Ode 19 Ιώ Ἀθηναίοις
πάρεστι μυρία κέλευθος
ἀμβροσίων μελέων,
ὃς ἂν παρὰ Πιερίδων λά-
χῃσι δῶρα Μουσᾶν,
5 ἰοβλέφαροί τε καὶ
φερεστέφανοι Χάριτες
βάλωσιν ἄμφι τιμὰν
ὕμνοισιν· ὕφαινέ νυν ἐν
ταῖς πολυηράτοις τι κλεινὸν
10 ὀλβίαις Ἀθάναις,
εὐαίνετε Κηϊα μέριμνα.
πρέπει σε φερτάταν ἴμεν
ὁδὸν παρὰ Καλλιόπας λα-
χοῖσαν ἔξοχον γέρας.
15 ἦεν Ἄργος ὅθʼ ἵππιον λιποῦσα
φεῦγε χρυσέα βοῦς,
εῦρυσθενέος φραδαῖσι φερτάτου Διός,
Ἰνάχου ῥοδοδάκτυλος κόρα·
ὅτʼ Ἄργον ὄμμασιν βλέποντα
20 πάντοθεν ἀκαμάτοις
μεγιστοάνασσα κέλευσε
χρυσόπεπλος Ἥρα
ἄκοιτον ἄϋπνον ἐό ν-
τα καλλικέραν δάμαλιν
25 φυλάσσεν· οὐδὲ Μαίας
υἱὸς δύνατʼ οὔτε κατʼ εὐ-
φεγγέας ἁμέρας λαθεῖν νιν
οὔτε νύκτας ἁγν[άς.
εἴτʼ οὖν γένετʼ [ν ˘¯˘¯˘
30 ποδαρκέʼ ἄγγελο[ν Διὸς
κτανεῖν τότε [Γᾶς ˘˘¯˘
ὀβριμοσπόρου λ[˘×
Ἄργον· ῥα καὶ [¯˘¯˘¯˘
ἄσπετοι μέριμν[αι·
35 Πιερίδες φύτευ[σαν ¯˘¯˘×
καδέων ἀνάπαυσ[ιν ¯˘×
ἐμοὶ μὲν οὖν
ἀσφαλέστατον προ[
ἐπεὶ παρʼ ἀνθεμώ[δεα
40 Νεῖλον ἀφίκετʼ ο[ἰστροπλὰξ
Ἰὼ φέρουσα παῖδ[α !!!
Ἔπαφον· ἔνθα νι[ν !!!
λινοστόλων πρύ[τανιν !!
ὑπερόχῳ βρύοντ[α !!!
45 μεγίσταν τε θνα[τῶν !!
ὅθεν καὶ Ἀγανορί[δας
ἐν ἑπταπύλοισ[ι Θήβαις
Κάδμος Σεμέλ[αν φύτευσεν,
τὸν ὀρσιβάκχαν
50 τίκτεν Διόνυσον, [!!!!
καὶ χορῶν στεφα[νοφόρων ἄνακτα.
Tap any Greek word to look it up
An open-access project
Jebb 1905
Cambridge
Jebb, Cambridge, 1905 · 1905
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Tap any Greek word to look it up