§1.1–9
§1.1 θ δόρπου δἐξαῦτις μνησώμεθα, χερσὶ δἐφὕδωρ χευάντων μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται ἐμοί τε καὶ σοί, Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι, παρὰ τίνι κεῖται τὸ τακερόν; Οὐλπιανὸς ἔφη.
§1.2 καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησὶν ὀρύα τυρίδιον, κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν. καὶ ἐν Κύκλωπι· χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός. μάθετε δὲ καὶ τοῦτο παρἐμοῦ, σοφώτατοι, ὅτι νῦν Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παροἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δἐν Κωρύκῳ τις ἄλλος κύων τῶν θαλαττίων δἀεὶ ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας. ἐπὶ δὲ τούτοις πίνομεν οἰνάριον, εἶδος, νὴ Δί᾽, οἰκίας τρόπον. β. πῶς εἶδος; α. οἷον τοῖς παροῦσι συμφέρει ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. . ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθαὑτὸ κατασκευάζονται ὀξύγαρον.
§1.3 καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησὶν ὀρύα τυρίδιον, κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν. καὶ ἐν Κύκλωπι· χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός. μάθετε δὲ καὶ τοῦτο παρἐμοῦ, σοφώτατοι, ὅτι νῦν Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παροἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δἐν Κωρύκῳ τις ἄλλος κύων τῶν θαλαττίων δἀεὶ ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας. ἐπὶ δὲ τούτοις πίνομεν οἰνάριον, εἶδος, νὴ Δί᾽, οἰκίας τρόπον. β. πῶς εἶδος; α. οἷον τοῖς παροῦσι συμφέρει ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. . ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθαὑτὸ κατασκευάζονται ὀξύγαρον.
§2.1 πρὸς ταῦτα ἀπαντήσας Ζωίλος ἔφη· Ἀριστοφάνης, οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως· Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς, καὶ Φερεκράτης Κραπατάλλοις· τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι. σίνηπυ δὠνόμασε Νίκανδρος Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως · μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ. ἐν δὲ τοῖς Γεωργικοῖς· σπέρματά τἐνδάκνοντα σινήπυος. καὶ πάλιν κάρδαμἀνάρρινὸν τε μελάμφυλλόν τε σίνηπυ. Κράτης δἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα· κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπἀνέσπασε, καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ· ἐστὶ δ στίχος ἐξ Ἱππέων καὶ ἔχει οὕτως· κἄβλεψε νᾶπυ. οὐδεὶς δἈττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως· ἀφυὲς γάρ καὶ μικρόν, ὥσπερ καὶ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη· τουτὶ τὸ κακὸν οὔκ ἐστἔτι κακὸν τὸ θυγάτριὸν γέ μου σεσινάπικεν διὰ τῆς ξένης. ἁλῶν δὲ καὶ ὄξους μέμνηται καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων· καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμἂν ῥήματα; εἰς ὄξος ἐμβαπτόμενος λευκοὺς ἅλας;
§2.2 Ἀριστοφάνης, οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως· Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς, καὶ Φερεκράτης Κραπατάλλοις· τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι. σίνηπυ δὠνόμασε Νίκανδρος Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως · μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ. ἐν δὲ τοῖς Γεωργικοῖς· σπέρματά τἐνδάκνοντα σινήπυος. καὶ πάλιν κάρδαμἀνάρρινὸν τε μελάμφυλλόν τε σίνηπυ. Κράτης δἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα· κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπἀνέσπασε, καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ· ἐστὶ δ στίχος ἐξ Ἱππέων καὶ ἔχει οὕτως· κἄβλεψε νᾶπυ. οὐδεὶς δἈττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως· ἀφυὲς γάρ καὶ μικρόν, ὥσπερ καὶ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη· τουτὶ τὸ κακὸν οὔκ ἐστἔτι κακὸν τὸ θυγάτριὸν γέ μου σεσινάπικεν διὰ τῆς ξένης. ἁλῶν δὲ καὶ ὄξους μέμνηται καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων· καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμἂν ῥήματα; εἰς ὄξος ἐμβαπτόμενος λευκοὺς ἅλας;
§3.1 ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν σὺ δἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου παροψὶς κεῖται, ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως · ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε· α. γυνὴ καθεύδουσἐστὶν ἀργόν. ζ. μανθάνω. α. ἐγρηγορυίας δεἰσὶν αἱ παροψίδες αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμεἰς ἡδονὴν τἄλλα. ζ. βείνου γάρ τινες παροψίδες εἰσ᾽, ἀντιβολῶ σ᾽; κἀν τοῖς δἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι· τὰ δἀλλότριἔσθὅμοια ταῖς παροψίσι· βραχὺ γάρ τι τέρψαντἐξανάλωται ταχύ. Ἀριστοφάνης Δαιδάλῳ· πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
§3.2 ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν σὺ δἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου παροψὶς κεῖται, ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως · ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε· α. γυνὴ καθεύδουσἐστὶν ἀργόν. ζ. μανθάνω. α. ἐγρηγορυίας δεἰσὶν αἱ παροψίδες αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμεἰς ἡδονὴν τἄλλα. ζ. βείνου γάρ τινες παροψίδες εἰσ᾽, ἀντιβολῶ σ᾽; κἀν τοῖς δἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι· τὰ δἀλλότριἔσθὅμοια ταῖς παροψίσι· βραχὺ γάρ τι τέρψαντἐξανάλωται ταχύ. Ἀριστοφάνης Δαιδάλῳ· πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
§4.1 σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ἀλλἐγώ, φησὶν Λεωνίδης, εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας· πολλοῖς δἀντιλέγειν κατὰ τὸν Πάριον Εὔηνον ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δἀντιλέγειν οὐκέτι τοῦτἐν ἔθει· καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς παλαιός; σοὶ μὲν ταῦτα· δοκοῦντἔστω, ἐμοὶ δὲ τάδε τοὺς ξυνετοὺς δἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.
§4.2 εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας· πολλοῖς δἀντιλέγειν κατὰ τὸν Πάριον Εὔηνον ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δἀντιλέγειν οὐκέτι τοῦτἐν ἔθει· καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς παλαιός; σοὶ μὲν ταῦτα· δοκοῦντἔστω, ἐμοὶ δὲ τάδε τοὺς ξυνετοὺς δἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.
§5.1 ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, φιλότης Μυρτίλε προήρπασα γάρ σου τὸν λόγον, Ἀντιφάνης Βοιωτίδι· καλέσας τε παρατίθησιν ἐν παροψίδι. καὶ Ἄλεξις ἐν Ἡσιόνη ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων κόσμου βρύουσαν, οὐκέτεἰς ἔμἔβλεπεν. καὶ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ· καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες. Ἀχαιὸς δἐν Αἴθωνι σατυρικῷ· κεκερματίσθω δἄλλα μοι παροψίδων κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα. Σωτάδης δ κωμικὸς Παραλυτρουμένῳ· παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ· τοῦτον μασᾶται, παρακατεσθίει δἐμέ. ἀμφιβόλως δεἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας, φησὶ γὰρ φιλόσοφος προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον ἐπὶ ἡδύσματος παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως, ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ· νὴ τὸν Δί᾽ οὗτοί γὥσπερ αἱ παροψίδες τὴν αἰτίαν ἔχουσἀπὸ τῶν ἡδυσμάτων, αὐτοὺς δ καλέσας ἀξιοῖ τοῦ μηδενός. Νικοφῶν Σειρῆσιν ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι. Ἀριστοφάνης Δαιδάλῳ· πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος. Πλάτων Ἑορταῖς· ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. περὶ βολβῶν δἀρτύσεως καὶ σκευασίας τὸν λόγοι ποιεῖται. οἱ δἈττικοί, Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ· μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.
§5.2 ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, φιλότης Μυρτίλε προήρπασα γάρ σου τὸν λόγον, Ἀντιφάνης Βοιωτίδι· καλέσας τε παρατίθησιν ἐν παροψίδι. καὶ Ἄλεξις ἐν Ἡσιόνη ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων κόσμου βρύουσαν, οὐκέτεἰς ἔμἔβλεπεν. καὶ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ· καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες. Ἀχαιὸς δἐν Αἴθωνι σατυρικῷ· κεκερματίσθω δἄλλα μοι παροψίδων κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα. Σωτάδης δ κωμικὸς Παραλυτρουμένῳ· παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ· τοῦτον μασᾶται, παρακατεσθίει δἐμέ. ἀμφιβόλως δεἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας, φησὶ γὰρ φιλόσοφος προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον ἐπὶ ἡδύσματος παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως, ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ· νὴ τὸν Δί᾽ οὗτοί γὥσπερ αἱ παροψίδες τὴν αἰτίαν ἔχουσἀπὸ τῶν ἡδυσμάτων, αὐτοὺς δ καλέσας ἀξιοῖ τοῦ μηδενός. Νικοφῶν Σειρῆσιν ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι. Ἀριστοφάνης Δαιδάλῳ· πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος. Πλάτων Ἑορταῖς· ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. περὶ βολβῶν δἀρτύσεως καὶ σκευασίας τὸν λόγοι ποιεῖται. οἱ δἈττικοί, Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ· μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.
§6.1 καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ · σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου. Εὐριπίδης Σκίρωνι· οὐδὲ κωλῆνες νεβρῶν. ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ · οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον, καὶ ἐν Δαιταλεῦσι· καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα. ἐν δὲ Πελαργοῖς· κεφαλὰς τἀρνῶν κωλᾶς τἐρίφων. Πλάτων Γρυψὶν ἰχθῦς, κωλᾶς, φύσκας. Ἀμειψίας Κόννῳ· δίδοται μάλισθἱερώσυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιρἀριστερά. Ξενοφῶν Κυνηγετικῷ· κωλῆν σαρκώδη, λαγόνας ὑγράς. καὶ Ξενοφάνης δ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί· πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδἀπολήξει ἔστἂν ἀοιδάων γένος Ἑλλαδικόν.
§6.2 καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ · σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου. Εὐριπίδης Σκίρωνι· οὐδὲ κωλῆνες νεβρῶν. ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ · οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον, καὶ ἐν Δαιταλεῦσι· καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα. ἐν δὲ Πελαργοῖς· κεφαλὰς τἀρνῶν κωλᾶς τἐρίφων. Πλάτων Γρυψὶν ἰχθῦς, κωλᾶς, φύσκας. Ἀμειψίας Κόννῳ· δίδοται μάλισθἱερώσυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιρἀριστερά. Ξενοφῶν Κυνηγετικῷ· κωλῆν σαρκώδη, λαγόνας ὑγράς. καὶ Ξενοφάνης δ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί· πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδἀπολήξει ἔστἂν ἀοιδάων γένος Ἑλλαδικόν.
§7.1 ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν ἄλλων τε καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων οὓς πίπους· τινὲς καλοῦσι, καὶ χοίρων καὶ τῶν περισπουδάστων φασιανικῶν ὀρνίθων, περὶ λαχάνων οὖν πρότερον ἐκθέμενός σοι καὶ περὶ τῶν ἄλλων μετὰ ταῦτα διηγήσομαι.
§8.1 γογγυλίδες. ταύτας Ἀπολλᾶς ἐν τῷ περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων ὑπὸ Λακεδαιμονίων γάστρας φησὶ καλεῖσθαι. Νίκανδρος δ Κολοφώνιος ἐν ταῖς Γλώσσαις παρὰ Βοιωτοῖς γάστρας ὀνομάζεσθαι τὰς κράμβας, τὰς δὲ γογγυλίδας ζεκελτίδας, Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας ζεκελτίδας καλεῖσθαι. Σπεύσιππος δἐν δευτέρῳ Ὁμοίων ῥαφανίς, φησί, γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια. τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦ π ψιλῶς καλεῖ ῥάπυν. τούτοις δοὐδὲν ἄλλο ἐστὶν ὅμοιον εἰ μὴ νῦν προσαγορευομένη βουνιάς. Θεόφραστος δέ βουνιάδα μὲν οὐκ ὀνομάζει, ἄρρενα δἐ καλεῖ τινα γογγυλίδα, καὶ ἴσως αὕτη ἐστὶν βουνιάς. Νίκανδρος δἐν τοῖς Γεωργικοῖς τῆς βουνιάδος μνημονεύει· γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφἅλωος, ὄφρἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι. βουνιάδες δἶσαι ῥαφάνοις κείσθων ἰδὲ δαῦκοι. γογγυλίδος δισσὴ γὰρ ἰδἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι. Κηφισιακῶν δὲ γογγυλίδων μνημονεύει Κράτης ἐν Ῥήτορσιν οὕτως κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ. Θεόφραστος δὲ γογγυλίδων φησὶν εἶναι γένη δύο, ἄρρεν καὶ θῆλυ· γίνεσθαι δἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. Ποσειδώνιος δ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν περὶ τὴν Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. Δίφιλος δ Σίφνιος ἰατρὸς γογγυλίς, φησί, λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική. κρείττων δέ, φησίν, βουνιὰς καθέστηκεν γλυκυτέρα γάρ ἐστι καὶ πεπτικωτέρα πρὸς τῷ εὐστόμαχος εἶναι καὶ τρόφιμος, δὲ ὀπτωμένη, φησί, γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει. ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως· ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω. καὶ Ἄλεξις ἐν Θεοφορήτῳ λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους, δὲ ταριχευομένη. γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα διὰ νάπυος γινομένη, ὥς φησιν Δίφιλος.
§9 κράμβη. Εὔδημος Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων κράμβης φησὶν εἶναι γένη τρία, τῆς τε καλουμένης ἁλμυρίδος καὶ λειοφύλλου καὶ σελινούσσης, τῇ δἡδονῇ πρώτην κεκρίσθαι τὴν ἁλμυρίδα. φύεται δἐν Ἐρετρίᾳ καὶ Κύμῃ καὶ Ῥόδῳ, ἔτι δὲ Κνίδῳ καὶ Ἐφέσῳ· δὲ λειόφυλλος ἀνὰ πᾶσαν, φησί, χώραν γίγνεται. δὲ σελινοῦσσα τὴν ὀνομασίαν ἔχει διὰ τὴν οὐλότητα· ἐμφερὴς γάρ ἐστι σελίνῳ καὶ κατὰ τὴν ἄλλην πύκνωσιν. Θεόφραστος δὲ οὕτως γράφει· τῆς δὲ ῥαφάνου λέγω δὲ τὴν κράμβην μέν ἐστιν οὐλόφυλλος, δὲ ἀγρία Δίφιλος δ Σίφνιός φησι· κράμβη δὲ καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά, τὸ δἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθὃν χρόνον πάλιν ἐπιχωριάζει. Νίκανδρος δἐν Γεωργικοῖς· λείη μὲν κράμβη, ὁτὲ δἀγριὰς ἐμπίπτουσα σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη βατραχέη κύμη δὲ κακόχροος, μὲν ἔοικε πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσύουοσιν· ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν. μήποτε δὲ Νίκανδρος μάντιν κέκληκε τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεὶ καὶ παρἹππώνακτι ἐν τοῖς ἰάμβοις ἐστί τι λεγόμενον τοιοῦτον δἐξολισθὼν ἱκέτευε τὴν κράμβην τὴν ἑπτάφυλλον θύεσκε Πανδώρη Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου. καὶ Ἀνάνιος δέ φησι· καὶ σὲ πολλὸν ἀνθρώπων ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην. καὶ Τηλεκλείδης Πρυτάνεσιν ναὶ μὰ τὰς κράμβας ἔφη. καὶ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ ναὶ μὰ τὰν κράμβαν. Εὔπολις Βάπταις ναὶ μὰ τὴν κράμβην. ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὅρκος καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων Κιτιεὺς τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν, ὡς Ἔμπεδός φησιν ἐν Ἀπομνημονεύμασιν.
§10.1–19.1
§10.1 Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν. ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησὶν ἔπειτα πῶς οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν, οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους ἕψειν τἐλαίῳ ῥάφανον ἠγλαισμένην πνίγειν τε παχέων ἀρνίων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις κοινῇ τε χναύειν τευθίσιν σηπίδια πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας. Ἀντιφάνης δἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις· οἷα δἐστὶν οἶσθα νῦν ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα ἐλευθέρἰ, οὐ τάριχος οὐδἡδύσμασιν ἄρνεια καταπεπασμένοὐδὲ θρυμματὶς τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί. καὶ μὴν ῥαφάνους γἕψουσι λιπαράς, θεοί, ἔτνος θἅμαὐταῖς πίσινον. Δίφιλος δἐν Ἀπλήστῳ· ἥκει φερόμεναὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις ὅμοια πράγματοὐδὲ ταῖς θλασταῖς ἐλάαις. Ἀλκαῖος Παλαίστρᾳ· ἤδη δἧψε χύτραν ῥαφάνων. Πολύζηλος δἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί· ὑψιπέταλοί τε κράμβαι συχναί.
§11.1 σεῦτλα. τούτων φησὶν Θεόφραστος εὐχυλότερον εἶναι τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖσθαι Σικελικόν. δὲ σευτλὶς ἕτερον, φησί, τοῦ τεύτλου ἐστί. διὸ καὶ Δίφιλος κωμῳδιοποιὸς ἐν Ἥρωι δράματι ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶ τὰ τεῦτλα σευτλίδας καλῶν. Εὔδημος δἐν τῷ περὶ λαχάνων δ# γένη φησὶν εἶναι τεύτλων, σπαστόν, καυλωτόν, λευκόν, πάνδημον τοῦτο δεἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δ Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλότερον εἶναι τῆς κράμβης καὶ θρεπτικώτερον μετρίως· ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν οὐρητικώτερον. ὑπάρχειν δὲ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.
§12 σταφυλῖνος. οὗτος δριμύς ἐστι, φησὶν Δίφιλος, ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια· διὸ καὶ ὑπἐνίων φίλτρον καλεῖται. Νουμήνιος δἐν τῷ Ἁλιευτικῷ φησι· φύλλων δὅσσἄσπαρτα τά τἐρρίζωται ἀρούραις χείματος ἠδὁπόταν πολυάνθεμον εἶαρ ἵκηται, αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον, καὶ ῥάφυν ἐμπέδιον καὶ καυκαλίδἀγροιῶτιν. Νίκανδρος δἐν δευτέρῳ Γεωργικῶν φησιν ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι πετραίου, σὺν δαὐτὸς ἐπαυχμήεις σταφυλῖνος, σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε· σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα ἠδὅπερ ὄρνιθος κλέεται γάλα. μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δἐν εʹ περὶ φυτῶν γράφει οὕτως· κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα κἀν τῷ πρώτῳ δέ φησι· πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννησον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον. ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως· δρακόντιον, ἔνιοι ἄρον ἀρωνια. τὸν δὲ σταφυλῖνον Διοκλῆς ἐν πρώτῳ Ὑγιεινῶν ἀσταφυλῖνον καλεῖ. τὸ δὲ καρτὸν καλούμενον μέγας δἐστὶν καὶ εὐαυξὴς σταφυλῖνος εὐχυλότερόν ἐστι τοῦ σταφυλίνου καὶ μᾶλλον θερμαντικώτερον, οὐρητικώτερον, εὐστόμαχον, εὐοικονόμητον, ὡς Δίφιλος ἱστορεῖ.
§13.1 κεφαλωτόν. τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν αὐτὸς Δίφιλος. καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ οὕτως οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά· παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον, ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας. οἱ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ· ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δαὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως· ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο. Ἀριστοφάνης Αἰολοσίκωνι δευτέρῳ· τῶν δὲ γηθύων ῥίζας ἐχούσας σκοροδομίμητον· φύσιν. πολέμων δ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως· διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης, ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος· διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.
