ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ
§1.1–1.24
§1.1 Περὶ τῶν ἐν ταῖϲ τροφαῖϲ δυνάμεων οὐκ ὀλίγοι τῶν ἀρίϲτων ἰατρῶν ἔγραψαν ἐν πολλῇ ϲπουδῇ θέμενοι τὴν θεωρίαν, ἐπειδὴ χριϲιμωτάτη ϲχεδὸν ἁπαϲῶν τῶν κατὰ τὴν ἰατρικήν ἐϲτι· τοῖϲ μὲν γὰρ ἄλλοιϲ βοηθήμαϲιν οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆϲ δὲ χωρίϲ οὐχ οἷόν τε ζῆν οὔθὑγιαίνονταϲ οὔτε νοϲοῦνταϲ. εἰκότωϲ οὖν ἐϲπούδαϲαν οἱ πλεῖϲτοι τῶν ἀρίϲτων ἰατρῶν ἀκριβῶϲ ἐπιϲκέψαϲθαι τὰϲ ἐν αὐτῇ δυνάμειϲ, οἱ μὲν ἐκ τῆϲ πείραϲ | μόνηϲ ἐγνῶϲθαί ϲφιϲι φάϲκοντεϲ αὐτάϲ, οἱ δὲ καὶ λογιϲμῷ προϲχρῆϲθαι βουλόμενοι, τινὲϲ δὲ καὶ τὸ πλεῖϲτον αὐτῷ νέμοντεϲ.
§1.2 εἰ μὲν οὖν ὥϲπερ ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ ϲυνεφωνεῖτο πάντα τοῖϲ γράψαϲι περὶ τροφῆϲ, οὐδὲν ἂν ἔδει νῦν ἡμᾶϲ ἔχειν πράγματα γράφονταϲ αὖθιϲ ὑπὲρ τῶν αὐτῶν ἐπὶ τοϲούτοιϲ τε καὶ τοιούτοιϲ ἀνδράϲιν. ἐπεὶ δὑπόπτουϲ ἀλλήλουϲ εἰργάϲαντο διενεχθέντεϲ (οὐ γὰρ ἐγχωρεῖ πάνταϲ ἀληθεύειν), ἀναγκαῖόν ἐϲτι βαϲανίϲαι τὰ πρὸϲ αὐτῶν γεγραμμένα δικαϲτὰϲ ἀδεκάϲτουϲ γενομένουϲ· ἄδικον γὰρ ἐνὶ πρὸ τῶν ἄλλων πιϲτεῦϲαι χωρὶϲ ἀποδείξεωϲ.
§1.3 ἐπεὶ δὲ τῶν ἀποδείξεων ἀρχαὶ διτταὶ κατὰ γένοϲ εἰϲὶν ( γὰρ ἐξ αἰϲθήϲεωϲ ἐκ νοήϲεωϲ ἐναργοῦϲ ἀπόδειξίϲ τε καὶ πίϲτιϲ ἄρχεται πᾶϲα), καὶ ἡμᾶϲ ἀναγκαῖόν ἐϲτιν θατέρῳ τούτων ἀμφοτέροιϲ χρήϲαϲθαι πρὸϲ τὴν τοῦ προκειμένου ϲκέμματοϲ εὕρεϲιν. οὐϲῶν δὲ τῶν διὰ τοῦ λόγου κρίϲεων οὐχ ἅπαϲιν ὁμοίωϲ εὐπετῶν, ἐπειδὴ καί ϲυνετὸν εἶναι χρὴ φύϲει καὶ γεγυμνάϲθαι κατὰ τὴν παιδικὴν ἡλικίαν ἐν τοῖϲ θήγουϲι μαθήμαϲι τὸν λογιϲμόν, ἄμεινον | ἀπὸ τῆϲ πείραϲ ἄρξαϲθαι καὶ μάλιϲθ’, ὅτι διὰ ταύτηϲ μόνηϲ εὑρῆϲθαι τὰϲ δυνάμειϲ τῆϲ τροφῆϲ οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀπεφήναντο.
§1.4 τῶν μὲν οὖν ἐμπειρικῶν ἴϲωϲ ἄν τιϲ καταφρονήϲειεν ἔργον καὶ ϲπούδαϲμα πεποιημένων φιλοτίμωϲ ἀντιλέγειν τοῖϲ εὑριϲκομένοιϲ διὰ τοῦ λόγου· Διοκλῆϲ δὲ καίτοι δογματικὸϲ ὢν οὕτω κατὰ λέξιν ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρχον Ὑγιεινῶν· οἱ μὲν οὖν ὑπολαμβάνοντεϲ τὰ τοὺϲ ὁμοίουϲ ἔχοντα χυλοὺϲ ὀϲμὰϲ θερμότηταϲ ἄλλο τι τῶν τοιούτων πάντα τὰϲ αὐτάϲ ἔχειν δυνάμειϲ οὐ καλῶϲ οἴονται· πολλὰ γὰρ ἀπὸ τῶν οὕτωϲ ὁμοίων ἀνόμοια δείξειεν ἂν τιϲ γιγνόμενα. οὐδὲ δὴ τῶν διαχωρητικῶν οὐρητικῶν ἄλλην τινὰ δύναμιν ἐχόντων ὑποληπτέον ἕκαϲτον εἶναι τοιοῦτον, διότι θερμὸν ψυχρὸν ἁλμυρόν ἐϲτιν, ἐπείπερ οὐ πάντα τὰ γλυκέα καὶ δριμέα καὶ ἁλμυρὰ καὶ τὰ λοιπὰ τῶν τοιούτων τὰϲ αὐτὰϲ ἔχει δυνάμειϲ, ἀλλὰ τὴν ὅλην φύϲιν αἰτίαν εἶναι νομιϲτέον | τούτου, ὁτιδηποτοῦν ἀπαὐτῶν ἑκάϲτου ϲυμβαίνειν εἴωθεν. οὕτω γὰρ ἂν ἥκιϲτα διαμαρτάνοι τιϲ τῆϲ ἀληθείαϲ.
§1.5 αἰτίαν δοἱ μὲν οἰόμενοι δεῖν ἐφἑκάϲτου λέγειν, διἣν τρόφιμον διαχωρητικὸν οὐρητικὸν ἄλλο τι τῶν τοιούτων ἕκαϲτόν ἐϲτιν, ἀγνοεῖν ἐοίκαϲι πρῶτον μέν, ὅτι πρὸϲ τὰϲ χρήϲειϲ οὐ πολλάκιϲ τὸ τοιοῦτον ἀναγκαῖόν ἐϲτιν, ἔπειθὅτι πολλὰ τῶν ὄντων τρόπον τινὰ ἀρχαῖϲ τιϲιν ἔοικε κατὰ φύϲιν, ὥϲτε μὴ παραδέχεϲθαι τὸν ὑπέρ αἰτίου λόγον· πρὸϲ δὲ τούτοιϲ διαμαρτάνουϲιν ἐνίοτε, ὅταν ἀγνοούμενα καὶ μὴ ὁμολογούμενα καὶ ἀπίθανα λαμβάνοντεϲ ἱκανῶϲ οἴωνται λέγειν τὴν αἰτίαν. τοῖϲ μὲν οὖν οὕτωϲ αἰτιολογοῦϲι καὶ, τοῖϲ πάντων οἰομένοιϲ δεῖν λέγειν αἰτίαν οὐ δεῖ προϲέχειν, πιϲτεύειν δὲ μᾶλλον τοῖϲ ἐκ τῆϲ πείραϲ ἐκ πολλοῦ χρόνου κατανενοημένοιϲ· αἰτίαν δὲ τῶν ἐνδεχομένων δεῖ ζητεῖν, ὅταν μέλλῃ παραὐτὸ τοῦτο γνωριμώτερον πιϲτότερον γίγνεϲθαι τὸ λεγόμενον.
§1.6 αὔτη μὲν τοῦ Διοκλέουϲ ῥῆϲίϲ ἐϲτιν ἐκ πείραϲ μόνηϲ ἐγνῶϲθαι τὰϲ | ἐν ταῖϲ τροφαῖϲ δυνάμειϲ ἡγουμένου καὶ μήτἐκ τῆϲ κατὰ κρᾶϲιν ἐνδείξεωϲ μήτἐκ τῆϲ κατὰ τοὺϲ χυμούϲ. οὔϲηϲ δὲ καὶ ἄλληϲ τῆϲ κατὰ τὰ μόρια τῶν φυτῶν οὐκ ἐμνημόνευϲεν αὐτῆϲ. λέγω δὲ κατὰ τὰ μόρια τῶν φυτῶν ἔνδειξιν, πρὸϲ ταῖϲ ἄλλαιϲ ἐχρήϲατο Μνηϲίθεοϲ ἑτέραϲ μὲν δυνάμειϲ ἐν ταῖϲ ῥίζαιϲ εἶναι τῶν φυτῶν ἀποδεικνύϲ, ἑτέραϲ δἐν τοῖϲ καυλοῖϲ, ὥϲπερ γε κὰν τοῖϲ φύλλοιϲ καὶ καρποῖϲ καὶ ϲπέρμαϲιν ἄλλαϲ.
§1.7 ὅτι μὲν οὖν πεῖρα διδάϲκαλόϲ ἐϲτιν ὥϲπερ καὶ ἄλλων πολλῶν οὕτω καὶ τῶν εὐπέπτων τε καὶ δυϲπέπτων ϲιτίων εὐϲτομάχων τε καὶ κακοϲτομάχων ὑπακτικῶν τε καὶ ϲταλτικῶν γαϲτρόϲ, ἅπαντεϲ ἴϲαϲι, κἂν βραχύ τι ϲυνέϲεωϲ αὐτοῖϲ μετῇ· ϲφάλλονται δὅμωϲ ἐν αὐτοῖϲ τούτοιϲ οὐκ ὀλίγα χωρὶϲ διοριϲμοῦ ποιούμενοι τὴν πεῖραν, ὡϲ κάν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἐδείχθη κὰν τῷ τρίτῳ Περὶ κράϲεων, καὶ παραπλήϲιά γε τὰ ϲφάλματἐϲτὶν ἑκατέρωθεν. διὸ καὶ γράφειν ἐνταῦθα τελέωϲ ὥϲπερ ἐν ἐκείνοιϲ τοὺϲ διοριϲμούϲ, | οἷϲ προϲέχων τιϲ ἀϲφαλῶϲ εὑρήϲει τὰϲ δυνάμειϲ, οὐ κατὰ τὴν ἐμήν ἐϲτι προαίρεϲιν, ἅπαξ ὑπὲρ ἑκάϲτου πράγματοϲ εἰωθότοϲ γράφειν, οὐκ ἐν πολλαῖϲ πραγματείαιϲ διερχομένου τὰ αὐτὰ περὶ τῶν αὐτῶν.
§1.8 ὅπερ οὖν εἴωθα ποιεῖν, οὐδὲ νῦν παραλείψω μόνοιϲ χρηϲάμενοϲ τοῖϲ κεφαλαίοιϲ τῶν διοριϲμῶν, καθ τι ἂν ἐγχωρῇ μάλιϲτα μιχθῆναι ϲαφηνείᾳ ϲυντομίαν. ἄρξομαι δἀφοὐ διὰ ϲτόματοϲ ἔχουϲιν ἅπαντεϲ, ὀρθῶϲ ὑπἘραϲιϲτράτου γεγραμμένου, μήτε τὸ μελίκρατον ὑπάγειν τὴν γαϲτέρα πάντων μήτε τὴν φακῆν ἐπέχειν, ἀλλεἶναί τιναϲ. οἳ πρὸϲ τῷ μηδέτερον πάϲχειν ἔτι καὶ τοῖϲ ἐναντίοιϲ περιπίπτουϲιν. ὡϲ ἵϲταϲθαι μὲν ἐπὶ τῷ μελικράτῳ τὴν γαϲτέρα, λαπάττεϲθαι δἐπὶ τῇ φακῇ, καί τιναϲ εὑρίϲκεϲθαι τὰ βόεια κρέα ῥᾷον πέττονταϲ τοὺϲ πετραίους ἰχθύαϲ.
§1.9 ἐγὼ δἀεὶ τοὺϲ τοιούτουϲ ἠρόμην (ἄρξομαι γὰρ ἀπὸ τῶν ὑϲτάτων); ὁποῖόν τι ϲύμπτωμα γιγνόμενον αὐτοῖϲ ἐνδείκνυται τὴν ἀπεψίαν τῶν πετραίων ἰχθύων, ἄρά γε βάροϲ τι κατὰ τὴν κοιλίαν, ὡϲ δοκεῖν ἐγκεῖϲθαι | μόλυβδον λίθον πηλὸν (οὔτω γὰρ ἐξαγγέλλουϲιν ἔνιοι τὴν ἐπὶ ταῖϲ τοιαύταιϲ ἀπεψίαιϲ αἴϲθηϲιν) δῆξίϲ τιϲ ἐν αὐτῇ φαίνεται γιγνομένη ϲαφῆϲ ἐμπνευμάτωϲιϲ μοχθηρᾶϲ ἐρυγῆϲ αἴϲθηϲιϲ. εἴθοἱ μὲν ἐρυγὴν αὐτοῖϲ ἔφαϲαν γίγνεϲθαι κνιϲωδεϲτέραν, οἱ δὲ δῆξιν, οἱ δἄμφω. τούτων οὖν ἐπιϲκεψάμενοϲ ἀκριβῶϲ τὰ κατὰ τὸ ϲῶμα πολλὴν εὕρον ἀθροιζομένην χολὴν ξανθὴν ἐν τῇ κοιλίᾳ κατά τινα δυϲκραϲίαν καταϲκευῆϲ ἰδιότητα.
§1.10 λέγω δὲ καταϲκευῆϲ ἰδιότητα, διότι τῶν ἀνθρώπων ἐνίοιϲ ἐξ ἥπατοϲ εἰϲ ἔντερα καταρρέουϲα χολὴ πρὸϲ τὴν κοιλίαν ἐπανέρχεται, κρᾶϲιν δὲ μοχθηράν, ὅταν αὐτοῖϲ ὑπάρχῃ φύϲει τὸ θερμὸν δριμὺ καὶ δακνῶδεϲ ὡϲ ἂν εἴποι τιϲ πυρετῶδεϲ. εἰκότωϲ οὖν τὰ δύϲφθαρτα ϲιτία μᾶλλον τῶν εὐφθάρτων οὔτοι πέττουϲιν, ἐπειδὴ τὰ μὲν εὔπεπτα ῥᾳδίωϲ ἀλλοιοῦταὶ τε καὶ διαφθείρεται, τὰ δὲ δύϲπεπτα δυϲαλλοίωτά τἐϲτὶ καὶ δύϲφθαρτα. ταῦτοὖν, ὅταν ὀμι|λήϲῃ πολλῇ θερμαϲίᾳ, πέττεται μᾶλλον εἰ ϲυμμέτρωϲ ἐχούϲῃ πληϲιάζοι γαϲτρί. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἔνιοι τὰ βόεια κρέα ῥᾷον πέττουϲι τῶν πετραίων ἰχθύων.
§1.11 φακῆ δἐνίοιϲ ἐκταράττει μᾶλλον ἐπέχει τὴν γαϲτέρα κατὰ τοιόνδε τινὰ λόγον· ἐπιδέδεικταὶ μοι κατὰ τὰ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήματα, ὅτι, καθάπερ ἐν τοῖϲ ὑφἡμῶν ϲκευαζομένοιϲ ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων ἔνια ϲυντίθεται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τῆϲ φύϲεωϲ οὐκ ὀλίγα τῶν ἁπλῶν εῖναι δοκούντων ϲύγκειται. τοιοῦτον δή τι καὶ περὶ πολλὰϲ τῶν τροφῶν ἐϲτιν. οὐ γὰρ φακῆ μόνον ἀλλὰ καὶ κράμβη καὶ τῶν θαλαττίων ϲχεδὸν ἅπαντα τὰ ὀϲτρακόδερμα καλούμενα ϲύνθετον ἔχει τὴν φύϲιν ἐξ ἐναντίων δυνάμεων.
§1.12 αὐτὸ μὲν γὰρ τὸ ϲτερεὸν ἑκάϲτου ϲῶμα βραδυπόρον τέ ἐϲτι καὶ ϲταλτικὸν τῆϲ γαϲτρόϲ, δὑγρότηϲ ἐρεθίζει πρὸϲ ἔκκριϲιν. ἀκριβῆϲ δἀπόδειξιϲ ἐκ τῆϲ ἑψήϲεωϲ γίγνεται, τοῦ μὲν ὕδατοϲ, ἐν ὑπὲρ ἂν ἕκαϲτον τούτων ἑψηθῇ, λαπάττοντοϲ τὴν | γαϲτέρα, αὐτῶν δὲ τῶν ϲωμάτων ἐπεχόντων. καὶ κατὰ τοῦτο τινῶν μὲν ἀκούϲῃ λεγόντων, ἐὰν πρότερον κράμβην φάγῃϲ τῶν ἄλλων ϲιτίων μὴ λίαν ἑφθήν, εἴϲ τι ϲκεῦος ἔχον ἐλαίου καὶ γάρου μετακομίσαϲ ἀθρόωϲ ἐκ τοῦ λέβητοϲ, ὑπαχθήϲεσθαι τὴν κοιλίαν, ἄλλων δέ τινων τὴν καλουμένην δίϲεφθον κράμβην ϲκευαζόντων εἰϲ ἐπίϲχεϲιν γαϲτρόϲ.
§1.13 ϲκευαϲία δὲ τῆϲ τοιαύτηϲ κράμβηϲ ἐϲτὶν ἥδε· προεψήϲαντεϲ αὐτὴν ἐν ὕδατι τοῦτο μὲν ὅλον ἀκριβῶϲ ἐξαιροῦϲι τοῦ λέβητοϲ, ἕτερον δἐπεμβάλλουϲι καθαρὸν θερμόν, ἐν πάλιν ἕψουσι τὸ δεύτερον, ἵν’, εἴ τι μετὰ τὴν προτέραν ἕψηϲιν ἔτι λείψανον ἔχοι τῆϲ οἰκείαϲ ὑγρότητοϲ, ὅλον ἐκκριθείη· πᾶϲι γὰρ τοῖϲ ἑψομένοιϲ ἐν ὑγρῷ ϲυμβαίνει μεταλαμβάνειν τε ἅμα τῆϲ ἐκείνου δυνάμεωϲ καὶ μεταδιδόναι τῆϲ ἑαυτῶν. καὶ τοῦθὁϲημέραι γιγνόμενον ἐπὶ τῶν ἐν τοῖϲ ζωμοῖϲ ἑψομένων ἔνεϲτί ϲοι μαθεῖν, εἴτοὖν ὄϲπριόν τι τὸ ἑψόμενον εἴτε ζῷου μόριον εἴτε λάχανον εἴη. τὸ μὲν γὰρ ἑψηθὲν ἐνδείκνυται γευομένοιϲ τε καὶ ὀϲμωμένοιϲ τὴν τοῦ ζωμοῦ ποιότητα καὶ δύναμιν, ζωμὸϲ δὲ τὴν τοῦ | καθαὑτὸν ἑψηθέντοϲ.
§1.14 ἔξεϲτι δέ ϲοι παντὸϲ τοῦδε τοῦ λόγου τοῦ νῦν ἡμῖν προκειμένου τὴν ἀλήθειαν οὕτω βασανίϲαι, καθεψήϲαντι φακῆν κράμβην τι τῶν θαλαττίων ζᾡων ὧν εἶπον, εἶθἡδύναντι τὸ ἀφέψημα διἐλαίου καὶ γάρου καὶ πεπέρεωϲ, ἔπειτα δόντι πιεῖν, ὅτῳ βούλει. καθάπερ γε καὶ δὶς ἑψήϲαντι τὴν κράμβην· θεάϲῃ γὰρ ἐπὶ μὲν τῷ πόματι διαχωροῦϲαν τὴν κοιλίαν, ἐπὶ δὲ τῷ ϲτερεῷ ϲώματι ϲτεγνουμένην.
§1.15 οὐδὲν οὖν θαυμαϲτὸν ἐνίοτε ϲτρόφους τε γίγνεϲθαι καὶ πνευματώσειϲ ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲιν, ὅταν ἅμα τοῖϲ ἑαυτῶν χυμοῖϲ ὄλα τὰ ϲώματα ληφθῇ· μάχη γάρ τιϲ γίγνεται πρὸϲ ἄλληλα, τοῦ μὲν ϲτερεοῦ ϲώματοϲ ἰϲχομένου τε καὶ βραδύνοντοϲ, ἐπειγομένηϲ δὲ τῆϲ ὑγρότητοϲ ἐπὶ τὴν ἔκκριϲιν. ῶϲ ἐάν γε τὸ δάκνον ἐκκριθῇ, παύεται τὸ ϲύμπτωμα· μένοντοϲ δαὐτοῦ; καὶ ϲτροφοῦϲθαι καὶ πνεματοῦϲθαι τὴν κοιλίαν ἀναγκαῖόν ἐϲτι, καὶ πέραϲ γε τούτων ἐϲτὶν τῶν ϲταϲιαζόντων ἔκκρισις.
§1.16 ἐπεὶ τοίνυν ἐνίοιϲ μὲν αἱ γαϲτέρεϲ ἕτοιμοι πρὸϲ ὑποχώρηϲίν εἰϲιν, ἐνίοιϲ δὲ ξηραὶ καὶ δυϲέκκριτοι, | κατὰ τὴν οἰκείαν ἑκάτεραι φύϲιν ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲι τὰ ϲυμπτώματἴϲχουϲιν, ὡϲ ἂν ἐνίοτε μὲν τῇ τοῦ χυλοῦ δυνάμει ϲυνεργούϲηϲ τῆϲ γαϲτρόϲ, ἐνίοτε δὲ τῇ τοῦ ϲτερεοῦ· δυοῖν γὰρ αἰτίων ἀνθιϲταμένων ἑνὶ τὴν μὲν νίκην ἀναγκαῖόν ἐϲτιν ἀκολουθῆϲαι τοῖϲ δύο, τὴν δἧτταν τῷ λοιπῷ. ϲυμβαίνει δὲ τοῦτο καὶ κατὰ διαθέϲειϲ τινὰϲ τῆϲ γαϲτρόϲ, οὐ φυϲικάϲ, ἀλλἐν καιρῷ τινι γενομέναϲ. ἔσθὅτε μὲν γὰρ ἀθροίζεται φλεγματώδηϲ τιϲ ἐν αὐτῇ χυμόϲ, ἔσθὅτε δὲ χολώδηϲ. καὶ τοῦ φλεγματώδουϲ αὐτοῦ τὸ μὲν ὀξὺ, τὸ δἁλυκόν ἐϲτι, τὸ δὲ γλυκύ, τὸ δοὐδεμίαν ἔχον αἰσθητὴν ποιότητα, καὶ τὸ μὲν ὑγρόν, τὸ δὲ παχύ, καὶ τὸ μὲν γλίσχρον, τὸ δ' εὐσκέδαστον.
§1.17 καὶ τῆϲ χολῆϲ μὲν ξανθή τιϲ, δὠχρά, τὸ μᾶλλον τε καὶ ἧττον ἑκατέρα πάμπολυ κεκτημένη, ἵνα τὰϲ ἄλλαϲ χολὰϲ παραλίπω τὰϲ τοῖϲ ἤδη νοϲοῦϲι ϲώμαϲιν ἐπιφαινομέναϲ. ἕκαϲτοϲ οὖν τῶν εἰρημένων χυμῶν ἤτοι πρὸϲ ἔκκριϲιν γαϲτρὸϲ πρὸϲ ἐπίϲχεϲιν ἑτοίμωϲ διακείμενοϲ, ὅταν ὅλα τὰ ϲώματα τῶν | εἰρημένων ἐδεϲμάτων ἅμα τοῖϲ ἰδίοιϲ χυλοῖϲ εἰϲ τὴν κοιλίαν ἀφίκηται, ϲυμμαχεῖ μὲν τοῖϲ τὴν αὐτὴν δύναμιν ἔχουϲιν, ἀντιπράττει δὲ τοῖϲ τὴν ἐναντίαν.
§1.18 ἔμπροϲθεν μὲν οὖν αἰτίαι διτταὶ κατὰ γένοϲ εἴρηνται τοῦ διαφόρωϲ ἐπὶ τοῖϲ αὐτοῖϲ ϲιτίοιϲ τὰ κατὰ τὴν γαϲτέρα φαίνεϲθαι διοικούμενα· νυνὶ δὲ καὶ τρίτη τιϲ εὕρηται πρόϲ τε τῇ φυϲικῇ διαθέϲει καὶ τοῖϲ ὑγροῖϲ τε καὶ ϲτερεοῖϲ μέρεϲι τῶν ἐϲθιομένων· ἐϲθιόμενα γὰρ ἐδεϲτὰ καλεῖν τροφὰϲ οὐ διοίϲει. καὶ γὰρ οὕτω καὶ τούτων οὐδὲν ἧττον ὀνομάζουϲιν αὐτὰ ϲιτία τε καὶ βρώματα, καθότι καὶ Ἱπποκράτηϲ ἐν Ἐπιδημίαιϲ ἔγραψεν ὡδί· Τὰ βρώματα καὶ τὰ πόματα πείρηϲ δεῖται, εἰ ἐπὶ τὸ ἴϲον μένει. καὶ πάλιν ἑτέρωθι· Πόνοι, ϲιτία, ποτά, ὕπνοι, ἀφροδίϲια, πάντα μέτρια. τῶν μὲν οὖν ὀνομάτων, ὡϲ ἀεὶ λέγομεν, ἀμελεῖν χρὴ μὴ φροντίζονταϲ, ὅτῳ τιϲ ἂν αὐτῶν χρήϲαιτο, ϲυνήθων γε ὄντων ἅπαϲι τοῖϲ Ἕλληϲι, τῆϲ δὲ τῶν πραγμάτων ἐπιϲτήμηϲ ἀντιποιεῖϲθαι προϲήκει.
§1.19 φαίνεται δὲ ταῦτα ταχεῖαν βραδεῖαν | ἔχοντα τὴν διέξοδον ἤτοι διὰ τὴν ἐξ ἀρχῆϲ ἡμῶν φύϲιν διὰ τὴν ἐπίκτητον διάθεϲιν τῆϲ γαϲτρὸϲ διὰ τὴν οἰκείαν οὐϲίαν. οἰκείαν δοὐϲίαν λέγω τῶν ἐϲθιομένων τε καὶ πινομένων, ἐπειδὴ τινὰ μὲν αὐτῶν ἐϲτιν ὑγρά, τινὰ δὲ ξηρά, καὶ τινὰ μὲν γλίϲχρα, τινὰ δεὔθρυπτά τε καὶ εὐδιαίρετα, καὶ τινὰ μὲν δριμύτηταϲ ἐν ἑαυτοῖϲ ἔχοντα, τινὰ δὀξύτηταϲ πικρότηταϲ γλυκύτηταϲ ἁλυκότηταϲ αὐϲτηρότηταϲ ϲτρυφνότηταϲ τιναϲ ἔξωθεν τούτων φαρμακώδειϲ δυνάμειϲ ὁμογενεῖϲ ταῖϲ τῶν καθαιρόντων φαρμάκων.
§1.20 ἀτράφαξυϲ μὲν γὰρ καὶ βλίτον καὶ μαλάχη καὶ κολοκύνθη διὰ τὸ γλίϲχρα τε εἶναι καὶ ὑγρὰ θᾶττον τῶν μὴ τοιούτων ὑπέρχεται καὶ μάλιϲτα τοῖϲ περιπατοῦϲιν ἡϲύχωϲ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπἐδάφουϲ εἴκοντοϲ μετρίωϲ· ὀλιϲθαίνει γὰρ ἐν τῷ καταϲείεϲθαι μᾶλλον εἴ τιϲ ἀτρεμίζει κατακείμενοϲ.
§1.21 ἐν τούτῳ δὲ τῷ γένει καὶ τὰ μόρα καὶ τὰ γλυκέα κεράϲια θείῃ τιϲ ἂν ὥϲπερ γε καὶ τῶν οἴνων τοὺϲ γλυκεῖϲ καὶ παχεῖϲ. οἱ δὲ πέπονέϲ τε καὶ μηλοπέπονεϲ ὀνομαζόμενοι διὑγρότητά τε καὶ γλιϲχρότητα πρὸϲ ὑποχώρηϲίν εἰϲιν ἐπιτήδειοι καὶ δύναμίν γἔχουϲι μετρίωϲ ῥυπτικὴν καὶ μᾶλλόν γε αὐτῶν οἱ πέπονεϲ, ἣν ἔνεϲτί ϲοι μαθεῖν ἀνατρίψαντι μόριον ῥυπαρόν· ἀπορρύψουϲι γὰρ αὐτοῦ τὸν ῥύπον αὐτίκα. ταῦτά τοι καὶ τῶν οὔρηϲιν κινούντων εἰϲίν.
