§1–7.1
§1 τὴν κατὰ τὴν Λυσιτανίαν ʽχώρα δἐστὶν αῦτη τῆς Ἰβηρίας, ἢν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι διηγούμενος εὐδαιμονίαν Πολύβιος Μεγαλοπολίτης, ἀνδρῶν ἄριστε Τιμόκρατες, ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται· ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν, τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθἡμᾶς θαλάττῃ. καὶ μὲν τῶν κριθῶν Σικελικὸς μέδιμνός ἐστι δραχμῆς, δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρεινῶν τοῦ δοἴνου δραχμῆς μετρητὴς καὶ ἔριφος μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δἀρνῶν τριώβολον καὶ τετρώβολον τιμή, ὗς δὲ πίων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν, τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, μόσχος δραχμῶν πέντε καὶ βοῦς ζύγιμος δέκα. τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων. ἡμῖν δὲ καλὸς Λαρήνσιος τὴν Ῥώμην Λυσιτανίαν ἑκάστοτε παρέχων ἐμπίπλησι παντοίων ἀγαθῶν ὁσημέραι, μετὰ τοῦ ἡδέος καὶ μεγαλοφρόνως φιλοτιμούμενος, οὐδὲν φερομένοις οἴκοθεν λογάρια.
§2.1 πολλῶν δὲ λεχθέντων ἐπὶ τοῖς ἰχθύσι λόγων δῆλος μὲν ἦν ἀχθόμενος Κύνουλκος. καὶ καλὸς Δημόκριτος αὐτὸν προφθάσας ἔφη· ἀλλὰ μήν, ‘ἄνδρες ἰχθύες᾽ κατὰ τὸν Ἄρχιππον, παρελίπετε δεῖ γὰρ καὶ ἡμᾶς μικρὰ προσοψωνῆσαι τούς τε ὀρυκτοὺς ἰχθύας καλουμένους, οἳ ἐν Ἡρακλείᾳ γίγνονται καὶ περὶ Τίον τοῦ Πόντου τὴν Μιλησίων ἀποικίαν, ἱστοροῦντος περὶ αὐτῶν Θεοφράστου, δαὐτὸς οὗτος φιλόσοφος καὶ περὶ τῶν πηγνυμένων διὰ χειμῶνα τῷ κρυστάλλῳ ἱστόρησεν, οἳ οὐ πρότερον αἰσθάνονται οὐδὲ κινοῦνται πρὶν ἂν εἰς τὰς λοπάδας ἐμβληθέντες ἕψωνται. ᾽ἴδιον δὲ παρὰ τούτους συμβαίνει τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς καλουμένους ἰχθῦς γινόμενον ὀρύττεσθαι γὰρ κατὰ βάθους πλέονος τοὺς τόπους οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας οὔτε φανερῶν ναμάτων, καὶ εὑρίσκεσθαι ἐν αὐτοῖς ἰχθῦς ζῶντας.
§2.2 ἀλλὰ μήν, ‘ἄνδρες ἰχθύες᾽ κατὰ τὸν Ἄρχιππον, παρελίπετε δεῖ γὰρ καὶ ἡμᾶς μικρὰ προσοψωνῆσαι τούς τε ὀρυκτοὺς ἰχθύας καλουμένους, οἳ ἐν Ἡρακλείᾳ γίγνονται καὶ περὶ Τίον τοῦ Πόντου τὴν Μιλησίων ἀποικίαν, ἱστοροῦντος περὶ αὐτῶν Θεοφράστου, δαὐτὸς οὗτος φιλόσοφος καὶ περὶ τῶν πηγνυμένων διὰ χειμῶνα τῷ κρυστάλλῳ ἱστόρησεν, οἳ οὐ πρότερον αἰσθάνονται οὐδὲ κινοῦνται πρὶν ἂν εἰς τὰς λοπάδας ἐμβληθέντες ἕψωνται. ᾽ἴδιον δὲ παρὰ τούτους συμβαίνει τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς καλουμένους ἰχθῦς γινόμενον ὀρύττεσθαι γὰρ κατὰ βάθους πλέονος τοὺς τόπους οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας οὔτε φανερῶν ναμάτων, καὶ εὑρίσκεσθαι ἐν αὐτοῖς ἰχθῦς ζῶντας.