§14 κολοκύντη. χειμῶνος δὲ ὥρᾳ ποτὲ κολοκυντῶν ἡμῖν περιενεχθεισῶν πάντες ἐθαυμάζομεν νεαρὰς εἶναι νομίζοντες, καὶ ὑπεμιμνησκόμεθα ὧν ἐν Ὥραις χαρίεις Ἀριστοφάνης εἶπεν ἐπαινῶν τὰς καλὰς Ἀθήνας ἐν τούτοις· ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἴων, ῥόδων, κρίνων, κονιορτὸν ἐκτυφλοῦντα. αὑτὸς δἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια. ὑρίσους δἴδοις ἂν νειφομένους σύκων ὁμοῦ τε μύρτων ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν, ὥστοὐκέτοὐδεὶς οἶδὁπηνίκἐστὶ τοὐνιαυτοῦ μέγιστον ἀγαθόν, εἴπερ ἔστι διἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν. β. κακὸν μὲν οὖν μέγιστον εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδἂν ἐδαπανῶντο . ἐγὼ δὲ ταῦτὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν. α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν. τούτοις δὑπάρχει ταῦτ᾽, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν. β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. α. τιὴ τί; β. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντἈθηνῶν. ἐθαυμάζομεν οὖν τὰς κολοκύντας μηνὶ Ἰανουαρίῳ ἐσθίοντες· χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ, ἐτύγχανον δοὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ἐζήτει οὖν Λαρήνσιος εἰ καὶ τὴν χρῆσιν ταύτην ἠπίσταντο οἱ ἀρχαῖοι, καὶ Οὐλπιανὸς ἔφη· Νίκανδρος Κολοφώνιος ἐν τῷ δευτέρῳ τῶν Γεωργικῶν μνημονεύει ταύτης τῆς χρήσεως σικύας ὀνομάζων τὰς κολοκύντας· οὕτως γὰρ ἐκαλοῦντο, ὡς πρότερον εἰρήκαμεν λέγει δοὕτως · αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις, ἠέρι δὲ ξήρανον ἐπεγκρεμάσαιο δὲ καπνῷ, χείμασιν ὄφρἂν δμῶες ἅλις περιχανδέα χύτρον πλήσαντες ῥοφέωσιν ἀεργέες, ἑφθά τε μάκτρῃ ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς. τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες, ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας αὐοτέροις καυλοῖς τε μιγήμεναι ἔστἔαρ ἵξῃ.
§15.2 ὄρνεις. ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις (οὕτως δεἴρηκεν Ἀριστοφάνης ἐν Δηλίᾳ τὰ σύγκοπτα λάχανα, κνιστὰ στέμφυλα), Μυρτίλος ἔφη· ἀλλὰ μὴν καὶ ὄρνιθας καὶ ὀρνίθια νῦν μόνως συνήθεια καλεῖ τὰς θηλείας, ὧν ὁρῶ περιφερόμενον πλῆθος (καὶ Χρύσιππος δ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως· ‘καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον’), ἀλεκτρυόνας δὲ καὶ ἀλεκτοριδέας τοὺς ἄρρενας· τῶν ἀρχαίων δὲ τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λεγόντων ἐπἄλλων ὀρνέων, οὐ περὶ τούτου τοῦ εἰδικοῦ, περὶ οὗ φησιν συνήθεια ὄρνιθας ὠνήσασθαι. Ὅμηρος μὲν οὖν φησι· ὄρνιθες δέ τε πολλοὶ ὑπαὐγὰς ἠελίοιο. καὶ ἀλλαχόθι θηλυκῶς ὄρνιθι λιγυρῇ. καί· ὡς δὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακἐπεί κε λάβῃσι, κακῶς δὲ τὲ οἱ πέλει αὐτῇ. Μένανδρος δἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως· ‘ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετἔξω,’ φησί, ‘τὰς ὄρνιθας ἀφἡμῶν;’ καὶ πάλιν αὕτη ποτἐξεσόβησε τὰς ὄρνις μόλις. ὀρνίθια δεἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως· τἄλλα πάντ᾽ ὀρνίθια. ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα, αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι· ὄρνιθα φοινικόπτερον. καὶ πάλιν ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν. καὶ Σοφοκλῆς Ἀντηνορίδαις · ὄρνιθα καὶ κήρυκα καὶ διάκονον. Αἰσχύλος Καβείροις· ὄρνιθα δοὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ. Ξενοφῶν δἐν δευτέρῳ Παιδείας· ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι. Μένανδρος Διδύμαις, ὄρνεις φέρων ἐλήλυθα. καὶ ἑξῆς ὄρνιθας ἀποστέλλει φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον ἀλλὰ καὶ Ἀλκμάν πού φησι· λῦσαν δἄπρακτα νεάνιδες ὥστὄρνις ἱέρακος ὑπερπταμένω. καὶ Εὔπολις ἐν Δήμοις· οὐ δεινὸν οὖν κριοὺς ἔμἐκγεννᾶν τέκνα ὄρνις θὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;
§16 τὸν δἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. Κρατῖνος Νεμέσει· Λήδα, σὸν ἔργον δεῖ σὅπως εὐσχήμονος ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους, ἐπὶ τῷδἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν ἡμῖν τι καὶ θαυμαστὸν ἐκτοῦδ᾽ ὄρνεον. Στράττις Ψυχασταῖς· αἱ δἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε καὶ τὰ μίκρὀρνίθια. Ἀναξανδρίδης Τηρεῖ· ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦσἄσμενοι. ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας γράφων ὧδε· Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾄσματος, ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ, πικρὸς δὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας· ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί, καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας. λέγεται δεἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ, καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως ἄχθομαι δἀπολωλεκὼς ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα. καὶ Ἀριστοφάνης Δαιδάλῳ· ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών, καὶ πάλιν πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι· νῦν δὲ πῶς με χρὴ καλεῖν;. ἀλεκτρύαιναν, τὸν δἕτερον ἀλέκτορα. λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδης ἱμερόφωνἀλέκτωρ ἔφη. Κρατῖνος Ὥραις· ὥσπερ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέκτωρ. εἴρηται δοὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ χ λέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦ ς τὴν εὐθεῖαν ἐκφέρει· ἁλιπόρφυρος εἴαρος ὄρνις. καὶ τὴν γενικήν οἶδα δὀρνίχων νόμως πάντων δέλφαξ.
§17 Ἐπίχαρμος τὸν ἄρρενα χοῖρον οὕτως καλεῖ ἐν Ὀδυσσεῖ αὐτομόλῳ · δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα οὐχ ἑκών καὶ ταῦτα δή με συμβολατεύειν ἔφα τοῖς Ἀχαιοῖσιν προδιδόμειν τὤμνυέ με τὸν δέλφακα. καὶ Ἀναξίλας δἐν Κίρκῃ καὶ ἀρσενικῶς εἴρηκε τὸν δέλφακα καὶ ἐπὶ τοῦ τελείου τέθεικε τοὔνομα εἰπών τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους. τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους λέοντας. ἐπὶ δὲ τῶν θηλειῶν τοὔνομα τάττει Ἀριστοφάνης Ταγηνισταῖς δέλφακος ὀπωρινῆς ἠτριαῖον. καὶ ἐν Ἀχαρνεῦσιν· νέα γάρ ἐστιν ἀλλὰ δελφακουμένα ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν, ἀλλαἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά. καὶ Εὔπολις ἐν Χρυσῷ γένει, καὶ Ἱππῶναξ δἔφη ὡς Ἐφεσίη δέλφαξ. κυρίως δαἱ θήλειαι οὕτως λεχθεῖεν ἂν ἅτε δελφύας ἔχουσαι· οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις· ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις. Ἀριστοφάνης δ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν φησι· τῶν δὲ συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δἁπαλὰ καὶ ἔνικμα χοῖροι, ἔνθεν τὸ Ὁμηρικὸν σαφὲς γίνεται· τά τε δμώεσσι πάρεστι χοίρε᾽, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. Πλάτων δ κωμῳδιοποιὸς ἐν Ποιητῇ ἀρρενικῶς ἔφη τὸν δέλφακα ἀπῆγε σιγῇ. ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων, τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἄτοκον διὸ τὰ ἤδη τέλεια ἤσθιον ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι, καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν Φιλόχορος, νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζῴων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι. χοῖρον δοἱ Ἴωνες καλοῦσι τὴν θήλειαν, ὡς Ἱππῶναξ· σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου. καὶ Σοφοκλῆς Ἐπιταιναρίοις· τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρον ὥστε δεσμίαν. Πτολεμαῖος δ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν ἀπομνημονευμάτων εἰς Ἄσσον, φησίν, ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ᾽, αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας. Αἰσχύλος δέ φησιν ἐγὼ δὲ χοῖρον καὶ μάλεὐθηλούμενον τόνδἐν ῥοθοῦντι κριβάνῳ θήσω. τί γὰρ ὄψον γένοιτἂν ἀνδρὶ τοῦδε βέλτερον; καὶ πάλιν λευκός· τί δοὐχί; καὶ καλῶς ἠφευμένος χοῖρος. ἕψου, μηδὲ λυπηθῇς πυρί. καὶ ἔτι· θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑὸς πολλά μἐν δόμοισιν εἴργασται κακά, δονοῦσα καὶ τρέπουσα τύρβἄνω κάτω. ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου.
§18 περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ Κρησὶν Ἀγαθοκλῆς Βαβυλώνιος ἐν πρώτῳ περὶ Κυζίκου φησὶν οὕτως· μυθεύουσιν ἐν Κρήτῃ γενέσθαι τὴν Διὸς τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν καὶ ἀπόρρητος γίνεται θυσία, λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παριοῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται καὶ οὐκ ἄν, φησί, τῶν κρεῶν δαίσαιντο. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑί, καὶ αὕτη προτελὴς αὐτοῖς θυσία νενόμισται. τὰ παραπλήσια ἱστορεῖ καὶ Νεάνθης Κυζικηνὸς ἐν δευτέρῳ περὶ τελετῆς, πεταλίδων συῶν μνημονεύει Ἀχαιὸς Ἐρετριεὺς ἐν Αἴθωνι σατυρικῷ λέγων οὕτως, πεταλίδων δέ τοι συῶν μορφαῖς ταῖσδε πόλλἐπάιον. πεταλίδας δαὐτὰς εἴρηκε μεταφέρων ἀπὸ τῶν μόσχων οὗτοι γὰρ πέτηλοι λέγονται ἀπὸ τῶν κεράτων ὅταν αὐτὰ ἐκπέταλα ἔχωσι. παραπλησίως δὲ τῷ Ἀχαιῷ καὶ Ἐρατοσθένης ἐν Ἀντερινύι τοὺς σύας λαρινοὺς προσηγόρευσε μεταγαγὼν καὶ αὐτὸς ἀπὸ τῶν λαρινῶν βοῶν οἳ οὕτως ἐκλήθησαν ἤτοι ἀπὸ τοῦ λαρινεύεσθαι ʽὅπερ ἐστὶ σιτίζεσθαι. σώφρων βόες δὲ λαρινεύονται ʼ ἀπό τινος κώμης Ἠπειρωτικῆς Λαρίνης ἀπὸ τοῦ βουκολοῦντος αὐτάς Λαρῖνος δοὗτος ἐκαλεῖτο.
§19.1 εἰσαχθέντος δὲ ἡμῖν ποτε καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡς ἂν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ πάντων θαυμαζόντων τοῦ μαγείρου τὴν σοφίαν, μέγα φρονῶν ἐκεῖνος ἐπὶ τῇ τέχνῃ ἔφη· ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο πῶς αὐτοῦ γαστήρ πεπλήρωται παντοίων ἀγαθῶν, καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει καὶ ἄλλα ὀρνίθια ὑπογαστρίων τε μέρη χοιρείων καὶ μήτρας τόμους καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, ἔτι δὲ ὀρνίθων γαστέρες αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέες καὶ τὰ ἐκ τῶν σαρκῶν εἰς λεπτὰ κατακνιζόμενα καὶ μετὰ πεπερίδων συμπλαττόμενα ἰσίκια γὰρ ὀνομάζειν αἰδοῦμαι τὸν Οὐλπιανόν, καίπερ αὐτὸν εἰδὼς ἡδέως αὐτοῖς χρώμενον. πλὴν ἐμός γε συγγραφεὺς Πάξαμος τῶν ἰσικίων μέμνηται, καὶ οὔ μοι φροντὶς Ἀττικῶν χρήσεων, ὑμεῖς οὖν ἐπιδείξατε πῶς τε χοῖρος ἐσφάγη καὶ πῶς ἐξ ἡμισείας μέν ἐστιν ὀπτός, ἑφθὸς δὲ κατὰ θάτερα. ἔτοὖν ἡμῶν ἀναζητούντων μάγειρος ἔφη· ἀλλ νομίζετέ με ἔλαττον πεπαιδεῦσθαι τῶν ἀρχαίων ἐκείνων μαγείρων περὶ ὧν οἱ κωμῳδιοποιοὶ λέγουσι; Ποσείδιππος μὲν ἐν Χορευούσαις· μάγειρος δἐστὶν λέγων πρὸς τοὺς μαθητὰς τάδε·
§19.2–24.2
§19.2 ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο πῶς αὐτοῦ γαστήρ πεπλήρωται παντοίων ἀγαθῶν, καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει καὶ ἄλλα ὀρνίθια ὑπογαστρίων τε μέρη χοιρείων καὶ μήτρας τόμους καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, ἔτι δὲ ὀρνίθων γαστέρες αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέες καὶ τὰ ἐκ τῶν σαρκῶν εἰς λεπτὰ κατακνιζόμενα καὶ μετὰ πεπερίδων συμπλαττόμενα ἰσίκια γὰρ ὀνομάζειν αἰδοῦμαι τὸν Οὐλπιανόν, καίπερ αὐτὸν εἰδὼς ἡδέως αὐτοῖς χρώμενον. πλὴν ἐμός γε συγγραφεὺς Πάξαμος τῶν ἰσικίων μέμνηται, καὶ οὔ μοι φροντὶς Ἀττικῶν χρήσεων, ὑμεῖς οὖν ἐπιδείξατε πῶς τε χοῖρος ἐσφάγη καὶ πῶς ἐξ ἡμισείας μέν ἐστιν ὀπτός, ἑφθὸς δὲ κατὰ θάτερα.
§19.3 ἀλλ νομίζετέ με ἔλαττον πεπαιδεῦσθαι τῶν ἀρχαίων ἐκείνων μαγείρων περὶ ὧν οἱ κωμῳδιοποιοὶ λέγουσι; Ποσείδιππος μὲν ἐν Χορευούσαις· μάγειρος δἐστὶν λέγων πρὸς τοὺς μαθητὰς τάδε·
§20.1 μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος ὑπὲρ τέχνης λαλεῖν τι· τῶν ἡδυσμάτων πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ ἀλαζονεία· τὸ καθὅλου δὲ τῶν τεχνῶν ὄψει σχεδόν τι τοῦθἡγούμενον. ξεναγὸς οὗτος ὅστις ἂν θώρακἔχῃ φολιδωτὸν δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως· ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς. μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας λιμοὺς καλῶν · ἔπτηξἕκαστος εὐθύς, ἂν δἀληθινὸν σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει. ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου, καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων, ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας τοῦτἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα, διακονοῦμεν νῦν γάμους· τὸ θῦμα βοῦς· διδοὺς ἐπιφανὴς, ἐπιφανὴς λαμβάνων τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ, κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή· ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς, μέμνησο καὶ σὺ τοῦτο. καὶ περὶ ἑτέρου δὲ μαγείρου ὄνομα δἐστὶ Σεύθης αὐτός φησιν ποιητὴς οὕτως· ἰδιώτης μέγας αὐτοῖς Σεύθης; οἶσθας, βέλτισθ᾽, ὅτι ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ; οἱ πολέμιοι πάρεισιν βαθὺς τῇ φύσει στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμἐδέξατο. πολέμιός ἐστι πᾶς συμπίνων ὄχλος. κινεῖ γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν ἐκ πεντεκαίδεχἡμερῶν προηλπικὼς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος τηρῶν πότἐπὶ τὰς χεῖρας οἴσει τις. νόει ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.
§20.2 μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος ὑπὲρ τέχνης λαλεῖν τι· τῶν ἡδυσμάτων πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ ἀλαζονεία· τὸ καθὅλου δὲ τῶν τεχνῶν ὄψει σχεδόν τι τοῦθἡγούμενον. ξεναγὸς οὗτος ὅστις ἂν θώρακἔχῃ φολιδωτὸν δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως· ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς. μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας λιμοὺς καλῶν · ἔπτηξἕκαστος εὐθύς, ἂν δἀληθινὸν σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει. ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου, καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων, ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας τοῦτἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα, διακονοῦμεν νῦν γάμους· τὸ θῦμα βοῦς· διδοὺς ἐπιφανὴς, ἐπιφανὴς λαμβάνων τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ, κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή· ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς, μέμνησο καὶ σὺ τοῦτο. καὶ περὶ ἑτέρου δὲ μαγείρου ὄνομα δἐστὶ Σεύθης αὐτός φησιν ποιητὴς οὕτως· ἰδιώτης μέγας αὐτοῖς Σεύθης; οἶσθας, βέλτισθ᾽, ὅτι ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ; οἱ πολέμιοι πάρεισιν βαθὺς τῇ φύσει στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμἐδέξατο. πολέμιός ἐστι πᾶς συμπίνων ὄχλος. κινεῖ γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν ἐκ πεντεκαίδεχἡμερῶν προηλπικὼς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος τηρῶν πότἐπὶ τὰς χεῖρας οἴσει τις. νόει ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.
§21.1 δἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ· ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς, οὐκ ἔστι παίζειν οὐδ μεμάθηκας ποιεῖν. ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλἦσαν κενοί· ἐγκέφαλος· ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν, Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦταἰσθάνῃ, ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. καιρὸς εὐκτός ὠφελοῦ. φιλάργυρος γέρων, μισθὸς μικρός· εἴ σε λήψομαι νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. εἴσω πάραγε· καὶ γὰρ αὐτὸς οὑτοσὶ προσέρχεθ γέρων, ὡς δὲ καὶ γλίσχρον βλέπει.
§21.2 δἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ· ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς, οὐκ ἔστι παίζειν οὐδ μεμάθηκας ποιεῖν. ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλἦσαν κενοί· ἐγκέφαλος· ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν, Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦταἰσθάνῃ, ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. καιρὸς εὐκτός ὠφελοῦ. φιλάργυρος γέρων, μισθὸς μικρός· εἴ σε λήψομαι νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. εἴσω πάραγε· καὶ γὰρ αὐτὸς οὑτοσὶ προσέρχεθ γέρων, ὡς δὲ καὶ γλίσχρον βλέπει.
