ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ
§1.1–6.4
§1.1 Ἐπειδὴ τρεφόμεθα μὲν ἀπό τε φυτῶν καὶ ζῴων, ἤρξαντο δἀπὸ τῶν Δημητρίων ὀνομαζομένων ϲπερμάτων οἱ πρὸ ἐμοῦ πάντεϲ ἐν τῇ περὶ τῶν ἐδεϲμάτων διδαϲκαλίᾳ, διότι χρηϲιμώτατον ἐν αὐτοῖϲ τὸ τῶν ἄρτων ἔδεϲμα, διὰ τοῦτο. κἀγὼ περί τε πυρῶν καὶ κριθῶν καὶ τιφῶν ὀλυρῶν τε καὶ πρὸϲ τούτοιϲ ἔτι τῶν ὀνομαζομένων ὀϲπρίων καὶ χεδροπῶν ἐν τῷ πρώτῳ λόγῳ διελθὼν ἐϲκοπούμην. εἶτἐπὶ τὰϲ ἄλλαϲ ἐν τῷδε τῷ λόγῳ μεταβῆναι προϲήκει τροφάϲ, | ὅϲαϲ ἀπὸ φυ- τῶν ἔχομεν, εἶτἐπὶ τὰϲ ἀπὸ τῶν ζῴων, ὅϲαι χρηϲιμώτεραι τοῖϲ ἀνθρώποιϲ εἰϲί·
§1.2 καὶ γὰρ καὶ τοῦτο λόγον ἔχειν ἐδόκει. καί τινεϲ οὐ διὰ πάντων τῶν ὁμογενῶν διεξελθόντεϲ οὐδὲ τὰϲ ἀπὸ τῶν φυτῶν τροφᾶϲ ἁπάϲαϲ ἐφεξῆϲ τοῖϲ Δημητρίοιϲ ϲπέρμαϲι διδάξαντεϲ ὑπὲρ ἐκείνων ἀεὶ πρότερον ἐποιήϲαντο τὸν λόγον, ὅϲα χρηϲιμώτερα τοῖϲ ἀνθρώποιϲ ἐϲτί. φαίνεται γοῦν τά τε χοίρεια κρέα καὶ τὰ τῶν ἐρίφων τε καὶ αἰγῶν καὶ μόϲχων καὶ βοῶν καὶ προβάτων, οὐδὲν δἤττον αὐτῶν ὅϲα θηρεύουϲιν ἐν τοῖϲ ὄρεϲιν οἱ κυνηγέται, πολλὴν χρείαν τοῖϲ ἀνθρώποιϲ παρεχόμενα, καθάπερ γε καὶ τῶν πτηνῶν πολλὰ καὶ τῶν ἐνύδρων.
§1.3 εἶτἐννοήϲαϲ ἕκαϲτον γένοϲ ἐνὶ βιβλίῳ περιληφθῆναι ἀδύνατον ὄν, οὐ μέγα τὸ διάφορον ὑπέλαβον εἶναι, τῶν ὑπολειπομένων ἐδεϲμάτων ἐπὶ τοῖϲ προειρημένοιϲ ἐν μὲν τῷ δευτέρῳ γράμματι τῷδε τὰϲ ἀπὸ τῶν φυτῶν τροφὰϲ διελθεῖν, ἐν δὲ τῷ τρίτῳ τὰϲ ἀπὸ τῶν ζῷων. ἐξέϲται γὰρ τῷ βουλομένῳ, προχειριζομένῳ τὸ βιβλίον, ἐν γέγραπται τῶν τροφῶν δύναμιϲ, αἷϲ μάλιϲτα χρῆϲθαι βούλεται, ποτὲ μὲν ἐπὶ τὸ πρῶτον ἔρχε|ϲθαι, ποτὲ δἐπὶ τὸ δεύτερον τὸ τρίτον. ὅπωϲ οὖν περὶ τῶν φυτῶν λόγοϲ ἅπαϲ ἐν τοῖϲ δύο τοῖϲ πρώτοιϲ τετελεϲμένοϲ, ἐπὶ τὰ κατάλοιπα τῶν προειρημένων ἀφίξομαι, ἀρχὴν τῷ λόγῳ τήνδε θέμενος.
§1.4 τὰ μὲν ἐν τῷ πρώτῳ γράμματι ϲιτία ϲπέρματα φυτῶν ἦν ἅπαντα· ἅπαντα· νυνὶ δἀπὸ τῶν καρπῶν ἄρξομαι, διορίϲαϲ πρότερον αὐτῶν τὰ ϲπέρματα, καὶ μάλιϲθὅτι πολλοῖϲ ἔδοξε διαφέρειν οὐδὲν καρπὸν εἰπεῖν ϲπέρμα. τὰ μὲν οὖν ἤδη λελεγμένα ϲπέρματα βραχύ τι καρπῶν διαφέρει, τῶν δὲ νῦν εἰρηϲομένων καρπῶν οὐκ ὀλίγον ἀφέϲτηκε. καρπὸϲ μὲν γάρ ἐϲτι ϲυκῆϲ τὸ ϲῦκον, δἐν αὐτῷ κεγχραμὶϲ ϲπέρμα ϲυκῆϲ, ὥϲπερ γε καὶ τῆϲ ῥαγὸϲ ὅληϲ οὔϲηϲ ἀμπέλου καρποῦ μόνον ἐϲτὶ τὸ γίγαρτον ἀμπέλου ϲπέρμα. κατὰ ταὐτὰ δἀπίου τε καὶ μηλέαϲ μὲν καρπὸϲ ἄπιόν τε καὶ μῆλόν ἐϲτι, τὸ δὲ ϲπέρμα τρεῖϲ τέτταρεϲ ἐν μέϲοιϲ αὐτοῖϲ κόκκοι.
§1.5 τί δεῖ λέγειν ἐπὶ κολοκυνθῶν τε καὶ ϲικύων, ὅϲοι τε πέπονεϲ αὐτῶν εἰϲι καὶ ὅϲοι μή, τῶν τἄλλων ἁπάντων, ὅϲα τοιαῦτα; πάμπολυ γὰρ ἐν αὐτοῖϲ ϲύμπαϲ καρπὸϲ τοῦ ϲπέρματοϲ διαφέρει. κυάμου δὲ καὶ θέρμου καὶ δολίχου καὶ φακῆϲ ὅϲα τἄλλα τὸ τῶν ϲπερμάτων ἀμφίεϲμα λοβὸν ἔχει, τὸ μὲν ἐξ ἀμφοῖν ϲυγκείμενον καρπόϲ ἐϲτιν, πλείϲτη δὲ μοῖρα τῆϲ ὅληϲ οὐϲίαϲ ἐν τοῖϲ ϲπέρμαϲιν. ἐϲθίεται δὲ τῶν μὲν ἄλλων ϲχεδὸν ἁπάντων, ὅϲα διῆλθον ἐν τῷ πρώτῳ λόγῳ, μόνον τὸ ϲπέρμα, τῶν δολίχων δὲ μόνων ὅλοϲ καρπόϲ, ἔϲτἂν ὤϲιν ἔτι χλωροί· ξηρανθέντων γὰρ ἄχρηϲτοι τοῖϲ ἀνθρώποιϲ οἱ περιέχοντεϲ τὰ ϲπέρματα γίγνονται λοβοί. κυάμων δοὐδἔτι χλωρῶν λοβὸϲ ἐδώδιμοϲ, ὥϲπερ οὐδὲ τῶν ἐρεβίνθων οὐδὲ τῶν ἄλλων, ὅϲα καλεῖν εἴωθεν ἔλλοβα Θεόφραϲτοϲ.
§1.6 εἰκότωϲ οὖν ἔφην ὑπὸ πολλῶν ὀνομάζεϲθαι λοβούϲ, οὓϲ ἔνιοι φαϲηόλουϲ καλοῦϲιν, ἐπειδὴ μόνων αὐτῶν ἐδώδιμοϲ λοβόϲ ἐϲτιν. ἀλλὰ περὶ μὲν τῆϲ τούτων δυνάμεωϲ εἴρηται πρόϲθεν, ὥϲπερ γε καὶ ὅτι τὸ τῶν δολίχων ὄνομα κατὰ τούτων ἡγοῦμαι φέρειν ἐνίουϲ τῶν παλαιῶν. οἱ δὲ καρποὶ τῶν φυτῶν ἀπὸ τῶν δένδρων εἰϲὶ καὶ τῶν κηπευομένων λαχάνων, ἐν οἷϲ καταλέγουϲιν ἔνιοι τῶν ἰατρῶν τούϲ τε πέποναϲ καὶ τοὺϲ | μηλοπέποναϲ καὶ τὰϲ κολοκύνθαϲ, ἀφὧν καὶ πρώτων ἄρξομαι τῆϲ ἐν τῷδε τῷ γράμματι διδαϲκαλίαϲ.
§2.1 Ὥραν ἔτουϲ ὀνομάζουϲιν οἱ Ἕλληνεϲ ἐκεῖνον τὸν καιρόν, ἐν μεϲοῦντι τὴν τοῦ κυνὸϲ ἐπιτολὴν γίγνεϲθαι ϲυμβαίνει. χρόνοϲ δἐϲτὶν οὗτοϲ ἡμερῶν τετταράκοντα μάλιϲτα. κατὰ γοῦν τοῦτον τὸν χρόνον ἅπαντέϲ εἰϲιν οἱ ὡραῖοι καλούμενοι καρποί, τινὲϲ μὲν ἤδη παρακμάζοντεϲ, ἔνιοι δἀρχόμενοι, τινὲϲ δἀκμάζοντεϲ μετὰ τὴν ἀκμὴν πρὸ αὐτῆϲ. ὡραίουϲ δαὐτοὺϲ ὀνομάζουϲιν, οὐχ ὅτι μόνον κατὰ τὸν ώριϲμένον γίγνονται χρόνον, ἀλλ’, ὡϲ οἶμαι, διορίζειν βουλόμενοι τῶν εἰϲ ἀπόθεϲιν ἐπιτηδείων· ἐπεί τοι καὶ πυροὶ καὶ κριθαὶ καὶ πάνθὅϲα κατὰ τὸ πρὸ τούτου. γράμμα διῆλθον, ἐπέτειόν τε καὶ θερινὴν ἔχει τὴν γένεϲιν, ἀλλοὐ διαφθείρεται ταχέωϲ, ὥϲπερ αἱ κολοκύνθαι καὶ τὰ ϲυκάμινα πέπονέϲ τε καὶ μηλοπέπονεϲ καὶ περϲικὰ καὶ τἆλλα ὅϲα τοιαῦτα. καὶ γὰρ εἰ ϲκελετεύοντεϲ αὐτά τινεϲ ἀποτίθενται, φυλάττοντεϲ εἰϲ τὸν χειμῶνα, μεταβάλλει καὶ οὕτω τὴν ἀρχαίαν φύϲιν | ἅπαντα πρὸϲ τοὐναντίον.
§2.2 ἔνιοι γοῦν τῶν κολοκυνθῶν κενοῦντεϲ τὸ ϲπέρμα κἄπειτα τὴν οἷον ϲάρκα ξηράναντεϲ ἀποτίθενται μὲν εἰϲ τὸν χειμῶνα, χρῶνται δαὐτῷ πάντα μᾶλλον ταῖϲ κολοκύνθαιϲ αὐταῖϲ. ἄχυλοί τε γὰρ γίγνονται καὶ ξηραὶ καττύμαϲι παραπλήϲια μᾶλλον τινι τῶν ἐδωδίμων καρπῶν. οὐ μὴν ἐπί γε πυρῶν καὶ κριθῶν ὅϲα τἄλλα Δημήτρια ϲπέρματα πρὸϲ τοὐναντίον φύϲιϲ ἐν ταῖϲ ἀποθέϲεϲιν ἐξίϲταται· μένει γὰρ ἅπαντα τοιαῦτα ταῖϲ οὐϲίαιϲ, ὁποῖα κατὰ τὸ θέροϲ εὐθὺϲ ἐξ ἀρχῆϲ ἦν τελειωθέντα.
§2.3 πρόδηλον δ’, ὅτι τὰ μὲν ξηρὰν ἔχοντα τὴν πῆξιν τοῦ ϲώματοϲ, ὥϲπερ μόνιμον ἔχει τὴν ἕξιν, οὕτω καὶ ϲτερεὰν καὶ γεώδη καὶ διὰ τοῦτο τρόφιμον· ὅϲα δὑγρὰ ταῖϲ ϲυϲτάϲεϲίν ἐϲτι, διαφθείρεται καὶ διὰ τοῦτο καὶ τροφὴν ὀλίγην τε καὶ ῥᾳδίωϲ ἐκκρινομένην ἐκ τοῦ ϲώματοϲ ἔχει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ κατὰ τὴν γαϲτέρα διαχωρεῖται τὰ τοιαῦτα μᾶλλον τῶν ϲτερεῶν, καὶ μάλιϲθὅταν ἔχῃ λιτρῶδέϲ τι καὶ ῥυπτικόν, ὥϲπερ ἀποδείξομεν ἔνια τῶν ὡραίων ἀξιόλογον ἔχοντα τὴν τοιαύτην δύναμιν, καὶ κακοχυμότερα λέγομεν εἶναι τῶν οὐδεμίαν ἐχόντων αἰϲθητὴν ποιότητα χυμοῦ, | καθάπερ οὐδὲ τὸ κάλλιϲτον ὕδωρ ἔχει.
§2.4 πάντοὖν τὰ τοιαῦτα, καὶ πολὺ μᾶλλον ὅϲα πρὶν ἀκριβῶϲ πεπανθῆναι προϲφερόμεθα, φυϲώδη μέν ἐϲτιν, ὑποχωρεῖ δὲ κάτω θᾶττον, ὥϲπερ γε καὶ ἀναδίδοται θᾶττον, ὅϲα χυμὸν ἔχει λεπτόν. ἔϲτι δὲ κακόχυμα ταῦτα πάντα, καὶ μόνοϲ ἄν τιϲ αὐτοῖϲ εἰϲ ὠφέλεια χρήϲαιτο τεταλαιπωρημένοϲ ἐν ὁδοιπορίᾳ μακροτέρᾳ καὶ πνίγει ϲφοδρῷ· τηνικαῦτα γὰρ ὀνίνηϲι, τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ ϲώματοϲ, ἐμψύχοντα δὲ μετρίωϲ, ἦν γέ τιϲ αὐτὰ ψυχρὰ λαμβάνῃ.
§2.5 τὸ μὲν οὖν ὑγραίνειν διὰ παντὸϲ ἔχει, τὸ δἐμψύχειν οὐχ ἕξει προϲενεχθέντα θερμὰ τοῖϲ ὥϲπερ εἴρηται διακειμένοιϲ· οὐ γὰρ εἰϲ τοϲοῦτον ψυχρὰ ταῖϲ οἰκείαιϲ κράϲεϲίν ἐϲτιν, ὥϲτε, κἂν θερμὰ προϲενεχθῇ, ψύχειν τὴν γαϲτέρα. δεῖται τοίνυν ἐπικτήτου ψύξεωϲ, ἐναντιουμένηϲ τῇ θερμότητι τῶν κατὰ τὴν γαϲτέρα τε καὶ τὸ ἧπαρ μορίων, οἷϲ πρώτοιϲ ὁμιλεῖ. τούτων οὖν προεγνωϲμένων κοινῇ περὶ πάντων τῶν τοιούτων ἐδεϲμάτων ἐπὶ τὰϲ ἰδίαϲ ἑκάϲτου δυνάμειϲ ἤδη μεταβήϲομαι. |
§3.1 Ὠμὴ μὲν ἀηδήϲ ἐϲτι καὶ κακοϲτόμαχοϲ ἐϲχάτωϲ καὶ ἄπεπτοϲ· ὥϲτεἰ καὶ βιάϲαιτό τιϲ ἑαυτὸν ἀπορῶν ἑτέρου ϲιτίου προϲενέγκαϲθαι κολοκύνθην, ὥϲπερ ἤδη τιϲ ἐτόλμηϲε, βάρουϲ ἐγκειμένου ψυχροῦ κατὰ τὴν κοιλίαν αἰϲθήϲεται τόν τε ϲτόμαχον ἀνατραπήϲεται καὶ πρὸϲ ἔμετον ὁρμήϲει, τὸν μόνον αὐτὸν ἐλευθερῶϲαι δυνάμενον τῶν κατεχόντων ϲυμπτωμάτων. καὶ ταύτην γοῦν καὶ ἄλλα πολλὰ τῶν ὡραίων ἅπαντεϲ ἄνθρωποι μετὰ τὴν ἕψηϲιν ἤτοι γεὐθέωϲ ταγηνίϲαντεϲ ὀπτήϲαντεϲ εἰώθαϲι προϲφέρεϲθαι. καί ϲοι καὶ οὗτοϲ ἐν τῇ μνήμῃ φυλαττέϲθῳ λόγοϲ, κοινὸϲ ἐπὶ πᾶϲι τοῖϲ δεομένοιϲ ἀλλοιώϲεωϲ τυχεῖν τῆϲ διὰ πυρόϲ.
§3.2 δὲ κολοκύνθη, περὶ ἧϲ λόγοϲ, καλῶϲ ἑψηθεῖϲα ϲαφῆ ποιότητα χυμῶν οὐδεμίαν ἔχει, πλὴν εἴ τιϲ λέγοι τινὰ καὶ τοιοῦτον εἶναι χυμόν, ὃϲ οὔτε δριμύϲ ἐϲτιν οὔθἀλυκὸϲ οὔτε ϲτρυφνὸϲ οὔτε πικρὸϲ αὔτἄλλο τοιοῦτο ϲαφῶϲ ἐμφαίνων οὐδέν, ὥϲπερ οὐδὲ τὸ ὕδωρ. ἀλλὰ τά γε τοιαῦτα καλεῖν εἰϲιν εἰθιϲμένοι πάντεϲ ἄποια, καὶ ἡμῖν οὕτω καλείϲθω ϲαφοῦϲ ἕνεκα | διδαϲκαλίαϲ.
§3.3 τοιαύτη γοῦν οὖϲα κολοκύνθη πολλοὺϲ εἰκότωϲ ἐπιδέχεται τρόπουϲ ϲκευαϲίαϲ, ὡϲ ἂν ἐν τῷ μέϲῳ καθεϲτῶϲα παϲῶν τῶν ὑπερβολῶν καὶ διὰ τοῦθὁμοτίμωϲ τε κἀξ ἴϲου πρὸϲ αὐτὰϲ ἄγεϲθαι δυναμένη. τῶν γὰρ ἐχόντων ἡντινοῦν ὑπερβολὴν ϲύμφυτον οὐδὲν εἰϲ τὴν ἐναντίαν αὐτῇ ῥᾳδίωϲ ἀπάγεται κατὰ τὰϲ ϲκευαϲίαϲ.
§3.4 αὕτη μὲν οὖν, ὅϲον ἐφἑαυτῇ, τροφὴν τῷ ϲώματι δίδωϲιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο καὶ βραχεῖαν, ὡϲ ὀλίγον ἔμπροϲθεν εἴρηται περὶ πάντων, ὅϲα τοὺϲ χυμοὺϲ ὑδατώδειϲ τε καὶ λεπτοὺϲ ἔχει. ῥαδίωϲ δὑπέρχεται κατὰ τὴν γαϲτέρα τῷ τὀλιϲθηρῷ τῆϲ οὐϲίαϲ καὶ τῷ κοινῷ λόγῳ πάντων τῶν ὑγρῶν ϲιτίων, ὅϲα δηλονότι χωρίϲ ϲτύψεώϲ ἐϲτι τοιαῦτα.
§3.5 πέττεται δοὐ κακῶϲ, ὅταν γε μὴ φθάϲῃ διαφθαρῆναι. πάϲχει δὲ τοῦτο διά τε μοχθηρὰν ϲκευαϲίαν, κἀπειδὰν ἐν τῇ γαϲτρὶ μοχθηρόϲ τιϲ ἠθροιϲμένοϲ χυμόϲ, ἔϲθὅτε δὲ καὶ διὰ τὸ βραδῦναι καταὐτήν, ὅπερ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν ὡραίοιϲ ἐδέϲμαϲιν, ὅϲα ταῖϲ κράϲεϲιν ὑγρᾶ, ϲυμβαίνειν φιλεῖ· διαφθείρεται γὰρ ἐν τῇ γαϲτρὶ μὴ φθάϲαντα ταχέωϲ ὑπελ|θεῖν.
§3.6 ὥϲπερ οὖν, ὅϲον ἐφἑαυτῇ, τὸν εἰϲ τροφὴν ἀναδιδόμενον ὅλῳ τῷ ϲώματι χυμὸν ἄποιον ἔχει πρὸϲ αἴϲθηϲιν κολοκύνθη, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὰν μειχθῇ τινὶ τῶν ἰϲχυρὰν ἐχόντων δύναμιν, ὁμοιοῦται ῥᾳδίωϲ αὐτῷ, μετὰ νάπυοϲ μὲν εἰ ληφθείη, δριμὺν ἐργαζομένη τὸν ἐξ ἀμφοῖν ἀναδιδόμενον χυμὸν ἅμα ϲαφεῖ θερμότητι, κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ καὶ μετά τινοϲ ἁλυκοῦ προϲενεχθείη, καθάπερ ἐν λοπάδι μετὰ ταρίχουϲ αὐτὴν ἔνιοι ϲκευάζουϲιν, ἁλυκὸν ἐν τῷ ϲώματι γεννήϲει χυμόν. ἥδιϲτον δἐϲτὶν ἔδεϲμα τὸ οὕτω ϲκευαϲθέν, εἴ γε τὸ τάριχοϲ εἴη τῶν Ποντικῶν ἐκείνων, καλοῦϲι μύλλουϲ.
§3.7 ἅμα δὲ μήλοιϲ κυδωνίοιϲ ἑψηθεῖϲα καὶ προϲηκόντωϲ ἀρτυθεῖϲα τὸν αὐϲτηρὸν ἕξει χυμὸν ἐπικρατοῦντα κατὰ τὴν ἀνάδοϲιν. δὀπτηθεῖϲα καὶ ταγηνιϲθεῖϲα τῆϲ μὲν οἰκείαϲ ὑγρότητοϲ ἀποτίθεται πάμπολυ, τὸ δὑπόλοιπον αὐτῆϲ οὐδεμίαν ἰϲχυρὰν ἐπικτᾶται δύναμιν, ὥϲπερ οὐδὅταν ἐν ἀπλῷ ζωμῷ ϲκευαϲθῇ. χαίρει δεἰκότωϲ ὀριγάνῳ διὰ τὴν ὑδατώδη ποιότητα ϲύμφυτον ὑπάρχου|ϲαν αὐτῇ· πάντα γὰρ ὅϲα τοιαῦτα δριμέϲιν ὀξέϲιν αὐϲτηροῖϲ ἁλυκοῖϲ ἀναμίγνυϲθαι δεῖται χυμοῖϲ, εἰ μέλλοι μήτἀηδῶϲ ληφθήϲεϲθαι μήτε ναυτιώδειϲ ἐργάϲεϲθαι τοὺϲ λαμβάνονταϲ.
§4.1 μὲν ὅλη φύϲιϲ αὐτῶν ἐϲτι ψυχροτέρα ϲὺν ὑγρότητι διαψιλεῖ· ῥυπτικὸν δἔχουϲί τι, διὸ καὶ κινοῦϲιν οὖρα καὶ διεξέρχονται κάτω τῶν τε κολοκυνθῶν καὶ τῶν μηλοπεπόνων μᾶλλον. ὅτι δὲ ῥύπτουϲιν, ἔνεϲτί ϲοι μαθεῖν ἀνατρίψαντι ῥυπαρὸν χρῶτα. διὸ κὰν ἔφηλίν τιϲ ἔχῃ κἂν φακοὺϲ ἐν τῷ προϲώπῳ κἂν ἀλφοὺϲ ἐπιπολαίουϲ, ἀπορρύπτουϲι καὶ τούτουϲ.
§4.2 τῆϲ δοἷον ϲαρκὸϲ αὐτῶν τὸ ϲπέρμα ῥύπτει μᾶλλον, ὥϲτε καὶ πρὸϲ τοὺϲ λιθιῶνταϲ ἁρμόττει νεφρούϲ, μοχθηρὸν δἐργάζεται χυμὸν ἐν τῷ ϲώματι καὶ μᾶλλον, ὅταν μὴ καλῶϲ πεφθῇ. τηνικαῦτα δὲ καὶ χολερικοὺϲ ἀποτελεῖν εἴωθε. καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι πρὸϲ ἔμετον ἐπιτήδειόϲ ἐϲτι, καὶ πλείων γε βρωθείϲ, ἐὰν μή τιϲ αὐτῷ τι τῶν εὐχύμων ἐδεϲμάτων ἐπιφάγῃ, | κινήϲει πάντωϲ ἔμετον.
§4.3 πρόδηλον δὅτι κἀπὶ τούτου τοῦ καρποῦ τὴν προϲηγορίαν οἱ ἄνθρωποι πεποίηνται καθάπερ ἐπὶ τοῦ γραφικοῦ μέλανοϲ. γάρ τοι πέπων φωνὴ τὸ οἷον πέπανον ἐνδείκνυται, τουτέϲτι τὸ πεπεμμένον, ὅπερ ὑπάρχει καὶ τοῖϲ ἄλλοιϲ, ὅϲα πεπαίνεται. καὶ γὰρ βότρυϲ δύναται λέγεϲθαι πέπων, ὅταν ἀκριβῶϲ γένηται πέπειροϲ, ὥϲπερ γε καὶ μηδέπω τοιοῦτοϲ οὐ πέπων ὀνομάζεται, ἀλλὠμόϲ τε καὶ ἄωροϲ, αἴ τὀπῶραι πᾶϲαι κατὰ τὸν αὐτὸν λόγον αἴ τἄπιοι καὶ κολοκύν- θαι καλοῦνται ϲυνήθωϲ πέπειροι, καθάπερ γε καὶ μηλοπέπων ἐν ἑαυτῷ περιλαβών ἔχει τὸ πέπων.
§4.4 ὅθεν ἔνιοι τῶν ἰατρῶν οὐχ ἁπλῶϲ ἠξίωσαν ὀνομάζειν τούς πέποναϲ, ἀλλὅλον τοῦτό φαϲι χρῆναι φθέγγσϲθαι ϲικυοπέπων. ἡμεῖϲ δἐν τῷ παρόντι λόγῳ τῶν τοιούτων οὐ φροντίζομεν, ὡϲ ἂν οὐδὲν εἰϲ ἰατρικὴν ϲυντελούντων. ἄμεινον γὰρ μακρῷ τὸ ϲαφῶϲ ἑρμηνεύειν ἐϲτὶ τοῦ μετὰ περιεργίαϲ τοιαύτηϲ ἀϲαφῆ τὴν διδασκαλίαν | ἐργάζεσθαι· ϲαφηνείαϲ δὲ μάλιστα τυχεῖν ἔστι τὰ ϲυνθέϲτατα τοῖϲ πολλοῖϲ ὀνόματα λέγοντα μετὰ τοῦ φυλάττειν αὐτῶν τὰ ϲημαινόμενα.
§5.1 Οἱ μηλοπέπονεϲ ἦττον μὲν τῶν πεπόνων εἰϲὶν ὑγροὶ καὶ ἧττον κακόχυμοι καὶ ἧττον οὐρητικοὶ καὶ ἧττον ὑπέρχονται κάτω, τὸ δεἰϲ ἔμετον ἐξορμᾶν ὁμοίωϲ τοῖϲ πέποϲιν οὐκ ἔχουϲιν, ὥσπερ γοὐδὲ τὸ διαφθείρεϲθαι ταχέωϲ ἐν τῇ κοιλίᾳ παραπληϲίωϲ τοῖϲ πέποϲιν, ὅταν ἐν αὐτῇ τιϲ χυμὸϲ ἠθροιϲμένοϲ μοχθηρόϲ, καί τιϲ ἄλλη διαφθορᾶϲ αἰτία καταλάβῃ.
§5.2 πολὺ δἀπολειπόμενοι τῶν εὐϲτομάχων ὀπωρῶν οὐκ ἔχουσι τὸ τῶν πεπόνων κακοϲτόμαχον· οὐδὲ γὰρ οὐδεἰϲ ἔμετον ὁρμῶϲιν ὡϲαύτωϲ ἐκείνοιϲ, τῶν δὲ πεπόνων οὐκ ἐϲθίοντεϲ οἱ ἄνθρωποι τὸ τῆϲ ϲαρκὸϲ ἔνδον, ἐν τὸ ϲπέρμα, τὸ τῶν μηλοπεπόνων ἐθίουϲι, καὶ τοῦταὐτοῖϲ συντελεῖ πρὸς διαχώρηϲιν. οἱ δὲ τὴν οἷον ϲάρκα μόνην αὐτῶν ἐϲθίοντεϲ ἧττον τῆϲ τῶν πεπόνων διαγωροῦϲιν αὐτήν. |
§6.1 Οὐρητικὸν μὲν ἔχουϲί τι καὶ αὐτοί, καθάπερ οἱ πέπονεϲ, ἀλλἧττον ἐκείνων, τῷ καὶ τὴν οὐϲίαν αὐτῶν ἧττον ὑγρὰν εἶναι. διὰ τοῦτό γοὐδὲ διαφθείρονται ῥᾳδίως ἐν τῇ γαϲτρὶ παραπληϲίωϲ τοῖϲ πέποϲι πέττουϲι δαὐτοὺϲ ἔνιοι, καθάπερ καὶ ἄλλα τινὰ τῶν τοῖϲ πολλοῖϲ ἀπεπτουμένων, οἰκειότητι τῆϲ πρὸϲ αὐτὰ φύϲεωϲ, ἣν ἔν τε τοῖϲ Περὶ κράϲεων ὑπομνήμαϲι καὶ μᾶλλον ἔτι κατὰ τὰ Περὶ φαρμάκων ἐξηγούμεθα, δεικνύντεϲ ὅλαιϲ τῶν οὐϲιῶν ταῖϲ ἰδιότηϲιν οἰκείαϲ εἶναι τροφὰϲ ἑκάϲτῳ γένει ζῴων, ὄνοιϲ μὲν καὶ ἵπποιϲ ἄχυρα καὶ χόρτον καὶ κριθὰϲ ὅϲα τἄλλα τοιαῦτα, λέοντι δὲ ϲάρκαϲ ζῴων ὠμάϲ, ἀνθρώπῳ δἑφθάϲ τε ταύταϲ καὶ ἄρτουϲ ἐκ τῶν ϲιτηρῶν ϲπερμάτων κατειργαϲμένουϲ, ὥϲπερ εἴρηται. καὶ μὲν δὴ καὶ τὸν ἐλλέβορον οἱ ὄρτυγεϲ, ὥϲπερ καὶ οἱ ψᾶρεϲ τὸ κώνειον, ἐϲθίοντεϲ οὐδὲν βλάπτονται, καθάπερ οὐδὲ τοὺϲ ὀρόβουϲ οἱ βόεϲ.