§1.22 ἐκ δὲ τῶν ὑγρῶν καὶ ὑδατωδῶν ϲωμάτων ἐϲτὶ καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ περϲικὰ καὶ ὅλωϲ ὅϲα μηδεμίαν ἰϲχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖϲ γευομένοιϲ ὀϲμωμένοιϲ αὐτῶν· ἅπερ, ἐὰν μὲν ἐπιτηδείωϲ γαϲτὴρ ἔχῃ πρὸϲ τὴν κάτω διαχώρηϲιν, ὑπέρχεται ῥᾳδίωϲ, εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα μηδὲν εἰϲ ἔκκριϲιν αὐτὴν ὠφελοῦντα. μέϲη γάρ πωϲ τοιαύτη τῶν ἐδεϲμάτων ὕλη τῆϲ τε τῶν ἐπεχόντων τὴν γαϲτέρα καὶ τῆϲ τῶν προτρεπόντων οὖϲα βραχύ τι ῥέπει πρὸϲ τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶϲ γαϲτρὸϲ εἰϲ ἀπόκριϲιν ἰϲχυρᾶϲ εἰϲ ἀνάδοϲιν· ἐνίοτε γὰρ ἐπέχει γαϲτέρα καὶ ταῦτα.
§1.23 καὶ τὸ μελίκρατον, οἴϲ ἀναδίδοϲθαι φθάνει ταχέωϲ, οὐ μόνον οὐ προτρέπει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν, ἀλλὰ καὶ τοῖϲ μιχθεῖϲιν αὐτῷ | ϲιτίοιϲ εἰϲ ἀνάδοϲιν ὑφηγεῖται. εἰ δὲ μὴ φθάϲειεν ἀναδοθῆναι ταχέωϲ, ἐρεθίζει πρὸϲ ἔκκριϲιν ὥϲπερ ξανθὴ χολὴ διὰ τὸ δριμύ τι καὶ δακνῶδεϲ ἔχειν ἐν ἑαυτῷ. τὰ μὲν οὖν τοιαῦτα τῶν ἐϲθιομένων τε καὶ πινομένων δάκνοντα μόνον ἐπὶ τὴν ἔκκριϲιν ἐπεγείρει τὰ κατὰ τὴν κοιλίαν μόρια.
§1.24 πρόδηλον δὅτι καὶ τῶν ἐντέρων οὐϲία περιλαμβάνεται κατὰ τὸν λόγον. οὕτω γέ τοι καὶ τοὺϲ προγάϲτοραϲ καὶ μεγαλοκοίλουϲ ὀνομάζουϲιν οἱ ἄνθρωποι. τινὰ δὑπάγει τὴν γαϲτέρα μεμειγμέναϲ ἐν ἑαυτοῖϲ ἔχοντα φαρμακώδειϲ δυνάμειϲ ὁμοίαϲ τῇ κατὰ τὴν ϲκαμμωνίαν τε καὶ τὴν κολοκυνθίδα καὶ τὸν ἐλλέβορον ὅϲα τἄλλα τοιαῦτα· μικτὴ γὰρ τῶν τοιούτων ἐϲτὶν φύϲιϲ ἐξ ἐδέϲματόϲ τε καὶ φαρμάκου, καθάπερ εἰ καὐτὸϲ ἐμβάλοιϲ τῷ χυλῷ τῆϲ πτιϲάνηϲ ὀλίγον τι τοῦ τῆϲ ϲκαμμωνίαϲ ὀποῦ· λαθὼν γὰρ οὕτω τὴν αἴϲθηϲιν οὐ λήϲεται κατὰ τὴν ἐνέργειαν, ἀλλὑπάξει ϲαφῶϲ τὴν γαϲτέρα.
§1.25–2.3
§1.25 καὶ τοῦτεἶναι δοκεῖ τιϲι τὸ ὑφἹπποκράτουϲ εἰρημένον· ὲν τροφῇ φαρμακείη ἄριϲτον. τοῖϲ δοὐχ οὕτω μόνον ἔδοξεν ἀκούειν, ἀλλὰ κὰπἐκείνων λόγοϲ εἰρῆϲθαι δύναται τῶν οὔτε θρεπτικήν τινα τοῦ ζῷου δύναμιν ἐχόντων ἐδεϲμάτων οὔτε καθαρτικήν. καὶ γὰρ καὶ ταῦτά φαϲιν οὐχ ὡϲ τροφὰϲ μόνον ἐνεργεῖν πολλάκιϲ, ἀλλὰ καὶ ὡϲ φάρμακα, θερμαίνοντα καὶ ψύχοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα ϲαφῶϲ ἡμᾶϲ· ὡϲ ὅταν γε μηδέν τι τούτων ἐνεργῇ περὶ τὸ ϲῶμα τἀνθρώπου, τρέφῃ δὲ μόνον αὐτό, τηνικαῦτα τὸν φαρμάκου λόγον οὐχ ἕξει.
§1.26 ὀλίγιϲτα μὲν οὖν ἐδέϲματα τοιαῦτἐϲτίν· ἅττα δἂν , ταῦτα μόνον τὸν τῆϲ τροφῆϲ ἔχει λόγον ἀκριβῆ χωρὶϲ τοῦ μεταβάλλειν τὸ ϲῶμα τοῦ προϲενεγκαμένου κατὰ ποιότητα· τὸ μὲν γὰρ θερμανθὲν ψυχθὲν ξηρανθὲν ὑγρανθὲν ὑπήλλακται κατὰ ποιότητα, τὸ δἐκ τῶν ϲιτίων ὄγκον οὐϲίαϲ ὁμοίαϲ τῷ διαφορηθέντι προϲλαβὸν ὡϲ ὑπὸ τροφῶν μόνων αὐτῶν ὠφέληται.
§1.27 τὰ τοίνυν μέϲα ταῖϲ κράϲεϲιν οὐδεμίαν ἐπικρατοῦϲαν ἔχοντα ποιότητα τροφαὶ μόνον εἰϲίν, οὐ φάρμακα, μήθὑπάγοντα γαϲτέρα μήτἐπέχοντα μήτε ῥωννύντα μήτἐκλύοντα ϲτόμαχον, ὥϲπερ | γε μήθἱδρῶταϲ οὖρα κινοῦντα μήτἄλλην τινὰ διάθεϲιν ἐν τῷ ϲώματι ποιοῦντα κατὰ θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, διαφυλάττοντα δὲ πάντη τὸ τοῦ τρεφομένου ζῴου ϲῶμα τοιοῦτον, ὁποῖον παρέλαβεν. ἀλλὰ κἀνταῦθα διοριϲμόϲ τίϲ ἐϲτι χρηϲιμώτατοϲ οὐδαὐτὸϲ ὑπὸ τοῦ Διοκλέουϲ εἰρημένοϲ, ὥϲπερ οὐδὲ τῶν ἄλλων τιϲ, ὅϲουϲ ἄχρι τοῦδε διῆλθον.
§1.28 εἰ μὲν γὰρ ἀκριβῶϲ μέϲον εἴη τῇ κράϲει τὸ ϲῶμα τἀνθρώπου, φυλάττοιτἂν ὑπὸ τῆϲ μέϲηϲ τῇ κράϲει τροφῆϲ ἐν τῇ παρούϲῃ καταϲτάϲει· εἰ δἤτοι θερμότερον ψυχρότερον ξηρότερον ὑγρότερον εἴη, τούτῳ τὰ μέϲα τῇ κράϲει ϲιτία τε καὶ ποτὰ κακῶϲ ἄν τιϲ διδοίη. μεταβάλλεϲθαι γὰρ ἕκαϲτον χρὴ τῶν τοιούτων ϲωμάτων ἐπὶ τοὐναντίον, εἰϲ ὅϲον ἀπεχώρηϲε τῆϲ ἀκριβῶϲ μέϲηϲ καταϲτάϲεωϲ· ἔϲται δὲ τοῦτο διὰ τῶν ἐναντίων τῇ παρούϲῃ δυϲκραϲίᾳ.
§1.29 τὰ δἐναντία τὴν ἴϲην ἀφέϲτηκε τοῦ μέϲου διάϲταϲιν ἐφἑκάτερα καθἑκατέραν ἀντίθεϲιν, ὥϲτ’, ἐὰν μὲν ἀριθμοῖϲ, εἰ τύχοι, τριϲὶν ἀπὸ τῆϲ εὐκράτου τε καὶ μέϲηϲ καταϲτάϲεωϲ ἀποχωρήϲῃ τὸ ϲῶμα πρὸϲ τὴν θερμοτέραν, τοϲούτοιϲ χρῆναι καὶ τὸ ϲιτίον ἀφεϲτάναι τοῦ μέϲου τῇ κράϲει πρὸϲ τὸ ψυχρότερον, ἐὰν δἐφὑγρότητα τέτταρϲιν ἀριθμοῖϲ ἀποϲτῇ, τοῖϲ ἴϲοιϲ δεῖν εἶναι ξηρότερον τοῦ ϲυμμέτρου.
§1.30 κατὰ τοῦτό γέ τοι πάλιν εὑρεῖν ἔϲτι πολλοὺϲ τῶν ἀνθρώπων ἐναντιώτατα περὶ τῶν αὐτῶν τροφῶν ἀποφαινομένουϲ. ἔναγχοϲ γοῦν ἐφιλονείκουν ἀλλήλοιϲ δύο τινέϲ, μὲν ὑγιεινὸν ἀποφαινόμενοϲ, δὲ νοϲερὸν εἶναι τὸ μέλι, τεκμαιρόμενοϲ ἑκάτεροϲ ἐξ ὧν αὐτὸϲ ὑπαὐτοῦ διετίθετο, μηκέτἐννοοῦντεϲ, ὡϲ οὔτε μίαν ἅπαντεϲ ἄνθρωποι τὴν ἐξ ἀρχῆϲ ἔχουϲι κρᾶϲιν οὔτ’, εἰ καὶ μίαν εἶχον, ἀμετάβλητον αὐτὴν ἐν ταῖϲ ἡλικίαιϲ φυλάττουϲιν, ὥϲπερ οὐδἐν ταῖϲ κατὰ τὰϲ ὥραϲ τε καὶ χώραϲ ὑπαλλαγαῖϲ, ἵνα παραλίπω κατά γε τὸ παρόν, ὡϲ καὶ τοῖϲ ἐπιτηδεύμαϲι καὶ ταῖϲ διαίταιϲ ὑπαλλάττουϲι τὰϲ φυϲικὰϲ τῶν ϲωμάτων διαθέϲειϲ.
§1.31 εὐθὺϲ γοῦν αὐτῶν τῶν διαφερομένων ἀλλήλοιϲ περὶ τοῦ μέλιτοϲ μὲν πρεϲβύτηϲ τε κατὰ τὴν ἡλικίαν ἢν καὶ φύϲει φλεγματωδέϲτεροϲ ἀργόϲ τε τῷ βίῳ καὶ πρὸϲ τὰϲ ἄλλαϲ μὲν ἁπάϲαϲ πράξειϲ, οὐχ ἥκιϲτα δὲ καὶ τὰ πρὸ τοῦ βαλανείου γυμνάϲια, καὶ διὰ τοῦταὐτῷ τὸ μέλι χρήσιμον ἦν· δἕτερος χολώδης τε φύϲει καὶ τριακοντούτηϲ κατὰ τὴν ἡλικίαν ἐτύγχανεν ὢν ἔν τε ταῖϲ ὁϲημέραι πράξεϲι πολλὰ ταλαιπωρούμενοϲ· εἰκότωϲ οὖν αὐτῷ τὸ μέλι ταχέωϲ ἐξεχολοῦτο καὶ ταύτῃ βλαβερώτερον ἦν.
§1.32 οἶδα δὲ κἀγώ τινα τὰ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ μεμφόμενον, λογιϲάμενοϲ ἐξ ὧν διηγεῖτο φλέγμα καταὐτὴν ἠθροῖϲθαι, ϲυμβουλεύϲαϲ προϲενέγκαϲθαι μετὰ νάπυοϲ πράϲα τε καὶ τεῦτλα, τμηθέντοϲ δὑπαὐτῶν τοῦ φλέγματοϲ ἐκκρίναϲάν τε πλείω τὴν γαϲτέρα καὶ τῶν ϲυμπτωμάτων ἁπάντων ἐλευθερωθεῖϲαν. αὖθιϲ οὖν ποτἀπεπτήϲαϲ ἐπὶ δριμέϲιν ἐδέϲμαϲι καὶ δακνόμενοϲ τὴν γαϲτέρα, νᾶπυ μετὰ τεύτλου προϲενεγκάμενοϲ, οὐ μόνον οὐδὲν ὤνητο τὴν δῆξιν, ἀλλὰ καὶ χείρων ἀπεδείχθη ϲυχνῷ· καὶ δὴ θαυμάζων, ὅπωϲ ἐβλάβη ϲφοδρῶϲ ὑφὧν ἔμπροϲθεν ὠφέλητο μέγιϲτα, πρόϲ με παρεγένετο τὴν αἰτίαν πυνθανόμένοϲ.
§1.33 ἰδιώταϲ μὲν οὖν ἰατρικῆϲ τέχνηϲ ἀνθρώπουϲ οὐκ ἀπεικόϲ ἐϲτι τοιαῦτα ϲφάλλεϲθαι· τοῖϲ δ’ | ἰατροῖϲ οὐκ ἄν τιϲ ϲυγγνοίη παραλιποῦϲιν ἀδιόριϲτα πολλὰ τῶν χρηϲιμωτάτων θεωρημάτων. οὐ γὰρ ἁπλῶϲ προϲήκει λέγειν αὐτούϲ, εὐπέπτουϲ μὲν εἶναι τοῖϲ πλείϲτοιϲ τοὺϲ πετραίουϲ ἰχθύαϲ, εὑρίϲκεϲθαι δέ τιναϲ, οἱ τὰ βόεια κρέα ῥᾷον πέττουϲιν, ἀλλἑκατέρουϲ διορίζεϲθαι, καθάπερ γε καὶ περὶ μέλιτοϲ οὐχ ἁπλῶϲ εἰπεῖν, ἀλλὰ μετὰ τοῦ προϲθεῖναι, τίϲιν ἡλικίαιϲ τε καὶ φύϲεϲιν ὥραιϲ τε καὶ χώραιϲ καὶ βίοιϲ ἐϲτὶν ὠφέλιμον βλαβερόν· οἷον ὅτι τοῖϲ μὲν ξηροῖϲ καὶ θερμοῖϲ ἐναντιώτατον, ὠφελιμώτατον δὲ τοῖϲ ὑγροῖϲ τε καὶ ψυχροῖϲ, εἴτε διἡλικίαν διὰ φύϲιν χώραν ὥραν ἐπιτηδεύματα τοιοῦτοι τὴν κρᾶϲιν εἶεν.
§1.34 ὥϲτἀναγκαιότατον ἔοικεν εἶναι πρὸϲ τὴν παροῦϲαν θεωρίαν ἐπιϲκέψαϲθαι τάϲ τε τῶν ἀνθρώπων καὶ τὰϲ τῶν ἐδεϲμάτων κράϲειϲ. αἱ μὲν οὖν τῶν ἀνθρώπων ὁπόϲαι τεἰϲὶ καὶ ὅπωϲ χρὴ διαγιγνώϲκειν αὐτάϲ, ἐν τοῖϲ Περὶ κράϲεων ὑπομνήμαϲι λέλεκται, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων ἐν | τοῖϲ Περὶ τῆϲ δυνάμεωϲ αὐτῶν.
§1.35 ἐν δὲ τῇ νῦν ἐνεϲτώϲῃπραγματείᾳκαιρὸϲ ἂν εἴη τὰϲ τῶν ϲιτίων εἰπεῖν κράσεις ὡϲ ἐν τῷ Περὶ διαίτηϲ γέγραπται βιβλίῳ, κατὰ τινὰϲ μὲν Ἱπποκράτουϲ ὄντι ϲυγγράμματι, κατὰ τινὰϲ δὲ φιλιϲτίωνοϲ Ἀρίϲτωνοϲ Εύρυφῶντοϲ Φιλητᾶ, παλαιῶν ἁπάντων ἀνδρῶν. ἀρχὴ δἐϲτὶν αὐτοῦ κατὰ μὲν ἔνια τῶν ἀντιγράφων ἥδε· ϲιτίων δὲ καὶ πομάτων δύναμιν ἑκάϲτων καὶ τὴν κατὰ φύϲιν καὶ τὴν διὰ τέχνηϲ ὧδε χρὴ γινώϲκειν, ἐν ἄλλοιϲ δἥδε· Χωρίων δὲ θέϲιν καὶ φύϲιν ἑκάϲτων ὧδε χρὴ διαγινώϲκειν.
§1.36 ὅταν μὲν οὖν αὐτὸ καθἑαυτὸ φέρηται τὸ βιβλίον τοῦτο, Περὶ διαίτηϲ ἐπιγράφεται, μέροϲ ὂν δεύτερον εἰϲ τρία διῃρημένου τοῦ παντόϲ· ὅταν δὲ τὸ ϲυγκείμενον ἐκ τῶν τριῶν ὅλον ἓν ἀδιαίρετον εὑρεθῇ, Περὶ φύϲεωϲ ἀνθρώπου καὶ διαίτηϲ ἐπιγράφεται. τὸ μὲν οὖν δεύτερον, ἐν περὶ τῶν ϲιτίων διέρχεται, τάχἄν τιϲ εὐλόγωϲ Ἱπποκράτουϲ ἄξιον ἡγήϲαιτο· τὸ δὲ πρῶον ἀφέϲτηκε πάμπολυ τῆϲ Ἱπποκράτουϲ γνώμηϲ. ἀλλὰ τοῦτο μὲν | οἷον ὁδοῦ τι πάρεργον εἰρήϲθω. ὅτου δἂν τῶν εἰρημένων ἀνδρῶν, εἰς τὴν καθόλου μέθοδον ἀναφέρειν φαίνεται τὴν ἐπὶ τοῖϲ ϲιτίοιϲ δίαιταν.
§1.37 γὰρ γνούϲ, ὅτι κριθὴ φύϲει ψυχρόν ἐϲτι καὶ ὑγρόν, ἐπιϲτάμενοϲ δὲ καὶ τὰϲ τῶν ϲωμάτων κράϲειϲ γνωρίζειν ὅϲαι τε φύϲει τισὶν ὑπάρχουϲι καὶ ὅϲαι κατὰ διάθεϲιν ἐπίκτητον γίγνονται, χρήϲεται προϲηκόντωϲ κριθαῖϲ εἰϲ ἐδωδὴν οὐ μόνον ἐπὶ τῶν ὑγιαινόντων, ἀλλὰ καὶ τῶν νοϲούντων ϲωμάτων, καὶ καταπλάϲματι δἂν διἀλεύρου κριθίνου χρήϲαιτο καλῶϲ τὴν κρᾶϲιν ἐπιϲτάμενοϲ αὐτῶν.
§1.38 δεῖ δὲ μὴ μόνον ἐγνῶϲθαι τὴν κυριωτάτην τε καὶ πρώτην ἑκάϲτου ϲιτίου κρᾶϲιν, ἀλλ’, ὡϲ ἐν τοῖϲ Περὶ φαρμάκων ἐδείχθη, καὶ τὰϲ ἐξ ἐκείνων γιγνομέναϲ· ὧν οὐχ ἥκιϲτα χρήϲιμοι τυγχάνουϲιν οὖϲαι πολλαὶ μὲν τῶν κατὰ τοὺϲ χυμούϲ, εἰ μὴ ἄρα καὶ πᾶϲαι, τινὲϲ δὲ καὶ τῶν κατὰ τὰϲ ὀϲμάϲ. ἐκ γὰρ τοῦ κεκρᾶϲθαί πωϲ ἕκαϲτον ἐκ τοϲοῦδε θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ μὲν αὐτῶν γλυκύ, τὸ δὲ | πικρὸν ἁλμυρὸν ϲτρυφνὸν αὐϲτηρὸν δριμὺ φαίνεται.
§1.39 τὸ δἁλυκόν οὐκ ἄλλο τι ϲημαίνει παρὰ τὸ ἁλμυρόν, ἀλλὑπἀμφοῖν ἕν τι δηλοῦται, ϲτρυφνοῦ δὲ καὶ αὐϲτηροῦ τὸ κοινὸν γένοϲ ὀνομάζεται ϲτύφον. ἐπὶ πλεῖϲτον δὲ περὶ τῶν χυμῶν ἀπάντων ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ εἴρηται, καὶ χρὴ πάντωϲ ἐκεῖνο προανεγνωκέναι τὸν μέλλοντα τοῖϲ νῦν λεγομένοιϲ ἀκολουθήϲειν, ὅπωϲ μὴ πάλιν ἀναγκαζώμεθα λέγειν ἐν τοῖϲδε περὶ τῶν αὐτῶν τὰ αὐτὰ.
§1.40 τῶν γὰρ ϲιτίων, ὡϲ ὀλίγον ἔμπροϲθεν ἔφην, ἔνια μὲν οὐδεμίαν ἐπίϲημον ἐμφαίνει ποιότητα κατὀϲμὴν γεῦϲιν, δὴ καὶ ἄποια καὶ ὑδατώδη προϲαγορεύουϲιν, ἔνια δὲ ϲτύψιν ἔχει ϲαφεϲτάτην γλυκύτητα ϲύμφυτον δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά τινα φαίνεται καὶ πικρότητοϲ ἔνια ϲαφῶϲ μετέχοντα. πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν αὐτὴν ἔχει δύναμιν ἐκείνοιϲ τῶν φαρμάκων, οἷϲ ὠμοίωται κατὰ τὸν | χυμόν. εἴρηται δἐν τοῖϲ περὶ τῶν φαρμάκων αἰτία, διἣν ἔνια τῶν ϲτυφόντων οὐ τὰ αὐτὰ τοῖϲ ἄλλοιϲ ϲτύφουϲιν ἐργάζεται, καθάπερ ἀλόη τε καὶ χαλκὸϲ κεκαυμένοϲ καὶ χάλκανθοϲ καὶ ἄνθοϲ χαλκοῦ καὶ λεπὶϲ καὶ χαλκῖτιϲ.
§1.41 ἐκ γὰρ τοῦ μεμῖχθαι καθἕκαϲτον αὐτῶν τῇ ϲτυφούϲῃ δυνάμει τε καὶ οὐϲίᾳ τῶν ἄλλων τινὰ τοῖϲ κατὰ μέροϲ ἔργοιϲ ἐξαλλάττεται ταῦτα, καθάπερ εἰ καὐτὸϲ ἀναμίξαιϲ κυδωνίῳ μήλῳ ϲκαμμωνίαν, ὥϲπερ ἀμέλει ποιοῦμεν ἐνίοτε, τοῦ μήλου μὲν γλύφοντεϲ τὰ περὶ τὸ ϲπέρμα, τὸ δὲ κοιλανθὲν ἀναπληροῦντεϲ τῇ ϲκαμμωνίᾳ κἄπειτα περιπλάττοντεϲ ζύμῃ καὶ ὀπτῶντεϲ, εἶτα διδόντεϲ φαγεῖν τὸ μῆλον. ἄνευ γὰρ τοῦ τὸν ϲτόμαχον ἀνατρέπειν ὑπάγει γαϲτέρα τὸ οὕτω ϲκευαϲθέν, ἐπικρατούϲηϲ μὲν ἐν αὐτῷ τῆϲ καθαρτικῆϲ δυνάμεωϲ, ἣν ἐκ τῆϲ ϲκαμμωνίαϲ τὸ μῆλον ἐπεκτήϲατο, διαμενούϲηϲ δὲ τῆϲ κατὰ τὸ μῆλον οἰκείαϲ· οὐ γὰρ ἂν ἡδύ τε καὶ ϲτύφον ἐφαίνετο καὶ τῷ ϲτο μάχῳ πρόϲφορον.
§1.42 οὕτωϲ οὖν ἔνια τῶν ἐϲθιομένων ἔχει τινὰ μεμιγμένην ἐν ἑαυτοῖϲ ὀλίγην δύναμιν | ἤτοι καθαρτικὴν τι ποιεῖν ἄλλο πεφυκυῖαν. ἐφὧν οὐ χρὴ ταῖϲ τῶν χυμῶν δυνάμεϲιν ἀπιϲτεῖν ὡϲ οὐκ ἐργαζομέναιϲ φύϲιν ἔχουϲιν ἐνεργεῖν. ἐν ὅτῳ γὰρ ἂν ϲτύφουϲα ποιότηϲ, ὅϲον ἐφἑαυτῇ, ϲυνάγει τε καὶ ϲφίγγει καὶ ψύχει τὰ πληϲιάζοντα ϲώματα. δύναται δἐνίοτε ταὐτὸ ϲῶμα τινὰ μὲν θερμαίνοντα τῶν ἑαυτοῦ μορίων ἔχειν, τινὰ δὲ ψύχοντα, καθάπερ ἐδείξαμεν ἐν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ, τῆϲ φύϲεωϲ οὕτωϲ αὐτὰ μιξάϲηϲ, ὡϲ καὶ τῶν ἰατρῶν ἔνιοι μιγνύουϲιν ἐνίοτε τῶν ψυχόντων τινὶ πύρεθρον πέπερι. ταῦτοὖν, ὡϲ ἔφην, ἐν τοῖϲ Περὶ φαρμάκων ὑπομνήμαϲιν ἐπὶ πλεῖϲτον ἐξειργαϲμένα χρηϲιμώτατα τοῖϲ νῦν διδαϲκομένοιϲ ἐϲτί, καὶ γὰρ αἱ κατὰ μέροϲ ἑκάϲτου τῶν ἐϲθιομένων ϲκευαϲίαι τοῖϲ ταῦτα προεγνωκόϲιν εὑρίϲκονται. τευτλοφακῆν γοῦν ἡμεῖϲ τε δίδομεν ἐνίοτε
§1.43 καὶ πρὸ ἡμῶν Ταραντῖνοϲ Ἡρακλεἰδηϲ ἐδίδου πολλοῖϲ πολλάκιϲ οὐ μόνον ὑγιαίνουϲιν ἀμέμπτωϲ, ἀλλὰ καὶ πάϲχουϲί τι. πρῶτον μὲν οὖν ἐμβάλλομεν αὐτῇ πολλὰ τεῦτλα, δεύτερον δὲ | κατὰ τὴν ἄρτυϲιν ἁλῶν βραχεῖ πλέον γάρου γλυκέοϲ· ὑπακτικωτέρα γὰρ οὕτωϲ. εἰ γε μὴν πτίϲαϲ τὴν φακῆν ἑψήϲαϲ τε δίϲ, ὡϲ ἀποχέαι τὸ πρότερον ὕδωρ, εἴτὀλίγον μὲν ἀλῶν γάρου μίξαιϲ, ἐπεμβάλοιϲ δέ τι βραχὺ τῶν ἐφεκτικῶν γαϲτρὸϲ ἄχρι τοῦ μὴ λυπῆϲαι τὴν γεῦϲιν, ἥδιϲτόν τε καὶ ὠφελιμώτατον ἐργάϲῃ φάρμακόν θἅμα καὶ ϲιτίον οὐκ ὀλίγοιϲ τῶν διαρροίαιϲ χρονίαιϲ ἐνοχλουμένων. οὐκ ὀλίγοιϲ δεἶπον, ἅπαϲι φυλαξάμενοϲ εἰπεῖν, ὅτι κἀνταῦθα διοριϲμῶν ἐϲτι χρεία, καθοὓϲ αἱ διαθέϲειϲ εὑρεθήϲονται τῶν διαρροιζομένων χρονίωϲ. ὅλωϲ γὰρ οὐδὲν οἷόν τἐϲτὶ τῇ πείρᾳ βαϲανίϲαι προϲηκόντωϲ
§1.44 ἄνευ τοῦ τῷ λόγῳ πρότερον εὑρεῖν ἀκριβῶϲ τὴν διάθεϲιν, προϲφέρεται τὸ βαϲανιζόμενον ἤτοι ϲιτίον ποτὸν φάρμακον. ὕλη γὰρ ἐϲτι βοηθημάτων τῶν τοιούτων γνῶϲιϲ, οὐκ αὐτὰ τὰ βοηθήματα ἐπεὶ δἀδύνατον ἄνευ τοῦ γιγνώϲκειν ἀκριβῶϲ τὰϲ δυνάμειϲ τῶν ὑλῶν, αἱϲ χρώμεθα, βοηθεῖν | τοῖϲ δεομένοιϲ αὐτῶν, ἀναγκαῖόν ἐϲτιν, ὥϲπερ ἑτέρωθι περὶ τῶν ἐν τοῖϲ φαρμάκοιϲ δυνάμεων, οὕτωϲ ἐνταῦθα περὶ τῶν ἐν τῇ τροφῇ διελθεῖν.