§22.1 μέγας δὲ ἐστι σοφιστὴς καὶ οὐδὲν ἥττων τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε· οὐ παντελῶς εὐκαταφρόνητος τέχνη, ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε, ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐδὲν εἰδότες· ὑπὸ τῶν τοιούτων τέχνη λυμαίνεται, ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν, ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμεἰσηγμένον καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα ἅπαντἐφεξῆς εἰδόθ᾽, ἕτερόν σοι τυχὸν φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι· ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης ἐγώ τε· τοῖς λοιποῖς δὲ προσπέρδου. δή. τί φής; α. ἐγώ; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν τὸ Σίκωνος· οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν. ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν ἔπειτα μετὰ ταῦτεὐθὺς ἀρχιτεκτονεῖν. περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους· ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά, πρὸ τῆς τέχνης ἔσπευδε ταῦθἡμᾶς μαθεῖν. δή. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε; α. οὔκ, ἀλλἐν ὅσῳ προσέρχετἐξ ἀγορᾶς παῖς μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος, ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον. δή. Ἄπολλον, ἐργῶδὲς γ᾽. α. ἄκουσον, ὦγαθέ· δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν ἐπάνεισι κἀν ποίοισίν ἐστι ζῳδίοις. τὰ γὰρ ὄψα πάντα καὶ τὰ βρώματα σχεδὸν ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως ἑτέραν ἐν ἑτέροις λαμβάνει τὴν ἡδονήν. μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν τούτων ἑκάστοις ὡς προσήκει χρήσεται, δἀγνοῶν ταῦτεἰκότως τυντλάζεται. πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται. δὴ , ἐγὼ δἐθαύμασ᾽; α. ἀλλὅμως ἐγὼ φράσω τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς λαβεῖν· ὅσον δεῖ καὶ τὸ πνεῦμἰδεῖν πόθεν ἐστίν, μεγάλην χρείαν τινεἰς τὸ πρᾶγμἔχει. καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν εἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα, τί οὖν; ἔτι σοι δίειμι τὰ στρατηγικὰ ἔχω γε τὸν μάγειρον. τάξις σοφὸν ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ, ἐν τῇ καθἡμᾶς δὥσπερ ἡγεῖται σχεδόν. τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν, πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην, καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότε εὔκαιρον αὐτοῖς ἐστι τῶν ὄψων τὰ μὲν θερμὰ παραθεῖναι, τὰ δἐπανέντα, τὰ δὲ μέσως, τὰ δὅλως ἀποψύξαντα, ταῦτα πάντα δὴ ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται μαθήμασιν. δή. πεισθέντι παραδείξας ἐμοὶ τὰ δέοντἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.
§22.2 μέγας δὲ ἐστι σοφιστὴς καὶ οὐδὲν ἥττων τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε· οὐ παντελῶς εὐκαταφρόνητος τέχνη, ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε, ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐδὲν εἰδότες· ὑπὸ τῶν τοιούτων τέχνη λυμαίνεται, ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν, ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμεἰσηγμένον καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα ἅπαντἐφεξῆς εἰδόθ᾽, ἕτερόν σοι τυχὸν φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι· ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης ἐγώ τε· τοῖς λοιποῖς δὲ προσπέρδου. δή. τί φής; α. ἐγώ; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν τὸ Σίκωνος· οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν. ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν ἔπειτα μετὰ ταῦτεὐθὺς ἀρχιτεκτονεῖν. περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους· ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά, πρὸ τῆς τέχνης ἔσπευδε ταῦθἡμᾶς μαθεῖν. δή. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε; α. οὔκ, ἀλλἐν ὅσῳ προσέρχετἐξ ἀγορᾶς παῖς μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος, ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον. δή. Ἄπολλον, ἐργῶδὲς γ᾽. α. ἄκουσον, ὦγαθέ· δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν ἐπάνεισι κἀν ποίοισίν ἐστι ζῳδίοις. τὰ γὰρ ὄψα πάντα καὶ τὰ βρώματα σχεδὸν ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως ἑτέραν ἐν ἑτέροις λαμβάνει τὴν ἡδονήν. μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν τούτων ἑκάστοις ὡς προσήκει χρήσεται, δἀγνοῶν ταῦτεἰκότως τυντλάζεται. πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται. δὴ , ἐγὼ δἐθαύμασ᾽; α. ἀλλὅμως ἐγὼ φράσω τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς λαβεῖν· ὅσον δεῖ καὶ τὸ πνεῦμἰδεῖν πόθεν ἐστίν, μεγάλην χρείαν τινεἰς τὸ πρᾶγμἔχει. καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν εἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα, τί οὖν; ἔτι σοι δίειμι τὰ στρατηγικὰ ἔχω γε τὸν μάγειρον. τάξις σοφὸν ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ, ἐν τῇ καθἡμᾶς δὥσπερ ἡγεῖται σχεδόν. τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν, πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην, καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότε εὔκαιρον αὐτοῖς ἐστι τῶν ὄψων τὰ μὲν θερμὰ παραθεῖναι, τὰ δἐπανέντα, τὰ δὲ μέσως, τὰ δὅλως ἀποψύξαντα, ταῦτα πάντα δὴ ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται μαθήμασιν. δή. πεισθέντι παραδείξας ἐμοὶ τὰ δέοντἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.
§23.1 καὶ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε· οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι οὐχ ἁρχιτέκτων· κύριος τῆς ἡδονῆς μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς; β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν. α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον δεῖ τοὔψον, ἄλλο δοὐδέν. ἂν μὲν οὖν τύχῃ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην ἂν δὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστ προοπτήσαντα χλιαίνειν πάλιν, μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. α. ἑστήκαθὑμεῖς· κάεται δἐμοὶ τὸ πῦρ· ἤδη πυκνοὶ δᾄττουσιν Ἡφαίστου κύνες κούφως πρὸς αἴθραν, οἷς τό γίνεσθαί θἅμα καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.
§23.2 καὶ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε· οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι οὐχ ἁρχιτέκτων· κύριος τῆς ἡδονῆς μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς; β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν. α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον δεῖ τοὔψον, ἄλλο δοὐδέν. ἂν μὲν οὖν τύχῃ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην ἂν δὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστ προοπτήσαντα χλιαίνειν πάλιν, μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. α. ἑστήκαθὑμεῖς· κάεται δἐμοὶ τὸ πῦρ· ἤδη πυκνοὶ δᾄττουσιν Ἡφαίστου κύνες κούφως πρὸς αἴθραν, οἷς τό γίνεσθαί θἅμα καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.
§24.1 εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταὶ δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμἂν καλεῖν ἀναμένων τὴν ὑμετέραν τῶν αἰσθητηρίων κρίσιν ἐν τοῖς Ἀδελφοῖς τῷ δράματι ποιήσας τινὰ μάγειρον πολυμαθῆ καὶ εὐπαίδευτον μνημονεύοντά τε τῶν πρὸ αὑτοῦ τεχνιτῶν καὶ τίνα ἕκαστος εἶχεν ἰδίαν ἀρετὴν καὶ ἐν τίνι ἐπλεονέκτει, ὅμως οὐδενὸς ἐμνήσθη τοιούτου ὧν ἐγὼ ὑμῖν πολλάκις τυγχάνω παρασκευάζων. λέγει δοὖν οὕτως· πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος. Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως, Νηρεὺς δ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς, θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης, ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ, ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν, ἀπὸ συμβολῶν συνάγουσιν Ἀριστίων σπάρους. οὗτοι μετἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί. ἐγὼ δὁρῶν τὰ πολλὰ προκατειλημμένα εὗρον τὸ κλέπτειν πρῶτος ὥστε μηδένα μισεῖν με διὰ τοῦτ᾽, ἀλλὰ πάντας λαμβάνειν. ὑπἐμοῦ δὁρῶν σὺ τοῦτο προκατειλημμένον ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτἐστὶ σόν. πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες, λεπτὸν ἔριφον καὶ μικρόν, οὐκ ἦν ἐκφορὰ λύκῳ κρεῶν τότοὐδὲ τῷ διδασκάλῳ. ἑτέρους πορίσασθαι δύἐρίφους ἠνάγκασας· τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων· καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν. πολὺν ἐποίησας θόρυβον οὐκ ἔχει νεφρόν ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ, ἔθυσαν ἕτερον, τοῦ δὲ δευτέρου πάλιν τὴν καρδίαν εἶδόν σε καταπίνοντἐγώ. πάλαι μέγας εἶ, γίνωσκε· τοῦ γὰρ μὴ χανεῖν λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην, χορδῆς ὀβελίσκους ἠρέμα ζυγουμένους δύἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην ἐκεῖνο δρᾶμα, τοῦτο δἐστὶ παίγνιον. μὴ
§24.2 εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταὶ δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμἂν καλεῖν ἀναμένων τὴν ὑμετέραν τῶν αἰσθητηρίων κρίσιν ἐν τοῖς Ἀδελφοῖς τῷ δράματι ποιήσας τινὰ μάγειρον πολυμαθῆ καὶ εὐπαίδευτον μνημονεύοντά τε τῶν πρὸ αὑτοῦ τεχνιτῶν καὶ τίνα ἕκαστος εἶχεν ἰδίαν ἀρετὴν καὶ ἐν τίνι ἐπλεονέκτει, ὅμως οὐδενὸς ἐμνήσθη τοιούτου ὧν ἐγὼ ὑμῖν πολλάκις τυγχάνω παρασκευάζων. λέγει δοὖν οὕτως· πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος. Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως, Νηρεὺς δ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς, θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης, ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ, ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν, ἀπὸ συμβολῶν συνάγουσιν Ἀριστίων σπάρους. οὗτοι μετἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί. ἐγὼ δὁρῶν τὰ πολλὰ προκατειλημμένα εὗρον τὸ κλέπτειν πρῶτος ὥστε μηδένα μισεῖν με διὰ τοῦτ᾽, ἀλλὰ πάντας λαμβάνειν. ὑπἐμοῦ δὁρῶν σὺ τοῦτο προκατειλημμένον ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτἐστὶ σόν. πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες, λεπτὸν ἔριφον καὶ μικρόν, οὐκ ἦν ἐκφορὰ λύκῳ κρεῶν τότοὐδὲ τῷ διδασκάλῳ. ἑτέρους πορίσασθαι δύἐρίφους ἠνάγκασας· τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων· καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν. πολὺν ἐποίησας θόρυβον οὐκ ἔχει νεφρόν ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ, ἔθυσαν ἕτερον, τοῦ δὲ δευτέρου πάλιν τὴν καρδίαν εἶδόν σε καταπίνοντἐγώ. πάλαι μέγας εἶ, γίνωσκε· τοῦ γὰρ μὴ χανεῖν λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην, χορδῆς ὀβελίσκους ἠρέμα ζυγουμένους δύἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην ἐκεῖνο δρᾶμα, τοῦτο δἐστὶ παίγνιον. μὴ
§25.1–34
§25.1 τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου, πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν αὐτὸς δἐστὶν ἄσφακτος; δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν, οὐκ ἐρῶ, φησί, τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας. ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ Οὐλπιανὸς ἔφη· μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. τὰ γὰρ γεύματα ἐγὼ οἶδα μόνος. καὶ Μάγνος ἔφη· Ἀριστοφάνης ἐν Προάγωνι· τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια; σώφρων δἐν γυναικείοις κατὰ τὸ κοινότερον κέχρηται λέγων παράφερε, Κοικόα, τὸν σκύφον μεστόν καὶ Πλάτων δἐν Λάκωσιν ἔφη· πάσας παραφερέτω Ἄλεξις Παμφίλῃ· παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἁμάξας περὶ δὲ τῶν γευμάτων σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν παρΕὐπόλιδι ἐν Αἰξί· τοῦδε νῦν γεῦσαι λαβών. καὶ Οὐλπιανὸς ἔφιππος, ἔφη, ἐν Πελταστῇ ᾽ἔνθὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων Ἀντιφάνης δἐν Διδύμοις· οἰνογευστεῖ , περιπατεῖ ἐν τοῖς στεφάνοις.
§25.2 τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου, πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν αὐτὸς δἐστὶν ἄσφακτος;
§25.3 τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας.
§25.4 μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. τὰ γὰρ γεύματα ἐγὼ οἶδα μόνος.
§25.5 Ἀριστοφάνης ἐν Προάγωνι· τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια; σώφρων δἐν γυναικείοις κατὰ τὸ κοινότερον κέχρηται λέγων παράφερε, Κοικόα, τὸν σκύφον μεστόν καὶ Πλάτων δἐν Λάκωσιν ἔφη· πάσας παραφερέτω Ἄλεξις Παμφίλῃ· παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἁμάξας περὶ δὲ τῶν γευμάτων σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν παρΕὐπόλιδι ἐν Αἰξί· τοῦδε νῦν γεῦσαι λαβών.
§25.6 ἐν Πελταστῇ ᾽ἔνθὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων Ἀντιφάνης δἐν Διδύμοις· οἰνογευστεῖ , περιπατεῖ ἐν τοῖς στεφάνοις.
§26.1 ἐπὶ τούτοις μάγειρος ἔφη· λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν, ἀλλεὕρεσιν ἐμὴν ἵνα μὴ αὐλητὴς πληγὰς λάβῃ· γὰρ Εὔβουλος ἐν Λάκωσιν Λήδᾳ ἔφη· ἀλλἠκούσαμεν καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθὡς ὅσἂν μάγειρος ἐξαμάρτῃ, τύπτεται, ὥς φασιν, αὑλητὴς παρὑμῖν. Φιλύλλιὸς τε ποιήσας τὰς Πόλεις φησίν τι ἂν τύχῃ μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν πληγάς περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν, καὶ ἐπέδειξεν. ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως εἴρηται γὰρ καὶ ἐξαίρεσις, στωμυλῆθραι δαιταλεῖς διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς· ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών ταὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα.
§26.2 λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν, ἀλλεὕρεσιν ἐμὴν ἵνα μὴ αὐλητὴς πληγὰς λάβῃ· γὰρ Εὔβουλος ἐν Λάκωσιν Λήδᾳ ἔφη· ἀλλἠκούσαμεν καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθὡς ὅσἂν μάγειρος ἐξαμάρτῃ, τύπτεται, ὥς φασιν, αὑλητὴς παρὑμῖν. Φιλύλλιὸς τε ποιήσας τὰς Πόλεις φησίν τι ἂν τύχῃ μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν πληγάς περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν,
§26.3 ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως εἴρηται γὰρ καὶ ἐξαίρεσις, στωμυλῆθραι δαιταλεῖς διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς· ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών ταὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα.
§27.1 τὴν δἐξαίρεσιν, καλέ μου Οὐλπιανέ, Διονύσιος κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν σοφὸν γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων, φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ. νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σἐγώ. εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε· ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε. τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον. ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά. κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτἐστὶ σὸν ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ᾽, ἐμόν. ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθὅσα οὔτἀριθμὸν οὔτε ἔλεγχον ἐφἑαυτῶν ἔχει, περικόμματος δὲ τάξιν θέσιν φέρει, εἰς αὔριον σὲ κἀμὲ ταῦτεὐφρανάτω λαφυροπώλῃ παντάπασι μεταδίδου, τὴν πάροδον ἵνἔχῃς τῶν θυρῶν εὐνουστέραν τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα; ἐμὸς εἶ μαθητής, σὸς δἐγὼ διδάσκαλος, μέμνησο τῶνδε καὶ βάδιζε δεῦρἅμα.
§27.2 τὴν δἐξαίρεσιν, καλέ μου Οὐλπιανέ, Διονύσιος κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν σοφὸν γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων, φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ. νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σἐγώ. εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε· ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε. τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον. ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά. κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτἐστὶ σὸν ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ᾽, ἐμόν. ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθὅσα οὔτἀριθμὸν οὔτε ἔλεγχον ἐφἑαυτῶν ἔχει, περικόμματος δὲ τάξιν θέσιν φέρει, εἰς αὔριον σὲ κἀμὲ ταῦτεὐφρανάτω λαφυροπώλῃ παντάπασι μεταδίδου, τὴν πάροδον ἵνἔχῃς τῶν θυρῶν εὐνουστέραν τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα; ἐμὸς εἶ μαθητής, σὸς δἐγὼ διδάσκαλος, μέμνησο τῶνδε καὶ βάδιζε δεῦρἅμα.
§28 πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος καὶ πόσῳ κάλλιον, ἔφη, τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν εἷς, δύο, τρεῖς· δὲ δή τέταρτος ἡμῖν, φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δἑστιατόρων; ἔπειτἄλλος ἀπεκρίνατο ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, Σώκρατες. διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον ὁσημέραι, καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρἐκείνῳ ἑστιάσεις, οἱ δὲ ἡμέτεροι οὗτοι ἅμα ἴσως ταῦτἐκμανθάνοντες οὐκ ὀλίγην ὑμῖν θυμηδίαν παρέχουσιν. καὶ παῖς ἐπὶ τῇ μαγειρικῇ σοφίᾳ ἐπαινεθεὶς τί τοιοῦτον εὑρήκασιν, ἔφη, εἰρήκασιν οἱ πρὸ ἐμοῦ; ἐπὶ μετρίους ἐμαυτὸν ἄγω οὐ μεγαλαυχούμενος ἐπἐμαυτῷ; καίτοι καὶ πρῶτος τῶν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησαμένων Κόροιβος Ἠλεῖος μάγειρος ἦν καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς παρὰ Στράτωνι μάγειρος ἐν τῷ Φοινικίδῃ, περὶ οὗ τοιαῦτα λέγει μεμισθωμένος·
§29 σφίγγἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς ὅσἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ, εὐθὺς μἐπηρώτησε προσβλέψας μέγα πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς. τοὺς δέ μέροπας τούτους με γινώσκειν δοκεῖς; οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. οὐδἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως; οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, δεῖν᾽, δεῖνα· κατὄνομἀνελογιζόμην οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. τί λέγεις; οὐδὲ εἷς; σφόδρἠγανάκτησὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. σῦν ἄρα θύεις ἐρυσίχθον᾽; οὔκ, ἔφην ἐγώ. ‘βοῦν δεὐρυμέτωπον;’ οὐ θύω βοῦν, ἄθλιε. ‘μῆλα θυσιάζεις ἆρα;’ μὰ Δί᾽ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ‘οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα;’ μῆλα πρόβατ᾽; οὐ μανθάνω· οὐκ οἶδα τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽; ὥσθἁπλῶς μοι διαλέγου. ‘Ὅμηρος, οὐκ οἶσθ᾽, ἔλεγε ταῦτα;’ καὶ μάλα ἐξῆν βούλοιτ᾽, μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; κατἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπὰ μοι Ὁμηρικῶς γὰρ διανοεῖ μἀπολλύναι; ᾽οὕτω λαλεῖν εἴωθα. μὴ τοίνυν λάλει οὕτω παρἔμοιγὤν. ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω φησί, τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο. τοῦτο δ᾽· ἐστὶ τί; κριθαί. τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; πηγὸς πάρεστι; πηγός; οὐχὶ λαικάσει, ἐρεῖς σαφέστερὸν θ βούλει μοι λέγειν; · ἀτάσθαλὸς γεἶ, πρέσβυ, φησ’ ʽ ἅλας φέρε τοῦτἔστι πηγός; ἀλλὰ δεῖξον χέρνιβα. παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα τοιαῦθ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν, μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με τῶν τοῦ Φιλίτα λαμβάνοντα βιβλίων σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων, πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν ἀνθρωπίνως λαλεῖν τε. τὸν δοὐκ ἂν ταχὺ ἔπεισεν Πειθὼ μὰ τὴν Γῆν οἶδὅτι.
§30 περίεργον δἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα, λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι γόνυ κνήμης ἔγγιον καὶ περιῆλθον Ἀσίαν καὶ Εὐρώπην. ἐπιτιμῶντας δὲ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δαὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε· ἧψε, μοὐδόκει, πνικτόν τι ὄψον δελφάκειον. γλ. ἡδύ γε. α. ἔπειτα προσκέκαυκε. γλ. μηδὲν φροντίσῃς· ἰάσιμον γὰρ τὸ πάθος ἐστί. α. τῷ τρόπῳ; γλ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τινἐγχέας ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσἔτι ἕλξει διαὑτῆς νοτίδα καὶ ζυμουμένη ὥσπερ κίσηρις λήψεται διεξόδους σομφάς, διὧν τὴν ὑγρασίαν ἐκδέξεται τὰ κρεᾴδιἔσται τοὐκ ἀπεξηραμμένα, ἔγχυλα δἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν. α. Ἄπολλον, ὡς ἰατρικῶς, Γλαυκία, ταυτὶ ποιήσω. γλ. καὶ παρατίθει γαὐτά, παῖ, ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα. ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται ταῖς ῥισίν, ἀλλἄνω μάλεἶσι καταφυγών. α. πολλῷ γἀμείνων, ὡς ἔοικας, ἦσθἄρα λογογράφος μάγειρος, λέγεις οὐ λέγεις· τέχνην δὀνειδίζεις.