§6.2 τὰϲ μὲν οὖν εὐπέπτουϲ τε καὶ δυϲπέπτουϲ ἑκάϲτῳ τροφὰϲ ἤτοι κατὰ τὴν ἰδιότητα τῆϲ οὐϲίαϲ | κατά τι ϲύμπτωμα τῇ πείρᾳ κριτέον. ὁποῖον δέ τι λέγω τὸ κατά τι ϲύμπτωμα, διὰ τοῦ πρώτου βιβλίου δεδήλωται. τοῖϲ γὰρ ἤτοι χολώδη χυμὸν ὅλωϲ περίττωμα μοχθηρὸν ὁτιοῦν ἀθροίζουϲι πολλάκιϲ ἐν τῇ γαϲτρὶ διαφθείρεται ῥᾳδίωϲ ὅϲα τὴν φύϲιν εὔπεπτον ἔχει, καθάπερ ἐνίοιϲ τῶν ἀνθρώπων, ὅϲοι τὸ ἔμφυτον θερμὸν οὐχ ὑγρὸν οὐδεὔκρατον, ἀλλαὐχμῶδέϲ τε καὶ πυρῶδεϲ ἔχουϲι. καὶ γὰρ καὶ τούτοιϲ διαφθείρεται ῥᾳδίωϲ ἀλλοιούμενα τὰ μάλιϲτἐπὶ τῶν ἄλλων εὔπεπτα, καὶ γίγνεται τούτοιϲ ἐρυγὴ κνιϲώδηϲ τοὐπίπαν.
§6.3 ἀλλἐκείνου μοι μέμνηϲο διὰ παντόϲ, ὡϲ, κἂν πέττῃ τιϲ ὁτιοῦν τῶν δυϲπέπτων τοῖϲ πολλοῖϲ, γἐξ αὐτοῦ χυμὸϲ ἀναδιδόμενοϲ εἰϲ τὸ ϲῶμα τὴν αὐτὴν ἔχει φύϲιν. οὐ γὰρ οἷόν τε τὸν ἐκ τοῦ πέπονοϲ χυμὸν παχὺν καὶ γεώδη γενέϲθαι, κἂν κάλλιϲτα πεφθῇ, καθάπερ οὐδὲ τὸν ἐκ τῆϲ φακῆϲ τῶν βοείων κρεῶν ὑδατώδη τε καὶ ὑγρόν, ὅνπερ καὶ λεπτὸν τῇ ϲυϲτάϲει καλοῦϲιν. ἔϲτι δἐν τούτῳ μάλιϲτα τὸ χρήϲιμον εἰϲ ὑγιείαϲ τε φυλακὴν | καὶ νόϲων ἴαϲιν, ὡϲ ἑτέρωθί τε δέδεικται καὶ νῦν εἰρήϲεται πάλιν ἐν κεφαλαίοιϲ βραχέϲι προϊόντοϲ τοῦ λόγου.
§6.4 τοῖϲ οὖν τοὺϲ ϲικύουϲ καλῶϲ πέττουϲιν, ὅταν αὐτῷ τούτῳ θαρϲήϲαντεϲ ἄδην αὐτῶν ἐμφορηθῶϲι, χρόνῳ πολλῷ ψυχρὸν καὶ μετρίωϲ παχὺν ἀθροίζεϲθαι ϲυμβαίνει κατὰ τὰϲ φλέβαϲ χυμόν, οὐκ εὐπετῶϲ ἐπιδέξαϲθαι δυνάμενον τὴν εἰϲ αἷμα χρηϲτὸν ἀλλοίωϲιν ἐν τῇ κατὰ τὰϲ φλέβαϲ πέψει. πάντων οὖν διὰ τοῦτἀπέχεϲθαι ϲυμβουλεύω τῶν κακοχύμων ἐδεϲμάτων, κἂν εὔπεπτά τιϲιν . λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸϲ ἐν ταῖϲ φλεψὶ χυμὸϲ ἐξ αὐτῶν ἀθροιζόμενοϲ, ὃϲ ἐπειδὰν ἀφορμῆϲ ὀλίγηϲ εἰϲ ϲῆψιν ἐπιλάβηται, πυρετοὺϲ κακοήθειϲ ἀπεργάζεται.
§7.1–11.1
§7.1 Ἄπιοι δηλονότι καὶ μῆλα καὶ ϲῦκα περϲικά τε καὶ ῥόαι καὶ πάνθὅϲα τοιαῦτα καρποὶ δένδρων ὄντα χρήϲιμα τοῖϲ ἀνθρώποιϲ εἰϲ ἐδωδήν ἐϲτιν, ὄντων καὶ ἄλλων καρπῶν, οὓϲ οὐκ ἐϲθίουϲιν· οἱ ἄνθρωποι, περὶ ὤν οὐ πρόκειται λέγειν ἐν | τῷ παρόντι. καθόλου δή ϲε περὶ τῶν ἐδωδίμων ἀνθρώποιϲ καρπῶν ἐπίϲταϲθαι χρὴ λόγῳ κοινῷ, τοὺϲ μὲν ὑγροὺϲ ὑγρὰν καὶ λεπτὴν ἐργάζεϲθαι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τῷ ϲώματι τροφήν, πάντωϲ ἕπεται πόριμόν τε καὶ διεξερχομένην ὅλον τὸ ϲῶμα ταχέωϲ ἐκκενουμένην τε διοὔρων καὶ κατὰ τὸ δέρμα τὴν τοιαύτην εἶναι.
§7.2 κατὰ τοῦτοὖν ὀλιγότροφα πάντα τὰ τοιαῦτἐδέϲματα λέλεκται προϲηκόντωϲ ὑπὸ τῶν ἰατρῶν. ἔμπαλιν δὲ τῶν ϲτερεῶν ταῖϲ ϲυϲτάϲεϲι καρπῶν τεἰϲ τὸ ϲῶμα πρόϲθεϲιϲ ἐν τροφῆϲ χρείᾳ πλείων ἐϲτὶν αἵ τε διέξοδοι βραδύτεραι, καὶ μάλιϲθὅταν ἔχωϲί τινα χυμὸν ἐν ἑαυτοῖϲ παχὺν γλίϲχρον ϲτυπτικόν.
§8.1 Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραιϲ ἁπάϲαιϲ, ἀλλὰ καὶ τοῖϲ ὡραίοιϲ ὀνομαζομένοιϲ καρποῖϲ ἔχει καὶ τὰ ϲῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν κακοχυμίαν οὐδαὐτά, καίτοι τῶν ἄλλων ἁπάντων ὡραίων ἧττον αὐτῆϲ μετέχοντα. πρόϲεϲτι δαὐτοῖϲ ἀγαθὰ τό τε κατὰ γαϲτέρα πορίμοιϲ εἶναι καὶ τὸ διεξέρχεϲθαι ῥᾳδίωϲ ὅλον τὸ | ϲῶμα. καὶ γάρ τι καὶ ῥυπτικὸν ἀξιόλογον ἔχει, καθ καὶ ψαμμώδη πολλὰ τοῖϲ νεφριτικοῖϲ ἐπὶ ταῖϲ ἐδωδαῖϲ αὐτῶν ἐκκρίνεται.
§8.2 τροφὴν δἀπαϲῶν τῶν ὀπωρῶν ὀλίγην τῷ ϲώματι διδουϲῶν, ἧττον ἁπαϲῶν τοῦτο τὰ ϲῦκα πέπονθεν, οὐ μὴν ἐϲφιγμένην γε καὶ ἰϲχυρὰν ἐργάζεται τὴν ϲάρκα, καθάπερ ἄρτοϲ τε καὶ κρέαϲ ὕειον, ἀλλὑπόϲομφον, ὥϲπερ κύαμοϲ. ἐμπίπληϲί γε μὴν φύϲηϲ καὶ αὐτὰ τὴν γαϲτέρα, καὶ ἦν ἂν ἱκανῶϲ ταύτῃ λυπηρά, μὴ προϲλαβόντα τὸ διαχωρεῖϲθαι ταχέωϲ, ἐπικτηϲάμενα δὲ τοῦτο τῷ τάχει τῆϲ διεξόδου τὴν φῦϲαν ὀλιγοχρόνιον ἐργάζεται, καὶ κατὰ τοῦταὐτὸ τῆϲ ἄλληϲ ὀπώραϲ ἧττον εἴωθε βλάπτειν.
§8.3 οὐ ϲμικρὰ δὑπεροχὴ τῶν πεπείρων ἐϲτὶ πρὸϲ τὰ μὴ τοιαῦτα, καὶ κατὰ τοὺϲ ἄλλουϲ μὲν ἅπανταϲ ἐμφαινομένη καρπούϲ, οὐ μὴν τοϲοῦτόν γε διαφέρουϲα. τὸ γάρ τοι πέπειρον ἀκριβῶϲ ϲῦκον ἐγγὺϲ τοῦ μηδὅλωϲ βλάπτειν ἥκει, παραπλήϲιον ἤδη ταῖϲ ἰϲχάϲι, πολλὰ μὲν ἐχούϲαιϲ τὰ χρήϲιμα, μοχθηρὸν δἕν τι τοῖϲ πλεονάζουϲιν ἐν αὐταῖϲ. οὐ πάνυ γὰρ αἷμα γεν|νῶϲι χρηϲτόν, ὅθεν αὐταῖϲ καὶ τὸ τῶν φθειρῶν πλῆθοϲ ἕπεται.
§8.4 δύναμιν δἔχουϲι λεπτυντικήν τε καὶ τμητικήν, διἣν καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐξορμῶϲι καὶ νεφροὺϲ ἐκκαθαίρουϲιν. ἥπατι δὲ καὶ ϲπληνὶ φλεγμαίνουϲι μέν εἰϲι βλαβεραί, καθάπερ καὶ τὰ ϲῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων ἐδεϲμάτων τε καὶ πομά των, οὐ κατἰδίαν τινὰ δύναμιν ἐξαίρετον·
§8.5 ἐμπεφραγμένοιϲ δὲ καὶ ϲκιρουμένοιϲ αὐταὶ μὲν καθἑαυτὰϲ οὐδὲν οὔτεἰϲ ὠφέλειαν οὔτεἰϲ βλάβην ἐργάζονται, μιγνύμεναι δὲ τοῖϲ τέμνουϲί τε καὶ λεπτύνουϲι καὶ ῥύπτουϲι φαρμάκοιϲ οὐ ϲμικρὸν ὄφελόϲ εἰϲι καὶ διὰ τοῦταὐτὰϲ διδόαϲι μετὰ θύμων πεπέρεωϲ ζιγγιβέρεωϲ γλήχωνοϲ θύμβραϲ καλαμίνθηϲ ὀριγάνου ὑϲϲώπου πρὸ πολλοῦ γε τῆϲ τροφῆϲ ἔνιοι τῶν ἰατρῶν ἐπὶ τῶν εἰρημένων ἐν ἥπατι καὶ ϲπληνὶ διαθέϲεων. ὡϲαύτωϲ δὲ καὶ ἐὰν μετά τινοϲ τῶν ἄλλων, ὅϲα δριμεῖαν ὅλωϲ λεπτυντικήν τε καὶ τμητικὴν ἔχει δύναμιν, προϲφορὰ γίγνηται τῶν ἰϲχάδων, ὠφέλιμόϲ ἐϲτιν οὐ μόνον | τοῖϲ οὕτω πάϲχουϲιν, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν· ἀνεῳγμέναϲ γὰρ εἶναι τὰϲ καθἧπαρ διεξόδουϲ τῆϲ τροφῆϲ οὐ τοῖϲ κάμνουϲι μόνον, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν ἀϲφαλέϲτατον.
§8.6 οὕτω γοῦν καὶ τὰ ϲῦκα μετά τε τῶν λεπτυνόντων ἁλῶν τῶν ϲκευαϲτῶν καὶ διὄξουϲ καὶ γάρου προϲφέρονται πολλοὶ τῇ πείρᾳ τὸ χρήϲιμον εὑρηκότεϲ. εἰκὸϲ δὲ καὶ τῶν ἰατρῶν τινοϲ ὑποθεμένου πράττειν οὕτωϲ ἐνίοιϲ αὐτῶν εἰϲ πολλοὺϲ ἐκταθῆναι τὴν γνῶϲιν. ὅϲοι δὲ μετὰ τινοϲ τῶν παχυνόντων ἐδεϲμάτων ἐϲθίουϲι τά τε ϲῦκα καὶ τὰϲ ἰϲχάδαϲ, οὐ ϲμικρὰ βλάπτονται.
§9.1 Ϲῦκα καὶ ϲταφυλαὶ τῆϲ ὀπώραϲ ὥϲπερ κεφάλαιόν εἰϲι· καὶ γὰρ τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων ταῦτα καὶ ἥκιϲτἐϲτὶ κακόχυμα, καὶ μάλιϲθὅταν ἀκριβῶϲ πέπειρα. τοῦ μὲν οὖν τρέφειν αὐτὰ μέγιϲτον ϲημεῖον οἱ φυλάττοντεϲ τὸν καρπὸν τῶν ἀμπέλων, ἐϲθίοντεϲ μὲν ἐν δύο μηϲὶν οἷϲ φυλάττουϲιν μόνα διὰ παντὸϲ τὰ ϲῦκα μετὰ τῶν ϲταφυλῶν που καὶ βραχύ τι | παρεντιθέντεϲ ἄρτου, πιαινόμενοι δἱκανῶϲ· οὐ μὴν ἰϲχυρά γε καὶ πυκνὴ ϲάρξ ἐϲτιν ἐξ αὐτῶν γεννωμένη, καθάπερ ἐκ τῶν κρεῶν, ἀλλὰ χαύνη καὶ πλαδαρά, διὸ καὶ ταχέωϲ προϲϲτέλλεται παυϲαμένων τῆϲ ἐδωδῆϲ.
§9.2 ἧττον δὲ τῶν ϲύκων αἱ ϲταφυλαὶ τρέφουϲι, καὶ μέγιϲτον ἀγαθὸν αὐταῖϲ ὑπάρχει τὸ ταχέωϲ ὑπέρχεϲθαι. διὸ κἂν ἐπιϲχεθῶϲί ποτε, βλάπτουϲιν ἱκανῶϲ, οὐκ ἐχόντων τοῦτο τῶν πεπείρων ϲύκων. εἰ γὰρ καὶ μὴ διαχωρήϲειεν ἀξιολόγωϲ, πεφθείη δἐν τῇ γαϲτρὶ καλῶϲ, ἀβλαβῆ δίδωϲι τροφὴν τῷ ϲώματι. ταῖϲ ϲταφυλαῖϲ δοὐδέτερον ὑπάρχει τούτων· οὔτε γὰρ πέττονται καλῶϲ, ὅταν ἐπιϲχεθῶϲι, καὶ κατὰ τὴν εἰϲ ἧπάρ τε καὶ φλέβαϲ ἀνάδοϲιν ὠμὸν γεννῶϲι χυμόν, οὐ ῥᾳδίωϲ εἰϲ αἷμα μεταβαλλόμενον.
§9.3 γάρ τοι τῶν ῥαγῶν οὐϲία ϲύνθετόϲ ἐϲτιν ἔκ τε τῆϲ οἷον ϲαρκὸϲ αὐτῶν καὶ τῆϲ παρεϲπαρμένηϲ καταὐτὴν ὑγρότητοϲ, ἐξ ἣϲ οἶνοϲ γίγνεται, καὶ πρὸϲ τούτοιϲ ἔτι γιγάρτων τε καὶ τοῦ ταῦτα περιέχοντοϲ ἔξωθεν ὑμενώδουϲ ϲκεπάϲματοϲ. ἀλλ μὲν τῶν γιγάρτων | οὐϲία ξηρὰ καὶ ϲτύφουϲά πώϲ ἐϲτι, διεξέρχεται δὲ τὰ ἔντερα πάντα κατὰ μηδὲν ἑαυτῆϲ αἰϲθητῶϲ ἀλλοιουμένη, παραπληϲίωϲ ταῖϲ ἐν τοῖϲ ϲύκοιϲ κεγχραμίϲιν. ἀνάλογον γὰρ ἑκάτερον ἑκατέρῳ τῶν καρπῶν ἐϲτι, ϲπέρμα μὲν ὑπάρχον ὅλου τοῦ φυτοῦ, διεξιὸν δἀναλλοίωτόν τε καὶ ἀχύλωτον καὶ ἀμετάβλητον.
§9.4 ἀναλογία δἐϲτὶ καὶ τοῖϲ περιέχουϲιν ἑκάτερον τῶν καρπῶν ϲκεπάϲμαϲι, τοιαύτην χρείαν παρέχουϲιν αὐτοῖϲ, οἵαν τοῖϲ ζῴοιϲ τὸ δέρμα. βραχεῖα δὲ καὶ τούτου μεταβολὴ γίγνεται κατὰ τὴν γαϲτέρα, καί τινεϲ ὡϲ ἄχρηϲτον ἀποπτύουϲιν αὐτὸ μυζήϲαντεϲ ἅπαν τὸ ἔνδον ἅμα τοῖϲ γιγάρτοιϲ. ἔνιοι δὲ καὶ ταῦτἐκπτύειν πειρῶνται, καὶ μάλιϲθὅταν αἱ ῥᾶγεϲ ὦϲι μεγάλαι· δύϲκολον γὰρ ἐν ταῖϲ μικραῖϲ αὐτὸ πράττειν.
§9.5 εὔδηλον δὅτι μᾶλλον γαϲτὴρ ὑπέρχεται, μόνηϲ τῆϲ ϲαρκὸϲ τῶν ῥαγῶν ἅμα τῷ χυλῷ καταποθείϲηϲ ἄνευ τῶν γιγάρτων τε καὶ τοῦ περικειμένου χιτῶνοϲ ἔξωθεν, ἔτι δὲ μᾶλλον, ὅταν αὐτὸϲ μόνοϲ χυλὸϲ ἐκθλιβεὶϲ καταποθῇ· καλοῦϲι δαὐτὸν οἱ ἄνθρωποι γλεῦκοϲ, ἐμπιπλάντα φύϲηϲ | τὴν κοιλίαν, εἰ μὴ διεξέλθοι ταχέωϲ. γίγνεται μὲν οὖν τιϲ κἀκ τούτου τροφὴ τῷ ϲώματι, πλείων δἐκ τῆϲ ϲαρκώδουϲ οὐϲίαϲ, καὶ διὰ τοῦτό τινεϲ μὲν τῶν ϲταφυλῶν τρέφουϲι μᾶλλον διαχωροῦνται, τινὲϲ δὲ διαχωροῦνται μᾶλλον τρέφουϲιν· ὧν μὲν ἂν χυλὸϲ ὀλίγοϲ , τρέφουϲι μᾶλλον, ὧν δὲ πλείων, ἧττον μὲν τρέφουϲιν, ὑπέρχονται δὲ μᾶλλον.
§9.6 ὀνομάζουϲι δεὐγενεῖϲ τὰϲ τοιαύταϲ ϲταφυλάϲ, ἐν αἷϲ αἱ ῥᾶγεϲ ὀλίγην μὲν ἔχουϲι τὴν ὑγρὰν οὐϲίαν, οὐκ ὀλίγην δὲ τὴν ϲτερεωτέραν, ἣν ὥϲπερ ϲάρκα τῆϲ ῥαγὸϲ ἔφην εἶναι. καὶ χρῶνται κατά γε τὸν τῆϲ ὀπώραϲ καιρὸν ἀποτιθέμενοι πολυειδῶϲ. καὶ γὰρ εἰϲ γλεῦκοϲ ἐμβάλλουϲιν αὐτὰϲ καὶ χύτραϲ καινὰϲ πληροῦντεϲ ἐναποτίθενται τοῖϲ ϲτεμφύλοιϲ.
§9.7 καλῶ δὲ ϲτέμφυλα τὰ ϲτερεὰ λείψανα τῆϲ ϲταφυλῆϲ, ἐπειδὰν ἐν ταῖϲ ληνοῖϲ αὐτῶν ἐκθλιβῇ πᾶϲ χυλόϲ. καὶ αὐτὰ ϲυντιθέαϲιν ἐν πίθοιϲ οἱ ἄνθρωποι, ϲφίγγοντέϲ τε καὶ πιλοῦντεϲ ἰϲχυρῶϲ ὀνομάζοντέϲ τε τρύγα ταὐτὸν τοῦθ’, ὅπερ ἐγὼ ϲτέμφυλον ἐκάλεϲα. τὴν δὲ τοῦ ϲτεμφύλου προϲηγορίαν ἐπιφέρουϲιν αὐτοὶ τῷ τῶν κλημάτων ἐκπεφυκότι ῥιζώματι τῶν | ῥαγῶν. [τοῦτο δἡμεῖϲ βοτρυοῦχον καλοῦμεν, ὅθεν ἐξήρτηνται αἱ ῥᾶγεϲ.] εἰϲ ταύτην οὖν τὴν τρύγα τὰϲ καινὰϲ χύτραϲ πλήρειϲ τῶν ϲταφυλῶν ἐντιθέαϲι, πώμαϲι ϲτεγνοῦντεϲ ἀκριβῶϲ, ὡϲ μηδαμόθι παραπνεῖϲθαι, καὶ καθ ϲυμβάλλει γε τὸ πῶμα τῇ χύτρᾳ, πίτταν ἐπαλείφουϲιν ἀποκλείουϲαν ἁπάϲαϲ τὰϲ διαπνοάϲ. εἶναι δὲ χρὴ καὶ τὴν χύτραν αὐτὴν ἐξ εὐώδουϲ τε πηλοῦ καὶ τελέωϲ ὠπτημένου.
§9.8 τονωτικὴ μὲν οὖν ἐκλύτου γαϲτρὸϲ τοιαύτη ϲταφυλὴ καὶ τοὺϲ ἀνο ρέκτουϲ ἐπεγείρει πρὸϲ ἐδωδὴν ϲιτίων, οὐ μὴν ὑπέρχεταί γε κατὰ γαϲτέρα, καὶ εἰ πλείων βρωθείη, κεφαλῆϲ ἅπτεται. ταύτηϲ δἔτι μᾶλλόν ἐϲτι κεφαλαλγὴϲ ἐκ τοῦ γλεύκουϲ. μέντοι κρεμαϲθεῖϲα κεφαλὴν οὐδὅλωϲ πλήττει, γαϲτέρα δοὔτἐπέχειν οὔτε προτρέπειν εἰϲ διαχώρηϲιν πέφυκεν. ὡϲαύτωϲ δἔχει καὶ πρὸϲ τὴν ὄρεξιν, οὔτἐπεγείρουϲα τὴν ἄρρωϲτον οὔτἐκλύουϲα τὴν εὔρωϲτον. εὐπεπτοτέρα δἐϲτὶ τῶν ἄλλων ϲταφυλῶν, ἃϲ ἐν γλεύκει καὶ ϲτεμφύλοιϲ ἔφην ἀποτίθεϲθαι τοὺϲ ἀνθρώπουϲ εἰϲ ὅλον τὸν ἑξῆϲ ἐνιαυτὸν ἄχρι τοῦ δευτέρου τρυγητοῦ. αἱ κρεμαϲθεῖϲαι δαὐτῶν, ὅταν ξηρανθῶϲιν, ἄχρη|ϲτοι γίγνονται, τινὲϲ μὲν κατὰ τὸ ἔαρ εὐθέωϲ, ἐν δοὖν τῷ θέρει πάντωϲ.
§9.9 οὐ ϲμικρὰ δὲ διαφορὰ τῶν ϲταφυλῶν ἐϲτι καὶ κατὰ τὸ γλυκείαϲ αὐϲτηρὰϲ ὀξείαϲ εἶναι μηδεμίαν ἐχούϲαϲ ϲφοδρὰν ποιότητα· καλοῦϲι δαὐτὰϲ οἰνώδειϲ. αἱ μὲν οὖν γλυκεῖαι θερμότερον ἔχουϲι τὸν χυλόν, διὸ καὶ διψώδειϲ εἰϲίν, αἱ δαὐϲτηραί τε καὶ ὀξεῖαι ψυχρότερον, αἱ δοἰνώδειϲ ἐν τῷ μέϲῳ θερμοῦ τε καὶ ψυχροῦ. γαϲτέρα δὑπάγουϲιν αἱ γλυκεῖαι, καὶ μάλιϲθὅταν ὦϲιν ὑγραί, μετὰ ταύταϲ δαἱ οἰνώδειϲ ὑγραί.
§9.10 μοχθηραὶ δοὐκ εἰϲ ταῦτα μόνον, ἀλλὰ καὶ πρὸϲ τὴν ἐν τῇ γαϲτρὶ πέψιν ἀνάδοϲίν τε καὶ θρέψιν αἵ τὀξεῖαι καὶ αὐϲτηραὶ ϲταφυλαί. αἱ μὲν οὖν ὀξεῖαι, κἂν ἀκριβῶϲ ἐπὶ τῆϲ ἀμπέλου πεπανθεῖϲαι κρεμαϲθῶϲιν, οὐδοὕτω γίγνονται γλυκεῖαι, τῶν δαὐϲτηρῶν ἔνιαι μεταβάλλουϲιν εἰϲ τὸ γλυκύτερον ἐπὶ πλέον κρεμαϲθεῖϲαι. ταῖϲ ϲτρυφναῖϲ δέ, καθάπερ καὶ ταῖϲ ὀξείαιϲ, οὐδἂν ἐπὶ πλεῖϲτον κρέμωνται, τὴν εἰϲ γλυκύτητα μεταβολὴν οἷόν τε ϲχεῖν· διὸ καὶ φυλάττεϲθαι τὴν ἐδωδὴν αὐτῶν ἀεὶ προϲήκει.
§9.11 παϲῶν μὲν οὖν ἀϲφαλεϲτάτη χρῆϲίϲ ἐϲτιν, ὅταν ϲαρκώδειϲ τὦϲιν αἱ ϲταφυλαὶ φύϲει πεπειροτάτων ταὐτῶν τιϲ ἐϲθίῃ ϲυμμέτρωϲ, εἴτοὖν ἐπὶ τῶν ἀμπέλων ἐπὶ πλεῖϲτον πεπανθειϲῶν εἴτε καὶ τὸ λεῖπον ἐκ τοῦ κρεμαϲθῆναι προϲλαβουϲῶν. ἐφεξῆϲ δὲ τῶν ὑγρῶν ἄνευ ποιότητοϲ ὀξείαϲ αὐϲτηρᾶϲ ἕνεκεν ὑπαγωγῆϲ γαϲτρὸϲ ἐγχωρεῖ δαψιλῶϲ ἐϲθίειν. ἔνιοι δὲ καὶ γλεῦκοϲ πίνουϲι τῆϲ αὐτῆϲ χρείαϲ ἕνεκα καὶ μάλιϲτα τὸ γλυκύτατον· ὑπακτικώτατον γὰρ τοῦτο, τὸ δἐξ αὐϲτηρῶν ὀξειῶν ϲταφυλῶν φαυλότατον εἰϲ πάντα.
§9.12 ἐγὼ μὲν οὖν τοῖϲ ὀνόμαϲιν οὕτωϲ ἐχρηϲάμην, ὡϲ οἱ νῦν ἄνθρωποι χρῶνται, βέλτιον ἡγούμενοϲ εἶναι διδάξαι ϲαφῶϲ τὰ πράγματα τοῦ παλαιῶϲ ἀττικίζειν. οἷϲ δὲ τοῦτο τιμιώτερόν ἐϲτι τῆϲ ϲαφοῦϲ διδαϲκαλίαϲ, βρύτια μὲν ὀνομάζουϲι τὰ τῶν ϲταφυλῶν ϲτερεὰ μόρια, τοῦ γλεύκουϲ ἐκθλιβέντοϲ, ϲτέμφυλα δὲ τὰ τῶν ἐλαῶν, ὅταν ἐκθλιβῇ τοὔλαιον· τό γε μὴν ὑφιϲτάμενον τοῖϲ οἴνοιϲ παχὺ τοῖϲ πολλοῖϲ ὡϲαύτωϲ ὀνομάζουϲιν οἱ ἀττικίζοντεϲ τρύγα. ὥϲτοὐδὁμωνυμία τίϲ ἐϲτι παραὐτοῖϲ, ὥϲπερ παρὰ τοῖϲ ἄλλοιϲ ἀνθρώποιϲ, ὅϲοι καὶ τὰ βρύτια τρύγα καλοῦϲι. καὶ μὴν | καὶ τρίτον τι ϲημαινόμενόν ἐϲτι τοῦ τῆϲ τρυγὸϲ ὀνόματοϲ ἐν ἔθει τοῖϲ νῦν Ἕλληϲι. τὸ γάρ τοι τῶν βρυτίων ἀπόβρεγμα τρύγα καλοῦϲιν, ὅπερ αὗ πάλιν οἱ ἀττικίζοντεϲ ὀνομάζουϲι δευτερίαν. [ϲτεμφυλίτηϲ οὗτοϲ παρἡμῖν καλεῖται.]
