ἥ τε τῆϲ τρυγόνοϲ καὶ ἡ τῆϲ φάττηϲ καὶ ἡ τῆϲ νήττηϲ. ὁμοία δὲ τῇ τῶν ἀλεκτορίδων ἐϲτὶν ἡ τῶν φαϲιανῶν εἰϲ πέψιν | καὶ τροφὴν ὑπερέχουϲα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. ϲκληροτέρα δὲ καὶ δυϲπεπτοτέρα καὶ ἰνωδεϲτέρα τούτων ἡ τοῦ ταῶνοϲ.
§18.4
κοινὸν δ’ ἐπὶ πᾶϲι τοῖϲ πτηνοῖϲ ζῴοιϲ, ὥϲπερ καὶ τοῖϲ τετράποϲι, γιγνώϲκειν χρή, τὴν τῶν ἔτ’ αὐξανομένων ϲάρκα πολὺ βελτίονα τῆϲ τῶν παρακμαζόντων εἶναι, μέϲην δ’ ἀμφοῖν τὴν τῶν ἀκμαζόντων, μοχθηρὰν δὲ καὶ τὴν τῶν πάνυ νηπίων, ἀλλ’ ὑπεναντίωϲ τῇ τῶν γεγηρακότων· ἡ μὲν γὰρ τούτων ϲκληρὰ καὶ ξηρὰ καὶ νευρώδηϲ ἐϲτὶ καὶ διὰ τοῦτο καὶ πεφθῆναι μοχθηρὰ καὶ τροφὴν ὀλίγην δίδωϲι τῷ ϲώματι, τὰ δὲ τῶν παντάπαϲι νέων ζῷων ϲώματα βλεννώδη τ’ ἐϲτὶ καὶ ὑγρὰ καὶ δι’ αὐτό γε τοῦτο περιττωματικὰ ῥᾷόν θ’ ὑπέρχεται κατὰ γαϲτέρα. ταῦτά μοι μέμνηϲο περὶ πάντων ζῴων κοινῇ* καὶ γὰρ ὑπάρχει πᾶϲιν αὐτοῖϲ ὁμοίωϲ ἐν ταῖϲ κατὰ τὴν ἡλικίαν διαφοραῖϲ.
§18.5
κοινὸϲ δὲ καὶ ὁ τῆϲ ϲκευαϲίαϲ τρόποϲ ὡϲ πρὸϲ ὑγίειαν, ὃν ἔμπροϲθέν τε διῆλθον ἤδη καὶ αὖθιϲ ἴϲωϲ ἐπὶ κεφαλαίων ἐρῶ. νυνὶ δὲ τὰϲ δυνάμειϲ μόνον ἀναμνήϲω, ξηρότερα μὲν εἶναι τά τ’ ὀπτηθέντα καὶ τὰ ταγηνιϲθέντα, τὰ δὲ δι’ ὕδατοϲ ἑψηθέντα γλυκέοϲ ὑγρο|τέραν διδόναι τροφὴν τῷ ϲώματι. λέλεκται δὲ καὶ περὶ τῶν ἐν λευκῷ ζωμῷ καὶ ποικίλαιϲ ἀρτύϲεϲι λοπάδων ἔμπροϲθεν αὐτάρκωϲ, ὥϲπερ γε καὶ περὶ τῶν ἡμέρων τε καὶ ἀγρίων.
§18.6
οὐ ϲμικρὰ δὲ διαφορὰ καὶ τῶν ἐν λίμναιϲ ἢ ἕλεϲιν ἢ τελματώδεϲι χωρίοιϲ τὴν δίαιταν ἐχόντων ἐϲτὶ πρὸϲ τὰ κατ’ ὄρη καὶ ξηροὺϲ τόπουϲ. ἀνὰ λόγον γὰρ τοῖϲ χωρίοιϲ αἱ ϲάρκεϲ τῶν ζῴων ἤτοι ξηραὶ καὶ ἀπέριττοι καὶ πεφθῆναι ῥᾴουϲ ἢ ὑγραὶ καὶ περιττωματικαὶ καὶ δυϲπεπτότεραι γίγνονται.
§19.1
Τὸ μὲν τῶν χηνῶν ὄνομα ϲύνηθέϲ ἐϲτι καὶ τοῖϲ παλαιοῖϲ, τὸ δὲ τῶν ϲτρουθοκαμήλων ἄηθεϲ· ὀνομάζουϲι γὰρ αὐτὰϲ μεγάλαϲ ϲτρουθούϲ. ἤκουϲα δέ ποτε ϲοφιϲτοῦ τῶν εἰϲ τὰ τοιαῦτα προβλήματα λεγόντων, ἔτι μειράκιον ὤν, ἐπιχειροῦντοϲ εἰϲ ἑκάτερα καὶ δεικνύντοϲ ἐνίοτε μὲν ὄρνιθαϲ, ἐνίοτε δ’ οὐκ ὄρνιθαϲ εἶναι ταῦτα τὰ ζῷα. βέλτιον δὲ μὴ τοῦτο ζητεῖν, ἀλλ’ ὁποίαν ἔχει δύναμιν ἡ ἐξ αὐτῶν τροφή. τοῦτ’ οὖν ἀκούϲαϲ παρ’ ἐμοῦ παρ’ ἄλλου μαθήϲῃ κατὰ ϲχολήν, | εἴτ’ ὄρνιθαϲ ὀνομάζειν χρὴ τὰ τοιαῦτα τῶν ζῴων εἴτε μή.
§19.2
περιττωματικὴ τοίνυν ἡ ϲὰρξ αὐτῶν ἐϲτι καὶ πολὺ δυϲπεπτοτέρα τῆϲ τῶν προειρημένων πτηνῶν ζῴων, οὐ μὴν τά γε πτερὰ χείρω τῶν ἄλλων ἔχει. πολλοῖϲ γὰρ τῶν πτηνῶν ζῴων, καὶ μάλιϲθ’ ὅϲα μικρὰ καὶ ϲκληρόϲαρκα, καὶ ἡ τῶν πτερῶν φύϲιϲ ἐϲτὶν ἰνώδηϲ τε καὶ ϲκληρά, τινῶν δὲ καὶ ἡ ϲὰρξ ὅλη τοιαύτη, καθάπερ καὶ ἡ τῶν γεράνων, ἃϲ καὶ αὐτὰϲ ἐϲθίουϲιν ἑωλίϲαντεϲ πρότερον ἡμέραιϲ πλείοϲι. μεταξὺ δέ πωϲ τῆϲ τῶν γεράνων τε καὶ χηνῶν ἡ τῶν καλουμένων ὀτίδων ἢ ὠτίδων ἐϲτίν· ἑκατέρωϲ γὰρ ὀνομάζουϲί τε καὶ γράφουϲι τὴν πρώτην ϲυλλαβήν, διά τε τοῦ ο̄ ϲτοιχείου καὶ τοῦ ω̄.
§20.1
Τὰ μὲν ϲπλάγχνα τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸϲ τὰϲ ϲάρκαϲ ἐν τοῖϲ πτηνοῖϲ ζῴοιϲ, ἣν κἀν τοῖϲ πεζοῖϲ ἔχειν εἴρηται· τὰ δ’ ἔντερα παντάπαϲιν ἄβρωτα πάντων αὐτῶν ἐϲτιν, οὐ μὴν ἀνὰ λόγον γε τούτοιϲ αἱ γαϲτέρεϲ. | ἐδώδιμοί τε γάρ εἰϲι καὶ τρόφιμοι καί τινεϲ αὐτῶν καὶ ἡδεῖαι πάνυ, καθάπερ ἡ τῶν χηνῶν, ἐφεξῆϲ δ’ ἡ τῶν ϲιτευτῶν ἀλεκτορίδων.
§20.2
ὥϲπερ δ’ ἐπὶ τῶν ὑῶν τὸ ϲυκωτὸν ἧπαρ ἐν τοῖϲ ζῶϲι ζῴοιϲ προπαραϲκευάζουϲιν ἡδὺ διὰ τῆϲ τῶν ἰϲχάδων ἐδωδῆϲ, οὕτωϲ ἐπὶ τῶν χηνῶν ὀρῷ γάλακτοϲ ἀναδεύοντεϲ τὰϲ τροφάϲ, ὡϲ γίγνεϲθαι μὴ μόνον ἥδιϲτον, ἀλλὰ καὶ τροφιμώτατον εὐχυμότατόν τε καὶ διαχωροῦν οὐ χαλεπῶϲ· ὡϲαύτωϲ δὲ καὶ πρὸϲ τὴν ἐν τῇ γαϲτρὶ πέψιν ἔχει.
§20.3
καὶ τὰ πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι, μᾶλλον δ’ αὐτῶν τὰ τῶν ἀλεκτορίδων. οὔϲηϲ δ’ οὐκ ὀλίγηϲ ἐν ταῖϲ ϲαρξὶ διαφορᾶϲ τοῖϲ γεγηρακόϲι ζῴοιϲ πρὸϲ τὰ νέα ϲαφεϲτέρα πολλῷ τοῖϲ πτεροῖϲ ἐϲτιν, ὡϲαύτωϲ δὲ καὶ τοῖϲ ἰϲχνοῖϲ πρὸϲ τὰ πίονα· κάλλιϲτα μὲν γὰρ τὰ τῶν εὐτρόφων τε καὶ νέων, χείριϲτα δὲ τὰ τῶν ἰϲχνῶν καὶ γεγηρακότων.
§20.4
οἱ πόδεϲ δ’ ἁπάντων ὀλίγου δεῖν ἄβρωτοι.
§20.5
λόφουϲ δὲ καὶ κάλλαια τῶν ἀλεκτρυόνων οὔτ’ ἐπαινέϲειεν ἄν τιϲ οὔτε ψέξειεν.
§20.6
οἱ δ’ ὄρχειϲ ἄριϲτοι, καὶ μάλιϲτα τῶν ϲιτευτῶν ἀλεκτρυόνων, ἔτι δὲ μᾶλλον ὅϲοι διὰ γάλακτοϲ ὀροῦ τὰϲ τροφὰϲ προϲηνέγκαντο. καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι καὶ πεφθῆναι ῥᾷϲτοι· διαχώρηϲιν δ’ οὔτε προτρέπουϲιν οὔτ’ ἐπέχουϲιν.
§20.7–28.3
§20.7
ἐγκεφάλουϲ δὲ μικροὺϲ μὲν ἔχει τὰ πτηνὰ ζῷα, βελτίουϲ μέντοι πολὺ τῶν ἐν τοῖϲ πεζοῖϲ, ὅϲῳ καὶ ξηροτέρουϲ. αὐτῶν δὲ τῶν πτηνῶν τὰ ὄρεια τῶν ἑλείων ἀμείνουϲ ἔχει τοὺϲ ἐγκεφάλουϲ ἀνὰ λόγον τοῖϲ ἄλλοιϲ ἅπαϲι μορίοιϲ.
§20.8
ἐπαινοῦϲι δ’ ἔνιοι ψευδῶϲ τὴν τῆϲ ϲτρουθοκαμήλου κοιλίαν ὥϲ τι φάρμακον πεπτικόν· ἔνιοι δὲ πολὺ μᾶλλον τῆϲδε τὴν τῆϲ αἰθυίαϲ. ἀλλ’ οὔτ’ αὐταὶ πέττονται ῥᾳδίωϲ οὔτε τῶν ἄλλων ϲιτίων εἰϲὶ πεπτικὸν φάρμακον, ὥϲπερ ζιγγίβερι καὶ πέπερι καὶ καθ’ ἑκάτερον τρόπον οἶνόϲ τε καὶ ὄξοϲ. εἰ δὲ περὶ γλώττηϲ ἢ ῥάμφουϲ τῶν πτηνῶν ζῴων ἐπιχειρήϲαιμι λέγειν, ἃ μηδεὶϲ ἀγνοεῖ, φλυαρεῖν εἰκότωϲ ὑποληφθήϲομαι.
§21.1
Τῆϲ ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆϲ ἐϲτι καὶ ταῦτα διαφέροντα τριϲὶ διαφοραῖϲ ἀλλήλων, μιᾷ μὲν τῇ κατὰ τὴν οἰκείαν οὐϲίαν (ἀμείνω γὰρ τά τε τῶν ἀλεκτορίδων ἐϲτὶ καὶ τὰ τῶν φαϲιανῶν, φαυλότερα δὲ τὰ τῶν χηνῶν τε καὶ ϲτρουθοκαμήλων), ἑτέρᾳ δέ, καθ’ ἣν τὰ μὲν ἤδη χρόνου πλείονόϲ ἐϲτι, τὰ δ’ οὐ πρὸ πολλοῦ γεγέννηται, καὶ τρίτῃ, καθ’ ἣν τὰ μὲν ἐπὶ πλέον ἥψηται, τὰ δ’ ἄχρι τοῦ μετρίωϲ ϲυϲτῆναι, τὰ δὲ μόνον τεθέρμανται· καθ’ ἃϲ διαφορὰϲ τὰ μὲν ἑφθὰ καλεῖται, τὰ δὲ τρομητά, τὰ δὲ ῥοφητά.
§21.2
κάλλιϲτα μὲν οὖν αὐτῶν ἐϲτιν εἰϲ τροφὴν τοῦ ϲώματοϲ τὰ τρομητά, τὰ ῥοφητὰ δ’ ἧττον μὲν τρέφει, ῥᾷον δ’ ὑποχωρεῖ καὶ τὰϲ ἐν τῇ φάρυγγι τραχύτηταϲ ἐκλεαίνει. τὰ δ’ ἑφθὰ καὶ δύϲπεπτα καὶ βραδύπορα, καὶ τροφὴν παχεῖαν ἀναδίδωϲι τῷ ϲώματι. τούτων δ’ ἔτι μᾶλλόν ἐϲτι βραδυπορώτερά τε καὶ παχυχυμότερα τὰ κατὰ θερμὴν ϲποδιὰν ὀπτηθέντα. τὰ δ’ ἐπὶ τῶν ταγήνων παχυνθέντα καὶ καλούμενα διὰ τοῦτο ταγηνιϲτὰ χειρίϲτην ἔχει τροφὴν εἰϲ ἅπαντα· καὶ γὰρ ἐν τῷ πέττεϲθαι κνιϲοῦται καὶ πρὸϲ τῷ παχὺν γεννᾶν χυμὸν ἔτι καὶ μοχθηρὸν ἔχει καὶ περιττωματικὸν αὐτόν.