§31.1 καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καὶ τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε· οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν ἱεροπρεπής πώς ἐστιν ἡμῶν τέχνη. ἐγὼ δὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον παρατίθημὁλοσχερῆ ἄρνἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα, δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.
§32 χήν. περιενεχθέντων δὲ τούτων καὶ ἄλλων ὀρνίθων περιττῶς ἐσκευασμένων ἔφη τις οἱ χῆνες σιτευτοί. καὶ Οὐλπιανὸς δὲ σιτευτὸς χὴν παρὰ τίνι; πρὸς ὃν Πλούταρχος· Θεόπομπος μὲν ἔφη Χῖος ἐν ταῖς Ἑλληνικαῖς κἀν τῇ τρισκαιδεκάτῃ δὲ τῶν Φιλιππικῶν Ἀγησιλάῳ τῷ Λάκωνι εἰς Αἴγυπτον ἀφικομένῳ πέμψαι τοὺς Αἰγυπτίους χῆνας καὶ μόσχους σιτευτούς· καὶ Ἐπιγένης δ κωμῳδιοποιὸς ἐν Βάκχαις φησίν ἀλλεἴ τις ὥσπερ χῆνἀνέτρεφέ μοι λαβὼν σιτευτόν. καὶ Ἀρχέστρατος ἐν τῷ πολυθρυλήτῳ ποιήματι καὶ σιτευτὸν χηνὸς ὁμοῦ σκεύαζε νεοττόν, ὀπτὸν ἁπλῶς καὶ τόνδε, σὺ δὲ ἡμῖν, Οὐλπιανέ, δίκαιος εἶ λέγειν, περὶ πάντων πάντας ἀπαιτῶν, ποῦ μνήμης ἠξίωται παρὰ τοῖς ἀρχαίοις τὰ πολυτελῆ ταῦτα τῶν χηνῶν ἥπατα, ὅτι γὰρ χηνοβοσκοὺς οἴδασι μάρτυς Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ λέγων χηνοβοσκοί, βουκόλοι Ὅμηρος δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς εἴρηκεν· αἰετὸς ἀργὴν χῆνα φέρων καί· ὣς ὅδε χῆνἥρπαξἀτιταλλομένην ἐνὶ οἴκῳ. καί· χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ἐξ ὕδατος, χηνείων δὲ ἡπάτων περισπούδαστα δὲ ταῦτα κατὰ τὴν ʽ Ῥώμην μνημονεύει Εὔβουλος ἐν Στεφανοπώλισι λέγων οὕτως· εἰ μὴ σὺ χηνὸς ἧπαρ ψυχὴν ἔχεις.
§33 ἦσαν δὲ καὶ ἡμίκραιραι πολλαὶ δελφάκων, μνημονεύει δαὐτῶν Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ· εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος. ταύτης μὰ τὸν Δί᾽ οὐχὶ κατέλιπον δἐγὼ οὐδέν. μετὰ δὲ ταῦτα καλούμενος κρεωκάκκαβος. κρέα δἐστὶ ταῦτα συγκεκομμένα μεθαἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. λέγειν δὲ οὕτως Ἀριστοφάνης φησὶν γραμματικὸς Ἀχαιούς, Μυρτίλος ἔφη. Ἀντικλείδης δ᾽ ἐν ηΝόστων ἐν δείπνῳ, φησίν, μελλόντων Χίων ὑπἘρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις, φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν. ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως · καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει· ἔπειτἐπὶ τούτοις πᾶσιν ἧκὄρχεις φέρων πολλούς, τὰ μὲν οὖν γύναια τἄλλἠκκίζετο, δἀνδροφόνος Γνάθαιν᾽ ἀναγελάσασ᾽ ἅμα· ‘καλοί γεφησίν, ‘οἱ νεφροί, νὴ τὴν φίλην Δήμητρα.’ καὶ δύ᾽ ἁρπάσασα κατέπιεν, ὥσθὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.
§34 εἰπόντος δὲ καὶ ἄλλου ἥδιστα γεγονέναι καὶ τὸν μετὰ ὀξυλιπάρου ἀλεκτρυόνα φιλεπιτιμητὴς Οὐλπιανὸς κατακείμενος μόνος, ὀλίγα δἐσθίων καὶ τηρῶν τοὺς λέγοντας ἔφη· ὀξυλίπαρον δὲ τί ἐστι; πλὴν εἰ μὴ καὶ κόττανα ἡμῖν, καὶ λέπιδιν, τὰ πάτριά μου νόμιμα βρώματα, ὀνομάζειν μέλλετε. καὶ ὃς Τιμοκλῆς, ἔφη, κωμικὸς ἐν Δακτυλίῳ μέμνηται τοῦ ὀξυλιπάρου λέγων οὕτως· γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται. ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως· ἀκρολίπαροι, τὸ δἄλλο σῶμὑπόξυλον. παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸς ποῦ κεῖται, ἔφη, ὀξάλμη; ὀψάριον γὰρ παροὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα. οἱ μὲν οὖν πολλοὶ μακρά χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος· ἀλλ᾽, ᾽γαθέ, δειπνῶμεν πρῶτον, κἄπειτά με πάντἐπερωτᾶν τι ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ᾽ ἐπιλήσμων. καὶ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ, ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ, ἔφη· Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων ἀνθὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους, φρύξας, ἑψήσας, κἀπἀνθρακιᾶς ὀπτήσας, εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτἐς σκοροδάλμην χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων ὑμῶν φαίνηται, κατατρώξομαι, στρατιῶται. καὶ Ἀριστοφάνης Σφηξὶν ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν.
§35–44
§35 ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ· ἤδη φαγών τι πώποθ᾽, οἷα γίνεται, ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι; β. ἔγωγε πέρυσι κάραβον φαγών. Φερεκράτης Αὐτομόλοις· τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν. . Φιλήμων Θησαυρῷ· οὔκ ἔστιν, ὄλεθρε, σε παραλογίσασθὧδἔχοντ᾽ ὀψάριἄχρηστα. Μένανδρος Καρχηδονίῳ· ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν, καὶ ἐν Ἐφεσίῳ · ἐπἀρίστῳ λαβὼν ὀψάριον. εἶτἐπιφέρει· τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων δραχμῶν ἐπώλει κωβιούς. Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ· ἐγὼ δἰὼν ὀψάριον ὑμῖν ἀγοράσω καὶ μετὀλίγα· σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν. τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους· εἰ μὴ παραμυθῇ μὀψαρίοις ἑκάστοτε, ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ἐν Παννυχίδι περιθεὶς μαγείρῳ τὸν λόγον φησὶν θερμοτέροις χαίροις σύ γἂν τοῖς ὀψαρίοις τὸ μέσον κατωτέρω; β. κατωτέρω; τί λέγεις σύ; α. ποδαπὸς οὑτοσὶ ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν ψυχρά σοι ἅπαντα παραθῶ; β. μηδαμῶς. α. ζέοντα δέ; β. Ἄπολλον. α. οὐκοῦν τὸ μέσον ἔστω; β. δηλαδή. α. τοῦθἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ . β. οὐκ οἴομοὐδἄλλοὐδὲν ὧν σὺ νῦν ποιεῖς. α. ἐγὼ δἐρῶ σοι· τοῖς γὰρ ἑστιωμένοις τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως. β. σὺ πρὸς θεῶν ἔθυσας οἶμαι τὸν ἔριφον μὴ κόπτἔμ᾽, ἀλλὰ τὰ κρέα. α. παῖδες, παράγετε· ὀπτάνιον ἔστιν; β. ἔστι. α. καὶ κάπνην ἔχει; β. δηλονότι. α. μή μοι δῆλον, ἀλλἔχει κάπνην; β. ἔχει. α. κακόν, εἰ τύφουσαν. β. ἀπολεῖ μ᾽· οὑτοσί. ταῦτὰ
§36 σοι παρἡμῶν τῶν ζώντων, ὀλβιογάστορ Οὐλπιανέ, ἀπεμνημόνευσα. καὶ σὺ γάρ, ὡς ἔοικε, μετἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε· πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν ἔμψυχον ἰχθῦς ἐπριάμην τεθνηκότας μεγάλους, κρεᾴδιἀρνὸς ἑφθὰ πίονος, οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; ναί, ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν δείξῃ τις φωνήν τι ψυχὴν ἔχον, ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον. ἐπὶ τούτοις οὖν ἔασον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἕως πρὸς σὲ διαλέγομαι, καὶ οἱ φασιανικοὶ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρὸν σου γλωσσαργίαν. ἀλλἢν ἐμοὶ εἴπῃς, ἔφη Οὐλπιανός, διδάσκαλε Μυρτίλε, ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλοὐκ ἐφἙλλήσποντον πλεύσας, ἀλλεἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.
§37 καὶ Μυρτίλος ἐπὶ ταύταις, ἔφη, ταῖς συνθήκαις λέγω. τοῦ μὲν ὀλβιογάστορος Ἄμφις μέμνηται ἐν Γυναικομανίᾳ οὑτωσὶ λέγων Εὐρύβατε κνισολοῖχε, οὐκ ἔσθὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ. φασιανικοῦ δὲ ὄρνιθος ἥδιστος Ἀριστοφάνης ἐν δράματι Ὄρνισιν. Ἀττικοὶ δεἰσὶ δύο πρεσβῦται ὑπὸ ἀπραγμοσύνης πόλιν ζητοῦντες ἐν κατοικήσουσιν ἀπράγμονα· καὶ αὐτοῖς ἀρέσκει βίος μετὀρνίθων, ἔρχονται οὖν ὡς τοὺς ὄρνιθας καὶ αἰφνίδιον αὐτοῖς ἐπιπτάντος ἑνὸς τῶν ὀρνίθων ἀγρίου τὴν ὄψιν, δείσαντες ἑαυτοὺς παραμυθούμενοι· λέγουσι τὰ τἄλλα καὶ τάδε· ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς; β. ἐπικεχοδὼς ἔγωγε φασιανικός. καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί· τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας. δύναται γὰρ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς, κωμῳδεῖται γὰρ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ. Μνησίμαχος δἐν Φιλίππῳ εἷς δὲ καὶ οὗτός ἐστι τῶν τῆς μέσης κωμῳδίας ποιητῶν φησί· καὶ τὸ λεγόμενον, σπανιώτερον πάρεστιν ὀρνίθων γάλα· καὶ φασιανὸς ἀποτετιλμένος καλῶς. Θεόφραστος δὲ Ἐρέσιος, Ἀριστοτέλους μαθητής, ἐν τῇ γπερὶ ζῴων μνημονεύων αὐτῶν οὑτωσί πως λέγει· ἐστὶ δὲ καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά· τὰ μὲν γάρ βαρέα καὶ μὴ πτητικά, καθάπερ ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα. καὶ Ἀριστοτέλης ἐν ὀγδόῃ ζῴων ἱστορίας γράφει τάδε· ‘εἰσὶ δὲ τῶν ὀρνίθων οἱ μὲν κονιστικοί, οἱ δὲ λοῦνται, οἱ δὲ οὔτε κονιστικοὶ οὔτε λοῦνται. ὅσοι δὲ μὴ πτητικοί, ἀλλἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλόςμνημονεύει δαὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων. φασιανὸν δὲ οὗτοι κεκλήκασιν αὐτὸν καὶ οὐ φασιανικόν.
§38 Ἀγαθαρχίδης δ Κνίδιος ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Εὐρωπιακῶν περὶ τοῦ Φάσιδος ποταμοῦ τὸν λόγον ποιούμενος γράφει καὶ ταῦτα· πλῆθος δὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων Καλλίξεινος δ Ῥόδιος ἐν τετάρτῃ περὶ Ἀλεξανδρείας διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει· εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί Ἀρτεμίδωρος δὲ Ἀριστοφάνειος ἐν ταῖς ἐπιγραφομέναις Ὀψαρτυτικαῖς Γλώσσαις καὶ Πάμφιλος Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ γλωσσῶν Ἐπαίνετον παρατίθεται λέγοντα ἐν τῷ Ὀψαρτυτικῷ ὅτι φασιανὸς ὄρνις τατύρας καλεῖται. Πτολεμαῖος δὲ Εὐεργέτης ἐν δευτέρῳ ὑπομνημάτων τέταρὸν φησιν ὀνομάζεσθαι τὸν φασιανὸν ὄρνιν. τοσαῦτά σοι περὶ τῶν φασιανικῶν ὀρνίθων ἔχων λέγειν, οὓς ἐγὼ διά σὲ ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδον. σὺ δὲ κατὰ τὰς συνθήκας ἂν μὴ αὔριον ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξαπατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰκήσοντα ἀποπέμψω, ὡς Πολέμων περιηγητὴς Ἴστρον τὸν Καλλιμάχειον συγγραφέα εἰς τὸν ὁμώνυμον κατεπόντου ποταμόν.
§39.1 ἀτταγᾶς . Ἀριστοφάνης Πελαργοῖς· ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας. Ἀλέξανδρος δ Μύνδιός φησιν ὅτι μικρῷ μὲν μείζων ἐστὶ πέρδικος, ὅλος δὲ κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον, θηρεύεται δὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἐστὶ δὲ κονιστικὸς πολύτεκνός τε καὶ σπερμολόγος. Σωκράτης δἐν τῷ περὶ ὅρων καὶ τόπων καὶ πυρὸς καὶ λίθων ἐκ τῆς Λυδίας μετακομισθέντες, φησίν, εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες εἰς τὰς ὕλας ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων ἕως νῦν λέγοντες τρὶς τοῖς κακούργοις κακά. συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ᾽ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίγνονται. μνημονεύει αὐτῶν Ἱππῶναξ οὕτως · οὐδἀτταγᾶς τε καὶ λαγὼς διατρώγων. καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν ἐν δἈχαρνεῦσιν καὶ ὡς πλεοναζόντων αὐτῶν ἐν τῇ Μεγαρικῇ. περισπῶσι δοἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύτονά ἐστιν, οἷον ἀκάμας, Σακάδας, ἀδάμας. λεκτέον δὲ καὶ ἀτταγαῖ καὶ οὐχὶ ἀτταγῆνες.
§40.1 Πορφυρίων. ὅτι καὶ τούτου Ἀριστοφάνης μέμνηται δῆλον. πολέμων δἐν πέμπτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον πορφυρίωνά φησι τὸν ὄρνιν διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυναικῶν τηρεῖν πικρῶς καὶ τοιαύτην ἔχειν αἴσθησιν ἐπὶ τῆς μοιχευομένης, ὥσθὅταν τοῦθὑπονοήσῃ προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. οὐ πρότερόν τε, φησίν, τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσει τόπον τινὰ ἐξευρὼν ἑαυτῷ ἐπιτήδειον μεθ κονισάμενος λούεται, εἶτα τρέφεται. Ἀριστοτέλης δὲ σχιδανόποδά φησιν αὐτὸν εἶναι ἔχειν τε χρῶμα κυάνεον, σκέλη μακρά, ῥύγχος ἠργμένον ἐκ τῆς κεφαλῆς φοινικοῦν, μέγεθος ἀλεκτρυόνος, στόμαχον δἔχει λεπτὸν διὸ τῶν λαμβανομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς τὰς ψωμίδας. κάπτων δὲ πίνει. πενταδάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον. Ἀλέξανδρος δ Μύνδιος ἐν βπερὶ τῆς τῶν πτηνῶν ἱστορίας Λίβυν εἶναί φησι τὸν ὄρνιν καὶ τῶν κατὰ τὴν Λιβύην θεῶν ἱερόν. Πορφυρίς. Καλλίμαχος δἐν τῷ περὶ ὀρνίθων διεστάναι φησὶ πορφυρίωνα πορφυρίδος. ἰδίᾳ ἑκάτερον καταριθμούμενος· τὴν τροφήν τε λαμβάνειν τὸν πορφυρίωνα ἐν σκότῳ καταδυόμενον, ἵνα μή τις αὐτὸν θεάσηται. ἐχθραίνει γὰρ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ, τῆς δὲ πορφυρίδος καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν μνημονεύει. Ἴβυκος δέ τινας λαθιπορφυρίδας ὀνομάζει διὰ τούτων τοῦ μὲν πετάλοισιν ἐπἀκροτάτοις ἱζάνοισι ποικίλοι πανέλοπες, καἰολόδειροι λαθιπορφυρίδες καὶ ἀλκυόνες τανυσίπτεροι. ἐν ἄλλοις δέ φησιν αἰεὶ μ᾽, φίλε θυμέ, τανύπτερος ὡς ὅκα πορφυρίς.
§41 Πέρδιξ. τούτων πολλοὶ μὲν μέμνηνται, ὡς καὶ Ἀριστοφάνης, τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος · πτώσσουσαν ὥστε πέρδικα. οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δὲ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς· ὄρνιθος ἦλθἐπώνυμος πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις. Φερεκράτης πεποιηκὼς τὸν Χείρωνα· ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον. Φρύνιχος Τραγῳδοῖς· τὸν Κλεόμβροτόν τε τοῦ πέρδικος υἱόν. τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται, Νικοφῶν ἐν Χειρογάστορσι· τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους. Ἐπίχαρμος δἐν Κωμασταῖς βραχέως· σηπίας τἆγον νεούσας πέρδικάς τε πετομένους. φησὶ δἈριστοτέλης περὶ τοῦ ζῴου τάδε· πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, δὲ θήλεια καὶ πλείονα, πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα, ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί· εἶτα καὶ αὐτὸς ἐξίπταται.
§42 ἐστὶ δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον, ἔτι δὲ ἀφροδισιαστικόν. διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει, ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων, ὅθεν θήλεια γιγνώσκουσα ἀποδιδράσκουσα τίκτει. τὰ αὐτὰ ἱστορεῖ καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων. μάχονται δὲ καὶ οἱ χῆροι αὐτῶν πρὸς ἀλλήλους καὶ ἡττηθεὶς ὀχεύεται ὑπὸ τοῦ νικήσαντος Ἀριστοτέλης , δέ φησιν ὅτι τὸν ἡττηθέντα πάντες ἐν μέρει ὀχεύουσιν. ὀχεύουσι δὲ καὶ οἱ τιθασοὶ τοὺς ἀγρίους, ἐπειδὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου, οὗτος λάθρᾳ ὀχεύεται ὑπὸ τοῦ κρατιστεύσαντος. γίνεται δὲ τοῦτο κατά τινα ὥραν τοῦ ἔτους, ὡς καὶ Μύνδιός φησιν Ἀλέξανδρος νεοττεύουσι δὲ ἐπὶ γῆς οἱ ἄρρενες καὶ αἱ θήλειαι, διελόμενοι ἕκαστοι οἶκον. ἐπὶ δὲ τὸν θηρεύοντα πέρδικα ὠθεῖται τῶν ἀγρίων ἡγεμὼν μαχούμενος· ἁλόντος δὲ τούτου ἕτερος ἔρχεται μαχούμενος. καὶ ὁπόταν μὲν ἄρρην θηρεύων, τοῦτο ποιεῖ· ὅταν δὲ θήλεια θηρεύουσα, ᾄδει ἕως ἂν ἀπαντήσῃ ἡγεμὼν αὐτῇ, καὶ οἱ ἄλλοι ἀθροισθέντες ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ, ἀλλοὐχ ἑαυτοῖς προσέχει. ὅθεν πολλάκις διὰ ταῦτα σιγῇ προσέρχεται, ὅπως μὴ ἄλλος ἀκούσας τῆς φωνῆς ἔλθῃ μαχούμενος αὐτῷ. ἐνίοτε δὲ θήλεια τὸν ἄρρενα προσιόντα κατασιγάζει. πολλάκις τε ἐπῳάζουσα ἐξίσταται, ὅταν προσερχόμενον ἐπαισθάνηται τὸν ἄρρενα τῇ θηρευούσῃ, ὑπομένει τε ὀχευθῆναι, ἵνα αὐτὸν ἀποσπάσῃ τῆς θηρευούσης. ἐπὶ τοσοῦτον δἐπτόηνται περὶ τὴν ὀχείαν οἱ πέρδικες καὶ οἱ ὄρτυγες ὡς εἰς τοὺς θηρεύοντας ἐμπίπτειν καθίζοντας ἐπὶ τῶν κεφαλῶν φασὶ δὲ καὶ τοὺς ἀγομένους θήλεις πέρδικας ἐπὶ θήραν, ὁπόταν ἴδωσιν ὄσφρωνται τῶν ἀρρένων κατἄνεμον στάντων περιπετομένων, ἐγκύους γίγνεσθαι, τινὲς δὲ καὶ παραυτίκα τίκτειν. πέτονταί τε περὶ τὸν τῆς ὀχείας καιρὸν χάσκοντες καὶ τὴν γλῶσσαν ἔξω ἔχοντες οἵ τε θήλεις καὶ οἱ ἄρρενες. Κλέαρχος δἐν τῷ περὶ τοῦ Πανικοῦ οἱ στρουθοί, φησί, χοἰ πέρδικες, ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προΐενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δὲ αἴτιον τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτατον δὲ γίνεται περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῇς κάτοπτρον προστρέχοντες γάρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προΐενται τὸ σπέρμα, πλὴν τῶν ἀλεκτρυόνων. τούτους δ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον. ταῦτα μὲν Κλέαρχος.