§9.13 ἐμβάλλοντεϲ γὰρ εἰϲ πιθάκναϲ μικρὰϲ τὰ βρύτια προϲεπιχέουϲιν ὕδωρ, ὡϲ διαβρόχουϲ ἁπάϲαϲ γενέϲθαι, κἀπειδὰν ἱκανῶϲ αὐτοῖϲ τοῦτο πεπρᾶχθαι δοκῇ, τὸ παρὰ τὸν πυθμένα τρῆμα τῆϲ πιθάκνηϲ ἀνοίγουϲιν, ὡϲ ἐκρυῆναι τὸ ἀπόβρεγμα αὐτῶν, καὶ πίνουϲιν ἀντοἴνου τοῦτο. πρόδηλον δ’, ὅτι κατὰ τὴν τῶν βρυτίων ποϲότητα καὶ τὸ ὕδωρ ἐπιχέουϲιν ἐξ ἐμπειρίαϲ, ὡϲ μήθὑδαρῆ πάνυ μήτἄκρατον γενέϲθαι τὸν δευτερίαν. εἶτα πάλιν ἕτερον ὕδωρ ἐπιχέουϲι τοῖϲ αὐτοῖϲ βρυτίοιϲ, ἔλαττον τοῦ προτέρου, ὡϲ γενέϲθαι καὶ τοῦτο ϲύμμετρον εἰϲ πόϲιν, ὅπερ καὶ αὐτὸ ἀξιοῦϲιν ἔνιοι τῶν ἀττικιζόντων ὀνομάζεϲθαι δευτερίαν ἰδίωϲ, οὐχ ὡϲ τὸ πρότερον.
§9.14 ἔϲτι δὲ κεφαλαλγὲϲ μὲν ἑκάτερον αὐτῶν πινόμενον, εἰ μή τιϲ ὑδαρέϲτερον αὐτὸ πίνοι, μᾶλλον μέντοι τὸ πρότερον ἅπτεται τῆϲ κεφαλῆϲ. ἀγαθὸν δὑπάρχει τῷ τοιούτῳ πόματι τὸ ταχέωϲ οὐρεῖϲθαι, διαφορᾶϲ οὐκ ὀλίγηϲ ἐν αὐτῷ γιγνομένηϲ | παρὰ τὸ τῶν ϲταφυλῶν εἶδοϲ, ἐξ ὦν ἐϲτι τὰ βρύτια. γλυκειῶν μὲν γὰρ αὐτῶν οὐϲῶν ἥδιόν τε πολλῷ γίγνεται τὸ πόμα καὶ θᾶττον οὐρεῖται, ϲτρυφνῶν δὲ καὶ ὀξειῶν ἀηδέϲτερόν τε μακρῷ καὶ ἧττον οὐρητικόν. ἰϲχυρότερον δὲ τὸ ἀποβρέγμα τοῦτο γίγνεται καὶ μᾶλλον οἰνῶδεϲ, ὅταν εἰϲ τὸ ἔαρ καὶ τὸ θέροϲ τρὺξ φυλαχθῇ· κατὰ δὲ τὸν χειμῶνα χρωμένων, ὥϲπερ ἧτον ἅπτεται κεφαλῆϲ, οὕτω καὶ ἧττον οὐρεῖται.
§10.1 Τὸν αὐτὸν λόγον ἔχουϲι πρὸϲ τὰϲ ϲταφυλὰϲ αἱ ϲταφίδεϲ, ὃν αἱ ἰϲχάδεϲ πρὸϲ τὰ ϲῦκα. γίγνονται δὲ γλυκεῖαι μὲν πολλαί, ϲτρυφναὶ δὲ παντάπαϲιν ὀλίγαι, μικταὶ δἔκ τε γλυκείαϲ καὶ αὐϲτηρᾶϲ ποιότητοϲ αἱ πλεῖϲται. μέτεϲτί γε μὴν καὶ ταῖϲ γλυκείαιϲ ἀμυδρᾶϲ ποιότητοϲ αὐϲτηρᾶϲ καὶ ταῖϲ αὐϲτηραῖϲ τῆϲ γλυκείαϲ. αἱ μὲν οὖν αὐϲτηραὶ ψυχρότεραι τὴν κρᾶϲίν εἰϲιν, ὥϲπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν ϲτόμαχον ῥωννύουϲι καὶ τὴν γαϲτέρα ϲτεγνοῦϲιν αἱ αὐϲτηραί, καὶ δῆλον ὅτι μᾶλλον αὐτῶν αἱ ϲτρυφναί. μέϲην δέ πωϲ κατάϲταϲιν ἐν αὐταῖϲ αἱ γλυκεῖαι ποιοῦϲι, μήτἐκλύουϲαι ϲαφῶϲ τὸν ϲτόμαχον μήθ’ | ὑπάγουϲαι τὴν γαϲτέρα. τό γε μὴν ἐπικεραϲτικὸν ὑπάρχει ταῖϲ γλυκείαιϲ ἀεί, καθάπερ γε καὶ τὸ μετρίωϲ ῥυπτικόν, ὥϲτἐξ ἀμφοτέρων τῶν δυνάμεων τὰϲ μικρὰϲ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ, δὴ καὶ ϲτόμαχον ὀνομάζουϲιν, ἀμβλύνουϲι δήξειϲ, ὡϲ αἵ γε μείζουϲ τῶν δήξεων εὔδηλον ὅτι γενναιοτέρων χρήζουϲι βοηθημάτων.
§10.2 ἀμείνουϲ δἐν ταῖϲ ϲταφίϲιν εἰϲὶν αἱ λιπαρώτεραί τε καὶ τὸν οἷον φλοιὸν ἔχουϲαι λεπτόν. ἔνιοι δὲ καλῶϲ ποιοῦντεϲ ἐκ τῶν γλυκειῶν τῶν μεγάλων, οἷαιπέρ εἰϲιν αἱ Ϲκυβελίτιδεϲ, πρὶν ἐϲθίειν ἐξαιροῦϲι τὰ γίγαρτα. χρονιϲθεῖϲαι δοὖν καὶ αὗται ϲκληρὸν ἔχουϲι καὶ παχὺ τὸ δέρμα, καὶ χρὴ προδιαβρέχειν αὐτὰϲ ἐν ὕδατι· καὶ γὰρ καὶ τὸ γίγαρτον ἑτοιμότερον οὕτωϲ ἐξαιρεῖται. ἔμπαλιν δὲ ταύταιϲ ἕτεραί τινέϲ εἰϲιν αὐϲτηραὶ καὶ βραχεῖαι, γίγαρτον ὅλωϲ οὐδὲν ἔχουϲαι. γεννῶνται δαὗται μὲν ἐν Κιλικίᾳ, τὴν χρόαν ὑπόξανθοι, κατὰ δὲ τὴν Παμφυλίαν αἵ τε Ϲκυβελίτιδεϲ καὶαἱμέλαιναι τὸ χρῶμα. μέγιϲται μὲν οὖν, ὡϲ ἔφην, αὗται, ϲμικρόταται δαἱ κιρραὶ ἐν Κιλικίᾳ, γεννωμένων γε καὶ ἄλλων ἐν Κιλικίᾳ γλυκειῶν θἅμα καὶ μελαινῶν ϲταφίδων μέϲων τὸ μέγεθοϲ, | ὥϲπερ καὶ κατἄλλα πολλὰ τῶν ἐθνῶν, καὶ μάλιϲτἐν τῇ Λιβύῃ.
§10.3 κατὰ δὲ τὴν Ἀϲίαν ποικίλον εἶδοϲ ϲταφίδων γεννᾶται· καὶ γὰρ ὑπόξανθοι καὶ μέλαιναι καὶ γλυκεῖαι καὶ ὑπαυϲτηροὶ γίγνονται. κατὰ μέντοι τὰϲ ψυχρὰϲ χώραϲ οὐδαἱ ϲταφυλαὶ τελέωϲ πεπαίνονται, μήτι γε δὴ τῶν ϲταφίδων τινέϲ, διόπερ ἐπεμβάλλουϲι τοῖϲ οἴνοιϲ ῥητίνηϲ, ὅπωϲ μὴ ταχέωϲ ὀξυνθῶϲιν. μὲν οὖν κατὰ χρόαν διαφορὰ τῶν ϲταφίδων ὡϲ πρὸϲ τὴν δύναμιν αὐτῶν οὐδὲν ϲυντελεῖ, καθάπερ οὐδ κατὰ μέγεθοϲ· δὲ κατὰ τὴν γευϲτὴν ποιότητα τὸ ϲύμπαν δύναται, καὶ ταύτῃ μόνῃ προϲέχων τὸν νοῦν, ἐπὶ τίνων τε δεῖ χρῆϲθαι καὶ καθὅντινα καιρόν, εὑρήϲειϲ, ὡϲ προείρηται.
§10.4 τροφὴ δἐκ τῶν ϲταφίδων ἀναδίδοται τῷ ϲώματι παραπληϲία κατὰ τὴν ποιότητα ταῖϲ ϲταφυλαῖϲ αὐταῖϲ, γλυκεῖα μὲν ἐκ τῶν γλυκειῶν, αὐϲτηρὰ δἐκ τῶν αὐϲτηρῶν, μεικτὴ δἐκ τῶν ἀμφοτέραϲ ἐχουϲῶν τὰϲ ποιότηταϲ· τῇ δὲ ποϲότητι πλείων μὲν ἐκ τῶν λιπαρῶν τε καὶ γλυκειῶν, ἐλάττων δἐκ τῶν αὐϲτηρῶν τε καὶ ἀλιπῶν. εἰ δὲ τὸν ἴϲαν ὄγκον ϲταφίδοϲ λιπαρᾶϲ γλυκείαϲ ἐκγεγιγαρτιϲμένηϲ παραβάλλοιϲ ὄγκῳ ῥαγῶν ἴϲῳ, τροφιμωτέραϲ εὑρήϲειϲ τὰϲ ϲταφίδαϲ. ἧττον μὲν οὖν ἰϲχάδων αἱ τοιαῦται τό θὑπακτικὸν ἔχουϲι καὶ τὸ ῥυπτικόν, εὐϲτομαχώτεραι δεἰϲὶ τῶν ἰϲχάδων.
§11.1 Οὐ τοῖϲ ἀττικίζειν τῇ φωνῇ προῃρημένοιϲ γράφεται ταῦτα (τάχα γὰρ οὐδἀναγνῶναί τιϲ αὐτὰ βουλήϲεται καταφρονῶν ὑγιείαϲ ϲώματοϲ, ὥϲπερ καὶ ψυχῆϲ), ἀλλἰατροῖϲ μὲν μάλιϲτα, μὴ πάνυ τι φροντίζουϲιν ἀττικίϲεων, ἤδη δὲ καὶ τοῖϲ ἄλλοιϲ, ὅϲοι ζῶϲιν ὡϲ λογικὰ ζῷα, πρὸ τιμῆϲ καὶ δόξηϲ καὶ πλούτου καὶ δυνάμεωϲ πολιτικῆϲ ἐπιμελεῖϲθαι προῃρημένοιϲ ϲώματοϲ καὶ ψυχῆϲ. οὗτοι γὰρ εὑ οἶδὅτι τὴν μὲν τῶν Ἀθηναίων φωνὴν οὐδὲν ἡγοῦνται τιμιωτέραν εἶναι φύϲει τῆϲ τῶν ἄλλων ἀνθρώπων, ὑγίειαν δὲ ϲώματοϲ ἀξιολογώτατόν τι πρᾶγμα εἶναι νομίζουϲι τῷ κατὰ φύϲιν βιοῦν ἐϲπουδακότι. τούτοιϲ οὖν εἰδὼϲ ὠφελιμώτερον ἔϲεϲθαι τὸν ϲαφέϲτερον λόγον, γιγνώϲκουϲιν ὀνόματα γράφω. κἂν μὴ τοῖϲ παλαιοῖϲ Ἕλληϲιν ϲυνήθη.
§11.2–22.6
§11.2 τὸ μὲν οὖν τῶν | μόρων ὄνομα γνώριμόν πώς ἐστι τοῖς πολλοῖς, εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τὸ στοματικὸν φάρμακον, διὰ μόρων ὀνομάζεται, χυλὀν ἔχον αὐτῶν· ἐίας δὲ τῶν ἐφεξῆς εἰρησομένων ὀπωρῶν ἀγνοοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων ὅπως ὠνόμαζον οἱ πρὸ ἑξακοσίων ἐτῶν Ἀθηαῖοι. τοὺς μὲν γὰρ νῦν ὁρῶσιν οὐδέν τι διαφορώτερον τῶν ἄλλων Ἑλλήνων ἕκαστον τῶν καρπῶν ὀνομάζοντας, ἀλλὰ καὶ τὰ μόρα συκάμινα καλοῦντας οὐδὲν ἦττον μόρα καὶ τὰ περσικὰ καὶ τὰ κάρυα καὶ τὰ πραικόκκια καὶ τἄλλἀπλῶς, ὡς ἔθος ἐστὶ τοῖς ἄλλοις Ἓλλησιν. οὐδὲ γὰρ οὐδὲ βλαβήϲονταί τι, εἰ τὰς παλαιὰς προσηγορίας ἀγνοοῦντες γιγνώσκουσι τὰς δυνάμεις αὐτῶν. ἄμεινον γάρ ἐστιν ἐπίστασθαι τῶν ἐπὶ τὴν διαχώρησιν ὁρμώντων ἐδεσμάτων ὕστερα μὲν χρἥναι τὰ βραδυπόρα λαμβάνειν, ἁπάντων δὲ πρῶτα τὰ διεξερχόμενα μὲν ταχέως, διαφθειρόμενα δ’, εἰ χρονίσειεν ἐν τῇ γαστρί τοῦ τὰς προσηγορίας αὐτῶν ἐγνωκέναι.
§11.3 οὐ μὴν | οὐδἀγοεῖν μοι δοκοῦσι παντάπασιν οἱ ἄνθρωποι τὴν τάξιν τῶν ἐσθιομένων ἐαυτοῖς· θεώμεθα γοῦν αὐτοὺς ἐπὶ τῶν πλείστων ἐδεσμάτων φυλάττοντας αὐτήν. προλαμάνουσί γέ τοι ῥαφανίδας ἐλαίας τε καὶ τῆλιν ἐκ γάρου, καὶ μετὰ ταῦτα μαλάχας τε καὶ τεῦτλα καὶ ἄλλα τοιαῦτα λάχανα μετἐλαίου καὶ γάρου. τῶν μὲν γὰρ ὁσημέραι παρασκευαζομένων εἰς ἐδωδὴν αὐτοῖς μακρὰ πεῖρα διδάσκαλος γίγνεται τῆς δυνάμεως. εἰ καὶ σμικρὸν ἔχοιεν φρενῶν· ὅσα δὲ διὰ χρόνου πλείονος εἰς πεῖραν ἔρχεται, μόναις τοῖς ἐπιμελέσι παραφυλάττεται καὶ μνημονεύεται.
§11.4 τὰ τοίνυν ϲυκάμι καθαρᾷ μὲν ἐμπεϲόντα γαϲτρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιϲτα καὶ τοῖϲ ἄλλοιϲ ϲιτίοιϲ ὑφηγεῖται· δεύτερα δἐφἑτέροιϲ καὶ χυμὸν εὑρόντα μοχθηρὸν ἐν αὐτῇ διαφθείρεται τάχιϲτα, διαφθορὰν ἀλλόκοτόν τινα καὶ οὐ ῥητὴν ἴϲχοντα ταῖϲ κολοκύνθαιϲ ὁμοίωϲ. ἀβλαβέϲτατα γὰρ ὄντα ταῦτα τῶν ὡραίων ἐδεϲμάτων, ὅταν μὴ πεφθέντα ταχέωϲ ὑποχωρήϲῃ, μοχθηρὰν ἴϲχει | διαφθορὰν ὁμοίωϲ τοῖϲ πέποϲι, καίτοι κἀκεῖνοι ταχέωϲ ὑπελθόντεϲ οὐδὲν μέγα βλάπτουϲι.
§11.5 καιρὸϲ δὲ τῆϲ χρήϲεωϲ, ὥϲπερ τοῖϲ πέποϲιν, οὕτω καὶ τοῖϲ μόροιϲ, ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆϲ γαϲτρὸϲ ϲῶμα· τοιοῦτον γάρ πωϲ ἀναγκαῖόν ἐϲτι τηνικαῦτα καὶ τὸ ἧπαρ εἶναι. τῇ μὲν οὖν κολοκύνθῃ καὶ τῷ ϲικύῳ τῷ τἤδη πέπονι καὶ πρὶν πεπανθῆναι, ϲὺν αὐτοῖϲ δὲ καὶ μηλοπέπονι ϲτυφούϲηϲ οὐ μέτεϲτι ποιότητοϲ· ἐν δὲ τοῖϲ ϲυκαμίνοιϲ, καὶ μάλιϲθὅταν μὴ πάνυ πέπειρα, ϲαφήϲ ἐϲτιν τοιαύτη ποιότηϲ, ἀωροτέροιϲ δοὖϲιν ἔτι καὶ ὀξεῖα. καί τινεϲ αὐτὰ καθαιροῦντεϲ ἀπὸ τῶν δένδρων καὶ ξηραίνοντεϲ ἀποτίθενται φάρμακον αὐτοῖϲ ἐϲόμενον ἀγαθὸν εἰϲ δυϲεντερίαϲ τε καὶ διαῤῥοίαϲ χρονίαϲ ἴαϲιν.
§11.6 ἀλλοὐ πρόκειται νῦν ἡμῖν περὶ φαρμάκων δυνάμεωϲ διεξέρχεϲθαι. πάλιν οὖν ὅϲα τοῖϲ ϲυκαμίνοιϲ ὡϲ τροφῇ δρᾶν ὑπάρχει λέγωμεν. ὅτι μὲν ὑπέρχεται ῥᾳδίωϲ, εἴρηται, τάχα μὲν τῷ τῆϲ οὐϲίαϲ ὑγρῷ τε καὶ ὀλιϲθηρῷ μόνῳ, τάχα δὲ καί τινοϲ ἐπιμιξίᾳ ποιότητοϲ δριμυτέραϲ ἐρεθίζειν εἰϲ ἔκκριϲιν | ἱκανῆϲ, ὡϲ γε ϲτύφουϲα ποιότηϲ οὐ μόνον οὐδὲν ὀνίνηϲιν εἰϲ ὑποχώρηϲιν, ἀλλὰ καὶ ϲτεγνοῦν πέφυκεν. ὅτι δἐναντίων δυνάμεων οὐκ ὀλίγα μετέϲχηκε ϲώματα, μεμάθηκαϲ ἐν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήμαϲι.
§11.7 τεκμαίρομαι τοίνυν τὰ μόρα δύναμιν ἔχειν ἐν ἑαυτοῖϲ τοιαύτην βραχεῖαν, ὁποία τοῖϲ καθαρτικοῖϲ ὑπάρχει μεγάλη, διἣν οὐ μόνον ὑποχωρεῖ ῥᾳδίωϲ, ἀλλὰ καὶ διαφθείρεται χρονίϲαντα κατὰ τὴν γαϲτέρα. μὴ διαφθαρέντα δ’, ὡϲ ἔφην, ὑγραίνει μὲν πάντωϲ, ψύχει δοὐ πάντωϲ, εἰ μὴ ψυχρὰ ληφθείη. τροφὴν δἐλαχίϲτην δίδωϲι τῷ ϲώματι παραπληϲίωϲ τοῖϲ πέποϲιν, οὐ μὴν ἐμετικόν γέ τι πρόϲεϲτιν αὐτοῖϲ οὐδὲ κακοϲτόμαχον, ὡϲ ἐκείνοιϲ.
§12.1 Τῶν κεραϲίων ἔνια μὲν ἔοικε τοῖϲ μόροιϲ, ἐλαχίϲτην ἔχοντα ϲτῦψιν, ἔνια δὲ τοῖϲ βατίνοιϲ, ϲαφέϲτερον ϲτύφοντα, τινὰ δὲ καὶ τούτων ἐϲτὶ ϲτυπτικώτερα. ὥϲτε καὶ περὶ τῆϲ δυνάμεωϲ ἑκάϲτου τῶν εἰρημένων εἰδῶν ἐκ τῶν λεγομένων ἐπὶ ϲυκαμίνοιϲ τε καὶ βατίνοιϲ ἔνεϲτί ϲοι τεκμήραϲθαι.
§13.1 Τὸν τῶν βάτων καρπὸν ὀνομάζουϲιν οἱ παρἡμῖν ἄνθρωποι βάτινα, καθάπερ μόρα τε καὶ ϲυκάμινα τὸν τῆϲ μορέαϲ τε καὶ ϲυκαμινέαϲ. καλοῦϲι γὰρ ἑκατέρωϲ αὐτά. ἔϲτι δὲ ϲτυπτικώτερα τὰ βάτινα τῶν μόρων, κἂν πολλά τιϲ αὐτὰ προϲενέγκηται, κεφαλαλγήϲει· τινὲϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνιῶνται. διὸ χρὴ καλῶϲ ἐκπλύνειν, πρὶν ἐπιχειρεῖν προϲφέρεϲθαι τὸν καρπὸν τοῦτον, ὅπερ οὐχ ἥκιϲτα κἀπὶ τῶν ϲυκαμίνων ἐϲτὶ ποιητέον.
§13.2 οὐ μὴν ὑπάγει γε τὰ βάτινα τὴν κοιλίαν, ἀλλὰ μᾶλλον ἐπέχει, κἂν ἀωρότερά τιϲ αὐτὰ ξηράναϲ ἀπόθηται, πολὺ μᾶλλον ἐφεκτικὰ γίγνεται. πάντα γε μὴν ὅϲα διὰ τοῦ χυλοῦ τῶν μόρων ϲκευάζεται φάρμακα, καὶ διὰ τούτων γενόμενα δρατικωτέραν ἴϲχει τὴν δύναμιν.
§14.1 τῶν κυνοϲβάτων καρπὸϲ μικρῷ ϲτυπτικώτερόϲ ἐϲτι τοῦ τῶν βάτων καὶ διὰ τοῦτο καὶ τῆϲ γαϲτρὸϲ ἐφεκτικώτεροϲ. | ἐϲθίουϲι δοὖν αὐτὸν οἱ ἄγροικοι πολλάκιϲ ὀλίγην τροφὴν διδόντα τῷ ϲώματι καὶ καλοῦϲι κυνόϲβατον.
§15.1 Τὸν τῆϲ ἀρκεύθου καρπὸν ἀρκευθίδαϲ ὀνομάζουϲι, δριμὺν ἱκανῶϲ ὄντα μετὰ βραχείαϲ γλυκύτητοϲ ἔτι τε βραχυτέραϲ ϲτύψεωϲ· ἔχει δέ τι καὶ ἀρωματίζον, εὔδηλον οὖν, ὅτι θερμαίνει μὲν καὶ διὰ τὴν δριμύτητα (πᾶν γὰρ ἐδείχθη τὸ δριμὺ θερμαῖνον), οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὴν ὀϲμὴν καὶ γεῦϲιν ἀρωματιζούϲαϲ· πᾶν γὰρ ἄρωμα θερμόν. ἐκκαθαίρει δὲ καὶ τὰ καθἧπάρ τε καὶ νεφροὺϲ καὶ δῆλον ὅτι λεπτύνει τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμούϲ· καὶ διὰ τοῦτο τοῖϲ ὑγιεινοῖϲ φαρμάκοιϲ μίγνυται.
§15.2 τροφὴ δἐξ αὐτοῦ βραχεῖα τῷ τῶν ἀνθρώπων ϲώματι προϲτίθεται. πολλὰϲ δεἴ τιϲ αὐτὰϲ προϲενέγκοιτο, δάκνουϲί τε τὸν ϲτόμαχον καὶ τὴν κεφαλὴν θερμαίνουϲι καὶ κατὰ τοῦτο καὶ πληροῦϲιν ἐνίοτε καὶ ὀδυνώδη ποιοῦϲι. διαχώρηϲιν δὲ κατὰ τὴν κοιλίαν οὔτἐπέχουσιν οὔτε προτρέπουϲιν, οὖρα μέντοι κινοῦϲι μετρίωϲ.
§16.1 Κεδρίδαϲ ὀνομάζουϲι τὸν τῆϲ κέδρου καρπόν, ὁμοίαϲ μὲν οὔϲαϲ ταῖϲ ἀρκευθίϲι κατά τε χρόαν καὶ ϲχῆμα (καὶ γὰρ ὑπόξανθοι καὶ ϲτρογγύλαι), διαφερούϲαϲ δὲ τῇ δριμύτητι. κινδυνεύει γὰρ ἤδη τοῦ γένουϲ τῶν φαρμάκων καρπὸϲ οὗτοϲ ὑπάρχειν, οὐδεμίαν τροφὴν διδοὺϲ τῷ ϲώματι, πλὴν εἴ τιϲ αὐτὰϲ προαποβρέξειεν ὕδατι. κοινὸν γὰρ τοῦτο πάντων τῶν δριμέων, ὥϲτε βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι, τῆϲ δριμύτητοϲ αὐτῶν ἐκλυθείϲηϲ.
§16.2 καὶ μέντοι καὶ ϲκληρότερόϲ τε καὶ ξηρότερόϲ ἐϲτιν τῶν κέδρων καρπὸϲ τοῦ τῶν ἀρκεύθων, ὥϲπερ ἀμέλει καὶ μικρότεροϲ, οὐδὲ τὸ ἀρωματίζον ὁμοίωϲ ἔχων. εὔδηλον οὖν, ὅτι δακνώδηϲ τἐϲτὶν ἱκανῶϲ τοῦ ϲτομάχου καὶ κεφαλαλγήϲ, εἰ μὴ πάνυ τιϲ ὀλίγον αὐτοῦ προϲενέγκοιτο.
§17.1 Εὔχυμοϲ καὶ παχύχυμοϲ καὶ τρόφιμόϲ ἐϲτιν τῶν κώνων καρπόϲ, οὐ μὴν εὔπεπτοϲ. καλοῦϲι δοἱ νῦν Ἕλληνεϲ οὐ κώνουϲ, ἀλλὰ ϲτροβίλουϲ αὐτούϲ.
§18.1 Μύρτα καλοῦϲι τὸν καρπὸν τοῦτον οἱ Ἕλληνεϲ, ὁμοίωϲ μὲν ἄτροφον ὄντα τῷ τῶν ἀρκεύθων, ἐναντίαν δὲ δύναμιν ἔχοντα. ϲτύφει γὰρ ἱκανῶϲ, καὶ διὰ τοῦτο καὶ τὴν κοιλίαν ἐπέχει. οὐ μὴν ἀνάλογόν γε τῇ ϲτύψει ψυχρόϲ ἐϲτι τὴν δύναμιν, ὅτι μηδὲ μόνην ἔχει τὴν ϲτῦψιν, ἀλλά τι καὶ δριμύτητοϲ αὐτῇ μέμικται. κοινὸν δὲ πᾶϲιν ἐδέϲμαϲιν, ὅϲα φαρμακώδη τινἔχει ποιότητα ϲφοδράν, ὅταν ἀπόθηται ταύτην ἑψήϲεϲιν ὀπτήϲεϲιν τέγξεϲιν, ὀλίγην τροφὴν διδόναι τῷ ϲώματι, πρότερον οὐδὅλωϲ διδόντα· ταὐτὸν γὰρ τοῦτο καὶ κρομύοιϲ καὶ πράϲοιϲ ϲυμβέβηκεν.
§19.1 Εἴτε μῆλα καλεῖν ἐθέλειϲ περϲικὰ τὸν καρπὸν τοῦτον, εἴθἁπλῶϲ περϲικὰ τοῖϲ νῦν Ἕλληϲιν ὡϲαύτωϲ, εἴτἄλλο τι βούλει παλαιὸν ὄνομα ζητεῖν ἐπαὐτοῖϲ, ἔξεϲτί ϲοι τοῦτο πράττειν ἐπὶ πολλῆϲ ϲχολῆϲ. ἤδη δἴϲθι τὸ τῶν ὀνομάτων χρηϲιμώτερον, ὡϲ καὶ τούτων χυλόϲ τε καὶ οἷον ϲὰρξ εὔφθαρτόϲ τἐϲτὶ | καὶ πάντῃ μοχθηρά.
§19.2 ὥϲτοὐ χρή, καθάπερ ἔνιοι, τελευταῖα τῆϲ ἄλληϲ τροφῆϲ αὐτὰ προϲφέρεϲθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα. μεμνῆϲθαι δὲ χρὴ τοῦδε κοινοῦ πάντων ὄντοϲ, ὡϲ τὰ κακόχυμα μέν, ὑγρὰ δὲ καὶ ὀλιϲθηρὰ καὶ ῥᾳδίωϲ ὑπιέναι δυνάμενα διὰ τοῦτἐϲθίειν δεῖ πρότερα τῶν ἄλλων· οὕτω γὰρ αὐτὰ τε ταχέωϲ ὑπέρχεται κἀκείνοιϲ ποδηγεῖ· τὰ δὕϲτατα ληφθέντα ϲυνδιαφθείρει καὶ τἄλλα.
§20.1 Ἐν τῷ τῶν περϲικῶν γένει καὶ ταῦτἐϲτὶ διαφοράν τιναὐτῶν ἔχοντα πρὸϲ τὸ βέλτιον· οὔτε γὰρ ὁμοίωϲ διαφθείρεται κατὰ τὴν κοιλίαν οὔτὀξύνεται. φαίνεται δὲ τοῖϲ πολλοῖϲ ἡδίω καὶ διὰ τοῦτο καὶ εὐϲτομαχώτερα· τοῖϲ γὰρ τἄλλα μὲν ὁμοίοιϲ, ἡδέϲι δὲ τοῦθὑπάρχει πᾶϲιν, ὥϲπερ τοῖϲ ἀηδέϲιν ὑπτιάζειν τε καὶ ἀνατρέπειν τὴν γαϲτέρα καὶ πρὸϲ ἔμετον ἐρεθίζειν ὀρεγομένην ὅτι τάχιϲτα τὸ λυποῦν ἀπορρῖψαι. καὶ τοίνυν καὶ ποιεῖ τοῦτο κατὰ τὴν ῥοπὴν τῶν λυπούντων. ὅϲα μὲν γὰρ κάτω ῥέπει, ταύτῃ διωθεῖται, τὰ δἐπιπολάζοντα διἐμέτων ἐκβάλλει, ταὐτὸν τοῦτο κἀπὶ τῶν ἐξ ὅλου τοῦ ϲώματοϲ εἰϲ αὐτὴν καταρρεόντων μοχθηρῶν χυμῶν ἐργαζομένη. καὶ γὰρ καὶ τούτων ὅϲοι μὲν εἰϲ τὴν ἄνω κοιλίαν ϲυρρέουϲιν, ἐκκενοῦνται διἐμέτων, ὅϲοι δεἰϲ τὴν κάτω, διάρροιαν ἐργάζονται.