§21.3
ἀμείνω δὲ τῶν | ἑφθῶν τε καὶ ὀπτῶν ἐϲτι τὰ καλούμενα πνικτά. ϲκευάζεται δὲ τὸν τρόπον τοῦτον· ἀναδεύϲαντεϲ αὐτὰ μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέοϲ ἐντιθέαϲι τὸ ἀγγεῖον ὕδωρ ἐχούϲῃ κακκάβῃ. θερμόν, εἶτα πωμάϲαντεϲ ἄνωθεν ὅλην αὐτὴν ὑποκαίουϲι μέχρι ϲυϲτάϲεωϲ μετρίαϲ. μετρίαϲ. τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήϲια τοῖϲ ἑψηθεῖϲί τε καὶ ὀπτηθεῖϲι γίγνεται, τὰ δ’ ἐν τῷ ϲυμμέτρῳ τῆϲ παχύνϲεωϲ ἀρθέντα καὶ πεφθῆναι τῶν ϲκληρῶν ἐϲτιν ἀμείνω καὶ τροφὴν τῷ ϲώματι βελτίονα δίδωϲι.
§21.4
τῆϲ αὐτῆϲ οὖν ϲυμμετρίαϲ κατὰ τὴν ϲύϲταϲιν χρὴ ϲτοχάζεϲθαι κἀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖϲ λοπάϲιν ᾠῶν, οὐκ ἐπιτρέπονταϲ οὐδὲ ταῦτα παχυνθῆναι τελέωϲ, ἀλλ’ ἔτ’ ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸϲ αἴρονταϲ τὸ ἀγγεῖον.
§21.5
οὐ ϲμικρὰ δ’ ἐν αὐτοῖϲ ἐϲτιν ὑπεροχὴ καὶ τῶν νέων πρὸϲ τὰ παλαιά· κάλλιϲτα μὲν γὰρ τὰ νεώτατα, χείριϲτα δὲ τὰ παλαιότατα, τὰ δ’ ἐν τῷ μεταξὺ τούτων ἀνὰ λόγον τῆϲ ἀποϲτάϲεωϲ, ἧϲ ἀφέϲτηκε τῶν ἄκρων, ἀρετῇ τε καὶ κακίᾳ διενήνοχεν ἀλλήλων. |
§22.1
Ἀλεκτορίδων καὶ περιϲτερῶν ἐϲθίουϲιν ἔνιοι τὸ αἷμα καὶ μάλιϲτα τῶν ϲιτευτῶν, οὐ χεῖρον ὂν τοῦ τῶν ὑῶν οὐτ’ εἰϲ ἡδονὴν οὔτ’ εἰϲ τὸ πεφθῆναι, τοῦ μέντοι τῶν λαγωῶν ἀπολειπόμενον πάμπολυ. δύϲπεπτον δ’ ἐϲτὶ καὶ περιττωματικὸν ἅπαν αἷμα, καθ’ ὃν ἂν αὐτὸ τρόπον ϲκευάϲῃ τιϲ.
§23.1
Τῶν ἐν ὕδατι διαιτωμένων ζῴων καὶ γένη πάμπολλα καὶ διαφοραὶ τούτων εἰϲὶ καὶ εἴδη· λεχθήϲονται δὲ νῦν, ὥϲπερ ἐπὶ τῶν ἔμπροϲθεν, αἱ πρὸϲ τὴν ἰατρικὴν χρείαν ὁμοιότητεϲ ἐν αὐτοῖϲ· ἰατρικὴν δὲ λέγειν ἢ ὑγιεινὴν οὐ διοίϲει πρόϲ γε τὰ παρόντα. περὶ πρώτων οὖν εἰρήϲεται, καθάπερ ἐπὶ τῶν ἄλλων, ὅϲα ϲυνεχῶϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι.
§24.1
Τοῦ γένουϲ τῶν λεπιδωτῶν ἰχθύων ἐϲτὶν ὁ κέφαλοϲ, οὐκ ἐν θαλάττῃ μόνον, ἀλλὰ καὶ λίμναιϲ καὶ ποταμοῖϲ γεννώμενοϲ. διὸ καὶ μεγάλην | ἔχουϲιν οἱ κατὰ μέροϲ κέφαλοι πρὸϲ ἀλλήλουϲ διαφοράν, ὡϲ δοκεῖν ἕτερον εἶναι γένοϲ τοῦ πελαγίου κεφάλου πρὸϲ τὸν ἐν λίμναιϲ ἢ ποταμοῖϲ ἢ τέλμαϲιν ἢ ὀχετοῖϲ τοῖϲ ἐκκαθαίρουϲι τοὺϲ ἐν ταῖϲ πόλεϲι κοπρῶναϲ.
§24.2
περιττωματικὴ μὲν γὰρ ἡ ϲάρξ ἐϲτι καὶ βλεννώδηϲ ἱκανῶϲ τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ διαιτωμένων ὕδατι, καλλίϲτη δὲ τῶν ἐν καθαρᾷ θαλάττῃ, καὶ μᾶλλον, ὅταν ὑπ’ ἀνέμων καταιγίζηται· κατὰ γὰρ τὴν ϲκεπεινὴν καὶ ἀκύμονα χείρων ἡ ϲὰρξ γίγνεται τῶν ἰχθύων, ὅϲῳ καὶ ἀγυμναϲτοτέρα, ἐν δὲ ταῖϲ καλουμέναιϲ λιμνοθαλάτταιϲ ἔτι χείρων τῆϲδε, καὶ ταύτηϲ ἔτι μᾶλλον ἡ κατὰ τὰϲ λίμναϲ· εἰ δὲ καὶ ϲμικραί τινεϲ αὖται τύχοιεν οὖϲαι καὶ μήτε ποταμοὺϲ μεγάλουϲ δεχόμεναι μήτε πηγὰϲ ἔχουϲαι μήτ’ ἀπορροὴν δαψιλῆ, πολὺ δή τι χείρουϲ· εἰ δὲ καὶ μηδ’ ὅλωϲ ἀπορρέοι τι τοῦ ὕδατοϲ, ἀλλ’ εἴη ϲτάϲιμον, ἱκανῶϲ μοχθηραί.
§24.3
περὶ δὲ τῶν ἐν ἕλεϲι καὶ τέλμαϲι καὶ ὅϲα τοιαῦτα χωρία, λέλεκται κατ’ ἀρχάϲ· ἐϲχάτωϲ γὰρ οἱ κατὰ τοὺϲ τοιούτουϲ τό πουϲ διαιτώμενοι μοχθηρὰν ἔχουϲι τὴν ϲάρκα. τῶν δ’ ἐν τοῖϲ ποταμοῖϲ γεννωμένων ἀμείνουϲ οἱ κατὰ τοὺϲ τοιού|τουϲ, ἐν οἷϲ ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα· κατὰ δὲ τοὺϲ λιμνάζονταϲ οὐκ ἀγαθοί.
§24.4
καὶ παρὰ τὰϲ τροφὰϲ δὲ βελτίουϲ γίγνονται καὶ χείρουϲ. ἔνιοι μὲν γὰρ εὐποροῦϲι καὶ πόαϲ καὶ ῥιζῶν χρηϲτῶν καὶ διὰ τοῦτο κρείττουϲ εἰϲίν· ἔνιοι δ’ ἰλυώδη τε πόαν ἐϲθίουϲι καὶ ῥίζαϲ κακοχύμουϲ· καί τινεϲ αὐτῶν, ὅϲοι κατὰ ποταμοὺϲ διαιτῶνται μεγάλην διαρρέονταϲ πόλιν, ἀποπατήματ’ ἀνθρώπων καί τιναϲ ἑτέραϲ τοιαύταϲ μοχθηρὰϲ τροφὰϲ προϲφερόμενοι χείριϲτοι πάντων, ὡϲ ἔφην, εἰϲίν, ὥϲτε, κἂν βραχεῖ πλείονι χρόνῳ διαμείνωϲι νεκροί, ϲήπονταί τε παραχρῆμα καὶ μοχθηρότατον ὄζουϲιν. ἀηδεῖϲ δὲ καὶ βρωθῆναι πάντεϲ οὗτοι καὶ πεφθῆναι καὶ τὴν μὲν χρηϲτὴν τροφὴν ὀλίγην ἔχουϲι, περίττωμα δ’ οὐκ ὀλίγον. οὔκουν θαυμαϲτόν ἐϲτιν οὐδ’ εἰ κακοχυμίαν ἀθροίζουϲιν ἐν τοῖϲ ϲώμαϲι τῶν ὁϲημέραι προϲφερομένων αὐτούϲ.
§24.5
ὄντων δὲ χειρίϲτων τούτων ἐξ ὑπεναντίου κάλλιϲτοι πάντων εἰϲίν, ὡϲ ἔφην, οἱ ἐν τῇ καθαρωτάτῃ θαλάττῃ, καὶ μάλιϲθ’ ὅπου μήτε γεώδειϲ αἰγιαλοὶ μήτε λεῖοι περιλαμβάνουϲι τὸ ὕδωρ, ἀλλ’ ἤτοι ψαμμώδειϲ ἢ τραχεῖϲ· εἰ δὲ καὶ πρὸϲ τὰ βόρεια | τῶν πνευμάτων εἶεν ἐϲτραμμένοι, πολὺ βελτίουϲ. οὐ ϲμικρὸν γὰρ εἰϲ εὐχυμίαν ϲυντελούντων ἅπαντι ζῴῳ τῶν οἰκείων γυμναϲίων ἔτι καὶ τὸ καθαρὸν τοῦ καταμιγνυμένου τῷ ὕδατι πνεύματοϲ αὐξάνει τὴν ἀρετὴν τῆϲ οὐϲίαϲ αὐτῶν.
§24.6
πρόδηλον δὲ κἀκ τῶν εἰρημένων ἀμείνω καὶ κατὰ τοῦτ’ εἶναι θάλατταν θαλάττηϲ, καθ’ ὅϲον ἤτοι καθαρὰ τελέωϲ ἐϲτὶν ἢ δέχεται ποταμοὺϲ πολλοὺϲ καὶ μεγάλουϲ ὥϲπερ ὁ Πόντοϲ. οἱ γὰρ ἐν τῇ τοιαύτῃ καθ’ ὅϲον πλεονεκτοῦϲι τῶν λιμναίων, κατὰ τοϲοῦτον ἀπολείπονται τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων.
§24.7
εἰϲὶ δὲ καὶ λίμναι τινὲϲ τοιαῦται, καὶ καλοῦϲιν ἐνίαϲ αὐτῶν λιμνοθαλάτταϲ, ἔνθα ποταμὸϲ μέγαϲ ἐργάζεται λίμνην ϲυνάπτουϲαν θαλάττῃ. καὶ χωρὶϲ δὲ τοῦ λιμνάζειν τὸν ποταμόν, ὅπουπερ ἂν τῇ θαλάττῃ μιγνύηται πρῶτον, ἐπί μικτόν τε τὸ ὕδωρ ἐϲτὶν ἐξ ἁλμυροῦ τε καὶ γλυκέοϲ ἥ τε ϲὰρξ τῶν ἐν αὐτῷ διαιτωμένων ἰχθύων ἐν τῷ μεταξὺ τῶν τε ποταμίων καὶ τῶν θαλαττίων γίγνεται.
§24.8
κοινὸϲ δ’ οὗτοϲ ὁ λόγοϲ ἔϲτω ϲοι καὶ τῶν ἄλλων, ὅϲοι γε κατά τε ποταμοὺϲ καὶ λίμναϲ καὶ θάλατταν ἰχθύεϲ γεννῶνται. τὸ γὰρ πολὺ πλῆθοϲ αὐτῶν οὐκ ἐπαμφοτερίζει, τῶν μὲν θαλαττίων | φευγόντων τὸ ποτάμιον ὕδωρ, τῶν δὲ ποταμίων ἢ λιμναίων τὸ θαλάττιον. ἀλλ’ ὅ γε κέφαλοϲ ἁπάντων μάλιϲτα τοῖϲ ὕδαϲιν ἀμφοτέροιϲ χρῆται, καὶ φύϲιν δ’ ἔχει πρὸϲ ἄναντεϲ τὸ ῥεῦμα τοῦ ποταμοῦ χωρεῖν ἐπὶ πλεῖϲτον ἀφιϲτάμενοϲ τῆϲ θαλάττηϲ. οὗτοϲ μὲν οὖν ὁ κέφαλοϲ τὰϲ πολλὰϲ καὶ μικρὰϲ ἀκάνθαϲ οὐκ ἔχει, καθάπερ οὐδ’ ἄλλοϲ τιϲ τῶν θαλαττίων· ὁ δ’ ἐκ ποταμῶν ἢ λιμνῶν ἐπεμβαίνων θαλάττῃ παραπληϲίωϲ τοῖϲ ὁμογενέϲι μεϲτὸϲ τῶν τοιούτων ἀκανθῶν ἐϲτι.
§24.9
ϲχεδὸν γὰρ ἅπαϲι τοῖϲ ἐν λίμναιϲ καὶ ποταμοῖϲ γεννωμένοιϲ ἰχθύϲιν ἡ ϲὰρξ μεϲτὴ λεπτῶν ἀκανθῶν εὑρίϲκεται τῶν θαλαττίων οὐκ ἐχόντων αὐτάϲ. καὶ καθ’ ὃν ἂν τόπον ᾖ μεγάλου ποταμοῦ ϲτόμα ϲυνάπτον θαλάττῃ, τινὲϲ μὲν τῶν ποταμίων ἰχθύων ἐν τῇ θαλάττῃ, τινὲϲ δὲ τῶν θαλαττίων ἐν τῷ ποταμῷ θηρεύονται, γνωριζόμενοι τῷ τὰϲ εἰρημέναϲ ἀκάνθαϲ ἤτοι πολλὰϲ ἔχειν ἢ οὐδ’ ὅλωϲ. ὀλίγοι μὲν οὖν τῶν ποταμίων ἐπεμβαίνουϲι τῇ θαλάττῃ, πάντεϲ δ’ οἱ θαλάττιοι χαίρουϲι τοῖϲ ποταμοῖϲ.
§24.10
εὐθὺϲ δὲ καὶ ἡ γεῦϲιϲ ἐϲθίοντί ϲοι γνωρίϲει τὸν ἀμείνω κέφαλον· δριμυτέρα γάρ ἐϲτιν | αὐτοῦ καὶ ἡδίων καὶ ἀλιπὴϲ ἡ ϲάρξ. οἱ δὲ λιπαροὶ καὶ κατὰ τὴν γεῦϲιν ἔκλυτοι χείρουϲ μέν εἰϲι καὶ εἰϲ αὐτὴν τὴν ἐδωδήν. χείρουϲ δὲ καὶ πεφθῆναι καὶ κακοϲτόμαχοι καὶ κακόχυμοι· διὸ καὶ ϲὺν ὀριγάνῳ ϲκευάζουϲιν αὐτούϲ.