§43 καλοῦνται δοἱ πέρδικες ὑπἐνίων κακκάβαι, ὡς καὶ ὑπἈλκμᾶνος λέγοντος οὕτως· ἔπη δὲ γε καὶ μέλος Ἀλκμὰν εὗρε γεγλωσσάμενον· κακκαβίδων στόμα συνθέμενος, σαφῶς ἐμφανίζων ὅτι παρὰ τῶν περδίκων ᾄδειν ἐμάνθανε. διὸ καὶ Χαμαιλέων Ποντικὸς ἔφη· τὴν εὕρεσιν τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων ὧν κατὰ μίμησιν λαβεῖν στάσιν τὴν μουσικήν. οὐ πάντες δοἱ πέρδικες, φησί, κακκαβίζουσιν Θεόφραστος γοῦν ἐν τῷ περὶ ἑτεροφωνίας τῶν ὁμογενῶν οἱ Ἀθήνησι, φησίν, ἐπὶ τάδε πέρδικες τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακκαβίζουσιν, οἱ δἐπέκεινα τιττυβίζουσιν. Βάσιλις ἐν τῷ δευτέρῳ τῶν Ἰνδικῶν οἱ μικροί φησίν, ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται. Μενεκλῆς δἐν πρώτῃ τῆς Συναγωγῆς οἱ Πυγμαῖοι, φησί, τοῖς πέρδιξι καὶ ταῖς γεράνοις πολεμοῦσι. τῶν δὲ περδίκων ἐστὶν ἕτερον γένος ἐν Ἰταλίᾳ ἀμαυρὸν τῇ πτερώσει καὶ μικρότερον τῇ ἕξει, τὸ ῥύγχος οὐχὶ κινναβάρινον ἔχον. οἱ δὲ περὶ τὴν Κίρραν πέρδικες ἄβρωτον ἔχουσι τὸ κρέας διὰ τὰς νομάς. οἱ δὲ περὶ τὴν Βοιωτίαν οὐ διαβαίνουσιν εἰς τὴν Ἀττικὴν διαβαίνοντες τῇ φωνῇ διάδηλοι γίγνονται, καθάπερ προειρήκαμεν. τοὺς δὲ περὶ Παφλαγονίαν γιγνομένους πέρδικάς φησι Θεόφραστος δύο ἔχειν καρδίας, οἱ δἐν Σκιάθῳ τῇ νήσῳ κοχλίας ἐσθίουσι. τίκτουσι δἐνίοτε καὶ πεντεκαίδεκα καὶ ισ᾽. πέτονται δὲ ἐπὶ βραχύ, ὥς φησι Ξενοφῶν ἐν πρώτῳ Ἀναβάσεως γράφων οὕτως· τὰς δὲ ὠτίδας ἄν τις ταχὺ ἀνιστῇ ἔστι. λαμβάνειν πέτονταί τε γὰρ βραχὺ ὥσπερ οἱ πέρδικες καὶ ταχὺ ἀπαγορεύουσι. τὰ δὲ κρέα αὐτῶν ἡδέα ἐστίν. ἀληθῆ
§44 λέγειν φησὶ τὸν Ξενοφῶντα Πλούταρχος περὶ τῶν ὠτίδων φέρεσθαι γὰρ πάμπολλα τὰ ζῷα ταῦτα εἰς τὴν Ἀλεξάνδρειαν ἀπὸ τῆς παρακειμένης Λιβύης, τῆς θήρας αὐτῶν τοιαύτης γινομένης, μιμητικὸν δέ ἐστι τὸ ζῷον τοῦτο, ὦτος, μάλιστα ὧν ἂν ἴδῃ ποιοῦντα ἄνθρωπον. ποιεῖ δοὖν ταὐτὰ ὅσα ἂν ἴδῃ τοὺς κυνηγοῦντας πράττοντας, οἱ δὲ στάντες αὐτῶν καταντικρὺ ὑπαλείφονται φαρμάκῳ τοὺς ὀφθαλμούς, παρασκευάσαντες ἄλλα φάρμακα κολλητικὰ ὀφθαλμῶν καὶ βλεφάρων, ἅπερ οὐ πόρρω ἑαυτῶν ἐν λεκανίσκαις βραχείαις τιθέασιν. οἱ οὖν ὦτοι θεώμενοι τοὺς ὑπαλειφομένους τὸ αὐτὸ καὶ αὐτοὶ ποιοῦσιν ἐκ τῶν λεκανίδων λαμβάνοντες καὶ ταχέως ἁλίσκονται. γράφει δὲ περὶ αὐτῶν Ἀριστοτέλης οὕτως, ὅτι ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων καὶ τριδακτύλων, μέγεθος ἀλεκτρυόνος μεγάλου, χρῶμα ὄρτυγος, κεφαλὴ προμήκης· ῥύγχος ὀξύ, τράχηλος λεπτός, ὀφθαλμοὶ μεγάλοι, γλῶσσα ὀστώδης, πρόλοβον δοὐκ ἔχει. Ἀλέξανδρος δ Μύνδιος καὶ προσαγορεύεσθαί φησιν αὐτὸν λαγωδίαν. φασὶ δαὐτὸν καὶ τὴν τροφὴν ἀναμαρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο θηρεύσει ὅσους ἂν θέλῃ προσίασι γάρ ἐν ἄλλοις δὲ πάλιν φησὶν Ἀριστοτέλης· ὦτός ἐστι μὲν παρόμοιος τῇ γλαυκί, οὔκ ἐστι δὲ νυκτερινός, ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται· μέγεθος περιστερᾶς, μιμητὴς ἀνθρώπων ἀντορχούμενος γοῦν ἁλίσκεται. ἀνθρωποειδὴς δἐστὶ τὴν μορφὴν καὶ πάντων μιμητὴς ὅσα ἄνθρωπος ποιεῖ, διόπερ καὶ τοὺς ἐξαπατωμένους ῥᾳδίως ἐκ τοῦ τυχόντος οἱ κωμικοὶ ὤτους καλοῦσιν. ἐν γοῦν τῇ θήρᾳ αὐτῶν ἐπιτηδειότατος ὀρχεῖται στὰς κατὰ πρόσωπον αὐτῶν, καὶ τὰ ζῷα βλέποντα εἰς τὸν ὀρχούμενον νευροσπαστεῖται. ἄλλος δέ τις ὄπισθεν στὰς καὶ λαθὼν συλλαμβάνει, τῇ περὶ τὴν μίμησιν ἡδονῇ κατεχομένους,
§45–53.1
§45 τὸ δαὐτὸ ποιεῖν λέγουσι καὶ τοὺς σκῶπας· καὶ γὰρ τούτους ὀρχήσει λόγος ἁλίσκεσθαι. μνημονεύει δαὐτῶν Ὅμηρος, γένος τε ὀρχήσεως ἀπαὐτῶν καλεῖται σκὼψ λαβὼν τοὔνομα ἀπὸ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. χαίρουσι δὲ οἱ σκῶπες καὶ ὁμοιότητι καὶ ἀπαὐτῶν ἡμεῖς σκώπτειν καλοῦμεν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. πάντα δὲ τὰ τῶν ζῴων εὔγλωττα καὶ διηρθρωμένα ἐστὶ τὴν φωνὴν καὶ μιμεῖται τοὺς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὀρνίθων ἤχους ὥσπερ. ψιττακὸς καὶ κίττα. δὲ σκώψ, ὥς φησιν Ἀλέξανδρος Μύνδιος, μικρότερός ἐστι γλαυκὸς καὶ ἐπὶ μολυβδοφανεῖ τῷ χρώματι ὑπόλευκα στίγματα ἔχει δύο τε ἀπὸ τῶν ὀφρύων παρἑκάτερον κρόταφον ἀναφέρει πτερά. Καλλίμαχος δέ φησι δύο γένη εἶναι σκωπῶν καὶ τοὺς μὲν φθέγγεσθαι, τοὺς δὲ οὔ. διὸ καὶ καλεῖσθαι τοὺς μὲν σκῶπας αὐτῶν, τοὺς δἀείσκωπας· εἰσὶ δὲ γλαυκοί, δὲ Μύνδιος Ἀλέξανδρός φησι τοὺς παρὉμήρῳ χωρὶς τοῦ ς κῶπας εἶναι, καὶ Ἀριστοτέλη οὕτως αὐτοὺς ὠνομακέναι. φαίνεσθαί τε τούτους ἀεὶ καὶ μὴ ἐσθίεσθαι. τοὺς δἐν τῷ φθινοπώρῳ φαινομένους δύο ἡμέραις μιᾷ, τούτους εἶναι ἐδωδίμους, διαφέρουσι δὲ τῶν ἀεισκώπων τῷ πάχει καί εἰσι παραπλήσιοι τρυγόνι καὶ φάττῃ. καὶ Σπεύσιππος δἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦ ς κῶπας αὐτοὺς ὀνομάζει. Ἐπίχαρμος· σκῶπας, ἔποπας, γλαῦκας, καὶ Μητρόδωρος δἐν τῷ περὶ συνηθείας ἀντορχουμένους φησὶν ἁλίσκεσθαι τοὺς σκῶπας.
§46.1 ἐπεὶ δἐν τῷ περὶ τῶν περδίκων λόγῳ ἐμνήσθημεν ὅτι εἰσὶν ὀχευτικώτατοι, προσιστορήσθω ὅτι καὶ ἀλεκτρυὼν ἀφροδισιαστικὸν τὸ ὄρνεον. Ἀριστοτέλης γοῦν φησιν ὅτι τῶν ἀνατιθεμένων ἐν τοῖς ἱεροῖς ἀλεκτρυόνων τὸν ἀνατεθέντα οἱ προόντες ὀχεύουσι μέχρι ἂν ἄλλος ἀνατεθῇ· εἰ δὲ μὴ ἀνατεθείη, μάχονται πρὸς ἀλλήλους καὶ ἡττήσας τὸν ἡττηθέντα διὰ παντὸς ὀχεύει. ἱστορεῖται δὲ ὅτι καὶ ἀλεκτρυὼν εἰσιὼν οἱανδήποτε θύραν ἐπικλίνει τὸν λόφον καὶ ὅτι τῆς ὀχείας ἑτέρῳ δίχα μάχης οὐ παραχωρεῖ, δὲ Θεόφραστος τοὺς ἀγρίους φησὶν ὀχευτικωτέρους εἶναι τῶν ἡμέρων, λέγει δὲ καὶ τοὺς ἄρρενας εὐθὺς ἐξ εὐνῆς ἐθέλειν πλησιάζειν, τὰς δὲ θηλείας προβαινούσης μᾶλλον τῆς ἡμέρας, καὶ οἱ στρουθοὶ δὲ εἰσιν ὀχευτικοί· διὸ καὶ Τερψικλῆς τοὺς ἐμφαγόντας φησὶν στρουθῶν ἐπικαταφόρους πρὸς ἀφροδίσια γίνεσθαι. μήποτε οὖν καὶ Σαπφὼ ἀπὸ τῆς ἱστορίας τὴν Ἀφροδίτην ἐπαὐτῶν φησιν ὀχεῖσθαι· καὶ γὰρ ὀχευτικὸν τὸ ζῷον καὶ πολύγονον. τίκτει γοῦν στρουθός, ὥς φησιν Ἀριστοτέλης, καὶ μέχρι ὀκτώ. Ἀλέξανδρος δ Μύνδιος δύο γένη φησὶν εἶναι τῶν στρουθῶν, τὸ μὲν ἥμερον, τὸ δἄγριον τὰς δὲ θηλείας αὐτῶν ἀσθενεστέρας τὰ τἄλλα εἶναι καὶ τὸ ῥύγχος κερατοειδὲς μᾶλλον τὴν χρόαν, τὸ δὲ πρόσωπον οὔτε λίαν λευκὸν ἐχούσας οὔτε μέλαν Ἀριστοτέλης δέ φησι τοὺς ἄρρενας τῷ χειμῶνι ἀφανίζεσθαι, διαμένειν δὲ τὰς θηλείας, τεκμαιρόμενος ἐκ τῆς χρόας τὴν πιθανότητα· ἀλλάττεσθαι γὰρ ὡς τῶν κοσσύφων καὶ φαλαρίδων, ἀπολευκαινομένων κατὰ καιρούς. Ἠλεῖοι δὲ καλοῦσι τοὺς στρουθοὺς δειρήτας, ὡς Νίκανδρός φησιν Κολοφώνιος ἐν τρίτῳ Γλωσσῶν.
§47 ὄρτυγες. καθόλου ἐπὶ τῶν εἰς ūξ ληγόντων ὀνομάτων ἐζήτηται τί δή ποτε τῷ αὐτῷ οὐ χρῶνται ἐπὶ γενικῆς συμφώνῳ τῆς τελευταίας συλλαβῆς τυπωτικῷ λέγω δὲ ὄνυξ καὶ ὄρτυξ, τὰ δὲ εἰς ξ ἀρσενικὰ ἁπλᾶ δισσύλλαβα ὅταν τῷ παρεδρεύηται, ἔχῃ δὲ τῆς τελευταίας συλλαβῆς ἄρχον ἕν τι τῶν ἀμεταβόλων διὧν πρώτη συζυγία τῶν βαρυτόνων λέγεται, διὰ τοῦ κ ἐπὶ γενικῆς κλίνεται, κήρυκος, πέλυκος, Ἔρυκος, Βέβρυκος, ὅσα δὲ μὴ τοῦτον ἔχει· τὸν χαρακτῆρα, διὰ τοῦ γ, ὄρτυγος, ὄρυγος, κόκκυγος. σημειῶδες δὲ τὸ ὄνυχος. καθόλου τε τῇ πληθυντικῇ εὐθείᾳ ἑπομένη ἑνικὴ γενικὴ χρῆται τῷ αὐτῷ συμφώνῳ τῆς τελευταίας τυπωτικῷ, κἂν ἄνευ συμφώνου λέγηται, ὁμοίως. Ἀριστοτέλης δέ φησιν ὄρτυξ ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων, νεοττιὰν δὲ οὐ ποιεῖ, ἀλλὰ κονίστραν καὶ ταύτην σκεπάζει φρυγάνοις διὰ τοὺς ἱέρακας, ἐν ἐπῳάζει Ἀλέξανδρος· Μύνδιος ἐν δευτέρῳ περὶ ζῴων θῆλυς, φησίν, ὄρτυξ λεπτοτράχηλὸς ἐστι τοῦ ἄρρενος οὐκ ἔχων τὰ ὑπὸ τῷ γενείῳ μέλανα, ἀνατμηθεὶς δὲ πρόλοβον οὐχ ὁρᾶται μέγαν ἔχων, καρδίαν δἔχει μεγάλην, καὶ ταύτην τρίλοβον. ἔχει δὲ καὶ ἧπαρ καὶ τὴν· χολὴν ἐν τοῖς ἐντέροις κεκολλημένην, σπλῆνα μικρὸν καὶ δυσθεώρητον, ὄρχεις δὲ ὑπὸ τῷ ἥπατι ὡς ἀλεκτρυόνες. περὶ δὲ τῆς γενέσεως αὐτῶν Φανόδημος ἐν δευτέρῳ Ἀτθίδος φησὶν ὡς κατεῖδεν Ἐρυσίχθων Δῆλον τὴν νῆσον τὴν ὑπὸ τῶν ἀρχαίων καλουμένην Ὀρτυγίαν παρ τὰς ἀγέλας τῶν ζῴων τούτων φερομένας ἐκ τοῦ πελάγους ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ εὔορμον εἶναι Εὔδοξος δ Κνίδιος ἐν πρώτῳ γῆς περιόδου τοὺς Φοίνικας λέγει θύειν τῷ Ἡρακλεῖ ὄρτυγας διὰ τὸ τὸν Ἡρακλέα τὸν Ἀστερίας καὶ Διὸς πορευόμενον εἰς Λιβύην ἀναιρεθῆναι μὲν ὑπὸ Τυφῶνος, Ἰολάου δαὐτῷ προσενέγκαντος ὄρτυγα καὶ προσαγαγόντος ὀσφρανθέντα ἀναβιῶναι. ἔχαιρε γάρ, φησί, καὶ περιὼν τῷ ζῴῳ τούτῳ,
§48 ὑποκοριστικῶς δὲ Εὔπολις ἐν Πόλεσιν αὐτοὺς κέκληκεν ὀρτύγια λέγων οὕτως ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε; β. ἔγωγε μίκρἄττὀρτύγια. κἄπειτα τί; Ἀντιφάνης δἐν Ἀγροίκῳ ὀρτύγιον εἴρηκεν οὕτως ὡς δὴ σὺ τί ποιεῖν δυνάμενος, ὀρτυγίου ψυχὴν ἔχων; Πρατίνας δἐν Δυμαίναις Καρυάτισιν ἁδύφωνον ἰδίως καλεῖ τὸν ὄρτυγα, πλὴν εἰ μή τι παρὰ τοῖς Φλιασίοις τοῖς Λάκωσι φωνήεντες, ὡς καὶ οἱ πέρδικες, καὶ σιαλὶς δὲ ἀπὸ τούτου ἂν εἴη, φησὶν Δίδυμος, ὠνομασμένη. σχεδὸν γὰρ τὰ πλεῖστα τῶν ὀρνέων ἀπὸ τῆς φωνῆς ἔχει τὴν ὀνομασίαν. δὲ ὀρτυγομήτρα καλουμένη, ἧς μνημονεύει Κρατῖνος ἐν Χείρωσι λέγων· Ἰθακησία ὀρτυγομήτραλέγει δὲ περὶ αὐτῆς Μύνδιος Ἀλέξανδρος ὅτι ἐστὶ τὸ μέγεθος ἡλίκη τρυγών, σκέλη δὲ μακρά, δυσθαλὴς καὶ δειλή. περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστορεῖ Κλέαρχος Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος Πολιτείᾳ μαθηματικῶς εἰρημένων γράφων οὕτως· οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν, ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου βρόχον θῇ, τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον. καὶ περὶ τῶν κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις· καὶ τοῖς κολοιοῖς δὲ διὰ τὴν φυσικὴν φιλοστοργίαν, καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν, ὅμως ὅταν ἐλαίου κρατήρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσι. διόπερ ἐλαιοβρόχων γενομένων τῶν πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως. τὴν μέσην δὲ τοῦ ὀνόματος συλλαβὴν ἐκτείνουσιν Ἀττικοὶ ὡς δοίδυκα καὶ κήρυκα, ὡς Ἰξίων φησὶ Δημήτριος ἐν τῷ περὶ τῆς Ἀλεξανδρέων διαλέκτου. Ἀριστοφάνης δἐν Εἰρήνῃ συνεσταλμένως ἔφη διὰ τὸ μέτρον ὄρτυγες οἰκογενεῖς. τῶν δὲ καλουμένων χεννίων μικρὸν δἐστὶν ὀρτύγιον μνημονεύει Κλεομένης ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ γράφων οὕτως· φαληρίδας ταριχηρὰς μυρίας, τυλάδας πεντακισχιλίας, χέννια ταριχηρὰ μύρια. καὶ Ἵππαρχος ἐν τῇ Αἰγυπτίᾳ Ἰλιάδι· οὐδέ μοι Αἰγυπτίων βίος ἤρεσεν οἷον ἔχουσι, χέννια τίλλοντες καὶ
§49.1 κιττία δεισαλέὄντα. οὐκ ἀπελείποντο δὲ ἡμῶν τοῦ συμποσίου πολλάκις οὐδὲ κύκνοι , περὶ ὧν φησιν Ἀριστοτέλης· κύκνος εὔτεκνός ἐστι καὶ μάχιμος· ἀλληλοκτονεῖ γοῦν μάχιμος, μάχεται δὲ καὶ τῷ ἀετῷ, αὐτὸς μάχης μὴ προαρξάμενος. εἰσὶ δᾠδικοὶ καὶ μάλιστα περὶ τὰς τελευτάς. διαίρουσι δὲ καὶ τὸ πέλαγος ᾄδοντες. ἐστὶν δὲ τῶν στεγανοπόδων καὶ ποηφάγων. δὲ Μύνδιός φησιν Ἀλέξανδρος πολλοῖς τελευτῶσιν παρακολουθήσας οὐκ ἀκοῦσαι ᾀδόντων. δὲ τὰ Κεφαλίωνος ἐπιγραφόμενα Τρωικὰ συνθεὶς Ἡγησιάναξ Ἀλεξανδρεὺς καὶ τὸν Ἀχιλλεῖ μονομαχήσαντα Κύκνον φησὶ τραφῆναι ἐν Λευκόφρυι πρὸς τοῦ ὁμωνύμου ὄρνιθος. Βοῖος δἐν Ὀρνιθογονίᾳ Βοιώ, ὥς φησι Φιλόχορος, ὑπὸ Ἄρεως τὸν Κύκνον ὀρνιθωθῆναι καὶ παραγενόμενον ἐπὶ τὸν Σύβαριν ποταμὸν πλησιάσαι γεράνῳ. λέγει δὲ καὶ ἐντίθεσθαι αὐτὸν τῇ νεοττιᾷ πόαν τὴν λεγομένην λυγέαν. καὶ περὶ τῆς γεράνου δέ φησιν Βοῖος ὅτι ἦν τις παρὰ τοῖς Πυγμαίοις γυνὴ διάσημος, ὄνομα Γεράνα. αὕτη κατὰ θεὸν τιμωμένη πρὸς τῶν πολιτῶν αὐτὴ τοὺς ὄντως θεοὺς ταπεινῶς ἦγε, μάλιστα δὲ Ἥραν τε καὶ Ἄρτεμιν. ἀγανακτήσασα οὖν Ἥρα εἰς ἀπρεπῆ τὴν ὄψιν ὄρνιν μετεμόρφωσε πολέμιόν τε καὶ στυγητὴν κατέστησε τοῖς τιμήσασιν αὐτὴν Πυγμαίοις, γενέσθαι τε λέγει ἐξ αὐτῆς καὶ Νικοδάμαντος τὴν χερσαίαν χελώνην. καθόλου δὲ ποιήσας ταῦτα τὰ ἔπη πάντα τὰ ὄρνεα ἀνθρώπους ἱστορεῖ πρότερον γεγονέναι.