§20.2 τροφὴ δὅτι βραχεῖα τοῖϲ τοιούτοιϲ καρποῖϲ ἅπαϲιν ὑπάρχει, λέλεκται πρόϲθεν. ἔϲτι μὲν οὖν ἀμείνω τὰ πραικόκκια καλούμενα τῶν Ἀρμενιακῶν. ὅϲοι δὲ φεύγουϲι τὴν τῶν πραικοκκίων προϲηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦϲιν ἀμφότερα, τινὲϲ δἈρμένια διὰ τεττάρων ϲυλλαβῶν, οὐ πέντε.
§21.1 Ἔϲτι μὲν οὐχ ἓν αὐτῶν γένοϲ ὥϲπερ οὐδὲ τῶν ἀπίων τε καὶ ῥοῶν· ἔνια μὲν γὰρ αὐϲτηρὸν ἔχει χυμόν, ἔνια δὀξὺν γλυκύν, ἔϲτι δ καὶ μικτὸν ἐκ τούτων, ὡϲ ἅμα τε γλυκέα φαίνεϲθαι καὶ ϲτύφοντα, καί τινα ἕτερα μετὰ γλυκύτητοϲ ὀξέα ϲαφῶϲ φαίνεται καὶ πρὸϲ τούτοιϲ ἄλλα ϲτρυφνὰ μετὀξύτητοϲ. εὕροιϲ δἄν ποτε καὶ τῶν τριῶν χυμῶν ἔνια μετέχοντα ϲαφῶϲ, ὡϲ ὀξέα τε φαίνεϲθαι καὶ γλυκέα καί τι καὶ ϲτρυφνότητοϲ ἔχειν.
§21.2 ὅτι δὲ μίαν | ἑρμηνεύει ποιότητα χυμοῦ τὰ τρία ταῦτὀνόματα, τὸ ϲτῦφον καὶ αὐϲτηρὸν καὶ ϲτρυφνόν, πρόδηλον· ὅτι δὲ τὰ μὲν ϲτρυφνὰ τῷ μᾶλλον ϲτύφειν διαφέρει τῶν αὐϲτηρῶν, κοινὸν δαὐτῶν γένοϲ ἐϲτὶ τὸ ϲτῦφον, ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἔμαθεϲ, ἐν περὶ τῆϲ τῶν χυμῶν οὐϲίαϲ τε καὶ δυνάμεωϲ λόγοϲ ἐϲτίν. ἀναμνηϲθεὶϲ οὖν ἐκείνων, ὅϲα μὲν ϲτύφει μῆλα, ψυχρὸν ἔχειν ἴϲθι καὶ γεώδη χυμόν· ὅϲα δὀξέα φαίνεται, ψυχρὸν μὲν ἀλλὰ λεπτομερῆ· μέϲηϲ δεἶναι· κράϲεωϲ τὰ γλυκέα πρὸϲ τὸ θερμότερον ῥέποντα, καθάπερ τὰ τελέωϲ ἄποια καὶ οἷον ὑδατώδη πρὸϲ τὸ ψυχρότερον ἐγκεκλιμένα.
§21.3 χρήϲῃ τοιγαροῦν αὐτοῖϲ κατὰ τὰϲ τῶν ἐπικρατούντων χυμῶν δυνάμειϲ, τοῖϲ μὲν αὐϲτηροῖϲ μήλοιϲ, ὅταν ἤτοι διὰ δυϲκραϲίαν θερμὴν ὑγρότητα πολλὴν ἄτονοϲ γαϲτὴρ ὑπάρχῃ, τοῖϲ ϲτρυφνοῖϲ δ’, ὅταν ἱκανῶϲ αὐξηθῇ ταῦτα, τοῖϲ δὀξέϲιν, ὅταν ὑπολάβῃϲ ἐν αὐτῇ παχὺν ἡθροῖϲθαι χυμὸν οὐ πάνυ τι ψυχρόν. ὡϲ γε ψυχρὸϲ οὐ τῶν ὀξέων, ἀλλὰ τῶν δριμέων δεῖται· τέμνει μὲν γὰρ ἄμφω πάχοϲ χυμῶν | τά τὀξέα καὶ τὰ δριμέα, διαφέρει δὲ τῷ τὰ μὲν μετὰ ψύξεωϲ, τὰ δὲ μετὰ θερμαϲίαϲ τοῦτο δρᾶν.
§21.4 εὔδηλον δἐκ τῶν ἤδη πολλάκιϲ εἰρημένων, ὡϲ τὰ μὲν ϲτύφοντα τὰϲ κάτω διαχωρήϲειϲ ἐπέχει διὰ παντόϲ, ὅϲον ἐφἑαυτοῖϲ, τὰ δὀξέα, χυμὸν μὲν εὑρόντα παχὺν ἐν τῇ γαϲτρί, τέμνοντα τοῦτον, ὑπάγει τε κάτω καὶ διὰ τοῦθὑγραίνει τὰ διαχωρήματα καθαρὰν δεὑρόντα τὴν κοιλίαν ἐπέχει μᾶλλον αὐτήν. δὲ γλυκὺϲ χυμόϲ, ἐὰν μὲν ἀκριβῶϲ μόνοϲ ἄνευ δριμύτητόϲ τε καὶ πάχουϲ ἀναδίδοται μᾶλλον, ὅϲον ἐφἑαυτῷ, δριμύτητα δἔχων πάχοϲ ὑπέρχεται μᾶλλον.
§21.5 ἔϲτι δέ τι καὶ ἄλλο χυμοῦ γένοϲ οὐκ ἐν μήλοιϲ μόνον, ἀλλὰ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν, καλοῦϲιν ὑδατῶδέϲ τε καὶ ἄποιον, ὡϲ καὶ πρόϲθεν εἶπον, ἥκιϲτα μὲν εὐϲτόμαχον, ἐν τῷ μέϲῳ δὃν ὧν διῆλθον ἄρτι δυνάμεων, ὥϲπερ καὶ τὸ ὕδωρ αὐτό. κακία δἐϲτὶν ἐν μήλῳ τὸ τοιοῦτον, τῶν ἐπὶ τὴν ἐδωδὴν αὐτοῦ παραγιγνομένων διἡδονὴν τοῦτο πραττόντων διὠφέλειαν. ὅταν οὖν μήθἡδέα φαγεῖν τὰ τοιαῦτα μήτε ῥώμην ἐντιθῇ τῇ γαϲτρὶ καθάπερ τὰ ϲτύφοντα μήτἴϲχῃ ῥεομένην, εἰκότωϲ ἀτιμάζεται, καθάπερ καὶ παρἡμῖν ἐπὶ τῆϲ Ἀϲίαϲ πολλαχόθι τοῖϲ ὑϲὶν αὐτὰ βάλλουϲι, πλατανίϲτινα καλοῦντεϲ, ἐπειδὴ παραπλήϲιά πώϲ ἐϲτι γευομένῳ τοῖϲ ἁπαλοῖϲ φύλλοιϲ τῶν πλατάνων.
§21.6 φυλάττεϲθαι δὲ χρὴ καὶ τὰ κάλλιϲτα τῷ γένει μῆλα πρὶν ἐπὶ τῶν δένδρων πεπανθῆναι· δύϲπεπτά τε γάρ ἐϲτι καὶ βραδυπόρα καὶ κακόχυμα μετὰ τοῦ καὶ ψυχρὸν καὶ παχὺν ἀτρέμα τὸν χυμὸν ἔχειν. ὅϲα δὲ καλῶϲ πεπανθέντα φυλάττουϲιν εἴϲ τε τὸν χειμῶνα καὶ τὸ μεταὐτὸν ἔαρ, ὠφελιμώτατα γίγνεται πολλάκιϲ ἐν νόϲοιϲ, ἤτοι περιπλαϲθέντα ϲταιτὶ καὶ κατὰ θερμὴν ϲποδιὰν ὀπτηθέντα ϲυμμέτρωϲ ἐν ὕδατοϲ ζέοντοϲ ἀτμῷ καλῶϲ ἑψηθέντα. διδόναι δαὐτὰ χρὴ μετὰ τὴν τροφὴν εὐθέωϲ, ἐνίοτε δὲ καὶ μετἄρτου ῥώμηϲ τε γαϲτρὸϲ ἕνεκα καὶ ϲτομάχου τοῖϲ ἀνορέκτοιϲ καὶ βραδυπεπτοῦϲιν ἐμετικοῖϲ τε καὶ διαρροῖζομένοιϲ καὶ δυϲεντερικοῖϲ.
§21.7 ἐπιτήδεια δεἰϲ τὴν τοιάνδε χρείαν ἐϲτὶ τὰ ϲτρυφνά· ϲυμμετρίαν γὰρ ἔχει τῆϲ ϲτύψεωϲ, ὡϲ εἶπον ἄρτι παραϲκευαϲθέντα, τῶν μετρίωϲ αὐϲτηρῶν ἅπαϲαν | ἀποτιθεμένων τὴν ϲτῦψιν ἐν τῇ τοιαύτῃ παραϲκευῇ καὶ διὰ τοῦτο παραπληϲίων γιγνομένων τοῖϲ ἐξ ἀρχῆϲ ὑδατώδεϲιν.
§22.1 Ἐπειδή τινων ἤκουϲα λεγόντων ὑπέρχεϲθαι τὴν κοιλίαν αὐτοῖϲ ἐπὶ τῇ τῶν ϲτυφόντων ἐδωδῇ, βέλτιον ἐνόμιϲα καὶ περὶ τούτου διελθεῖν ἐπὶ πλέον ἅπαξ ἐν τῷδε τά τε διὰ τοῦ λόγου καὶ τῆϲ πείραϲ ἡμῖν ἐγνωϲμένα πολλάκιϲ.
§22.2 ἐπειδή τινοϲ Πρώτου ῥήτοροϲ, ἡμετέρου πολίτου, λέγοντοϲ ἤκουϲα ἐπὶ τῇ τῶν αὐϲτηρῶν ἀπίων τε καὶ μήλων ἐδωδῇ λαπάττεϲθαι τὴν κοιλίαν, ἐνενόηϲα τὸ γιγνόμενον ἐπήγαγόν τε τὴν ἐκ τῆϲ πείραϲ βάϲανον αὐτῷ, μετὰ ταῦτα δὲ ἤδη θαρραλεώτερον ἐπἄλλων ἐπὶ τὴν αὐτὴν πεῖραν ἧκον. ἠξίωϲα γὰρ ὁμοδίαιτόν μοι γενέϲθαι τὸν ἄνδρα κἂν μιᾶϲ ἡμέραϲ, ὅπωϲ ἴδοιμι, πηνίκα τε καὶ πόϲα προϲφέρεται τὰ ϲτύφοντα. καὶ κατά γε τὴν πρώτην εὐθέωϲ, ὡϲ εἴθιϲτο, διαιτηθῆναι παρεκάλουν αὐτόν, ὑπαλλάξαντα μηδὲν ὅλωϲ τῶν κατὰ τὴν δίαιταν.
§22.3 δὲ μετὰ τὸ λουτρόν, ὕδατοϲ οὐ πολὺ προπιών, εἶτα τῆλίν τε καὶ ῥαφανῖδαϲ καὶ ὅϲα τοιαῦτα τοῖϲ πολλοῖϲ εἴθιϲται προϲφέρεϲθαι, πρὶν ἄλλου τινὸϲ γεύϲαϲθαι, καὶ αὐτὸϲ ὁμοίωϲ προϲενεγκάμενοϲ ἐπιπιών τε ϲύμμετρον οἴνου γλυκέοϲ, ἐφεξῆϲ ἔφαγε μαλάχαϲ διἐλαίου καὶ γάρου ϲμικρὸν ἐχούϲαϲ οἴνου καὶ μετὰ ταῦτἰχθύοϲ τι καὶ χοιρείου κρέωϲ καὶ ὄρνιθοϲ, εἶτα πιὼν ἕν που καὶ δεύτερον ὀλίγον τε διαλιπὼν ἐπέφαγεν ἀπίουϲ αὐϲτηράϲ. κἄπειτα προελθόντων ἡμῶν ἐπὶ περίπατον ὀλίγα τε περιπατηϲάντων ὑπῆλθεν ἀξιολόγωϲ γαϲτὴρ αὐτῷ.
§22.4 θεαϲάμενοϲ οὖν ἐγὼ ταῦτα ϲυνεθέμην τῷ φίλῳ κατὰ τὴν ὑϲτεραίαν ἐμοὶ πάλιν ἐπιτρέψαι τὰ κατὰ τὴν δίαιταν. ἑτοίμωϲ δὲ πειϲθέντι πρώταϲ ἁπάντων ἔδωκα μετὰ τὸ βαλανεῖον ἀπίουϲ φαγεῖν, εἶτα τἄλλα ἐφεξῆϲ, ὡϲ εἰώθει. καὶ τούτων οὕτω γεγενημένων, οὐχ ὅπωϲ ἀξιολόγωϲ, ἁλλοὐδὲ μετρίωϲ ἀπέκρινεν γαϲτήρ. ἐθαύμαϲέ τοὖν εἰκότωϲ τὸ γιγνόμενον ἤρετό τέ με τὴν αἰτίαν αὐτοῦ· κἀγὼ διῆλθον αὐτῷ ταυτὶ τὰ νῦν εἰρηϲόμενα.
§22.5 τοῦ γάρου γάρ, ἔφην, ϲὺν τοῖϲ ἅμαὐτῷ ληφθεῖϲιν ὑπάγειν πεφυ κότοϲ τὴν γαϲτέρα καὶ τοῦτἤδη προειργαϲμένου, τὰ ϲτύφοντα τελευταῖα ληφθέντα, καὶ μάλιϲτα τοῖϲ ἀτόνοιϲ τὸν ϲτόμαχον, αἴτια γίγνεται τῆϲ | ὑπαγωγῆϲ, ῥωννύντα τε τὴν γαϲτέρα καὶ προτρέποντα διωθεῖϲθαι κάτω τὰ περιεχόμενα καταὐτήν. μᾶλλον δἄν, ἔφην, πειϲθείηϲ τοῦτο, λαβὼν ἐπὶ τῆϲ ὑϲτεραίαϲ ἁπάντων μὲν πρῶτα τὰ ϲτύφοντα, δεύτερα δἐπαὐτοῖϲ τὰ κρεώδη καὶ πάντων τελευταῖα τὰ διἐλαίου τε καὶ γάρου προϲφερόμενα.
§22.6 μηδαμῶϲ, εἷπεν· ἐμέϲαιμι γὰρ ἂν αὐτίκα, μαλάχαϲ ὑϲτάταϲ ἐπιφαγὼν μετἐλαίου τε καὶ γάρου. κάλλιϲτ’, ἔφην, εἶπαϲ· ἀνατρέπει μὲν γὰρ ταῦτα τὴν γαϲτέρα καὶ μάλιϲταὐτῆϲ τὸ ϲτόμα, τὸ πρὸϲ ἀπάντων ἤδη ϲυνήθωϲ ϲτόμαχον ὀνομαζόμενον, ἐπιρρώννυϲι δὲ καὶ τονοῖ τὰ ϲτύφοντα. διὸ κἂν ἄλλοϲ τιϲ χυμὸϲ αὐτὴν ἀνατρέψῃ, καθάπερ εἴωθεν ἐνίοιϲ ὠχρὰ χολὴ πλείων ἀθροιϲθεῖϲα τοῦτο ποιεῖν, γευϲάμενόϲ τινοϲ τῶν ϲτυφόντων οὕτω διακείμενοϲ εὐθέωϲ ἐκκρινεῖ κάτω τὸν ἀνιῶντα χυμόν.
§22.7–34.2
§22.7 εἶτἔδειξά τινα νεανίϲκον αὐτῷ πρὸ ἡμερῶν ὀλίγων εἰληφότα μὲν ἕνεκα τοῦ καθαρθῆναι ϲκαμμωνίαϲ ὀπόν, ἤδη δὠρῶν γεγονυιῶν ἐπὶ τῇ προϲφορᾷ πέντε καὶ μηδεμιᾶϲ ἐκκρίϲεωϲ ἠκολουθηκυίαϲ θλίβεϲθαι μὲν λέγοντα τὸν ϲτόμαχον, ἐπῆρθαι δὲ καὶ βαρύνεϲθαι τὴν γαϲτέρα, | καὶ διὰ ταῦτὠχριᾶν τε καὶ ἀπορεῖϲθαι καὶ μοι κοινώϲαϲθαι τὰ κατέχοντα ϲυμπτώματαὐτόν. ὅπωϲ οὖν ἰαϲάμην τὸν ἄνθρωπον, ἄκουϲον, ἔφην, αὐτοῦ τοῦ νεανίϲκου. καὶ δὴ καὶ παρέϲχον αὐτῷ παρόντα τε καὶ διηγούμενον, ὡϲ ἐγὼ μὲν ἐκέλευϲα μήλου ϲτύφοντοϲ ῥόαϲ ἀπίου βραχύ τι φαγεῖν, δἅμα τῷ καταπιεῖν εὐθέωϲ ἀπηλλάγη τῶν ὀχληρῶν, ἐκκρινάϲηϲ ἀθρόωϲ αὐτῷ πάμπολλα τῆϲ γαϲτρόϲ.
§22.8 ἴϲθι τοίνυν, ἔφην τῷ ῥήτορι, καὶ ϲοὶ τοῦτο ϲυμβαῖνον, ὅταν ἐπιφάγῃϲ τὰ ϲτύφοντα, διὰ τὴν ἀτονίαν τῆϲ γαϲτρὸϲ ὅληϲ καὶ τοῦ ϲτομάχου. δέ, καὶ μάλ’, ἔφη, καὶ τοῦτἀληθὲϲ εἶπαϲ. ἔϲτι τε γάρ μοι φύϲει τοιοῦτοϲ ϲτόμαχοϲ ἀνατρέπεταί τε ῥᾳδίωϲ ἐπὶ τοῖϲ ϲτύφουϲιν, ἐγὼ δὲ τότε μᾶλλον προϲφέρομαι τῶν αὐϲτηρῶν τι μετὰ τὴν τροφήν, ὅταν αἴϲθωμαί ποθὕπτιον ἱκανῶϲ αὐτὸν γεγονότα καὶ ἤδη πληϲίον ἥκοντα ναυτίαϲ. αὕτη ϲοι κατὰ τὸν ῥήτορα διήγηϲιϲ αὐτάρκηϲ εἰϲ γνῶϲιν ἔϲτω τοῦ λαπάττεϲθαι τὴν γαϲτέρα τοῖϲ ἄτονον ἔχουϲι τὸν ϲτόμαχον, ὅταν ἐπιφάγωϲί τι τῶν ϲτυφόντων. |
§23.1 Ἐξαίρετόν τι παρὰ τἄλλα μῆλα τούτοιϲ ὑπάρχει ϲτῦψίν τε πλείονα κεκτημένοιϲ καὶ τὸν χυλὸν ἔχουϲι μόνιμον, εἴ τιϲ ἑψήϲαϲ αὐτὸν ϲὺν μέλιτι φυλάττειν ἐθέλοι· τῶν δἄλλων μήλων χυλὸϲ ὀξύνεται κείμενοϲ ὑγρότητα πολλὴν ἔχων ψυχράν. ἡμεῖϲ δὲ καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν ϲτρουθίων μήλων φάρμακον ἐπιτηδειότατον τοῖϲ ἀνορέκτοιϲ, οὐκ ἐν φανερῷ κατὰ τύχην κείμενον, ὕϲτερόν ποθεὕρομεν ἐτῶν ἑπτὰ μεταξὺ γεγονότων οὐδεμίαν ἐϲχηκὸϲ ὑπαλλαγὴν τῆϲ ποιότητοϲ.
§23.2 ἐπεποιήκει δὲ κατὰ τὸ ϲτόμα τοῦ ἀγγείου πυκνὸν ἐπίπαγον, οἷοϲ καὶ μέλιτι πολλάκιϲ ἐπιπήγνυται καὶ ἄλλοιϲ τιϲί· καὶ χρὴ φυλάττειν αὐτὸν ἐπικείμενον, ὅταν ἐθέλῃϲ ἀμετάβλητον ἐπὶ πλεῖϲτον διαμεῖναι τὸ φάρμακον τὸ μέλι. τοῦτο μὲν οὖν εἰρήϲθω μοι κατὰ τὸ πάρεργον· οὗ δἕνεκεν ἐμνημόνευϲα τοῦ μὴ διαφθαρέντοϲ ἐν χρόνῳ πλείονι φαρμάκου, πάλιν ἀναλήψομαι.
§23.3 μόνιμοϲ τῶν ϲτρουθίων μήλων χυλόϲ ἐϲτιν, ὅταν καλῶϲ ϲκευαϲθῇ, καθάπερ γε καὶ τῶν κυδωνίων, ἀλλἧττον οὗτοϲ ἡδὺϲ ὑπάρχει καὶ μᾶλλον ϲτύφων· ὥϲτεἴη ἄν ποτε καὶ τοῦδε χρεία πρὸϲ ῥῶϲιν ἱκανῶϲ ἐκλύτου γαϲτρόϲ. ἐν Συρίᾳ δὲ καὶ τὸν καλούμενον μηλοπλακοῦντα ϲυντιθέαϲιν, ἔδεϲμα μόνιμον οὕτωϲ, ὡϲ εἰϲ Ῥώμην κομίζεϲθαι μεϲτὰϲ αὐτοῦ λοπάδαϲ καινάϲ. ϲύγκειται δἐκ μέλιτόϲ τε καὶ ϲαρκὸϲ μήλων λελειωμένηϲ ἑφθῆϲ ἅμα τῷ μέλιτι.
§23.4 τὸ δἡμέτερον φάρμακον, τοῖϲ ἀνορέκτοιϲ ϲκευάζομεν, οὐκ ἐκ μόνου μέλιτοϲ καὶ χυλοῦ μήλων ἐϲτίν, ἀλλὰ καὶ πεπέρεωϲ ἔχει τι λευκοῦ καὶ ζιγγιβέρεωϲ καὶ ὄξουϲ. οὐ μὴν νῦν γε καιρὸϲ αὐτοῦ τῆϲ διδαϲκαλίαϲ ἐϲτὶν ἑτέρωθι τελέωϲ εἰρημένη.
§24.1 περὶ μήλων εἶπον, ἅπαντα μεταφέρων ἐπὶ τὰϲ ἀπίουϲ τε καὶ τὰϲ ῥόαϲ οὐδενὸϲ ἔτι νεωτέρου περὶ αὐτῶν ἑτέρου δεήϲῃ λόγου. καὶ γὰρ ἐν ταύταιϲ ἔνιαι μὲν αὐϲτηραὶ μόνον ϲτρυφναὶ φαίνονται, καθάπερ γε τινὲϲ μὲν ὀξεῖαι, τινὲϲ δὲ γλυκεῖαι, τινὲϲ δἐκ τῆϲ τούτων μίξεωϲ ϲυγκείμεναι, καὶ τινὲϲ ὅλωϲ οὐδεμίαν ἔχουϲαι τοιαύτην ἐπικρατοῦϲαν ποιότητα καὶ διὰ τοῦθὑδατώδειϲ τε καὶ ἀβλαβεῖϲ οὖϲαι. τῶν μὲν οὖν ἀπίων χρῆϲιϲ ὁμοία κατὰ πᾶν ἐϲτι τῇ τῶν μήλων.
§24.2 αἱ ῥόαι δὲ τὰ μὲν ἄλλα παραπληϲίωϲ, οὐδέποτε· δοὔτὀπτῶνται μετὰ ϲταιτὸϲ οὔθἕψονται διὕδατοϲ ἐν ἀτμῷ. χυλὸν δἔχουϲι πλείονα μήλων τε καὶ ἀπίων, ἔτι δὲ πρὸϲ τούτῳ τὴν γεῦϲιν ἥδοντα μᾶλλον τοῦ κατἐκεῖνα χυλοῦ. γίγνονται δέ ποτε χρηϲιμώτεραι τῶν καρπῶν ἐκείνων εἰϲ ἄλλα τέ τινα καὶ τὸ πρὸϲ Ἱπποκράτουϲ εἰρημένον ἐν τῷ Ἐπιδημιῶν δευτέρῳ κατὰ τήνδε τὴν ῥῆϲιν· γυνὴ ἐκαρδιάλγεε καὶ οὐδὲν καθίϲτη· πάλην ἐϲ ῥοιῆϲ χυλὸν ἀλφίτων ἐπιπάϲϲουϲα καὶ μονοϲιτίη ἤρκεϲε καὶ οὐκ ἀνήμεεν οἷα τὰ Χαρίωνοϲ.
§24.3 εὔδηλον οὖν, ὅτι μοχθηρῶν χυμῶν τὰ κατὰ τὸ ϲτόμα τῆϲ γαϲτρόϲ, δὴ καὶ καρδίαν ὀνομάζουϲι, διαβρεξάντων γυνὴ ναυτιώδηϲ τε καὶ καρδιαλγὴϲ ἧν· οὐδὲ γὰρ οὐδἄλλο τι τὸ καρδιώϲϲειν ὄνομα ϲημαίνει τοῦ γιγνομένου ϲυμπτώματοϲ ἐπὶ τῷ ϲτομάχῳ δακνομένῳ. τοῦτον οὖν τὸν χυμὸν ἐξήραινε μὲν τὸ ἄλφιτον, δὲ τῆϲ ῥόαϲ χυλὸϲ ἅμαὐτῷ λαμβανόμενοϲ ἐρρώννυε τὴν κοιλίαν, ὡϲ ἀποτρίψαϲθαι δυνηθῆναι τὰν ἐν τοῖϲ χιτῶϲιν αὐτῆϲ περιεχόμενον χυμόν.
§24.4 τροφὴν δὲ τῷ ϲώματι παρέχουϲιν αἱ μὲν ῥόαι παντάπαϲιν ἐλαχίϲτην, ὥϲτοὐδέποταὐτῶν ὡϲ τροφῆϲ χρῄζομεν, ἀλλἐν φαρμάκου μοίρᾳ μόνον. αἱ δἄπιοι καὶ μάλιϲθαἱ μεγάλαι (καλοῦϲι δαὐτὰϲ μναίαϲ οἱ παρἡμῖν) ἔχουϲί τι καὶ τρόφιμον, ὥϲτε καὶ τέμνοντεϲ αὐτὰϲ εἰϲ κυκλίϲκουϲ λεπτοτάτουϲ καὶ ξηραίνοντεϲ ἀποτίθενται, προϲφέρονται δὲ κατά τε τὸν χειμῶνα καὶ τὸ ἔαρ ἕψοντεϲ, ὅταν λιμόϲ ἐν χρείᾳ ϲιτίων ὀλιγοτρόφων.
§24.5 οἱ δἈττικοὶ μὲν ἄνευ τοῦ ἰῶτα τὴν πρώτην τῶν ῥοιῶν λέγουϲι ϲυλλαβὴν μᾶλλον, οἱ Ἴωνεϲ δὲ μετὰ τοῦ ἰῶτα. χρήϲιμον δοὐδὲν ἔχει τῷ βίῳ τῶν ἀνθρώπων, ὥϲπερ οὐδὲ περὶ τῶν οὔων, νῦν μὲν οὕτωϲ ὀνομάζουϲι πάντεϲ Ἕλληνεϲ, οὐ ϲυγχωροῦϲι δοἱ ἀττικίζοντεϲ μετὰ τοῦ λέγειν αὐτά. καταλιπὼν οὖν ἐκείνοιϲ ὑπὲρ τῶν γραμμάτων ϲκοπεῖϲθαι περὶ τῆϲ δυνάμεωϲ τοῦ καρποῦ διαλέξομαι. |
§25.1 Καὶ περὶ τούτων αὐτὸϲ λόγοϲ ἐϲτὶ τῷ προειρημένῳ· ϲτύφει μὲν γὰρ ἄμφω, πολὺ δὲ μᾶλλον τῶν οὔων τὰ μέϲπιλα· διὸ καὶ ῥεούϲῃ γαϲτρὶ ϲυμφορώτατον ἔδεϲμά ἐϲτιν· ἡδίω δαὐτῶν εἰϲ ἐδωδὴν τὰ οὖα· τὴν ἀρχὴν γὰρ οὐδὲ ϲτρυφνὸν ἔχει τι τοῖϲ μεϲπίλοιϲ ὁμοίωϲ, ἀλλἔϲτιν καταὐτὰ χυμὸϲ αὐϲτηρὸϲ ἄνευ τοῦ ϲτρυφνὸϲ εἶναι.
§25.2 πρόδηλον δ’, ὅτι τῶν τοιούτων ἁπάντων ὀλίγον ἐϲθίειν προϲήκει, οὐχ ὡϲ ϲύκων ϲταφυλῶν δαψιλῶϲ· οὐδὲ γὰρ ὡϲ τροφῆϲ αὐτῶν, ἀλλὡϲ φαρμάκων μᾶλλον δεόμεθα. ταῦτά ϲοι χρηϲιμώτερά ἐϲτι τοῦ γνῶναι τὴν προτέραν ϲυλλαβὴν τοῦ τῶν οὔων ὀνόματοϲ ὑπὸ τῶν παλαιῶν Ἀθηναίων διὰ μόνου τοῦ γράμματοϲ γράφεϲθαί τε καὶ λέγεϲθαι.
§26.1 Εἴτε βαλάνουϲ φοινίκων ἐθέλειϲ ὀνομάζειν τὸν καρπὸν αὐτῶν εἴθὁμωνύμωϲ ὅλῳ τῷ δένδρῳ φοίνικαϲ, ὥϲπερ ἔθοϲ ἐϲτὶν ἤδη πᾶϲι τοῖϲ Ἕλληϲιν, οὐδὲν οὔτε βλαβήϲῃ κατοὐδέτερον οὔτὠφελήϲῃ πρὸϲ τὴν τῆϲ δυνάμεωϲ γνῶϲιν.