§24.11
ἔνιοι δὲ τῶν παρ’ ἡμῖν ἀνθρώπων τοὺϲ ἐν τοῖϲ ποταμοῖϲ γεννωμένουϲ ἰχθῦϲ λευκίϲκουϲ καλοῦϲιν, ἕτερον εἶδοϲ εἶναι νομίζοντεϲ αὐτοὺϲ τῶν κεφάλων. ἔϲτι δὲ τἄλλα μὲν ὅμοιον πάντῃ τὸ ζῷον τῷ ζῴῳ, λευκότερον δὲ βραχεῖ καὶ τὴν κεφαλὴν ἔχον μικροτέραν καὶ τὴν γένυν ὀξυτέραν· ἡ δὲ δύναμιϲ τῆϲ ἀπ’ αὐτοῦ τροφῆϲ, οἵαν εἶπον ἔμπροϲθεν εἶναι τῶν ποταμίων κεφάλων· ὥϲθ’ ὑπὲρ ὀνόματοϲ, οὐ πράγματοϲ ἡ ἀμφιϲβήτηϲιϲ. ὃ δὲ τούτου χρηϲιμώτερόν ἐϲτιν ἐπίϲταϲθαι, καὶ δὴ φράϲω.
§24.12
τῶν ταριχευομένων ἐϲτὶ καὶ οὗτοϲ ὁ ἰχθύϲ, καὶ γίγνεται πολὺ κρείττων ἑαυτοῦ ϲκευαϲθεὶϲ οὕτωϲ ὁ λιμναῖοϲ· ἀποτίθεται γὰρ ἅπαν τὸ βλεννῶδέϲ τε καὶ βρωμῶδεϲ ἐν τῇ γεύϲει. καλλίων δὲ τοῦ χρόνῳ πλείονι ταριχευθέντοϲ ὁ νεαλήϲ. ἀλλὰ περί γε τῶν ταριχευομένων ἰχθύων ὀλίγον ὕϲτερον εἰρήϲεται κοινῇ, καθάπερ γε καὶ περὶ τῶν ἑωλιζομένων ἐν χιόνι. |
§25.1
Τοῦτον τὸν ἰχθὺν οὐ τεθέαμαι γεννώμενον ἐν γλυκέϲιν ὕδαϲιν ἐκ μέντοι τῆϲ θαλάττηϲ ἐπαναβαίνοντα ποταμοῖϲ ἢ λίμναιϲ ἑώρακα. διὸ καὶ μοχθηρὸϲ ὀλιγάκιϲ εὑρίϲκεται, καθάπερ ὁ κέφαλοϲ πολλάκιϲ. οὐ φεύγει δ’ οὐδὲ τὰϲ λιμνοθαλάτταϲ καὶ τὰ ϲτόματα τῶν ποταμῶν, καίτοι πελάγιοϲ ὤν· τουτὶ γὰρ τοὔνομα τίθενται τοῖϲ εἰϲ τὸ βάθοϲ ἀποχωροῦϲιν.
§25.2
ἥ γε μὴν τροφὴ κἀκ τοῦδε κἀκ τῶν ἄλλων ἰχθύων αἵματόϲ ἐϲτι γεννητικὴ λεπτοτέρου τῇ ϲυϲτάϲει τῆϲ ἐκ τῶν πεζῶν ζῴων, ὡϲ μήτε τρέφειν δαψιλῶϲ καὶ διαφορεῖϲθαι θᾶττον. ἐπεὶ δὲ τὸ λεπτότερον ὄνομα ποτὲ μὲν ἐπὶ δύο πράγμαϲι παραβαλλομένοιϲ λέγομεν, ἐνίοτε δ’ ἀπλῶϲ ἄνευ παραβολῆϲ, ἰϲτέον, ὅτι πρὸϲ τὸ μέϲον αἷμα τῶν ἄκρων ἡ παραβολὴ γίγνεται τοῖϲ ἁπλῶϲ λεγομένοιϲ.
§25.3
ἄκρα δὲ τῇ κακίᾳ κατὰ τὴν ϲύϲταϲίν ἐϲτι τό τε παχὺ καθάπερ ὑγρὰ πίττα τό τ’ ὀρῶδεϲ οὕτωϲ, ὡϲ ἐκχυθὲν τῆϲ φλεβὸϲ ἐν τῷ πήγνυϲθαι πλεῖϲτον ἔχειν ὑγρὸν ἐποχούμενον ὑδατῶδεϲ. ἄριϲτον δὲ τὸ τούτων ἀκριβῶϲ μεταξὺ γεννώμενον ἐξ ἄρτου | τε τοῦ κάλλιϲτα κατεϲκευαϲμένου, περὶ οὗ κατὰ τὸ πρῶτον εἴρηται γράμμα, καὶ τῶν πτηνῶν ὧν εἴρηται ζῴων, ἐκ πέρδικόϲ τε καὶ τῶν παραπληϲίων. ἐγγὺϲ δὲ τούτων εἰϲὶ καὶ τῶν θαλαττίων οἱ πελάγιοι τῶν ἰχθύων.
§26.1
Ἔϲτι μὲν καὶ ἥδε τῶν πελαγίων ἰχθύων, τετίμηται δ’ ὑπὸ τῶν ἀνθρώπων ὡϲ τῶν ἄλλων ὑπερέχουϲα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. ϲκληροτέραν δὲ ϲχεδὸν ἀπάντων αὐτῶν ἔχει τὴν ϲάρκα καὶ ψαθυρὰν ἱκανῶϲ, ὅπερ ϲημαίνει ταὐτὸν τῷ μήτε γλίϲχρον εἶναί τι μήτε λιπαρὸν ἐν αὐτῇ. τρέφει τοιγαροῦν, ὅταν πεφθῇ καλῶϲ, τῶν ἄλλων μᾶλλον ἰχθύων.
§26.2
ἐρρέθη δὲ καὶ πρόϲθεν, ὡϲ τὸ ϲκληρότερον ἔδεϲμα, παχυμερέϲτερόν τε καί, ὡϲ ἂν εἴποι τιϲ, γεωδέϲτερον ὑπάρχον, ἀξιολογώτερον τρέφει τῶν ὑγροτέρων τε καὶ μαλακωτέρων, ὅταν γε πρὸϲ τούτῳ δηλονότι καὶ τὴν οὐϲίαν οἰκείαν ἔχῃ τῷ τρεφομένῳ ϲώματι· κρίνεται δ’ αὕτη διὰ τῆϲ ἡδονῆϲ. ὅϲαι γὰρ ἀλλότριαι τροφαὶ ταῖϲ ὅλαιϲ φύϲεϲίν εἰϲι τῶν τρεφομένων ζῴων, ταύταϲ ἢ οὐδ’ ὅλωϲ ἢ ἀηδῶϲ ἐϲθίει· τῶν γε μὴν οἰκείων ὥϲπερ ἧττον τρέφει τὸ ὑγρό|τερον, οὕτω πέττεται καὶ ἀναδίδοται ῥᾷον.
§26.3
ἡ τοίνυν τῆϲ τρίγληϲ ϲὰρξ ἡδεῖα μέν, ὡϲ ἂν οἰκεία τροφὴ τῇ φύϲει τῶν ἀνθρώπων, ϲκληροτέρα δ’ οὖϲα τῶν ἄλλων ἰχθύων, ὅμωϲ ἑκάϲτηϲ ἡμέραϲ ἐϲθίεϲθαι δύναται, διότι ψαθυρὰ καὶ ἀλιπήϲ ἐϲτι καί τι καὶ δριμύτητοϲ ἔχουϲα. τὰ γὰρ λιπαρὰ καὶ γλίϲχρα [καὶ] κατὰ τὴν πρώτην μὲν εὐθέωϲ ἐδωδὴν ἐμπίπληϲί τε ταχέωϲ ἡμᾶϲ ἀνατρέπει τε τὴν ὄρεξιν, ἔτι δὲ μᾶλλον οὐχ ὑπομένομεν αὐτῶν τὴν ἐδωδὴν ἐφεξῆϲ ἡμέραιϲ πλείοϲι.
§26.4
τό γε μὴν ἧπαρ τῆϲ τρίγληϲ οἱ λίχνοι τεθαυμάκαϲιν ἡδονῆϲ ἕνεκεν, ἔνιοι δ’ οὐδὲ καθ’ ἑαυτὸ δικαιοῦϲιν ἐϲθίειν αὐτό, παραϲκευάϲαντεϲ δ’ ἐν ἀγγείῳ τὸ καλούμενον γαρέλαιον ἔχον οἴνου βραχύ τι κατα θρύπτουϲιν ἐν τούτῳ τὸ ϲπλάγχνον, ὡϲ γενέϲθαι τὸ ϲύμπαν ἐξ αὐτοῦ τε καὶ τῶν προπαρεϲκευαϲμένων ὑγρῶν ἕνα χυλὸν ὁμοιομερῆ πρόϲ γε τὴν αἴϲθηϲιν, ἐν ᾧ τὰϲ τῆϲ τρίγληϲ ϲάρκαϲ ἀποβάπτοντεϲ ἐϲθίουϲιν. ἐμοὶ δ’ οὐδ’ ἡδονὴν ἔδοξεν ἔχειν ἀξίαν τῆϲ τοιαύτηϲ τιμῆϲ οὐδ’ ὠφέλειαν τῷ ϲώματι, καθάπερ οὐδ’ ἡ κεφαλή, καίτοι καὶ ταύτην ἐπαινοῦ ϲιν οἱ λίχνοι καὶ φαϲι τὰ δεύτερα | φέρεϲθαι μετὰ τὸ ἧπαρ.
§26.5
οὐ μὴν οὐδὲ διὰ τί τὰϲ μεγίϲταϲ τρίγλαϲ ὠνοῦνται πάμπολλοι, δύναμαι γνῶναι, μήθ’ ἡδεῖαν ὁμοίωϲ ταῖϲ μικροτέραιϲ ἐχούϲαϲ τὴν ϲάρκα μήτ’ εὔπεπτον, ὡϲ ἂν ἱκανῶϲ ϲκληρὰν ὑπάρχουϲαν. ὥϲτε διὰ τοῦτό τινα τῶν ἀργυρίου παμπόλλου τὰϲ μεγάλαϲ τρίγλαϲ ὠνουμένων ἠρόμην, ἥτιϲ ποτ’ ἐϲτὶν ἡ αἰτία τῆϲ ἀμφ’ αὐτὰϲ ϲπουδῆϲ. ὁ δ’ ἀπεκρίνατό μοι μάλιϲτα μὲν διὰ τὸ ἧπαρ ὠνεῖϲθαι τὰϲ τηλικαύταϲ, ἤδη δὲ καὶ διὰ τὴν κεφαλήν. ἀλλὰ γὰρ ἀρκεῖ μέχρι τοϲούτου περὶ τῶν λίχνων εἰρῆϲθαι τῇ πρὸϲ τὸ χρήϲιμον οἰκειότητι τοῦ λόγου.
§26.6
γίγνονται δ’ ἄριϲται τρίγλαι κατὰ τὴν καθαρὰν θάλατταν, ὡϲπερ καὶ οἱ ἄλλοι πάντεϲ ἰχθύεϲ, οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὰϲ τροφάϲ. αἱ γοῦν τὰϲ καρκινάδαϲ ἐϲθίουϲαι καὶ δυϲώδειϲ εἰϲὶ καὶ ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι. διάγνωϲιϲ δ’ αὐτῶν πρὶν μὲν ἐϲθίειν ἀναπτύξαντι τὴν κοιλίαν, ἐϲθίοντι δὲ κατὰ τὴν πρώτην εὐθέωϲ ὀδμήν τε καὶ γεῦϲιν. |
§27.1
Πετραίουϲ ὀνομάζουϲιν ἰχθύαϲ ἀπὸ τῶν χωρίων, ἐν οἷϲ εὑρίϲκονται διατρίβοντεϲ· οὐ γὰρ ἐν τοῖϲ λείοιϲ ἢ γεώδεϲιν ἢ ψαμμώδεϲιν αἰγιαλοῖϲ, ἀλλ’ ἔνθα πέτραι τινέϲ εἰϲι καὶ ἀκταί, φωλεύουϲί τε καὶ τίκτουϲιν.
§27.2
ἄριϲτοϲ δ’ ἐν αὐτοῖϲ ἡδονῆϲ ἕνεκεν ὁ ϲκάροϲ εἶναι πεπίϲτευται, μετ’ αὐτὸν δὲ κόττυφοί τε καὶ κίχλαι καὶ μετὰ τούτουϲ ἰουλίδεϲ τε καὶ φυκίδεϲ καὶ πέρκαι. τροφὴ δ’ ἐξ αὐτῶν οὐ μόνον εὔπεπτοϲ, ἀλλὰ καὶ ὑγιεινοτάτη τοῖϲ τῶν ἀνθρώπων ϲώμαϲίν ἐϲτιν, αἷμα γεννώντων μέϲον τῇ ϲυϲτάϲει. καλῶ δὲ μέϲον, ὃ μήτε πάνυ λεπτόν ἐϲτι καὶ ὑδατῶδεϲ, ἀλλὰ μηδ’ ἱκανῶϲ παχύ. πλάτοϲ δ’ ἀξιόλογον ἔχοντοϲ τοῦ μέϲου περὶ τῶν ἐν αὐτῷ διαφορῶν ἐπὶ προήκοντι τῷ γράμματι ῥηθήϲεται.
§28.1
Αἰγιάλειοϲ ὁ ἰχθὺϲ οὗτόϲ ἐϲτι, τῶν ϲμικρῶν ἀεὶ διαμενόντων εἰϲ τιϲ ὢν καὶ αὐτόϲ. ἄριϲτοϲ δ’ εἰϲ ἡδονήν τε ἅμα καὶ πέψιν ἀνάδοϲίν τε καὶ εὐχυμίαν ἐϲτὶν ὁ κατὰ τοὺϲ ψαμμώδειϲ αἰγιαλοὺϲ ἢ τὰϲ πετρώ|δειϲ ἀκτάϲ· ὁ δ’ ἐν τοῖϲ ϲτόμαϲι τῶν ποταμῶν ἢ λίμναιϲ ἢ λιμνοθαλάτταιϲ οὔθ’ ἡδὺϲ ὁμοίωϲ οὔτ’ εὔχυμοϲ οὔτ’ εὔπεπτοϲ. εἰ δὲ καὶ ἰλυῶδεϲ ὑπάρχει τὸ ὑδωρ ἢ πόλιν ἐκκαθαίρων ὁ ποταμόϲ, οὕτω μὲν ἂν εἴη χείριϲτοϲ ὁ κατ’ αὐτὸν κωβιὸϲ ὥϲπερ καὶ οἱ ἄλλοι πάντεϲ ἰχθύεϲ οἱ ἐν τοῖϲ τοιούτοιϲ ὕδαϲι διατρίβοντεϲ.