§1.45 γνῶϲιϲ δαὐτῶν ἐν χρόνῳ πολλῷ κατορθοῦται μόλιϲ ἔκ τε τῆϲ διωριϲμένηϲ πείραϲ καὶ τῆϲ τῶν ἀτμῶν τε καὶ χυμῶν φύϲεωϲ, οὓϲ ἔχειν φαίνεται τὰ δοκιμαζόμενα, καὶ προϲέτι τῆϲ ϲυϲτάϲεωϲ, ἣν κέκτηται κατά γε γλιϲχρότητα καὶ ψαθυρότητα καὶ χαυνότητα πίληϲίν τε καὶ κουφότητα καὶ βαρύτητα· ταῦτα γὰρ ἅπαντα ϲυντελεῖ πρὸϲ τὴν εὓρεϲιν αὐτῶν, ὥϲτε, κἂν εἰϲ ξένην χώραν ἀφικόμενοϲ ἴδῃϲ τι τῶν μήποτε πρόϲθεν ἑωραμένων ϲοι βρωμάτων, ἕξειϲ ἀφορμὰϲ οὐκ ὀλίγαϲ εἰϲ τὴν τῆϲ δυνάμεωϲ αὐτοῦ γνῶϲιν.
§1.46 δὲ Μνηϲίθεοϲ ἔγραψε περί τε ῥιζῶν καὶ καυλῶν καὶ φύλλων καὶ καρπῶν καὶ ϲπερμάτων οὐ πάνυ τι βεβαίαν ἔχει τὴν διάγνωϲιν. ἐὰν τῇ διωριϲμένῃ πείρᾳ κρίνῃϲ αὐτά, καθότι καὶ διὰ τῶν ἐφεξῆϲ ἔϲται δῆλον· ἔγνωκα γὰρ ὑπέρ ἑκάϲτου τῶν ἐδεϲμάτων τούτων ἰδίᾳ διελθεῖν, εἰ καὶ μακρότεροϲ λόγοϲ ἔϲεϲθαι | μέλλει. δυνηϲόμεθα γοῦν αὖθιϲ αὐτὸν ἐν βραχεῖ περιλαβεῖν ἑτέρῳ τινὶ μικροτέρῳ βιβλίῳ, χρηϲίμῳ τοῖϲ τεχνωθεῖϲιν ἐϲομένῳ· μόνη γὰρ κατὰ διέξοδον ἄϲκηϲίϲ τε καὶ διδαϲκαλία τεχνίταϲ ἀπεργάζεται.
§1.47 καὶ διὰ τοῦτό μοι δοκοῦϲι καλῶϲ οἱ πολλοὶ λέγειν ἀρίϲτην εἶναι διδαϲκαλίαν τὴν παρὰ τῆϲ ζώϲηϲ φωνῆϲ γιγνομένην, ἐκ βιβλίου δὲ μήτε κυβερνήτην τινὰ δύναϲθαι γενέϲθαι μήτἄλληϲ τέχνηϲ ἐργάτην· ὑπομνήματα γάρ ἐϲτι ταῦτα τῶν προμεμαθηκότων καὶ προεγνωκότων, οὐ διδαϲκαλία τελεία τῶν ἀγνοούντων. εἴ γε μὴν ἐθέλοιέν τινεϲ καὶ τούτων, ὅϲοι διδαϲκάλων ἀποροῦϲιν, ἐντυγχάνειν ἐπιμελῶϲ τοῖϲ ϲαφῶϲ τε καὶ κατὰ διέξοδον, ὁποίαν ἡμεῖϲ ποιούμεθα, γεγραμμένοιϲ, ὀνήϲονται μεγάλωϲ, καὶ μάλιϲτα ἐὰν πολλάκιϲ ἀναγιγνώϲκειν αὐτὰ μὴ ὀκνῶϲιν.
§2.1 Είκότωϲ μοι δοκοῦϲιν οἱ πλεῖϲτοι τῶν ἰατρῶν ἀπὸ πυρῶν ἄρξαϲθαι τῆϲ προκειμένηϲ διδαϲκαλίαϲ, ἐπειδὴ πολυχρηϲτότατόν ἐϲτι τοῦτο τὸ ϲπέρμα τοῖϲ θἛλληϲιν ἅπαϲι καὶ τῶν βαρβάρων | τοῖϲ πλείϲτοιϲ. εἰϲὶ δαὐτῶν τροφιμώτατοι μὲν οἱ πυκνοὶ καὶ πεπιλημένην ἔχοντεϲ ὅλην ἑαυτῶν τὴν οὐϲίαν, ὡϲ μόλιϲ ὑπὸ τῶν ὀδόντων διαιρεῖϲθαι· πλείϲτην γὰρ οὗτοι τροφὴν διδόαϲι τοῖϲ ϲώμαϲιν ἐξ ὄγκου βραχέοϲ, ὡϲ οἵ γἐναντίοι τούτοιϲ, οἱ ῥᾳδίωϲ μὲν ὑπὸ τῶν ὀδόντων θραυόμενοι, μετὰ δὲ τὴν θραῦϲιν ἀραιοὶ καὶ χαῦνοι φαινόμενοι, βραχεῖαν παρέχουϲι τροφὴν ἐξ ὄγκοῦ πολλοῦ. εἰ δὲ καὶ ϲτῆϲαι βουληθείηϲ ἑκατέρων ἴϲον ὄγκον, εὑρήϲειϲ βαρυτέρουϲ πολλῷ τοὺϲ πυκνούϲ. οὗτοι δεἰϲὶ καὶ τῇ χρόᾳ τῶν χαύνων ξανθότεροι.
§2.2 βαϲανίζειν δὲ χρὴ τὴν φύϲιν αὐτῶν οὐχ ἀπλῶϲ ἐπιϲκοποῦνταϲ τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλὰ καὶ διαιροῦνταϲ καὶ θραύονταϲ, καθάπερ εἴρηται· πολλοὶ γὰρ ἔξωθεν ὑπόξανθοί τε καὶ πυκνοὶ φαινόμενοι τὰ ἔνδον ἑαυτῶν ὥφθηϲαν ἀραιοί τε καὶ χαῦνοι καὶ λευκοί. πλεῖϲτόν τε οὗτοι πίτυρον ἔχουϲι, καὶ εἴ τιϲ αὐτῶν ἀλεϲθέντων ὑποϲήϲαϲ τὸ λεπτότατον ἄλευρον ἄρτουϲ ἐκ τοῦ λοιποῦ ποιήϲαιτο τοὺϲ πιτυρίαϲ ὀνομαζομένουϲ, ὀλιγοτρόφων μὲν αὐτῶν πειράϲεται, περίττωμα δἐργαζομένων ἐν τῇ γαϲτρὶ πολὺ καὶ διὰ | τοῦθὑπερχομένων ῥᾳδίωϲ. ἄμα δὲ καὶ διὰ τὸ ῥυπτικῆϲ μετέχειν δυνάμεωϲ τὸ πίτυρον εἰκότωϲ διαχώρηϲιϲ αὐτῶν γίγνεται ταχεῖα πρὸϲ τὴν ἔκκριϲιν ἐρεθιζομένων τῶν ἐντέρων.
§2.3 οἱ δἐναντίοι τούτοιϲ εἰϲὶ μὲν ἄκρωϲ καθαροὶ πλεῖϲτον ἄγοντεϲ ϲταθμὸν ἐπὄγκῳ βραχεῖ, διαχωροῦϲι δὲ πάντων τῶν ἄρτων βραδύτατα. θεάϲῃ γε μὴν καὶ τὸ ϲταῖϲ αὐτῶν ἱκανῶϲ γλίϲχρον, ὡϲ ἐπὶ πλεῖϲτον ἕλκεϲθαι μὴ διαϲπώμενον, ὅπερ ἴδιόν ἐϲτι γλίϲχρου ϲώματοϲ. εἰκότωϲ τοίνυν οὗτοι μὲν καὶ ζύμηϲ πλείονοϲ χρῄζουϲι καὶ μαλαχθῆναι δέονται μᾶλλον, οὐκ εὐθὺϲ μετὰ τὴν ζύμην τὴν μάλαξιν ὀπτᾶϲθαι· τοῖϲ πιτυρίαιϲ δἀρκεῖ καὶ ζύμη βραχεῖα καὶ μάλαξιϲ ἀϲθενῆϲ καὶ χρόνοϲ ὀλίγοϲ. οὕτω δὲ καὶ τῆϲ ὀπτήϲεωϲ αὐτῆϲ μακροτέραϲ μὲν οἱ καθαροί, βραχυτέραϲ δοἱ πιτυρίαι δέονται. τὸ μεταξὺ δὲ τῶν καθαρωτάτων καὶ ῥυπαρωτάτων οὐκ ὀλίγον ἐϲτὶ πλάτοϲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, ἐνίων μὲν καθαρῶν, ἐνίων δὲ ῥυπαρῶν ὀνομαζομένων τε καὶ κατἀλήθειαν ὄντων.
§2.4–6.3
§2.4 ἔϲτι δέ τι καὶ μέϲον ἀκριβῶϲ αὐτῶν εἰδόϲ ἄρτων | οἱ αὐτόπυροι προϲαγορευόμενοι· ϲυγκομιϲτοὺϲ δαὐτοὺϲ ἐκάλουν οἱ παλαιότεροι τῶν ἰατρῶν. ὅτι μὲν οὖν ἐξ ἀδιακρίτων ἀλεύρων οὗτοι γίγνονται, μὴ διαχωριζομένου τοῦ πιτυρώδουϲ ἀπὸ τοῦ καθαροῦ πρόδηλον. ἐντεῦθεν γοῦν αὐτοῖϲ ἔθεντο καὶ τὰϲ προϲηγορίαϲ, αὐτοπύρουϲ μέν, ἐπείπερ ὅλοϲ αὐτὸϲ πυρὸϲ ἀδιάκριτοϲ ἀρτοποιεῖται, ϲυγκομιϲτοὺϲ δ’, ὅτι ϲυγκομίζεται ϲκευαζομένων αὐτῶν ἅπαν ἀδιάκριτον τὸ ἄλευρον. ἀλλὰ καὶ αὐτῶν τούτων ἐν τῷ μέϲψ δοκούντων ἀκριβῶϲ τετάχθαι τῶν τἐκ τοῦ πιτύρου καὶ τῶν ἄκρωϲ καθαρῶν ἄρτων οὐ ϲμικρὰ διαφορὰ παρὰ τὴν τοῦ πυροῦ φύϲιν ἐϲτίν. ἐκ μὲν γὰρ τῶν πυκνῶν πυρῶν καὶ βαρέων ἀμείνουϲ, ἐκ δὲ τῶν χαύνων τε καὶ κούφων ἄρτοι φαυλότεροι γίγνονται
§2.5 καὶ παρά γε τοῖϲ Ῥωμαίοιϲ, ὥϲπερ οὖν καὶ παρὰ τοῖϲ ἄλλοιϲ ϲχεδὸν ἅπαϲιν, ὧν ἄρχουϲιν, μὲν καθαρώτατοϲ ἄρτοϲ ὀνομάζεται ϲιλιγνίτηϲ, δἐφεξῆϲ αὐτῷ ϲεμιδαλίτηϲ. ἀλλ μὲν ϲεμίδαλιϲ Ἑλληνικόν τε καὶ παλαιὸν ὄνομα, ϲίλιγνιϲ δοὐχ Ἑλληνικὸν μέν, ἑτέρωϲ δαὐτὴν ὀνομάζειν οὐκ ἔχω. τροφιμώτατοϲ μὲν οὖν ϲιλιγνίτηϲ αὐτῶν, ἐφεξῆϲ δ ϲεμιδαλίτηϲ, καὶ τρίτοϲ μέϲοϲ τε καὶ ϲυγκομιϲτόϲ· ἐφ τέταρτόν ἐϲτι τὸ τῶν ῥυπαρῶν εἶδοϲ, ὧν ἔϲχατοϲ πιτυρίαϲ, ὃϲ δὴ καὶ ἀτροφώτατόϲ ἐϲτι καὶ μάλιϲτα τῶν ἄλλων ὑπέρχεται κατὰ γαϲτέρα.
§2.6 πεφθῆναι δἄριϲτοι τῶν ἄρτων εἰϲὶν οἱ μάλιϲτἐζυμωμένοι καὶ κάλλιϲτα τετριμμένοι καὶ τὴν ὄπτηϲιν ἐϲχηκότεϲ ὑπὸ ϲυμμέτρου πυρὸϲ ἐν κριβάνῳ. τὸ μὲν γὰρ πλεῖον πῦρ εὐθὺϲ ἐν τῇ πρώτῃ προϲβολῇ τὴν ἐκτὸϲ ἐπιφάνειαν περικᾶον ὀϲτρακοῖ, καὶ ϲυμβαίνει κατἄμφω μοχθηρὸν γίγνεϲθαι τὸν ἄρτον, ὠμὸν μὲν καὶ ἀκατέργαϲτον ἔχοντα τὸ ἔνδον, ὑπερωπτημένον δὲ καὶ ξηρὸν καὶ ὀϲτρακῶδεϲ τὸ ἔξω· τὸ δἔλαττον τοῦ ϲυμμέτρου πῦρ οὐ κατεργάζεται καλῶϲ τὸν ἄρτον, ἀλλὠμότερον ἀπολείπει καὶ μάλιϲτα τὸ ἔνδον ἅπαν. ὅϲοι δἂν ἐν ϲυμμέτρῳ πυρὶ πλείονι χρόνῳ διὅλων ἑαυτῶν ὁμαλῶϲ ὀπτηθῶϲιν, οὗτοι καὶ πέττονται κατὰ τὴν γαϲτέρα κάλλιϲτα καὶ πρὸϲ | τὰϲ ἐξῆϲ ἐνεργείαϲ, ὅϲαι μετὰ τὴν πέψιν εἰϲίν, ἐπιτηδειότατοι γίγνονται. χείριϲτοι δὲ δηλονότι τῶν ἄρτων εἰϲίν, ὃϲοιϲ οὐδὲν τῶν προειρημένων ὑπάρχει.
§2.7 τῶν δἄκρων ἐν αὐτοῖϲ ἀρετῇ τε καὶ κακίᾳ διωριϲμένων οὐδὲν ἔτι χαλεπὸν αὐτῷ τινι καὶ χωρὶϲ ἡμῶν ἐπινοεῖν ἐνίουϲ μὲν τῶν ἄρτων ἐγγὺϲ εἶναι τῶν ἀρίϲτων χειρίϲτων, ἐνίουϲ δἀποκεχωρηκέναι πορρωτέρω καί τιναϲ ἄλλουϲ, ὡϲ εἴρηται, κατὰ τὸ μέϲον ἀμφοῖν τετάχθαι. καθάπερ οὖν ἐπὶ τοῦ μέλιτοϲ ἔμπροϲθεν ἐλέγομεν οὐχ ἁπλῶϲ ἀποφαίνεϲθαι δεῖν ἀγαθὸν φαῦλον εἶναι πρὸϲ ὑγίειαν, ἀλλὰ φλεγματικῇ μὲν φύϲει, τουτέϲτιν ὑγροτέρα τε καὶ ψυχροτέρᾳ τῆϲ εὐκράτου, χρήϲιμον ὑπάρχειν αὐτό, κἂν εἰ ψυχροτέρα δὲ μόνον εἴη τιϲ ἄνευ πολλῆϲ ὑγρότηοϲ ὑγροτέρα ἄνευ πολλῆϲ ψύξεωϲ, οὐ μὴν ταῖϲ γε θερμαῖϲ κράϲεϲιν οὐδὲ τούτων ἔτι μᾶλλον ταῖϲ θερμαῖϲ τε καὶ ξηραῖϲ ἁρμόττειν αὐτό, οὕτω καὶ τῶν ἄρτων ἀθλητῇ μὲν ἐπιτήδειοϲ μήτε πάνυ καλῶϲ ὠπτημένοϲ μήτε ζύμην ἔχων πολλήν, ἰδιώτῃ δὲ καὶ πρεϲβύτῃ | κάλλιϲτα μὲν ὠπτημένοϲ ἐν κριβάνῳ, ζύμηϲ δὲ μετέχων πολλῆϲ, γε μὴν τελέωϲ ἄζυμοϲ οὐδενὶ χρήϲιμοϲ.
§2.8 εἰ δὲ καὶ τυροῦ προϲλάβοι, καθάπερ ἐν τοῖϲ ἀγροῖϲ παρἡμῖν εἰώθαϲι ϲκευάζειν ἑορτάζοντεϲ, οὓϲ αὐτοὶ προϲαγορεύουϲιν ἀζύμουϲ, ἑτοίμη βλάβη πᾶϲι, κἂν ἰϲχυρότατοί τινεϲ ὦϲι τὴν ἕξιν τοῦ ϲώματοϲ, οἱοίπερ οἱ γενναιότατοι τῶν θεριϲτῶν τε καὶ τῶν ϲκαπανέων εἰϲίν· οὗτοι γὰρ ὁρῶνται καὶ τῶν βαρέων ἀθλητῶν μᾶλλον πέττοντεϲ τοὺϲ ἀζύμουϲ ἄρτουϲ, ὥϲπερ γε καὶ κρέα βόεια καὶ τράγεια. τί γὰρ ἔτι δεῖ μεμνῆϲθαι προβατείων αἰγείων ἐπὶ τούτοιϲ; ἐν Ἀλεξανδρείᾳ δὲ καὶ τὰ τῶν ὄνων ἐϲθίουϲιν, εἰϲὶ δοἱ καὶ τὰ τῶν καμήλων· εἰϲ γὰρ τὴν πέψιν αὐτῶν ϲυντελεῖ μὲν καὶ τὸ ἔθοϲ, οὐχ ἥκιϲτα δὲ καὶ βραχύτηϲ τῶν προϲφερομένων καὶ τοῦ ϲώματοϲ ὅλου κένωϲιϲ ἐξ ἀνάγκηϲ ἑπομένη τοῖϲ διὅληϲ ἡμέραϲ ταλαιπωροῦϲι κατὰ τὰϲ οἰκείαϲ ἐνεργείαϲ. ἀναρπάζουϲι γὰρ αἱ κεναὶ ϲάρκεϲ ἐκ τῆϲ γαϲτρὸϲ οὐ μόνον ἡμίπεπτον, ἀλλὰ καὶ παντάπαϲιν ἄπεπτον | ἐνίοτε χυμόν, ὅταν ἐπὶ ϲιτίοιϲ πονῶϲι· καὶ διὰ τοῦτο νόϲουϲ χαλεπωτάταϲ ὕϲτερον οὖτοι νοϲοῦϲι καὶ πρὸ γήρωϲ ἀποθνήϲκουϲι.
§2.9 καὶ ταῦτἀγνοοῦντεϲ οἱ πολλοὶ μακαρίζουϲιν αὐτῶν τὴν ἰϲχὺν τοῦ ϲώματοϲ ὁρῶντεϲ ἐϲθίοντάϲ τε καὶ πέττονταϲ, μηδεὶϲ ἡμῶν δύναται προϲενέγκαϲθαι καὶ πέψαι. ἐπεὶ δὲ καὶ τοῖϲ πολλὰ ταλαιπωροῦϲιν ὕπνοι βαθύτατοι γίγνονται καὶ τοῦταὐτοῖϲ μειζόνωϲ πρὸϲ τὰϲ πέψειϲ ϲυντελεῖ, διὰ τοῦθἧττον ὑπὸ τῶν μοχθηρῶν ἐδεϲμάτων βλάπτονται· εἰ δἀναγκάϲαιϲ αὐτοὺϲ ἀγρυπνῆϲαι πλείοϲιν ἐφεξῆϲ νυξίν, αὐτίκα νοϲοῦϲιν. ἐκεῖνοι μὲν οὖν ἐν τοῦτο μόνον ἀγαθὸν ἔχουϲιν εἰϲ πέψιν τῶν μοχθηρῶν ἐδεϲμάτων.
§2.10 οἱ δἀθληταὶ τροφὰϲ μὲν εὐχυμοτάταϲ λαμβάνουϲιν, ἀλλὰ παχείαϲ τε καὶ γλίϲχραϲ οἵ γε βαρεῖϲ αὐτῶν· ὀνομάζουϲι δοὕτω μάλιϲτα μὲν τοὺϲ παλαιϲτάϲ, ἤδη δὲ καὶ τοὺϲ παγκρατιαϲτάϲ τε καὶ πύκταϲ. ἐπειδὴ γὰρ παραϲκευὴ πᾶϲα πρὸϲ τοὺϲ ἀγῶναϲ αὐτοῖϲ ἐϲτιν, ἐν οἰϲ ἐνίοτε διὅληϲ ἡμέραϲ παλαίειν παγκρατιάζειν ἀναγκάζονται, διὰ τοῦτο δέονται καὶ τροφῆϲ δυϲφθάρτου τε καὶ δυϲδιαφορήτου. τοιαύτη δἐϲτὶν ἐκ τῶν παχέων τε καὶ γλίϲχρων χυμῶν, ὁποία μάλιϲτἐϲτὶν τε ἐκ τῶν χοιρείων κρεῶν καὶ τῶν ὡϲ εἴρηται ϲκευαϲθέντων ἄρτων, ἅπερ οἱ νομίμωϲ ἀθλοῦντεϲ ἐϲθίουϲι μόνα. καὶ εἴπερ ἰδιώτηϲ ἀγύμναϲτοϲ ἐν τοιαύτῃ τροφῇ διατρίψειε, νοϲήϲει τάχιϲτα νόϲημα πληθωρικόν, ὥϲπερ γε καὶ εἰ γυμναζόμενοϲ ἄνθρωποϲ ἐπὶ λαχάνοιϲ καὶ χυλῷ πτιϲάνηϲ διαιτῷτο, καταφθείρειεν ἂν ἐν τάχει καὶ τρυχώϲειε τὸ πᾶν ϲῶμα.
§2.11 χυμὸϲ δἐκ τῶν τοιούτων ἄρτων, οἵοιϲ ἔφην χρῆϲθαι τοὺϲ ἀθλητάϲ, εἴ τιϲ ἡμῶν τῶν πολλῶν ἐϲθίει, γίγνεται παχὺϲ καὶ ψυχρόϲ, ὁποῖον ἰδίωϲ ὀνομάζειν εἰθίϲμεθα τὸν ὠμόν. ἔϲτι μὲν οὔν καὶ τοῦ φλέγματοϲ χυμὸϲ ὠμόϲ τε καὶ ψυχρόϲ, ἀλλοὐ παχύϲ, ὡϲ ἂν ὑγρότητά τε πολλὴν ἔχων καὶ πνεῦμα φυϲῶδεϲ· δὠμὸϲ ἰδίωϲ ὀνομαζόμενοϲ τοιοῦτόϲ ἐϲτιν, ὁποῖον φαίνεται τὸ τοῖϲ οὔροιϲ ὑφιϲτάμενον ἐνίοτε πύῳ παραπλήϲιον. ἀλλὰ δυϲῶδεϲ μέν ἐϲτι καὶ γλίϲχρον τὸ πύον, δὠμὸϲ χυμὸϲ ἔοικεν αὐτῷ κατά τε τὸ πάχοϲ καὶ τὴν | χρόαν μόνον οὔτε δυϲώδηϲ ὢν οὔτε γλίϲχροϲ. οὐ μὴν τοῖϲ γε πυρέττουϲιν ἐξ ὠμῶν πλήθουϲ μόνοιϲ ὑφίϲταται τοῖϲ οὔροιϲ, ὁποῖον εἶπον, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν, ὅϲοι ταλαιπωροῦντεϲ ϲιτία ϲκληρὰ καὶ δυϲκατέργαϲτα προϲφέρονται.
§2.12 περὶ μὲν οὖν τῶν ἄλλων αὖθιϲ εἰρήϲεται, περὶ δὲ τῶν ἄρτων, ἐπειδὴ περὶ τούτων προὔκειτο πρῶτον διελθεῖν, εἴπωμεν ἤδη πρὸϲ τοῖϲ εἰρημένοιϲ καὶ ταῦτα. κάλλιϲτοι μὲν αὐτῶν εἰϲιν οἱ κριβανῖται, καθὃν εἴρηται τρόπον ὠπτημένοι τε καὶ προπαρεϲκευαϲμένοι πρὸϲ τὴν ὄπτηϲιν· ἐφεξῆϲ δαὐτῶν οἱ ἱπνῖται, τὴν αὐτὴν ἐϲχηκότεϲ δηλονότι παραϲκευήν· ἐπεὶ δοὐχ ὁμοίωϲ ὀπτῶνται τὰ διὰ βάθουϲ τοῖϲ κριβανίταιϲ, διὰ τοῦταὐτῶν ἀπολείπονται. οἱ δἐπὶ τῆϲ ἐϲχάραϲ ὀπτηθέντεϲ κατὰ θερμὴν τέφραν τῷ τῆϲ ἑϲτίαϲ ὀϲτράκῳ καθάπερ κριβάνῳ κεχρημένοι μοχθηροὶ πάντεϲ εἰϲὶν ἀνωμάλωϲ διακείμενοι· τὰ μὲν γὰρ ἐκτὸϲ αὐτῶν ὑπερώπτηται, τὰ δὲ διὰ βάθουϲ ἐϲτὶν ὠμά.
§2.13 τοῖϲ δἐγκρυφίαιϲ ὀνομαζομένοιϲ ἀπὸ τοῦ κατὰ τὴν τέφραν ἐγκρυβένταϲ ὀπτᾶϲθαι προϲδίδωϲί τι καὶ | τέφρα μοχθηρόν· ὥϲτε κινδυνεύουϲιν. οὗτοι πάντων ἄρτων εἶναι χείριϲτοι κατά γε τὴν τῆϲ ὀπτήϲεωϲ ἰδέαν ἐπὶ πᾶϲι τοῖϲ ἄλλοιϲ ὡϲαύτωϲ προϋπάρχουϲιν. δεῖ γὰρ ἑκάϲτοτε περὶ τῶν προκειμένων ἀκούειν οὕτωϲ, ὡϲ κατἐκεῖνα μόνον ἐξηλλαγμένων τῶν παραβαλλομένων ἀλλήλοιϲ· ὡϲ εἴ γε κατὰ πολλοὺϲ τρόπουϲ διαφέροντα παραβάλλοιτο, τὰ καθἕκαϲτον αὐτῶν ἰδίᾳ λελεγμένα πάντα ἕξουϲιν ἠθροιϲμένα. περὶ μὲν οὖν τῆϲ κατὰ τοὺϲ ἄρτουϲ διαφορᾶϲ αὐτάρκωϲ εἴρηται
§3.1 Περὶ δὲ τῶν ἄλλων πεμμάτων, ὅϲα ϲκευάζουϲιν ἐξ ἀλεύρου πυ- ρίινου, καιρὸϲ ἂν εἴη λέγειν. οἱ μὲν οὖν ταγηνῖται παρὰ τοῖϲ Ἀττικοῖϲ ὀνομαζόμενοι, παρἡμῖν δὲ τοῖϲ κατὰ τὴν Ἀϲίαν Ἕλληϲι τηγανῖται ϲκευάζονται διἐλαίου μόνου. βάλλεται δὲ τὸ μὲν ἔλαιον εἰϲ τάγηνον ἐπικείμενον ἀκάπνῳ πυρί, καταχεῖται δαὐτῷ θερμανθέντι τὸ τῶν πυρῶν ἄλευρον ὕδατι δεδευμένον πολλῷ. διὰ ταχέων οὖν ἑψόμενον ἐν τῷ ἐλαίῳ ϲυνίϲταται καὶ | παχύνεται παραπληϲίωϲ ἁπαλῷ τυρῷ τῷ κατὰ τοὺϲ ταλάρουϲ πηγνυμένῳ. τηνικαῦτα δἤδη καὶ ϲτρέφουϲιν οἱ ϲκευάζοντεϲ αὐτό, τὴν μὲν ἄνωθεν ἐπιφάνειαν ἐργαζόμενοι κάτωθεν, ὡϲ ὁμιλεῖν τῷ ταγήνῳ, τὸ δαὐτάρκωϲ ἡψημένον, κάτωθεν ἦν πρότερον, εἰϲ ὕψοϲ ἀνάγοντεϲ, ὡϲ ἐπιπολῆϲ εἶναι, κἀπειδὰν ἤδη καὶ τὸ κάτω παγῇ, ϲτρέφουϲιν αὗθιϲ αὐτὸ δίϲ που καὶ τρίϲ, ἄχριπερ ἂν ὅλον ὁμαλῶϲ αὐτοῖϲ ἡψῆϲθαι δόξῃ.