§50 φάσσαι. Ἀριστοτέλης φησὶ περιστερῶν μὲν εἶναι ἓν γένος, εἴδη δὲ πέντε, γράφων οὕτως· περιστερά, οἰνάς, φάψ, φάσσα, τρυγών. ἐν δὲ πέμπτῳ περὶ ζῴων μορίων τὴν φάβα οὐκ ὀνομάζει, καίτοι Αἰσχύλου ἐν τῷ σατυρικῷ Πρωτεῖ οὕτω μνημονεύοντος τοῦ ὄρνιθος· σιτουμένην δύστηνον ἀθλίαν φάβα, μέσακτα πλευρὰ πρὸς πτύοις πεπλεγμένην. κἀν Φιλοκτήτῃ δὲ κατὰ γενικὴν κλίσιν φαβῶν εἴρηκεν. μὲν οὖν οἰνάς, φησὶν Ἀριστοτέλης, μείζων ἐστὶ τῆς περιστερᾶς, χρῶμα δἔχει οἰνωπόν, δὲ φὰψ μέσον περιστερᾶς καὶ οἰνάδος, δὲ φάσσα ἀλέκτορος τὸ μέγεθος, χρῶμα δὲ σποδιόν, δὲ τρυγὼν πάντων ἐλάττων, χρῶμα δὲ τεφρόν. αὕτη δὲ θέρους φαίνεται, τὸν δὲ χειμῶνα φωλεύει. δὲ φὰψ καὶ περιστερὰ αἰεὶ φαίνονται, δοἰνὰς φθινοπώρῳ μόνῳ. πολυχρονιωτέρα δὲ εἶναι λέγεται τούτων φάσσα· καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. οὐκ ἀπολείπουσι δἕως θανάτου οὔτε οἱ ἄρρενες τὰς θηλείας οὔτε αἱ θήλειαι τοὺς ἄρρενας, ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὑπολειπόμενος, τὸ δαὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί· ἐπῳάζει δἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος, καὶ γενομένων τῶν νεοττῶν ἄρρην ἐμπτύει αὐτοῖς, ὡς μὴ βασκανθῶσι . τίκτει δὲ ᾠὰ δύο, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ , τὸ δὲ δεύτερον θῆλυ, τίκτουσι δὲ πᾶσαν ὥραν τοῦ ἔτους· διὸ δὴ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει. ἔτι ἐν τῷ αὐτῷ φησιν Ἀριστοτέλης ὅτι περιστερὰ ἕτερον, πελειὰς δἔλαττον, καὶ ὅτι πελειὰς τιθασὸν γίνεται, περιστερά δὲ καὶ μέλαν καὶ μικρὸν καὶ ἐρυθρόπουν καὶ τραχύπουν διὸ οὐδεὶς τρέφει, ἴδιον δὲ λέγει τῆς περιστερᾶς τὸ κυνεῖν αὐτὰς ὅταν μέλλωσιν ἀναβαίνειν οὐκ ἀνέχεσθαι τὰς θηλείας. δὲ πρεσβύτερος, φησί, καὶ προαναβαίνει καὶ μὴ κύσας· οἱ δὲ νεώτεροι αἰεὶ τοῦτο ποιήσαντες ὀχεύουσιν. καὶ αἱ θήλειαι δἀλλήλας ἀναβαίνουσιν, ὅταν ἄρρην μὴ παρῇ, κυνήσασαι· καὶ οὐδὲν προιέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠά, ἐξ ὧν οὐ γίνεται νεοττός. οἱ δὲ Δωριεῖς τὴν πελειάδα ἀντὶ περιστερᾶς τιθέασιν, ὡς Σώφρων ἐν γυναικείοις. Καλλίμαχος δἐν τῷ περὶ ὀρνέων ὡς διαφορὰς ἐκτίθεται φάσσαν, πυραλλίδα, περιστεράν, τρυγόνα.
§51 δὲ Μύνδιος Ἀλέξανδρος οὐ πίνειν φησὶ τὴν φάσσαν ἀνακύπτουσαν ὡς τὴν τρυγόνα καὶ τοῦ χειμῶνος μὴ φθέγγεσθαι, εἰ μὴ εὐδίας γενομένης. λέγεται δὲ ὅτι οἰνὰς ἐὰν φαγοῦσα τὸ τῆς ἰξίας σπέρμα ἐπί τινος ἀφοδεύσῃ δένδρου, νέαν ἰξίαν φύεσθαι. Δαίμαχος δἐν τοῖς Ἰνδικοῖς ἱστορεῖ περιστερὰς μηλίνας γίνεσθαι ἐν Ἰνδοῖς. Χάρων δ Λαμψακηνὸς ἐν τοῖς Περσικοῖς περὶ Μαρδονίου ἱστορῶν καὶ τοῦ διαφθαρέντος στρατοῦ Περσικοῦ περὶ τὸν Ἄθω γράφει καὶ ταῦτα· καὶ λευκαὶ περιστεραὶ τότε πρῶτον εἰς Ἕλληνας ἐφάνησαν, πρότερον οὐ γιγνόμεναι. δἈριστοτέλης φησὶν ὡς αἱ περιστεραὶ γινομένων τῶν νεοττῶν τῆς ἁλμυριζούσης γῆς διαμασησάμεναι ἐμπτύουσιν αὐτοῖς διοιγνῦσαι τὸ στόμα, διὰ τούτου παρασκευάζουσαι αὐτοὺς πρὸς τὴν τροφήν. τῆς δὲ Σικελίας ἐν Ἔρυκι καιρός τις ἐστίν, ὃν καλοῦσιν Ἀναγωγάς, ἐν φασι τὴν θεὸν εἰς Λιβύην ἀνάγεσθαι. τότοὖν αἱ περὶ τὸν τόπον περιστεραὶ ἀφανεῖς γίνονται ὡς δὴ τῇ θεῷ συναποδημοῦσαι. καὶ μεθἡμέρας ἐννέα ἐν τοῖς λεγομένοις Καταγωγίοις μιᾶς προπετασθείσης ἐκ τοῦ πελάγους περιστερᾶς καὶ εἰς τὸν νεὼν εἰσπτάσης παραγίνονται καὶ αἱ λοιπαί. ὅσοι οὖν τότε περιουσίας εὖ ἥκουσι τῶν περιοίκων εὐωχοῦνται, οἱ δὲ λοιποὶ κροταλίζουσιν μετὰ χαρᾶς, ὄζει τε πᾶς τόπος τότε βούτυρον, δὴ τεκμηρίῳ χρῶνται τῆς θείας ἐπανόδου. Αὐτοκράτης ἐν τοῖς Ἀχαικοῖς καὶ τὸν Δία ἱστορεῖ μεταβαλεῖν τὴν μορφὴν εἰς περιστερὰν ἐρασθέντα παρθένου Φθίας ὄνομα ἐν Αἰγίῳ. Ἀττικοὶ δὲ ἀρσενικῶς περιστερὸν καλοῦσιν. Ἄλεξις Συντρέχουσιν λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός, δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον εἰ δὲ νέον παλαιόν, οὐ πεφρόντικεν. ἐν δὲ Δορκίδι Ποππυζούσῃ θηλυκῶς εἴρηκε καὶ ὅτι αἱ Σικελικαὶ διάφοροί εἰσι περιστερὰς ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ κομψάς. Φερεκράτης ἐν Γραυσί φησιν ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν. ἐν δὲ Πετάλῃ· ἀλλ᾽, περιστέριον, ὅμοιον Κλεισθένει, πέτου, κόμισον δὲ μἐς Κύθηρα καὶ Κύπρον. Νίκανδρος δὲ ἐν δευτέρῳ Γεωργικῶν τῶν Σικελικῶν μνημονεύων πελειάδων φησί· καί τε σύ γε θρέψαιο Δρακοντιάδας διτοκεύσας Σικελὰς μεγάροισι πελειάδας· οὐδὲ φιν ἅρπαι οὐδὄφις ὀστρακέοις λωβήσιμοι ἐξενέπονται,
§52 νῆτται. τούτων, ὥς φησιν Ἀλέξανδρος Μύνδιος, ἄρρην μείζων καὶ ποικιλώτερος. τὸ δὲ λεγόμενον γλαυκίον διὰ τὴν τῶν ὀμμάτων χρόαν μικρῷ ἔλαττόν ἐστι νήττης. τῶν δὲ βοσκάδων καλουμένων μὲν ἄρρην κατάγραφος ἐστὶ δὲ ἧττοννήττης. ἔχουσι δὲ οἱ ἄρρενες σιμά τε καὶ ἐλάττονα τῇ συμμετρίᾳ τὰ ῥύγχη, δὲ μικρὰ κολυμβίς, πάντων ἐλαχίστη τῶν ἐνύδρων, ῥυπαρομέλαινα τὴν χροιὰν καὶ τὸ ῥύγχος ὀξὺ ἔχει σκέπον τε τὰ ὄμματα, τὰ δὲ πολλὰ καταδύεται, ἔστι δὲ καὶ ἄλλο γένος βοσκάδων μεῖζον μὲν νήττης, ἔλαττον δὲ χηναλώπεκος. αἱ δὲ λεγόμεναι φασκάδες μικρῷ μείζονες οὖσαι τῶν μικρῶν κολυμβίδων τὰ λοιπὰ νήτταις εἰσὶ παραπλήσιοι, δὲ λεγομένη οὐρία οὐ πολὺ λείπεται νήττης, τῷ χρώματι δὲ ῥυπαροκέραμὸς ἐστι, τὸ δὲ ῥύγχος μακρόν τε καὶ στενὸν ἔχει. δὲ φαλαρὶς καὶ αὐτὴ στενὸν ἔχουσα τὸ ῥύγχος στρογγυλωτέρα τὴν ὄψιν οὖσα ἔντεφρος τὴν γαστέρα, μικρῷ μελαντέρα τὸν νῶτον. τῆς δὲ νήττης καὶ κολυμβάδος, ἀφὧν καὶ τὸ νήχεσθαι καὶ κολυμβᾶν εἴρηται, μνημονεύει μετὰ καὶ ἄλλων λιμναίων πολλῶν Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι διὰ τούτων· νάσσας, κολοιούς, ἀτταγᾶς, φαλαρίδας, τροχίλους, κολύμβους. μνημονεύει αὐτῶν καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων.
§53.1 παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι παραστάται , ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γ# Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δοἱ ὄρχεις οὕτω καλούμενοι. συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ παραφερομένων ἐπεί τις ἔφη τῶν πνικτῶν κρεᾳδίων δός, τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς αὐτὸς ἐγώ, φησίν, ἀποπνιγήσομαι εἰ μὴ ἐρεῖς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν. δὲ Στράττις εἶπεν, ἔφη, ἐν Μακεδόσιν Παυσανίᾳ· πνικτόν τι τοίνυν ὄψον ἔστω σοι συχνὸν τοιοῦτον. καὶ Εὔβουλος Κατακολλωμένῳ· καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα. Ἀριστοφάνης τεἴρηκεν ἐν Σφηξὶν ἐν λοπάδι πεπνιγμένον. Κρατῖνος δἐν Δηλιάσι· τῷ δὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως. Ἀντιφάνης δἐν Ἀγροίκῳ· καὶ πρῶτα μὲν αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη, χλόην καταμπέχοντα σάρκα νεογενῆ. β. τί λέγεις; α. τραγῳδίαν περαίνω Σοφοκλέους.
§54–64
§54 γαλαθηνῶν δὲ χοίρων ποτὲ περιενεχθέντων καὶ περὶ τούτων ἐζήτησαν οἱ δαιταλεῖς εἰ τὸ ὄνομα εἴρηται. καί τις ἔφη· Φερεκράτης Δουλοδιδασκάλῳ· γαλαθήνἔκλεπτον οὐ τέλεα ἐν δὲ Αὐτομόλοις· οὐ γαλαθηνὸν ἄρὗν θύειν μέλλεις Ἀλκαῖος Παλαίστρᾳ· ὁδὶ γὰρ αὐτός ἐστιν εἴ τι γρύξομαι ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός. Ἡρόδοτος δἐν τῇ πρώτῃ φησὶν ὅτι ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μοῦνα. Ἀντιφάνης· Φιλεταίρῳ· κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ γαλαθηνός. ἡνίοχος Πολυεύκτῳ· βοῦς χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι, δἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών, καὶ Ἀνακρέων δέ φησιν οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνόν, ὅς τἐν ὕλῃ κεροέσσης ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη. Κράτης Γείτοσι· νῦν μὲν γὰρ ἡμῖν παιδικῶν ἅλις, ἅλις ὅπως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ χοίρων. Σιμωνίδης δἐπὶ τοῦ Περσέως τὴν Δανάην ποιεῖ λέγουσαν· τέκος, οἷον ἔχω πόνον σὺ δἀωτεῖς, γαλαθηνῷ δἤτορι κνώσσεις. καὶ ἐν ἄλλοις ἐπἈρχεμόρου εἴρηκεν· ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος. Κλέαρχος δἐν τοῖς περὶ βίων εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη, θῆσθαι δἐστὶ τὸ θηλάζειν τὸ γάλα. Ὅμηρος· Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν, διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη, καὶ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς· νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς.
§55.1 περιενεχθεισῶν δέ ποτε καὶ δορκάδων Ἐλεατικὸς Παλαμήδης ὀνοματολόγος ἔφη· οὐκ ἄχαρι κρέας τὸ τῶν δορκώνων. πρὸς ὃν Μυρτίλος ἔφη· μόνως δορκάδες λέγονται, δόρκωνες δὲ οὔ. Ξενοφῶν Ἀναβάσεως πρώτῳ ἐνῆσαν δὲ καὶ ὠτίδες καὶ δορκάδες.
§56 ταώς. ὅτι σπάνιος οὗτος ὄρνις δηλοῖ Ἀντιφάνης ἐν Στρατιώτῃ Τύχωνι λέγων οὕτως· τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον, σπάνιον ὂν τὸ χρῆμα· πλείους δεἰσὶ νῦν τῶν ὀρτύγων. καὶ Εὔβουλος ἐν Φοίνικι, καὶ γὰρ ταὼς διὰ τὸ σπάνιον θαυμάζεται. ταώς, φησὶν Ἀριστοτέλης, σχιδανόπους ἐστὶ καὶ ποιολόγος καὶ τίκτει τριέτης γενόμενος, ἐν οἷς καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει, ἐπῳάζει δἡμέρας πρὸς λ᾽. τίκτει· τε ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα· ταῦτα δὲ οὐκ εἰς ἅπαξ, ἀλλὰ παρἡμέρας δύο· αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια, ὡς ἀλεκτορίς, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἀλεκτορίς. Εὔπολις δἐν Ἀστρατεύτοις φησὶ περὶ αὐτοῦ οὕτως· μή ποτε θρέψω παρὰ Φερσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας ἐγείρει. Ἀντιφῶντι δὲ τῷ ῥήτορι λόγος μὲν γέγραπται ἔχων ἐπίγραμμα περὶ ταῶν, καὶ ἐν αὐτῷ τῷ λόγῳ οὐδεμία μνεία τοῦ ὀνόματος γίνεται, ὄρνεις δὲ ποικίλους πολλάκις ἐν αὐτῷ ὀνομάζει, φάσκων τούτους τρέφειν Δῆμον τὸν Πυριλάμπους καὶ πολλοὺς παραγίνεσθαι κατὰ πόθον τῆς τῶν ὀρνίθων θέας ἔκ τε Λακεδαίμονος καὶ Θετταλίας καὶ σπουδὴν ποιεῖσθαι τῶν ᾠῶν μεταλαβεῖν. περὶ δὲ τῆς ἰδέας αὐτῶν λέγων γράφει· εἴ τις ἐθέλοι καταβαλεῖν εἰς πόλιν τοὺς ὄρνιθας, οἰχήσονται ἀναπτόμενοι, ἐὰν δὲ τῶν πτερύγων ἀποτέμῃ, τὸ κάλλος ἀφαιρήσεται· τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλοὐ τὸ σῶμα. ὅτι δὲ καὶ περισπούδαστος ἦν αὐτῶν θέα ἐν τῷ αὐτῷ λόγῳ πάλιν φησίν ἀλλὰ τὰς μὲν νουμηνίας βουλόμενος εἰσῄει, τὰς δἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε, καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρῴην, ἀλλἔτη πλέον τριάκοντά ἐστιν.