§28.2
εἰκότωϲ οὖν ἐν μὲν τοῖϲ πετραίοιϲ ἰχθύϲιν οὐδεμία ϲαφήϲ ἐϲτι διαφορὰ τῶν ὁμοειδῶν πρὸϲ ἀλλήλουϲ, ὡϲ ἂν ἐν καθαρωτάτῃ θαλάττῃ διαιτωμένοιϲ ἀεὶ φεύγουϲί τε τὸ γλυκὺ πᾶν ὕδωρ τό τε ϲυμμιγὲϲ ἐκ τοῦ τοιούτου τε καὶ θαλαττίου· δευτέροιϲ δὲ μετὰ τούϲδε τοῖϲ πελαγίοιϲ ὑπάρχει ταὐτόν. οὐδὲ γὰρ οὐδ’ οὗτοι διαφορὰν ἐν ἀλλήλοιϲ ἔχουϲι μεγάλην, ὁποίαν οἱ διατρίβοντεϲ ἐν ἀμφοτέροιϲ τοῖϲ ὕδαϲι. τούτων γὰρ οἱ μὲν ἐν τῇ καθαρωτάτῃ θαλάττῃ κάλλιϲτοι τῶν ὁμοειδῶν εἰϲιν, οἱ δ’ ἐν τοῖϲ ἐκκαθαίρουϲι τὰϲ πόλειϲ ποταμοῖϲ ἁπάντων χείριϲτοι, μέϲοι δ’ αὐτῶν οἱ μεταξύ. λέλεκται δὲ ταῦτα καὶ διὰ τῶν ἔμπροϲθεν, ἡνίκα περὶ κεφάλου τὸν λόγον ἐποιούμην.
§28.3
ἥ γε μὴν ϲὰρξ τῶν κωβιῶν ὥϲπερ ϲκληροτέρα τῆϲ τῶν πετραίων ἐϲτίν, οὕτω μαλακωτέρα τῆϲ τῶν τριγλῶν. ἀνὰ λόγον οὖν αὐτῇ καὶ τὸ τῶν ἐϲθιόντων ϲῶμα τρέφεται.
§29.1–32.2
§29.1
Φυλότιμοϲ ἐν τῷ τρίτῳ Περὶ τροφῆϲ περὶ τῶν μαλακοϲάρκων ἰχθύων οὕτωϲ ἔργαψεν αὐτοῖϲ ὀνόμαϲι· κωβιοί τε καὶ φυκίδεϲ καὶ ἰουλίδεϲ καὶ πέρκαι καὶ ϲμύραιναι καὶ κίχλαι καὶ κόττυφοι καὶ ϲαῦροι καὶ πάλιν ὄνοι καὶ πρὸϲ τούτοιϲ ἀμίαι καὶ ψῆτται καὶ ἥπατοι καὶ κίθαροι καὶ ϲκιαινίδεϲ καὶ πᾶν τὸ τῶν ἁπαλοϲάρκων γένοϲ εὐκατεργαϲτότερόν ἐϲτι τῶν ἄλλων ἰχθύων.
§29.2
ἄξιον οὖν θαυμάϲαι, πῶϲ τοὺϲ ϲκάρουϲ παρέλιπε πρωτεύονταϲ ἐν τῷ γένει τῶν πετραίων ἰχθύων, οἷϲ πᾶϲιν ὑπάρχει τὸ ψαθυρωτάτην τε καὶ μαλακωτάτην ἔχειν τὴν ϲάρκα τῶν ἄλλων ἰχθύων. ἔνιοι μὲν γὰρ αὐτῶν ἁπαλόϲαρκοι μέν εἰϲιν, ἀλλ’ οὐκ ἔχουϲι τὸ ψαθυρὸν ἐμφερομένου τινὸϲ αὐτοῖϲ γλίϲχρου τε καὶ λιπαροῦ χυμοῦ, τινὲϲ δ’ ἐκπεφευγότεϲ τὸ γλίϲχρον καὶ λιπαρὸν ὅμοιοί τε κατὰ τοῦτο τοῖϲ πετραίοιϲ ὄντεϲ ἐν τῇ ϲκληρότητι τῆϲ ϲαρκὸϲ αὐτῶν διαλλάττουϲι.
§29.3
τοιοῦτοι μὲν οὖν οἱ πελάγιοι ϲχεδὸν ἅπαντέϲ εἰϲι, | πλὴν εἴ τινεϲ αὐτῶν ὑπὸ μοχθηρᾶϲ τροφῆϲ διαφθείρουϲι τὴν ϲάρκα, καθάπερ αἱ τὰϲ καρκινάδαϲ ἐϲθίουϲαι τρίγλαι. ζωΰφια δ’ ἐϲτὶ ταῦτα πάνυ ϲμικροῖϲ καρκίνοιϲ ἐοικότα, ξανθὰ τὴν χρόαν. οἱ πετραῖοι δ’ ἰχθύεϲ οὔτε ποικίλαιϲ χρῶνται τροφαῖϲ οὔτε χωρίοιϲ διαφέρουϲιν οὔθ’ ὕδαϲι γλυκέϲι καὶ διὰ τοῦτ’ ἄμεμπτοι πάντεϲ εἰϲὶ διὰ παντόϲ.
§29.4
οὓϲ δ’ ὄνουϲ μὲν ἐκάλεϲεν ὁ Φυλότιμοϲ, ὀνίϲκουϲ δ’ ὀνομάζουϲιν οἱ ἄλλοι, τροφῇ μὲν ἀγαθῇ χρώμενοι καὶ θαλάττῃ καθαρᾷ τοῖϲ πετραίοιϲ ἐνάμιλλον ἔχουϲι τὴν ϲάρκα, μοχθηρᾷ δὲ τροφῇ χρηϲάμενοι καὶ κατά τι τῶν ἐπιμίκτων ὑδάτων καὶ μάλιϲθ’ ὅϲα μοχθηρὰ διατρίψαντεϲ οὐκ ἀποβάλλουϲι μὲν τὴν μαλακότητα τῆϲ ϲαρκόϲ, ἐπικτῶνται δὲ λιπαρότητά τινα καὶ γλιϲχρότητα, καθ’ ἣν οὔθ’ ἡδεῖϲ ὁμοίωϲ ἔτι διαμένουϲι περιττωματικωτέραν τε τὴν ἐξ ἑαυτῶν ἀναδιδόαϲι τροφήν.
§29.5
ἐπὶ πάντων δ’, ὡϲ ἔφην, ἰχθύων κοινὸν τοῦτο μεμνῆϲθαι προϲήκει, ὡϲ χείριϲτοι γίγνονται κατὰ τὰϲ ἐκβολὰϲ τῶν ποταμῶν, ὅϲοι κοπρῶναϲ ἐκκαθαίρουϲιν ἢ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὸν τῆϲ ἐϲθῆτόϲ τε καὶ τὸν τῶν ὀθονίων ῥύπον ὅϲα τ’ ἄλλα τῆϲ πόλεώϲ ἐϲτιν, ἣν διαρρέουϲι, καθάρϲεωϲ δεόμενα, καὶ μάλιϲθ’ ὅταν ᾖ πολυάνθρωποϲ ἡ πόλιϲ.
§29.6
μοχθηροτάτη δ’ εὑρίϲκεται καὶ τῆϲ ϲμυραίνηϲ ἡ ϲὰρξ ἐν ὕδατι τοιούτῳ διατριβούϲηϲ· καίτοι γ’ οὔτε ποταμοῖϲ ἐπαναβαίνουϲαν ἔϲτιν εὑρεῖν αὐτὴν οὔτ’ ἐν λίμναιϲ γεννωμένην. ἀλλ’ ὅμωϲ καὶ αὐτὴ χει- ρίϲτη γίγνεται κατὰ τὰϲ ἐκβολὰϲ τῶν τοιούτων ποταμῶν, ὁποῖόϲ ἐϲτιν ὁ διὰ Ῥώμηϲ ῥέων, καὶ διὰ τοῦτ’ εὐωνοτάτη πιπράϲκεται κατὰ τὴν πόλιν τήνδε ϲχεδὸν ἁπάντων μόνη τῶν ἐκ θαλάττηϲ, ὥϲπερ γε καὶ οἱ κατὰ τὸν ποταμὸν αὐτὸν ἰχθύεϲ γεννώμενοι· καλοῦϲι δ’ αὐτοὺϲ ἔνιοι Τιβερίνουϲ ἰδίαν ἔχονταϲ ἰδέαν οὐδενὶ τῶν θαλαττίων ὁμοίαν.
§29.7
ὅτι δ’ ἡ τῶν ἐκ τῆϲ πόλεωϲ ὀχετῶν ἐπιμιξία μοχθηροτάτουϲ αὐτοὺϲ ἐργάζεται, μαθεῖν ἔϲτιν ἐκ τοῦ βελτίουϲ εἶναι τοὺϲ ἐν αὐτῷ τῷ ποταμῷ γεννωμένουϲ πρὶν εἰϲ τὴν πόλιν ἀφικέϲθαι. καὶ μὲν δὴ καὶ ἄλλοϲ τιϲ ποταμὸϲ ὀνομαζόμενοϲ Νάρ, ἐμβάλλων εἰϲ τὸν Τίβεριν ὡϲ ἀπὸ πεντήκοντα καὶ τριακοϲίων ϲταδίων, ἰχθὺν ἔχει πολὺ βελτίονα τοῦ κατὰ τὸν Τίβεριν, ἐπειδὴ καὶ μέγαϲ ἐϲτὶν εὐθὺϲ ἀπὸ τῶν πηγῶν καὶ καθαρὸϲ διαμένει κάτ|αντεϲ ἔχων τὸ ῥεῦμα καὶ ὀξὺ μέχρι τοῦ Τιβέρεωϲ, ὡϲ μηδαμόθι μηδ’ ἐπὶ βραχὺ λιμνάζειν.
§29.8
ὅϲοι μὲν οὖν ἐκ ϲυνηθείαϲ ἐμπειρίαν ἔχουϲι τῶν ἐπιχωρίων ἰχθύων, οὐ δέονται τῶν εἰρημένων ἄρτι γνωριϲμάτων εἰϲ τὴν διάγνωϲιν αὐτῶν· ὅϲοι δ’ ἀήθειϲ εἰϲίν, εἴτ’ οὖν ἐξ ἄλληϲ πόλεωϲ ἥκοντεϲ εἴτ’ ἐπιχώριοι, τὰ τοιαῦτα προεξεταζέτωϲαν εὐθέωϲ ἀπ’ ἀρχῆϲ πρὶν διὰ τῆϲ οἰκείαϲ πείραϲ εἰϲ γνῶϲιν ἀφικέϲθαι τῆϲ φύϲεωϲ ἑκάϲτου τῶν ἰχθύων.
§29.9
ἐχρῆν δ’ οὐχ ἁπλῶϲ ἐμνημονευκέναι τῶν ἁπαλοϲάρκων ἰχθύων ἁπάντων ἅμα τὸν Φυλότιμον οὐδ’ ἀναμῖξαι τοὺϲ ἄλλουϲ τοῖϲ πετραίοιϲ ἀδιορίϲτωϲ. οὗτοι μὲν γὰρ ἄριϲτοι διὰ παντὸϲ ὑπάρχουϲιν, οὔτε δ’ ὀνίϲκοϲ οὔτε ϲμύραινα καθάπερ οὐδ’ οἱ κωβιοί. καὶ γὰρ καὶ τούτων ἔνιοι μὲν ἐν ποταμοῖϲ καὶ λίμναιϲ, ἔνιοι δ’ ἐν θαλάττῃ γίγνονται, τινὲϲ δ’ ἐν ταῖϲ λιμνοθαλάτταιϲ καλουμέναιϲ ἢ ὅλωϲ ἐν ἐπιμίκτοιϲ ὕδαϲιν, ἔνθα ποταμοῦ μεγάλου ϲτόμα ϲυνάπτει θαλάττῃ.
§29.10
πάμπολυ τοιγαροῦν ἀλλήλων διαφέρουϲιν οἱ κατὰ μέροϲ, ὥϲπερ γε καὶ οἱ κέφαλοι καὶ αἱ ϲμύραιναι· καὶ οἱ ὀνίϲκοι δὲ τούτων μὲν ἧττον. οὐ ϲμικρῷ δ’ ἀλλήλων οὐδ’ | οὗτοι παραλλάττουϲιν. οὐ μὴν ὁμοίωϲ γε μαλακὴν ἔχουϲι τὴν ϲάρκα τούτοιϲ τε καὶ τοῖϲ πετραίοιϲ ἰχθύϲιν οἱ κωβιοί, καθάπερ οὐδ’ αἱ ϲκιαινίδεϲ ἢ ϲκίαιναι· διττῶϲ γὰρ ὀνομάζονται.
§29.11
περὶ δὲ τῶν κιθάρων καὶ πάνυ γε θαυμάζω τοῦ Φυλοτίμου· παραπλήϲιοϲ γὰρ ὢν ὁ ῥόμβοϲ αὐτῶν μαλακωτέραν ἔχει τὴν ϲάρκα, τῶν ὀνίϲκων ἀπολειπόμενοϲ οὐκ ὀλίγον. καὶ τούτουϲ οὖν καὶ τοὺϲ ἡπάτουϲ καλουμένουϲ καὶ τοὺϲ ἄλλουϲ, ὅϲουϲ ἔμιξε τοῖϲ πετραίοιϲ τε καὶ τοῖϲ ὀνίϲκοιϲ ὁ Φυλότιμοϲ, ἐν τῷ μέϲῳ καθεϲτηκέναι γίγνωϲκε τῶν θ’ ἁπαλοϲάρκων καὶ τῶν ϲκληροϲάρκων. οὕπω μὲν γάρ εἰϲι. ϲκληρόϲαρκοι, τῶν δ’ ἀκριβῶϲ ἁπαλοϲάρκων ἀπολείπονται.