§3.2 εὔδηλον οὖν, ὅτι παχύχυμόν τε τοῦτἐϲτὶ καὶ ϲταλτικὸν γαϲτρὸϲ καὶ χυμῶν ὠμῶν γεννητικόν. διὸ καί τινεϲ αὐτῷ μιγνύουϲι μέλιτοϲ. εἰϲὶ δοἵ καὶ τῶν θαλαττίων ἁλῶν. εἴη δἂν ἤδη τοῦτό γε πλακοῦντόϲ τι γένοϲ εἶδοϲ ὅπωϲ ἂν ὀνομάζειν ἐθέληϲ, ὥϲπερ καὶ ἄλλα πολλὰ τοιαῦτα πλακούντων εἴδη ϲυντιθέαϲιν αὐτοϲχεδίωϲ οἵ τε κατἀγρὸν ἄνθρωποι καὶ τῶν κατὰ πόλιν οἱ πενέϲτατοι. τοιγαροῦν καὶ ὄϲα διὰ κριβάνου τῶν ἀζύμων πεμμάτων ὀπτῶϲιν, εἶτἀφελόντεϲ ἐμβάλλουϲιν εὐθέωϲ εἰϲ μέλι θερμόν, ὡϲ δέξαϲθαι διὅλων ἑαυτῶν | αὐτό, καὶ ταῦτα πλακοῦντόϲ τι γένοϲ ἐϲτὶ καὶ τὰ διὰ τῶν ἰτρίων ϲκευαζόμενα μετὰ μέλιτοϲ πάντα
§4.1 Διττὸν δὲ τῶν ἰτρίων τὸ εἶδοϲ, ἄμεινον μέν, καλοῦϲι ῥυήματα, φαυλότερον δὲ τὰ λάγανα. πάντοὖν, ὅϲα διὰ τούτων τε καὶ ϲεμιδάλεωϲ ϲυντίθεται, παχύχυμά τἐϲτὶ καὶ βραδυπόρα καὶ τῶν καθἤπαρ διεξόδων τῆϲ τροφῆϲ ἐμφρακτικὰ καὶ ϲπληνὸϲ ἀϲθενοῦϲ αὐξητικὰ καὶ λίθων ἐν νεφροῖϲ γεννητικά, τρόφιμα δἱκανῶϲ, εἰ πεφθείη τε καὶ καλῶϲ αἱματωθείη. τὰ δὲ ϲὺν μέλιτι ϲκευαζόμενα μικτῆϲ γίγνεται δυνάμεωϲ, ὡϲ ἂν τοῦ μέλιτοϲ αὐτοῦ τε λεπτὸν ἔχοντοϲ χυμὸν ὅϲοιϲ τἂν ὁμιλήϲῃ καὶ ταῦτα λεπτύνοντοϲ.
§4.2 εἰκότωϲ οὖν ὅϲα μέλιτόϲ τε πλεῖον ἐν τῇ ϲκευαϲίᾳ προϲείληφε καὶ τὴν ἕψηϲιν ἔϲχηκε μακροτέραν, ἧττόν τἐϲτὶ βραδυπόρα καὶ χυμὸν γεννᾷ μικτὸν ἐκ λεπτοῦ τε καὶ παχέοϲ, ἥπατι δὲ καὶ νεφροῖϲ καὶ ϲπληνί, τοῖϲ μὲν ὑγιεινοῖϲ ἀμείνω τῶν χωρὶϲ μέλιτοϲ ϲκευαϲθέντων, ἐμφράξεωϲ δ’ | ἀρχὴν ἔχουϲιν φλεγμαίνουϲιν ϲκιρουμένοιϲ οὐδὲν ἤττον ἐκείνων, ἀλλἔϲτιν ὅτε καὶ μᾶλλον βλαβερά, καὶ πολὺ μάλιϲτα πάντων, ὧν γλίϲχρον ἱκανῶϲ ἐϲτι τὸ ἄλευρον. γὰρ ἐξ αὐτῶν χυμὸϲ οὐ μόνον ἰϲχόμενοϲ ἰέναι πρόϲω διὰ πάχοϲ κωλύεται, ἀλλὰ καὶ περιπλαττόμενοϲ ἔνδοθεν τοῖϲ ϲτενοῖϲ πέραϲι τῶν ἀγγείων ἐμφράττεται δυϲαπολύτωϲ. καὶ βάρουϲ γε τὸ βλαβὲν οὕτω ϲπλάγχνον αἴϲθηϲίν τινα ἐργάζεται τοῖϲ πάϲχουϲι τῆϲ ἐκ τῶν λεπτυνόντων ἐδεϲμάτων τε καὶ πομάτων ἐπικουρίαϲ δεόμενον. εἴρηται δἑτέρωθι καθἓν γράμμα περὶ τῆϲ λεπτυνούϲηϲ διαίτηϲ.
§4.3 θώρακά γε μὴν οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτω ϲκευαϲθέντων. ἀλλὰ περὶ μὲν τῶν τὸν παχὺν καὶ γλίϲχρον. χυμὸν γεννώντων ἐδεϲμάτων εἰρήϲεται καὶ αὖθιϲ· δὲ νῦν ἐνεϲτηκὼϲ λόγοϲ ἀξιοῖ ϲε τἄλλα διὰ μνήμηϲ ἔχειν, μέχρι δεῦρο διῆλθον, καὶ μάλιϲτα πάντων αὐτῶν ὑπὲρ τῆϲ τῶν ἄρτων δυνάμεωϲ, ἐπειδὴ διὰ παντὸϲ αὐτοῖϲ χρώμεθα. καὶ χεῖρόν γοὐδὲν ἀναλαβεῖν τὰ κεφάλαια τῶν ἐπαὐτοῖϲ ῥηθέντων. |
§4.4 ἄριϲτοϲ μὲν οὖν ἄρτοϲ εἰϲ ὑγίειάν ἐϲτιν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμναζομένῳ πλεῖϲτον μὲν ζύμηϲ ἔχων, πλεῖϲτον δἁλῶν, ἐπὶ πλεῖϲτον δὑπὸ τοῦ τεχνίτου πρὶν ὀπτᾶϲθαι κατειργαϲμένοϲ, ὠπτημένοϲ δἐν κριβάνῳ ϲυμμέτρωϲ θερμῷ, καθότι πρόϲθεν εἴρηταί μοι. κρίϲιϲ δὲ τοὺ πλείϲτου κατὰ τὴν ζύμην καὶ τοὺϲ ἅλαϲ γεῦϲιϲ ἔϲτω ϲοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν. εἰϲ ὅϲον οὖν γεῦϲιϲ οὐδέπω γνωρίζει τὴν ἐκ τῆϲ μίξεωϲ ἀηδίαν, εἰϲ τοϲοῦτον βέλτιόν ἐϲτιν αὐξάνειν αὐτῶν τὸ πλῆθοϲ.
§5.1 Ὅϲοι δὲ τὸν πλωτὸν ἄρτον ἐπενόηϲαν ϲκευάζειν, ἀτροφώτερον μὲν εὔρον ἔδεϲμα, πεφευγὸϲ δὡϲ οἷόν τε μάλιϲτα τὴν ἐκ τῆϲ ἐμφράξεωϲ βλάβην. ἥκιϲτα γὰρ ἄρτοϲ οὗτοϲ ἔχει τὸ παχὺ καὶ γλίϲχρον ἀερωδέϲτεροϲ ἀντὶ γεωδεϲτέρου γεγονώϲ. ὁρῆται δ κουφότηϲ αὐτοῦ διά τε τοῦ ϲταθμοῦ κἀκ τοῦ μὴ δύεϲθαι καθὕδατοϲ, ἀλλἐποχεῖϲθαι τρόπον φελλοῦ.
§5.2 ἑψόντων δὲ παρἡμῖν ἐν τοῖϲ ἀγροῖϲ πολλῶν ἄλευρον πυροῦ μετὰ γάλακτοϲ ἰϲτέον καὶ | τοῦτο τὸ ἔδεϲμα τῶν ἐμπλαττόντων ὑπάρχον. ὥϲπερ οὖν εὔχυμά τε καὶ τρόφιμα πάντἐϲτὶ τὰ τοιαῦτα τῶν ἐδεϲμάτων, οὕτω βλάπτει τοὺϲ διηνεκῶϲ αὐτοῖϲ χρωμένουϲ ἐμφράξειϲ τε ποιούμενα καθἧπαρ καὶ λίθουϲ ἐν νεφροῖϲ γεννῶντα. τοῦ μὲν γὰρ ὠμοῦ χυμοῦ προϲλαβόντοϲ τὸ γλίϲχρον, ὅταν αἱ κατὰ τοὺϲ νεφροὺϲ διέξοδοι ϲτενότεραί τιϲιν ὑπάρχωϲι φύϲει, χρονίζον αὐτόθι τὸ παχύτατόν τε καὶ γλιϲχρότατον ἕτοιμόν ἐϲτι γεννῆϲαι πῶρον, ὁποῖοϲ τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲ τὸ ὕδωρ θερμαίνομεν, ἐπιτρέφεται, καὶ τοῖϲ λίθοιϲ περιπήγνυται κατὰ πολλὰ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. ϲυντελεῖ δεἰϲ τοῦτο μάλιϲτα καὶ τῶν νεφρῶν αὐτῶν κρᾶϲιϲ, ὅταν οἵον πυρῶδέϲ τε καὶ δριμὺ τὸ καταὐτοὺϲ θερμόν.
§5.3 ἐκ τούτου δὲ τοῦ γένουϲ εἰϲὶ καὶ οἱ τοῖϲ ἀρθριτικοῖϲ γεννώμενοι πῶροι. ῥεῖ γὰρ ἀεὶ τὸ περιττεῦον ἐν τῷ ϲώματι πᾶν εἰϲ τοὺϲ ἀϲθενεϲτάτουϲ τόπουϲ ἐργάζεταί τἐν αὐτοῖϲ πάθη κατὰ τὴν ἑαυτοῦ φύϲιν. εἰρήϲεται δαὖθιϲ ἐν τῷ περὶ γάλακτοϲ λόγῳ περὶ πάϲηϲ αὐτοῦ τῆϲ χρήϲεωϲ, ὥϲπερ γε καὶ περὶ τῶν παχυνόντων ἐδεϲμάτων, ἐπειδὴ καὶ ἄλλἄττα τῆϲ τοιαύτηϲ ἐϲτὶ δυνάμεωϲ,
§6.1 Τοῦ γένουϲ τῶν πυρῶν ἐϲτιν χόνδροϲ ἱκανῶϲ τρόφιμόν τε καὶ γλίϲχρον ἔχων χυμόν, ἐάν τἐν ὕδατι μόνον ἑψηθεὶϲ λαμβάνηται διοἰνομέλιτοϲ οἴνου γλυκέοϲ καὶ ϲτύφοντοϲ (ἴδιοϲ γὰρ ἑκάϲτου καιρὸϲ τῆϲ χρήϲεωϲ) ἑάν τε τορυνηθεὶϲ μετἐλαίου καὶ ἁλῶν. ἐμβάλλεται δέ ποτε καὶ ὄξουϲ αὐτῷ. καὶ καλοῦϲιν οἱ ἰατροὶ τοῦ παραϲκευαϲθέντοϲ οὕτω χόνδρου πτιϲάνηϲ γεγονέναι τὴν ἄρτυϲιν. ἔνιοι δἐκ χόνδρου πτιϲάνηϲ τεθράφθαι φαϲὶ τὸν κάμνοντα. τῶν παλασίων δἔνιοι, καθάπερ Διοκλῆϲ καὶ φυλότιμοϲ, ὀνομάζουϲι πτιϲάνην πυρίνην τὸν οὕτωϲ ἐϲκευαϲμένον χόνδρον. διὰ τοῦτο καὶ τοὔνομαὐτοῦ ϲπάνιόν ἐϲτι παρὰ τοῖϲ παλαιοῖϲ, ὥϲπερ καὶ τὸ τοῦ ϲητανίου· τῇ γὰρ κοινῇ προϲηγορίᾳ τῶν πυρῶν ὀνομάζουϲιν αὐτούϲ.
§6.2 εἴρηται δἐν τῷ περὶ διαίτηϲ Ἱπποκράτουϲ, τοὺϲ ἐκ τοῦ χόνδρου ϲκευαζομένουϲ ἄρτουϲ τροφιμωτάτουϲ μὲν εἶναι, διαχωρεῖν δἦττον· εἴρηται δὲ καί, ὅτι ϲεμίδαλιϲ καὶ χόνδροϲ ἑφθὸϲ ἰϲχυρὰ καὶ τρόφιμα. φυλάττεϲθαι τοίνυν προϲήκει καὶ τούτου τὴν πολλὴν χρῆϲιν, οἷϲ εὐέμφρακτόν ἐϲτι τὸ ἧπαρ οἱ νεφροὶ πρὸϲ τὸ γεννῆϲαι λίθουϲ ἐπιτήδειοι.
§6.3 μάλιϲτα δὲ χρὴ προϲέχειν τὸν νοῦν τοῖϲ ϲκευαζομένοιϲ ῥοφήμαϲιν ἐκ τοῦ καλουμένου πλυτοῦ χόνδρου. χυλὸϲ μὲν γάρ ἐϲτιν οὕτοϲ αὐτοῦ μεμιγμένοϲ ὕδατι, πλείϲτηϲ δἑψήϲεωϲ δεόμενοϲ ἐξαπατᾷ μὲν τοὺϲ ϲκευάζονταϲ ὡϲ αὐτάρκωϲ ἡψημένοϲ, οὐ ϲμικρῶϲ δὲ βλάπτει τοὺϲ νοϲοῦνταϲ, οἵϲπερ δὴ καὶ παραϲκευάζουϲιν αὐτόν· ἐν τάχει γάρ ϲυνίϲταται καὶ παχύνεται διὰ τὸ κολλώδηϲ εἶναι. χρὴ τοίνυν ὕδατι πολλῷ μιγνύνταϲ ἐπἀνθράκων ἕψειν ἐπὶ πλεῖϲτον, ἀνήθῳ κινοῦνταϲ, ἄχριϲ ἂν ἀκριβῶϲ ἑψηθῇ, τηνικαῦτα δἐπεμβάλλειν ἤδη καὶ τῶν ἀλῶν. τὸ δἔλαιον εἰ καὶ κατἀρχὰϲ εὐθέωϲ ἀναμίξαιϲ, οὐδὲν βλάψειϲ. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω τῇ θεραπευτικῇ προϲῆκον, οὐ τῇ νῦν ἐνεϲτώϲῃ πραγματείᾳ.
§6.4–13.4
§6.4 τοῖϲ δὑγιαίνουϲιν, ὅταν ποτὲ διὰ δῆξιν ϲφοδρὰν γαϲτρὸϲ χολωδῶν πολλῶν διέξοδον τι τοιοῦτον δεηθῶϲι ῥοφήματοϲ, ἕψονταϲ ἄχρι πλείϲτου τὸν χόνδρον, | ὡϲ γενέϲθαι τακερόν, εἷτα τορυνήϲανταϲ, ὡϲ ὁμοιωθῆναι πτιϲάνηϲ χυλῷ διηθημένῳ. τηνικαῦτα διδόναι ῥοφεῖν. δἄρτυϲιϲ αὐτὴ τῷ πλυτῷ γίγνεται χόνδρῳ.
§7.1 Εἱ μὴ καὶ αὐτὸϲ ἔφαγόν ποτε πυροὺϲ οὕτωϲ ἡψημένουϲ, οὐκ ἂν ἤλπιϲά τινι χρείαν γενέϲθαι τῆϲ ἐδωδῆϲ αὐτῶν. οὔτε γὰρ ἐν λιμῷ τις ἐπὶ τὴν τοιαύτην ἂν ἀφίκιοτο χρῆν, ἐνόν, εἴπερ εὐπορεῖ πυρῶν, ἄρτους ἐξ αὐτῶν ποίησασθαι, παρὰ δεῖπνόν τε καθάπερ ἐρεβίνθους ἑφθούς τε καὶ φρυκτοὺς ἐσθίουσιν ἐν χρείᾳ τῶν καλομένων τραγημάτων ἄλλα τέ τινα σπέρματα τὸν αὐτὸν τρόπον σκευάζοντες, οὕτως οὐδεὶς προσφέρεται πυροὺς ἑφθούς. διὰ ταῦτα μὲν οὗν οὐδἂν ἤλπισά τινα πυρῶν ἑφθῶν ἐδηδοκέναι.
§7.2 ἐπεὶ δὲ καὶ αὐτὸς ἐγώ πορευθείς ποτεἰς ἀγρὸν οὐκ ἐγγὺς τῆς πόλεωϲ ὄντα μετὰ δυοῖν μερακίων τὴν αὐτὴν ἡλικίαν ἀγόντων ἐμοί, κατέλαβον ἤδη δεδειπνηκτότας τοὺς ἀγροίκους καὶ μελλούσας ἀρτοποιεῖσθαι τὰς γυναῖκας (ἠπόρουν γὰρ ἄρτου), παραχρῆμά τις αὐτῶν ἐμβαλὼν εἰς χύτραν | πυροὺς ἥψησεν, εῖθἡδύνας ἁλσὶ μετρίοις ἐσθίει. ἡμᾶς ἠξίωσεν, ἐμέλλομεν δ’, ὡς τὸ εἰκός, ἑτοίμως αὐτὸ ποιήσειν ὡδοιπορηκότες τε καὶ πεινῶντες.
§7.3 ἐφάγομέν τοὖν αὐτῶν δαψιλῶς ᾐσθανόμεθά τε κατὰ τὴν γαστέρα βάρους, ὡς δοκεῖν ἐγκεῖσθαι πηλὸν\ αὐτῇ καὶ κατὰ τὴν ὑστεραίαν ἠπεπγηκότες ἀνόρεκτοι διὅλης ἡμέρας ἧμεν, ὡς μηδὲν δύνασθαι προσενγέκασθαι, καὶ πνεύματος φυσώδους μεστοὶ κεφαλαλγεῖς τε καὶ βλέποντες ἀχλυῶδες· οὐδὲ γὰρ ὑπεχώρει τι κάτω, μόνον ἐστὶν ἄκος ἐπὶ ταῖς ἀπεψίαις. ἠρώτων οὖν τοὺς ἀγροίκους. εἰ καὶ αὐτοί ποτε πυρῶν ἑφθῶν ἔφαγον ὅπως τε διετέθησαν. οἱ δὲ καὶ πολλάκις ἐδηδοκέναι κατὰ τὴν αὐτὴν ἀνάγκην ἔφασαν, καὶ τόθἡμεῖς συνηνέχθημεν, εἶναί τε βαρὺ καὶ δύσπεπτον ἔδεσμα τοὺς οὕτω σκευασθέντας.
§7.4 ἦν δέ γε τοῦτο καὶ μὴ πειραθέντι λογίσασθαι πρόδηλον. ὅπου γὰρ οὐδὲ τὸ ἄλευρον αὐτῶν ἐσθιόμενον, ὡς εἶπον ἔμπροσθεν εὔπεπτόν ἐστιν, εἰ μὴ κατεργασθείη διἁλῶν καὶ ζύμης καὶ φυράσεως καὶ τρίψεως καὶ κριβάνου, πῶς οὐκ ἄν τις ἐννοήσειες τοὺς ἀκατεργάϲτουϲ | ἰϲχυροτάτουϲ εἶναι, δύναμίν γε μὴν ἔχουϲι μεγάλην, εἰ πεφθεῖεν, οἱ οὕτω βρωθέντεϲ πυροὶ καὶ τρέφοντεϲ ἰϲχυρῶϲ τὸ ϲῶμα καὶ ῥώμην ἐπίϲημον παρεχόμενοι τοῖϲ προϲενεγκαμένοιϲ αὐτούϲ.
§8.1 Ἐκ πυρῶν τοῦτο ϲκευάζεται δύναμιν ἔχον ὁμαλυντικὴν τῶν τετραχυϲμένων. ὑπάρχει δὲ κοινόν τοῦτο τοῦργον ἀπάϲαιϲ ταῖϲ οὐϲίαιϲ, ὅϲαι ξηραὶ κατὰ τὴν ϲύϲταϲιν οὖϲαι μήτε ϲτύψιν ἔχουϲι μήτε δριμύτητα μήτἄλλην τινὰ δύναμιν ἐπιφανῆ. καὶ καλοῦϲιν αὐτὰϲ ἀποίουϲ εἰκότωϲ οὔϲαϲ τοιαύταϲ ὡϲ πρὸϲ αἴϲθηϲιν. ἔϲτι δὲ κὰν ταῖϲ ὑγραῖϲ οὐϲίαιϲ τὸ ὕδωρ τοιοῦτον.
§8.2 παραπλήϲιον δἐϲτὶ τῇ δυνάμει τοῖϲ πλυτοῖϲ ἄρτοιϲ τὸ ἄμυλον ἐλάττονά τε τροφὴν διδὸν τῷ ϲώματι τῶν ἄρτων τούτων καὶ μὴ μαίνουϲαν, ὥϲπερ οὐδἐκεῖνοι, τῶν ἄλλων ἄρτων θερμαινόντων. τοῖϲ μὲν γὰρ ἐξ ὕδατοϲ ἡψημένοιϲ πυροῖϲ οὐδὲ παραβάλλειν αὐτὸ χρή θερμαίνουϲί τε ϲαφῶϲ καὶ τρέφουϲιν, εἰ πεφθεῖεν, ἰϲχυρῶϲ οὖϲί τε δυϲπέπτοιϲ, ὡϲ εἴρηται. |
§9.1 Πολλὴ καὶ τούτου τοῦ ϲπέρματοϲ χρεία τοῖϲ ἀνθρώποιϲ ἐϲτὶν οὐ τὴν αὐτὴν ἔχοντοϲ δύναμιν τοῖϲ πυροῖϲ. ἐκεῖνοι μὲν γὰρ θερμαίνουϲι φανερῶϲ, τοῦτο δοὐ μόνον ἀποκεχώρηκε τοῦ θερμαίνειν, ὥϲπερ ἔνια μεταξὺ τοῦ θερμαίνειν τε καὶ ψύχειν ὄντα, καθάπερ ἄμυλόν τε καὶ πλυτὸϲ ἄρτοϲ, ἀλλὰ καὶ ψυκτικὸν ἔχειν τι φαίνεται κατὰ πάνταϲ τοὺϲ τρόπουϲ τῆϲ χρήϲεωϲ, ἐάν τἄρτουϲ τιϲ ἐξ αὐτοῦ τύχῃ ϲκευάϲαϲ ἐάν τε πτιϲάνην ἑψήϲαϲ ἐάν τἄλφιτα ποιηϲάμενοϲ.
§9.2 ἀποκεχώρηκε δὲ τῆϲ τῶν πυρῶν φύϲεωϲ καὶ κατὰ τὴν ἰδέαν τῶν χυμῶν, ἣν ἑκάτερον αὐτῶν ἐργάζεϲθαι πέφυκεν. οἱ μὲν γὰρ πυροὶ παχὺν καὶ γλίϲχρον, αἱ κριθαὶ δὲ λεπτὸν καὶ ῥυπτικὸν ἔχοντά τι γεννῶϲι χυμόν. οὐδέποτε μὲν οῦν θερμαίνουϲι τὸ ϲῶμα κατοὐδένα τρόπον ϲκευαϲίαϲ, ὑγραίνουϲι δὲ καὶ ξηραίνουϲι διαφόρωϲ ϲκευαϲθεῖϲαι. τὸ μὲν γὰρ ἄλφιτον ἐκ τῆϲ φρυγείϲηϲ κριθῆϲ γιγνόμενον ἐναργῶϲ φαίνεται ξηραῖνον.
§9.3 πτιϲάνη δὑγραίνει, ὅταν γ’, ὡϲ προϲήκει, ϲκευαϲθῇ τουτέϲτιν ὅταν ἐπὶ πλεῖϲτον ἀνοιδήϲαϲα τύχῃ κατὰ τὴν ἕψηϲιν, εἶτα μετὰ | ταῦτα διὰ μαλακοῦ πυρὸϲ ἄχρι πολλοῦ χυλωθεῖϲα. μίγνυται δαὐτῇ κατἐκεῖνον τὸν καιρὸν ὄξοϲ, ὅταν ἀνοιδήϲῃ τελέωϲ, ἑφθῆϲ δἀκριβῶϲ γενομένηϲ ἐπεμβάλλειν χρὴ τοὺϲ ἅλαϲ λεπτοὺϲ οὐ πολὺ πρὸ τῆϲ ἐδωδῆϲ. ἔλαιον δεἰ καὶ κατἀρχὰϲ εὐθέωϲ ἐμβάλοιϲ, οὐ βλάψειϲ τὴν ἕψηϲιν. οὐ μὴν ἄλλο γέ τι χρὴ μιγνύειν, ὅτι μὴ πράϲου βραχύ τι καὶ ἀνήθου, καὶ ταῦτεὐθὺϲ ἐν ἀρχᾓ.
§9.4 κάκιϲτα δὁρῶ ϲκευαζομένην ὑπὸ πάντων τῶν μαγείρων τὴν πτιϲάνην· ἐν γὰρ τῇ θυίᾳ τρίβοντεϲ αὐτὴν ὠμήν, οὐκ ἐπὶ τοῦ πυρὸϲ ἕψοντεϲ διαλύουϲιν. ἐπεμβάλλουϲι δέ τινεϲ καὶ ἀμύλου χάριν τοῦ δόξαι διὰ τῆϲ ἑψήϲεωϲ ἱκανῶϲ κεχυλῶϲθαι. φυϲωδεϲτάτη τοὖν εἰκότωϲ τοιαύτη γίγνεται καὶ δύϲπεπτοϲ ἱκανῶϲ.
§9.5 δοὐκ εἶπον ἐν τῇ καλῶϲ γιγνομένῃ ϲκευαϲίᾳ, προϲθεῖναί προϲήκει. προδιαβρέξανταϲ ὕδατι τὴν ὠμὴν πτιϲάνην ἐπὀλίγον, εἴτἐμβαλόνταϲ θυίᾳ, τρίβειν χρὴ διὰ τῶν χειρῶν ἐχουϲῶν ἐν ἑαυταῖϲ τι τραχύ, καθάπερ ϲπάρτοϲ ὀνομαζόμενόϲ ἐϲτιν, ἐξ οὖ πλέκουϲιν ὑποδήματα τοῖϲ ὑποζυγίοιϲ. ὅροϲ δἔϲτω τῆϲ τρίψεωϲ ἀπορρύψαι τὸ προϲκείμενον λέμμα. | πτιϲϲομένηϲ γὰρ τῆϲ κριθῆϲ περικείμενοϲ αὐτῇ χιτὼν λεπτὸϲ οὐκ ἀπορρύπτεται πᾶϲ. διὰ τοῦτοὖν προβρέχεταί τε καὶ τρίβεται κατὰ τὴν θυίαν. ἐὰν δὲ μὴ πὰν ἀποπέϲῃ τὸ ἀχυρῶδεϲ, ἑψηθεῖϲα πτιϲάνη ῥυπτικωτέρα μὲν γίγνεται, βλάβην δοὐδεμίαν ἑτέραν λαμβάνει.
§9.6 χειρίϲτη δὲ ϲκευαϲία πτιϲάνηϲ ἐϲτιν, ὅταν οἱ μάγειροι τρίψαντεϲ αὐτὴν ὠμὴν ἐν θυίᾳ μεθὕδατοϲ, εἷθἑψήϲαντεϲ ἐπὀλίγον ἐμβάλλωϲι τὸ καλούμενον ἕψημά τε καὶ ϲίραιον· ἔνιοι δὲ καὶ μέλι καὶ κύμινον ἅμα τούτοιϲ ἐπεμβάλλουϲι, κυκεῶνα μᾶλλον πτιϲάνην παραϲκευάζοντεϲ. ἀλλ γε καλῶϲ ϲκευαϲθεῖϲα τὰϲ ὑφἹπποκράτουϲ εἰρημέναϲ παρέχεται χρείαϲ ὑγιαίνουϲί τε καὶ νοϲοῦϲιν ἀνθρώποιϲ. τὸ γάρ γλίχραϲμα, φηϲίν, αὐτῆϲ λεῖον καὶ ξυνεχὲϲ καὶ προϲηνέϲ ἐϲτι καὶ ὀλιϲθηρὸν καὶ πλαδαρὸν μετρίωϲ καὶ ἄδιψον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προϲδέοι, καὶ οὔτε ϲτύψιν ἔχον οὔτε ἄραδον κακόν οὔτε άνοιδίϲκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήϲει, ὅϲον πλεῖϲτον ἐπεφύκει διογκοῦϲθαι.