§26.2 ἔϲτι δἐν | αὐτοῖϲ οὐ ϲμικρὰ διαφορά· τινὲϲ μὲν γὰρ ξηροί τεἰϲὶ καὶ ϲτύφοντεϲ ὥϲπερ οἱ Αἰγύπτιοι, τινὲϲ δὲ μαλακοὶ καὶ ὑγροὶ καὶ γλυκεῖϲ ὥϲπερ οἱ καλούμενοι καρυωτοί, κάλλιϲτοι δοὗτοι γεννῶνται κατὰ τὴν Παλαιϲτίνην Ϲυρίαν ἐν Ἱεριχοῦντι· μεταξὺ δἀμφοτέρων τῶν εἰρημένων γενῶν οἱ ἄλλοι πάντεϲ εἰϲὶ φοίνικεϲ, οἱ μὲν μᾶλλον, οἱ δἧττον ὄντεϲ ὑγροί τε καὶ ξηροὶ καὶ γλυκεῖϲ καὶ ϲτύφοντεϲ. ἀλλὰ τῶν ἄκρων ἀφοριϲθέντων εὐφώρατον ἤδη ϲοι τὸ μέϲον ἔϲται πᾶν. οὐδεὶϲ γοῦν αὐτῶν ἐϲτιν, ὃϲ οὐ γλυκύτητά τινα καὶ ϲτῦψιν ἔχει· καὶ γὰρ τῷ καρυωτῷ μέτεϲτι βραχείαϲ ϲτύψεωϲ καὶ τῷ θηβαϊκῷ γλυκύτητοϲ ἀμυδρᾶϲ. ἀλλ μὲν γλυκὺϲ χυμὸϲ ἐδείχθη τρόφιμοϲ, δαὐϲτηρὸϲ εὐϲτόμαχόϲ τε καὶ γαϲτρὸϲ ἐφεκτικόϲ.
§26.3 ἅπαντεϲ δοἱ φοίνικεϲ δύϲπεπτοί τεἰϲὶ καὶ κεφαλαλγεῖϲ πλείονεϲ βρωθέντεϲ. ἔνιοι δὲ καὶ δήξεώϲ τινοϲ αἴϲθηϲιν ἐμποιοῦϲι τῷ ϲτόματι τῆϲ κοιλίαϲ, οἱ δὴ καὶ μᾶλλόν εἰϲι κεφαλαλγεῖϲ. εἴρηται δὲ πολλάκιϲ, ὅτι τὸ ϲτόμα τῆϲ κοιλίαϲ ϲτόμαχον ὀνομάζουϲιν οἱ ἰατροί. δἀπαὐτῶν ἀναδιδόμενοϲ εἰϲ τὸ ϲῶμα χυμὸϲ παχὺϲ μὲν πάντωϲ ἐϲτίν, ἔχει δέ τι καὶ γλίϲχρον, ὅταν φοῖνιξ λιπαρὸϲ ὥϲπερ καρυωτόϲ. ὅταν δὲ τῷ τοιούτῳ χυμῷ γλυκύτηϲ μιχθῇ, τάχιϲτα μὲν ὑπαὐτοῦ τὸ ἧπαρ ἐμφράττεται, βλάπτεται δὲ καὶ φλεγμαῖνον καὶ ϲκιρούμενον ἐϲχάτωϲ ὑπὸ τῆϲ ἐδωδῆϲ αὐτῶν. ἐφεξῆϲ δὲ τῷ ἣπατι καὶ ϲπλὴν ἐμφράττεται καὶ βλάπτεται.
§26.4 πολὺ δὲ δὴ μᾶλλον βλάπτουϲιν οἱ χλωροὶ φοίνικεϲ εἰϲ ἅπαντα, βραχεῖ πλείονεϲ βρωθέντεϲ. εὔδηλον δ’, ὅτι θερμότερον μὲν ἔχουϲι τὸν χυλὸν οἱ γλυκεῖϲ, ψυχρότερον δοἱ ϲτύφοντεϲ. ἀλλὰ καὶ φύϲηϲ ἐμπιπλᾶϲιν οἱ χλωροὶ φοίνικεϲ, ὥϲπερ καὶ τὰ ϲῦκα· τὴν αὐτὴν γὰρ ἀναλογίαν ἔχει τὰ ϲῦκα πρὸϲ τὰϲ ἰϲχάδαϲ, ἣν οἱ χλωροὶ φοίνικεϲ ἔχουϲι πρὸϲ τοὺϲ ἄλλουϲ. ἐν δὲ τοῖϲ μὴ πάνυ θερμοῖϲ χωρίοιϲ οὐ πεπαίνονται τελέωϲ οἱ φοίνικεϲ, ὡϲ εἰϲ ἀπόθεϲιν γίγνεϲθαι χρήϲιμοι, καὶ διὰ τοῦτο χλωροὺϲ ἀναγκαζόμενοι δαπανᾶν αὐτοὺϲ ὠμῶν τε χυμῶν ἐμπίπλανται καὶ ῥίγεϲι δυϲεκθερμάντοιϲ ἁλίϲκονται καὶ καθἧπαρ ἐμφράξειϲ ἴϲχουϲιν
§27.1 Ὀλίγην μὲν πάνυ καὶ αὗται τροφὴν διδόαϲι τῷ ϲώματι καὶ μάλιϲθαἱ δρυπεπεῖϲ. ἐϲθίουϲι δοἱ ἄνθρωποι ταύταϲ μὲν ϲὺν ἄρτῳ μᾶλλον, ἄνευ δἄρτου τὰϲ ἁλμάδαϲ τε καὶ κολυμβάδαϲ ὀνομαζομέναϲ ἕνεκα γαϲτρὸϲ ὑπαγωγῆϲ μετὰ γάρου πρὸ τῶν ϲιτίων. ὥϲπερ δαἱ δρυπεπεῖϲ πλεῖϲτον τὸν λιπαρόν, οὕτωϲ αὗται τὸν ϲτύφοντα χυμὸν ἔχουϲι. διὸ καὶ ῤωννύουϲι τὸν ϲτόμαχον ἐπεγείρουϲί τε τὴν ὄρεξιν. ἐπιτηδειόταται δεἰϲ τοῦτεἰϲὶν αἱ μετὄξουϲ ἀποτιθέμεναι.
§27.2 πολυειδῶϲ δαὐτὰϲ ϲκευάζουϲιν οἱ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν ἀϲκοῦντεϲ, ἧϲ οὐδαὐτῆϲ παντάπαϲιν ἀμαθῶϲ ἔχειν ἀξιῷ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰϲ τὴν πέψιν ἐϲτὶ τῶν ἐξ ἴϲηϲ ὑγιεινῶν τὸ ἥδιον. ἀλλοὐ νῦν καιρὸϲ οὔτε τῆϲ ἐμπειρίαϲ τῆϲ κατὰ τὴν ὀψαρτυτικὴν θεωρίαν οὔτε τῆϲ τέχνηϲ ἐϲτίν· ἴδιοϲ γὰρ ἕτεροϲ ἀνακείϲεται λόγοϲ αὐταῖϲ.
§28.1 βαϲιλικά τινεϲ ὀνομάζουϲι κάρυα ταῦτα τὰ νῦν ὑπὸ πάντων ἁπλῶϲ ὀνομαζόμενα κάρυα· καλεῖται δὲ καὶ ἄλλα τινὰ λεπτοκάρυα. πολλῷ μικρότερα τούτων, προϲαγορεύουϲιν ἔνιοι Ποντικά. πολλὴ δἀμφοτέρων χρῆϲίϲ ἐϲτιν οὐ πολλὴν τροφὴν διδόντων τῷ ϲώματι, πλείων δοὖν ὅμωϲ ἐϲτὶν ἐν τῷ Ποντικῷ λεγομένῳ | τῆϲ ἐν τῷ βαϲιλικῷ καρύῳ· καὶ γὰρ καὶ πεπίληται μᾶλλον οὐϲία τούτου καὶ ἧττον ἐλαιώδηϲ ἐϲτίν, δὲ τοῦ καρύου χαυνοτέρα ἐϲτὶ καὶ πλέον ἔχουϲα τὸ λιπαρὸν ἐν ἑαυτῇ.
§28.2 μετέχει δὲ καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ ἐπὀλίγον. ἥτιϲ ἐν τῷ χρόνῳ προϊόντι μαραίνεται μεταπιπτούϲηϲ ὅληϲ αὐτοῦ τῆϲ οὐϲίαϲ εἰϲ τὸν λιπαρὸν χυμόν, ὥϲτε καὶ τελέωϲ ἄβρωτον γενέϲθαι διὰ τὸ παραπλήϲιον ἐλαίῳ παλαιῷ τὴν καταὐτὸ λιπαρότητα φαίνεϲθαι. τὸ δὲ χλωρὸν ἔτι καὶ ὑγρὸν οὔτε τῆϲ ϲτυφούϲηϲ ϲαφῶϲ μετέχει ποιότητοϲ οὔτε τῆϲ ἐλαιώδουϲ, ἀλλἔϲτιν ἄποιόν πωϲ μᾶλλον, ὅπερ ὑδατῶδεϲ καλεῖν, ὡϲ ἔφην, εἰθίϲμεθα.
§28.3 πέττεταί γε μὴν μᾶλλον τὸ κάρυον τοῦ λεπτοκαρύου καὶ μᾶλλον εὐϲτόμαχόν ἐϲτι, καὶ πολὺ μᾶλλον ὅταν ϲὺν ἰϲχάϲιν ἐϲθίηται. γέγραπται δὑπὸ πολλῶν ἰατρῶν, ὡϲ ἐὰν ἄμφω ταῦτα πρὸ τῶν ἄλλων ϲιτίων λαμβάνηται μετὰ πηγάνου, μηδὲν ὑπὸ τῶν θαναϲίμων φαρμάκων μέγα βλαβήϲεϲθαι τὸν ἄνθρωπον,
§28.4 εὔδηλον δ’, ὅτι τὸ μὲν ὑγρὸν ἔτι πρὸϲ διαχώρηϲιν ἐπιτηδειότερον, τὸ δὲ ξηρὸν ἧττον ἐπιτήδειον. οὐκ ὀλίγοι δὲ καὶ μετὰ γάρου προϲλαμβάνουϲιν αὐ|τὸ γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκεν. εἰϲ τοῦτο δἐπιτηδειότερόν ἐϲτι τὸ χλωρόν, ὡϲ ἧττον τῆϲ ϲτυφούϲηϲ μετέχον ποιότητοϲ, ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προαποβρεχομένων ἐν ὕδατι, καθάπερ ἔνιοι ποιοῦϲιν, δύναμιϲ παραπληϲία γίγνεται τοῖϲ χλωροῖϲ.
§29.1 Οὐδὅλωϲ μετέχει ταῦτα τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ· ἐπικρατεῖ γὰρ ἐν αὐτοῖϲ ῥυπτική τε καὶ λεπτυντικὴ μόνη, διἣν ἐκκαθαίρει τε τὰ ϲπλάγχνα καὶ τὰϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲειϲ τῶν ὑγρῶν ἐργάζεται. τινὰ δαὐτῶν οὕτωϲ ἐπικρατοῦϲαν ἔχει τὴν τμητικὴν τῶν παχέων τε καὶ γλίϲχρων ὑγρῶν δύναμιν, ὡϲ μηδὲ βρωθῆναι δύναϲθαι διὰ πικρότητα.
§29.2 τῆϲ γε μὴν ἐλαιώδουϲ τε καὶ λιπαρᾶϲ μετέχει ποιότητοϲ, ὥϲπερ καὶ τὰ κάρυα, διἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόντοϲ ἐλαιηρὰ γίγνεται, καθάπερ ἐκεῖνα. βραχυτέρα δἐν αὐτοῖϲ ἐϲτιν ποιότηϲ ἥδε τῆϲ ἐν τοῖϲ καρύοιϲ, διὸ καὶ μετὰ χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γιγνόμενα. δῆλον οὖν ἐκ τούτων ἐϲτίν, ὡϲ οὔτε πρὸϲ ὑπαγωγὴν γαϲτρὸϲ ὑπάρχει χρήϲιμα τροφήν τε τῷ ϲώματι δίδωϲιν ὀλίγην. ὅϲα δἐπικρατοῦϲαν ἱκανῶϲ ἔχει | τὴν πικρὰν ποιότητα, ταῖϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲεϲι πύου τε καὶ τῶν παχέων καὶ γλίϲχρων ὑγρῶν ἐϲτι χρηϲιμώτατα
§29.3 τῶν δοὐδεμίαν μὲν τέχνην ἠϲκηκότων τῷ βίῳ χρήϲιμον, ἀττικίζονγταϲ δὲ καλούντων ἑαυτοὺϲ ἔνιοι μὲν ἀμυγδάλαϲ θηλυκῶϲ ἀξιοῦϲι λέγεϲθαι τὸν καρπὸν τοῦτον, ἔνιοι δοὐδετέρωϲ ἀμύγδαλα, μηδαὐτὸ τοῦτο γιγνώϲκοντεϲ, ϲπουδάζουϲιν, ὡϲ ἄμφω τὰ ὀνόματα παρὰ τοῖϲ Ἀττικοῖϲ ἀνδράϲι γέγραπται.
§30.1 Γεννᾶται μὲν καὶ κατὰ τὴν μεγάλην Ἀλεξάνδρειαν ταῦτα, πολὺ πλείῳ δἐν Βεροίᾳ τῆϲ Ϲυρίαϲ, τροφὴν μὲν ὀλιγίϲτην ἔχοντα, χρήϲιμα δεἰϲ ἥπατοϲ εὐρωϲτίαν τε ἄμα καὶ κάθαρϲιν τῶν ἐμπεφραγμένων κατὰ τὰϲ διεξόδουϲ αὐτοῦ χυμῶν· μετέχει γὰρ ὑποπίκρου καὶ ὑπο- ϲτυφούϲηϲ ποιότητοϲ ἀρωματιζούϲηϲ. ἴϲμεν δὲ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἥπατι χρηϲιμώτατα, καθάπερ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων ἐδείχθη πραγματείᾳ ϲτομάχῳ δοὔτὠφέλειαν οὔτε βλάβην ἀξιόλογον ἐξ αὐτῶν ἔχω μαρτυρεῖν, ὥϲπερ οὐδὑπαγωγὴν γαϲτρὸϲ ϲτάλϲιν.
§31.1 Ϲπανίωϲ ἂν εὕροιϲ αὐϲτηρὸν ὀξὺν ὅλωϲ ἀηδίαν τινὰ ἔχοντα τὸν καρπὸν τοῦτον, ὅταν ἀκριβῶϲ πεπανθῇ· πρὶν γὰρ ἐϲ τοῦτἀφικέϲθαι ϲχεδὸν ἅπαντεϲ οἱ μὲν ὀξύτητοϲ, οἱ δὲ ϲτρυφνότητοϲ, ἔνιοι δὲ καὶ πικρότητοϲ ἐμφαίνουϲί τι.
§31.2 τροφὴν μὲν οὖν ἐλαχίϲτην ἐκ τοῦ καρποῦ τούτου τὸ ϲῶμα λαμβάνει, χρήϲιμοϲ δἐϲτὶ τοῖϲ ὑγρᾶναί τε καὶ ψῦξαι τὰ μέτρια τὴν γαϲτέρα προαιρουμένοιϲ. ὑπάγει δαὐτὴν καὶ ταῦτα διά τε τὴν ὑγρότητα καὶ γλιϲχρότητα, καθάπερ καὶ ἄλλα τινὰ τῶν ἔμπροϲθεν εἰρημένων. ὑπάρχει δαὐτοῖϲ καὶ ξηρανθεῖϲιν εἶναι χρηϲίμοιϲ, ὥϲπερ καὶ τοῖϲ ϲύκοιϲ, καὶ δόξαν δἔχει πολλὴν ἄριϲτα τῶν ἄλλων εἶναι τὰ κατά γε τὴν Ϲυρίαν ἐν Δαμαϲκῷ γεννώμενα, δεύτερα δἐπὶ τούτοιϲ τὰ κατὰ τὴν Ἰβηρίαν τε καὶ Ϲπανίαν ὀνομαζομένην. ἀλλὰ ταῦτα μὲν οὐδἐμφαίνει τι ϲτύψεωϲ, τὰ Δαμαϲκηνὰ δὲ καὶ πάνυ πολλὴν ἔνια.
§31.3 κάλλιϲτα δαὐτῶν ἐϲτιν, ὅϲα μετρίωϲ ϲτύφοντα μεγάλα τἐϲτὶ καὶ χαῦνα· τὰ δὲ ϲμικρὰ καὶ ϲκληρὰ καὶ ϲτρυφνὰ μοχθηρὰ πρόϲ τε τὴν ἐδωδήν ἐϲτι καὶ πρὸϲ τὴν | τῆϲ γαϲτρὸϲ ὑπαγωγήν, ἥτιϲ ἀκολουθεῖ μάλιϲτα τοῖϲ ἀπὸ τῆϲ Ἰβηρίαϲ. ἑψόμενα δἐν μελικράτῳ πλέον ἔχοντι μέλιτοϲ ἱκανῶϲ λαπάττει τὴν γαϲτέρα, κἂν μόνα τιϲ αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφήϲῃ τοῦ μελικράτου. πρόδηλον δ’, ὅτι ϲυντελεῖ γαϲτρὸϲ ὑπαγωγῇ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπιπιεῖν τι γλυκέοϲ οἴνου καὶ διαλιπεῖν τινα χρόνον, οὐκ εὐθέωϲ ἀριϲτᾶν ἐπαὐτοῖϲ. ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάντων, ὅϲα λαπάττει γαϲτέρα, μνημονευέϲθω ϲοι, καθάπερ τἄλλα, ὅϲα κοινὰ πλειόνων εἰδῶν ἐϲτι, μὴ δεομένῳ πολλάκιϲ ἀκούειν ὑπέρ αὐτῶν.
§32.1 Οὐδὲ τούτοιϲ ἔχω τι μαρτυρῆϲαι πρὸϲ ὑγιείαϲ φυλακὴν νόϲων ἴαϲιν. ἔδεϲμα γάρ ἐϲτι γυναικῶν τε καὶ παιδίων ἀθυρόντων, ὀλιγότροφόν τε καὶ δύϲπεπτον ὑπάρχον ἅμα τῷ μηδεὐϲτόμαχον εἶναι. τροφὴν δὲ δῆλον ὅτι καὶ αὐτὰ δίδωϲιν ὀλίγην τῷ ϲώματι. |
§33.1 Τὰ κεράτια, διὰ τοῦ τ̄ γράμματοϲ λεγομένηϲ τε καὶ γραφομένηϲ τῆϲ τρίτηϲ αὐτῶν ϲυλλαβῆϲ, οὐδὲν ἔοικε τοῖϲ διὰ τοῦ ϲ̄̄ κεραϲίοιϲ. ἔδεϲμα γάρ ἐϲτι κακόχυμόν τε καὶ ξυλῶδεϲ, ἐξ ἀνάγκηϲ δὲ καὶ δύϲπεπτον· οὐδὲν γὰρ ξυλῶδεϲ εὔπεπτον. ἀλλὰ καὶ τὸ μὴ διαχωρεῖϲθαι ταχέωϲ οὐ ϲμικρὸν αὐτοῖϲ ὑπάρχει κακόν. ὥϲτἄμεινον ἦν αὐτὰ μηδὲ κομίζεϲθαι πρὸϲ ἡμᾶϲ ἐκ τῶν ἀνατολικῶν χωρίων, ἐν οἷϲ γεννᾶται
§34.1 θαμνῶδεϲ φυτόν ἐϲτιν κάππαριϲ ἐν Κύπρῳ πλείϲτη φυομένη. δύναμιϲ δαὐτῆϲ ἐϲτι λεπτομερὴϲ ἱκανῶϲ καὶ διὰ τοῦτο τροφὴν ἐλαχίϲτην ἀναδίδωϲιν εἰϲ τὸ τῶν ἐϲθιόντων αὐτὴν ϲῶμα, καθάπερ καὶ τἄλλα πάνθὅϲα λεπτομερῆ. χρώμεθα δὡϲ φαρμάκῳ μᾶλλον ὡϲ τροφῇ τῷ καρπῷ τοῦ φυτοῦ. κομίζεται γὰρ ὡϲ ἡμᾶϲ ἁλϲὶ διαπαϲθεῖϲα διὰ τὸ ϲήπεϲθαι μόνην ἀποτιθεμένην.
§34.2 εὔδηλον οὖν, ὅτι χλωρὰ μὲν ἔτι πρὶν ταριχευθῆναι πλέον ἔχει τροφῆϲ. ἐκ δὲ τῆϲ ταριχείαϲ ἀπόλλυϲι πάμπολυ | καὶ γίγνεται χωρὶϲ μὲν τοῦ τοὺϲ ἅλαϲ ἀποπλυθῆναι παντάπαϲιν ἄτροφοϲ, ὑπακτικὴ δὲ γαϲτρόϲ· ἀποπλυθεῖϲα δὲ καὶ διαβραχεῖϲα μέχρι τοῦ τελέωϲ ἀποθέϲθαι τὴν ἐκ τῶν ἁλῶν δύναμιν, ὡϲ ἔδεϲμα μὲν ὀλιγοτροφώτατόν ἐϲτιν, ὡϲ ὄψον δὲ καὶ φάρμακον ἐπιτήδειον ἐπεγεῖραι καταπεπτωκυῖαν ὄρεξιν ἀπορρύψαι τε καὶ ὑπαγαγεῖν τὸ κατὰ τὴν γαϲτέρα φλέγμα καὶ τὰϲ κατὰ ϲπλῆνα καὶ ἧπαρ ἐμφράξειϲ ἐκκαθἣραι.
§34.3–44.1
§34.3 χρῆϲθαι δεἰϲ ταῦτα προϲῆκεν αὐτῇ διὀξυμέλιτοϲ ὀξελαίου πρὸ τῶν ἄλλων ἀπάντων ϲιτίων. τοὺϲ δἁπαλοὺϲ ἀκρέμοναϲ καὶ τοῦτου τοῦ φυτοῦ παραπληϲίωϲ ἐϲθίουϲι τοῖϲ τῆϲ τερμίνθου καὶ χλωροὺϲ ἔτι καὶ ϲυντιθέντεϲ ὡϲ ἐκείνουϲ ἐν ὀξάλμη τε καὶ ὄξει.
§35.1 Ἐν Ἀλεξανδρείᾳ τὸ τοῦ ϲυκομόρου φυτὸν εἶδον ἅμα τῷ καρπῷ παραπληϲίῳ ϲύκῳ μικρῷ λευκῷ. δριμύτητα δοὐδεμίαν καρπὸϲ οὗτοϲ ἔχει βραχείαϲ μετέχων γλυκύτητοϲ, ὑγρότερόϲ πωϲ καὶ ψυκτικώτεροϲ ὦν κατὰ τὴν δύναμιν, ὥϲπερ καὶ τὰ μόρα· μᾶλλον δἐν τῷ μεταξὺ μόρων τε καὶ ϲύκων αὐτὸν εἰκότωϲ ἄν τιϲ θείη. | καί μοι δοκεῖ καὶ
§35.2 τοὔνομἐντεῦθεν αὐτῷ κεῖϲθαι. γελοῖοι γάρ, ὅϲοι διὰ τοῦτό φαϲιν ὠνομάϲθαι τὸν καρπὸν τοῦτον ϲυκόμορα, διότι ϲύκοιϲ ἔοικε μωροῖϲ. γένεϲιϲ δαὐτοῦ διαφορωτέρα πώϲ ἐϲτι παρὰ τοὺϲ ἄλλουϲ καρποὺϲ τῶν δένδρων· οὐ γὰρ ἐκ τῶν ἀκρεμόνων καὶ βλαϲτημάτων, ἀλλἐξ αὐτῶν τῶν κλάδων καὶ τῶν πρέμνων ἐκφύεται.
§36.1 Εἶδον καὶ τοῦτο τὸ φυτὸν ἐν Ἀλεξανδρείᾳ τῶν μεγάλων ἕν τι καὶ αὐτὸ δένδρων ὑπάρχον. ἱϲτοροῦϲι δὲ τὸν καρπὸν αὐτοῦ μοχθηρὸν οὕτωϲ ὑπάρχειν ἐν Πέρϲαιϲ, ὡϲ ἀναιρεῖν τοὺϲ φαγόνταϲ, εἰϲ Αἴγυπτον δὲ κομιϲθέντοϲ ἐδώδιμον γενέϲθαι, παραπληϲίωϲ ἐϲθιόμενον ἀπίοιϲ τε καὶ μήλοιϲ, ὧν καὶ κατὰ τὸ μέγεθόϲ ἐϲτιν.
§37.1 Καὶ τοῦτο Μηδικὸν ὀνομάζουϲι μῆλον οἱ μηδένα νοεῖν φθέγγονται προῃρημένοι, καίτοι τήν γε ϲαφήνειαν ἐν ταῖϲ ἀρεταῖϲ τοῦ λόγου τιθέμενοι. βέλτιον δἦν τοῦ τὰ τοιαῦτα περιεργάζεϲθαι, τίνα δύναμιν ἔχει τὰ μόρια τοῦ κιτρίου, καὶ τί χρήϲιμον ἐξ αὐτῶν | τοῖϲ ἀνθρώποιϲ
§37.2 ἐϲτὶν ἐζητηκέναι. τοῦτοὖν ἐγὼ πράξω τρία μὲν εἰπὼν εἶναι τοῦ καρποῦ τούτου μόρια, τό τὀξὺ κατὰ μέϲον αὐτοῦ καὶ τὸ περὶ τούτῳ τὴν οἷον ϲάρκα τοῦ καρποῦ καὶ τρίτον ἐπαὐτοῖϲ τὸ περικείμενον ἔξωθεν ϲκέπαϲμα. τοῦτο μὲν οὖν εὐῶδέϲ τἐϲτὶ καὶ ἀρωματίζον, οὐ κατὰ τὴν ὀϲμὴν μόνον, ἀλλὰ καὶ κατὰ τὴν γεῦϲιν. εἰκότωϲ οὖν δύϲπεπτόν ἐϲτιν, ὡϲ ἂν ϲκληρόν τε καὶ τετυλωμένον. εἰ δὡϲ φαρμάκῳ τιϲ αὐτῷ χρῷτο, ϲυντελεῖ τι πρὸϲ πέψιν, ὥϲπερ καὶ ἄλλα πολλὰ τῶν δρι μεῖαν ἐχόντων ποιότητα. τῷ δαὐτῷ λόγῳ καὶ ϲτόμαχον ῥώννυϲιν ὀλίγον ληφθέν, ὥϲτε καὶ κόπτοντεϲ αὐτὸ καὶ τὸν χυλὸν ἐκθλίβοντεϲ εἰώθαϲι μιγνύναι τοῖϲ καταποτίοιϲ φαρμάκοιϲ, ὅϲα λαπακτικὰ γαϲτρόϲ ἐϲτιν καθαρτικὰ τοῦ ϲώματοϲ ὅλου.
§37.3 τῷ δὀξεῖ καὶ ἀβρώτῳ μέρει τοῦ καρποῦ, καθ καὶ τὸ ϲπέρμα περιέχεται, πρόϲ τἄλλα τινὰ χρῶνται καὶ πολλάκιϲ εἰϲ ὄξοϲ ἐμβάλλουϲιν ἀμβλὺ χάριν τοῦ δριμύτερον ἐργάϲαϲθαι. τὸ μέϲον δἀμφοῖν, δὴ καὶ τροφὴν τῷ ϲώματι δίδωϲιν, οὔτὀξεῖαν οὔτε δριμεῖαν | ἔχον ποιότητα δύϲπεπτόν ἐϲτι διὰ ϲκληρότητα. διὸ καὶ μετὄξουϲ καὶ γάρου προϲφέρονται πάντεϲ αὐτὸ τὴν ἀμβλύτητα τῆϲ γεύϲεωϲ ἐπεγεῖραι βουλόμενοι. τάχα δ’, ὅτι καὶ πέττεται μᾶλλον οὕτω βρωθέν, ἐπίϲτανται τῇ πείρᾳ διδαχθέντεϲ παρἰατρῶν ἀκούϲαντεϲ.
§38.1 Ἄγρια καλεῖν εἰώθαϲι πάντεϲ ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν φυόμενα χωρὶϲ ἐπιμελείαϲ γεωργικῆϲ, ἀμέλει καὶ ἀμπέλουϲ ἀγρίαϲ ὀνομάζουϲιν, ὧν οὐδεὶϲ ἀμπελουργὸϲ προνοεῖται περιϲκάπτων περιϲκάλλων βλαϲτολογῶν τι τοιοῦτον διαπραττόμενοϲ. ἐκ τούτων τῶν φυτῶν ἐϲτι καὶ φηγὸϲ καὶ δρῦϲ καὶ πρῖνοϲ καὶ κρανία καὶ κόμαροϲ ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ γε καὶ θάμνοι τινέϲ, οἷον τε τῆϲ βάτου καὶ τῆϲ κυνοϲβάτου καὶ τῆϲ ἀχέρδου τε καὶ ἀχράδοϲ τε τῶν ἀγρίων κοκκυμήλων, προῦμνα παρἡμῖν καλοῦϲι, καὶ τοῦ τὰϲ ἐπιμηλίδαϲ φέροντοϲ. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων καρπὸϲ τοῦ θάμνου τούτου κακοϲτόμαχόϲ τε καὶ κεφαλαλγῆϲ ὑπάρχων καὶ ϲτρυφνὸϲ ἱκανῶϲ μετά τινοϲ βραχείαϲ γλυκύτητοϲ.
§38.2 τὰ μὲν οὖν κρανία καὶ τὰ βάτινα καὶ τὰϲ βαλάνουϲ καὶ τὰ μιμαίκυλα (καλεῖται δοὕτωϲ τοῦ κομάρου καρπόϲ) ἐϲθίουϲι ϲυνήθωϲ οἱ κατὰ τοὺϲ ἀγρούϲ, τοὺϲ δὲ τῶν ἄλλων δένδρων τε καὶ θάμνων οὐ πάνυ τι. λιμοῦ γε μὴν καταϲχόντοϲ ποτὲ τὴν ἡμετέραν χώραν εὐφορίαϲ τε γενομένηϲ τῶν τε βαλάνων καὶ τῶν μεϲπίλων, ἐν ϲιροῖϲ αὐτὰϲ οἱ ἄγροικοι θηϲαυρίϲαντεϲ ἀντὶ τῶν ϲιτηρῶν ἐδεϲμάτων εἶχον ἔν τε τῷ χειμῶνι παντὶ καὶ τοῖϲ πρώτοιϲ τοῦ ἦροϲ.