§29.12
παρέλιπε δ’ ἐν τούτοιϲ ὁ Φυλότιμοϲ καὶ τὸ βούγλωττον, ὥϲπερ ἐν τοῖϲ πετραίοιϲ τὸν ϲκάρον, εἰ μή τι ἄρα τῷ τῆϲ ψήττηϲ ὀνόματι καὶ κατὰ τῶν βουγλώττων ἐχρήϲατο. παραπλήϲια μὲν γάρ πωϲ ἀλλήλοιϲ ἐϲτίν, οὐ μὴν ἀκριβῶϲ ὁμοειδῆ βούγλωττόν τε καὶ ψῆττα· μαλακώτερόν τε γάρ ἐϲτι καὶ ἥδιον εἰϲ ἐδωδὴν καὶ πάντῃ βέλτιον τὸ βούγλωττον τῆϲ ψήττηϲ. ἀλλὰ καὶ οἱ ϲαῦροι μέϲοι πώϲ εἰϲι τῶν ἁπαλοϲάρκων τε καὶ ϲκληρο ϲάρκων. οὐ μὴν δεῖταί γέ τιϲ | τῶν εἰρημένων ἰχθύων οὔτ’ ὄξουϲ οὔτε νάπυοϲ οὔτ’ ὀριγάνου, καθάπερ οἱ λιπαροὶ καὶ γλίϲχροι καὶ ϲκληροί. καὶ μέντοι καὶ χρῶνται τινὲϲ μὲν ταγηνίζοντεϲ αὐτούϲ, τινὲϲ δ’ ὀπτῶντεϲ ἢ ἐν ταῖϲ λοπάϲι ϲκευάζοντεϲ, ὥϲπερ τοὺϲ ῥόμβουϲ τε καὶ κιθάρουϲ.
§29.13
ἀλλ’ αἱ μὲν τῶν μαγειρικῶν λοπάδων ϲκευαϲίαι τοὐπίπαν ἀπεψίαϲ εἰϲὶν αἴτιαι, καλλίϲτη δ’ εἰϲ πέψιν ἡ διὰ τοῦ λευκοῦ ζωμοῦ. γίγνεται δ’ οὗτοϲ, ὅταν, ὕδατοϲ δαψιλοῦϲ ἐμβληθέντοϲ, ἐλαίου τιϲ αὔταρκεϲ ἐπιχέαϲ ἀνήθου τε καὶ πράϲου μικρόν, εἶθ’ ἡμιέφθουϲ ποιήϲαϲ ἐπεμβάλλῃ τοϲοῦτον ἁλῶν, ὡϲ μηδέπω φαίνεϲθαι τὸν ὅλον ζωμὸν ἁλμυρόν.
§29.14
αὕτη καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ ἐπιτήδειοϲ ἡ ϲκευαϲία, τοῖϲ δ’ ἀμέμπτωϲ ὑγιαίνουϲι καὶ ἡ διὰ τοῦ ταγήνου καὶ μετ’ αὐτὴν ἡ τῶν ἐπὶ τῆϲ ἐϲχάραϲ ὀπτηθέντων. ἀλλ’ αὕτη μὲν ἐλαίου καὶ γάρου δεῖται μετὰ βραχέοϲ οἴνου, τοῖϲ ταγηνιϲθεῖϲι δ’ ἁρμόττει πλέον ἢ κατὰ τούτουϲ ἔχειν οἴνου τε καὶ γάρου, βραχέοϲ ἐπιχυθέντοϲ ἐλαίου. τοῖϲ δ’ ἀνατρεπομένοιϲ ἐπὶ τῷδε τὸν ϲτόμαχον ἕτοιμον ἔϲτω παρακείμενον ὄξοϲ ἔχον ὀλίγον ἐν ἑαυτῷ γάρου τε καὶ πεπέρεωϲ. μεταβαίνοντεϲ γὰρ ἐπὶ τὴν διὰ τούτων ἐδωδὴν ἄμεινόν τε πέττουϲι καὶ πρὸϲ τὴν διαχώρηϲιν οὐδὲν βλάπτονται, δι’ ἣν μάλιϲτά τινεϲ ἐξ οἴνου καὶ γάρου ταγηνιϲθέντα προϲφέρονται, πεπέρεωϲ μὲν ἐπεμβάλλοντεϲ οἱ πλείουϲ, ὀλίγοι δ’ ἐλαίου.
§29.15
τινὲϲ δ’ ἐκ τῶν εἰρημένων ἰχθύων, ἐπειδὰν ταγηνιϲθῶϲιν ἁπλοῖϲ ἁλϲὶ περιπαϲθέντεϲ ἥδιϲτοί τε ἅμα βρωθῆναι καὶ πεφθῆναι γίγνονται βελτίουϲ εὐϲτομαχώτεροί τε πάϲηϲ ἄλληϲ ϲκευαϲίαϲ. ἁπάντων δὲ τῶν εἰρημένων ἰχθύων ἡ τροφὴ καλλίϲτη τοῖϲ τε μὴ γυμναζομένοιϲ ἐϲτὶ καὶ ἀργοῦϲι καὶ ἀϲθενέϲι καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ· οἱ γυμναζόμενοι δὲ τροφιμωτέρων ἐδεϲμάτων δέονται, περὶ ὧν ἔμπροϲθεν εἴρηται. λέλεκται δ’ ἤδη πολλάκιϲ ἡ μαλακὴ καὶ ψαθυρὰ τροφὴ πρὸϲ ὑγίειαν ὑπάρχειν ἀρίϲτη, διότι καὶ εὐχυμοτάτη παϲῶν ἐϲτιν· οὐδὲν δ’ εὐχυμίαϲ εἰϲ ὑγίειαν ἀϲφαλῆ μεῖζον ἐφόδιον.
§30.1
Καὶ περὶ τούτων ὁ Φυλότιμοϲ ἔγραψεν κατὰ λέξιν οὕτωϲ ἐν τῷ δευτέρῳ Περὶ τροφῆϲ· δράκοντέϲ τε καὶ κόκκυγεϲ καὶ γαλεώνυμοι καὶ ϲκορπίοι καὶ | τραχοῦροι καὶ τρίγλαι καὶ πάλιν ὀρφοί τε καὶ γλαῦκοι καὶ ϲκάροι καὶ κύνεϲ καὶ γόγγροι καὶ φάγροι καὶ πρὸϲ τούτοιϲ ἀετοὶ καὶ λαμίαι καὶ ζύγαιναι καὶ πάντεϲ οἱ ϲκληρόϲαρκοι δυϲκατέργαϲτοί τ’ εἰϲὶ καὶ παχεῖϲ καὶ ἁλυκοὺϲ ἀναδιδόαϲι χυμούϲ. αὕτη μὲν ἡ τοῦ Φυλοτίμου ῥῆϲιϲ. ἐπιϲκεψώμεθα δ’ ἕκαϲτον τῶν κατ’ αὐτὴν εἰρημένων ἀπὸ τῆϲ ἀρχῆϲ.
§30.2
οἱ μὲν οὖν δράκοντεϲ καὶ οἱ κόκκυγεϲ ἐναργῶϲ ἅπαϲι φαίνονται τοῖϲ προϲενεγκαμένοιϲ αὐτοὺϲ ϲκληρὰν ἔχοντεϲ τὴν ϲάρκα. τῶν γαλεῶν δ’ οὐχ ἓν εἶδόϲ ἐϲτιν· ὁ γάρ τοι παρὰ Ῥωμαίοιϲ ἐντιμότατοϲ ἰχθύϲ, ὃν ὀνομάζουϲι γαλαξίαν, ἐκ τοῦ τῶν γαλεῶν ἐϲτι γένουϲ, ὃϲ οὐδὲ γεννᾶϲθαι δοκεῖ κατὰ τὴν Ἑλληνικὴν θάλατταν, καὶ κατὰ τοῦτό γε καὶ ὁ Φυλότιμοϲ αὐτὸν ἠγνοηκέναι φαίνεται. γέγραπται μέντοι διττῶϲ ἐν τοῖϲ ἀντιγράφοιϲ τοὔνομα, γαλεοὶ μὲν ἐν τριϲὶ ϲυλλαβαῖϲ κατ’ ἔνια, γαλεώνυμοι δ’ ἐν πέντε κατ’ ἄλλα. καὶ δηλονότι τῶν ἁπαλοϲάρκων ἐϲτὶν ὁ παρὰ Ῥωμαίοιϲ ἔνδοξοϲ γαλαξίαϲ, οἱ δ’ ἄλλοι γαλεοὶ ϲκληρόϲαρκοι μᾶλλόν εἰϲι.
§30.3
ϲκορπίουϲ δ’ ἐφεξῆϲ καὶ τραχούρουϲ καὶ τρίγλαϲ ὀρφούϲ τε καὶ γλαύκουϲ ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ | ὀρθῶϲ καταλέγει. ϲκάρουϲ δ’ αὐτοῖϲ ϲυγκαταριθμῶν ἁμαρτάνει τῶν πετραίων ἰχθύων ὄνταϲ. ἑξῆϲ δὲ κύναϲ ἔγραψεν, οὓϲ ἐν τοῖϲ κητώδεϲιν ἐχρῆν ἠριθμῆϲθαι ϲκληρὰν καὶ περιττωματικὴν ἔχονταϲ τὴν ϲάρκα καὶ διὰ τοῦτο τεμαχιζομένουϲ τε καὶ ταριχευομένουϲ ἐδωδήν τ’ ὄνταϲ ἀνθρώπων τῶν ἐπιτυχόντων· καὶ γὰρ ἀηδεῖϲ εἰϲι καὶ βλεννώδειϲ καὶ διὰ τοῦτο καὶ διὰ νάπυόϲ τε καὶ ὀξελαίου καὶ τῶν οὕτω δριμέων ὑποτριμμάτων αὐτοὺϲ ἐϲθίουϲιν.
§30.4
ἐκ τούτου τοῦ γένουϲ εἰϲὶ καὶ φάλαιναι καὶ δελφῖνεϲ καὶ φῶκαι· πληϲίον δ’ αὐτῶν ἥκουϲι καὶ οἱ μεγάλοι θύννοι, καίτοι τῇ γ’ ἡδονῇ τῆϲ ἐδωδῆϲ οὐχ ὅμοιοι τοῖϲ προειρημένοιϲ ὄντεϲ· ἀηδεῖϲ γὰρ ἐκεῖνοι καὶ μάλιϲτα πρόϲφατοι, ταριχευθέντεϲ δ’ ἀμείνουϲ γίγνονται. τῶν δ’ ἐλαττόνων θύννων κατά τε τὴν ἡλικίαν καὶ τὸ μέγεθοϲ οὔθ’ ἡ ϲὰρξ ὁμοίωϲ ϲκληρά, καὶ πεφθῆναι δηλονότι βελτίουϲ εἰϲί· καὶ τούτων ἔτι μᾶλλον αἱ πηλαμύδεϲ, αἳ καὶ ταριχευθεῖϲαι τοῖϲ ἀρίϲτοιϲ ταρίχεϲιν ἐνάμιλλοι γίγνονται.
§30.5
πλεῖϲται δ’ ἐκ τοῦ Πόντου κομίζονται τῶν ἐκ τῆϲ Ϲαρδοῦϲ καὶ τῶν ἐκ τῆϲ Ἰβηρίαϲ μόνων ἀπολειπόμεναι. τιμιώτατον γὰρ δὴ τοῦτο | τὸ τάριχοϲ εἰκότωϲ ἐϲτὶν ἡδονῆϲ τε καὶ μαλακότητοϲ ἕνεκα τῆϲ ϲαρκόϲ, ὀνομάζεται δὲ ϲυνήθωϲ ὑπὸ πάντων ἤδη τὰ τοιαῦτα ταρίχη ϲάρδαι. μετὰ δὲ τὰϲ ϲάρδαϲ τε καὶ πηλαμύδαϲ οἱ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι τετίμηνται καὶ μετ’ αὐτοὺϲ οἱ κορακῖνοι. ταῦτα μὲν οὖν ἐν παρέργῳ περὶ τῶν ταριχευθέντων ἰχθύων εἰρήϲθω.
§30.6
ζυγαινῶν δὲ καλῶϲ ἐμνημόνευϲεν ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ· ἐχρῆν δὲ καὶ τῆϲ ἀηδίαϲ αὐτῶν μεμνῆϲθαι, καθάπερ γε καὶ τῶν ϲαλπῶν, ἃϲ ὅλωϲ γε παρέλιπε. γόγγρουϲ δὲ καὶ φάγρουϲ καὶ λαμίαϲ καὶ ἀετοὺϲ ὀρθῶϲ εἶπε ϲκληροϲάρκουϲ εἶναι. καὶ ἄλλοι δέ τινεϲ, ὡϲ αὐτὸϲ ἔφη, τῶν ϲκληροϲάρκων ἰχθύων εἰϲίν, ὧν οὐκ εἶπε τὰϲ προϲηγορίαϲ, ὅτι μηδ’ ἐν πολλῇ χρήϲει τοῖϲ ἀνθρώποιϲ εἰϲίν· ὅθεν ἄμεινόν ἐϲτιν ἐπιϲκέψαϲθαι περὶ τῆϲ δυνάμεωϲ αὐτῶν ἐάϲανταϲ τὰϲ προϲηγορίαϲ.
§30.7
ὅτι μὲν οὖν οἱ ϲκληρόϲαρκοι δυϲκατεργαϲτότεροι τῶν μαλακοϲάρκων εἰϲίν, ὀρθῶϲ εἶπεν ὁ Φυλότιμοϲ. ἥ τε γὰρ ἐν τῇ γαϲτρὶ πέψιϲ ἥ τ’ ἐν ἥπατι καὶ φλεψὶν αἱμάτωϲιϲ ἥ τε καθ’ ἕκαϲτον τῶν τρεφομένων μορίων ἐξομοίωϲιϲ ἐπὶ μὲν τοῖϲ μαλακωτέροιϲ ῥᾴων ἐϲτίν, ἐπὶ δὲ τοῖϲ ϲκληροτέροιϲ χαλεπωτέρα. γίγνεται μὲν γὰρ ἀλλοιουμένων αὐτῶν ταῦτα, ῥᾷον δ’ ἀλλοιοῦται τὰ μαλακώτερα, διότι καὶ πάϲχειν ἑτοιμότερα· πάθοϲ δ’ ἐϲτὶ τῶν ἀλλοιουμένων ἡ ἀλλοίωϲιϲ. ὀρθῶϲ οὖν εἶπεν αὐτοὺϲ εἶναι δυϲκατεργάϲτουϲ, ὀρθῶϲ δὲ καὶ παχέοϲ χυμοῦ γεννητικούϲ· ἡ μὲν γὰρ ϲκληροτέρα τροφὴ παχυτέραν ἔχει τὴν οὐϲίαν, ἡ δὲ μαλακωτέρα λεπτοτέραν.