§9.7 ταῦτἀρκεῖ περὶ πτιϲάνηϲ δυνάμεωϲ | εἰρῆϲθαι κατὰ τὴν ἐνεϲτῶϲαν πραγματείαν οὐ θεραπευτικὴν οὖϲαν, ἀλλὰ τὰϲ δυνάμειϲ μόναϲ τῶν τροφῶν ἐξηγουμένην. ἐν παραδρομῇ δὲ τοῦ λόγου καὶ χρεῖαί τινεϲ αὐτῶν διδάϲκονται,
§10.1 Καιρὸϲ οὖν ἤδη μεταβαίνειν ἐπὶ τὸν περὶ τῶν κριθίνων ἄρτων λόγον, οὓϲ ϲκευάζουϲιν οἱ ἄνθρωποι παραπληϲίωϲ τοῖϲ πυρίνοιϲ. εἰϲὶ δοὐ μόνον τῶν πυρίνων, ἀλλὰ καὶ τῶν ὀλυρίνων καὶ πολὺ μᾶλλον ἔτι τῶν τιφίνων ψαθυρώτεροι μηδὲν ἐν ἑαυτοῖϲ ἔχοντεϲ ὥϲπερ ἐκεῖνοι γλίϲχρον. εὔδηλον οὖν ὅτι τροφὴν ὀλίγην παρέχουϲι τοῖϲ ϲώμαϲι καὶ μάλιϲθ’, ὅταν ἐκ φαυλοτέρων γένωνται κριθῶν, ἐξ ὧν οὐδὲ τὴν πτιϲάνην Ἱπποκράτηϲ ἐκέλευϲε ϲκευάζειν· οὐδὲ γὰρ ἀνιᾶϲιν ἐξ ἑαυτῶν πολὺν χυλὸν ἑψόμεναι.
§10.2 κάλλιϲται δεἰϲὶν αἱ λευκαὶ μετὰ τὸ πτιϲθῆναι φαινόμεναι καί τι πυκνότητοϲ ἔχουϲαι καὶ βάρουϲ, ὅϲον οἷόν τε κριθὰϲ ἔχειν. ἀμείνουϲ δὲ δηλονότι καὶ τῶν ἰϲχνῶν τε καὶ ῥυϲῶν αἱ πλήρειϲ ὅλαι καὶ περιτεταμένην ἔξωθεν ἔχουϲαι τὴν περιγραφήν.
§10.3 ἀλλὰ τοῦτο μὲν ἀπάντων ϲπερμάτων κοινὸν ἔϲτω ϲοι γνώριϲμα, πλὴν εἰ πάνυ ϲφόδρα ποτὲ πλείονα τοῦ | κατὰ φύϲιν ὄγκον ἔχοιεν ἅμα τῷ μαλακώτερά τε καὶ χαυνότερα γενέϲθαι. περιττωματικὴν γὰρ ὑγρότητα ταῦτἔχειν ἴϲθι καὶ χείρω τῶν προειρημένων εἶναι. καὶ διὰ τοῦτο μετὰ μὲν τὴν ϲυγκομιδὴν οὐ προϲῆκεν αὐτοῖϲ χρῆϲθαι, καταθέμενον δἐν τόποιϲ ξηροῖϲ ἐᾶϲαι χρόνῳ πλείονι τὸ μέν τι διαπνεῦϲαι τῆϲ περιττῆϲ ὑγρότητοϲ, τὸ δέ τι πεφθῆναι, μέχριπερ ἂν ξηραινόμενα προϲϲταλῇ μετρίωϲ.
§10.4 ἀπορρεῖ γὰρ ἀπάντων φυτῶν τε καὶ ϲπερμάτων καὶ καρπῶν, ἐπειδὰν ϲυγκομιϲθέντα κέηται, πρῶτον μὲν ὅϲον ἐν αὐτοῖϲ ἐϲτιν ὑδατῶδέϲ τε καὶ λεπτὸν περίττωμα, μετὰ ταῦτα δὲ καὶ αὐτῆϲ τι τῆϲ κατὰ φύϲιν ὑγρότητοϲ. ἡνίκἂν γὰρ ξηροτέραν μὲν προϲῆκε τὴν οὐϲίαν ἴϲχῃ, χείρω γίγνεται τῶν εἰϲ ἄκρον εὐεξίαϲ ἡκοντῶν, οὐ μὴν ἤδη γἐϲτὶ μοχθηρὰ παντάπαϲιν, ἀλλὰ καὶ χρηϲιμώτερα πρὸϲ ἐνίαϲ διαθέϲειϲ, ὅϲαι ξηραίνεϲθαι δέονται·. τὰ δἐπὶ πλεῖϲτον ἀποκείμενα χείρω γίγνεται ταῖϲ δυνάμεϲιν. ὅροϲ δὲ καὶ τούτων, ὅταν διαιρούμενα καθάπερ τινὰ λεπτὴν κόνιν ἐκπίπτουϲαν ἔχῃ. ταῦτα μὲν οὖν | ἐπὶ πάντων ἔϲτω ϲοι διὰ μνήμηϲ ἅπαξ εἰρημένα νῦν. ἐμοὶ γὰρ οὐχ ἡδὴ πολλάκιϲ ὑπὲρ τῶν αὐτῶν λέγειν τὰ αὐτά, πλὴν εἴ ποτἀνατ ἀναμνῆϲαι φαίνοιτο τοῦ κεφαλαίου μόνου ψιλοῦ.
§10.5 περὶ δὲ τῶν ἐκ κριθῆϲ ἄρτων, ὑπὲρ ὧν λόγοϲ ἧν, αὖθιϲ ἀναλαβόντεϲ εἴπωμεν, ὡϲ κἀν τούτοιϲ εἰϲὶ διαφοραί τινεϲ ἀνάλογον ταῖϲ ἐπὶ τῶν πυρίνων ὀλίγον ἔμπροϲθεν εἰρημέναιϲ. ἅπαντεϲ μὲν γὰρ ἀτροφώτεροι πολλῷ τῶν πυρίνων εἰϲίν· ἀλλοἱ μὲν ἐκ τῶν ἀρίϲτων κριθῶν ἧττον τοῦτο πεπόνθαϲιν, οἱ δἐκ τῶν χαύνων καὶ κούφων ἀνάλογόν εἰϲι τοῖϲ πιτυρίαιϲ ἄρτοιϲ. ὑπέρχονται δὲ κάτω κατὰ γαϲτέρα μάλιϲτα μὲν οἱ ἐκ τῶν τοιούτων κριθῶν, οὐχ ἥκιϲτα δὲ καὶ οἱ ἄλλοι παραβαλλόμενοι τοῖϲ πυρίνοιϲ. τὰ δὲ περὶ τῆϲ ἀρίϲτηϲ τε καὶ χειρίϲτηϲ ὅϲαι τἄλλαι μεταξὺ τούτων γίγνονται ϲκευαϲίαι τῶν κριθίνων ἄρτων, αἱ αὐταὶ ταῖϲ ἐπὶ τῶν πυρίνων εἰρημέναιϲ εἰϲίν.
§11.1 Ἐκ τῶν νέων κριθῶν φρυγειϲῶν ϲυμμέτρωϲ τὸ κάλλιϲτον ἄλφιτον γίγνεται· τούτων δἀποροῦντεϲ ἐνίοτε κἀκ τῶν ἄλλων αὐτὰ ϲκευά ζομεν. εὐωδῶν δὄντων ἁπάντων, ὅϲα καλῶϲ ἐϲκευάϲθη, μάλιϲτἐϲτὶν εὐώδη τὰ ἐκ τῶν ἀρίϲτων καὶ νέων κριθῶν γιγνόμενα μὴ πάνυ ξηρὸν ἐχουϲῶν τὸν ϲτάχυν. ἐν ἔθει δἐϲτὶ πολλοῖϲ τῶν ὑγιαινόντων ἐπιπάττειν αὐτὰ ϲιραίῳ καὶ οἴνῳ γλυκεῖ καὶ οἰνομέλιτι κεκραμένοιϲ ἐν ὕδατι καί ποτε καὶ ὕδατι μόνῳ καὶ πίνειν ἐν τῷ θέρει πρὸ δυοῖν τριῶν ὡρῶν τοῦ λουτροῦ καί φαϲιν αἰϲθάνεϲθαι τοῦ πόματοϲ ἀδίψου, διοἴνου γε μὴν αὐϲτηροῦ ποθέντα ξηραίνει γαϲτέρα.
§11.2 χρῶνται δἀλφίτοιϲ ἔν τιϲι τῶν ἐθνῶν ἐν ἄρτου χρείᾳ, καθάπερ ἐπὶ τῶν ἀγρῶν εἶδον ἐν Κύπρῳ, καίτοι πλεῖϲτον γεωργοῦϲι ϲῖτον. οἱ παλαιοὶ δὲ καὶ τοῖϲ ϲτρατευομένοιϲ ἄλφιτα παρεϲκεύαζον. ἀλλοὐ τὸ γε νῦν ἔτι τὸ Ῥωμαίων ϲτρατιωτικὸν ἀλφίτοιϲ χρῆται κατεγνωκὸϲ αὐτῶν ἀϲθένειαν. ὀλίγην γὰρ τροφὴν δίδωϲι τοῖϲ ϲώμαϲι, τοῖϲ μὲν ἰδιωτικῶϲ διακειμένοιϲ καὶ ἀγυμνάϲτοιϲ αὐτάρκη, τοῖϲ δὁπωϲοῦν γυμναζομένοιϲ ἐνδεῆ.
§11.3 γίγνονται δἐξ αὐτῶν ὑγρῷ φυραθέντων αἱ μᾶζαι, περὶ ὧν ἐφεξῆϲ ἐροῦμεν, ἐπειδὴ καὶ Φυλότιμοϲ ἐπὶ πλέον ὑπὲρ αὐτῶν διελθὼν ἐν τῷ πρώτῳ Περὶ τροφῆϲ ὅμωϲ ἀδιόριϲτον εἴαϲε τὸ χρηϲιμώτατον ἐν αὐταῖϲ.
§12.1 Τὴν δύναμιν ἑκάϲτου τῶν ἐδεϲμάτων ἔνεϲτί ϲοι καὶ πρὸ τῆϲ διωριϲμένηϲ πείραϲ ἐκ τῆϲ φύϲεωϲ αὐτῶν τεκμήραϲθαι. τίνι γὰρ οὐκ ἂν ἀνδρὶ ϲυνετῷ τὸ μὲν ἀκριβῶϲ λεπτὸν καὶ λευκὸν καὶ καθαρὸν ἀπάϲηϲ πιτυρώδουϲ οὐϲίαϲ ἄλευρον ἐνδείξαιτο καὶ κατὰ τὴν γαϲτέρα θᾶττόν τε καὶ μᾶλλον ἀλλοιοῦϲθαι καὶ διὰ τοῦτο πέττεϲθαί τε κάλλιον ἀναδίδοϲθαί τε ῥᾷον ἑτοιμότερόν τε τρέφειν, ὡϲ ἂν ὅλον ἐξομοιούμενόν τε καὶ προϲτιθέμενον τοῖϲ τρεφομένοιϲ ϲώμαϲιν, ὅϲον δἐν αὐτῷ πιτυρῶδέϲ τἐϲτὶ καὶ ϲκληρόν, ὥϲπερ ἐκτὸϲ φαίνεται μὴ διαλυόμενον ὕδατι, κατὰ τὸν αὐτὸν λόγον οὐδἐν τῇ γαϲτρὶ διαλύεϲθαι βρεχόμενον, ἀλλὰ διαμένειν ὅλον ἀδιαίρετόν τε καὶ ἀκατέργαϲτον, ὁποῖον ἐλήφθη;
§12.2 τοῦτοὖν οὔτε πέττεϲθαι δύναται καλῶϲ οὔτἀναδίδοϲθαι διὰ τὸ μηδἐναρμόττειν ὅλωϲ τοῖϲ ϲτόμαϲι τῶν εἰϲ τὴν γαϲτέρα καὶ τὰ ἔντερα καθηκουϲῶν φλεβῶν. οἷϲ ἐξ ἀνάγκηϲ ἕπεται πλέον μὲν ἀπαὐτοῦ γίγνεϲθαι τὸ κοπρῶδεϲ, ὑπιέναι δὲ θᾶττον αὐτῷ τε τῷ διὰ πλῆθοϲ βάρει καὶ προϲέτι τῷ ῥυπτικὴν ἔχειν ποιότητα τὸ πιτυρῶδεϲ ἅπαν.
§12.3 εὔδηλον οὖν ἐϲτι τῷ ταῦτἐννοήϲαντι, τοϲοῦτον ἀπολείπεϲθαι μᾶζαν εἰϲ τροφὴν ϲώματοϲ ἄρτων κριθίνων, ὅϲον οὗτοι πυρίνων. ἐχούϲηϲ γὰρ ἤδη φύϲει τῆϲ κριθῆϲ τὸ πιτυρῶδεϲ οὐκ ὀλίγον φρυγεῖϲα ξηρότερον μὲν καὶ αὐτὸ τοῦτο καὶ δυϲθραυϲτότερον ἴϲχει, ξηρότερον δὲ καὶ τὸ τούτου κρεῖττον, ἐξ οὗ τὴν τροφὴν ἐλάμβανε τὸ ϲῶμα. κατὰ τοῦτοὖν ἧττόν τε πέττεται τῶν κριθίνων ἄρτων μᾶζα καὶ φύϲηϲ μᾶλλον ἐμπίπληϲι τὴν γαϲτέρα καὶ ἢν ἐπὶ πλέον ἐν αὐτῇ μείνῃ, ταραχὴν ἐργάζεται. μᾶλλον δὲ διαχωρεῖ κάτω φυραθεῖϲα καὶ τριφθεῖϲα μέχρι πλείονοϲ. εἰ δὲ καὶ μέλι προϲλάβοι, θᾶττον ἔτι καὶ διὰ τοῦταὐτὸ παρορμήϲει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν.
§12.4 Φυλότιμοϲ μὲν οὖν οἴεται παχὺν καὶ κολλώδη καὶ ψυχρὸν ἐξ ἁπάϲηϲ μάζηϲ γεννᾶϲθαι χυμόν, ὃν αὐτόϲ τε καὶ διδάϲκαλοϲ αὐτοῦ Πραξαγόραϲ ὑαλώδη καλοῦϲι. τὸ δοὐχ οὕτωϲ ἔχει, μήτε τὸ γλίϲχρον ἐχόντων | τῶν ἀλφίτων, ὅπερ ἐν χόνδρῳ μάλιϲτἐϲτί, μήτε τὸ τρόφιμον. ἐξαπατᾷ δαὐτὸν ἐπὶ πλέον ἐν οἴνῳ γλυκεῖ καὶ ϲιραίῳ φυραθεῖϲα χρόνῳ πολλῷ μᾶζα. τριπτὴν δαὐτὴν ὀνομάζει καθάπερ Ἀθηναῖοι. τὸ γὰρ ἐκ ταύτηϲ ἀνάλογον τῷ πυρίνῳ ϲταῖϲ γενόμενον ὅλκιμόν ἐϲτι καὶ κολλῶδεϲ ἔκ τε τοῦ μεμαλάχθαι χρόνῳ πλείονι καὶ τοῦ μιχθέντοϲ τοῖϲ ἀλφίτοιϲ ὑγροῦ παχέοϲ ὄντοϲ.
§12.5 ὥϲπερ δὲ τρῖψιϲ πολλὴ μεθὑγροῦ παχέοϲ γενομένη γλίϲχρον τῇ φανταϲίᾳ τὸ τριφθὲν ἄλευρον ἐργάζεται, κἂν ἐκ κέγχρων , κατὰ τὸν αὐτὸν λόγον χυλὸϲ τῆϲ πτιϲάνηϲ φαίνεται γλίϲχροϲ οὐδὲν ἔχων ἐν ἑαυτῷ κολλῶδεϲ οὐδἐμπλαϲτικόν, ἀλλὰ ῥυπτικόν τε καὶ τμητικόν, ὡϲ κἀπὶ τοῦ δέρματοϲ ἡμῶν φαίνεται τὸν ῥύπον ἀφαιρῶν. εἰ δὲ καὶ ῥοφῆϲαί τινι δοὺϲ αὐτὸν ὀλίγον ὕϲτερον ἐμέϲαι ποιήϲειαϲ, ἀπορρύψει τε τὸ περιεχόμενον ἐν τῇ γαϲτρὶ φλέγμα καὶ ϲυνεκβαλεῖ πᾶν ἅμἑαυτῷ κατὰ τὸν ἔμετον.
§13.1 Μνηϲίθεοϲ μὲν ἐν τῇ τρίτῃ τάξει τίθεται τὰϲ τίφαϲ ἐπὶ πυροῖϲ τε καὶ κριθαῖϲ· Διοκλῆϲ δἀμελέϲτερον ὑπὲρ αὐτῶν διῆλθε τὸ ϲύντομον ἐν τῇ γραφῇ προτιμήϲαϲ τοῦ κατὰ διέξοδον ἀκριβοῦϲ. οὕτω γοῦν καὶ περὶ πυρῶν τε καὶ κριθῶν ἄλλων τε πολλῶν ἔγραψε ϲυντεμὼν τὸν λόγον. ὀλίγῳ δὲ μακρότερον τοῦ Διοκλέουϲ ὑπὲρ αὐτῶν τε Πραξαγόραϲ καὶ Μνηϲίθεοϲ ἔγραψαν, ἐλλιπῶϲ μέντοι καὶ αὐτοί.
§13.2 Φυλότιμοϲ δὲ περί τινων μὲν μακρῶϲ πάνυ, περί τινων δἐλλιπῶϲ, ἐνίων δοὐδὅλωϲ ἐμνημόνευϲεν, ὥϲπερ οὐδὲ τῆϲ ζειᾶϲ. εὔδηλον δὅτι μηδὲ Πραξαγόραϲ διδάϲκαλοϲ αὐτοῦ. παρέλιπε μὲν γὰρ οὐδὲν ὧν ἐκεῖνοϲ εἶπεν Φυλότιμοϲ, ἐξεργάζεται δὲ καὶ προϲτίθηϲι πολλά.
§13.3 θαυμάϲαι δἔϲτιν, ὅτι μηδ τὸ Περὶ διαίτηϲ ἐπιγεγραμμένον Ἱπποκράτουϲ ϲυνθείϲ, ὅϲτιϲ ποτἦν ἀνὴρ παλαιόϲ, ἐμνημόνευϲε τοῦ τῶν ζειῶν ὀνόματοϲ. καὶ γὰρ εἰ τὰϲ τίφαϲ ἡγεῖτο καλεῖϲθαι ζειὰϲ ὑπό τινων, ἐχρῆν αὐτὸν τοῦτο δηλῶϲαι. βέλτιον δἴϲωϲ ἐϲτὶ καὶ τὰϲ ῥήϲειϲ αὐτῶν παραγράψαι.
§13.4 Διοκλῆϲ μὲν οὖν οὕτωϲ ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρκον Ὑγιεινῶν, ἐν διέρχεται καὶ τὰϲ τῶν ϲιτίων | δυνάμειϲ· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ ἀρεταῖϲ ἐϲτι μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, ζειαί, μέλινοϲ, κέγχροϲ. ἔν τιϲι δὲ τῶν ἀντιγράφων οὐδὅλωϲ αἱ ζειαὶ φέρονται, καὶ μέντοι καὶ τὸ ταῖϲ ἀρεταῖϲ ἔν τιϲιν οὐχ οὕτωϲ, ἀλλὰ χρείαιϲ γέγραπται κατὰ τόνδε τὸν τρόπον· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ χρείαιϲ ἐϲτὶ μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, μέλινοϲ, κέγχροϲ, ὡϲ ἄλλου μέν τινοϲ ϲπέρματοϲ τῆϲ ὀλύραϲ οὔϲηϲ, ἄλλου δὲ τῆϲ τίφηϲ.
§13.5–18.3
§13.5 δὲ Μνηϲίθεοϲ ἐφἑνὶ ϲπέρματι δύο φηϲὶν ὀνόματα κεῖϲθαι γράφων οὕτω· τῶν δὲ ϲπερμάτων εὐφυέϲτατα μέν ἐϲτιν εἰϲ τροφὴν πυροὶ καὶ κριθαί, πρὸϲ δὲ τούτοιϲ ἐχομένωϲ λέγεται μὲν διττῶϲ, ἔϲτι δὲ ταὐτόν· οἱ μὲν γὰρ τίφαϲ, οἱ δὀλύραϲ καλοῦϲιν. τούτοιϲ δἐφεξῆϲ τάδε γράφει· μετὰ δὲ ταῦτα ζειαὶ καὶ κέγχροι καὶ μέλιναι. Διοκλεῖ μὲν οὖν ἤρκεϲε ταῦτα μόνα περί τε τιφῶν καὶ ὀλυρῶν εἰπεῖν, ὅϲα παρεθέμην ἄρτι.
§13.6 Μνηϲίθεοϲ δὲ καὶ τὸν κατὰ μέροϲ ὑπὲρ αὐτῶν λόγον ἐφεξῆϲ διῆλθε, περὶ πρώτων μὲν γράψαϲ πυρῶν τε καὶ κριθῶν, ἐφεξῆϲ δὲ περὶ | τιφῶν ὧδέ πωϲ αὐτοῖϲ ὀνόμαϲι· τῶν δἄλλων ϲπερμά τῶν βέλτιϲτον μὲν τίφη (καὶ γὰρ ἱκανῶϲ τρέφει καὶ οὐ μετὰ πολλοῦ πέττεται πόνου), τὸν δἐκ τῶν ζειῶν ἄρτον ἄδην μὲν ἐϲθίων οὐδείϲ ἂν ὑγιαίνοι, τῶνδ’〉 ἀϲυνήθων τῆϲ ἐδωδῆϲ ταύτηϲ, οὐδεἰ παντάπαϲιν ὀλίγον· ἔϲτι γὰρ βαρὺϲ καὶ δύϲπεπτοϲ. ὅϲοι δὲ δυϲχείμερον ἔχοντεϲ χώραν ἀναγκάζονται τρέφεϲθαι τούτῳ καὶ ϲπείρειν αὐτὸ διὰ τὸ μάλιϲτἀντέχειν τοῖϲ ψύχεϲιν, οὗτοι δὴ πρῶτον μὲν ὀλίγον ἐθίζονται προϲφέρεϲθαι καὶ διὰ τὸ μὴ εὐῶδεϲ εἶναι τὸ βρῶμα καὶ διὰ τὴν ϲπάνιν τῆϲ εὐκαρπίαϲ ἐν ταῖϲ τοιαύταιϲ χώραιϲ, εἶτα καὶ τὸ ϲύνηθεϲ εἶναι τὸ βρῶμα ποιεῖ ῥᾴονα τοῖϲ ϲώμαϲι τὴν κατεργαϲίαν. καθόλου δὲ βαρὺ μὲν καὶ δύϲπεπτον, ἰϲχυρὸν δὲ καὶ ὑμενῶδεϲ τὴν ζειὰν εἶναι λεκτέον.
§13.7 ἐν τούτοιϲ Μνηϲίθεοϲ ϲαφέϲτατα δεδήλωκεν, ὁποῖόν τι ϲπέρμα βούλεται καλεῖϲθαι ζειὰν ἐν ψυχραῖϲ χώραιϲ γεωργούμενον. ἐγὼ δὲ πάϲαϲ μὲν οὔταὐτὸϲ εἶδον τὰϲ δυϲχειμέρουϲ χώραϲ οὔτε παρἄλλου τινὸϲ ἥκουϲα τῶν ἑωρακότων αὐτὰϲ | ὀνομαζόμενόν τινα ϲιτηρὸν καρπὸν ὑπὸ τῶν ἐγχωρίων ζειὰν ζέαν. ἑκατέρωϲ γὰρ εὑρίϲκεται γεγραμμένον, ἔν τιϲι μὲν εἰϲ ε̄ καὶ τῆϲ προτέραϲ ϲυλλαβῆϲ τελευτώϲηϲ.
§13.8 ἔν τιϲι δεἰϲ ε̄ μόνον. ἐννοήϲαϲ δὲ δυνατὸν εἶναι τοὺϲ μὲν Ἕλληναϲ οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦτο, τοὺϲ δὲ βαρβάρουϲ ἰδίαν ἐπαὐτοῦ τεθεῖϲθαι προϲηγορίαν, εἶτἰδὼν ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ πολλὰϲ ἀρούραϲ ὁμοιότατον ἐχούϲαϲ οὐ μόνον τὸν ϲτάχυν, ἀλλὰ καὶ τὸ φυτὸν ὅλον τῇ παρἡμῖν ἐν Ἀϲίᾳ τίφῃ, τὴν προϲηγορίαν ἠρόμην ἥντινἔχοι παρἐκείνοιϲ τοῖϲ ἀνθρώποιϲ, καί μοι πάντεϲ ἔφαϲαν αὐτό τε τὸ φυτὸν ὅλον καὶ τὸ ϲπέρμα αὐτοῦ καλεῖϲθαι βρίζαν, τῆϲ μὲν προτέραϲ ϲυλλαβῆϲ διὰ τριῶν γραμμάτων γραφομένηϲ τε καὶ λεγομένηϲ, τοῦ β̄ καὶ ρ καὶ , τῆϲ δἐφεξῆϲ αὐτῇ διὰ τοῦ ζ̄ καὶ κατὰ γε τὴν ὀρθὴν πτῶϲιν, ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ μετὰ τοῦ ν̄ δηλονότι. γίγνεται δἄρτοϲ ἐκ τοῦ ϲπέρματοϲ τούτου δυϲώδηϲ τε καὶ μέλαϲ, ὑμενω δεϲτέραν ἔχοντοϲ, ὡϲ Μνηϲίθεοϲ ἔγραψε, τὴν οὐϲίαν. εἰ δὲ καὶ μέλανα γίγνεϲθαι τὸν ἄρτον ἐξ αὐτοῦ προϲεγεγράφει, μᾶλλον ἂν ἐπίϲτευον αὐτὸ τοῦτεἶναι τὸ καλούμενον ὑπαὐτοῦ ζειάν.
§13.9 ἔν γε μὴν τοῖϲ | χειμεριωτάτοιϲ τῆϲ βιθυνίαϲ χωρίοιϲ ὀνομάζεταὶ τι ϲπέρμα ζεόπυρον, οὐκ ἐχούϲηϲ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ τὸ , καθάπερ ἔχει παρὉμήρῳ πυροί τε ζειαί τε ἰδεὐρυφυὲϲ κρῖ λευκόν. ἐξ αὐτοῦ δἄρτοϲ γίγνεται πολὺ βελτίων τοῦ κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην. καὶ ϲχεδόν, ὥϲπερ τοὔνομα τὸ ζεόπυρον ἐξ ἀμφοτέρων ϲύγκειται τῶν ὀνομάτων, τοῦ τε τῆϲ ζέαϲ καὶ τοῦ πυροῦ, καὶ οὐϲίᾳ μέση τίς ἐστιν ἀμφοῖν, ὡς ἐξ αὐτῶν κεκραμένη. τοϲούτῳ γοῦν ἐϲτι τοῦ πυροῦ χείρων, ὅϲῳ τῆϲ Θρᾳκίαϲ βρίζηϲ ἀμείνων.
§13.10 ὀνόματα δὲ ταῖϲ πόλεϲιν, ἐν αἷϲ γίγνεται τὸ ϲπέρμα τοῦτο, Νίκαια καὶ Προῦϲα καὶ Κράτεια Κλαυδιόπολίϲ τε καὶ Ἰουλιόπολιϲ, ἀλλὰ καὶ Δορύλαιον, τιϲἐϲτὶ μὲν ἐϲχάτη τῆϲ Ἀϲιανῆϲ Φρυγίαϲ πόλιϲ, ἔχει δὲ καὶ αὐτή τοιοῦτον ϲπέρμα γεννώμενον ἐν τῇ χώρᾳ, καθάπερ καὶ ἄλλαι τινὲϲ ὅμοροι πόλειϲ αὐτῇ. θεάϲαϲθαι δἔϲτι τὸν γιγνόμενον ἄρτον ἐκ τοῦ ϲπέρματος τούτου τοϲούτω βελτίονα τοῦ κατὰ Θρᾴκην τε καὶ Μακεδονίαν ἐκ τῆϲ βρίζηϲ, ὅϲῳ τοῦ πυρίνου | χείρονα.