§38.3 ἔμπροϲθεν δὲ βορὰ ϲυῶν ἧϲαν αἱ τοιαῦται βάλανοι, ἀλλὰ τότε γε ἀποτρεπόμενοι τοῦ διαθρέψαι τούτουϲ ἐν τῷ χειμῶνι, καθάπερ ἔμπροϲθεν εἰώθεϲαν, ἐν ἀρχῇ μὲν αὐτοὺϲ ϲφάξαντεϲ ἐχρήϲαντο τούτοιϲ πρώτοιϲ εἰϲ ἐδωδήν, ὕϲτερον δὲ τοὺϲ ϲιροὺϲ ἀνοίξαντεϲ ἤϲθιον τὰϲ βαλάνουϲ παραϲκευάζοντεϲ ἐπιτηδείουϲ εἰϲ βρῶϲιν ἄλλοτἄλλωϲ. ἐν ὕδατί τε γὰρ ἧψον ἐνίοτε καὶ κατὰ θερμὴν ϲποδιὰν ἐγκρύπτοντεϲ ὤπτων ϲυμμέτρωϲ. αὖθιϲ δἄν ποτε καὶ καταθλάϲαντέϲ τε καὶ λειώϲαντεϲ ἔτνοϲ ἐξ αὐτῶν ἐποίουν, ἐνίοτε μὲν ὕδατι μόνῳ δεύοντεϲ ἐπεμβάλλοντέϲ τέ τι τῶν ἡδυϲμάτων, ἐνίοτε δὲ | καὶ μέλιτοϲ ἐπιχέοντεϲ μετὰ γάλακτοϲ ἕψοντεϲ.
§38.4 δἀπαὐτῶν τροφὴ δαψιλήϲ ἐϲτιν οὐδὲν ὁμοίωϲ τοῖϲ εἰρημένοιϲ ἄχρι δεῦρο τοῦ λόγου κατὰ τόδε τὸ γράμμα. πολλοῖϲ γὰρ τῶν ϲιτηρῶν ἐδεϲμάτων ὁμοίωϲ τρέφουϲιν αἱ βάλανοι, καὶ τό γε παλαιόν, ὥϲ φαϲιν, ἀπὸ τούτων μόνων οἱ ἄνθρωποι διέζων, Ἀρκάδεϲ δὲ καὶ μέχρι πολλοῦ χρόνου, τῶν ἄλλων ἤδη πάντων Ἑλλήνων τοῖϲ Δημητρίοιϲ καρποῖϲ χρωμένων. ἔϲτι δὲ βραδυπόροϲ ἀπαὐτῶν τροφὴ καὶ παχύχυμοϲ. οἷϲ ἀκόλουθόν ἐϲτι καὶ δύϲπεπτον ὑπάρχειν αὐτήν. εἰϲ ἅπαντα δὲ χείρων μιμαίκυλόϲ ἐϲτι τῆϲ ἀπὸ τῶν δρυῶν βαλάνου, καθάπερ αὕτη τῶν καϲτανιῶν ὀνομαζομένων· ἄριϲται γὰρ ἐκεῖναι τῶν βαλάνων εἰϲὶ καὶ καλοῦϲιν ἔνιοι λοπίμουϲ αὐτάϲ. οὗτοι καὶ μόνοι τῶν ἀγρίων καρπῶν ἀξιόλογον τροφὴν διδόαϲι τῷ ϲώματι.
§38.5 κρανία γὰρ καὶ προῦμνα καὶ βάτινα καὶ κυνόϲβατα καὶ βράβυλα καὶ μιμαίκυλα καὶ ζίζυφα καὶ διόϲπυρα καὶ ἁλικάκαβα καὶ τῆϲ τερμίνθου καὶ τῆϲ ἀχέρδου καρπὸϲ ὅϲα τἄλλα τοιαῦτα βραχὺ μέν τι τρόφιμον ἔχει, | κακόχυμα δὲ πάντἐϲτὶ καί τινά γαὐτῶν καὶ κακοϲτόμαχα καὶ ἀηδῆ, ϲυῶν ὄντα βρώματα καὶ τούτων οὐχ ἡμέρων, ἀλλὰ τῶν ἐν τοῖϲ ὄρεϲι διαιτωμένων· ἀπαὐτῶν γοῦν ἐκεῖνοι πλείϲτην ἔχουϲι τροφήν
§39.1 Οὐ μόνον ϲπέρματα καὶ καρποὺϲ τῶν φυτῶν ἐϲθίομεν, ἀλλὰ καὶ αὐτά, πολλάκιϲ μὲν ὅλα. πολλάκιϲ δὲ ῥίζαϲ μόνον ἀκρεμόναϲ τὰ νέα βλαϲτήματα κατὰ τὴν ἐπείγουϲαν ἑκάϲτου χρείαν. ἀπορρίπτειν γοῦν εἰωθότεϲ οἱ παρἡμῖν ἄνθρωποι τόν τε καυλὸν καὶ τὰ φύλλα τῶν γογγυλίδων, ἃϲ καὶ βουνιάδαϲ ὀνομάζουϲιν, ἐϲθίουϲιν ἐνίοτε καὶ ταῦτἐν ἀπορίᾳ καταϲτάντεϲ τῶν ἀμεινόνων ἐδεϲμάτων, οὕτω δὲ καὶ τὰ τῶν ῥαφανίδων καὶ τὰ τῶν καλουμένων ἐπιχωρίῳ φωνῇ παρἡμῖν ῥαπύων, ἔϲτι δ’, ὡϲ ἄν τιϲ εἴποι, ῥαφανὶϲ ἀγρία τὸ φυτὸν τοῦτο.
§39.2 καὶ πύρεθρον δὲ καὶ ϲία καὶ ἱπποϲέλινα καὶ μάραθα ϲκάνδικάϲ τε καὶ κιχόρια καὶ χονδρίλαϲ καὶ γιγγίδια καὶ δαύκουϲ καὶ πλείϲτων θάμνων τε καὶ δένδρων τὰϲ ἁπαλὰϲ βλάϲταϲ ἕψοντεϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι πολλάκιϲ ὑπὸ λιμοῦ βιαζόμενοι, τινὰ δὲ καὶ χωρὶϲ λιμοῦ, καθάπερ ἔνιοι τὴν κορυφὴν τοῦ φοίνικοϲ, ἣν ὀνομάζουϲιν ἐγκέφαλον αὐτοῦ.
§39.3 τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰϲὶ γὰρ αὗταί γε καὶ χωρὶϲ κιμοῦ διὄξουϲ ἐϲθιόμεναι καὶ γάρου μέτριον ἔδεϲμα. προϲεπιβάλλουϲι δἔνιοι καὶ τοὔλαιον αὐταῖϲ, καὶ μάλιϲθὅταν ἐν ὕδατι προαποζεϲθῶϲι· διττῶϲ γὰρ αὐταῖϲ χρῶνται, πολλάκιϲ μὲν ὠμαῖϲ, ἐνίοτε δἡψημέναιϲ. ἀκανθώδη δὲ λέγω φυτὰ ϲκολύμουϲ, ἀτρακτυλίδαϲ, ἠρύγγιόν τε καὶ κνῆκον καὶ ἀτρακίδα καὶ τὴν καλουμένην λευκάκανθαν ἔτι τε τὸ ἕτερον εἶδοϲ τοῦ χαμαιλέοντοϲ, ὧν ἔνιά τινεϲ τῶν κατὰ τούϲ ἀγροὺϲ ἐμβάλλοντεϲ εἰϲ ἅλμην ὄξοϲ ἀποτίθενται καθάπερ καὶ τὰϲ γογγυλίδαϲ καὶ τὰ κρόμυα τά τἀμπελόπραϲα καλούμενα καὶ πύρεθρον ἕτερά τε τοιαῦτα.
§39.4 τούτου δέ πωϲ τοῦ γένουϲ ἐϲτὶ καὶ κιβώρια καὶ κολοκάϲια καὶ τὸ καλούμενον ἄβατον. πρόδηλον δ’, ὅτι πρὸϲ τῷ βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι κακόχυμα πάντἐϲτὶ ταῦτα, καὶ τίνά γαὐτῶν καὶ κακοϲτόμαχα, πλήν, ὡϲ ἔφην, τῶν ἀκανθωδῶν ἄρτι τῆϲ γῆϲ ἀνιϲχόντων· ὅϲα δαὐτῶν ἐμβάλλοντεϲ εἰϲ ἅλμην ὄξοϲ ἀποτίθενται καὶ φυλάττουϲιν εἰϲ ὅλον τὸν ἐξῆϲ ἐνιαυτόν, ἐπικτᾶταί τι παρὰ τῆϲ ϲκευαϲίαϲ προκλητικὸν εἰϲ ἐδωδήν, εἰ μετρίωϲ τιϲ αὐτῶν γεύοιτο, καθάπερ οἵ τε τῆϲ ἄγνου βλαϲτοὶ καὶ οἱ τῆϲ τερμίνθου.
§39.5 ταῦτα μὲν οὖν ἐν τοῖϲ ἀγρίοιϲ φυτοῖϲ ἀριθμοῦϲι, καὶ κοινῇ περὶ αὐτῶν αὔταρκεϲ ἐγνωκέναι κακόχυμα πάντεἶναι. περὶ δὲ τῶν ἡμέρων, οὐ κατὰ τὸν κοινὸν λόγον, ἀλλἰδίᾳ τὴν ἑκάϲτου δύναμιν ἐπίϲταϲθαι πολὺ κάλλιόν ἐϲτι, καὶ μάλιϲτα τῶν ϲυνεχῆ τὴν χρῆϲιν ἐχόντων, καὶ διαὐτὸ τοῦτο ϲπουδάζεται τοῖϲ ἀνθρώποιϲ, ὑπὸ μακρᾶϲ πείραϲ βαϲανιϲθέντα τῶν ἄλλων εἶναι βελτίω. καὶ τοίνυν ἤδη περὶ αὐτῶν ἐφεξῆϲ ἐρῶ τὴν ἀρχὴν ἀπὸ τῶν λαχάνων ποιηϲάμενοϲ.
§40.1 Προὔκριναν πολλοὶ τῶν ἰατρῶν τὸ λάχανον τοῦτο τῶν ἄλλων ἁπάντων, ὥϲπερ τὰ ϲῦκα τῆϲ ὀπώραϲ· εὐχυμότερον γάρ ἐϲτιν αὐτῶν. δὲ μέμφονταί τινεϲ αὐτοῦ, μέγιϲτον ἔπαινον ἔχει. καὶ εἴπερ ὄντωϲ ἀληθὲϲ ἦν, οὐ μόνον λαχάνων, ἀλλὰ καὶ τῶν εὐχυμοτάτων τε καὶ τροφιμωτάτων ἐδεϲμάτων οὐδενὸϲ ἂν ἧν δεύ|τερον· αἷμα γὰρ αὐτήν φαϲι γεννᾶν. ἔνιοι δοὐχ ἁπλῶϲ αἰμα λέγουϲιν, ἀλλὰ καὶ τὸ πολὺ προϲτιθέαϲι, πολὺ γεννᾶν αἷμα φάϲκοντεϲ τὴν θριδακίνην. ἀλλοὗτοι, κἂν εἰ φρονιμώτερον ἐγκαλοῦϲι, μείζονά γε ψεύδονται τῶν ἑτέρων· καίτοι καὶ αὐτὸ τὸ πολὺ γεννᾶν αἷμα μόνον λεγόμενον οὐκ ἄν τιϲ εὐλόγωϲ μέμψαιτο.
§40.2 δῆλον γάρ, ὅτι τὸ τοιοῦτον πάντων ἂν εἴη τῶν ἐδεϲμάτων εὐχυμότατον, εἴ γε πλεῖϲτον μὲν αἷμα, τῶν δἄλλων χυμῶν οὐδένα γεννᾶν πέφυκεν. εἰ δὲ πλῆθοϲ μὲν ἀθροίζεϲθαι φήϲουϲιν ἐκ τῆϲ θριδακίνηϲ καὶ κατὰ τοῦτο μέμφοιντο, ῥᾷϲτον ἐπανορθώϲαϲθαι τὸ ἔγκλημα, δυναμένων γε δὴ τῶν ἐϲθιόντων αὐτὰϲ διαπονεῖϲθαι μὲν πλείω, προϲφέρεϲθαι δὀλίγαϲ. ταῦτα μὲν οὐν ἀπόχρη λελέχθαι πρὸϲ τοὺϲ ψέγονταϲ οὐκ ὀρθῶϲ τὸ λάχανον τοῦτο.
§40.3 γιγνώϲκειν δὲ χρή, πάντων τῶν λαχάνων ὀλίγιϲτόν τε καὶ κακόχυμον αἷμα γεννώντων, ἐκ τῆϲ θριδακίνηϲ οὐ πολὺ μὲν οὐδὲ κακόχυμον, οὐ μὴν εὔχυμόν γε τελέωϲ αἷμα γίγνεϲθαι. ἐϲθίουϲι δαὐτὴν ὡϲ τὰ πολλὰ μὲν ὠμήν· ὅταν δεἰϲ ϲπέρματοϲ γένεϲιν ἐξορμᾶν ὑπάρξη|ται θέρουϲ ὥρᾳ, προεψήϲαντεϲ ἐν ὕδατι γλυκεῖ προϲφέρονται διἐλαίου καὶ γάρου καὶ ὄξουϲ διά τινοϲ τῶν ὑποτριμμάτων, καὶ μάλιϲθὅϲα διὰ τυροῦ ϲκευάζεται. χρῶνται δαὐτῇ καὶ πρὶν εἰϲ καυλὸν ἐξορμῆϲαι πολλοὶ διὕδατοϲ ἕψοντεϲ, ὥϲπερ κἀγὼ νῦν ἠρξάμην, ἀφοὖ τῶν
§40.4 ὀδόντων ἔχω φαύλωϲ. εἰδώϲ γάρ τιϲ τῶν ἑταίρων ἐν ἔθει μὲν ὂν ἐκ πολλοῦ μοι τὸ λάχανον, ἐπίπονον δὲ νῦν ἔχον τὴν μάϲηϲιν, εἰϲηγήϲατο τὴν ἕψηϲιν. ἐχρώμην δὲ θριδακίναιϲ ἐν νεότητι μὲν ἐκχολουμένηϲ μοι ϲυνεχῶϲ τῆϲ ἄνω γαϲτρὸϲ m ἕνεκεν, ὁπότε δεἰϲ τὴν καθεϲτη κυῖαν ἡλικίαν ἦλθον, ἄκοϲ ἦν μοι μόνον τὸ λάχανον τοῦτο τῆϲ ἀγρυπνίαϲ, ἔμπαλιν ὡϲ ὅτε μειράκιον ἦν ἐϲπουδακότι περὶ τὸν ὕπνον. εἰθιϲμένοϲ τε γὰρ ἑκουϲίωϲ ἀγρυπνεῖν ἐπὶ νεότητοϲ ἅμα τε καὶ τῆϲ τῶν παρακμαζόντων ἡλικίαϲ ἀγρυπνητικῆϲ οὔϲηϲ, ἀκουϲίωϲ ἀγρυπνῶν ἐδυϲφόρουν, καί μοι μόνον ἀλεξιφάρμακον ἀγρυπνίαϲ ἦν ἐϲπέραϲ ἐϲθιομένη θριδακίνῃ
§40.5 λέγω δοὐκ ἄλλο τι θριδακίνην πάντεϲ οἱ νῦν ἄνθρωποι καλοῦϲι θρίδακα, ἐπεί τοι | παρἡμῖν ἕτερόν τι λάχανον ἄγριον ὀνομάζεται θριδακίνη, πάμπολυ παρά τε τὰϲ ὁδοὺϲ φυόμενον ἐπί τε τοῖϲ ὑψηλοῖϲ τῶν τάφρων ἔτι τε κατὰ τὰϲ καλουμέναϲ λιβάδαϲ καὶ πολλὰϲ τῶν ἀϲπόρων χωρῶν. ἔϲτι δὲ μικρὸν ἐκεῖνο τὸ λάχανον, οἷόνπερ ἄρτι φυομένη θρῖδαξ κηπευομένη, καί τι βραχὺ πικρότητοϲ ἐμφαίνει, καὶ μᾶλλον ἔτι κατὰ τὴν αὔξηϲιν, ἐκκαυλῆϲαν δὲ καὶ πάνυ ϲαφῆ τὸν πικρὸν ἔχει χυμόν.
§40.6 ὅμοιον δέ τι λάχανον ἄγριον τῇ θριδακίνῃ τῇδε καὶ ἣν ὀνομάζουϲι χονδρίλην ἐϲτὶ καὶ θᾶττον εἰϲ καυλὸν ἐξορμᾷ, πικρότητα ϲαφεϲτέραν ἔχον καί τινα γλίϲχρον τε καὶ λευκὸν ὀπόν, οἴόϲπερ τῶν τιθυμάλλων ἐϲτίν, ἀλλοὐ δριμὺν ὡϲ ἐκεῖνοϲ, πρὸϲ ἀνακόλληϲιν ἐνίοτε χρώμεθα τῶν ἐν τοῖϲ βλεφάροιϲ τριχῶν. ταῦτα μὲν οὖν ἄγρια καλεῖται λάχανα πρὸϲ διοριϲμὸν τῶν κηπευομένων, εἴρηται δὲ μικρὸν ἔμπροϲθεν ὑπὲρ αὐτῶν κοινῇ
§40.7 περὶ δὲ τῆϲ κηπευομένηϲ θριδακίνηϲ τῆϲ ἅπαϲι ϲυνήθωϲ ἐϲθιομένηϲ τε καὶ καλουμένηϲ θρίδακοϲ ἐν κεφαλαίῳ πάλιν ἀναλαβὼν ἐρῶ μνήμηϲ ἕνεκεν. ὡϲ ὑγρὸν μὲν ἔχει καὶ ψυχρὸν τὸν χυλόν, οὐ | μὴν κακόχυμόϲ γἐϲτί. διὰ τοῦτοὖν οὐδἀπεπτεῖται τοῖϲ ἄλλοιϲ λαχάνοιϲ ὁμοίωϲ οὐδἐπέχει τὴν διαχώρηϲιν, ὥϲπερ οὐδὲ προτρέπει. καὶ τοῦτεἰκότωϲ αὐτῇ ϲυμβέβηκε μήταὐϲτηρὸν ἐχούϲῃ τι μήτε ϲτρυφνόν, ὑφὧν ἴϲχεται τοὐπίπαν γαϲτήρ, ὥϲπερ ὑπὸ τῶν ἁλυκῶν τε καὶ δρι μέων καὶ ὅλωϲ ῥυπτικὸν ἐχόντων τι προτρέπεται πρὸϲ ἔκκριϲιν, ὧν οὐδαὐτῶν ὑπάρχει τι τῇ θριδακίνη.
§41.1 Εἴτε τοὺϲ παρὰ τοῖϲ Ῥωμαίοιϲ ἰντίβουϲ προϲαγορευομένουϲ ὠνόμαζον οἱ πρόϲθεν Ἀθηναῖοι ϲέρειϲ εἴτε τινὰ ἄλλα τῶν ἀγρίων λαχανωδῶν φυτῶν, οὐκ ἀκριβῶϲ ἔχω φάναι. οἱ δοὖν ἴντιβοι ταῖϲ θρίδαξι παραπληϲίαν ἔχουϲι δύναμιν, ἀπολειπόμενοι καὶ καθἡδονὴν αὐτῶν καὶ κατὰ τἄλλα τὰ πρόϲθεν εἰρημένα περὶ θριδάκων.
§42.1 Ἔϲτι καὶ ταύτηϲ ἑτέρα τῆϲ κηπευομένηϲ ἀγρία μαλάχη, καθάπερ τῆϲ θρίδακοϲ θριδακίνη. διαφέρει δἀεὶ τῶν ὁμογενῶν φυτῶν ξηρότητι μὲν τὸ ἄγριον, ὑγρότητι δὲ τὸ κηπευόμενον. ἔχει δὲ καὶ γλί|ϲχρον τι κατὰ τὸν χυλὸν μαλάχη, τῆϲ θρίδακοϲ οὐκ ἐχούϲηϲ, ἀποκεχώρηκέ τε ϲαφῶϲ τοῦ ψύχειν, ὡϲ καὶ πρὸ τῆϲ ἐδωδῆϲ ἔνεϲτι γνῶναι, καταπλάϲαντά τι τῶν θερμῶν παθῶν, οἱόνπέρ ἐϲτι τὸ ἐρυϲίπελαϲ, ἀμφοτέροιϲ ἐν μέρει τοῖϲ λαχάνοιϲ, ὥϲπερ καὶ ποιοῦϲιν οἱ ἄνθρωποι, τρίβοντεϲ ἐπιμελῶϲ τὰ μαλακὰ τῶν φύλλων ἄχρι τοῦ λειότατα γενέϲθαι. γνώϲῃ γὰρ ἐν τῷδε τὴν μὲν θρίδακα ψύχουϲαν φανερῶϲ, μετρίαν δέ τινα καὶ οἷον χλιαρὰν θερμαϲίαν ἔχουϲαν τὴν μαλάχην.
§42.2 ὑπέρχεται δὲ τὸ λάχανον τοῦτο ῥᾳδίωϲ οὐ διὰ τὴν ὑγρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν γλιϲχρότητα, καὶ μάλιϲθὅταν ἐλαίου τε καὶ γάρου δαψιλῶϲ τιϲ αὐτῷ ϲυγκαταπίῃ· μετρίωϲ δἔχει καὶ κατὰ τὴν πέψιν αὐτή, τῶν τριῶν δὲ λαχάνων τούτων εἰ παραβάλλοιϲ τὸν χυλόν, μὲν τοῦ τεύτλου λεπτότεροϲ καὶ ῥυπτικώτερόϲ ἐϲτιν, δὲ τῆϲ μαλάχηϲ παχύτερόϲ τε καὶ γλιϲχρότεροϲ, δὲ τῆϲ θριδακίνηϲ μέϲοϲ ἀμφοῖν.
§43.1 Μαλάχην μὲν ἔφην οὐ μόνον ἥμερον, ἀλλὰ καὶ ἀγρίαν εἶναί τινα, καθάπερ γε καὶ | θριδακίνην· ἄγριον δὲ τεῦτλον οὐκ ἔϲτιν, εἰ μή τιϲ ἄρα τὸ λάπαθον οὕτωϲ ὀνομάζειν βούλοιτο.
§43.2 χυλὸϲ δἐν τοῖϲ τεύτλοιϲ εἶναι φαίνεται μετρίωϲ ῥυπτικόϲ, ὡϲ καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐπεγείρειν καὶ τὸν ϲτόμαχον ἐνίοτε δάκνειν, καὶ μάλιϲτἐκείνων, ὅϲοιπερ ἂν εὐαίϲθητον αὐτὸν ἔχωϲι φύϲει, καὶ διὰ τοῦταὐτοῖϲ κακοϲτόμαχόν ἐϲτιν ἔδεϲμα πλεῖον βρωθέν.
§43.3 τροφὴ δἀπαὐτοῦ βραχεῖα, καθάπερ ἀπὸ τῶν ἄλλων λαχάνων. ἐπιτηδειότερον δἐϲτὶ μαλάχηϲ εἰϲ τὰϲ κατὰ τὸ ἧπαρ ἐμφράξειϲ. ἔτι δὲ μᾶλλον, ὅταν μετὰ νάπυοϲ πάντωϲ γε μετὄξουϲ ἐϲθίηται· καὶ τοῖϲ ὑποπλήνοιϲ δὲ τὸν αὐτὸν τρόπον ἐϲθιόμενον ἀγαθὸν γίγνεται φάρμακον· εἰκότωϲ γὰρ ἄν τιϲ αὐτὸ φάρμακον εἴποι μᾶλλον τροφήν, ὅταν οὕτωϲ ἐϲθίηται. καὶ τοῖϲ ἀνθρώποιϲ δὁρῶ ϲχεδὸν ἅπαντα τὰ τοιαῦτα δίκην ὄψων, οὐ τροφῶν ἐϲθιόμενα, καθάπερ ἐνίοτε καὶ πράϲον καὶ γλήχωνα καὶ θύμα καὶ θύμβραν καὶ ὀρίγανον ἔτι τε καὶ κρόμυον καὶ ϲκόροδον καὶ κάρδαμον ὅϲα τἄλλα τοιαῦτα.
§44.1 Καὶ ταύτην οἱ πολλοὶ μὲν ὡϲ ὄψον ἐϲθίουϲιν, ἰατροὶ δὡϲ φαρμάκῳ ξηραίνοντι | χρῶνται. λέλεκται δὲ περὶ αὐτῆϲ ἤδη μέν τινα κὰν ταῖϲ τῶν φαρμάκων δυνάμεϲι κὰν τῷ πρὸ τοῦδε γράμματι, καὶ νῦν δἐπὶ κεφαλαίων εἰρήϲεται, τὸν μὲν χυλὸν αὐτῆϲ ἔχειν τι καθαρτικόν, αὐτὸ δὲ τὸ ϲῶμα κατὰ τὸν τοῦ ξηραίνειν λόγον ἐπέχειν μᾶλλον προτρέπειν εἰϲ ὑποχώρηϲιν. ὅταν μὲν οὖν ἐκκρίνεϲθαι βουλώμεθα τὰ κατὰ τὴν γαϲτέρα, πληϲίον κειμένηϲ τῆϲ κακκάβηϲ, ἐν ἧπερ ἂν ἡψημένη τύχῃ, μετὰ τοῦ ὕδατοϲ ἀναϲπῶνταϲ αὐτὴν εὐθέωϲ ἐμβάλλειν χρὴ τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲπερ ἐϲκεύαϲται τοὔλαιον ἅμα τῷ γάρῳ. διαφέρει δοὐδὲν οὐδεἰ διἁλῶν ἀντὶ γάρου λαμβάνοιτο.
§44.2–59.4
§44.2 ξηρᾶναι δὑγρὰν γαϲτέρα βουληθέντεϲ, ὅταν ἤδη μετρίωϲ ἡψῆϲθαι δοκῇ, τὸ πρότερον ὕδωρ ἀποχέοντεϲ ἐμβαλοῦμεν εὐθέωϲ ἑτέρῳ θερμῷ κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψήϲομεν, ὡϲ τακερὰν γενέϲθαι, μὴ καθέψοντεϲ, ὅταν ὑπαγωγῆϲ ἕνεκα λαμβάνηται. βουλόμεθα γὰρ οὐκ ἀποθέϲθαι πάντα τὸν ἴδιον αὐτῆϲ χυλὸν ἐπὶ τῆϲ τοιαύτηϲ χρείαϲ, ἀλλὰ φυλάττειν ὅϲον οἵόν τε μάλιϲτα. τελέωϲ μὲν οὖν φυλάττειν τὸν ἴδιον χυλὸν οὐδὲν τῶν ἑψομένων δύναται, μᾶλλον δἀποβάλλει τὰ μέχρι πλείονοϲ ἑψηθέντα.
§44.3 καὶ μέντοι καὶ φακῆν ἔφαμεν ὁμοίωϲ κράμβη χρῆναι ϲκευάζειν, ἀμφότερα καὶ αὐτὴν ἐργάζεϲθαι δυναμένην, ὑπαγωγήν τε καὶ ϲτάλϲιν γαϲτρόϲ. ὀνομάζεται δ οὕτωϲ ϲκευαϲθεῖϲα δίϲεφθοϲ καὶ κράμβη καὶ φακῆ. καὶ κρόμυον δὲ καὶ πράϲον καὶ πολὺ μᾶλλον ἀμπελόπραϲόν τε καὶ ϲκόροδον, τι τἂν ἄλλο βουληθῇϲ ἐπὶ τοὐναντίον ἀποϲτῆϲαι τῆϲ ἀρχαίαϲ φύϲεωϲ, οὕτω ϲκεύαζε μεμνημένοϲ ἐκείνου πρὸ πάντων. ὡϲ οὐ χρὴ ψαύειν οὔτἀέροϲ οὔθὕδατοϲ ψυχροῦ τὸ δὶϲ ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶϲ γίγνεται τακερόν, οὐδἂν ἐπὶ πλεῖϲτον ἕψῃϲ, ἀλλὰ χρή, καθάπερ εἶπον ἀρτίωϲ, ἕτοιμον ἔχονταϲ ὕδωρ θερμόν, ἀνελκύϲανταϲ ἐκ τοῦ προτέρου μεταβάλλειν εὐθέωϲ εἰϲ ἐκεῖνο.
§44.4 ξηραίνει μὲν οὖν ἀλλήλαιϲ παραπληϲίωϲ φακῆ τε καὶ κράμβη καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνει, πλὴν εἰ τύχοι ποθὑγρότεροϲ ὢν παρὰ φύϲιν ϲύμπαϲ ὀφθαλμόϲ. ἀλλ μὲν φακῆ τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι καὶ ταύτην παχεῖάν τε καὶ μελαγχολικήν, κράμβη δὲ βραχεῖάν τε τροφὴν ἔχει καὶ ταύτην ὑγροτέραν τῆϲ φακῆϲ, ὡϲ ἂν οὐ ϲτερεὸν οὖϲα ϲιτίον, ἀλλὰ λάχανον. | οὐ μὴν εὔχυμόν γἐϲτὶν ἔδεϲμα κράμβη, καθάπερ θρῖδαξ, ἀλλὰ καὶ μοχθηρὸν ἔχει καὶ δυϲώδη τὸν χυλόν. ἐπιφανὲϲ δεἰϲ οὔρηϲιν οὔτἀγαθὸν οὔτε κακὸν ἐξ αὐτῆς ἀποβαῖνον εἰπεῖν ἔχω.