§3.1 Μνασέας δὲ Πατρεὺς ἐν τῷ Περίπλῳ τοὺς ἐν τῷ Κλείτορι ποταμῷ φησιν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον. Φιλοστέφανος δ Κυρηναῖος μὲν γένος, Καλλιμάχου δὲ γνώριμος, ἐν τῷ περὶ τῶν παραδόξων ποταμῶν ἐν Ἀόρνῳ φησὶ τῷ ποταμῷ διὰ Φενεοῦ ῥέοντι ἰχθῦς εἶναι φθεγγομένους ὁμοίως κίχλαις· καλεῖσθαι δαὐτοὺς ποικιλίας. Νυμφόδωρος δ Συρακόσιος ἐν τοῖς Περίπλοις ἐν τῷ Ἑλώρῳ ποταμῷ λάβρακας εἶναί φησι καὶ ἐγχέλεις μεγάλας οὕτω τιθασοὺς ὡς ἐκ τῶν χειρῶν δέχεσθαι τῶν προσφερόντων ἄρτους, ἐγὼ δὲ ἐν τῇ κατὰ Χαλκίδα Ἀρεθούσῃ τεθέαμαι, ἴσως δὲ καὶ ὑμῶν οἱ πλεῖστοι, κεστρεῖς χειροήθεις καὶ ἐγχέλεις ἐνώτια ἐχούσας ἀργυρᾶ καὶ χρυσᾶ, λαμβανούσας τε καὶ λαμβάνοντας παρὰ τῶν προσφερόντων τροφὰς τά τε ἀπὸ τῶν ἱερείων σπλάγχνα καὶ τυροὺς χλωρούς. Σῆμος δἐν ἕκτῳ Δηλιάδος Ἀθηναίοις φησί, θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας παῖς προσήνεγκε κἀν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. εἰπεῖν οὖν αὐτοῖς τοὺς τῶν Δηλίων μάντεις ὡς κυριεύσουσι τῆς θαλάσσης
§3.2 Μνασέας δὲ Πατρεὺς ἐν τῷ Περίπλῳ τοὺς ἐν τῷ Κλείτορι ποταμῷ φησιν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον. Φιλοστέφανος δ Κυρηναῖος μὲν γένος, Καλλιμάχου δὲ γνώριμος, ἐν τῷ περὶ τῶν παραδόξων ποταμῶν ἐν Ἀόρνῳ φησὶ τῷ ποταμῷ διὰ Φενεοῦ ῥέοντι ἰχθῦς εἶναι φθεγγομένους ὁμοίως κίχλαις· καλεῖσθαι δαὐτοὺς ποικιλίας. Νυμφόδωρος δ Συρακόσιος ἐν τοῖς Περίπλοις ἐν τῷ Ἑλώρῳ ποταμῷ λάβρακας εἶναί φησι καὶ ἐγχέλεις μεγάλας οὕτω τιθασοὺς ὡς ἐκ τῶν χειρῶν δέχεσθαι τῶν προσφερόντων ἄρτους, ἐγὼ δὲ ἐν τῇ κατὰ Χαλκίδα Ἀρεθούσῃ τεθέαμαι, ἴσως δὲ καὶ ὑμῶν οἱ πλεῖστοι, κεστρεῖς χειροήθεις καὶ ἐγχέλεις ἐνώτια ἐχούσας ἀργυρᾶ καὶ χρυσᾶ, λαμβανούσας τε καὶ λαμβάνοντας παρὰ τῶν προσφερόντων τροφὰς τά τε ἀπὸ τῶν ἱερείων σπλάγχνα καὶ τυροὺς χλωρούς. Σῆμος δἐν ἕκτῳ Δηλιάδος Ἀθηναίοις φησί, θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας παῖς προσήνεγκε κἀν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. εἰπεῖν οὖν αὐτοῖς τοὺς τῶν Δηλίων μάντεις ὡς κυριεύσουσι τῆς θαλάσσης
§4.1 Πολύβιος δἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρβωνος ποταμοῦ πεδίον εἶναι, διοὗ φέρεσθαι ποταμοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον ῥέοντας παρὰ πόλεις ὁμωνύμους κατοικουμένας ὑπὸ Κελτῶν. ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς. εἶναί τε τὸ πεδίον λεπτόγειον καὶ πολλὴν ἄγρωστιν ἔχον ἐμπεφυκυῖαν· ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ. δύο καὶ τρεῖς πήχεις ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ μεθοὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. ἐν Ἰνδοῖς δέ φησι Θεόφραστος τοὺς ἰχθῦς ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντας καὶ πηδῶντας πάλιν εἰς τὸ ὕδωρ ἀπιέναι καθάπερ τοὺς βατράχους, ὁμοίους ὄντας τὴν ἰδέαν τοῖς μαξείνοις καλουμένοις ἰχθύσιν.