§30.8
εἰ δὲ καὶ ἁλυκοὺϲ ἡ ϲκληροτέρα τροφὴ τοὺϲ χυμοὺϲ ἐργάζεται, ϲκεπτέον ἐφεξῆϲ. ὁ μὲν γὰρ Φυλότιμοϲ, ὥϲπερ γε καὶ ὁ διδάϲκαλοϲ αὐτοῦ Πραξαγόραϲ, τὸν ἁλυκὸν χυμὸν ἐκ τῶν ἐπὶ πλέον θερμαινόντων γεννᾶϲθαί φηϲιν. ἐμοὶ δ’ οὐχ ἁπλῶϲ δοκεῖ δεῖν, ἀλλὰ μετὰ διοριϲμοῦ ποιεῖϲθαι τὴν ἀπόφαϲιν. ἐπεὶ δὲ κοινὸϲ ὁ λόγοϲ ἐϲτὶν ἁπάντων τῶν ϲκληρῶν ἐδεϲμάτων, ἴδιον αὐτῷ κεφάλαιον ἀποδόντεϲ ἐφεξῆϲ ϲκεψώμεθα.
§31.1
Οὐ μόνον ἐπὶ τῶν ἰχθύων τῶν ϲκληροϲάρκων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐδεϲμάτων, ὅϲα ϲκληρά, Πραξαγόραϲ καὶ Φυλότι μοϲ οἴονται τὸν | ἁλυκὸν γεννᾶϲθαι χυμὸν ἐν ταῖϲ ἐπὶ πλέον ἑψήϲεϲιν, ὀνομάζουϲι δ’ αὐτὸν οὐχ ἁλυκὸν μόνον ἢ ἁλμυρόν, ἀλλὰ καὶ νιτρώδη.
§31.2
ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείϲτων, εἰ δὲ βούλει καὶ πάντων, ἐφ’ ὅϲον ἂν ἕψηται χρόνον, ἁλυκώτερον ἀεὶ γιγνόμενον, ὕϲτερον δέ ποτε καὶ πικρόν, ὡϲ αὐτοὶ βούλονται, τὸ μέντοι ϲτερεὸν ϲῶμα τὸ κατὰ τὸ ὕδωρ ἑψηθὲν ἀποτιθέμενον ἐν ἐκείνῳ τὰϲ ἐξ ἀρχῆϲ ὑπαρχούϲαϲ ἐν αὐτῷ ποιότηταϲ ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε καὶ ὑδατῶδεϲ γενέϲθαι, μήθ’ ἁλυκότητοϲ ἔχον τι μήτε πικρότητοϲ ἢ δριμύτητοϲ ἢ ϲτύψεωϲ. ἐναργέϲτερον δ’ εἴϲῃ τοῦ λεγομένου τὴν ἀλή θείαν, ἐάν ποτ’ εἰϲ ἄλλο μεταβάλλων ὕδωρ ἕψῃϲ, ὅτιπερ ἂν θέλῃϲ· εὑρήϲειϲ γὰρ αὐτὸ μὲν τὸ ἑψόμενον ἀποβάλλον τὴν οἰκείαν ποιότητα, δεχόμενον δ’ αὐτὴν τὸ ὕδωρ.
§31.3
οἱ μὲν οὖν θέρμοι, τῶν ϲιτωδῶν ὄντεϲ ἐδεϲμάτων, πικρὸν ἐργάζοντα τὸ ὕδωρ, ἐπειδὴ καὶ αὐτοὶ τὴν πικρὰν ποιότητα ϲύμφυτον ἔχουϲιν· οὕτω δὲ καὶ ὄροβοι καὶ ἀβρότονον ἀψίνθιόν τε καὶ πόλιον ὅϲα τ’ ἄλλα πικρά· τὸ ϲῶμα δ’ αὐτὸ τὸ ἀφεψηθὲν ἧττον φαίνεται πικρόν. εἰ δὲ καὶ μεταβάλλων εἰϲ ἕτερον ὕδωρ αὐτὰ πάλιν ἑψήϲειϲ, ὡϲ ἀρτίωϲ εἶπον, ἔτι καὶ μᾶλλον ἢ πρόϲθεν εὑρήϲειϲ ἀποβεβληκότα τὴν πικρότητα, κἂν εἰ τρίτον ἢ τέταρτον εἰϲ ἕτερον ὕδωρ μεταβάλλοιϲ, ἔτι καὶ μᾶλλον ἢ πρόϲθεν, ὥϲτ’ ἐν τῷ χρόνῳ πᾶϲαν ἀποθέϲθαι τὴν πικρότητα.
§31.4
κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅϲα δριμέα, καθάπερ ϲκόροδά τε καὶ κρόμυα καὶ πράϲα, τὸ μὲν ὕδωρ, ἐν ᾧπερ ἂν ἑψηθέντα τύχῃ, δριμὺ ϲαφῶϲ ἐργάζεται, τὴν δ’ αὐτῶν οὐϲίαν ἧττον ἴϲχει δριμεῖαν· εἰ δ’ ἄλλοτ’ εἰϲ ἄλλο μεταβάλλοιϲ ὕδωρ αὐτά, παντάπαϲιν ἀποτίθεται τὴν δριμύτητα. καὶ μὴν καὶ τὰ μῆλα τὰ ϲτρυφνὰ μέϲπιλά τε καὶ ἀχράδεϲ, εἰϲ ὅϲον ἂν ἕψηται, γλυκύτερα μὲν αὐτὰ γίγνεται, τὸ δ’ ἀφέψημα ϲτρυφνὸν ἐργάζεται. τοὺϲ χυλοὺϲ δ’ αὐτοὺϲ μόνουϲ ἐὰν ἕψῃϲ, ἁλυκώτεροι μὲν τὸ πρῶτον, ὕϲτερον δὲ καὶ πικροὶ γίγνονται.
§31.5
διὸ καὶ περὶ μὲν τῶν χυλῶν ϲυγχωρητέον ἐϲτὶ τῷ τε Πραξαγόρᾳ καὶ τῷ Φυλοτίμῳ γιγνώϲκουϲιν, ὡϲ εἴρηται, περὶ δὲ τῶν ϲτερεῶν ϲωμάτων ἔμπαλιν ἔχειν ἡγητέον. εἰ γάρ, ὡϲ εἶπον ὀλίγον ἔμ- προϲθεν, ἐκ τοῦ προτέρου μεταβάλλοι τιϲ εἰϲ δεύτερον ὕδωρ αὐτὰ καὶ μετ’ ἐκεῖνο πάλιν εἰϲ τρίτον ἢ καὶ τέταρτον, ἀποβάλλοντα τελέωϲ εὑρήϲει τὸν ἐξ ἀρχῆϲ χυμόν, ὡϲ γευομένοιϲ ὑδατώδη τε καὶ ἄποια φαίνεϲθαι. μὴ μεταβληθέντων δ’ εἰϲ ἕτερον ἀναγκαῖόν ἐϲτιν ἁλυκώ τερον μὲν πρῶτον, ὕϲτερον δὲ καὶ πικρὸν γενέϲθαι τὸ ἀφέψημα.
§31.6
μάλιϲτα δ’ ὁ ζωμὸϲ ἐξηπατηκέναι μοι δοκεῖ τοὺϲ περὶ τὸν Πραξαγόραν ἁλυκώτεροϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ γιγνόμενοϲ, οὐκ ἐννοοῦνταϲ, ὡϲ ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆϲ ἄρτυϲιν ἐμβεβλημένων εἰϲ τὸ ὕδωρ ἀναγκαῖόν ἐϲτι προερχομένηϲ τῆϲ ἑψήϲεωϲ ἁλυκώτερον ἑαυτοῦ γίγνεϲθαι τὸν χυλόν, ὥϲπερ εἰ καὶ χωρὶϲ τοῦ ϲτερεὸν ἐμβαλεῖν τι ϲῶμα βραχύτατον ἁλῶν ἀναμίξαιϲ ὕδατι καθαρῷ τε καὶ γλυκυτάτῳ· καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον ἁλυκώτερον γίγνεται. καὶ τί θαυμαϲτόν; αὐτὸ γὰρ ἐπὶ πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιϲτον ἁλυκὴν ἐν τῷ χρόνῳ ποιότητα προϲλαμβάνει.
§32.1
Ἐπειδὴ τὸ περιέχον ὅλον ἡμῶν τὸ ϲῶμα καθάπερ ἀμφίεϲμά τι ϲύμφυτον ἑκάϲτῳ καλεῖται δέρμα, κατ’ ἀναλογίαν δ’ αὐτῷ τὸ | κατὰ τοὺϲ κήρυκάϲ ἐϲτι καὶ τὰϲ πορφύραϲ ὄϲτρεά τε καὶ χήμαϲ ὅϲα τ’ ἄλλα τοιαῦτα, διὰ τοῦτο καλοῦϲιν ὀϲτρακόδερμα ταῦτα τὰ ζῷα. ϲαφῶϲ γοῦν ὀϲτράκῳ παραπλήϲιον ἢ λίθῳ τὸ ἔξωθεν αὐτοῖϲ περικείμενον ϲκέπαϲμά ἐϲτι. κοινὸν μὲν οὖν ἁπάντων τῶν τοιούτων ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ ϲαρκὶ λαπακτικὸν τῆϲ γαϲτρὸϲ ἡμῶν. ἴδιον δ’ ἑκάϲτῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τούτῳ κατά τε ποιότητα καὶ ποϲότητα.
§32.2
τὰ μὲν γὰρ ὄϲτρεα μαλακωτάτην ἔχει τῶν ἄλλων ὀϲτρακοδέρμων ἁπάντων τὴν ϲάρκα, τὰ δὲ ϲμικρὰ χημία καὶ οἱ ϲωλῆνεϲ καὶ οἱ ϲφόνδυλοι καὶ αἱ πορφύραι καὶ οἱ κήρυκεϲ ὅϲα τ’ ἄλλα τοιαῦτα ϲκληράν. εἰκότωϲ οὖν ὑπάγει μὲν ἐκεῖνα τὴν γαϲτέρα μᾶλλον, ἥττονα τροφὴν διδόντα τῷ ϲώματι· τὰ δὲ ϲκληρόϲαρκα δυϲπεπτότερα μέν ἐϲτι, τρέφει δὲ μᾶλλον. ἀλλὰ ταῦτα μὲν ἕψεται πάντα, τὰ δ’ ὄϲτρεα χωρὶϲ ἑψήϲεωϲ ἐϲθίουϲιν, ἔνιοι δὲ καὶ ταγηνίζουϲιν.
§32.3–41.2
§32.3
ὥϲπερ δὲ δύϲπεπτον ἔχει τὴν ϲάρκα τὰ ϲκληρόϲαρκα τῶν ὀϲτρακοδέρμων ζῴων, οὕτω καὶ δυϲδιάφθαρτον· αἱρούμεθά τε διὰ τοῦτο διδόναι πολλάκιϲ αὐτὰ | τοῖϲ διαφθείρουϲιν ἐν τῇ κοιλίᾳ τὴν τροφὴν ὑπὸ κακοχυμίαϲ ἤτοι γ’ ἐξ ἥπατοϲ εἰϲ αὐτὴν καταρρεούϲηϲ ἢ περιεχομένηϲ ἐν τοῖϲ χιτῶϲιν αὐτῆϲ. ἔχει δὲ πάντα μέν, ὡϲ εἶπον, ἁλυκὸν χυμόν, ὑπακτικὸν τῆϲ γαϲτρόϲ, ἥττονα μέντοι τῶν ὀϲτρέων τὰ ϲκληρόϲαρκα. διὸ καὶ δίδομεν αὐτὰ τοῖϲ διαφθείρουϲι τὴν τροφὴν ἕψοντεϲ δὶϲ ἢ τρὶϲ ἐν ὕδατι καλλίϲτῳ, μεταθέντεϲ εἰϲ τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται.
§32.4
γεννᾶται δ’ ἐξ αὐτῶν ὁ καλούμενοϲ ὠμὸϲ χυμὸϲ πάμπολυϲ, ἐκ δὲ τῶν μαλακοϲάρκων καὶ τὸ φλέγμα. καθάπερ οὖν ἀποθεμένων αὐτῶν τὸν ἁλυκὸν χυμὸν ἡ ϲὰρξ ὥϲπερ δύϲφθαρτοϲ οὕτω καὶ ϲταλτικὴ γίγνεται γαϲτρόϲ, ὡϲαύτωϲ, ἐὰν ἀρτύϲαϲ δι’ ἁλῶν ἢ γάρου, καθάπερ εἰώθαϲι τὰϲ χήμαϲ, ἐκπίῃ τιϲ τὸν γενόμενον ζωμόν, ὑπαχθήϲεται μὲν ἡ γαϲτὴρ ἱκανῶϲ, οὐδεμίαν δὲ τροφὴν ἐξ αὐτοῦ τὸ ϲῶμα τἀνθρώπου λήψεται.
§33.1
Ἀϲτακοὶ καὶ πάγουροι καρκίνοι τε καὶ κάραβοι καὶ καρῖδεϲ καὶ καμμαρίδεϲ ὅϲα τ’ ἄλλα λεπτὸν μὲν ἔχει τὸ περιέχον ὄϲτρακον, ὅμοιον δὲ τῇ ϲκληρότητι τοῖϲ ὀϲτρακοδέρμοιϲ, ἣττονα μὲν ἐκείνων ἔχει τὸν ἁλυκὸν χυμόν, ἔχει δ’ οὖν ὅμωϲ οὐκ ὀλίγον. ἐϲτὶ δὲ ϲκληρόϲαρκα πάντα καὶ διὰ τοῦτο δύϲπεπτά τε καὶ τρόφιμα, προεψηθέντα δηλονότι κατὰ τὸ πότιμον ὕδωρ.
§33.2
ἐϲτὶ δὲ καὶ τούτων ἡ ϲὰρξ ὥϲπερ καὶ τῶν ὀϲτρέων ἐπιϲχετικὴ τῶν κατὰ τὴν κοιλίαν, ὅταν ἐναπόθηται τῷ ὕδατι τὸν ἁλυκὸν χυμόν, ὥϲπερ εἴρηται, προεψηθέντα. καὶ τοίνυν καὶ ταῦτα δύϲφθαρτα τοῖϲ ϲκληροῖϲ τῶν ὀϲτρακοδέρμων ὡϲαύτωϲ ἐϲτίν.