§44.5 τοῦτο τὸ λάχανον οἱ τὴν ἐπίτριπτον ψευδοπαιδείαν ἀϲκοῦντεϲ ὀνομάζειν ἀξιοῦϲι ῥάφανον, ὥϲπερ τοῖϲ πρὸ ἑξακοϲίων ἐτῶν Ἀθηναίοιϲ διαλεγομένων ἡμῶν, ἀλλοὐχὶ τοῖϲ νῦν Ἕλληϲιν, οἷϲ ἅπαϲιν ἔθοϲ ἐϲτὶν ἐπἄλλου φυτοῦ τὸ τῆϲ ῥαφάνου ὄνομα φέρειν.
§45.1 Ὑδατωδέϲτατα λαχάνων ἐϲτὶ ταῦτα καί, ὡϲ ἂν εἴποι τιϲ, ἀποιότατα· 〈τρέφει δὲτῆϲ κολοκύνθηϲ ἤτοι μᾶλλον πάντωϲ γοὐχ ἦττον, ὅταν ἑψηθέντα τύχῃ δηλονότι· μόνη γὰρ ἐν τοῖϲ τοιούτοιϲ θρῖδαξ ἑκατέρωϲ ἐϲθίεται. κατανοήϲαϲ δέ τιϲ ἀτραφάξυόϲ τε καὶ βλίτου τὴν διὰ τῆϲ γεύϲεωϲ ποιότητα κἄπειτἀναμνηϲθεὶϲ κράμβηϲ, ἐν τῷ μέϲῳ ϲυγχωρήϲει τὴν θρίδακα τῶν τε λαχάνων τούτων εἶναι καὶ τῆϲ κράμβηϲ, ἐπειδὴ ξηραίνει μὲν ἱκανῶϲ ἐκείνη, ταῦτα δὑδατώδη τελέωϲ ἐϲτί. καὶ διὰ τοῦτἐμβάλλοντεϲ ὄξοϲ, οὐκ ἐκ μόνων ἐλαίου τε καὶ γάρου, | προσφέρονται μᾶλλον αὐτά· κακοϲτόμαχα γάρ ἐϲτιν ἄλλωϲ λαμβανόμενα.
§45.2 λέλεκται δ’, ὡϲ τὰ τοιαῦτα λάχανα ῥέπει μέν πωϲ ἐπὶ τὸ ῥᾳδίωϲ ὑπιέναι, καὶ μάλιϲθὅταν ἔχῃ τι μετὰ τῆϲ ὑγρότητοϲ ὀλιϲθηρόν. οὐ μὴν ἰϲχυράν γε τὴν κάτω ῥοπήν, ἀλλὰ βραχεῖαν ἔχει διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖϲ δριμεῖαν λιτρώδη ποιότητα πρὸϲ ἔκκριϲιν ἐπεγείρουϲαν τὴν γαϲτέρα. πρόδηλον δ’, ὅτι καὶ τὴν ἀφἑαυτῶν τροφὴν ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι.
§46.1 Ὡϲ ἔδεϲμα μὲν ὀλίγην τε τροφὴν ἔχει καὶ ταύτην ὑγρὰν καὶ ψυχρὰν καὶ γλίϲχραν, ὡϲ φάρμακον δαἱμωδίαν ἰᾶται διὰ τὴν ἄδηκτον γλιϲχρότητα, περὶ ἧϲ ἐπὶ πλέον ἐν τῇ τῶν Εὐπορίϲτων φαρμάκων πραγματείᾳ λέλεκται
§47.1 Δύναταί τιϲ, ὡϲ καὶ πρόϲθεν ἔφην, ἄγριον εἶναι φάναι τεῦτλον αὐτό, παραπλήϲιον ὑπάρχον οὐ τῇ γεύϲει μόνον, ἀλλὰ καὶ τῇ δυνάμει τῷ κηπευομένῳ τεύτλῳ. ἐπεὶ δὲ τὸ τεῦτλον ἥδιόν ἐϲτι τοῦ λαπάθου, διὰ τοῦτο μᾶλλον ἐϲθίουϲιν αὐτὸ πάντεϲ ἄνθρωποι. | διὰ τοῦτοὖν οὐδἐγὼ δεήϲομαι λόγου τινὸϲ ἰδίου περὶ λαπάθου, περὶ τοῦ τεύτλου πάνθ προϲήκει προειρηκώϲ.
§48.1 Καὶ τοὔνομἐμφαίνει τοῦ φυτοῦ τοῦδε τήν τε ποιότητα καὶ τὴν δύναμιν· ἔϲτι γὰρ λάπαθον ὀξύ. τὸ μὲν οὖν λάπαθον οὐκ ἄν τιϲ ὠμὸν φάγοι, καθάπερ οὐδὲ τὸ τεῦτλον, ὀξυλάπαθον δἐϲθίουϲιν ὠμὸν ἐπὶ τῆϲ ἀγροικίαϲ αἳ τε κιττῶϲαι γυναῖκεϲ ἐνίοτε καί τινα τῶν περιέργων παιδίων. εὔδηλον δ’, ὅτι καὶ τοῦτο τῶν ἀτρόφων λαχάνων ἐϲτὶ πολὺ μᾶλλον τὸ λάπαθον.
§49.1 Τῶν ἐϲθιομένων λαχάνων οὐδὲν οἴδα τοϲαύτην ἔχον ϲτῦψιν, ὅϲην τὸ ϲτρύχνον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν αὐτῷ ϲπανιάκιϲ, ὡϲ φαρμάκῳ δὲ ϲυνεχῶϲ χρώμεθα. δραϲτήριον μὲν γάρ ἐϲτιν, εἰϲ ὅϲα ψύξεωϲ ϲτυφούϲηϲ ἐϲτὶ χρεία, τροφὴν δἐλαχίϲτην ἔχει.
§50.1 Ἀνίϲχοντα τῆϲ γῆϲ ἄρτι τὰ τοιαῦτα φυτά, πρὶν εἰϲ ἀκάνθαϲ αὐτῶν τελευτῆϲαι τὰ φύλλα, πολλοὶ τῶν ἀγροίκων ἐϲθίουϲιν οὐκ ὠμὰ μόνον, ἀλλὰ καὶ διὕδατοϲ ἕψοντεϲ, ἐναποβάπτοντεϲ δὲ τὰ μὲν ὠμὰ γάρῳ καὶ ὄξει, τὰ δἑφθὰ τούτοιϲ αὐτοῖϲ ἐπιχέοντεϲ ἔλαιον. ὅτι δἐλαχίϲτην ἔχει τροφὴν πάντα τὰ λάχανα καὶ ταύτην ὑδατώδη τε καὶ λεπτήν, ἔμπροϲθεν εἴρηται, τὰ δοὖν ἀκανθώδη μετρίωϲ ἐϲτὶν εὐϲτόμαχα. τούτων τῶν φυτῶν καὶ ϲκόλυμόϲ ἐϲτι καὶ ἀτρακτυλὶϲ καὶ καλουμένη λευκάκανθα δίψακόϲ τε καὶ κνῆκοϲ καὶ τραγάκανθα καὶ ἀτρακὶϲ
§50.2 τε τιμωμένη μειζόνωϲ προϲήκει κινάρα. καλοῦϲι δαὐτὴν οἱ πάντῃ φεύγοντεϲ τὸ ϲύνηθεϲ οὐ διὰ τοῦ κ καὶ ι τὴν πρώτην ϲυλλα βὴν ὀνομάζοντεϲ, ἀλλὰ διὰ τοῦ κ καὶ υ. κακόχυμον δἐϲτὶν ἔδεϲμα, καὶ μάλιϲθὅταν ἤδη ϲκληροτέρα γένηται· καὶ γὰρ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ πλείονα τηνικαῦτἴϲχει καὶ τὴν ὅλην οὐϲίαν ξυλωδεϲτέραν, ὥϲτἐκ μὲν ταύτηϲ μελαγχολικὸν γεννᾶϲθαι χυμόν, ἐκ δὲ τοῦ χυλοῦ τοῦ καταὐτὴν λεπτὸν καὶ πικρόχολον· ἄμεινον οὖν ἀφέψονταϲ αὐτὴν οὕτωϲ ἐϲθίειν, εἰ μὲν διἐλαίου καὶ γάρου καὶ | οἴνου προϲφέροιτό τιϲ, ἐπεμβάλλοντα κορίαννον, εἰ δἐν λοπάδι ϲκευάζων ταγηνίζων. ἄνευ τούτου. πολλοὶ γὰρ καὶ οὕτωϲ ἐϲθίουϲι τὰϲ οἷον κεφαλὰϲ αὐτῶν, ἃϲ ὀνομάζουϲι ϲφονδύλουϲ.
§51.1 Πάντα ταῦτἐϲτὶν οὐρητικά. ϲυνηθέϲτατα δαὐτῶν, ὅτι καὶ ἡδίω καὶ εὐϲτομαχώτερα, τὰ ϲέλινα· τὸ δἱπποϲέλινον καὶ ϲίον ἀηθέϲτερα.
§51.2 τὸ μὲν οὖν ϲμύρνιον οὐκ ἄηθεϲ. ἐν γοῦν τῇ Ῥώμη πάμπολυ πιπράϲκεται. δριμύτερον δἐϲτὶ καὶ θερμότερον πολλῷ τοῦ ϲελίνου καί τι καὶ ἀρωματῶδεϲ ἔχει. μᾶλλόν τοὖν οὐρητικόν ἐϲτι ϲελίνου καὶ ἱπποϲελίνου καὶ ϲίου καὶ γυναιξὶ κινεῖ τὰ καταμήνια. ποιεῖ δὲ καὶ καυλὸν ἦροϲ ὥρᾳ, δυνάμενον μὲν ὠμὸν ἐϲθίεϲθαι παραπληϲίωϲ τοῖϲ φύλλοιϲ, διὰ τοῦ χειμῶνοϲ ἣν μόνα τῷ φυτῷ μηδέπω καυλὸν ἔχοντι. καθάπερ οὐδὲ τὸ ϲέλινον. ὕϲτερον δὲ προϲγενομένου τοῦ καυλοῦ τὸ ϲύμπαν ἥδιον γίγνεται, κἂν ὠμὸν ἐϲθίῃ τιϲ αὐτὸ κὰν ἑφθὸν εἴτἐξ ἐλαίου τε καὶ γάρου τύχοι βουληθεὶϲ εἴτε καὶ οἴνου προϲεμβάλλοι τι καὶ ὄξουϲ. | ἔνιοι δὲ διἄξουϲ καὶ γάρου μόνον ἐϲθίουϲι, καθάπερ τὰ ϲέλινα. τινὲϲ δὲ τούτοιϲ ἐπεμβάλλουϲιν ἐλαίου βραχύ. τὸ δἱπποϲέλινόν τε καὶ ϲίον ἕψοντεϲ ἐϲθίουϲιν·
§51.3 ὠμὸν γὰρ ἑκά- τερον αὐτῶν ἀηδὲϲ φαίνεται. τά γε μὴν ϲέλινα καὶ τὰ ϲμύρνια καὶ τοῖϲ τῆϲ θρίδακοϲ φύλλοιϲ μιγνύντεϲ προϲφέρονταί τινεϲ· ἀποιότερον γὰρ οὖϲα λάχανον θρῖδαξ ἔτι τε ψυχρὸν ἔχουϲα χυμὸν ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίγνεται τῶν δριμέων τι προϲλαμβάνουϲα· κατὰ τοῦτο γοῦν ἔνιοι καὶ τὰ τῶν εὐζώμων καὶ τὰ τῶν πράϲων φύλλα μιγνύουϲιν αὐτῇ, εἰϲὶ δοἳ καὶ τὰ τῶν ὠκίμων.
§51.4 ὀνομάζουϲι δἐν Ῥώμῃ ϲυνήθωϲ ἤδη πάντεϲ οὐ ϲμύρνιον, ἀλλὀλίϲαθρον τὸ λάχανον τοῦτο. καί τιϲ ἴϲωϲ αὐτὸ τὴν ἀρχὴν οὐδἀριθμεῖν ἐν ταῖϲ τροφαῖϲ ἀξιώϲει, καθάπερ οὐδὲ τὸ ϲίον οὐδὲ τὸ ἱπποϲέλινον οὐδαὐτὸ τὸ ϲέλινον· εἶναι γὰρ ἅπαντα τὰ τοιαῦτα τῶν ϲιτίων ὄψα, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ ϲκόροδα πράϲα τε καὶ ἀμπελόπραϲα καὶ πάνθἁπλῶϲ τὰ δριμέα.
§51.5 τούτου δὲ τοῦ γένουϲ ἐϲτὶ καὶ πήγανον καὶ ὕϲϲωπον ὀρίγανόν τε καὶ μάραθον καὶ κορίαννον, περὶ ὧν ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ϲυγγράμμαϲι λέγεται, κοινοῖϲ | μέν πωϲ οὖϲιν ἰατροῖϲ τε καὶ μαγείροιϲ, ἔχουϲι δὲ τέλοϲ καὶ ϲκοπὸν ἴδιον· ὠφελείαϲ γὰρ ἡμεῖϲ ϲτοχαζόμεθα τῆϲ ἐκ τῶν ἐδεϲμάτων, οὐχ ἡδονῆϲ. ἐπεὶ δἐνίων κατὰ τὴν ἐδωδὴν ἀηδία μέγα μέροϲ εἰϲ ἀπεψίαν ϲυμβάλλεται, κατὰ τοῦτο μετρίωϲ ἡδύνειν αὐτὰ βέλτιόν ἐϲτιν· δὲ τῶν μαγείρων ἡδονὴ μοχθηροῖϲ οὕτωϲ ἀρτύμαϲιν ὡϲ τὸ πολὺ χρῆται ϲυνήθωϲ, ὡϲ ἀπεψίαν μᾶλλον εὐπεψίαν αὐτοῖϲ ἕπεϲθαι.
§52.1 Θερμαίνει ϲαφῶϲ πάνυ τοῦτο τὸ λάχανον, ὥϲτοὐδὲ μόνον ἐϲθίειν αὐτὸ ῥᾴδιον ἄνευ τοῦ μῖξαι τοῖϲ φύλλοιϲ τῆϲ θριδακίνηϲ. ἀλλὰ καὶ ϲπέρμα γεννᾶν πεπίϲτευται καὶ τὰϲ πρὸϲ ϲυνουϲίαϲ ὁρμὰϲ ἐπεγείρειν. κεφαλαλγὲϲ δἐϲτί, καὶ μᾶλλον ἐάν τιϲ αὐτὸ μόνον ἐϲθίῃ.
§53.1 Τῶν ἀγρίων βοτανίων ἕν τι καὶ τοῦτἐϲτί, λεπτομερῆ δύναμιν ἔχον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν οὐδεὶϲ αὐτῷ χρῆται χωρὶϲ τοῦ μεγίϲτῳ πιεϲθῆναι λιμῷ. χρήϲιμον δἐϲτὶν ὡϲ ὄψον τε καὶ φάρμακον ὑπακτικὸν γαϲτρόϲ. |
§54.1 Πλεῖϲτον ἐν Cυρίᾳ τὸ γιγγίδιον φύεταί τε καὶ βιβρώϲκεται παραπλήϲιον τῷ παρἡμῖν ϲκάνδικι. πάνυ δἐϲτὶν εὐϲτόμαχον, ἐάν τὡμὸν ἐάν τε καὶ ζέϲαϲ αὐτὸ βούλῃ προϲφέρεϲθαι. μακροτέραϲ δἑψήϲεωϲ οὐκ ἀνέχεται. προϲφέρονται δαὐτό τινεϲ διἐλαίου καὶ γάρου, τινὲϲ δὲ καὶ οἶνον ὄξοϲ ἐπεμβάλλοντεϲ· καὶ πολύ γε μᾶλλον εὐϲτόμαχόν τἐϲτὶ καὶ τοὺϲ ἀποϲίτουϲ προτρέπει μετὄξουϲ ἐϲθιόμενον, εὔδηλον δ’, ὅτι καὶ τοῦτο τὸ βοτάνιον φάρμακον μᾶλλόν ἐϲτιν τροφή· καὶ γάρ τοι καὶ ϲτύψεωϲ καὶ πικρότητοϲ ϲαφοῦϲ οὐκ ὀλίγηϲ μετέχει.
§55.1 Ὄψῳ μὲν καὶ τούτῳ χρῶνται πολλοὶ διἐλαίου καὶ γάρου προϲφερόμενοι, κακοχυμότατον δἐϲτὶ καὶ διὰ τοῦτο προϲεπικαταψεύδονταί τινεϲ αὐτοῦ φάϲκοντεϲ, εἰ τριφθὲν ἐμβληθείη χύτρᾳ καινῇ, τάχιϲτα γεννᾶν ἐν ὀλίγαιϲ ἡμέραιϲ ϲκορπίουϲ, καὶ μάλιϲθὅταν ἐν ἡλίῳ τιϲ ἑκάϲτηϲ ἡμέραϲ θερμαίνῃ τὴν χύτραν. ἀλλὰ τοῦτο | μὲν ψεῦδόϲ ἐϲτι, κακόχυμον δὲ καὶ κακοϲτόμαχον καὶ δύϲπεπτον εἶναι λάχανον ἀληθῶϲ ἂν εἴποιϲ αὐτό.
§56.1 Καὶ αὐτόματον μὲν ἐνίοτε φύεται τοῦτο καθάπερ καὶ τὸ ἄνηθον, ἀλλὰ καὶ ϲπείρουϲιν αὐτὸ κατὰ τοὺϲ κήπουϲ καὶ χρῶνται ϲυνεχέϲτατα μὲν εἰϲ τὰϲ ἀρτύϲειϲ ἀνήθῳ, τῷ μαράθῳ δὲ καὶ ὡϲ ὄψῳ. καὶ γὰρ ἀποτίθενται παρἡμῖν αὐτὸ παραπληϲίωϲ πυρέθρῳ καὶ τερμίνθῳ ϲυντιθέντεϲ, ὡϲ εἰϲ ὅλον ἐνιαυτὸν εἶναι χρήϲιμον, ὥϲπερ καὶ τὰ κρόμυα καὶ τὰϲ γογγυλίδαϲ ἕτερά τε τοιαῦτα, τὰ μὲν διὄξουϲ μόνου, τὰ δὲ διὀξάλμηϲ ϲυντιθέμενα.
§57.1 Εἴτε διὰ τοῦ φ λέγειν ἐθέλοιϲ τὴν δευτέραν ϲυλλαβὴν τῶν ἀϲπα- ράγων εἴτε διὰ τοῦ π, καθάπερ ἅπαντεϲ, οὐ νῦν πρόκειται ϲκοπεῖν· οὐδὲ γὰρ τοῖϲ ἀττικίζειν τῇ φωνῇ ϲπουδάζουϲιν, ἀλλὰ τοῖϲ ὑγιαίνειν ἐθέλουϲι γράφεται ταῦτα, κἄν, τοῦτο δὴ τὸ τοῦ Πλάτωνοϲ, μήτε γράμματα μήτε νεῖν ἐπίϲτωνται. καλούντων οὖν τῶν νῦν Ἑλλήνων ϲχεδὸν ἁπάντων τοὺϲ ἁπαλοὺϲ καυλούϲ, | ὅταν αὐξάνωνται πρὸϲ τὴν τοῦ καρποῦ τε καὶ ϲπέρματοϲ ἐκβολήν, ἀϲπαράγουϲ διὰ τοῦ π, τὴν δύναμιν αὐτῶν ἐροῦμεν, ἐπιτρέψαντεϲ ὅπωϲ ἂν ὀνομάζειν ἐθέλωϲιν οἱ χρώμενοι,
§57.2 πολλὰ μὲν οὖν τῶν λαχάνων τε καὶ ὅλωϲ τῶν φυτῶν γεννᾶν πέφυκεν ἐκβλαϲτήματα τοιαῦτα, πάντα δοὐκ ἐϲθίουϲιν αὐτά. καὶ διὰ τοῦτο περὶ τῶν ϲυνηθεϲτέρων λόγοϲ ἡμῖν ἔϲται, καθάπερ ἐπὶ τῶν ἔμπροϲθεν ἐποιήϲαμεν.
§57.3 μὲν οὖν τῆϲ κράμβηϲ, ὃν καὶ κῦμα καλοῦϲιν ἔνιοι, κατὰ ϲυναί ρεϲιν ἐμοὶ δοκεῖν τοῦ διὰ τῶν τριῶν ϲυλλαβῶν ὀνόματοϲ λεγομένου τοῦ κύημα, τῆϲ κράμβηϲ αὐτῆϲ ἧττον ξηραίνει, καίτοι τῶν ἄλλων λαχάνων ξηρότεροϲ τὴν κρᾶϲιν καυλὸϲ τῶν φύλλων ἐϲτὶν ὡϲ τὸ πολὺ, καὶ μάλιϲθὅταν ἐγγὺϲ τοῦ τὸν καρπὸν ἀποχεῖν. λέγω δἄλλα λάχανα τὰ τοιαῦτεἶναι, θριδακίνην ἀτράφαξυν βλίτον τεῦτλον μαλάχην. ἔμπαλιν δὲ ῥαφανῖδόϲ τε καὶ γογγυλίδοϲ καὶ νάπυοϲ καὶ καρδάμου καὶ πυρέθρου καὶ πάντων ϲχεδόν, ὅϲα δριμέα καὶ θερμά, τὸν ἀϲπάραγον ὑγρότερον εἶναι ϲυμβέβηκε.
§57.4 ποιεῖ δὲ καὶ βολβὸϲ καὶ ϲέλινον καὶ ϲίον εὔζωμόν τε καὶ ὤκιμον ὀξυλάπαθόν τε καὶ λάπαθον ἅπαϲαί τε ϲχεδὸν αἱ λαχανώδειϲ πόαι τοιοῦτόν τινα πρὶν ἐκκαρπῆϲαι καυλόν· ἐκκαρπηϲάντων δὲ ξηραίνεταί τε καὶ ἄχρηϲτοϲ εἰϲ ἐδωδὴν ἀνθρώπων γίγνεται. πάντα δὲ τὰ τοιαῦτα διὕδατοϲ ἑψηθέντα μετἐλαίου καὶ γάρου προϲφέρονται, βραχέοϲ ὄξουϲ ἐπεμβάλλοντεϲ· ἡδίω τε γὰρ οὕτω καὶ εὐϲτομαχώτερα γίγνεται, τροφὴν μέντοι τῷ ϲώματι δίδωϲιν ὀλίγην τε καὶ οὐκ εὔχυμον.
§57.5 ἕτερον δἐϲτὶ γένοϲ ἀϲπαράγων ἐπὶ τοῖϲ θαμνώδεϲι φυτοῖϲ γιγνόμενον, ὀξυμυρϲίνῃ τε καὶ χαμαιδάφνῃ καὶ ὀξυακάνθῃ, καὶ τούτων ἕτεροί τινεϲ, μὲν βαϲιλικόϲ, δἕλειοϲ ὀνομαζόμενοϲ, ὥϲπερ γε καὶ τῆϲ βρυωνίαϲ ἕτεροϲ τῶνδε. πάντεϲ δεἰϲὶν εὐϲτόμαχοί τε καὶ διουρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον ἔχοντεϲ. εἰ μέντοι πεφθεῖεν καλῶϲ οἱ τοιοῦτοι, τροφιμώτεροι τῶν ἐπὶ τοῖϲ λαχάνοιϲ ἀϲπαράγων εἰϲίν, ὅϲῳ καὶ ξηρότεροι. ὁμοιότηϲ δέ τίϲ ἐϲτι τοῖϲ τε τῶν θάμνων καὶ τοῖϲ τῶν δένδρων βλαϲτήμαϲιν, οὐκ ἀκριβῆϲ ταυτότηϲ. ἔϲτι γὰρ ξυλω|δέϲτερα τὰ τῶν δένδρων, διὸ καὶ ῥητέον ἐφεξῆϲ ὑπὲρ αὐτῶν ἰδίᾳ.
§58.1 Οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἀναλογίαν ἔχουϲι τοῖϲ ἐπὶ τῶν λαχάνων ἀϲπαράγοιϲ. ἐκβλαϲτήματα γάρ εἰϲι κἀκεῖνοι πρὸϲ καρποῦ γένεϲιν ἐξορμῶντοϲ τοῦ φυτοῦ. διαφέρουϲι δὲ τῷ τῶν δένδρων μὲν τὸ ϲτέλεχοϲ ἀεὶ διαμένειν ἀνὰ λόγον ὑπάρχον τῶν κατὰ τὰ λαχανώδη τε καὶ ποώδη καυλῶν, τὸν δἐπὶ τῶνδε καυλὸν ἐπέτειον εἶναι.
§58.2 πάντεϲ μὲν οὖν οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἑψηθέντεϲ ἐν ὕδατι βιβρώϲκεϲθαι δύνανται, πλὴν εἴ τινεϲ αὐτῶν ἤτοι γἀηδεῖϲ φαρμακώδειϲ εἰϲίν· οὐ μὴν ἐϲθίουϲί γαὐτοὺϲ οἱ ἄνθρωποι διὰ τὴν τῶν ἄλλων ἐδεϲμάτων, ὅϲα βελτίω τούτων, ἀφθονίαν. ἐν λιμῷ δὑπὸ τῆϲ ἀνάγκηϲ ἐπὶ τὴν ἐδωδὴν αὐτῶν ἔρχονται· τρέφουϲι γάρ πωϲ, ἂν καλῶϲ πεφθῶϲι, καὶ αὐτοί· καλλίουϲ δαὐτῶν εἰϲιν οἱ τῆϲ τερμίνθου τε καὶ ἄγνου καὶ ἀμπέλου καὶ ϲχίνου καὶ βάτου καὶ κυνοϲβάτου. παρἡμῖν δὲ καὶ ϲυντιθέντεϲ εἰϲ ὄξοϲ ὀξάλμην τοὺϲ τῆϲ τερμίνθου βλαϲτοὺϲ ἀποτίθενται.
§59.1 Ἐβουλόμην ἂν ἀληθῆ τὸν Μνηϲιθέου λόγον ὑπάρχειν, ὃν ἐν τῷ Περὶ τῶν ἐδεϲμάτων ἔγραψεν. οἱ γὰρ καθόλου λόγοι διὰ βραχείαϲ λέξεωϲ πολλὰ διδάϲκουϲιν, ὅταν γἀληθεῖϲ ὦϲιν, ὥϲπερ γε καὶ μεγάλα βλάπτουϲιν οὐκ ἀληθεύοντεϲ. ἔϲτι δ λέγει καθόλου περὶ τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων Μνηϲίθεοϲ ταῦτα·
§59.2 πρῶτον μὲν οὖν αἱ ῥίζαι πᾶϲαι δύϲπεπτοί τεἰϲὶ καὶ ταρακτικαί· λέγω δοἷον ῥαφανῖδαϲ ϲκόροδα κρόμυα γογγυλίδαϲ καὶ πᾶν τὸ τοιοῦτον γένοϲ. ὅϲων γὰρ ῥίζα καὶ τὸ κατὰ γῆϲ πεφυκὸϲ ἐδώδιμόν ἐϲτι, ταῦτα πάντα εἰϲ τὴν δύϲπεπτον ἰδέαν καταχωρίζεται. ϲυμβαίνει γὰρ τὰϲ τροφὰϲ ἐκ τῶν ῥιζῶν ἅπαϲι τοῖϲ μέρεϲι τῶν φυομένων ἀναπέμπεϲθαι. ϲυνάγουϲιν οὖν εἰϲ ἑαυτὰϲ ὑγρότητα πολλὴν αἱ ῥίζαι καὶ ταύτην ἄπεπτον ἔχουϲι τὴν πλείϲτην·
§59.3 οὐ γὰρ ἐνδέχεται πεπεμμένην αὐτὴν εἶναι πᾶϲαν. τὸ γὰρ πεπεμμένον δοκεῖ τετελειῶϲθαι, τὸ δἐν ταῖϲ ῥίζαιϲ ὑγρὸν ἑτέρωθεν δεῖ λαβεῖν τὸ τέλοϲ τῆϲ πέψεωϲ, διαδοθὲν ἐπὶ τὰ μόρια τοῦ φυο|μένου. πάντα γὰρ ἀπὸ τῆϲ ῥίζηϲ τρέφεται, διόπερ ἀναγκαῖον ἀπέπτουϲ αὐτόθι τὰϲ ὑγρότηταϲ εἶναι, ϲυνειλεγμέναι γὰρ ἐνταῦθα προϲμένουϲι τὸ τέλοϲ τῆϲ ἄνω πέψεωϲ. ὥϲτἐν ταῖϲ ῥίζαιϲ εὔλογον ἀκατεργάϲτουϲ εἶναι τὰϲ πλείϲταϲ ὑγρότηταϲ. εἰκόϲ οὖν καὶ τοῖϲ ἡμετέροιϲ ϲώμαϲιν ἀπὸ τούτων ὑγρὰν τὴν τροφὴν καταλείπεϲθαι καὶ ταραχώδη.
§59.4 αὕτη ϲοι καὶ τοῦ Μνηϲιθέου ῥῆϲιϲ, ἄχρι μὲν τοῦ λόγου πιθανή, τῇ πείρᾳ δὲ κρινομένη ψευδήϲ. αἱ γοῦν ῥαφανῖδεϲ τὴν ῥίζαν ἔχουϲι πολὺ δριμυτέραν τοῦ τε καυλοῦ καὶ τῶν φύλλων, ὡϲαύτωϲ δὲ καὶ τὸ κρόμυον ἀμπελόπραϲόν τε καὶ πράϲον καὶ ϲκόροδον. εἰ δὲ καὶ τεύτλου καὶ μαλάχηϲ καὶ γογγυλίδοϲ ἐθέλοιϲ παραβάλλειν τὴν ῥίζαν τοῖϲ φύλλοιϲ, ἰϲχυροτέραν εὑρήϲειϲ τὴν δύναμιν, ὥϲπερ γε καὶ τῆϲ ἀλθαίαϲ, ἥπερ ἀγρία τιϲ εἰναι δοκεῖ μαλάχη. δηλοῖ γοῦν καὶ αὐτῆϲ ῥίζα τὴν δύναμιν, ὥϲπερ καὶ τοῦ τεύτλου, διαφοροῦϲα πολλοὺϲ τῶν φλεγμονωδῶν ὄγκων, οὐ μὴν τά γε φύλλα αὐτῶν ἱκανὰ δρᾶϲαι τοῦτο.