§4.2 Πολύβιος δἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρβωνος ποταμοῦ πεδίον εἶναι, διοὗ φέρεσθαι ποταμοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον ῥέοντας παρὰ πόλεις ὁμωνύμους κατοικουμένας ὑπὸ Κελτῶν. ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς. εἶναί τε τὸ πεδίον λεπτόγειον καὶ πολλὴν ἄγρωστιν ἔχον ἐμπεφυκυῖαν· ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ. δύο καὶ τρεῖς πήχεις ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ μεθοὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. ἐν Ἰνδοῖς δέ φησι Θεόφραστος τοὺς ἰχθῦς ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντας καὶ πηδῶντας πάλιν εἰς τὸ ὕδωρ ἀπιέναι καθάπερ τοὺς βατράχους, ὁμοίους ὄντας τὴν ἰδέαν τοῖς μαξείνοις καλουμένοις ἰχθύσιν.
§5.1 οὐκ ἔλαθεν δέ με οὐδὲ Κλέαρχος ἀπὸ τοῦ περιπάτου ὅσεἴρηκε καὶ περὶ τοῦ ἐξωκοίτου καλουμένου ἰχθύος ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐνύδρων, εἴρηκε γὰρκρατεῖν δοἶμαι καὶ τῆς λέξεως οὕτως ἐχούσης· ᾽ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν ἅδωνιν, τοὔνομα μὲν εἴληφε διὰ τὸ πολλάκις τὰς ἀναπαύσεις ἔξω τοῦ ὑγροῦ ποιεῖσθαι· ἐστὶ δὲ ὑπόπυρρος καὶ ἀπὸ τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς κέρκου μίαν ἔχει διηνεκῆ λευκὴν ῥάβδον. ἐστὶ δὲ στρογγύλος, ἀλλοὐ πλατὺς ὢν κατὰ τὸ μέγεθος ἴσος ἐστὶ τοῖς παραιγιαλίταις κεστρινίσκοις οὗτοι δεἰσὶν ὀκταδάκτυλοι μάλιστα τὸ μῆκος, τὸ δὲ σύνολον ὁμοιότατός ἐστι τῷ καλουμένῳ τράγῳ ἰχθυδίῳ πλὴν τοῦ ὑπὸ τὸν στόμαχον μέλανος, καλοῦσι τοῦ τράγου πώγωνα. ἐστὶ δ᾽· ἐξώκοιτος τῶν πετραίων καὶ βιοτεύει περὶ τοὺς πετρώδεις τόπους καὶ ὅταν γαλήνη, συνεξορούσας τῷ κύματι κεῖται ἐπὶ τῶν πετριδίων πολὺν χρόνον ἀναπαυόμενος ἐν τῷ ξηρῷ καὶ μεταστρέφει μὲν ἑαυτὸν πρὸς τὸν ἥλιον ὅταν δἱκανῶς αὐτῷ τὰ πρὸς τὴν ἀνάπαυσιν ἔχῃ, προσκυλινδεῖται τῷ ὑγρῷ, μέχρι οὗ ἂν πάλιν ὑπολαβὸν αὐτὸν τὸ κῦμα κατενέγκῃ μετὰ τῆς ἀναρροίας εἰς τὴν θάλασσαν, ὅταν δἐγρηγορὼς ἐν τῷ ξηρῷ τύχῃ, φυλάττεται τῶν ὀρνίθων τοὺς παρευδιαστὰς καλουμένους, ὧν ἐστι κηρύλος, τροχίλος, καὶ τῇ κρεκὶ προσεμφερὴς ἐρῳδιὸς, οὗτοι γάρ ἐν ταῖς εὐδίαις παρὰ τὸ ξηρὸν νεμόμενοι πολλάκις αὐτῷ περιπίπτουσιν, οὓς ὅταν προΐδηται φεύγει πηδῶν καὶ ἀσπαίρων, ἕως ἂν εἰς τὸ ὕδωρ ἀποκυμβήσῃ.