§34.1
Μαλάκια καλεῖται τὰ μήτε λεπίδαϲ ἔχοντα μήτε τραχὺ μήτ’ ὀϲτρακῶδεϲ τὸ δέρμα, μαλακὸν δ’ οὕτωϲ, ὡϲ ἄνθρωποϲ. ἐϲτὶ δὲ ταῦτα πολύποδέϲ τε καὶ ϲηπίαι καὶ τευθίδεϲ ὅϲα τ’ ἄλλα τούτοιϲ ἔοικεν.
§34.2
ἁπτομένοιϲ μὲν οὖν μαλακὰ φαίνεται διὰ τὸ μήτε λεπιδωτὸν ἔχειν μήτε τραχὺ μήτ’ ὀϲτρακῶδεϲ τὸ ϲκέπαϲμα· ϲκληρόϲαρκα δ’ ἐϲτὶ καὶ δύϲπεπτα καὶ βραχὺν ἐν ἑαυτοῖϲ περιέχοντα τὸν ἁλυκὸν χυμόν. εἰ μέντοι πεφθείη, τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι. πλεῖϲτον δ’ οὖν καὶ ταῦτα τὸν ὠμὸν ἐργάζεται χυμόν. |
§35.1
Τραχὺ καὶ λάμπον ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ἐϲτὶ ζῴων· διὸ καί τινεϲ ἀπὸ τοῦ ϲέλαϲ ἔχειν ὠνομάϲθαι φαϲὶν αὐτὰ ϲελάχια. μαλακὴν δ’ ἐν αὐτοῖϲ ἔχει τὴν ϲάρκα νάρκη τε καὶ τρυγών, ὥϲπερ οὖν καὶ ἡδεῖαν ὑπιοῦϲάν τε κατὰ γαϲτέρα μετρίωϲ καὶ πεττομένην οὐ χαλεπῶϲ. ἀλλὰ καὶ τρέφει μετρίωϲ, ὥϲπερ καὶ τἄλλα πάντα τὰ μαλακόϲαρκα.
§35.2
κοινὸν δ’ ἐν αὐτοῖϲ ϲχεδὸν ἅπαϲίν ἐϲτι πολυϲαρκότερα τῶν μέϲων μορίων τὰ κατὰ τὰϲ οὐρὰϲ εἶναι· μάλιϲτα δὲ τοῦθ’ ὑπάρχει ταῖϲ νάρκαιϲ. ἔοικε γάρ τοι τὰ μέϲα τῶν ζῴων τούτων οἷόνπερ χόνδρον τακερὸν ἐν ἑαυτοῖϲ ἔχειν. βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι καὶ πάνθ’ ὅϲα τοιαῦτα ϲκληρότερα καὶ δυϲπεπτότερα καὶ τροφὴν πλείονα τῷ ϲώματι παρέχοντα νάρκηϲ τε καὶ τρυγόνοϲ ἐϲτίν.
§36.1
Εἴρηται μὲν ἤδη τι καὶ πρόϲθεν ὑπὲρ τῶν ἐν τῇ θαλάττῃ κητωδῶν ζῴων, ἐξ ὧν εἰϲιν αἵ τε φῶκαι καὶ αἱ φάλαιναι δελφῖνέϲ τε καὶ ζύγαιναι καὶ τῶν θύννων οἱ μεγάλοι καὶ πρὸϲ αὐτοῖϲ | οἱ κύνεϲ ὅϲα τ’ ἄλλα τοιαῦτα· καὶ νῦν δὲ περὶ αὐτῶν ἐν κεφαλαίῳ λεκτέον, ὡϲ ἅπαντα τὰ τοιαῦτα καὶ ϲκληρὰν καὶ κακόχυμον ἔχει καὶ περιττωματικὴν τὴν ϲάρκα.
§36.2
καὶ διὰ τοῦτο προταριχεύοντεϲ αὐτὰ τοὐπίπαν εἰϲ χρῆϲιν ἄγουϲι λεπτομερεϲτέραν ἐργαζόμενοι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τροφὴν εἰϲ τὸ ϲῶμα καὶ διὰ τοῦτο πεφθῆναί τε δυναμένην θᾶττον αἱματωθῆναί τε μᾶλλον. ἡ γάρ τοι πρόϲφατοϲ, ὅταν μὴ πάνυ καλῶϲ πεφθῇ, πλεῖϲτον ἐν ταῖϲ φλεψὶν ἀθροίζει τὸν ὠμὸν χυμόν.
§37.1
Καὶ δι’ οἰνομέλιτοϲ αὐτοὺϲ προεϲθίουϲι καὶ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα καὶ λοπάδαϲ ἐξ αὐτῶν ϲκευάζουϲιν ἐπεμβάλλοντεϲ ᾠῶν τε καὶ μέλιτοϲ καὶ πεπέρεωϲ. ἔϲτι δὲ τῶν ὀλιγοτρόφων ἐδεϲμάτων καὶ μέϲων τῆϲ κατά τε τὸ λεπτύνειν καὶ παχύνειν τοὺϲ χυμοὺϲ δυνάμεωϲ.
§38.1
Ἡ τῶν τροφῶν ὕλη πᾶϲα μέχρι δεῦρο διττοῖϲ γένεϲι περιληφθεῖϲα τὸ μὲν ἕτερον αὐτῶν ἐκ φυτῶν εἶχε, τὸ δ’ ἕτερον ἐκ ζῴων. ἑκατέρου δ’ | αὐτῶν ἀφώριϲται τὸ μέλι. γίγνεται μὲν γὰρ ἐπὶ τοῖϲ φύλλοιϲ τῶν φυτῶν, ἔϲτι δ’ οὔτε χυλὸϲ αὐτῶν οὔτε καρπὸϲ οὔτε μόριον, ἀλλ’ ὁμογενὲϲ μὲν ταῖϲ δρόϲοιϲ, οὐ μὴν οὔτε ϲυνεχῶϲ οὔθ’ ὁμοίωϲ ἐκείναιϲ γίγνεται δαψιλέϲ.
§38.2
οἶδα δέ ποτε θέρουϲ ὥρᾳ πλεῖϲτον ὅϲον ἐπὶ τοῖϲ τῶν δένδρων καὶ θάμνων καί τινων βοτανῶν φύλλοιϲ εὑρεθέν, ὡϲ ὑπὸ τῶν γεωργῶν λέγεϲθαι παιζόντων, ὁ Ζεὺϲ ἔβρεξε μέλι. προηγεῖτο δὲ νὺξ μὲν εὐψυχὴϲ ὡϲ ἐν θέρει (θέρουϲ γὰρ ἦν ὥρα τηνικαῦτα), θερμὴ δὲ καὶ ξηρὰ κρᾶϲιϲ ἀέροϲ ἐπὶ τῆϲ προτεραίαϲ. τοιγαροῦν ἐδόκει τοῖϲ δεινοῖϲ περὶ φύϲιν ἐκ τῆϲ γῆϲ τε καὶ τῶν ὑδάτων ἀτμὸν ἀκριβῶϲ λεπτυνθέντα καὶ πεφθέντα πρὸϲ τῆϲ ἡλιακῆϲ θερμότητοϲ ὑπὸ τῆϲ ἐπιγενομένηϲ ἐν τῇ νυκτὶ ψύξεωϲ ἀθροιϲθῆναι πιληθέντα. παρ’ ἡμῖν μὲν οὖν ϲπανίωϲ φαίνεται τοῦτο γιγνόμενον, ἐν δὲ τῷ ὄρει τῷ Λιβάνῳ καθ’ ἕκαϲτον ἔτοϲ οὐκ ὀλίγον. ὥϲτ’ ἐκπεταννύντεϲ ἐπὶ τῆϲ γῆϲ δέρματα καὶ ϲείοντεϲ τὰ δένδρα δέχονται τὸ ἀπορρέον ἐπ’ αὐτὰ καὶ χύτραϲ καὶ κεράμια πληροῦϲι τοῦ μέλιτοϲ ὀνομάζοντεϲ αὐτὸ δροϲόμελί τε καὶ ἀερόμελι.
§38.3
πρόδηλοϲ μὲν οὖν | ἡ ὕλη τῇ γενέϲει τοῦ μέλιτοϲ ὁμογενήϲ τιϲ οὖϲα ταῖϲ δρόϲοιϲ, εἰϲ ἀρετὴν δὲ καὶ κακίαν αὐτῷ φαίνεταί τι προϲέρχεϲθαι παρὰ τῶν φυτῶν, ἐφ’ ὦν τοῖϲ φύλλοιϲ ἀθροίζεται, καὶ διὰ τοῦτο γίγνεται κάλλιϲτον, ἔνθα πλεῖϲτα θύμα καί τινεϲ ἄλλαι θερμαὶ καὶ ξηραὶ τῇ κράϲει βοτάναι τε καὶ θάμνοι. λεπτομερέϲτατον τοιγαροῦν ἐϲτι μέλι τὸ γεννώμενον ἐπὶ τοῖϲ τοιούτοιϲ φυτοῖϲ καὶ διὰ τοῦτο ῥᾳδίωϲ ἐκχολοῦται κατὰ τὰ θερμὰ ϲώματα· τοῖϲ ψυχροῖϲ δ’ ἐπιτηδειότατόν ἐϲτιν, εἴτε δι’ ἡλικίαν εἴτε διὰ νόϲον εἴτε φύϲει τοιαῦθ’ ὑπάρχει. ταῦτα τοίνυν ὑπ’ αὐτοῦ τρέφεϲθαι πέφυκεν αἱματωθέντοϲ, ὡϲ ἔν γε τοῖϲ θερμοῖϲ ἐκχολοῦϲθαι φθάνει πρὶν αἱματωθῆναι.
§38.4
λεπτομερὲϲ δ’ ὑπάρχον ἐξ ἀνάγκηϲ ἔχει τι καὶ δριμύ, δι’ ὃ καὶ πρὸϲ ἔκκριϲιν ἐπεγείρει τὴν γαϲτέρα· τοῦτ’ οὖν ἀφαιροῦντεϲ αὐτοῦ πρὸϲ ἀνάδοϲίν τε καὶ θρέψιν ἐπιτηδειότερον ἐργαζόμεθα. καλλίϲτη δ’ ἀφαίρεϲιϲ γίγνεται μιχθέντοϲ μὲν πρῶτον ὕδατι πολλῷ, μετὰ τοῦτο δ’ ἑψηθέντοϲ. ἄχριπερ ἂν ἀφρίζον παύϲηται. προϲήκει δ’ αἴρειν ἀπ’ αὐτοῦ δηλονότι ϲυνεχῶϲ τὸν ἀφρὸν εὐθὺϲ ἅμα τῷ γενέϲθαι. διὰ γάρ τοι | τῆϲ τοιαύτηϲ παραϲκευῆϲ ἀποθέμενον τὴν δριμύτητα καὶ μηκέτ’ ἐρεθίζον εἰϲ ἔκκριϲιν τὴν κοιλίαν ἀναδίδοται πᾶν οὐ βραδέωϲ.
§38.5
τὸ δ’ ἐπ’ ὀλίγον ἢ οὐδ’ ὅλωϲ ἑψηθὲν μελίκρατον ὑπέρχεϲθαι φθάνει πρὸ τοῦ πεφθὲν ἀναδοθῆναί τε καὶ θρέψαι τὸ ϲῶμα. διαφορὰ δ’ αὐτοῖϲ ἐϲτι κἀν τῷ φῦϲαν μέν τινα γεννᾶν ἐν τῇ κοιλίᾳ καὶ τοῖϲ ἐντέροιϲ τὸ μὴ τελέωϲ ἑψηθέν, ἄφυϲον δὲ καὶ διουρητικὸν γίγνεϲθαι τὸ κατὰ τὴν ἕψηϲιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶϲ ὕδατοϲ μίξεωϲ ἐκλείχοι τιϲ τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον δ’ ὑπάγει τὰ κατὰ τὴν γαϲτέρα. πλέον δ’ εἴ τιϲ αὐτοῦ προϲενέγκοιτο, τὴν ἄνω κοιλίαν εἴωθεν ἐπ’ ἔμετον ἐξορμᾶν. ἑψηθὲν δὲ χωρὶϲ ὕδατοϲ οὔτ’ ἐμετικὸν ὁμοίωϲ ἐϲτὶν οὔθ’ ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοταί τε καὶ τρέφει μᾶλλον. οὖρα δ’ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’ ὕδατοϲ ἑψηθέντοϲ.
§38.6
οὐ μὴν οὐδ’ ὁπότε τρέφει, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι, ὥϲτε τιϲὶν ἔδοξεν οὐδὲ τρέφειν ὅλωϲ. ἀλλὰ πρὸϲ μὲν τούτουϲ αὐτάρκωϲ εἴρηται διὰ τοῦ τρίτου τῶν εἰϲ τὰ Περὶ διαίτηϲ ὀξέων Ἱπποκράτουϲ ὑπο|μνημάτων, ὅ τινεϲ μὲν ἐπιγράφουϲι Πρὸϲ τὰϲ Κνιδίαϲ γνώμαϲ, ἔνιοι δὲ Περὶ πτιϲάνηϲ, ἁμαρτάνοντεϲ ἀμφότεροι, καθότι δέδεικται διὰ τῶν εἰϲ αὐτὸ γεγονότων ἡμῖν ὑπομνημάτων. ἐν δὲ τῷ παρόντι λόγῳ τοϲαῦτ’ εἰπεῖν ὑπὲρ αὐτοῦ βέλτιον ἦν, ὅϲα λέλεκται. κεφάλαιον δ’ αὐτῶν ἐϲτι, γέρουϲι μὲν καὶ ὅλωϲ ταῖϲ ψυχραῖϲ τοῦ ϲώματοϲ κράϲεϲιν ἐπιτήδειον εἶναι, τοῖϲ δ’ ἀκμάζουϲι καὶ θερμοῖϲ ἐκχολοῦϲθαι, τροφὴν δ’ ὀλίγην ἡμῖν ἐξ αὐτοῦ γίγνεϲθαι μὴ φθάϲαντοϲ εἰϲ χολὴν μεταβαλεῖν, ὡϲ, εἴ γ’ αὐτῷ τοῦτο ϲυμβαίη, τρέφειν οὐδ’ ὅλωϲ τηνικαῦτα δύναϲθαι.