§13.11 μέμνηται δὲ ζειᾶϲ καὶ Θεόφραϲτοϲ ἐν τῷ ἑβδόμῳ Περὶ φυτῶν ὡδέ πωϲ λέγων· τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶϲ, τίφης, ὀλύραϲ, βρόμου, αἰγίλωποϲ, ἰϲχυρότατον καὶ μάλιϲτα καρπιζόμενον ζειά· καὶγάρβαθύρριζον καὶ πολύρριζον καὶ πολυκάλαμον καὶ παχυκάλαμον· δὲ καρπὸϲ κουφότατοϲ καὶ προϲφιλήϲ πᾶϲι τοῖϲ ζώοιϲ. καὶ πάλιν ἐφεξῆϲ· δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ μονοκάλαμον καὶ λεπτοκάλαμον, διὸ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥϲπερ ζειὰ πίειραν καὶ ἀγαθήν. εἴτα τούτοιϲ ἐφεξῆϲ ϲυνάπτων τάδε γράφει· ἔϲτι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖϲ πυροῖϲ, τε ζειὰ καὶ τίφη. Θεόφραϲτοϲ μὲν οὖν ταῦτα περὶ ζειᾶϲ ἔγραψεν.
§13.12 Ἡρόδοτοϲ δἐν τῇ δευτέρα κατὰ τήνδε τὴν λέξιν· ἀπὸ πυρῶν καὶ κριθῶν πολλοὶ ζώουϲιν, Αἰγυπτίων δὲ τῷ ποιουμένῳ ἀπὸ τούτων τὴν ζωὴν ὄνειδοϲ μέγιϲτόν ἐϲτιν, ἀλλἀπὀλυρῶν ποιέονται ϲιτίᾳ, ἃς ζειὰϲ μετεξέτεροι καλέουϲι.
§13.13 Διοϲκουρίδηϲ δἐν τῷ δευτέρῳ Περὶ ὕληϲ ταυτὶ γράφει· ζέα | δίϲϲη· μὲν γὰρ ἁπλῆ, δὲ δίκοκκοϲ καλεῖται, ἐν δυϲὶν ἐλύτροιϲ ϲυνεξευγμένον ἔχουϲα τὸ ϲπέρμα. ἔϲτι δὲ τροφιμωτέρα μὲν κριθῆϲ καὶ εὐϲτόμαχοϲ, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένῃ.
§13.14 κρίμνον δὲ ἁδρότερόν ἐϲτι τῇ κατεργαϲίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζέαϲ καὶ πυροῦ, ἐξ οὖ πόλτοϲ γίνεται. ἕϲτι δὲ ἱκανῶϲ τρόφιμον καὶ εὐκατέργαϲτον, ϲταλτικώτερον δὲ κοιλίαϲ τὸ ἀπὸ τῆϲ ζέαϲ, μάλιϲτα δὲ προφρυχθείϲηϲ.
§13.15 καὶ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένουϲ ἐϲτὶ τῆϲ ζέαϲ, ἀτροφωτέρα δὲ κατὰ ποϲὸν ἐκείνηϲ. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρίμνον ἐξ αὐτῆϲ ὡϲαύτωϲ γίνεται.
§13.16 ἀθήρα δὲ ἐκ τῆϲ ἀληλεϲμένηϲ εἰϲ λεπτὸν ζέαϲ ϲκευάζεται. ἔϲτι δὲ ῥόφημα ὥϲπερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόζον, ποιεῖ δὲ καὶ εἰϲ καταπλάϲματα.
§13.17 δὲ τράγοϲ τὸ ϲχῆμα μὲν παραπλήϲιοϲ χόνδρω, ἀτροφώτεροϲ δὲ παρὰ πολὺ ζέαϲ, διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδεϲ, διὸ καὶ δυϲκατέργαϲτόϲ ἐϲτι καὶ κοιλίαϲ μαλακτικόϲ. περὶ μὲν οὖν τῶν ζειῶν ἱκανὰ καὶ ταῦτα.
§13.18 θαυμάσαι δἔστι τοῦ Μνησιθέου μὴ γγνώσκοντος, ὅπῃ διαφέρουσιν ὄλυραι τιφῶν. ἔστι γὰρ ἑκά|τερον ἐν Ἀσίᾳ πολύ, καὶ μάλιστα κατὰ τὴν ὑπερκειμένην Περγάμου χώραν, ὡς τοὺς ἀγροίκους ἀεὶ χρῆσθαι τοῖς ἐξ αὐτῶν ἄρτοις διὰ τὸ τοὺς πυροὺς εἰς τὰς πόλεις κατακομίζεσθαι. οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι μετά γε τοὺς πυρίνους εἰσίν, ὅταν γεὐγενεῖς ὦσιν αἱ ὄλυραι, δεύτεροι δαὐτῶν εἰσιν οἱ τίφινοι. μοχθηρῶν δοὐσῶν τῶν ὀλυρῶν οὐδὲν ἐκείνων ἀπολείπονται, βελτίστων δὲ τῶν τιφῶν οὐσῶν οἱ θερμοὶ τίφινοι πολὺ κρείττους εἰσὶ τῶν ὀλυρίνων. ἑωλισθέντες δὲ χείρους αὐτῶν γίγνονται· ὁλκιμώτερον γὰρ ἔχοντες τὸ σταῖς πυκνοῦνται πάνυ σφόδρα, καὶ μάλισθὅταν ἀμελῶς σκευασθῶσιν. ὥστε μετὰ μίαν ἡμέραν δύο καὶ πολὺ μᾶλλον ἐν ταῖς ἐφεξῆς φαγὼν τόν ἄρτον τοῦτον οἴεται πηλὸν ἐγκεῖσθαι τῇ κοιλίᾳ.
§13.19 θερμὸς δὢν ἔτι καὶ τοῖς ἐκ τῶν πόλεων σπουδάζεται μετὰ τυροῦ τινος ἐπιχωρίου προσφερομένοις ἀυτόν, ὃν ὀνομάζουσιν ὀξυγαλάκτινον. εἶναι δὲ χρὴ καὶ τοῦτον ἁπαλὸν καὶ τὸν ἄρτον ἔτι διαφυλάττοντα φυλάττοντα τὴν ἐκ τοῦ κριβάνου θερμασίαν. μὲν οὖν οὕτως ἐσθιόμενος | οὐ μόνον τοῖς κατἀγρόν, ἀλλὰ καὶ τοῖς ἐν ταῖς πόλεσι περισπούδαστός σπούδαστός ἐστιν. δὲ τριῶν τεττάρων ἡμερῶν καὶ τοῖς ἀγροίκοις αὐτοῖς ἀηδέστερος μὲν ἤδη βρωθῆναι, δυσχερέστερος δὲ πεφθῆναι, βραδυπορώτερος δὲ κατὰ γαστέρα, τοῦ θερμοῦ μηδὲ τοῦτἔχοντος τὸ σύμπτωμα. πολὺ μὲν γὰρ ἀπολείπεται διαχωρήσεως ἕνεκα τοῦ κριθίνου, μεμπτὸς δοὐκ ἔστιν ὁμοίως τῷ κεγχρίνῳ, καὶ μέντοι καὶ τρέφει τὸ σῶμα θερμὸς ὤν ἱκανῶς, ὡς ἀπολείπεσθαι μὴ πολὺ τοῦ πυρίνου συγκομιστοῦ.
§13.20 τὸ δὲ σπέρμα τοῦτο τὸ τῆς τίφης ἔχει μὲν ἔξωθεν λέμμα. καθάπερ ὄλυρά τε καὶ κριθή, πτισθὲν δἀρτοποιεῖται καὶ ὅλως εἰς χρῆσιν ἄγεται. καὶ γὰρ ἐξ ὕδατος ἑψηθὲν ἐσθίεται κατὰ τὸ ὑπὸ τῶν ἀγροίκων ὀνομαζόμενον ἀπόθερμον, ἐμβαλλομένου τοῦ πρὸϲ ἡμῶν μὲν ἑψήματοϲ, ὑπἐνίων δὲ ϲιραίου καλουμένου. καί ποτε καὶ μεθἁλῶν ἐϲθίεται ἑψόμενον, καθάπερ ἔφην ἐδηδοκέναι τοὺϲ πυροὺϲ αὐτὸϲ ἐγώ.
§13.21 τὴν δεὐγενεϲτάτην ὄλυραν ὅταν ὡϲ χρὴ πτίϲωϲι, τὸν ὀνομαζόμενον τράγον ποιοῦϲιν, πολλοὶ | χρῶνται διὕδατοϲ ἕψοντεϲ, εἶτα τὸ μὲν ὕδωρ ἀποχέοντεϲ, ἐπιχέοντεϲ δὲ ϲίραιον οἶνον γλυκὺν οἰνόμελι· παρεμβάλλουϲι δὲ καὶ κώνουϲ ἐν ὕδατι διαβεβρεγμένουϲ, ὡϲ ἐπὶ πλεῖϲτον ἐξῳδηκέναι. τινὲϲ δὁμογενὲϲ μέν, οὐχ ὁμοειδὲϲ δὲ τὸ ϲπέρμα τοῦτο ταῖϲ ὀλύραιϲ εἶναί φαϲι.
§13.22 πολλὰ δὲ καὶ ἄλλα ϲπέρματα παραπλήϲια μέν, οὐκ ἀκριβῶϲ δὲ ταὐτὸν εἶδοϲ ἔχοντα τοῖϲ εἰρημένοιϲ ἐϲτί, τὰ μὲν ἐν τῷ μεταξὺ κριθῆϲ τε καὶ τίφηϲ, τὰ δὀλύραϲ τε καὶ τίφηϲ, μεταξὺ πυροῦ τε καὶ ὀλύραϲ. ἔνια δἐγγυτάτω τῆϲ φύϲεώϲ ἐϲτι, τὰ μὲν ὀλύραϲ, τὰ δὲ κριθῆϲ τίφηϲ πυροῦ, καθάπερ ἄλλα τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου, προϲηγορίαϲ ἔχοντα, τινὰ μὲν ἁπλᾶϲ, ὥϲπερ ἐν Ἰταλίᾳ τὸ ϲητάνιον, ἐξ οὐ τὸν χόνδρον ποιοῦϲιν, ἔνια δὲ ϲυνθέτουϲ, ὥϲπερ ἐν Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή, κατὰ δὲ τὴν Βιθυνίαν τὸ ζεόπυρον.
§13.23 ἄμεινον οὖν ἐϲτὶν ἀποϲτάντα τῆϲ τοιαύτηϲ ἱϲτορίαϲ οὐ μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν ϲπερμάτων, ἕνα τινὰ κοινὸν λόγον ὑπὲρ ἁπάντων διελθεῖν. ὅϲα μὲν γὰρ ἐν ὄγκῳ βραχεῖ πλείϲτην οὐϲίαν ἔχει, καὶ ταύτην πα|χεῖάν τε καὶ γλίϲχραν, εὐχυμότερά τε καὶ τροφιμώτερα πάντἐϲτίν, οὐ μὴν ὑποχωρεῖται κάτω ῥαδίωϲ. ὅϲα δἔμπαλιν τοῖϲδε χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐϲίαν, τὰ μόρια δαὐτῶν πιτυρώδη, διαχωρεῖται μὲν ἄμεινον, ἧττον δὲ τρέφει. τούτων δαὐτῶν ὅϲα δυϲώδη τἐϲτὶ καὶ ἀηδίαν τινἔχοντα κατὰ τὴν γεῦϲιν, εὔδηλον, ὡϲ κακόχυμά τε καὶ δύϲπεπτα πάντἐϲτί.
§13.24 τοῦ δἐν ὄγκῳ μικρῷ πλείϲτην οὐϲίαν εἶναι τό τε βάροϲ, ἱϲταμένων αὐτῶν ἐπὶ ζυγοῦ, ϲημεῖον ἔϲτῳ ϲοι καὶ τὸ τῶν ἀλεύρων πλῆθοϲ· ἐξ ὀλίγου γὰρ ὄγκου πολὺ γίγνεται τοῖϲ πεπιλημένην ἔχουϲι τὴν οὐϲίαν ϲπέρμαϲιν.
§13.25 δὲ κατὰ θερμότητά τε καὶ ψυχρότητα διαφορὰ πρὸ μὲν τοῦ προϲενέγκαϲθαί τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ ἔκ τε τῆϲ χρόαϲ ἐλπιζέϲθω ϲοι καὶ τῆϲ γεύϲεωϲ καὶ τῆϲ ἔξωθεν ἐπιτιθεμένων αὐτῶν χρήϲεωϲ· ἐπὶ δὲ τῷ προϲενέγκαϲθαι [τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ] διάγνωϲίϲ τε ἀκριβῆϲ καὶ ϲυναίϲθηϲίϲ τιϲ αὐτοῖϲ τοῖϲ φαγοῦϲι γίγνεται κατὰ τὴν γαϲτέρα τοῦ θερμαίνειν τὸ ληφθὲν ψύχειν μηδέτερον ἐπιφα|νῶϲ ἐργάζεϲθαι.
§13.26 χρόα δὲ κατὰ φύϲιν ἐν μὲν κριθαῖϲ καὶ ὀλύραιϲ λευκή, τῶν πυρῶν δ ὑπόξανθοϲ. αἱ τίφαι δὲ καὶ τῶν πυρῶν εἰϲι ξανθότεραι. καὶ μέντοι καὶ πεπίληται τὸ ϲῶμαὐτῶν εἰϲ πυκνότητα, καὶ ἴϲωϲ καὶ τοῦτο ϲυντελεῖ τι πρὸϲ τὴν ϲμικρότητα τοῦ ϲπέρματοϲ· ἀπολείπονται γὰρ οὐκ ὀλίγῳ κατὰ τὸ μέγεθοϲ τῶν πυρῶν. ἔνιοι δἐν τῷ τῶν πυρῶν γένει καὶ τοῦτο τίθενται τὸ ϲπέρμα. καὶ τό γε παρὉμήρῳ λεγόμενον ἐπὶ τῶν ἵππων, ἔνθα φηϲὶν Ἕκτωρ πρὸϲ αὐτούϲ ὑμῖν πὰρ προτέροιϲι μελίφρονα πυρὸν ἔθηκεν, ἐπὶ τοῦ τῆϲ τίφηϲ ϲπέρματοϲ εἰρῆϲθαι λέγουϲι· μικρὸν γὰρ εἶναι πυρὸν αὐτὰϲ καὶ τοὺϲ ἵππουϲ ταύταϲ μὲν ἀβλαβῶϲ ἐϲθίειν, τοὺϲ δὄντωϲ πυροὺϲ οὐκ ἀβλαβῶϲ. οὐκ ἀπιθάνωϲ δἄν τιϲ ὀνομάζοι μικρὸν πυρὸν τὴν τίφην, καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τῆϲ δυνάμεωϲ ἐοικυῖαν αὐτῷ.
§14.1 Τοῦτο τὸ ϲπέρμα πλεῖϲτον μέν ἐϲτιν ἐν Ἀϲίᾳ καὶ μάλιϲτα κατὰ τὴν ὑπερκειμένην Περγάμου Μυϲίαν, ἔνθα καὶ τίφαι καὶ ὄλυραι πάμπολλαι γεννῶνται. τροφὴ δἐϲτὶν | ὑποζυγίων, οὐκ ἀνθρώπων, εἰ μὴ ποτἄρα λιμώττοντεϲ ἐϲχάτωϲ ἀναγκαϲθεῖεν ἐκ τούτου τοῦ ϲπέρματοϲ ἀρτοποιήϲαϲθαι. χωρὶϲ δὲ λιμοῦ διὕδατοϲ ἑψηθὲν ἐϲθίεται μετοἴνου γλυκέοϲ ἑψήματοϲ οἰνομέλιτοϲ ὁμοίωϲ τῇ τίφῃ. θερμότητοϲ δἱκανῶϲ μετέχει παραπληϲίωϲ ἐκείνῃ, καίτοι γοὐχ ὁμοίωϲ αὐτῇ ϲκληρὸν ὑπάρχον. διὸ καὶ τροφὴν ἐλάττονα παρέχει τῷ ϲώματι, καὶ ἄλλωϲ δἐϲτὶν ἀηδήϲ ἐξ αὐτοῦ γιγνόμενοϲ ἄρτοϲ, οὐ μὴν ἐπιϲχετικόϲ γαϲτρὸϲ προτρεπτικόϲ, ἀλλἐν τῷ μέϲῳ κατά γε τοῦτο τεταγμένοϲ.
§15.1 Γίγνεται μὲν ἄρτοϲ ποτὲ κἀκ τούτων, ὅταν ἀπορία καταλάβῃ τῶν προγεγραμμένων ϲιτηρῶν ἐδεϲμάτων, ὀλιγότροφοϲ δἐϲτὶ καὶ ψυχρὸϲ καὶ δηλονότι κραῦρόϲ τε καὶ ψαθυρόϲ, ὡϲ ἂν μηδὲν ἔχων ἐν ἑαυτῷ μήτε λιπαρὸν μήτε γλίϲχρον. εἰκότωϲ οὖν ὑγραινομένην γαϲτέρα ξηραίνει. τὸ δἄλευρον ἕψοντεϲ αὐτῶν ἐν τοῖϲ ἀγροῖϲ, εἶτα πιμελὴν χοιρείαν ἔλαιον ἀναμιγνύντεϲ ἐϲθίουϲι.
§15.2 κρείττων δἐϲτὶν ἐλύμου κέγχροϲ εἰϲ πάντα· καὶ γὰρ ἡδίων εἰϲ ἐδωδὴν καὶ δύϲπεπτοϲ ἧττόν ἐϲτι καὶ ἧττον ἐπέχει γαϲτέρα καὶ μᾶλλον τρέφει. καὶ μετὰ γάλακτοϲ δἐνίοτε τὸ ἄλευρον αὐτῶν ἑψήϲαντεϲ ἐϲθίουϲιν ὥϲπερ τὸ τῶν πυρῶν οἱ ἄγροικοι. καὶ δῆλον ὅτι τὸ ἔδεϲμα τοῦτο τοϲούτῳ κρεῖττόν ἐϲτι κατὰ μόναϲ αὐτῶν ἐϲθιομένων, ὅϲῳ καὶ τὸ γάλα τῆϲ ἀμφοτέρων φύϲεωϲ εἰϲ εὐχυμίαν τε πολλὴν καὶ
§15.3 τἄλλα πάντα διενήνοχε. λέγω δὲ τἄλλα πάντα πέψιν τε καὶ ὑπαγωγὴν γαϲτρὸϲ ἀνάδοϲίν τε καὶ τὴν ἐν τῷ προϲφέρεϲθαι γλυκύτητα καὶ ἡδονήν. οὐδὲν γὰρ ἡδὺ τοῖϲ ϲπέρμαϲι τούτοιϲ ὑπάρχει καὶ μάλιϲτα τῷ ἐλύμῳ κατά γε τὴν ἡμετέραν Ἀϲίαν· ἐν ἄλλοιϲ γὰρ ἔθνεϲιν, ὥϲπερ κἀν τῇ Ἰταλίᾳ, πολὺ βελτίων γίγνεται.
§16.1 Ὄϲπρια καλοῦϲιν ἐκεῖνα τῶν Δημητρίων ϲπερμάτων, ἐξ ὧν ἄρτοϲ οὐ γίγνεται, κυάμουϲ πιϲοὺϲ ἐρεβίνθουϲ φακοὺϲ θέρμουϲ ὄρυζαν ὀρόβουϲ λαθύρουϲ ἀράκουϲ ὤχρουϲ φαϲήλουϲ τῆλιν ἀφάκην εἴτε τι τοιοῦτον ἄλλο. περὶ πάντων οὖν ἐφεξῆϲ ἐρῶ τῆς δυνάμεωϲ, ὅϲα γιγνώϲκων ἄν τιϲ ἀβλαβέϲτερον αὐτοῖϲ χρῷτο.
§17.1 Τούτῳ τῷ ϲπέρματι πάντεϲ εἰϲ ἐπίϲχεϲιν γαϲτρὸϲ χρῶνται τὴν ἕψηϲιν αὐτοῦ παραπληϲίαν ποιούμενοι χόνδρῳ. δυϲπεπτότερον δἐϲτὶ χόνδρου καὶ τρέφον ἧττον, ὥϲπερ γε καὶ εἰϲ ἐδωδῆϲ ἡδονὴν ἀπολειπόμενον αὐτοῦ πάμπολυ.
§18.1 Οὐδἐκ τούτων ἀρτοποιεῖταί τιϲ· ἀλιπεῖς γάρ εἰσι καὶ ψαθυροί, ϲτυπτικὸν μὲν ἔχοντεϲ τὸ λέμμα, τὴν δοἷον ϲάρκα παχύχυμόν τε καὶ γεώδη καὶ βραχὺ μετέχουϲαν αὐϲτηρᾶϲ ποιότητοϲ, ἧϲ τὸ λέμμα πολλῆϲ μετέχει.
§18.2 χυλὸϲ δἐν αὐτοῖϲ ἐϲτιν, ὡϲ καὶ πρόϲθεν εἶπον, ἐναντίοϲ τῷ ϲτυπτικῷ. διὸ κἂν ἑψήϲαϲ τιϲ αὐτοὺϲ ἐν ὕδατι προϲ ενέγκηται τὸ ὕδωρ, ἡδύναϲ ἁλϲὶν γάρῳ καὶ μεταὐτῶν ἐλαίῳ, διαχωρητικὸν γίγνεται τὸ πόμα. δὶϲ δἑψηθέντων, ὡϲ εἴρηται, τῶν φακῶν ἐξ αὐτῶν ϲκευαζομένη φακῆ τὴν ἐναντίαν ἔχει δύναμιν τῷ χυλῷ, ξηραίνουϲα τὰ κατὰ γαϲτέρα ῥεύματα καὶ τόνον ἐντιθεῖϲα τῷ ϲτομάχῳ καὶ τοῖϲ ἐντέροιϲ καὶ ϲυμπάϲῃ τῇ γαϲτρί· διὰ τοῦτοὖν οἰκεῖόν ἐϲτιν ἔδεϲμα κοιλιακῶν τε καὶ δυϲεντερικῶν.
§18.3 δἀφῃρημένῃ τὸ λέμμα φακῆ τὸ μὲν ἰϲχύρὸν τῆϲ ϲτύψεωϲ ἀπόλλυϲι καὶ τὰ ταύτῃ ϲυνεπόμενα δηλονότι, τροφιμωτέρα δὲ γίγνεται τῆϲ ἀπτίϲτου παχύχυμόϲ τοὖϲα καὶ βραδυπόροϲ, οὐ μὴν ξηραντική γε τῶν καταὐτὴν ῥευμάτων ὥϲπερ ἄπιϲτοϲ. εἰκότωϲ οὖν οἱ πλεονάζοντεϲ ἐν τούτῳ τῷ ἐδέϲματι τούϲ τε καλουμένουϲ ἐλέφανταϲ ἴϲχουϲι καὶ καρκίνουϲ· ἐπιτήδειον γάρ ἐϲτι τὸ παχὺ καὶ ξηρὸν ἔδεϲμα μελαγχολικὸν γεννᾶν χυμόν.
§18.4–26.1
§18.4 οἷϲ οὖν ἐϲτιν ὑδατώδηϲ τιϲ ἐν ταῖϲ ϲαρξὶ καχεξία, τούτοιϲ μόνοιϲ ὠφέλιμον ἔδεϲμα φακῆ, καθάπερ τοῖϲ ξηροῖϲ καὶ αὐχμώδεϲι βλαβερώτατον. ὡϲαύτωϲ δὲ καὶ τὴν ὄψιν ἀμβλύνει μὲν τὴν ὑγιεινῶϲ διακειμένην ὑπερξηραίνουϲα, τὴν δἐναντίωϲ ἔχουϲαν ὀνίνηϲιν. οὐκ ἐπιτήδειοϲ δἐϲτὶν οὐδεἰϲ τὰϲ ἐμμήνουϲ καθάρϲειϲ, παχὺ καὶ δύϲρουν ἐργαζομένη τὸ αἷμα, τῷ δὲ καλουμένῳ ῥῷ γυναικείῳ χρηϲιμωτάτη.
§18.5 τὴν δἐναντίαν αὐτῇ κατά γε τοῦτο δύναμιν ἐχούϲηϲ τῆϲ πτιϲάνηϲ ἐξ ἀμφοτέρων μιχθέντων ἔδεϲμά τι γίγνεται κάλλιϲτον, καλοῦϲιν οἱ παρἡμῖν ἄνθρω|ποι φακοπτιϲάνην, οὐκ ἴϲῳ τῷ μέτρῳ μιγνύντεϲ, ἀλλἔλαττον ἐμβάλλοντεϲ τῆϲ πτιϲάνηϲ, ὡϲ ἂν χυλουμένηϲ τε καὶ εἰϲ ὄγκον αἰρομένηϲ μέγαν. οἱ φακοὶ δἑψόμενοι βραχύ τι προϲανοιδίϲκουϲιν.
§18.6 γε μὴν ἄρτυϲιϲ αὐτὴ καὶ τούτῳ τῷ ἐδέϲματι τῇ κατὰ τὴν πτιϲάνην ἐϲτί, πλὴν ὅτι θύμβραϲ γλήχωνοϲ ἐπεμβαλλομένηϲ ἡδίων θἅμα καὶ εὐπεπτοτέρα γίγνεται, τῆϲ πτιϲάνηϲ οὐ χαιρούϲηϲ τούτοιϲ. ἀλλἀρκουμένηϲ ἀνήθῳ καὶ πράϲῳ μόνοιϲ. μοχθηροτάτη δἐϲτὶ ϲκευαϲία φακῆϲ διὰ τοῦ ϲιραίου τοῖϲ πλουϲίοιϲ ὑπὸ τῶν μαγείρων παραϲκευαζομένη. δεῖται γὰρ οὐ παχυνόντων μίξεωϲ, ἀλλὑγρῶν καὶ τεμνόντων τὸ πάχοϲ αὐτῆϲ μᾶλλον. δὲ τῷ ϲιραίῳ μιχθεῖϲα καὶ τὰϲ καθἤπαρ ἐμφράξειϲ ἐργάζεϲθαι πέφυκεν. αὐξάνει δὲ καὶ τὰϲ φλεγμονὰϲ ἔν τε τούτῳ τῷ ϲπλάγχνῳ καὶ ϲπληνί, μηδεἰ μέλιτόϲ τι προϲλάβοι βελτίων γιγνομένη. πρόδηλον δὅτι καὶ τὰϲ ϲκιρώδειϲ διαθέϲειϲ ἀμφοτέρων τῶν ϲπλάγχνων παροξύνει. κρέαϲ δὲ χοίρειον εἰ βούλει ϲυνέψειν, τῇ μὲν πτιϲάνη τὸ πρόϲφατον, τῇ δὲ φακῆ τὸ ταριχηρὸν ἁρμόττον εὑρήϲειϲ, ὥϲπερ γε τὸ | μεταξὺ τούτων, νεαλὲϲ ὀνομάζουϲι, τῇ φακοπτιϲάνῃ χρήϲιμον εἰϲ ἡδονήν τε καὶ πέψιν ἐϲτίν.
§18.7 γε μὴν εἰϲ τοὺϲ παχεῖϲ χυμοὺϲ ἐπίδοϲιϲ τῇ φακῇ μετὰ τῶν ταριχηρῶν κρεῶν ἐϲθιομένῃ μᾶλλον γίγνεται· καὶ γὰρ καὶ ταῦτα παχύτερόν τε καὶ μελαγχολικώτερον αἷμα γεννᾷ διόπερ οὐ χρὴ πλεονάζειν οὐδἐν τούτοιϲ, καὶ μάλιϲθὅταν ἤτοι μελαγχολικὸν λίαν παχύχυμον ὅλωϲ κακόχυμον τινι τὸ ϲῶμα. τὰ δαὐτὰ καὶ περὶ τῶν χωρῶν ὠρῶν τε καὶ καταϲτάϲεων ἐπινοεῖν ϲε χρὴ καθἕκαϲτον ἔδεϲμα, φειδόμενον μὲν ἐν φθινοπώρῳ τῶν μελαγχολικῶν καὶ ξηραινόντων ἐδεϲμάτων, ἐν χειμῶνι δὲ χρώμενον, ὥϲπερ γε καὶ κατὰ τὸ θέροϲ τοῖϲ ὑγραίνουϲι καὶ ψύχουϲιν· ἐν ῇρι δὲ μέϲηϲ ὄντι κράϲεωϲ τὰ μέϲα ταῖϲ δυνάμεϲι ϲιτία προϲενεκτέον.
