Ode 18 Θησεύς
βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,
τῶν ἁβροβίων ἄναξ Ἰώνων,
τί νέον ἔκλαγε χαλκοκώδων
σάλπιγξ πολεμηΐαν ἀοιδάν;
5 τις ἁμετέρας χθονὸς
δυσμενὴς ὅριʼ ἀμφιβάλλει
στρατα·γέτας ἀνήρ;
λῃσταὶ κακομάχανοι
ποιμένων ἀέκατι μήλων
10 σεύοντʼ ἀγέλας βίᾳ;
τί τοι κραδίαν ἀμύσσει;
φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν
ἀλκίμων ἐπικουρίαν
καὶ τὶν ἔμμεναι νέων,
15 Πανδίονος υἱὲ καὶ Κρεούσας.
νέ]ον ἦλθεν δολιχὰν ἀμείψας
κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·
ἄφατα δʼ ἔργα λέγει κραταιοῦ
φωτός· τὸν ὑπέρβιόν τʼ ἔπεφνεν
20 Σίνιν, ὃς ἰσχύϊ φέρτατος
θνατῶν ἦν, Κρονίδα Λυταίου
σεισίχθονος τέκος·
σῦν τʼ ἀνδροκτόνον ἐν νάπαις
Κρεμμυῶνος, ἀτάσθαλόν τε
25 Σκίρωνα κατέκτανεν·
τάν τε Κερκυόνος παλαίστραν
ἔσχεν, Πολυπήμονός τε καρτερὰν
σφῦραν ἐξέβαλεν Προκό-
πτας, ἀρείονος τυχὼν
30 φωτός. ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται.
τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτον
λέγει, τίνα τε στολὰν ἔχοντα;
πότερα σὺν πολεμηΐοις -
πλοισι στρατιὰν ἄγοντα πολλάν;
35 μοῦνον σὺν ὀπ.άοσιν
στείχειν ἔμπορον οἷʼ ἀλάταν
ἐπʼ ἀλλοδαμίαν,
ἰσχυρόν τε καὶ ἄλκιμον
ὧδε καὶ θρασύν, ὅς τε τούτων
40 ἀνδρῶν κρατερὸν σθένος
ἔσχεν; θεὸς αὐτὸν ὁρμᾷ,
δίκας ἀδίκοισιν ὄφρα μήσεται·
οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-
δοντα μὴ ʼντυχεῖν κακῷ.
45 πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.
δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν
λέγει, περὶ φαιδίμοισι δʼ ὤμοις
ξίφος ἔχειν ἐλεφαντόκωπον ·
ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκοντας
50 κηὔτυκτον κυνέαν Λάκαι-
ναν κρατὸς πέρι πυρσοχαίτου·
στέρνοις τε πορφύρ εο ν
χιτῶνʼ ἄμφι, καὶ οὔλιον
Θεσσαλὰν χλαμύδʼ· ὀμμάτων δὲ
55 στίλβειν ἄπο Λαμνίαν
φοίνισσαν φλόγα· παῖδα δʼ ἔμμεν
πρώθηβον, ἀρηΐων δʼ ἀθυρμάτων
μεμνᾶσθαι πολέμου τε καὶ
χαλκεοκτύπου μάχας·
60 δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.
Tap any Greek word to look it up
An open-access project
Jebb 1905
Cambridge
Jebb, Cambridge, 1905 · 1905
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Tap any Greek word to look it up