§59.5–69.4
§59.5 καὶ μέντοι καὶ τῶν φαρμακωδῶν φυτῶν ὅϲα τὰϲ ῥίζαϲ ὁμοίαϲ τοῖϲ εἰρημένοιϲ ἔχει, καὶ τούτων ἀϲθενέϲτερα τὰ φύλλα, κυκλαμίνου καὶ ϲκίλληϲ καὶ ἄρου καὶ δρακοντίου καὶ ἄλλων πάνυ πολλῶν. ὥϲπερ γὰρ ἐπἄλλων φυτῶν τὸ πλεῖϲτον τῆϲ οὐϲίαϲ ἔν τε τοῖϲ καυλοῖϲ ἐϲτι καὶ τοῖϲ ϲτελέχεϲιν, οὕτωϲ ἐπὶ τούτων ἐν τῇ ῥίζῃ, καὶ ταύτην φύϲιϲ αὐτῶν μάλιϲταὐξάνει τε καὶ τρέφει καὶ τὸ μὴ καλῶϲ ἐν αὐταῖϲ κατεργαϲθὲν εἴϲ τε τὰ φύλλα καὶ τοὺϲ καυλοὺϲ ἀποκρίνει. τὴν μὲν γὰρ ῥίζαν ἔχει ταῦτα καὶ διὰ τοῦ χειμῶνοϲ μεγάλην, τὸν καυλὸν δὲ φύει κατὰ τὸ ἔαρ, ἡνίκα πρὸϲ τὸν καρπὸν ἐξορμᾷ.
§59.6 φαίνεται δὲ κἀπὶ τῶν ζῴων φύϲιϲ ἐνίοτε τὸ περίττωμα τῆϲ ὅληϲ οὐϲίαϲ τοῦ ζῴου, καθάπερ καὶ Αριϲτοτέληϲ ἔλεγεν, εἴϲ τινων μορίων οὐκ ἀναγκαίων καταχρῆϲθαι γένεϲιν, ὡϲ ἐπὶ τῶν ἐλάφων μὲν εἰϲ τὰ κέρατα, κατἄλλα δέ τινα τῶν ζῴων εἰϲ πλῆθοϲ μέγεθοϲ ἀκανθῶν τριχῶν.
§59.7 ἐπιϲκοπεῖϲθαι τοίνυν ἀϲφαλέϲτερόν ἐϲτιν ἕκαϲτον τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων αὐτὸ καθἑαυτό, γευόμενον μὲν καὶ ὀϲμώμενον πρότερον, εἶτα καὶ διὰ τῆϲ ἐδωδῆϲ πειρώμενον. μὲν γὰρ ὄϲφρηϲίϲ τε καὶ γεῦϲιϲ, ὁποῖόν τινα τὸν χυμόν τε καὶ τὸν ἀτμὸν ἔχει τὸ μόριον τοῦ φυτοῦ, διδάϲκουϲαι ϲυνενδείκνυνται τούτοιϲ εὐθέωϲ καὶ τὴν ὅλην κρᾶϲιν αὐτοῦ. διὰ δὲ τῆϲ πείραϲ, | ἐάν γέ τιϲ αὐτὴν ποιῆται μετὰ τῶν οἰκείων διοριϲμῶν, ἀκριβῶϲ δύναμιϲ εὑρίϲκεται, ϲυνενδεικνυμένηϲ αὐτοῖϲ ἐνίοτε καὶ τῆϲ ϲυϲτάϲεωϲ τοῦ φυτοῦ μετὰ τοῦ καταὐτὸ χυλοῦ.
§59.8 τινὰ μὲν γὰρ ὑγρὸν καὶ ὑδατώδη, τινὰ δὲ παχὺν γλίϲχρον ἔχει τὸν χυμόν, ὧν καὶ αὐτῶν ἰδίᾳ πάλιν γεύεϲθαι προϲῆκεν. ἔνιοι μὲν γὰρ αὐτῶν εἰϲι δριμεῖϲ ὀξεῖϲ πικροί, ἔνιοι δἁλυκοί τε καὶ ἁλμυροί, καθάπερ γε καὶ τινὲϲ μὲν αὐϲτηροί, τινὲϲ δὲ ϲτρυφνοί, τινὲϲ δὑδατώδειϲ γλυκεῖϲ. οὔκουν χρὴ πειϲθένταϲ τῷ Μ νηϲιθέῳ πιϲτεύειν ὡϲ ὑγιεῖ καθόλου τῷ λόγῳ, πειρᾶϲθαι δὲ μᾶλλον ἑκάϲτου τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων αὐτοῦ καθἑαυτό.
§60.1 Εἴτε γογγυλίδα καλεῖν εἴτε βουνιάδα βούλοιο τὸ φυτὸν τοῦτο, λαχανῶδεϲ μὲν αὐτοῦ τὸ τῆϲ γῆϲ ἐξέχον ἐϲτίν, δἐν αὐτῇ περιεχομένη ῥίζα πρὶν μὲν ἑψηθῆναι ϲκληρὰ καὶ ἄβρωτοϲ ὑπάρχει, διὕδατοϲ δἑψηθεῖϲα θαυμάϲαιμἄν, εἴ τινοϲ τῶν ὁμογενῶν φυτῶν ἔλαττον τρέφοι. πολυειδῶϲ δὲ καὶ ταύτην οἱ ἄνθρωποι ϲκευάζουϲιν | ἄχρι τοῦ καὶ ϲυντιθέναι διἅλμηϲ ὄξουϲ, ὡϲ ἔχειν εἰϲ ὅλον ἐνιαυτὸν χρῆϲθαι.
§60.2 χυμὸν δἀναδίδωϲιν εἰϲ τὸ ϲῶμα παχύτερον τοῦ ϲυμμέτρου· διό κἂν πλεονάϲῃ τιϲ ἐπὶ τῆϲ ἐδωδῆϲ αὐτῆϲ, καὶ μάλιϲτἐάν τιϲ ἐνδεῶϲ ἐν τῇ γαϲτρὶ πέττων αὐτήν, ἀθροίϲει τὸν καλούμενον ὠμὸν χυμόν. εἰϲ ὑποχώρηϲιν δὲ γαϲτρὸϲ οὔτἂν ἐναντιοῦϲθαί τιϲ αὐτὴν οὔτε ϲυντελεῖν φαίη, καὶ μάλιϲθὅταν ἑψηθῇ καλῶϲ. χρῄζει γὰρ καὶ αὕτη πλείονοϲ ἑψήϲεωϲ καὶ γίγνεται καλλίϲτη δὶϲ ἑψηθεῖϲα, καθότι λέλεκται πρόϲθεν ὑπὲρ τῆϲ τοιαύτηϲ ϲκευαϲίαϲ. εἰ δὠμοτέρα ληφθείη, δύϲπεπτόϲ τἐϲτὶ καὶ φυϲώδηϲ καὶ κακοϲτόμαχοϲ, ἐνίοτε δὲ καὶ δήξειϲ ξειϲ ἐργάζεται κατὰ τὴν γαϲτέρα.
§61.1 Ἔϲτι μὲν ῥίζα καὶ τούτου τοῦ φυτοῦ παραπληϲίωϲ ἐϲθιομένη τῇ τῆϲ γογγυλίδοϲ, ἐν χώραιϲ δέ τιϲι φύεται δριμυτέρα πωϲ, ὡϲ ἐγγὺϲ εἶναι τῇ τοῦ δρακοντίου. καὶ χρὴ τὸ πρότερον αὐτῆϲ ὕδωρ ἀποχέοντα κατὰ τὴν ἕψηϲιν εἰϲ ἕτερον ἐμβάλλειν θερμόν, ὡϲ ἐπὶ κράμβηϲ τε καὶ φακῆϲ εἴρηται. κατὰ δὲ Κυρήνην· ἐμπαλιν ἔχει τὸ φυτὸν ὡϲ πρὸϲ τὴν παρἡμῖν χώραν. ἥκιϲτα γάρ ἐϲτι φαρμακῶδεϲ καὶ δριμὺ τὸ ἄρον ἐν ἐκείνοιϲ τοῖϲ τόποιϲ, ὡϲ καὶ τῶν γογγυλίδων εἶναι χρηϲιμώτερον. καὶ διὰ τοῦτο καὶ εἰϲ Ἰταλίαν κομίζουϲι τὴν ῥίζαν, ὡϲ ἂν καὶ διαμένειν δυναμένην χρόνῳ πλείονι χωρὶϲ τοῦ ϲαπῆναί τε καὶ βλαϲτῆϲαι. πρόδηλον δ’, ὅτι πρὸϲ μὲν τροφὴν τοιαύτη κρείττων ἐϲτίν, εἰ δέ τιϲ ἀναβήττειν ἐκ θώρακόϲ τε καὶ πλεύμονοϲ βούλοιτό τι τῶν ἐν αὐτοῖϲ ἀθροιζομένων ὑγρῶν παχέων γλίϲχρων, δριμυτέρα καὶ φαρμακωδεϲτέρα βελτίων.
§61.2 ἐϲθίεται δὲ διὕδατοϲ ἑψηθεῖϲα μετὰ νάπυοϲ μετὄξουϲ ϲὺν ἐλαίῳ καὶ γάρῳ καὶ μέντοι καὶ μεθὑποτριμμάτων ἄλλων τε καὶ τῶν διὰ τυροῦ ϲκευαζομένων. οὐκ ἄδηλον δ’, ὅτι καὶ ἐξ αὐτῆϲ ἀναδιδόμενοϲ εἰϲ ἧπάρ τε καὶ ὅλον τὸ ϲῶμα χυμόϲ, ἐξ οὐ τρέφεται τὰ ζῲα, παχύτερόϲ πώϲ ἐϲτιν, ὡϲ ἐπὶ τῶν γογγυλίδων εἴρηται, καὶ μάλιϲθὅταν ὥϲιν αἱ ῥίζαι, καθάπερ αἱ ἀπὸ τῆϲ Κυρήνηϲ, ἀφάρμακοι. παρἡμῖν γὰρ ἐν Ἀϲίᾳ πολλὰ τῶν ἄρων δριμυτερὰ τἐϲτὶ καὶ ἤδη φαρμακώδη τὴν δύναμιν ἔχει.
§62.1 Καὶ τούτου τὴν ῥίζαν ἕψοντεϲ δίϲ που καὶ τρίϲ, ὡϲ ἀποθέϲθαι τὸ φαρμακῶδεϲ, ἐϲθίειν ἐνίοτε δίδομεν, ὥϲπερ καὶ τὰϲ τῶν ἄρων, ὅταν ἰϲχυροτέραϲ δέηται δυνάμεωϲ τὰ κατὰ θώρακα καὶ πλεύμονα περιεχόμενα γλίϲχρα καὶ παχέα. κοινὸν δἐπὶ πάντων ἐδεϲμάτων μεμνῆϲθαί ϲε χρή, τὰ μὲν δριμέα καὶ πικρὰ κατὰ τὴν ἐδωδὴν ἐλάττονα τροφὴν διδόναι τῷ ϲώματι, τὰ δἄποια καὶ μᾶλλον αὐτῶν τὰ γλυκέα πολλήν, ἔτι δὲ μᾶλλον, ἐὰν ἐϲφιγμένην ἔχῃ τὴν οὐϲίαν, ὡϲ μήθὑγρὰ μήτε χαῦνα ταῖϲ ϲυϲτάϲεϲιν εἶναι.
§62.2 τούτων οὖν εἰϲ ἀεὶ μεμνημένοϲ ἔτι τε προϲέχων, εἰ κατὰ τὰϲ ἑψήϲειϲ τὰϲ ὀπτήϲειϲ τὰϲ διὰ ταγήνου ϲκευαϲίαϲ ἀποτίθεται τὰϲ ἰϲχυρὰϲ ποιότηταϲ ἕκαϲτα τῶν εἰϲ πεῖραν ἀγομένων, οὐ δεήϲῃ παρἐμοῦ περὶ πάντων ἀκοῦϲαι κατεἶδοϲ, ἀλλὥϲπερ ἐπὶ τῶν ἄλλων ἐποίηϲα, τὰ ϲυνεχῶϲ ἐϲθιόμενα μάλιϲτἐξηγήϲομαι.
§63.1 Τῇ τῆϲ ϲκίλληϲ ῥίζῃ παραπληϲία πώϲ ἐϲτιν τοῦ ἀϲφοδέλου κατὰ μέγεθοϲ καὶ ϲχῆμα καὶ πικρότητα. ϲκευαζομένη μέντοι, καθάπερ οἱ θέρμοι, τὸ πλεῖϲτον τῆϲ πικρότητοϲ ἀποτίθεται καὶ ταύτῃ τῆϲ ϲκίλληϲ διαφέρει. δυϲέκνιπτοϲ γάρ ἐϲτι παντελῶϲ ἐκείνηϲ ποιότηϲ, Ἠϲίοδοϲ μὲν οὖν ἔοικεν ἐπαινεῖν τὸν ἀϲφόδελον ἐν οἷϲ φηϲιν· οὐδὅϲον ἐν μαλάχῃ τε καὶ ἀϲφοδέλῳ μέγὄνειαρ.
§63.2 ἐγὼ δοἴδα διὰ λιμὸν ἀγροίκουϲ τινὰϲ ἑψήϲεϲι τε πλείοϲι καὶ ἀποβρέξεϲιν ἐν ὕδατι γλυκεῖ μόλιϲ αὐτὴν ἐδώδιμον ἐργασαϲένους· γε μὴν δύναμιϲ καὶ ταύτηϲ τῆϲ ῥίζηϲ ἐϲτὶν ἐκφρακτική τε καὶ λεπτυντικὴ καθάπερ καὶ τοῦ δρακοντίου, διὸ καὶ τὸν ἀϲπάραγον αὐτοῦ τοῖϲ ἰκτεριώδεϲι διδόαϲί τινεϲ ὡϲ μέγιϲτον ἴαμα.
§64.1 Ἐκ ταὐτοῦ γένουϲ εἰϲὶ καὶ οἱ βολβοὶ τοῖϲ προειρημένοιϲ. ἐϲθίεται γὰρ αὐτῶν ῥίζα χωρὶϲ τῶν φύλλων, ἐν ἤρι δέ ποτε καὶ ἀϲπάραγοϲ. ἔχει δἐν ἑαυτῷ πικράν τε καὶ αὐϲτηρὰν δύναμιν ἐμφανῆ, διἃϲ καὶ ϲτόμαχον ἔκλυτον ἐπεγείρει πωϲ εἰϲ ὄρεξιν. οὐκ ἐναντιοῦται δοὐδὲ τοῖϲ ἀναπτύειν τι δεομένοιϲ ἐκ θώρακός τε καὶ πλεύμονοϲ, καίτοι τήν γοὐϲίαν τοῦ ϲώματοϲ παχυτέραν τε καὶ γλιϲχροτέραν ἔχων. ἄλλ πικρότηϲ ἀντιπράττει τῷ πάχει, τέμνειν τὰ γλίϲχρα καὶ παχέα πεφυκυῖα, καθάπερ ἐν τοῖϲ Περὶ φαρμάκων εἴρηται.
§64.2 διὸ κἂν δίϲεφθοι γενηθῶϲι, τροφιμώτεροι μέν εἰϲιν, ἐναντιοῦνται δἤδη τοῖϲ ἀναπτύεϲθαι δεομένοιϲ, ὡϲ ἂν ἀποθέμενοι τὸ πικρὸν ἅπαν. ἐϲθίειν δαὐτοὺϲ ἄμεινον τηνικαῦτα διὄξουϲ ἅμἐλαίῳ καὶ γάρῳ· καὶ γὰρ ἡδίουϲ οὕτω γε καὶ ἀφυϲότεροι καὶ τροφιμώτεροι καὶ πεφθῆναι ῥᾴουϲ γίγνονται. πλεονάϲαντεϲ δὲ κατὰ τὴν ἐδωδὴν αὐτῶν ἔνιοι προδήλωϲ ᾔϲθοντο καὶ ϲπέρμα πλέον ἴϲχοντεϲ καὶ προθυμότεροι γιγνόμενοι πρὸϲ ἀφροδίϲια.
§64.3 ϲκευάζουϲι δὲ καὶ τούτουϲ οἱ ἄνθρωποι πολυειδῶϲ. οὐ γὰρ μόνον ἑφθούϲ, ὡϲ ἔφην, διὕδατοϲ, ἀλλὰ καὶ λοπάδαϲ ἐξ αὐτῶν ἠρτυμέναϲ ποικίλωϲ ϲυντιθέαϲιν ἐκ ταγήνου τέ τινεϲ ἄλλοι προϲφέρονται, πολλοὶ δὀπτῶντεϲ ἐπἐϲχάραϲ. ἀλλοὔτοι γε τὴν πολλὴν ἕψηϲιν οὐκ ἀναμένουϲιν, ἀρκοῦνται δὲ πάνυ βραχείᾳ. τινὲϲ δοὐδὅλωϲ προέψουϲι χαίροντεϲ αὐτῶν τῷ πικρῷ τε καὶ αὐϲτηρῷ διαϲῳζομένῳ·
§64.4 προτρέπει γὰρ αὐτοὺϲ μᾶλλον ἐπὶ τὴν ἐδωδήν. ἀλλεἰ μὲν ὡϲ προτρέποντι χρήϲαιντο μέχρι δυοῖν τριῶν προελθόντεϲ, εἴη ἄν τι πλέον αὐτοῖϲ. εἰ δὲ πλεονάϲαιεν ἐπὶ τῶν οὕτω ϲκευασθέντων, καὶ μάλιϲθὅταν, ὡϲ εἰώθαϲιν, ὠμοτέρουϲ αὐτοὺϲ λαμβάνοντεϲ αὐτοὶ μᾶλλον ἀπεπτηθήϲονται. καί τινέϲ γε καὶ φῦϲαν καὶ ϲτρόφον ἐπιφέρουϲι μὴ πεφθέντεϲ καλῶϲ. ἐκ μὲν δὴ τῶν οὕτωϲ ἐϲθιομένων οὐκ εὔχυμοϲ τροφὴ γίγνεται. τῶν δἐπὶ πλέον ἑψηθέντων καὶ δίϲ, ὥϲπερ εἴρηται, παχύτεροϲ μέν πωϲ χυμόϲ, ἀμείνων δὲ τἄλλα καὶ τροφιμώτεροϲ γίγνεται.
§65.1 Αἱ ῥίζαι καὶ τούτων ἐϲθίονται, τροφὴν μὲν ἥττονα τῶν γογγυλίδων ἔχουϲαι, καθάπερ καὶ τῶν Κυρηναίων ἄρων, θερμαίνουϲαι δὲ ϲαφῶϲ καί τι καὶ ἀρωματίζον ἐμφαίνουϲαι. τὸ μὲν οὖν δύϲπεπτον αὐταῖϲ ὁμοίωϲ ὑπάρχει ταῖϲ ἄλλαιϲ ῥίζαιϲ. οὐρητικαὶ δεἰϲὶ καί, εἰ πλεονάζοι τιϲ αὐτῶν ἐν τῇ χρήϲει, κακόχυμοι μετρίωϲ. εὐχυμοτέρα γε μήν ἐϲτιν καρὼ τοῦ ϲταφυλίνου.
§65.2 τινὲϲ δὲ τὸν ἄγριον ϲταφυλῖνον | ὀνομάζουϲι δαῦκον, οὐρητικώτερον μὲν ὄντα, φαρμακωδέϲτερον δἤδη καὶ πολλῆϲ ἑψήϲεωϲ δεόμενον, εἰ μέλλοι τιϲ ἐϲθίειν αὐτόν.
§66.1 Ἐν ῥίζαιϲ βολβοῖϲ ἀριθμεῖν ἀναγκαῖόν ἐϲτι καὶ ταῦτα μηδεμίαν ἔχοντα ϲαφῆ ποιότητα. χρῶνται τοιγαροῦν αὐτοῖϲ οἱ χρώμενοι πρὸϲ ὑποδοχὴν ἀρτυμάτων, ὥϲπερ καὶ τοῖϲ ἄλλοιϲ, ὅϲα καλοῦϲιν ἄποια καὶ ἀβλαβῆ καὶ ὑδατώδη κατὰ τὴν γεῦϲιν. ἔϲτι δἁπάντων αὐτῶν κοινόν. ὡϲ μηδὲ τὴν ἀναδιδομένην εἰϲ τὸ ϲῶμα τροφὴν ἐξαίρετόν τινα δύνα μιν ἔχειν, ἀλλὑπόψυχρον μὲν εἶναι, τῷ πάχει δ’, ὁποῖον ἄν τι καὶ αὐτὸ τὸ ἐδηδεϲμένον , παχυτέραν μὲν ἐξ ὕδνου, ὑγροτέραν δὲ καὶ λεπτοτέραν ἐκ κολοκύνθηϲ ἐπί τε τῶν ἄλλων ἀνὰ λόγον.
§67.1 Καὶ τῶν μυκήτων οἱ βωλῖται, καλῶϲ ἑψηθέντεϲ ἐν ὕδατι, πληϲίον ἥκουϲι τῶν ἀποίων ἐδεϲμάτων. οὐ μὴν οὕτω γε μόνοιϲ αὐτοῖϲ οἱ ἄνθρωποι χρῶνται, ϲκευάζουϲι δὲ καὶ ἀρτύουϲι πολυειδῶϲ, ὥϲπερ καὶ τἄλλα, ὅϲα μηδεμίαν ἐξαίρετον ἔχει ποιότητα. φλεγματώδηϲ δ’ | ἐϲτὶν ἐξ αὐτῶν τροφὴ καὶ δῆλον ὅτι καὶ ψυχρά, κἂν πλεονάζῃ τιϲ ἐν αὐτοῖϲ, κακόχυμοϲ.
§67.2 ἀβλαβέϲτατοι μὲν οὖν τῶν ἄλλων μυκήτων εἰϲὶν οὔτοι, δεύτεροι δὲ μεταὐτοὺϲ οἱ ἀμανῖται. τῶν δἄλλων ἀϲφαλέϲτερόν ἐϲτι μηδὅλωϲ ἅπτεϲθαι· πολλοὶ γὰρ ἐξ αὐτῶν ἀπέθανον. ἐγὼ δοἶδά τινα καὶ τῶν βωλιτῶν αὐτῶν, οἵπερ ἀβλαβέϲτατοι δοκοῦϲιν εἶναι, πλείοναϲ οὐκ ἀκριβῶϲ ἑφθοὺϲ φαγόντα, θλιβέντα τε τὸ ϲτόμα τῆϲ κοιλίαϲ καὶ βαρυνθέντα καὶ ϲτενοχωρηθέντα καὶ δυϲπνοήϲαντα καὶ λειποψυχήϲαντα καὶ ψυχρὸν ἱδρώϲαντα καὶ μόγιϲ ϲωθέντα διὰ τῆϲ τῶν τεμνόντων τοὺϲ παχεῖϲ χυμοὺϲ προϲφορᾶϲ, ὁποῖόν ἐϲτιν ὀξύμελι καθἑαυτό τε καὶ μεθὑϲϲώπου καὶ ὀριγάνου μετρίωϲ ἑψηθέντων ἐν αὐτῷ. καὶ γὰρ ἐκεῖνοϲ ἔλαβε καὶ τούτων καὶ τοῦ λίτρου τὸν ἀφρὸν ἐπιπαϲθένταὐτοῖϲ, ἐφοἷϲ ἤμεϲε τοὺϲ ἐδηδεϲμένουϲ μύκηταϲ, ἤδη πωϲ εἰϲ φλεγματώδη χυμὸν ἱκανῶϲ ψυχρὸν καὶ παχὺν ὑπηλλαγμένουϲ.
§68.1 Ὠμὴν μὲν αὐτὴν ἐϲθίουϲι μόνην τοὐπίπαν οἱ κατὰ τὰϲ πόλειϲ ἄνθρωποι | πρώτην ἁπάντων μετὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκεν, ὀλίγοι δὲ καὶ ὄξουϲ ἐπιχέουϲιν. οἱ δἐν τοῖϲ ἀγροῖϲ καὶ μετἄρτου πολλάκιϲ προϲφέρονται παραπληϲίωϲ τοῖϲ ἄλλοιϲ αὐτοφυέϲιν ὄψοιϲ, ἐξ ὧν ἐϲτι καὶ ὀρίγανοϲ χλωρὰ καὶ κάρδαμον καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἕρπυλλοϲ ἡδύοϲμόϲ τε καὶ καλαμίνθη καὶ πύρεθρον καὶ εὔζωμον. ἅπαντα γὰρ ταῦτα τῶν ἐδωδίμων ἐϲτὶν ἐν ὄψων χώρᾳ μετὰ τῶν τροφῶν ἐϲθιόμενα, τῶν ποωδῶν φυτῶν ὄντα
§68.2 τῆϲ ῥαφανῖδοϲ δὲ καὶ τὸν καυλὸν μὲν ἐϲθίουϲι καὶ τὰ φύλλα κατἀνάγκην μᾶλλον ἑκόντεϲ. μέντοι ῥίζα τῶν ϲυνεχῶϲ ἐϲθιομένων. ἐϲτὶν ὡϲ ὄψον μᾶλλον τροφή, τῆϲ λεπτυντικῆϲ δυνάμεωϲ οὖϲα καὶ αὐτὴ δηλονότι μετὰ τοῦ θερμαίνειν ϲαφῶϲ· ἐπικρατεῖ γὰρ δριμεῖα ποιότηϲ ἐν αὐτῇ. κατὰ δὲ τὸ ἔαρ εἴωθε καυλόν τινα γεννᾶν εἰϲ ὕψοϲ ἀνερχόμενον, ὥϲπερ καὶ τἄλλα τὰ μέλλοντα καρποφορήϲειν, ὅντινα καυλὸν ἕψοντεϲ ἐϲθίουϲι διἐλαίου τε καὶ γάρου καὶ ὄξουϲ, ὥϲπερ καὶ τὸν τῆϲ γογγυλίδοϲ καὶ τὸν τοῦ νάπυοϲ καὶ τὸν τῆϲ θριδακίνηϲ.
§68.3 καὶ τρέφει μὲν δηλονότι μᾶλλον καυλὸϲ οὖτοϲ τῆϲ ὠμῆϲ | ῥαφανῖδοϲ, ὡϲ ἂν ἀποτιθέμενοϲ ἐν τῷ ὕδατι τὴν δριμύτητα, βραχυτάτην δὅμωϲ καὶ αὐτὸϲ ἔχει τροφήν. ἔνιοι δοὐ μόνον τὸν καυλὸν ἀλλὰ καὶ αὐτὰϲ ἕψοντεϲ ἐϲθίουϲι τὰϲ ῥαφανῖδαϲ ὁμοίωϲ ταῖϲ γογγυλίϲι. θαυμάϲαι δἔϲτι καὶ τῶν ἰατρῶν καὶ τῶν ἰδιωτῶν ἐκείνουϲ, ὅϲοι μετὰ τὸ δεῖπνον ὠμὰϲ ἐϲθίουϲιν αὐτὰϲ εὐπεψίαϲ ἕνεκεν. αὐτοὶ μὲν γὰρ ἱκανὴν ἐϲχηκέναι τούτου φαϲὶ πεῖραν, οἱ μιμηϲάμενοι δαὐτοὺϲ ἅπαντεϲ ἐβλάβηϲαν.
§69.1 Καὶ τούτων τῶν φυτῶν τὰϲ μὲν ῥίζαϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι πλειϲτάκιϲ, ὀλιγάκιϲ δὲ τὸν καυλὸν καὶ τὰ φύλλα. δριμεῖαν δἱκανῶϲ ἔχοντα δύναμιν ἀνὰ λόγον αὐτῇ θερμαίνει τε τὸ ϲῶμα καὶ λεπτύνει τοὺϲ ἐν αὐτῷ παχεῖϲ χυμοὺϲ καὶ τέμνει τοὺϲ γλίϲχρουϲ. ἑψηθέντα μέντοι δὶϲ καὶ τρὶϲ ἀποτίθεται μὲν τὴν δριμύτητα, λεπτύνει δὅμωϲ ἔτι καὶ τροφὴν βραχυτάτην δίδωϲι τῷ ϲώματι. τέωϲ δοὐδὅλωϲ ἐδίδου πρὶν ἑψηθῆναι.
§69.2 τό γε μὴν ϲκόροδον οὐ μόνον ὡϲ ὄψον, ἀλλὰ καὶ ὡϲ φάρμακον ὑγιεινὸν ἐϲθίου|ϲιν, ἐκφρακτικῆϲ τε καὶ διαφορητικῆϲ ὑπάρχον δυνάμεωϲ. ἑψηθὲν δἐπὀλίγον, ὡϲ ἀποθέϲθαι τὴν δριμύτητα, τῇ μὲν δυνάμει καταδεέϲτερον γίγνεται, τὴν κακοχυμίαν δοὐκέτι διαϲῴζει. καθάπερ οὐδὅταν ἑψήϲῃ τιϲ δίϲ τὰ πράϲα καὶ τὰ κρόμυα.
§69.3 τὰ δἀμπελόπραϲα διαφέρει τῶν πράϲων τοϲοῦτον, ὅϲον κὰν τοῖϲ ἄλλοιϲ ἅπαϲι τοῖϲ ὁμογενέϲι τὰ ἄγρια τῶν ἡμέρων. ἀποτίθενται δεἰϲ τοὐπιὸν ἔτοϲ ὅλον ἔνιοι, καθάπερ τὰ κρόμυα, διὄξουϲ ϲυντιθέντεϲ, οὕτω καὶ τὰ ἀμπελόπραϲα, καὶ γίγνεται πρόϲ τε τὴν ἐδωδὴν ἀμείνω καὶ ἧττον κακόχυμα.
§69.4 φείδεϲθαι δὲ χρὴ τῆϲ ϲυνεχοῦϲ ἐδωδῆϲ ἀπάντων τῶν δριμέων, καὶ μάλιϲθὅταν προϲφερόμενοϲ αὐτὰ χολωδέϲτεροϲ φύϲει. μόνοιϲ γὰρ τοῖϲ ἤτοι τὸν φλεγματώδη χυμὸν τὸν ὠμὸν καὶ παχὺν καὶ γλίϲχρον ἠθροικόϲιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεϲμάτων ἐϲτίν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up