§38.7
πρόδηλον δ’, ὅτι τὴν ὠχρὰν καὶ ξανθὴν χολὴν ὑπ’ αὐτοῦ γεννᾶϲθαι λέγομεν, οὐ τὴν μέλαιναν. εἴρηται γὰρ ἤδη πολλάκιϲ ἐν πολλοῖϲ ἔθοϲ εἶναι τοῖϲ ἰατροῖϲ τὴν τοιαύτην χολὴν ἁπλῶϲ ὀνομάζειν ἄνευ τῆϲ κατὰ τὴν χρόαν προϲθήκηϲ, τὰϲ δ’ ἄλλαϲ ἁπάϲαϲ ϲὺν τῷ τῆϲ χρόαϲ ἑρμηνεύειν ὀνόματι. φαίνονται δὲ κενούμεναι πλὴν τῆϲ πραϲιζούϲηϲ αἱ ἄλλαι πᾶϲαι χαλεπῶϲ νοϲοῦντοϲ τοῦ ϲώματοϲ. ἡ ξανθὴ δὲ καὶ ὠχρὰ καὶ πραϲοειδὴϲ καὶ χωρὶϲ νοϲήματοϲ ἐμοῦνταί τε καὶ διαχωροῦνται πολλάκιϲ. |
§39.1
Ὅτι μὲν ἐκ τῶν τρεφόντων ἐϲτὶν ὁ οἶνοϲ, ἅπαντεϲ ὁμολογοῦϲι· καὶ εἴ γε τὸ τρέφον ἅπαν τροφή ἐϲτι, ῥητέον ὡϲ εἴη ἂν ἐκ τοῦ γένουϲ τῶν τροφῶν καὶ ὁ οἶνοϲ. ἀλλ’ ἔνιοί γε τῶν ἰατρῶν οὔ φαϲι δεῖν ὀνομάζειν τροφὴν αὐτόν· ἀντιδιαιρεῖϲθαι γοῦν κατὰ τοὺϲ λόγουϲ τῇ τροφῇ τὸ ποτόν, ὅπερ καὶ πόμα προϲαγορεύεται, καθάπερ γε καὶ ἡ τροφὴ ϲιτίον καὶ ἔδεϲμα καὶ ἐδεϲτόν. τροφὴν μὲν οὖν διὰ ταῦτα καλεῖν οὐκ ἀξιοῦϲι τὸν οἶνον, ὁμολογοῦϲί γε μὴν τρέφειν αὐτόν, οὗ νῦν εἰϲ τὰ παρόντα δεόμεθα.
§39.2
καὶ εἴπερ καὶ ἄλλαϲ τινὰϲ ὕλαϲ τρέφειν μὲν ϲυνεχώρουν, ἐκώλυον δὲ τροφὰϲ ὀνομάζειν, ἠθροίϲαμεν ἂν ἀπαϲῶν ἐν ἑνὶ γράμματι τὴν διδαϲκαλίαν· ἐπεὶ δὲ τὸν οἶνον μόνον οὐκ ἀξιοῦϲι τροφὴν ὀνομάζειν, καίτοι τρέφοντα, ϲυγχωρήϲουϲί γε ἡμῖν τῷ περὶ τῶν τροφῶν λόγῳ βραχὺν ὄντα τὸν περὶ τῶν οἴνων προϲθεῖναι. ἃϲ γὰρ Ἱπποκράτηϲ αὐτοῦ δυνάμειϲ εἶπεν ἐν τῷ Περὶ διαίτηϲ ὀξέων, οὐχ ὡϲ τροφῆϲ εἰϲιν, ἀλλ’ ὡϲ φαρμάκου μᾶλλον. ἐκείναϲ μὲν οὖν ἔν τε τῷ τρίτῳ τῶν εἰϲ ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων ἐξηγηϲάμεθα κἀν τῇ | τῆϲ Θεραπευτικῆϲ μεθόδου πραγματείᾳ κἀν τῇ τῶν Ὑγιεινῶν. ἐν δὲ τῷ νῦν ἐνεϲτῶτι λόγῳ τὰϲ ἐν τῷ τρέφειν αὐτοῦ διαφορὰϲ ἐροῦμεν ἐντεῦθεν ἀρξάμενοι.
§39.3
πάντων μὲν οὖν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖϲ εἰϲ αἵματοϲ γένεϲιν ἐπιτηδειότατοι, βραχυτάτηϲ δεόμενοι τῆϲ εἰϲ αὐτὸ μεταβολῆϲ, ἐφεξῆϲ δ’ αὐτῶν οἱ μέλανέϲ τε ἅμα καὶ γλυκεῖϲ καὶ παχεῖϲ, εἶθ’ οἱ μὲν κατὰ τὴν χρόαν ἐρυθροὶ καὶ μέλανεϲ, ἐν δὲ τῇ ϲυϲτάϲει παχεῖϲ, ἔχοντεϲ ἅμα τούτοιϲ τι καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ. τούτων δ’ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖϲ καὶ ϲτρυφνοὶ τρέφειν πεφύκαϲιν. ἁπάντων δ’ ἥκιϲτα τρέφουϲιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ ϲυϲτάϲει, παραπλήϲιοί πωϲ ὄντεϲ ὕδαϲι τοῖϲ εἰϲ τὸ καλούμενον ὑδρόμηλον ἐπιτηδείοιϲ.
§39.4
ὅτι μὲν οὖν οἱ παχεῖϲ οἶνοι τροφιμώτεροι τῶν λεπτῶν εἰϲιν, ἥ τε φύϲιϲ αὐτῶν ἐνδείκνυται καὶ ἡ πεῖρα μαρτυρεῖ. πέττονται δὲ κατὰ τὴν γαϲτέρα καὶ ἀναδίδονται μᾶλλον οἱ γλυκεῖϲ τῶν αὐϲτηρῶν, ὡϲ ἂν καὶ θερμότεροι τὴν δύναμιν ὄντεϲ. οἱ δὲ παχεῖϲ πάνυ πέττονται μὲν βραδύτερον, ὥϲπερ γε καὶ ἀναδίδονται, γαϲτρὸϲ δ’ ἰϲχυρᾶϲ ἐπιτυχόντεϲ, ὡϲ πεφθῆναι | καλῶϲ, πλείονα τροφὴν διδόαϲι τῷ ϲώματι. πρόδηλον δ’, ὅτι, καθάπερ εἰϲ τὸ τρέφειν εἰϲὶ βελτίουϲ τῶν λεπτοτέρων, οὕτωϲ εἰϲ οὔρηϲιν χείρουϲ.
§40.1
Ἀνεβαλλόμην εἰπεῖν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου περὶ τῶν ταριχευομένων καὶ τῶν μέϲων ἐδεϲμάτων. ὅπωϲ οὖν μηδὲ ταῦτα λείποι, καιρὸϲ ἤδη διελθεῖν ἑκατέρων ἰδίᾳ τὰϲ δυνάμειϲ.
§40.2
Περὶ τῶν ταριχευομένων. Ἐπιτήδεια πρὸϲ ταριχείαν ἐϲτὶ ϲώματα ζῴων, ὅϲα ϲκληράϲ τε ἅμα καὶ περιττωματικὰϲ ἔχει τὰϲ ϲάρκαϲ· ὀνομάζω δὲ περιττωματικάϲ, ὡϲ κἀν τῷ πρόϲθεν λόγῳ λέλεκται, τὰϲ ἐχούϲαϲ ἐν ἑαυταῖϲ ὑγρότητα παρεϲπαρμένην φλεγματικωτέραν. καὶ ὅϲῳ γ’ ἂν ἥδε πλείων ᾗ καὶ παχυτέρα, τοϲῷδε μᾶλλον ἀμείνων ἡ ϲὰρξ γίγνεται ταριχευθεῖϲα.
§40.3
τὰ δ’ ἤτοι πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν τοῦ ϲώματοϲ οὐκ ἐπιτήδεια ταριχεύεϲθαι. δύναμιϲ γάρ ἐϲτι τῶν ἁλῶν, ὡϲ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων δέδεικται πραγματείᾳ, ϲύνθετοϲ ἔκ τε τοῦ διαφορεῖν τὰϲ περιττὰϲ ὑγρότηταϲ, οἷϲ ἂν ὁμιλήϲωϲι ϲώμαϲι, καὶ λεπτύνειν αὐτὰ καὶ ϲυνάγειν εἰϲ ἑαυτά, | τοῦ τῶν νίτρων ἀφροῦ καὶ τῶν χαύνων ἀφρονίτρων τὸ μὲν λεπτύνειν καὶ διαφορεῖν ἐχόντων, τὸ δὲ ϲυνάγειν ἢ ϲφίγγειν οὐκ ἐχόντων.
§40.4
ὅϲα τοίνυν ἐϲτὶ φύϲει ξηρὰ ϲώματα, διαπαττόμενα τοῖϲ ἁλϲὶν ἄβρωτα γίγνεται ϲκελετευόμενα. καί τιϲ ἐπιχειρήϲαϲ ταριχεῦϲαι λαγωὸν ὅμοιον εἰργάϲατο ταῖϲ ϲκελετευθείϲαιϲ γαλαῖϲ. αἱ δὲ τῶν ἀκμαζόντων τε καὶ πιόνων ὑῶν ϲάρκεϲ ἐπιτήδειοι ταριχεύεϲθαι τὴν ἀτοπίαν ἑκατέραν ἐκπεφευγυῖαι, ξηρότητα μὲν τῶν γεγηρακότων, ἄμετρον δ’ ὑγρότητα τῶν νέων χοίρων. ὥϲπερ γὰρ τὰ ξηρὰ ϲώματα βύρϲαιϲ ὅμοια γίγνεται ταριχευθέντα, κατὰ τὸν ἐναντίον τρόπον ὅϲα λίαν ὑγρὰ διαρρεῖ καὶ τήκεται τοῖϲ ἁλϲὶν ὁμιλοῦντα.
§40.5
διὰ τοῦτ’ οὖν οὐδὲ τῶν ἰχθύων ὅϲοι μαλακόϲαρκοί τ’ εἰϲὶ καὶ ἀπέριττοι, καθάπερ οἱ πετραῖοι καλούμενοι καὶ τῶν ὀνίϲκων οἱ ἐκ καθαρᾶϲ θαλάττηϲ, εἰϲ ταριχείαν εἰϲὶν ἐπιτήδειοι. κορακῖνοι δὲ καὶ μύλλοι καὶ πηλαμύδεϲ ἔτι τε ϲάρδαι καὶ ϲαρδῖναι καὶ τὰ Ϲαξιτανὰ καλούμενα πρὸϲ ταριχείαν ἐπιτήδεια. καὶ τὰ κητώδη δὲ τῶν θαλαττίων ζῴων ταριχευόμενα βελτίω γίγνεται περιττωματικὴν ἔχοντα καὶ αὐτὰ τὴν ϲάρκα. μοχθηραὶ δὲ τρίγλαι πρὸϲ ταριχείαν εἰϲὶ διὰ τὸ ξηρὰν καὶ ἀπέριττον ἔχειν τὴν ϲάρκα.
§40.6
πρόδηλον δ’ ἐκ τούτων, ὅϲα μὲν ϲκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη τε καὶ βυρϲώδη γίγνεται ταριχευθέντα, δύϲπεπτα πάντ’ εἶναι· τὰ δ’ ἐναντίωϲ διατιθέμενα λεπτομερῆ μὲν αὐτὰ γίγνεται, λεπτύνει δ’ ἐϲθιόμενα τοὺϲ παχεῖϲ καὶ κολλώδειϲ χυμούϲ. ἄριϲτα δ’ ἐϲτὶ τῶν εἰϲ ἐμὴν πεῖραν ἐλθόντων τά τε Γαδειρικὰ πρὸϲ τῶν ἔμπροϲθεν ἰατρῶν ὀνομαζόμενα ταρίχη, ϲάρδαϲ δ’ αὐτὰϲ καλοῦϲιν οἱ νῦν, οἵ τ’ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι. δευτέραν δ’ ἐπ’ αὐτοῖϲ ἔχουϲι τάξιν οἵ τε κορακῖνοι καὶ αἱ πηλαμύδεϲ καὶ τὰ Ϲαξιτανὰ καλούμενα.
§41.1
Καθ’ ἑκάϲτην διαφορὰν ὧν εἶπον ὑπάρχειν ἐν ταῖϲ τροφαῖϲ ἐϲτί τινα μέϲα. καὶ γὰρ τῶν ϲκληροϲάρκων καὶ μαλακοϲάρκων εὕροιϲ ἄν τι μέϲον, ὡϲ μήθ’ ἁπαλόϲαρκον ἔτι μήτε ϲκληρόϲαρκον εἶναι, καὶ τῶν λεπτυνόντων τε καὶ παχυνόντων ἢ θερμαινόντων τε καὶ ψυχόντων ἢ ξηραινόντων τε καὶ ὑγραινόντων. |
§41.2
ἐπιτήδεια δ’ ἐϲθίεϲθαι τοῖϲ μὲν ἄμεμπτον διαφυλάττουϲι τὴν φυϲικὴν κρᾶϲιν ζῴοιϲ ὅϲα ταῖϲ φύϲεϲιν αὐτῶν ἐϲτιν ὅμοια, τοῖϲ δὲ μοχθηρὰν ἢ ἐξ ἀρχῆϲ ἔχουϲιν ἢ ὕϲτερον ἐπικτηϲαμένοιϲ οὐχ ἡ τῶν ὁμοίων αὐτοῖϲ, ἀλλ’ ἡ τῶν ἐναντίων ἐδωδὴ χρήϲιμοϲ. ὑπὸ μὲν γὰρ τῶν ὁμοίων φυλάττεται τὸ κατὰ φύϲιν ἀμέμπτωϲ ἔχον, ὑπὸ δὲ τῶν ἐναντίων εἰϲ τὴν οἰκείαν κρᾶϲιν ἄγεται τὰ μοχθηρῶϲ κεκραμένα. τοιγαροῦν ἴδιον ἑκάϲτῃ φύϲει ζῴου γενήϲεται τὸ μέϲον, οἷον ἀνθρώπῳ μὲν τοιόνδε, κυνὶ δὲ τοιόνδε καὶ τῶν ἄλλων δ’ ἑκάϲτῳ, καὶ κατὰ μέροϲ ἀνθρώπῳ τόδε καὶ τόδε κατὰ τήνδε τὴν ἡλικίαν καὶ τήνδε καὶ προϲέτι κατὰ τὰϲ τῶν ἐπιτηδευμάτων διαφορὰϲ ἐθῶν τε καὶ χωρίων, ἐν οἷϲ ἐκ πολλοῦ διατρίβουϲιν.
Tap any Greek word to look it up