§5.2 οὐκ ἔλαθεν δέ με οὐδὲ Κλέαρχος ἀπὸ τοῦ περιπάτου ὅσεἴρηκε καὶ περὶ τοῦ ἐξωκοίτου καλουμένου ἰχθύος ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐνύδρων, εἴρηκε γὰρκρατεῖν δοἶμαι καὶ τῆς λέξεως οὕτως ἐχούσης· ᾽ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν ἅδωνιν, τοὔνομα μὲν εἴληφε διὰ τὸ πολλάκις τὰς ἀναπαύσεις ἔξω τοῦ ὑγροῦ ποιεῖσθαι· ἐστὶ δὲ ὑπόπυρρος καὶ ἀπὸ τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς κέρκου μίαν ἔχει διηνεκῆ λευκὴν ῥάβδον. ἐστὶ δὲ στρογγύλος, ἀλλοὐ πλατὺς ὢν κατὰ τὸ μέγεθος ἴσος ἐστὶ τοῖς παραιγιαλίταις κεστρινίσκοις οὗτοι δεἰσὶν ὀκταδάκτυλοι μάλιστα τὸ μῆκος, τὸ δὲ σύνολον ὁμοιότατός ἐστι τῷ καλουμένῳ τράγῳ ἰχθυδίῳ πλὴν τοῦ ὑπὸ τὸν στόμαχον μέλανος, καλοῦσι τοῦ τράγου πώγωνα. ἐστὶ δ᾽· ἐξώκοιτος τῶν πετραίων καὶ βιοτεύει περὶ τοὺς πετρώδεις τόπους καὶ ὅταν γαλήνη, συνεξορούσας τῷ κύματι κεῖται ἐπὶ τῶν πετριδίων πολὺν χρόνον ἀναπαυόμενος ἐν τῷ ξηρῷ καὶ μεταστρέφει μὲν ἑαυτὸν πρὸς τὸν ἥλιον ὅταν δἱκανῶς αὐτῷ τὰ πρὸς τὴν ἀνάπαυσιν ἔχῃ, προσκυλινδεῖται τῷ ὑγρῷ, μέχρι οὗ ἂν πάλιν ὑπολαβὸν αὐτὸν τὸ κῦμα κατενέγκῃ μετὰ τῆς ἀναρροίας εἰς τὴν θάλασσαν, ὅταν δἐγρηγορὼς ἐν τῷ ξηρῷ τύχῃ, φυλάττεται τῶν ὀρνίθων τοὺς παρευδιαστὰς καλουμένους, ὧν ἐστι κηρύλος, τροχίλος, καὶ τῇ κρεκὶ προσεμφερὴς ἐρῳδιὸς, οὗτοι γάρ ἐν ταῖς εὐδίαις παρὰ τὸ ξηρὸν νεμόμενοι πολλάκις αὐτῷ περιπίπτουσιν, οὓς ὅταν προΐδηται φεύγει πηδῶν καὶ ἀσπαίρων, ἕως ἂν εἰς τὸ ὕδωρ ἀποκυμβήσῃ.
§6.1 ἔτι αὐτὸς Κλέαρχος καὶ ταῦτά φησι, σαφέστερον τοῦ Κυρηναίου φιλοστεφάνου, οὗ πρότερον ἐμνήσθην· ἐπεί τινες τῶν ἰχθύων οὐκ ἔχοντες βρόγχον φθέγγονται. τοιοῦτοι δεἰσὶν οἱ περὶ Κλείτορα τῆς Ἀρκαδίας ἐν τῷ Λάδωνι καλουμένῳ ποταμῷ· φθέγγονται γὰρ καὶ πολὺν ἦχον ἀποτελοῦσιν. Νικόλαος δ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν ʽ περὶ Ἀπάμειαν φησί, τὴν Φρυγιακὴν κατὰ τὰ Μιθριδατικὰ σεισμῶν γενομένων ἀνεφάνησαν περὶ τὴν χώραν αὐτῶν λίμναι τε πρότερον οὐκ οὖσαι καὶ ποταμοὶ καὶ ἄλλαι πηγαὶ ὑπὸ τῆς κινήσεως ἀνοιχθεῖσαι, πολλαὶ δὲ καὶ ἠφανίσθησαν, τοσοῦτόν τε ἄλλο ἀνέβλυσεν αὐτῶν ἐν τῇ γῇ πικρόν τε καὶ γλαυκὸν ὕδωρ, πλεῖστον ὅσον ἀπεχούσης τῶν τόπων τῆς θαλάσσης, ὥστε ὀστρέων πλησθῆναι τὸν πλησίον τόπον ἅπαντα καὶ ἰχθύων τῶν τε ἄλλων ὅσα τρέφει θάλασσα. οἶδα δὲ καὶ πολλαχοῦ ὕσαντα τὸν θεὸν ἰχθύσι Φαινίας γοῦν ἐν δευτέρῳ πρυτάνεων Ἐρεσίων ἐν Χερρονήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαι τὸν θεὸν ἰχθύας. καὶ Φύλαρχος δἐν τετάρτῃ ἑωρακέναι τινὰς πολλαχοῦ τὸν θεὸν ὕσαντα ἰχθύσι, πολλάκις δὲ καὶ γυρίνοις τοῦ αὐτοῦ συμβαίνοντος. Ἡρακλείδης γοῦν Λέμβος ἐν τῇ κα τῶν ἱστοριῶν περὶ τὴν Παιονίαν καὶ Δαρδανίαν βατράχους φησίν, ὗσεν θεὸς καὶ τοσοῦτο αὐτῶν ἐγένετο τὸ πλῆθος ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πλήρεις εἶναι. τὰς μὲν οὖν πρώτας ἡμέρας κτείνοντες τούτους καὶ συγκλείοντες τὰς οἰκίας διεκαρτέρουν ὡς δοὐδὲν ἤνυον, ἀλλὰ τά τε σκεύη ἐπληροῦτο καὶ μετὰ τῶν ἐδεσμάτων εὑρίσκοντο συνεψόμενοι καὶ συνοπτώμενοι οἱ βάτραχοι καὶ πρὸς τούτοις οὔτε τοῖς ὕδασιν ἦν χρῆσθαι οὔτε τοὺς πόδας ἐπὶ τὴν γῆν θεῖναι συσσεσωρευμένων αὐτῶν, ἐνοχλούμενοι δὲ καὶ ὑπὸ τῆς τῶν τετελευτηκότων ὀδμῆς ἔφυγον τὴν χώραν.
§6.2 ἔτι αὐτὸς Κλέαρχος καὶ ταῦτά φησι, σαφέστερον τοῦ Κυρηναίου φιλοστεφάνου, οὗ πρότερον ἐμνήσθην· ἐπεί τινες τῶν ἰχθύων οὐκ ἔχοντες βρόγχον φθέγγονται. τοιοῦτοι δεἰσὶν οἱ περὶ Κλείτορα τῆς Ἀρκαδίας ἐν τῷ Λάδωνι καλουμένῳ ποταμῷ· φθέγγονται γὰρ καὶ πολὺν ἦχον ἀποτελοῦσιν. Νικόλαος δ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν ʽ περὶ Ἀπάμειαν φησί, τὴν Φρυγιακὴν κατὰ τὰ Μιθριδατικὰ σεισμῶν γενομένων ἀνεφάνησαν περὶ τὴν χώραν αὐτῶν λίμναι τε πρότερον οὐκ οὖσαι καὶ ποταμοὶ καὶ ἄλλαι πηγαὶ ὑπὸ τῆς κινήσεως ἀνοιχθεῖσαι, πολλαὶ δὲ καὶ ἠφανίσθησαν, τοσοῦτόν τε ἄλλο ἀνέβλυσεν αὐτῶν ἐν τῇ γῇ πικρόν τε καὶ γλαυκὸν ὕδωρ, πλεῖστον ὅσον ἀπεχούσης τῶν τόπων τῆς θαλάσσης, ὥστε ὀστρέων πλησθῆναι τὸν πλησίον τόπον ἅπαντα καὶ ἰχθύων τῶν τε ἄλλων ὅσα τρέφει θάλασσα. οἶδα δὲ καὶ πολλαχοῦ ὕσαντα τὸν θεὸν ἰχθύσι Φαινίας γοῦν ἐν δευτέρῳ πρυτάνεων Ἐρεσίων ἐν Χερρονήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαι τὸν θεὸν ἰχθύας. καὶ Φύλαρχος δἐν τετάρτῃ ἑωρακέναι τινὰς πολλαχοῦ τὸν θεὸν ὕσαντα ἰχθύσι, πολλάκις δὲ καὶ γυρίνοις τοῦ αὐτοῦ συμβαίνοντος. Ἡρακλείδης γοῦν Λέμβος ἐν τῇ κα τῶν ἱστοριῶν περὶ τὴν Παιονίαν καὶ Δαρδανίαν βατράχους φησίν, ὗσεν θεὸς καὶ τοσοῦτο αὐτῶν ἐγένετο τὸ πλῆθος ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πλήρεις εἶναι. τὰς μὲν οὖν πρώτας ἡμέρας κτείνοντες τούτους καὶ συγκλείοντες τὰς οἰκίας διεκαρτέρουν ὡς δοὐδὲν ἤνυον, ἀλλὰ τά τε σκεύη ἐπληροῦτο καὶ μετὰ τῶν ἐδεσμάτων εὑρίσκοντο συνεψόμενοι καὶ συνοπτώμενοι οἱ βάτραχοι καὶ πρὸς τούτοις οὔτε τοῖς ὕδασιν ἦν χρῆσθαι οὔτε τοὺς πόδας ἐπὶ τὴν γῆν θεῖναι συσσεσωρευμένων αὐτῶν, ἐνοχλούμενοι δὲ καὶ ὑπὸ τῆς τῶν τετελευτηκότων ὀδμῆς ἔφυγον τὴν χώραν.