§18.8 ἔϲτι δὲ τῶν μέϲων οὐχ ἓν εἶδοϲ. ἔνια μὲν γὰρ τῷ μηδὅλωϲ μετέχειν τῶν ἄκρων ἐϲτὶ τοιαῦτα, τινὰ δἐκ τῆϲ ἀμφοῖν ἰϲοκρατοῦϲ μίξεωϲ ἐπικτᾶται τὴν μεϲότητα, καθάπερ ὀλίγον ἔμπροϲθεν ἔλεγον, ὅταν τῇ πτιϲάνῃ μίξῃ τιϲ τὴν φακῆν
§18.9 | οὕτω δὲ καὶ τὴν τευτοφακῆν Ταραντῖνοϲ Ἡρακλείδηϲ οὐ μόνον ὑγιαίνουϲιν, ἀλλὰ καὶ νοϲοῦϲιν ἐδίδου· μέϲον γὰρ καὶ τοῦτἐϲτὶν ἐξ ἐναντίων ϲυγκείμενον ἔδεϲμα, διὰ τεύτλων μὲν ἣττον ὑπέρχεται, φακῆϲ δὲ διαχωρεῖται μᾶλλον. εὔδηλον δὅτι καὶ ἀναδιδόμενοϲ ἐξ αὐτῆϲ χυμὸϲ εἰϲ τὸ ϲῶμα μικτὸϲ ἐκ τῆϲ ἀμφοτέρων ἐϲτὶ δυνάμεωϲ τῆϲ τε φακῆϲ καὶ τοῦ τεύτλου.
§19.1 Πολλὴ καὶ τούτων ἐϲτὶν χρῆϲιϲ, ἔτνουϲ ἐξ αὐτῶν ϲκευαζομένου τοῦ τἐν ταῖϲ χύτραιϲ ὑγροῦ καὶ τοῦ παχέοϲ ἐν ταῖϲ λοπάϲι. καὶ τρίτη δέ τίϲ ἐϲτιν αὐτοῦ ϲκευαϲία μετὰ πτιϲάνηϲ μιγνυμένου. καὶ πλείϲτῳ γε τούτῳ τῷ ἐδέϲματι καθἑκάϲτην ἡμέραν οἱ παρἡμῖν μονομάχοι χρῶνται, ϲαρκοῦντι τὴν τοῦ ϲώματοϲ ἕξιν, οὐκ ἐϲφιγμένῃ καὶ πυκνῇ ϲαρκί, καθάπερ τὸ χοίρειον κρέαϲ, ἀλλὰ χαυνοτέρα πωϲ μᾶλλον.
§19.2 φυϲῶδεϲ δἐϲτὶν ἔδεϲμα, κἂν ἐπὶ πλεῖϲτον ἑψηθῇ κἂν ὁπωϲοῦν ϲκευαϲθῇ, τῆϲ πτιϲάνηϲ ἀποτιθεμένηϲ ἅπαν τὸ φυϲῶδεϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ. τοῖϲ δὲ προϲέχουϲι τὸν νοῦν καὶ παρακολουθοῦϲι | ταῖϲ ἑπομέναιϲ ἑκάϲτῳ τῶν ἐδεϲμάτων διαθέϲεϲιν αἴϲθηϲιϲ γίγνεται καθὅλον τὸ ϲῶμα τάϲεώϲ τινοϲ ὡϲ ὑπὸ πνεύματοϲ φυϲώδουϲ, καὶ μάλιϲθὅταν ἀήθηϲ τιϲ τούτου τοῦ βρώματοϲ μὴ καλῶϲ ἡψημένον προϲενέγκηται.
§19.3 τὴν δοὐϲίαν οὐ. πυκνὴν καὶ βαρεῖαν, ἀλλὰ χαύνην τε καὶ κούφην ἔχουϲιν οἱ κύαμοι καί τι ῥυπτικὸν ἔχουϲαν ὁμοίωϲ τῇ πτιϲάνῃ. φαίνεται γοῦν ἐναργῶϲ τὰ ἐξ αὐτῶν ἄλευρα τὸν ῥύπον ἀποϲμῶντα τοῦ δέρματοϲ, κατανοήϲαντεϲ οἵ τἀνδραποδοκάπηλοι καὶ αἱ γυναῖκεϲ ὁϲημέραι χρῶνται τῷ τῶν κυάμων ἀλεύρῳ λουόμεναι, καθάπερ ἄλλαι νίτρῳ τε καὶ ἀφρονίτρῳ καὶ ὅλωϲ τοῖϲ ῥυπτικοῖϲ. ἐπιχρίουϲι δὲ καὶ τὰ πρόϲωπον αὐτῷ παραπληϲίωϲ τῇ πτιϲάνῃ. καὶ γὰρ τοὺϲ ἐπιπολῆϲ φακοὺϲ ἀποκαθαίρει καὶ τὴν ὀνομαζομένην ἔφηλιν. διὰ ταύτην οὖν τὴν. δύναμιν οὐδἐν τῇ κατὰ γαϲτέρα διεξόδῳ βραδύνει, καθάπερ ὅϲα παχύχυμα καὶ γλίϲχρα καὶ μηδεμίαν ἔχοντα δύναμιν ῥυπτικήν, ὁποῖα ἔφαμεν εἶναι χόνδρον καὶ τράγον καὶ ϲεμίδαλιν καὶ ἄμυλον.
§19.4 ὄντοϲ δὲ τοῦ τῶν κυάμων ἔτνουϲ φυϲώδουϲ, ἔτι καὶ μᾶλλον, ὅταν ὁλοκλήρουϲ τιϲ | αὐτοὺϲ ἑψήϲαϲ χρῆται, φυϲώδειϲ γίγνονται. φρυγέντεϲ μέντοι (καὶ γὰρ καὶ οὕτωϲ αὐτοὺϲ ἐϲθίουϲιν ἐν χώρᾳ τραγημάτων ἔνιοι) τὸ μὲν φυϲῶδεϲ ἀποτίθενται, δυϲπεπτότεροι δὲ καὶ βραδυπόροι γίγνονται καὶ παχὺν χυμὸν εἰϲ τροφὴν ἀναδιδόαϲι τῷ ϲώματι. χλωροὶ δἐϲθιόμενοι πρὶν πεπανθῆναί τε καὶ ξηρανθῆναι τὸ κοινὸν ἁπάντων ἔχουϲι τῶν καρπῶν, ὅϲουϲ πρὸ τοῦ τελειωθῆναι προϲφερόμεθα, τροφὴν ὑγροτέραν διδόντεϲ τῷ ϲώματι καὶ διὰ τοῦτο περιττωματικωτέραν οὐ κατἔντερον μόνον, ἀλλὰ καὶ καθὅλην τὴν ἕξιν. εἰκότωϲ οὖν οἱ τοιοῦτοι τρέφουϲι μὲν ἧττον, ὑποχωροῦϲι δὲ μᾶλλον.
§19.5 οὐ μόναν δὠμοὺϲ ἐϲθίουϲιν τοὺϲ χλωροὺϲ τῶν κυάμων οἱ πολλοὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ μετὰ κρεῶν χοιρείων ἕψοντεϲ, ὥϲπερ τὰ λάχανα, κατὰ δὲ τοὺϲ ἀγροὺϲ καὶ μεταἰγείων τε καὶ προβατείων. ἠϲθημένοι δαὐτῶν τοῦ φυϲώδουϲ οἱ ἄνθρωποι μιγνύουϲι κρομύων, ὅταν ἐν λοπάδι ϲκευάζωϲιν ἐξ αὐτῶν ἔτνοϲ. ἔνιοι δὲ καὶ χωρὶϲ τοῦ ϲυνέψειν ὠμὰ τὰ κρόμυα προϲφέρονται μεταὐτοῦ. | τὸ γάρ τοι φυϲῶδεϲ ἐν ἅπαϲι τοῖϲ ἐδέϲμαϲιν ὑπὸ τῶν θερμαινόντων τε καὶ λεπτυνόντων ἐπανορθοῦται.
§20.1 Αἰγύπτιοϲ κύαμοϲ, ὥϲπερ τῷ μεγέθει διενήνοχε πολὺ τοῦ παρἡμῖν, οὕτω καὶ τὴν φύϲιν ὑγροτέραν τε καὶ περιττωματικωτέραν ἔχει. εἴπερ οὖν μέμνηϲαι τὰ περὶ τῶν ὁμογενῶν μέν, ὑγροτέρων δὲ τῇ κράϲει καὶ διὰ τοῦτο περιττωματικωτέρων εἰρημένα κατά τε πέψιν καὶ διαχώρηϲιν καὶ ἀνάδοϲιν καὶ θρέψιν, οὐκέτι δέῃ περὶ τούτου τοῦ κυάμου νῦν ἀκούειν, ἐξ ὧν ἐπὶ τοῦ παρἡμῖν ἀκήκοαϲ ἐπἐκεῖνον. μεταβαίνειν δυνάμενοϲ.
§21.1 Οἱ πιϲοὶ παραπλήϲιόν τι κατὰ τὴν ὅλην οὐϲίαν ἔχοντεϲ κυάμοιϲ ἐϲθιόμενοί τε κατὰ τοὺϲ αὐτοὺϲ τρόπουϲ ἐν δυϲὶ τοῖϲδε παραλλάττουϲιν, ὅτι τε φυϲώδειϲ οὐκ εἰϲὶν ὁμοίωϲ τοῖϲ κυάμοιϲ ὅτι τε τὴν ῥυπτικὴν δύναμιν οὐκ ἔχουϲι. καὶ διὰ τοῦτο βραδυπορώτεροι κατὰ γαϲτέρα τῶν κυάμων εἰϲίν.
§22.1 Ἔτνοϲ μὲν οὐ πάνυ τι διἔθουϲ ἐϲτὶ τοῖϲ κατὰ τὰϲ πόλειϲ ἁνθρώποιϲ ἐξ ἐρεβίνθων ποιεῖϲθαι, | κατὰ τοὺϲ ἀγροὺϲ δὲ καὶ τοῦτεἶδον ἐνίοτε γιγνόμενον, ὥϲπερ γε καὶ μετὰ γάλακτοϲ ἑψόμενον αὐτῶν τὸ ἄλευρον. οὐδὲ γὰρ ἐπιδέχονται τὴν αὐτὴν τοῖϲ κυάμοιϲ τε καὶ πιϲοῖϲ θραῦϲιν, ὡϲ τὸν καλούμενον ἐρεγμὸν ἐξ αὐτῶν γενέϲθαι. εἰθιϲμένοι δεἰϲὶν ἐν τοῖϲ πολλοῖϲ ἔθνεϲιν ἑψηθένταϲ ἐν ὕδατι τοὺϲ ἐρελίνθουϲ ἐϲθίειν, ἔνιοι μὲν αὐτοὺϲ μόνουϲ ψιλούϲ, ἔνιοι δἁλϲὶ μετρίοιϲ ἡδύνοντεϲ. οἱ παρἡμῖν δὲ παραπλήϲιον ἀλεύρῳ τι ποιοῦντεϲ ἐκ τῶν ξηρῶν τυρῶν ἐκείνῳ περιπάττουϲιν αὐτούϲ.
§22.2 ἔϲτι δοὐχ ἧττον κυάμων ἔδεϲμα φυϲῶδεϲ ἐρέβινθοϲ, ἰϲχυρότερον δἐκείνων τρέφων, ἐπεγείρειν δὲ καὶ τὰϲ πρὸϲ ϲυνουϲίαϲ ὁρμὰϲ πεπιϲτευμένοϲ ἅμα τῷ καὶ ϲπέρματοϲ εἶναι γεννητικόϲ· ὥϲτε καὶ τοῖϲ ὀχευταῖϲ ἵπποιϲ ἐϲθίειν αὐτοὺϲ ἕνεκα τούτου διδόαϲιν. ὑπάρχει δὲ καὶ ῥυπτικὴ δύναμιϲ αὐτοῖϲ ἐπὶ πλέον τοῖϲ κυάμοιϲ, ὥϲτε τινὲϲ ἐξ αὐτῶν καὶ τοὺϲ ἐν νεφροῖϲ ϲυνιϲταμένουϲ λίθουϲ ἐναργῶϲ θρύπτουϲι· μέλανεϲ δεἰϲὶν οὗτοι καὶ μικροὶ κατὰ βιθυνίαν μάλιϲτα γεννώμενοι καὶ καλοῦνται κριοί. βέλτιον δὲ τὸν χυλὸν αὐτῶν μόνον πίνειν ἕψονταϲ ἐν ὕδατι.
§22.3 χρῶνται δἐρεβίνθοιϲ οἱ ἄνθρωποι καὶ πρὸ | τοῦ πεπανθῆναι, χλωροῖϲ ἔτι, καθάπερ καὶ τοῖϲ κυάμοιϲ. εἴρηται δἀρτίωϲ κοινὸϲ λόγοϲ ἁπάντων τῶν ἀτελῶν καρπῶν, ἔνθα περὶ τῶν κυάμων λόγοϲ ἦν ὡϲαύτωϲ δὲ καὶ περὶ τῶν φρυγομένων ἐρεβίνθων ἀκηκοέναι νόμιζε τοῖϲ εἰρημένοιϲ ἐπὶ τῶν φρυγομένων κυάμων. ἅπαντα γὰρ τὰ φρυγόμενα τὸ μὲν φυϲῶδεϲ ἀποτίθεται, δυϲπεπτότερα δὲ καὶ ϲταλτικώτερα γίγνεται καὶ τροφὴν παχυτέραν δίδωϲι τῷ ϲώματι.
§23.1 Ἴϲμεν δήπου καὶ τοῦτο τὸ ϲπέρμα πολύχρηϲτον εἶναι κατὰ θάτε- ρον ϲημαινόμενον τῆϲ πολύχρηϲτον φωνῆϲ· ὀνομάζεται γὰρ οὕτω τό τε πολλαῖϲ τοῦ ϲώματοϲ ἁρμόττον διαθέϲεϲι |τό τε πᾶϲιν ἀνθρώποιϲ τοῖϲ πλείϲτοιϲ χρήϲιμον, εἰ καὶ πρὸϲ μίαν ἰδέαν χρείαϲ ἅπαντεϲ αὺτοῦ δέοιντο. κατὰ τοῦτο γοῦν αὐτὸ τὸ δεύτερον ϲημαινόμενον θέρμοϲ ἐϲτὶ πολύχρηϲτον ὄϲπριον. ἑψόμενοϲ γάρ, εἶτἀποβρεχόμενοϲ ἐν ὕδατι γλυκεῖ, μέχριϲ ἂν ἀπόθηται πᾶϲαν εἰϲ αὐτὸ τὴν ϲύμφυτον ἀηδίαν, οὕτωϲ ἐϲθίεται διὰ γάρου τε καὶ ὀξυγάρου καὶ χωρὶϲ τούτων ἁλϲὶ μετρίοιϲ ἡδυνό μενοϲ, οὐχ ὥϲπερ τε κριθὴ καὶ ἄλλἅττα πολυειδῶϲ ϲκευαζόμενα.
§23.2 ἔϲτι δὲ ϲκληρὸϲ καὶ γεώδηϲ τὴν οὐϲίαν, ὥϲτἀνάγκη δύϲπεπτόν ταὐτὸν εἶναι καὶ παχὺν γεννᾶν χυμόν, ἐξ οὗ μὴ καλῶϲ ἐν ταῖϲ φλεψὶ κατεργαϲθέντοϲ καλούμενοϲ ἰδίωϲ ὠμὸϲ ἀθροίζεται χυμόϲ. ἐπεὶ δὲ κατὰ τὴν ϲκευαϲίαν ἀποτιθέμενοϲ ὅϲον εἲχε φύϲει πικρὸν ὅμοιοϲ γίγνεται τοῖϲ ἀποίοιϲ ὡϲ πρὸϲ αἴϲθηϲιν, εὔλογόν ἐϲτιν μήτεἰϲ διαχώρηϲιν ἐπιτήδειον ὑπάρχειν αὐτὸν μήτεἰϲ ἐπίϲχεϲιν ῥεούϲηϲ γαϲτρόϲ, ὡϲ τὰ ϲτύφοντα, βραδυπόρον δὲ καὶ δυϲυποβίβαϲτον καὶ δυϲδιέξοδον εἰκότωϲ γίγνεϲθαι. καλοῦϲι γὰρ οὕτωϲ οἱ ἰατροὶ τὰ τοιαῦτα τῶν ἐδεϲμάτων, ὅϲα μηδεμίαν ἐξέχουϲαν ἔχει ποιότητα τὴν παροξύνειν εἰϲ ἔκκριϲιν τὴν κοιλίαν κωλύειν ἐκκρίνειν δυναμένην.
§23.3 ἐκεῖναι μὲν οὖν οὐχ ὡϲ τροφαῖϲ αὐτοῖς ὑπάρχουϲιν, ἀλλὡϲ φαρμάκοιϲ. ὅϲα δοὐδεμίαν ἔχει ϲαφῆ τοιαύτην ποιότητα, καλεῖται μὲν εὐλόγωϲ ὑπὸ τῶν ἰατρῶν ἄποια, κατὰ δὲ τὴν ἐν ὑγρότητι καὶ ξηρότητι καὶ παχύτητι καὶ γλιϲχρότητι διαφορὰν ταχυπόροιϲ | αὐτοῖϲ βραδυπόροιϲ μέϲοιϲ τούτων εἶναι ϲυμβέβηκε, τοῖϲ μὲν ὑγροῖϲ καὶ ὀλιϲθηροῖϲ ταχυπόροιϲ, τοῖϲ ξηροῖϲ δὲ καὶ ϲκληροῖϲ, ὥϲπερ θέρμοϲ, ἔμπαλιν. ὅϲα δὲ μεταξὺ τούτων ἐϲτὶ κατὰ τὰϲ εἰρημέναϲ διαφοράϲ, οὔτε τάχοϲ ἐπίϲημον οὔτε βραδυτῆτα διαχωρήϲεωϲ ἐργάζεται. καθάπερ οὖν ταῦτα περὶ πάντων ἐπίϲταϲθαι προϲήκει κοινῇ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τάδε.
§23.4 τὰ μὲν ὑγρότερα ταῖϲ ϲυϲτάϲεϲιν ἅπαντα βραχεῖαν τροφὴν δίδωϲι τῷ ϲώματι καὶ ταχέωϲ ἐξατμιζομένην τε καὶ διαφορουμένην, ὡϲ ἑτέραϲ αὖθιϲ οὐ διὰ μακροῦ δεῖϲθαι, τὰ δὲ ϲκληρὰ καὶ γεώδη μόνιμόν τε καὶ πολλὴν καὶ δυϲδιαφόρητον. εἰ δὲ καὶ κολλῶδεϲ ἔχοι τι, πολὺ δὴ μᾶλλον ἅπαντα ταῦτἐναργῶϲ ἀποτελεῖ, πρόδηλον δ’, ὅτι καὶ πεφθῆναι τοῖϲ τοιούτοιϲ οὐκ εὐπετέϲ, ὥϲπερ γοὐδεἰϲ αἷμα μεταβαλεῖν οὐδἐξομοιωθῆναι τοῖϲ ϲτερεοῖϲ τοῦ ζώου μορίοιϲ· εἰ δὲ τοῦτο, μηδὲ θρέψαι ταχέωϲ· ἀλλὅταν γε κρατηθῇ καὶ κατεργαϲθῇ, τροφὴν πολλὴν δίδωϲι τῷ ϲώματι.
§24.1 Οὐ μόνον τῆλιν, ἀλλὰ καὶ βούκεραϲ, ἔνιοι δαἰγόκεραϲ ὀνομάζουϲι τὸ ϲπέρμα τοῦτο. τῶν θερμαινόντων δἐϲτὶ φανερῶϲ, τὴν αὐτὴν χρείαν παρέχον εἰϲ ἐδωδὴν τοῖϲ ἀνθρώποιϲ, ἥνπερ οἱ θέρμοι. προϲλαμβάνουϲι γὰρ αὐτὸ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα, καὶ πολύ γε θέρμων εἰϲ τοῦτἐϲτὶν ἐπιτηδειότερον, οὐδὲν ἐκ τῆϲ οἰκείαϲ οὐϲίαϲ ἔχον δυϲδιέξοδον.
§24.2 ἐϲθίεται δὲ καὶ διὄξουϲ καὶ γάρου, καθάπερ οἱ θέρμοι. καὶ διοἴνου δὲ καὶ γάρου καὶ ἐλαίου πολλοὶ καὶ τῆλιν ἐϲθίουϲι καὶ θέρμουϲ, ἔνιοι δὲ καὶ ϲὺν ἄρτῳ, καὶ γίγνεται τοῦταὐτοῖϲ ὄψον αὔταρκεϲ, ἧττον μὲν ὑπάγον γαϲτέρα, μήτε δὲ κεφαλῆϲ ἁπτόμενον, ὥϲπερ διὰ τοῦ γάρου τῆλιϲ ἐνίων ἅπτεται, μήτε τὸν ϲτόμαχον ἀνατρέπον· ἐργάζεται γὰρ ἐπὶ τινῶν τῆλιϲ καὶ τοῦτο. τῷ δαὐτῷ τρόπῳ τῷδε πρὸϲ ἐδωδὴν ἔνιοι χρῶνται φαϲήλοιϲ τε καὶ ὤχροιϲ, ἐφὧν αὐτίκα τὸν κοινὸν ἀπάντων τῶν τοιῶνδε παραγράψω λόγον.
§24.3 ἐϲθίεται δὲ τῆλιϲ ὑπὸ τινῶν καὶ πρὶν ἐκκαρπῆϲαι τὸ φυτὸν αὐτῆϲ, ἀποβαπτομένων | αὐτὴν εἰϲ ὄξοϲ καὶ γάρον. ἔνιοι δὲ καὶ τοὔλαιον ἐπιχέοντεϲ ὄψῳ χρῶνται ϲὺν ἄρτῳ προϲφερόμενοι, τινὲϲ δὲ καὶ μετὄξουϲ καὶ γάρου. κεφαλῆϲ δἅπτεται καὶ ἥδε πλείων ληφθεῖϲα, καὶ μᾶλλον εἰ καὶ χωρὶϲ ἄρτου προϲενέγκοιτό τιϲ αὐτήν· ἐνίοιϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνατρέπει.
§24.4 χυλὸϲ δἑψηθείϲηϲ τῆϲ τήλεωϲ μετὰ μέλιτοϲ λαμβανόμενοϲ ἐπιτήδειόϲ ἐϲτιν ὑπάγειν ἅπανταϲ τοὺϲ ἐν τοῖϲ ἐντέροιϲ μοχθηροὺϲ χυμούϲ, τῇ μὲν γλιϲχρότητι τὸ προϲηνὲϲ ἔχων, τῇ δὲ θερμότητι τὸ παρηγορικόν. ὅτι δὲ καὶ ῥυπτικῆϲ μετέχει δυνάμεωϲ, ἐπὶ τὴν ἔκκριϲιν παρορμᾷ τὸ ἔντερον. ὀλίγον δεἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πωϲ γένηται δακνώδηϲ.
§24.5 ἐπὶ δὲ τῶν κατὰ τὸν θώρακα χρονιζόντων ἀλγημάτων ἄνευ πυρετοῦ ϲυναφέψειν μὲν αὐτῇ χρὴ λιπαροὺϲ φοίνικαϲ, ἐκθλίψανταϲ δὲ τὸν χυλόν, εἶτα μέλιτι μίξανταϲ δαψιλεῖ κἄπειθἑψή ϲανταϲ αὖθιϲ ἐπἀνθράκων ἄχρι πάχουϲ ϲυμμέτρου χρῆϲθαι πρὸ πολλοῦ τῶν ϲιτίων.
§25.1 Καὶ ταῦτα τὰ ϲπέρματα, καθάπερ καὶ τὴν τῆλιν, ὕδατι προδιαβρέχοντεϲ οἱ | ἄνθρωποι μέχρι τοῦ φῦϲαι ῥίζαν ἐϲθίουϲι πρὸ τῆϲ ἄλληϲ τροφῆϲ ὑπαγωγῆϲ ἕνεκα γαϲτρὸϲ ἐναποβάπτοντεϲ γάρῳ. τρόφιμον δἔχει τὸν χυμόν, ὅταν ἀναδοθῇ, πεφθέντα μᾶλλον τήλεωϲ.
§25.2 καί τινα νεανίϲκον οἶδα, κατὰ τὴν Ἀλεξάνδρειαντὴνἰατρικὴν τέχνην ἐξαϲκοῦντα, καθἑκάϲτην ἡμέραν ὄψῳ χρώμενον ἐτῶν τεττάρων μόνοιϲ τούτοιϲ, τήλει λέγω καὶ φαϲήλοιϲ καὶ ὤχροιϲ καὶ θέρμοιϲ. ἥπτετο δέ ποτε καὶ τῶν ἐκ τῆϲ Μέμφιδοϲ ἐλαιῶν καὶ λαχάνων καὶ καρπῶν ὀλίγων, ὅϲοι χωρὶϲ ἑψήϲεωϲ ἐϲθίονται· προὔκειτο γὰρ αὐτῷ μηδὲ πῦρ ἀνάπτειν. ὑγίαινέ τοὖν οὗτοϲ ἐν ἅπαϲιν ἐκείνοιϲ τοῖϲ ἔτεϲι καὶ τὴν τοῦ ϲώματοϲ ἕξιν οὐδέν τι χείρονα τῆϲ ἐξ ἀρχῆϲ ἔϲχεν. ἤϲθιε δαὐτὰ μετὰ γάρου δηλονότι, τῷ γάρῳ ποτὲ μὲν ἔλαιον ἐπεμβάλλων μόνον, ποτὲ δὲ καὶ οἶνον, ἔϲτι δὅτε καὶ ὄξοϲ, ἐνίοτε δὲ καὶ μεθἁλῶν μόνον, ὥϲπερ τοὺϲ θέρμουϲ
§25.3 περὶ μὲν οὖν διαίτηϲ ὑγιεινῆϲ εἴρηται μὲν κὰν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ κατὰ διέξοδον, εἰρήϲεται δὲ καὶ κατὰ τόνδε τὸν λόγον αὖθιϲ ἐν βραχέϲι κεφα|λαίοιϲ. νυνὶ δὲ περὶ τῶν ὤχρων τε καὶ φαϲήλων οἷϲ εἶπον ἔτι καὶ τοῦτο προϲκείϲθω. μέϲα πώϲ ἐϲτιν ἐδέϲματα ταῦτα τῶν εὐχύμων τε καὶ κακοχύμων εὐπέπτων τε καὶ δυϲπέπτων βραδυπόρων τε καὶ ταχυπόρων ἀφύϲων τε καὶ φυϲωδῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων. οὐδὲ γὰρ οὐδὲ ποιότητά τινα δραϲτήριον ἔχει, καθάπερ ἔνια τῶν δρικεῖϲ ϲτρυφνοὺϲ ἁλυκοὺϲ γλυκεῖϲ πικροὺϲ ἐχόντων χυμούϲ.
§26.1 Παραπλήϲιοι μέν εἰϲι τὴν οὐϲίαν οἱ λάθυροι τοῖϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, χρῶνται δαὖ καὶ τούτοιϲ πλείϲτοιϲ οἱ κατὰ τὴν ἡμετέραν. Ἀϲίαν ἄγροικοι, καὶ μάλιϲτα κατὰ τὴν Μυϲίαν τε καὶ φρυγίαν, οὐ μόνον ὥϲπερ οἱ κατὰ τὴν Ἀλεξάνδρειάν τε καὶ πολλὰϲ ἄλλαϲ πόλειϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, ἀλλὰ καὶ ϲκευάζοντεϲ ὁμοίωϲ τῇ φακοπτιϲάνῃ. χυλὸν δἔχουϲι τῇ μὲν δυνάμει παραπλήϲιον ὤχροιϲ τε καὶ φαϲήλοιϲ, παχύτερον δὲ τῇ ϲυϲτάϲει, καὶ διαὐτό γε τοῦτο τροφιμώτεροί πωϲ ἐκείνων εἰϲίν. |
§27.1–37.5
§27.1 Τὴν ὑϲτάτην ϲυλλαβὴν τοῦ τῶν ἀράκων ὀνόματοϲ διὰ τοῦ κ̄̄ γεγραμμένην εὑρίϲκομεν ἐν ταῖϲ Ἀριϲτοφάνουϲ Ὁλκάϲιν, ἔνθα φηϲίν· ἀράκουϲ πυροὺϲ πτιϲάνην χόνδρον ζειὰϲ αἴραϲ ϲεμίδαλιν. παραπλήϲιον δἐϲτὶ τὸ ϲπέρμα τῷ τῶν λαθύρων, καί τινέϲ γοὐχ ἕτερον εἶναι γένοϲ ἐκείνων νομίζουϲιν αὐτό. καὶ γὰρ καὶ χρῆϲιϲ ἅπαϲα καὶ δύναμιϲ αὐτοῦ παραπληϲία τῇ τῶν λαθύρων ἐϲτί, πλὴν ὅϲα ϲκληρότεροί τε καὶ δυϲεψητότεροι καὶ διὰ τοῦτο καὶ δυϲπεπτότεροι τῶν λαθύρων εἰϲὶν οἱ ἄρακοι.
§27.2 παρἡμῖν δἄγριόν τι καὶ ϲτρογγύλον καὶ ϲκληρόν, ὀρόβου μικρότερον, ἐν τοῖϲ Δημητρίοιϲ καρποῖϲ εὑριϲκόμενον ὀνομάζουϲιν ἄραχον, οὐ διὰ τοῦ κ τὴν ἐϲχάτην ϲυλλαβήν, ἀλλὰ διὰ τοῦ χ φθεγγόμενοι, καὶ ῥίπτουϲιν αὐτὸν ἐκλέγοντεϲ, ὥϲπερ καὶ τὸν πελεκῖνον.
§28.1 Τὸ τῶν δολίχων ὄνομα γέγραπται μὲν καὶ παρὰ τῷ Διοκλεῖ μετὰ τῶν ἄλλων, ὅϲα τῶν τρεφόντων ἡμᾶϲ ϲπερμάτων ἐϲτὶν ὀνόματα, γέγραπται δὲ κὰν τῷ Περὶ διαίτηϲ Ἱπποκράτουϲ, ὑπὲρ οὖ καὶ | πρόϲθεν ἤδη διῆλθον. ἡγοῦμαι δαὐτοὺϲ οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦ κηπευομένου φυτοῦ, καλουμένου δὲ νῦν ὑπὸ τῶν πολλῶν κατὰ τὸν πληθυντικὸν ἀριθμὸν διττῶϲ. ἔνιοι μὲν γὰρ λοβούϲ, ἔνιοι δὲ φαϲηόλουϲ ὀνομάζουϲιν αὐτοὺϲ διὰ τεττάρων ϲυλλαβῶν τὴν φωνὴν προφερόμενοι καὶ κατὰ τοῦτο ποιοῦντεϲ ἕτερον ὄνομα τοῦ διὰ τριῶν ϲυλλαβῶν λεγομένου φαϲήλου. τινὲϲ δὲ τὸν αὐτὸν εἶναι λέγουϲι τὸν φάϲηλον τῷ λαθύρῳ, τινὲϲ δεἶδοϲ αὐτοῦ.
§28.2 τούϲ γε μὴν δολίχουϲ τεκμήραιτἄν τιϲ ὀνομάζεϲθαι τὰ κηπευόμενα ταυτὶ φυτὰ κἀξ ὧν Θεόφραϲτοϲ ὑπὲρ αὐτῶν εἶπεν ἐν τῷ ὀγδόῳ Περὶ φυτῶν ἱϲτορίαϲ. ἔχει δ λέξιϲ ὧδε· καὶ τὰ μέν ἐϲτιν ὀρθόκαυλα, καθάπερ πυρὸϲ καὶ κριθὴ καὶ ὅλωϲ τὰ ϲιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον οἷον ἐρέβινθοϲ ὄροβοϲ φακόϲ· τὰ δἐπιγειόκαυλα, καθάπερ ὦχρὸϲ πιϲὸϲ λάθυροϲ. δὲ δόλιχοϲ, ἐὰν παρακαταπήξῃ τιϲ ξύλα μακρά, ἀναβαίνει καὶ γίγνεται κάρπιμοϲ, εἰ δὲ μὴ, φαῦλοϲ και ἐρυϲιβώδηϲ.
§28.3 ἐκ δὲ τοῦ παρακαταπηγνύναι κελεύειν ξύλα μακρὰ καὶ μὴ γενομένου τούτου φάϲκειν ἐρυϲιβώδειϲ αὐτοὺϲ | ἀποτελεῖϲθαι τεκμήραιτἄν τιϲ εἶναι τὸν λόγον αὐτῷ περὶ τῶν νῦν καλουμένων φαϲηόλων τε καὶ λοβῶν· αὐτὸϲ δὲ λοβοὺϲ ὀνομάζει τὰ περι ἔχοντα τὸ ϲπέρμα τῶν τοιούτων ὀϲπρίων, οἷόν ἐϲτι φακὸϲ καὶ ὄροβοϲ καὶ πιϲὸϲ καὶ κύαμοϲ καὶ θέρμοϲ. ὥϲπερ γὰρ τὰ ϲιτηρὰ ϲπέρματα περιέχουϲιν οἱ ϲτάχυεϲ, οὕτω καὶ τὰ νῦν εἰρημένα οἱ λοβοί, καὶ τούϲ γε δολίχουϲ καὶ αὐτοὺϲ οἱ λοβοὶ περιέχουϲι. καὶ κατὰ τοῦτοἶμαι τὸν ὅλον καρπὸν ὑπὸ τῶν νῦν ἀνθρώπων ὀνομάζεϲθαι λοβούϲ, ὥϲπερ ϲτάχυαϲ ὅλουϲ τοὺϲ ϲιτηροὺϲ καρπούϲ. ἴϲμεν δὲ καὶ ἄλλα πολλὰ τῶν ἐν πολλῇ χρήϲει παρὰ τοῖϲ ἀνθρώποιϲ ὄντων ὅλου τοῦ γένουϲ τοὔνομα ϲφετεριϲάμενα, καθάπερ τὸν κάλαμον, γράφομεν, καὶ τὸ μέλαν.
§28.4 ἐν δὲ τῷ Περὶ διαίτηϲ Ἱπποκράτουϲ οὕτω γέγραπται· οἱ δὲ πιϲοὶ φυϲῶϲι μὲν ἧϲϲον, διαχωροῦϲι δὲ μᾶλλον, ὦχροι δὲ καὶ δόλιχοι διαχωρητικώτεροι τούτων, ἧϲϲον δὲ φυϲώδεεϲ, τρόφιμοι δέ. παραβάλλων γὰρ ἐν ταύτῃ τῇ ῥήϲει τοὺϲ πιϲοὺϲ τοῖϲ κυάμοιϲ, ὑπὲρ ὧν ὡϲ φυϲώδουϲ ἐδέϲματοϲ προειρήκει, τοὺϲ δὤχρουϲ καὶ δολίχουϲ ἐφεξῆϲ γράφων | ἐνδείκνυται τῶν ὁμογενῶν τι τοῖϲ προειρημένοιϲ ϲπερμάτων εἶναι τὸν δόλιχον καὶ μάλιϲτα τοῖϲ ὤχροιϲ. ἀλλἐκ τοῦ μηδὅλωϲ αὐτὸν μνημονεῦϲαι λαθύρων καὶ φαϲήλων ὑποψία τίϲ ἐϲτιν, ὡϲ ἐκείνων τι τῶν ϲπερμάτων ἐνδεχόμενον εἴη κεκλῆϲθαι δόλιχον. εἰ δὲ καὶ τοὺϲ φαϲήλουϲ τιϲ ἐν τῷ γένει τῶν λαθύρων περιλαμβάνει, τό γε τοὺϲ λαθύρουϲ μὴ δύναϲθαι λεχθῆναι δολίχουϲ ἐν τῇ προκειμένη ῥήϲει διαφυγεῖν οὐχ οἷόν τε.
§28.5 Διοκλῆϲ δἐν τῷ τῶν ὀϲπρίων καταλόγῳ κυάμουϲ πρῶτον εἰπών. εἶτα πιϲούϲ, ἐφεξῆϲ γράφει κατὰ λέξιν οὕτω· δόλιχοι δὲ τρέφουϲι μὲν οὐχ ἧττον τῶν πιϲῶν, ἄφυϲοι δεἰϲὶ παραπληϲίωϲ, πρὸϲ ἡδονὴν δὲ καὶ διαχώρηϲιν χείρουϲ. ἀλλὰ καὶ οὖτοϲ ἐφεξῆϲ ὤχρων μὲν καὶ φακῶν ἐρεβίνθων τε καὶ ὀρόβων μνημονεύϲαϲ, παραλιπὼν δὲ τὸ τῶν λαθύρων ὄνομα, τὴν αὐτὴν ἀμφιβολίαν παρέχει. καί τιϲ δύναται λέγειν. ἐν εἶναι γένοϲ ταῦτα πάντα, λαθύρουϲ ὤχρουϲ φαϲήλουϲ, ὀνόμαϲι. πλείοϲι κεχρημένα, τάχα μὲν ὡϲ κίων καὶ ϲτῦλοϲ, ἴϲωϲ δὲ καὶ κατὰ τιναϲ ἐμφαίνομέναϲ αὐτοῖϲ διαφοράϲ.
§28.6 ἀλλὰ τό γε τοὺϲ δολίχουϲ οὐχ ἧττόν τε τῶν πιϲῶν τρέφειν ἀφύϲουϲ τεἶναι παραπληϲίωϲ ἐκείνοιϲ ἐνδεικτικόν ἐϲτι τοῦ κεκληκέναι τὸν Διοκλέα τοὺϲ νῦν ὀνομαζομένουϲ φαϲηόλουϲ οὕτωϲ. γάρ τοι λάθυροϲ οὔκ ἐϲτιν ἀφυϲότεροϲ πιϲοῦ καθάπερ οὐδὦχροϲ οὐδὲ φάϲηλοϲ, εἴθἕν γένοϲ ἐϲτίν, ὡϲ ἔφην, εἴτε καὶ διαφοραί τινεϲ ἐνὸϲ γένουϲ ταῦτα
§28.7 Φυλότιμοϲ δὲ καὶ Πραξαγόραϲ οὐδενὸϲ τῶν τοιούτων ἐδεϲμάτων ἐμνημόνευϲαν, ὅτι μὴ κυάμων τε καὶ πιϲῶν μόνων, ὥϲτε παρὰ γε τούτων οὐδὲν ἔχομεν εὐπορῆϲαι περὶ τοῦ τῶν δολίχων ὀνόματοϲ, ἐφὅτῳ πράγματι τέτακται. καὶ τοίνυν καλείτω μὲν ἕκαϲτοϲ, ὡϲ ἂν ἐθέλῃ, τοὺϲ νῦν ὑπὸ τῶν πολλῶν ὀνομαζομένουϲ φαϲηόλουϲ τε καὶ λοβούϲ, ἴϲτω δὲ τὴν δύναμιν αὐτῶν οὖϲαν, οἵαν Διοκλῆϲ εἷπε περὶ τῶν δολίχων.
§28.8 ἐγγὺϲ δὲ τῆϲ γνώμηϲ αὐτοῦ καὶ τὸ Περὶ διαίτηϲ ὡϲ Ἱπποκράτουϲ γράψαϲ ἥκει, τοὺϲ ὤχρουϲ τε καὶ τοὺϲ δολίχουϲ διαχωρητικωτέρουϲ μὲν εἶναι λέγων τῶν πιϲῶν, ἧϲϲον δὲ φυϲώδειϲ, ἀλλὰ καὶ τροφίμουϲ αὐτοὺϲ εἶναι μαρτυρεῖ. καὶ γὰρ καὶ οὕτωϲ ἔχει, πλὴν | ὅτι ϲὺν τοῖϲ λοβοῖϲ ὅλουϲ ἐϲθίουϲιν ἔτι χλωροὺϲ ὄνταϲ αὐτοὺϲ οἱ ἄνθρωποι διἐλαίου καὶ γάρου τοὐπίπαν· ἔνιοι δὲ καὶ οἶνον ἐπεμβάλλουϲιν. εἰϲ ἀπόθεϲιν δοὐ χρῶνται καθάπερ τοῖϲ πιϲοῖϲ· ὑγρότεροι γὰρ ὄντεϲ τὴν φύϲιν εἰώθαϲι διαφθείρεϲθαι. τῷ βουλομένῳ δἀϲφαλῶϲ ἀποθέϲθαι καὶ τούτουϲ, ὥϲπερ οὑμὸϲ πατὴρ ἐποίει, ξηραντέον ἐϲτὶν ἀκριβῶϲ αὐτούϲ· οὕτω γὰρ ἄϲηπτοί τε καὶ ἀδιάφθοροι μένουϲιν ὅλῳ χειμῶνι, τὴν αὐτὴν χρείαν τῷ πιϲῷ παρεχόμενοι.
§28.9 τῶν φίλων δέ τιϲ ἐν Ῥώμῃ διατρίβων ἔλεγεν ἐν Καρίᾳ κατὰ τὴν ἑαυτοῦ πατρίδα καλουμένην Κέραμον ϲπείρεϲθαι τοῖϲ ἄλλοιϲ ὀϲπρίοιϲ ὡϲαύτωϲ τοὺϲ δολίχουϲ ἐν ταῖϲ ἀρούραιϲ, ἔχονταϲ τὸ ϲχῆμα προμηκέϲτερον λαθύρων.
§29.1 Οἱ βόεϲ ἐϲθίουϲι τοὺϲ ὀρόβουϲ παρἡμῖν τε καὶ κατἄλλα πολλὰ τῶν ἐθνῶν ὕδατι προαπογλυκανθένταϲ, οἱ δἄνθρωποι τελέωϲ ἀπέχονται τοῦ ϲπέρματοϲ τούτου· καὶ γὰρ ἀηδέϲ ἐϲτι καὶ κακόχυμον. ἐν λιμῷ δέ ποτε μεγάλῳ, καθάπερ καὶ Ἱπποκράτηϲ ἔγραψεν, ἐξ ἀνάγκης βιαίαϲ ἐπαὐτὸ παραγίγνονται.
§29.2 προπαραϲκευά|ζοντεϲ δἡμεῖϲ ὥϲπερ τοὺϲ θέρμουϲ χρώμεθα μετὰ μέλιτοϲ τοῖϲ ὀρόβοιϲ ὡϲ φαρμάκοιϲ τῶν κατὰ θώρακα καὶ πνεύμονα παχέων ὑγρῶν ἐκκαθαρτικοῖϲ. ἧττον δεἰϲὶ φαρμακώδειϲ ἐν αὐτοῖϲ οἱ λευκοὶ τῶν πρὸϲ τὸ ξανθόν ὠχρὸν ἀφιϲταμένων. οἱ δἀφεψηθέντεϲ δὶϲ ἀπογλυκανθέντεϲ τε διὕδατοϲ πολλάκιϲ ἀποτίθενται μὲν τὴν ἀηδίαν, ἀποτίθενται δὲ ϲὺν αὐτῇ καὶ τὴν ῥυπτικήν τε καὶ τμητικὴν δύναμιν, ὡϲ ὑπολείπεϲθαι τὸ γεῶδεϲ αὐτῶν τῆϲ οὐϲίαϲ, χωρὶϲ πικρότητοϲ ἐπιφανοῦϲ ἔδεϲμά τι ξηραντικὸν γίγνεται.
§30.1 Λιπαρόν ἐϲτι τὸ τῶν ϲηϲάμων ϲπέρμα, διὸ καὶ τάχιϲτα κείμενον ἐλαιηρὸν γίγνεται. διὰ τοῦτοὖν ἐμπίπληϲί τε τοὺϲ ἐϲθίονταϲ αὐτὸ ταχέωϲ ἀνατρέπει τε τὸν ϲτόμαχον καὶ βραδέωϲ πέττεται καὶ τροφὴν δίδωϲι τῷ ϲώματι λιπαρὰν. εὔδηλον οὖν, ὅτι τόνον καὶ ῥώμην ἐντιθέναι τοῖϲ κατὰ γαϲτέρα μορίοιϲ οὐ δύναται, καθάπερ οὐδἄλλο τι τῶν λιπαρῶν. ἐπεὶ δὲ καὶ παχύχυμόν ἐϲτι, διὰ τοῦτοὐδὲ διεξέρχεται ταχέωϲ. ἐϲθίουϲι δαὐτὸ μόνον μὲν οὐ πάνυ τι, ϲὺν μέλιτι δἑφθῷ, | τὰϲ καλουμέναϲ ὑπὸ τῶν πολλῶν ϲηϲαμίδαϲ ἀναπλάττοντεϲ. ἐπιπάττουϲι δὲ καὶ τοῖϲ ἄρτοιϲ αὐτό.
§30.2 ὥϲπερ δὲ κέγχροιϲ ἔλυμοϲ, ὃν καὶ μελίνην ἔφαμεν ὀνομάζεϲθαι, παραπλήϲιοϲ μέν πώϲ ἐϲτι, χείρων δὲ πάντῃ, κατὰ τὸν αὐτὸν τρόπον ἐρύϲιμον ϲηϲάμῳ κατὰ τὴν τοῦ ϲώματοϲ οὐϲίαν ὁμογενέϲ πωϲ ὂν ἀηδέϲτερόν τέ ἐϲτι βρωθῆναι καὶ τροφὴν ἥττονα δίδωϲι τῷ ϲώματι καὶ πάντη χεῖρον ὑπάρχει. θερμὰ δἐϲτὶ ταῖϲ κράϲεϲιν ἄμφω καὶ διὰ τοῦτο καὶ διψώδη.
§31.1 Τῆϲ ἡμέρου μήκωνοϲ τὸ ϲπέρμα χρήϲιμόν ἐϲτιν ἐπιπαττόμενον ἄρτοιϲ ὡϲ ἥδυϲμα, καθάπερ καὶ τὰ ϲήϲαμα. βέλτιον δἐϲτὶ τὸ λευκότερον ϲπέρμα τοῦ μελαντέρου, δύναμιν δἔχει ψυκτικήν, καὶ διὰ τοῦτο καὶ ὑπνωτικόν ἐϲτιν, εἰ δὲ πλέον ληφθείη, καὶ καταφορικὸν καὶ δύϲπεπτον ἔτι τε τῶν ἐκ πνεύμονόϲ τε καὶ θώρακοϲ ἀναβηττομένων ἐπιϲχετικόν. ὠφελεῖ μέντοι τοὺϲ ἐκ κεφαλῆϲ καταρροϊζομένουϲ λεπτῷ ῥεύματι. τροφὴν δοὐκ ἀξιόλογον παρέχει τῷ ϲώματι.
§32.1 Χρῶνται μὲν αὐτῷ καὶ φρύγοντεϲ ἔνιοι, καθάπερ τοῖϲ ϲκευαϲτοῖϲ ἁλϲίν, ὡϲ ὄψῳ μετὰ γάρου, χρῶνται δὲ καὶ μέλιτι φυρῶντεϲ. ἐπιπάττουϲι δἔνιοι καὶ τοῖϲ ἄρτοιϲ αὐτό, κακοϲτόμαχόν τε καὶ δύϲπεπτον ὑπάρχον καὶ τροφὴν ὀλίγην τῷ ϲώματι παρέχον. εἰϲ δὲ διαχώρηϲιν γαϲτρὸϲ οὔτἂν ἐπαινέϲαιϲ οὔτε ψέξαιϲ αὐτό· μετέχει γε μὴν βραχύ τι καὶ τῆϲ οὐρητικῆϲ δυνάμεωϲ, μᾶλλον γίγνεται. φανερόν, ἐπειδὰν φρυχθὲν ἐϲθίηται· τηνικαῦτα δἵϲτηϲί πωϲ τὴν γαϲτέρα μᾶλλον. χρῶνται δοἱ κατὰ τοὺϲ ἀγροὺϲ ἄνθρωποι πολλάκιϲ αὐτῷ μετὰ τὸ φρύξαι καὶ λειῶϲαι μέλι μιγνύντεϲ.
§33.1 Καὶ τούτῳ χρῶνται φρύγοντεϲ, εἶτα λειοῦντεϲ, ὡϲ ἄλευρον γενέϲθαι, μιγνύουϲι δαὐτῷ καὶ μέλιτοϲ. ὀλίγον δἔχει τρόφιμον ἐν ἑαυτῷ μεταξὺ τὴν φύϲιν ὑπάρχον ἐρυϲίμου τε καὶ κυμίνου.
§34.1 Οὐχ ὥϲπερ αὐτὸ τὸ φυτὸν τῆϲ καννάβεωϲ ἔοικε πωϲ τῷ ἄγνῳ, καὶ τὸ | ϲπέρμα τῷ ϲπέρματι παραπλήϲιόν πώϲ ἐϲτι τὴν δύναμιν, ἀλλἀποκεχώρηκε πάμπολυ, δύϲπεπτόν τε καὶ κακοϲτόμαχον ὂν καὶ κεφαλαλγὲϲ καὶ κακόχυμον. ὅμωϲ δοὖν καὶ τοῦτό τινεϲ ἐϲθίουϲι φρύγοντεϲ ἅμα τοῖϲ ἄλλοιϲ τραγήμαϲιν.
§34.2 ὀνομάζω δὲ δηλονότι τραγήματα τὰ παρὰ τὸ δεῖπνον ἐϲθιόμενα τῆϲ ἐπὶ τῷ πίνειν ἡδονῆϲ ἕνεκα. θερμαίνει δἱκανῶϲ καὶ διὰ τοῦτο καὶ κεφαλῆϲ ἅπτεται βραχεῖ πλεῖον ληφθέν, ἀτμὸν ἀναπέμπον ἐπαὐτὴν θερμόν θἅμα καὶ φαρμακώδη.
§35.1 Καὶ καθἑαυτὸ τοῦτο καὶ φρυγόμενον ἐϲθίεται πεπιϲτευμένον ἐπέχειν τὰϲ ἐπἀφροδίϲια γιγνομέναϲ ὁρμάϲ, τροφὴν δὀλίγην δίδωϲι τῷ ϲώματι καὶ ταύτην ξηραίνουϲαν μὲν καὶ ψύχουϲαν, ἄφυϲον δἱκανῶϲ. κατὰ πάντοὖν ταῦτα τοῖϲ ἁγνεύειν ἀφροδιϲίων βουλομένοιϲ ἐπιτήδειόν ἐϲτι· διὸ καὶ τοὔνομα τῷ φυτῷ τεθεῖϲθαι τοῦτό φαϲι. κεφαλῆϲ δοὐχ ἅπτεται καθάπερ κάνναβιϲ.
§36.1 Τὸ ϲχῆμα τῶν ϲπερμάτων τούτων οὐ ϲτρογγύλον ἐϲτίν, ὥϲπερ τὸ τῶν κυάμων, ἀλλὑπόπλατυ μᾶλλον ὁμοίωϲ τοῖϲ φακοῖϲ. ἀποτίθενται δοἱ γεωργοὶ καὶ ταῦτα ϲὺν αὐτοῖϲ τοῖϲ λοβοῖϲ ἅμα τοῖϲ φυτοῖϲ ὅλοιϲ ἕνεκα τῆϲ τῶν ἀλόγων θρεμμάτων τροφῆϲ. ἐν λιμῷ γε μὴν οἶδα καὶ τούτων ἐνίουϲ φαγόνταϲ καὶ μάλιϲτα τοῦ ἤροϲ, ἔτι χλωρῶν ὄντων, ὥϲπερ καὶ ἐρεβίνθων τε καὶ κυάμων ἐϲθίουϲι ϲυνήθωϲ. ἔϲτι δοὐκ ἀηδῆ μόνον, ἀλλὰ καὶ δύϲπεπτα καὶ ϲταλτικὰ γαϲτρόϲ.
§36.2.1 εὔδηλον οὖν, ὅτι τοιαῦτα τὴν φύϲιν ὄντα τὴν ἀναδιδομένην τροφὴν ἐξ ἑαυτῶν οὔτεὔχυμον ἔχει καὶ παχεῖαν, εἰϲ αἵματοϲ μελαγχολικοῦ γένεϲιν ἐπιτήδειον, ὥϲπερ καὶ πρόϲθεν εἴρηται περὶ τῆϲ φακῆϲ. ἀλλἐκείνῃ μὲν ἀγαθὰ πολλὰ πάρεϲτι, τούτοιϲ δοὐδὲν τῶν ἐκείνηϲ ἀγαθῶν ὑπάρχει.
§36.2.2 τό γε μὴν ὄνομα τοῦ βίκου παρἡμῖν μὲν πάνυ ϲύνηθέϲ ἐϲτι καὶ μόνωϲ οὕτωϲ ὀνομάζεται, παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ ἴϲωϲ ἄρακοϲ λάθυροϲ ἐκαλεῖτο.
§37.1 Ἐν μὲν τοῖϲ πυροῖϲ αἶραι πολλάκιϲ εὑρίϲκονται πολλαί· κατὰ δὲ τὰϲ κριθὰϲ γίγνονται μέν, ἀλλὀλίγαι, πολὺϲ δ καλούμενοϲ | αἰγίλωψ ἐν αὐταῖϲ, ὅταν δυϲτυχήϲωϲι κατὰ τὴν πρώτην αὔξηϲιν γένεϲιν.
§37.2 δἐμὸϲ πατήρ, ἐν παρακμῇ τῆϲ ἡλικίαϲ φιλογέωργοϲ γενόμενοϲ, ἔϲπειρέ ποτε καὶ πυροὺϲ καὶ κριθάϲ, ἀκριβῶϲ ἐκλέξαϲ αὐτῶν ἅπαν ὅϲον ἑτερογενὲϲ ἐμέμικτο ϲπέρμα, χάριν τοῦ γνῶναι ϲαφῶϲ, εἰ κατὰ μεταβολὴν αὐτῶν γένεϲιϲ γίγνεται ταῖϲ αἴραιϲ τε καὶ τοῖϲ αἰγίλωψιν φύϲιν ἰδίαν ἔχει καὶ ταῦτα τὰ ϲπέρματα. γεννηθέντων δἅμα τοῖϲ καθαροῖϲ ϲπέρμαϲιν αἰρῶν μὲν πολλῶν κατὰ τύχην ἐν τοῖϲ πυροῖϲ, ὀλίγων δἐν ταῖϲ κριθαῖϲ, ἀλλαἰγίλωποϲ δαψιλοῦϲ, ἐπεχείρηϲε καὶ τῇ τῶν ἄλλων ϲπερμάτων βαϲάνῳ τὸν αὐτὸν τρόπον. εὖρεν οὖν κὰν τοῖϲ φακοῖϲ ἐκ μεταβολῆϲ αὐτῶν γεννωμένουϲ ἀράκουϲ τε τοὺϲ ϲκληροὺϲ καὶ ϲτρογγύλουϲ καὶ πελεκίνουϲ, ἄβρωτα ϲπέρματα, τὴν δἀπαρίνην οὐ μόνον ἄβρωτον, ἀλλὰ κἀν τῷ φύεϲθαι περιπλεκομένην τοῖϲ φυτοῖϲ τῶν φακῶν ἄγχουϲάν τε καὶ πνίγουϲαν αὐτὰ καὶ καταϲπῶϲαν, ὥϲπερ ὁροβάγχη τοὺϲ ὀρόβουϲ.
§37.3 ταῦτα μὲν οὖν πάνυ μοχθηρὰ ϲπέρματα. τὸ μελάμπυρον δὲ καλούμενον ἐκ μεταβολῆϲ μὲν καὶ αὐτὸ γεννᾶται τῶν πυρῶν, ἀπολείπεται δὲ πάμπολυ τῆϲ ἐν ταῖϲ αἴραιϲ κακίαϲ. εὖρε δὲ καὶ κατἄλλα ϲπέρματα τοιαύταϲ τινὰϲ γιγνομέναϲ μεταβολάϲ. ὅθεν ἐκέλευϲε τοὺϲ χρωμένουϲ αὐτοῖϲ ἐκλέγειν ἄπαν τὸ μοχθηρόν, ὅταν εἰϲ χρῆϲιν ὑγιεινὴν ἄγηται τὰ ϲπέρματα, καὶ μὴ καταφρονεῖν, ὥϲπερ οἱ ταῖϲ δήμοιϲ ὑπηρετούμενοι ϲιτοποιοί
§37.4 μοχθηρᾶϲ γέ τοί ποτε γενομένηϲ ἀγωγῆϲ ἔτουϲ αἶραι πάμπολλαι κατὰ τοὺϲ πυροὺϲ ἐγεννήθηϲαν, ἃϲ οὐκ ἀκριβῶϲ οὔτε τῶν γεωργῶν ἐκκαθαράντων τοῖϲ εἰϲ ταῦτἐπιτηδείοιϲ κοϲκίνοιϲ (ὀλίγοϲ γὰρ ϲύμπαϲ ἐγεωργεῖτο πυρόϲ) οὔτε τῶν ἀρτοποιῶν διὰ τὴν αὐτὴν αἰτίαν, ἐν μὲν τῷ παραχρῆμα κεφαλαλγεῖϲ ἐγίγνοντο πολλοί, τοῦ θέρουϲ δεἰϲβάλλοντοϲ ἕλκη κατὰ τὸ δέρμα τῶν φαγόντων οὐκ ὀλίγοιϲ τι ϲύμπτωμα ἕτερον ἐγίγνετο κακοχυμίαϲ ἐνδεικτικόν.
§37.5 οὔκουν ἀμελεῖν προϲήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸϲ ἐδωδὴν παραϲκευαζόμενα ϲπέρματα, γιγνώϲκονταϲ, εἰ καὶ τῆϲ καθἑκάϲτην ἡμέραν βλάβηϲ οὐκ αἰϲθανόμεθα διὰ βραχύτητα, τὸ γἀθροιζόμενον ἐξ αὐτῆϲ χρόνῳ πλείονι φανερὸν γενήϲεϲθαί ποτε.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up