§57 ταὧς δὲ λέγουσιν Ἀθηναῖοι, ὥς φησι Τρύφων, τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες. καὶ ἀναγιγνώσκουσι μὲν οὕτως παρΕὐπόλιδι ἐν Ἀστρατεύτοισπρόκειται δὲ τὸ μαρτύριονκαὶ ἐν Ὄρνισιν Ἀριστοφάνους· Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ταὧς; καὶ πάλιν ὄρνις δῆτα. τίς ποτἐστίν; οὐ δήπου ταὧς; λέγουσι δὲ καὶ τὴν δοτικὴν ταωνι, ὡς ἐν τῷ αὐτῷ Ἀριστοφάνης, ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθηκεν, οἷον νεὤς, λεὤς, Τυνδάρεὠς, Μενέλεὠς, λειπόνεὠς, εὔνεὠς, Νείλεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, δῖὀς, χρεῖὀς, πλεῖὀς, λεῖὀς, λαιὄς, βαιὄς, φαιὄς, πηὄς, γόὀς, θοὄς, ῥόὀς, ζωὄς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν. Σέλευκος δἐν τῷ πέμπτῳ περὶ Ἑλληνισμοῦ· ταὧς· παραλόγως δοἱ Ἀττικοὶ καὶ δασύνουσι καὶ περισπῶσι. τοῖς δὲ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι ἐθέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα διἐπιπολῆς ἐστι τῶν λέξεων. τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὥσπερ τὰς ἄλλας , πρὸ δὲ τούτων τάσσουσιν. οἶμαι δὲ καὶ διὰ τοῦ η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν. διόπερ καὶ Ῥωμαῖοι πρὸ πάντων τῶν δασυνομένων ὀνομάτων τὸ η προγράφουσι, τὸ ἡγεμονικὸν αὐτῆς διασημαίνοντες . εἰ δὲ τοιαύτη δασύτης, μήποτ᾽ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν τὸ ταὼς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.
§58.1 πολλῶν οὖν καὶ ἄλλων ἐν τῷ συμποσίῳ περὶ ἑκάστου τῶν εἰσκομιζομένων ῥηθέντων, ἀλλὰ κἀγώ, φησὶν Λαρήνσιος, κατὰ τὸν πάντα ἄριστον Οὐλπιανὸν προτείνω τι καὶ αὐτὸς ὑμῖν ζητήσεις γὰρ σιτούμεθα· τὸν τέτρακα τί νομίζετε; καὶ τινος εἰπόντος εἶδος ὀρνέου ʽ ἔθος δὲ γραμματικῶν παισὶν περ πάντων τῶν προβαλλομένων λέγειν, εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου᾽, Λαρήνσιος ἔφη· καὶ αὐτός, ἀνδρῶν λῷστε, ὅτι χαρίεις Ἀριστοφάνης ἐν τοῖς Ὄρνισι μνημονεύει ἐν τούτοις οἶδα· πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι. ζητῶ δἐγὼ παρὑμῶν μαθεῖν εἰ καὶ παρἄλλῳ, τινὶ αὐτοῦ τις γίνεται μνήμη. Ἀλέξανδρος γὰρ Μύνδιος ἐν δευτέρῳ περὶ πτηνῶν ζῴων οὐ τοῦ ὄρνιθος τοῦ μεγάλου μνημονεύει, ἀλλά τινος τῶν σμικροτάτων, λέγει γάρ οὕτως· ‘τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμεοῦς, ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ·’ καὶ Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ· λαμβάνοντι γὰρ ὄρτυγας στρουθούς τε κορυδαλλάς τε φιλοκονίονας τέτραγάς τε σπερματολόγους κἀγλαὰς συκαλλίδας. καὶ ἐν ἄλλοις δέ φησιν ἦν δἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτραγές τε σπερματολόγοι. ἐπεὶ δὲ ὑμεῖς οὐδὲν ἔχετε σιωπᾶτε γάρ, ἐγὼ καὶ τὸ ὄρνεον ὑμῖν ἐπιδείξω. ἐπιτροπεύων γὰρ ἐν Μοισίᾳ τοῦ κυρίου αὐτοκράτορος καὶ προιστάμενος τῶν τῆς ἐπαρχίας ἐκείνης πραγμάτων τεθέαμαι ἐπὶ τῇ χώρᾳ ἐκείνῃ τοὔρνεον. καὶ μαθὼν οὕτω καλούμενον παρὰ τοῖς Μοισοῖς καὶ Παίοσιν ὑπεμνήσθην ἐκ τῶν ὑπἈριστοφάνους εἰρημένων τὸν ὄρνιθα, νομίζων δὲ καὶ παρὰ τῷ πολυμαθεστάτῳ Ἀριστοτέλει μνήμης ἠξιῶσθαι τὸ ζῷον ἐν τῇ πολυταλάντῳ πραγματείᾳ ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρἈλεξάνδρου τὸν Σταγιρίτην λόγος ἔχει εἰς τὴν περὶ τῶν ζῴων ἱστορίαν ὡς οὐδὲν εὗρον περὶ αὐτοῦ λεγόμενον, ἔχαιρον ἔχων ἐχεγγυώτατον μάρτυρα τὸν χαρίεντα Ἀριστοφάνη. ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ εἰσῆλθέ τις φέρων ἐν τῷ ταλάρῳ τὸν τέτρακα. ἦν δὲ τὸ μὲν μέγεθος ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, τὸ δὲ εἶδος πορφυρίωνι παραπλήσιος· καὶ ἀπὸ τῶν ὤτων ἑκατέρωθεν εἶχε κρεμάμενα ὥσπερ οἱ ἀλεκτρυόνες τὰ κάλλαια· βαρεῖα δἦν φωνή. θαυμασάντων οὖν ἡμῶν τὸ εὐανθὲς τοῦ ὄρνιθος μετοὐ πολὺ καὶ ἐσκευασμένος παρηνέχθη, καὶ τὰ κρέα αὐτοῦ ἦν παραπλήσια τοῖς τῆς μεγάλης στρουθοῦ, ἣν καὶ αὐτὴν πολλάκις κατεδαισάμεθα.
§59 ψύαι. τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν ἶσον δἙρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν ψοίας ἔγχει νύξε. Σιμάριστος δἐν τρίτῳ Συνωνύμων οὕτως γράφει· ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δἑκατέρωθεν κοιλώματα λέγουσι κύμβους γλήνας. Κλέαρχος δἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί· σάρκες μυωταὶ καθ᾽ ἑκάτερον μέρος, ἃς οἱ μὲν ψύας, οἱ δὲ ἀλώπεκας, οἱ δὲ νεφρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ἱερώτατος. ὠνομάσθησαν δοὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι οἷόν τις ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα. μνημονεύει αὐτῶν καὶ Εὔφρων κωμικὸς ἐν Θεωροῖς· λοβὸς τίς ἐστι καὶ ψόαι καλούμεναι· ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών
§60.1 οὖθαρ. Τηλεκλείδης Στερροῖς· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ. ʽ Ἡρόδοτος δἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν σπανίως δἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον. ὑπογάστριον δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ· ὑπογάστριον θύννου τι κἀκροκώλιον. Θεόπομπος Καλλαίσχρῳ · ἰχθύων δὲ δὴ ὑπογάστρι᾽, Δάματερ. ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως· θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια·
§61 λαγὼς , περὶ τούτου μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί· τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέμιστες σκευασίας εἰσίν. κεῖνος δοὖν ἐστιν ἄριστος, ἂν πίνουσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου μικρὸν ἐνωμότερον. μὴ λυπείτω δὲ σὁρῶντα ἰχῶρα στάζοντα κρεῶν, ἀλλἔσθιε λάβρως. αἱ δἄλλαι περίεργοι ἔμοιγεἰσὶν διὰ παντὸς σκευασίαι γλοιῶν καταχύσματα καὶ κατάτυρα καὶ κατέλαια λίαν, ὥσπερ γαλεοψοποιούντων. Ναυσικράτης δ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν· λέγει δὲ ὧδε· ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε λέοντας τοιοῦτον ἕτερον θηρίον; οὗ δασύποδεὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον. Ἀλκαῖος δἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων κορίαννον ἵνα τί λεπτόν; β. ἵνα τοὺς δασύποδας οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.
§62 Τρύφων δέ φησι· τὸν λαγὼν ἐπαἰτιατικῆς ἐν Δαναίσιν Ἀριστοφάνης ὀξυτόνως καὶ μετὰ τοῦ λέγει· λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν. καὶ ἐν Δαιταλεῦσιν ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι. Ξενοφῶν δἐν Κυνηγετικῷ χωρὶς τοῦ ν λαγῶ καὶ περισπωμένως, ἐπεὶ τὸ καθἡμᾶς ἐστι λαγός. ὥσπερ δὲ ναὸν λεγόντων ἡμῶν ἐκεῖνοί φασιν νεὼν καὶ λαὸν λεών, οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι λαγὼν ἐροῦσι. τῇ δὲ τὸν λαγὸν ἑνικῇ αἰτιατικῇ ἀκόλουθός ἐστιν παρὰ Σοφοκλεῖ ἐν Ἀμύκῳ σατυρικῷ πληθυντικὴ ὀνομαστική· γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί. τῇ δὲ λαγὼν διὰ τοῦ ω παραπλησίως προσαγορευομένη λαγῲ παρΕὐπόλιδι ἐν Κόλαξιν ἵνα πάρα μὲν βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες εἰσὶν δοἳ καὶ ταῦτἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν περισπωμένως προφέρονται, δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν, ἐπειδὴ τὰ εἰς ος λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι, κἂν μεταληφθῇ εἰς τὸ ω παρἈττικοῖς· ναὸς νεώς, κάλος κάλως. οὕτως δἐχρήσατο τῷ ὀνόματι καὶ Ἐπίχαρμος καὶ Ἡρόδοτος καὶ τοὺς Εἵλωτας ποιήσας. εἶτά ἐστι τὸ μὲν Ἰακὸν λαγός· λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον, τὸ δὲ λαγὼς Ἀττικόν. λέγουσι δὲ καὶ Ἀττικοὶ λαγός, ὡς Σοφοκλῆς· γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί. τὸ μέντοι πτῶκα λαγωὸν εἰ μέν ἐστιν Ἰωνικόν, πλεονάζει τὸ ω , εἰ δἈττικόν, τὸ ο . λαγῷα δὲ λέγεται κρέα.
§63.1 Ἡγήσανδρος δ Δελφὸς ἐν ὑπομνήμασι κατὰ τὴν Ἀντιγόνου τοῦ Γονατᾶ φησιν βασιλείαν τοσοῦτον πλῆθος γενέσθαι λαγῶν ἐν Ἀστυπαλαίᾳ, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶν μαντεύσασθαι. καὶ τὴν Πυθίαν εἰπεῖν κύνας τρέφειν καὶ κυνηγετεῖν ἁλῶναί τε ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων. ἐγένετο δὲ τὸ πλῆθος τοῦτο· Ἀναφαίου τινὸς ἐμβαλόντος δύο λαγωοὺς εἰς τὴν νῆσον ὡς καὶ πρότερον Ἀστυπαλαιέως τινὸς ἀφέντος δύο πέρδικας εἰς τὴν Ἀνάφην τοσοῦτον πλῆθος ἐγένετο περδίκων ἐν τῇ Ἀνάφῃ, ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς κατοικοῦντας. κατἀρχὰς δ μὲν Ἀστυπάλαια οὐκ εἶχεν λαγώς, ἀλλὰ πέρδικας, δὲ Ἀνάφη οὐ πέρδικας, ἀλλὰ λαγώς. πολύγονον δἐστὶ τὸ ζῷον λαγώς, ὡς Ξενοφῶν εἴρηκεν ἐν τῷ Κυνηγετικῷ. καὶ Ἡρόδοτος δοὕτως φησὶν τοῦτο μὲν ὅτι λαγὼς ὑπὸ πάντων θηρεύεται, καὶ θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου, οὕτω δή τι πολύγονόν ἐστιν, ἐπικυίσκει τε μόνον πάντων θηρίων, καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί, τὸ δὲ ψιλόν, τὸ δὲ ἄρτι ἐν τῇς μήτρῃσι πλάσσεται, τὸ δἐπαναιρέεται. Πολύβιος δἐν τῇ δωδεκάτῃ τῶν ἱστοριῶν γίγνεσθαί φησι παρόμοιον τῷ λαγῷ ζῷον τὸν κούνικλον καλούμενον, γράφων οὕτως· δὲ κούνικλος καλούμενος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός· ὅταν δεἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν, γίνεται δὲ τὸ πλεῖον κατὰ γῆς. μνημονεύει δαὐτῶν καὶ Ποσειδώνιος φιλόσοφος ἐν τῇ ἱστορίᾳ· καὶ ἡμεῖς εἴδομεν πολλοὺς κατὰ τὸν ἀπὸ Δικαιαρχείας πλοῦν ἐπὶ Νέαν πόλιν. νῆσος γάρ ἐστιν οὐ μακρὰν τῆς γῆς κατὰ τὰ τελευταῖα μέρη τῆς Δικαιαρχείας ὑπὀλίγων μὲν κατοικουμένη, πολλοὺς δὲ ἔχουσα τοὺς κουνίκλους τούτους. καλοῦνται δέ τινες καὶ χελιδονίαι λαγωοί. μνημονεύει Δίφιλος Καλλιάδης ἐν Ἀγνοίᾳ οὕτως· τί τοῦτο; ποδαπὸς οὗτος; β. χελιδόνειος δασύπους, γλυκεῖα δ μίμαρκυς. Θεόπομπος δὲ ἐν τῇ κτῶν ἱστοριῶν περὶ τὴν Βισαλτίαν φησὶ λαγωοὺς γίγνεσθαι δύο ἥπατα ἔχοντας.
§64 σύος δὲ ἀγρίου ἐπεισενεχθέντος, ὃς κατοὐδὲν ἦν ἐλάττων τοῦ καλοῦ γραφομένου Καλυδωνίου. προβάλλω, τίς ἔφη, σοὶ ζητεῖν, φροντιστὰ καὶ λογιστὰ Οὐλπιανέ, τίς ἱστόρηκε τὸν Καλυδώνιον σῦν θήλειάν τε γεγονέναι καὶ λευκὸν τὴν χρόαν. δὲ σφόδρα φροντίσας καὶ τὸ προβληθὲν ἀποδιοπομπησάμενος ἀλλὑμεῖς γε, ἔφη, ἄνδρες γάστρωνες , εἰ μὴ κόρον ἤδη ἔχετε τοσούτων ἐμπλησθέντες, ὑπερβάλλειν μοι δοκεῖτε πάντας τοὺς ἐπὶ πολυφαγίᾳ διαβοήτους γενομένους· καὶ τίνες εἰσὶν οὗτοι ζητεῖτε, προφέρεσθαι δὲ δίκαιόν ἐστιν ὑμᾶς σὺν τῷ ς σῦς ἐτυμώτερον παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν χωρὶς τοῦ κατἀρχὰς ς ὗς. οἱ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα, νῦν δέ, εἰ δοκεῖ, ἀποκρίνασθέ μοι τίς μνημονεύει κατὰ τὸ σύνθετον ὁμοίως ἡμῖν συάγρου ἐπὶ τοῦ συὸς τοῦ ἀγρίου. Σοφοκλῆς μὲν γὰρ ἐν Ἀχιλλέως Ἐρασταῖς ἐπὶ κυνὸς ἔταξε τοὔνομα ἀπὸ τοῦ σῦς ἀγρεύειν, λέγων σὺ δ᾽, Σύαγρε, Πηλιωτικὸν τρέφος· παρἩροδότῳ δὲ ὄνομα κύριον Σύαγρος Λάκων γένος, πρὸς Γέλωνα τὸν Συρακόσιον πρεσβεύσας περὶ τῆς πρὸς τοὺς Μήδους συμμαχίας ἐν τῇ ἐβδόμῃ. καὶ Αἰτωλῶν δὲ οἶδα στρατηγὸν Σύαγρον, οὗ μνημονεύει Φύλαρχος ἐν τετάρτῃ ἱστοριῶν. καὶ Δημόκριτος ἔφη· ἀεί ποτε σύ, Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ χρῆσις μὴ εἴη τῶν ὀνομάτων παλαιά, κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ Κῷος Φιλίτας ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων ὁμοίως ἐκείνῳ ἀφαυανθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ· ξεῖνε, Φιλίτας εἰμί. λόγων ψευδόμενός με ὤλεσε καἰνικτῶν φροντίδες ἑσπέριοι.
§65–73
§65 ἵνοὖν μὴ καὶ σὺ ζητῶν τὸν σύαγρον ἀφαυανθῇς, μάθε ὅτι Ἀντιφάνης μὲν ἐν Ἁρπαζομένῃ οὕτως ὠνόμασε· λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον. Διονύσιος δὲ τύραννος ἐν τῷ Ἀδώνιδι· νυμφῶν ὑπὸ σπήλυγγα τόνδαὐτόστεγον σύαγρον ἐκβόλειον εὔθηρον κυσίν, ὁπλάς τἀπαρχὰς ἀκροθινιάζομαι. Λυγκεὺς δ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως· ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς. καὶ Ἱππόλοχος δὲ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων, ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου συός, εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα· τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται. οὐκ ἀγνοῶ δὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν ἔδυ δἐς ἄντρον ἀσχέδωρος ὥς. καὶ Σκίρας εἷς δἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος ἐν Μελεάγρῳ φησὶν ἔνθοὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ οὔτε ἀσχέδωρος νεμόμενος καπρώζεται. ὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.
§66 περιεφέροντο καὶ ἔριφοι πολλάκις ποικίλως ἐσκευασμένοι· ἄλλοι δὲ καὶ πολύ τοῦ ὀποῦ ἔχοντες, οἵτινες οὐ τὴν τυχοῦσαν ἡδονὴν παρεῖχον ἡμῖν. καὶ γὰρ τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατὸν ἐστι. Κλειτόμαχος γοῦν Καρχηδόνιος οὐδενὸς δεύτερος τῶν ἀπὸ τῆς νέας Ἀκαδημείας κατὰ τὴν θεωρίαν ὢν Θηβαῖόν τινα ἀθλητὴν ὑπερβαλεῖν ἰσχύι φησὶ τοὺς καθ᾽ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ καὶ γλίσχροι οἱ χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι, ἐσκώπτετο δὲ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν. τὰ δὲ παρὰ τοῖς κωμῳδιοποιοῖς λεγόμενα δεῖπνα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον τῇ φάρυγγι, ὥσπερ τὰ παρὰ Ἀντιφάνει μὲν ἐν Ἀκεστρίᾳ· κρέας δὲ τίνος ἥδιστἂν ἐσθίοις φησίν; β. τίνος; εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι μήτἔρια μήτε τυρός, ἀρνός, φίλτατε. τῶν δαἰγιδίων κατὰ ταὔθ μὴ τυρὸν ποιεῖ, ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν ταῦτἐσθίων τὰ φαῦλἀνέχομαι. ἐν δὲ Κύκλωπί φησι· τῶν χερσαίων δὑμῖν ἥξει παρἐμοῦ ταυτί βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης, αἲξ οὐρανία, κριὸς τομίας, κάπρος ἐκτομίας, ὗς οὐ τομίας δέλφαξ, δασύπους, ἔριφοι, τυρὸς χλωρός, τυρὸς ξηρός, τυρὸς κοπτός, τυρὸς ξυστός, τυρὸς τμητός, τυρὸς πηκτός.