§7.1 οἶδα δὲ καὶ Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς εἰπόντα καὶ περὶ πλήθους ἰχθύων τάδε· ὅτε Τρύφων Ἀπαμεὺς τὴν τῶν Σύρων βασιλείαν ἁρπάσας ἐπολεμεῖτο ὑπὸ Σαρπηδόνος τοῦ Δημητρίου στρατηγοῦ περὶ Πτολεμαΐδα πόλιν καὶ ὡς Σαρπηδὼν λειφθεὶς ἀνεχώρησεν εἰς τὴν μεσόγαιαν μετὰ τῶν ἰδίων στρατιωτῶν, οἱ δὲ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλησίαλον νικήσαντες τῇ μάχῃ, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν μετέωρον εἰς ὕψος ἐξαίσιον ἐπῆλθεν τῇ γῇ καὶ πάντας αὐτοὺς ἐπέκλυσεν διέφθειρέν τε ὑποβρυχίους, ἰχθύων τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν συμφορὰν ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασιν ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο καὶ ἔθυσαν Ποσειδῶνι τροπαίῳ πρὸς τοῖς προαστείοις τῆς πόλεως.
§7.2–14.1
§7.2 οἶδα δὲ καὶ Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς εἰπόντα καὶ περὶ πλήθους ἰχθύων τάδε· ὅτε Τρύφων Ἀπαμεὺς τὴν τῶν Σύρων βασιλείαν ἁρπάσας ἐπολεμεῖτο ὑπὸ Σαρπηδόνος τοῦ Δημητρίου στρατηγοῦ περὶ Πτολεμαΐδα πόλιν καὶ ὡς Σαρπηδὼν λειφθεὶς ἀνεχώρησεν εἰς τὴν μεσόγαιαν μετὰ τῶν ἰδίων στρατιωτῶν, οἱ δὲ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλησίαλον νικήσαντες τῇ μάχῃ, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν μετέωρον εἰς ὕψος ἐξαίσιον ἐπῆλθεν τῇ γῇ καὶ πάντας αὐτοὺς ἐπέκλυσεν διέφθειρέν τε ὑποβρυχίους, ἰχθύων τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν συμφορὰν ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασιν ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο καὶ ἔθυσαν Ποσειδῶνι τροπαίῳ πρὸς τοῖς προαστείοις τῆς πόλεως.
§8.1 οὐ κατασιωπήσομαι δὲ οὐδὲ τοὺς ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας, περὶ ὧν ἱστορεῖ Πολύχαρμος ἐν δευτέρῳ Λυκιακῶν γράφων οὕτως· ‘ὅταν γὰρ διέλθωσι πρὸς τὴν θάλασσαν, οὗ τὸ ἄλσος ἐστὶ πρὸς τῷ αἰγιαλῷ τοῦ Ἀπόλλωνος, ἐν ἐστιν δῖνα ἐπὶ τῆς ἀμάθου, παραγίνονται ἔχοντες οἱ μαντευόμενοι ὀβελίσκους δύο ξυλίνους, ἔχοντας ἐφἑκατέρῳ σάρκας ὀπτὰς ἀριθμῷ δέκα. καὶ μὲν ἱερεὺς κάθηται πρὸς τῷ ἄλσει σιωπῇ, δὲ μαντευόμενος ἐμβάλλει τοὺς ὀβελίσκους εἰς τὴν δῖναν καὶ ἀποθεωρεῖ τὸ γινόμενον. μετὰ δὲ τὴν ἐμβολὴν τῶν ὀβελίσκων πληροῦται θαλάσσης δῖνα καὶ παραγίνεται ἰχθύων πλῆθος τοσοῦτον καὶ τοιοῦτον ὥστε ἐκπλήττεσθαι τὸ ἀόρατον τοῦ πράγματος, τῷ δὲ μεγέθει τοιούτων ὥστε καὶ εὐλαβηθῆναι. ὅταν δὲ ἀπαγγείλῃ τὰ εἴδη τῶν ἰχθύων προφήτης, οὕτως τὸν χρησμὸν λαμβάνει παρὰ τοῦ ἱερέως μαντευόμενος περὶ ὧν ηὔξατο. φαίνονται δὲ ὀρφοί, γλαῦκοι, ἐνίοτε δὲ φάλλαιναι πρίστεις, πολλοὶ δὲ καὶ ἀόρατοι ἰχθῦς καὶ ξένοι τῇ ὄψει. Ἀρτεμίδωρος δἐν τῷ δεκάτῳ τῶν Γεωγραφουμένων λέγεσθαί φησιν ὑπὸ τῶν ἐπιχωρίων πηγὴν ἀναδίδοσθαι γλυκέος ὕδατος, ὅθεν συμβαίνειν δίνας γίνεσθαι· γίνεσθαι δὲ καὶ ἰχθύας ἐν τῷ δινάζοντι τόπῳ μεγάλους, τούτοις δὲ οἱ θυσιάζοντες ἐμβάλλουσιν ἀπαρχὰς τῶν θυσιαζομένων ἐπὶ ξυλίνων ὀβελίσκων ἀναπείροντες κρέα ἑφθὰ καὶ ὀπτὰ καὶ μάζας καὶ ἄρτους, ὀνομάζεται δὲ λιμὴν καὶ τόπος οὗτος Δῖνος.
§8.2 οὐ κατασιωπήσομαι δὲ οὐδὲ τοὺς ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας, περὶ ὧν ἱστορεῖ Πολύχαρμος ἐν δευτέρῳ Λυκιακῶν γράφων οὕτως· ‘ὅταν γὰρ διέλθωσι πρὸς τὴν θάλασσαν, οὗ τὸ ἄλσος ἐστὶ πρὸς τῷ αἰγιαλῷ τοῦ Ἀπόλλωνος, ἐν ἐστιν δῖνα ἐπὶ τῆς ἀμάθου, παραγίνονται ἔχοντες οἱ μαντευόμενοι ὀβελίσκους δύο ξυλίνους, ἔχοντας ἐφἑκατέρῳ σάρκας ὀπτὰς ἀριθμῷ δέκα. καὶ μὲν ἱερεὺς κάθηται πρὸς τῷ ἄλσει σιωπῇ, δὲ μαντευόμενος ἐμβάλλει τοὺς ὀβελίσκους εἰς τὴν δῖναν καὶ ἀποθεωρεῖ τὸ γινόμενον. μετὰ δὲ τὴν ἐμβολὴν τῶν ὀβελίσκων πληροῦται θαλάσσης δῖνα καὶ παραγίνεται ἰχθύων πλῆθος τοσοῦτον καὶ τοιοῦτον ὥστε ἐκπλήττεσθαι τὸ ἀόρατον τοῦ πράγματος, τῷ δὲ μεγέθει τοιούτων ὥστε καὶ εὐλαβηθῆναι. ὅταν δὲ ἀπαγγείλῃ τὰ εἴδη τῶν ἰχθύων προφήτης, οὕτως τὸν χρησμὸν λαμβάνει παρὰ τοῦ ἱερέως μαντευόμενος περὶ ὧν ηὔξατο. φαίνονται δὲ ὀρφοί, γλαῦκοι, ἐνίοτε δὲ φάλλαιναι πρίστεις, πολλοὶ δὲ καὶ ἀόρατοι ἰχθῦς καὶ ξένοι τῇ ὄψει. Ἀρτεμίδωρος δἐν τῷ δεκάτῳ τῶν Γεωγραφουμένων λέγεσθαί φησιν ὑπὸ τῶν ἐπιχωρίων πηγὴν ἀναδίδοσθαι γλυκέος ὕδατος, ὅθεν συμβαίνειν δίνας γίνεσθαι· γίνεσθαι δὲ καὶ ἰχθύας ἐν τῷ δινάζοντι τόπῳ μεγάλους, τούτοις δὲ οἱ θυσιάζοντες ἐμβάλλουσιν ἀπαρχὰς τῶν θυσιαζομένων ἐπὶ ξυλίνων ὀβελίσκων ἀναπείροντες κρέα ἑφθὰ καὶ ὀπτὰ καὶ μάζας καὶ ἄρτους, ὀνομάζεται δὲ λιμὴν καὶ τόπος οὗτος Δῖνος.