§67 Μνησίμαχος δἐν Ἱπποτρόφῳ τοιαῦτα παρασκευάζει· βαῖνἐκ θαλάμων κυπαρισσορόφων ἔξω, Μάνη· στεῖχεἰς ἀγορὰν πρὸς τοὺς Ἑρμᾶς, οὗ προσφοιτῶσοἱ φύλαρχοι, τούς τε μαθητὰς τοὺς ὡραίους οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους μελετᾷ Φείδων καὶ καταβαίνειν οἶσθοὓς φράζω; τούτοις τοίνυν ἄγγελλ᾽, ὁτιὴ ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν, ξηρὸν φύραμ᾽, ἄρτοι ξηροί· σπλάγχνὀπτᾶται, χναῦμἥρπασται, κρέας ἐξ ἅλμης ἐξῄρηται, τόμος ἀλλᾶντος, τόμος ἠνύστρου, χορδῆς ἕτερος, φύσκης ἕτερος διαλαιμοτομεῖθὑπὸ τῶν ἔνδον κρατὴρ ἐξερροίβδητοἴνου· πρόποσις χωρεῖ· λέπεται κόρδαξ· ἀκολασταίνει νοῦς μειρακίων· πάντἐστἔνδον τὰ κάτωθεν ἄνω. μέμνησ λέγω, πρόσεχοἷς φράζω. χάσκεις οὗτος; βλέψον δευρί· πῶς αὐτὰ φράσεις; αὐτίκἐρῶ σοι πάλιν ἐξ ἀρχῆς· ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ᾽, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθἕκαστα λέγων βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου· φοξῖνος ὅλος, κορακῖνος ὅλος , μεμβράς, σκόμβρος, θυννίς, κωβιός. ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος , τριχίας, φυκίς. βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος , λεβίας, σπάρος, αἰολίας· θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κάραβος , ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος· κρέα τἄλλα τὸ πλῆθος ἀμύθητον χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου. καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσἔστ᾽ ἀγαθῶν πλήθη. πᾶς δὲ κατοἴκους μάττει, πέττει, τίλλει, κόπτει, τέμνει, δεύει, χαίρει, παίζει, πηδᾷ, δειπνεῖ, πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ. σεμναὶ δαὐλῶν ἀγαναὶ φωναί, μολπά, κλαγγὰ θράττει, πνεῖται κούραν κασίας ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας· ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ λιβάνου, μάρου, σμύρνης, καλάμου, στύρακος, βάρου, λίνδου, κίνδου, κισθοῦ, μίνθου· τοιάδε δόμους ὁμίχλη κατέχει πάντων ἀγαθῶν ἀνάμεστος.
§68 ἐπὶ τούτοις λεγομένοις παρηνέχθη ῥοδουντία καλουμένη λοπάς· περὶ ἧς ἐξετραγῴδησεν σοφὸς ἐκεῖνος μάγειρος, πρὶν καὶ ἐπιδεῖξαι τι φέρει, διεχλεύαζέ τε τοὺς πάνυ μαγείρους γενομένους, ὧν καὶ μνημονεύων ἔφη· τί τοιοῦτον ἐξεῦρεν παρὰ Ἀναξίππῳ τῷ κωμικῷ μάγειρος, ὃς ἐν τῷ Ἐγκαλυπτομένῳ τοιάδε ὠγκώσατο; Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθἑαυτῶν συμμαθηταὶ τῆς τέχνης· ἐδίδασκε δαὐτοὺς Σικελιώτης Λάβδακος. οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα ἀρτύματἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς Κρόνος ἀρτύμασιν ἐχρῆτο, πάντἀφεῖλον εἶναὶ θὑπέλαβον τὸν τοῖς τοιούτοις παντοπώλην χρώμενον. αὐτοὶ δἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐπόθουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπὲς οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους μὲν οὖν Ῥόδιος πιών τινἅλμην ἀπέθανεν παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. β. μάλεἰκότως. α. Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. β. παπαῖ· ἐμὲ κατακόψεις, οὐχ θύειν μέλλομεν, α. τὸν ὄρθρον ἐν ταῖς χερσί μὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην, οὐδὲν Διοδώρου διαφέρω τἀσπενδίου. γεύσω δ᾽, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα· τεταγμένεὐθὺς ἐστί μοι πρὸς τὸν βίον ἕτερἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην ἔχον πατρῴαν οὐσίαν κατεσθίει· τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα· γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιὰν ἐστἔχων. τῷ φιλοσόφῳ παρέθηκα κωλῆν πόδας ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολὴν ἐστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον. ὅταν ἐγγύς τῳ δ σορός, ἀρτύω φακῆν καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρόν ποιῶ. τά τῶν γερόντων στόματα διαφοράν ἔχει, νωθρότερα πολλῷ δἐστὶν τὰ τῶν νέων. σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν, ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα. ἰδὼν τὸ πρόσωπον γνώσομοὗ ζητεῖ φαγεῖν ἕκαστος ὑμῶν.
§69 καὶ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς (οὐ χεῖρον γὰρ καὶ τούτου μνησθῆναἰ, τί φησίν; σφόδρα μοι κεχάρισαι, Σιμία. νὴ τοὺς θεούς, ταυτὶ προείπας τὸν μάγειρον εἰδέναι πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν τὸ δεῖπνον τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν. ἂν μὲν γάρ ἕν τις τοῦτἐπιβλέψῃ μόνον, τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα τρόπον παραθεῖναι δ πότ πῶς σκευάσαι δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ. οὐ ταὐτὸ δἐστὶ τοῦτο, πολὺ διήλλαχεν. ὡς οὐ στρατηγὸς πᾶς καλεῖθὃς ἂν λάβῃ δύναμιν, μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφἡμῖν σκευάσαι μὲν τεμεῖν ἡδύσμαθἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ τυχὼν δύναιτἄν· ὀψοποιὸς οὖν μόνον ἐστὶν τοιοῦτος, δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ καί τίνἰχθὺν ἀγοράσαι, οὐ τοῦ τυχόντος, πάντα μὲν λήψει σχεδὸν αἰεὶ γάρ· οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν οὐδἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον. τὰ πολλὰ δἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντἄκουε μηδὲ πάντα μάνθανε. τῶν βιβλίων ἔσθἕνεκα τὰ περὶ τὴν τέχνην κενὰ μᾶλλον τόθὅτοὐδέπω γεγραμμένἦν. οὐδἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ εἶπἀρτίως ὅρον γὰρ οὐκ ἔσχηκεν οὐδὲ κύριον αὐτὴ δἑαυτῆς ἐστι δεσπότης. ἐὰν δ᾽ εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης καιρὸν δἀπολέσῃς, παραπόλωλεν τέχνη. σιμ. ἄνθρωπε, μέγας εἶ. α. τουτονὶ δ᾽, ὃν ἀρτίως ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία, πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς. ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντἔτι φορτηγικῶν μοι βρωμάτων κἀγωνίας τἠμῇ ποιήσω νυστάσαι παροψίδι.
§70 πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη· βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς εἰρημένἐστὶ κατὰ τοὺς Ἡγησίππου Ἀδελφούς· σὺ οὖν δρῶν τι φαίνου καινὸν ʽ παρὰ τοὺς ἔμπροσθεν μὴ κόπτἐμέ, καὶ δεῖξον φέρεις καὶ λέγε τί ἐστι. καὶ ὅς· β. καταφρονεῖς ὅτι μάγειρός εἰμι ἴσως ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμἐγώ, κατά, τὸν κωμικὸν Δημήτριον, ὃς ἐν τῷ ἐπιγραφομένῳ Ἀρεοπαγίτῃ ταῦτεἴρηκεν ὅσον δἀπὸ ταύτης τῆς τέχνης εἴργασμἐγώ, οὐδεὶς ὑποκριτής ἐσθὅλως εἰργασμένος. καπνιζομένη τυραννὶς αὕτη ᾽σθ τέχνη, ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην, παρἈγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκἐγὼ τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν. τὸ μέγιστον οὐκ εἴρηκα Λαχάρους τινός, ὅτἦν λιμός, ἑστιῶντος τοὺς φίλους, ἀνάληψιν ἐποίησεἰσενέγκας κάππαριν. α. γυμνὴν Ἀθηνᾶν τότἐποίησε Λαχάρης οὐδὲν ἐνοχλοῦσαν σὲ δἐνοχλοῦντα νῦν ἐγώ, Αἰμιλιανὸς ἔφη, εἰ μὴ δείξεις τι φέρεις. καὶ ὃς μόλις ἔφη· ῥοδωνιὰν καλῶ μὲν τὴν λοπάδα ταύτην ἐγώ ἐσκεύασται δοὕτως, ἵνα καὶ ἥδυσμα στεφανωτικὸν μὴ μόνον ἐπὶ τῆς κεφαλῆς λαβὼν σχῇς, ἀλλὰ καὶ ἔνδον σεαυτοῦ καὶ πανδαισίᾳ τὸ σωμάτιον πᾶν ἑστιάσῃς, ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδει τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ. καὶ ἅμα λέγων ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς ἀληθῶς τινα τῶν παρόντων εἰπεῖν τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκεταὐτμή. τοσαύτη διεχύθη ἀπὸ τῶν ῥόδων εὐωδία.
§71 μετὰ ταῦτα περιενεχθεισῶν ὀρνίθων τε ὀπτῶν φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις, ἔτι δὲ τῶν τοιούτων περὶ ὧν Φαινίας Ἐρέσιος ἐν τοῖς περὶ φυτῶν τάδε γράφει· πᾶσα γὰρ χεδροπώδης ἥμερος φύσις ἐνσπέρματος μὲν ἑψήσεως ἕνεκα σπείρεται, οἷον κύαμος, πισός· ἐτνηρὸν γὰρ ἐκ τούτων ἕψημα γίνεται· τὰ δὲ πάλιν αὖθις λεκιθώδη, καθάπερ ἄρακος· τὸ δὲ φακῆς, οἷον ἀφάκη, φακός· τὸ δὲ χόρτου ἕνεκα τῶν τετραπόδων ζῴων, οἷον ὄροβος μὲν ἀροτήρων βοῶν, ἀφάκη δὲ προβάτων. πισοῦ δὲ τοῦ ὀσπρίου μνημονεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. Ἡλιόδωρος δ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως τῆς τῶν πυρῶν, φησίν, ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν. τοιούτων ἔτι πολλῶν λεγομένων Δημόκριτος ἔφη· ἀλλὰ κἂν τῆς φακῆς ἐάσατε ἡμᾶς μεταλαβεῖν αὐτῆς γε τῆς χύτρας, μὴ καὶ λίθοις τις ὑμῶν βεβλήσεται, κατὰ τὸν Θάσιον Ἡγήμονα, καὶ Οὐλπιανὸς ἔφη· τίς δαὕτη λιθίνη βαλλητύς; Ἐλευσῖνι γὰρ τῇ ἐμῇ οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλλητὺν περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρἑκάστου μισθὸν λαβών. ἀλλἔγωγε, φησὶν Δημόκριτος, οὐκ ὢν λαβάργυρος ὡρολογητὴσς κατὰ τὸν Τίμωνος Πρόδικον λέξω τὰ περὶ τοῦ Ἡγήμονος.
§72 χαμαιλέων Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας Ἡγήμων φησίν, Θάσιος τὰς παρῳδίας γράψας πρῶτος Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον. δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ᾽ς τὸν ἀγῶνα. καὶ τότἐγὼ θάρσησα. εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε· λίθοι μὲν οἵδε· βαλλέτω δεἴ τις θέλει· ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ. εὐδοκίμει δ᾽· ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς οὖν ἀνέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ᾽, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ· διέμειναν δἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθὃν δὲ χρόνον θαλασσοκρατοῦντες Ἀθηναῖο ι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας, δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μεταὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. δὲ θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δ τε γραμματεὺς καὶ ἄρχων τὰς ἡσυχίας ἤγαγον διἈλκιβιάδην, φυγόντος διεὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου
§73 . αὕτη παρἡμῶν, Οὐλπιανέ, βαλλητύς. σὺ δὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι. καὶ Οὐλπιανός· ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς Τηλεμάχου καλουμένη χύτρα καὶ τίς Τηλέμαχος. καὶ Δημόκριτος ἔφη; Τιμοκλῆς τῆς κωμῳδίας ποιητὴς ἦν δὲ καὶ τραγῳδίας ἐν μὲν δράματι Λήθῃ φησί· μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα ᾽χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἕψεις τοὺς κυάμους καὶ ταῦτά γε ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν ἐπόππυσ᾽, εἶτἐκέλευσε πέμπειν σαργάνας. ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς Τηλέμαχος αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως· δἈχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ. οὗτος δἔοικε τοῖς νεωνήτοις Σύροις. β. πῶς τί πράττων; βούλομαι γὰρ εἰδέναι. α. θάργηλον ἀγκάλῃ κυάμων χύτραν φέρει. ἐν δἸκαρίοις σατύροις φησίν· ὥστἔχειν οὐδὲν παρἡμῖν. νυκτερεύσας δἀθλίως πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ λιμὸς ἥπτετο. εἶτἐφερόμην πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ οὐδἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν ἁρπάσας τούτων ἐνέτραγον. δὄνος ἡμᾶς ὡς ὁρᾷ, ὡσπερεὶ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο. ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.
§74–80
§74 ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως· πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς, ὅσῳ διαφέρει σῦκα καρδάμων, σὺ δὲ Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι; β. καὶ πρᾶγμά γἠρώτα με δυστράπελον πάνυ, ἔχον δὲ πολλὰς φροντίδων διεξόδους. α. λέγαὐτό· καὶ γὰρ οὐκ ἀγέλοιὸν ἐστἴσως. β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα φυσᾷ, τὸ δὲ πῦρ οὔ. α. χάριεν οἷς γινώσκεται τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δἀεί ποτε περί τοὺς κυάμους ἔσθοὗτος σοφιστὴς γέλως. τοιούτων οὖν
§75 πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι· ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν γεραιὸς χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοὸν θἅμα χερσὶν ἔχουσα. Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως· τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις. χειρόνιπτρον δΕὔπολις ἐν Δήμοις· κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον ἀνὴρ δὅταν τις ἀγαθὸς καὶ χρήσιμος πολίτης νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον. Ἐπίχαρμος δἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι, χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι. πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως· καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλἀφαιρεῖν ὥρα στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι, ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι. Μένανδρος Ὑδρίᾳ· οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι, φίλτατε.
§76 Ἀριστοφάνης δὲ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι. παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δ γραμματικὸς τοῦτο πεφυλαχέναι παρά τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι· νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. πῂ δέ· τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι. καὶ Σώφρων ἐν γυναικείοις· τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχἁμῖν τὰν τράπεζαν. παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα· παρΕὐριπίδῃ ἐν Ἡρακλεῖ· εἰς χερνίβὡς βάψειεν Ἀλκμήνης γόνος. ἀλλὰ καὶ παρΕὐπόλιδι ἐν Αἰξὶν αὐτοῦ τὴν χερνίβα παύσεις. ἐστὶ δὲ ὕδωρ εἰς ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφοὗ τὴν θυσίαν ἐπετέλουν καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου φυλάσσουσιν, ἄν τε ἔχῃ τοῦτον διὰ τῶν δύο μμ λεγόμενον, βαρύνεται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοίκλεψ, παρὰ Σοφοκλεῖ Ἑρμῆς, βέβλεμμαι κατῶβλεψ, παρὰ Ἀρχελάῳ τῷ Χερρονησίτῃ ἐν τοῖς Ἰδιοφυέσιν· ἐν δὲ ταῖς πλαγίοις τὰ τοιαῦτα ἐπὶ τῆς αὐτῆς συλλαβῆς φυλάττειν τὴν τάσιν. Ἀριστοφάνης δἐν Ἥρωσι χερνίβιον εἴρηκεν.
§77 ἐχρῶντο δεἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ· ἐν ὅσῳ δἀκροῶμαί σου κέλευσὸν μοί τινα φέρειν ἀπονίψασθαι. β. δότω τις δεῦρὕδωρ καὶ σμῆμα. ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ. περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως· τότε περιπατήσεις κἀπονίψει κατὰ τρόπον τὰς χεῖρας εὐώδη λαβὼν γῆν. καὶ Φιλόξενος δἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν ἔπειτα δὲ παῖδες νίπτρἔδοσαν κατὰ χειρῶν, σμήμασιν ἰρινομείκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες τόσσον ὅσον τις ἔχρῃζ᾽, ἐκτρίμματά τε λαμπρὰ σινδονυφῆ, δίδοσαν δὲ χρίματὰ τἀμβροσίοδμα καὶ στεφάνους ἰοθαλέας. δρόμων δἐν Ψαλτρίᾳ· ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες, παῖς περιεῖλε τὰς τραπέζας, νίμματα ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.
§78 ἐκάλουν δἀπόνιπτρον τὸ ἀπόνιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν. Ἀριστοφάνης· ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας. ἴσως δὲ καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρἈθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Ἀντικλείδης ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε· ὄρυξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος, ἔπειτα στὰς παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε λέγων τάδε· ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις, ἔπειτα αὖθις μύρον κατάχεε. παρέθετο ταῦτα καὶ Δωρόθεος, φάσκων καὶ ἐν τοῖς τῶν Εὐπατριδῶν πατρίοις τάδε γεγράφθαι περὶ τῆς τῶν ἱκετῶν καθάρσεως ἔπειτα ἀπονιψάμενος αὐτὸς καὶ οἱ ἄλλοι οἱ σπλαγχνεύοντες ὕδωρ λαβὼν κάθαιρε, ἀπόνιζε τὸ αἷμα τοῦ καθαιρομένου καὶ μετὰ ταῦτα τὸ ἀπόνιμμα ἀνακινήσας εἰς ταὐτὸ ἔγχεε.
§79 χειρόμακτρον δὲ καλεῖται τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ· ὅπερ ἐν τοῖς προκειμένοις Φιλόξενος Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς· φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ, παράπεμπε τὸ χειρόμακτρον. σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης γραμματικὸς φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι. Σοφοκλῆς Οἰνομάῳ· σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος καὶ Ἡρόδοτος ἐν δευτέρᾳ. Ξενοφῶν δἐν αʹ Παιδείας γράφει ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρει τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπαὐτῶν ἐγένετο. πολέμων δἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι. Δημόνικος δἐν τῷ Ἀχελῴῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων ἐσπουδάκει δἕκαστος ὡς ἂν ἑστιῶν ἅμα τὀξύπεινον ἄνδρα καὶ Βοιώτιον. τὸ γοῦν κατὰ χειρὸς περιέγραψεἴπας ὅτι μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν. ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις· ὠμολίνοις κόμη βρύουσἀτιμίας πλέως. Σαπφὼ δὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην χερρόμακτρα δὲ πορφύρᾳ κἀπαυγάμενα ταῦτά τοι Μνᾶσις πέμψἀπὺ Φωκάας δῶρα τίμια κὰγ γενῦν, κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ γυναῖκες δἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα. Ἡρόδοτος δἐν τῇ βφησί· μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Ἅιδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπαὐτῆς· καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παραὐτῆς χειρόμακτρον χρύσεον.
§80 τὸν δὲ τῷ χερνίβῳ ῥάναντα παῖδα διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν ἀπέκτεινεν ʽ Ἡρακλῆς κονδύλῳ, Ἑλλάνικος ἐν μὲν ταῖς ἱστορίαις Ἀρχίαν φησὶ καλεῖσθαι· διὃν καὶ ἐξεχώρησε Καλυδῶνος, ἐν δὲ τῷ δευτέρῳ τῆς Φορωνίδος Χερίαν αὐτὸν ὀνομάζει. Ἡρόδωρος δἐν ἑπτακαιδεκάτῃ τοῦ καθἩρακλέα λόγου Εὔνομον. καὶ Κύαθον δὲ τὸν Πύλητος μὲν υἱόν, ἀδελφὸν δὲ Ἀντιμάχου ἀπέκτεινεν ἄκων ʽ Ἡρακλῆς οἰνοχοοῦντα αὐτῷ, ὡς Νίκανδρος ἱστορεῖ ἐν δευτέρῳ Οἰταικῶν, καὶ ἀνεῖσθαί φησι τέμενος ὑπὸ τοῦ ʽ Ἡρακλέους ἐν Προσχίῳ, μέχρι νῦν προσαγορεύεσθαι Οἰνοχόου. ἡμεῖς δἐνταῦθα καταπαύσαντες τὸν λόγον ἀρχὴν ποιησόμεθα τῶν ἑξῆς ἀπὸ τῆς τοῦ Ἡρακλέους ἀδηφαγίας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up