§9.1 οἶδα δὲ καὶ Φύλαρχον εἰρηκότα που περὶ μεγάλων ἰχθύων καὶ τῶν συμπεμφθέντων αὐτοῖς σύκων χλωρῶν, ὅτι αἰνιττόμενος Πάτροκλος Πτολεμαίου στρατηγὸς Ἀντιγόνῳ τῷ βασιλεῖ ἔπεμπεν, ὡς Δαρείῳ Σκύθαι ἐπερχομένῳ αὐτῶν τῇ χώρᾳ· ἔπεμψαν γὰρ οὗτοι μὲν, ὥς φησιν Ἡρόδοτος, ὄρνιν καὶ ὀιστὸν καὶ βάτραχον ἀλλ γε Πάτροκλος, ὡς διὰ τῆς τρίτης τῶν ἱστοριῶν φησιν Φύλαρχος, πεμφθέντων τῶν προειρημένων σύκων καὶ ἰχθύων. ἐτύγχανεν δὲ κωθωνιζόμενος βασιλεὺς καὶ ὡς πάντες διηποροῦντο ἐπὶ τοῖς δώροις, Ἀντίγονος γελάσας πρὸς τοὺς φίλους ἔφη γινώσκειν τί βούλεται τὰ ξένια· γὰρ θαλαττοκρατεῖν ἡμᾶς φησι Πάτροκλος τῶν σύκων τρώγειν.
§9.2 οἶδα δὲ καὶ Φύλαρχον εἰρηκότα που περὶ μεγάλων ἰχθύων καὶ τῶν συμπεμφθέντων αὐτοῖς σύκων χλωρῶν, ὅτι αἰνιττόμενος Πάτροκλος Πτολεμαίου στρατηγὸς Ἀντιγόνῳ τῷ βασιλεῖ ἔπεμπεν, ὡς Δαρείῳ Σκύθαι ἐπερχομένῳ αὐτῶν τῇ χώρᾳ· ἔπεμψαν γὰρ οὗτοι μὲν, ὥς φησιν Ἡρόδοτος, ὄρνιν καὶ ὀιστὸν καὶ βάτραχον ἀλλ γε Πάτροκλος, ὡς διὰ τῆς τρίτης τῶν ἱστοριῶν φησιν Φύλαρχος, πεμφθέντων τῶν προειρημένων σύκων καὶ ἰχθύων. ἐτύγχανεν δὲ κωθωνιζόμενος βασιλεὺς καὶ ὡς πάντες διηποροῦντο ἐπὶ τοῖς δώροις, Ἀντίγονος γελάσας πρὸς τοὺς φίλους ἔφη γινώσκειν τί βούλεται τὰ ξένια· γὰρ θαλαττοκρατεῖν ἡμᾶς φησι Πάτροκλος τῶν σύκων τρώγειν.
§10.1 οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες καμασῆνες ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως· πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες, καὶ ὅτι τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν Στασῖνος ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι· τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπἀνάγκης, φεῦγε γὰρ οὐδἔθελεν μιχθήμεναι ἐν φιλότητι πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ φεῦγεν, Ζεὺς δἐδίωκε· λαβεῖν δἐλιλαίετο θυμῷ ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξοροθῦνον, ἄλλοτἀν Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης, ἄλλοτἀνἤπειρον πολυβώλακα. γίγνετο δαἰεὶ θηρίὅσἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.
§10.2 οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες καμασῆνες ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως· πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες, καὶ ὅτι τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν Στασῖνος ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι· τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπἀνάγκης, φεῦγε γὰρ οὐδἔθελεν μιχθήμεναι ἐν φιλότητι πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ φεῦγεν, Ζεὺς δἐδίωκε· λαβεῖν δἐλιλαίετο θυμῷ ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξοροθῦνον, ἄλλοτἀν Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης, ἄλλοτἀνἤπειρον πολυβώλακα. γίγνετο δαἰεὶ θηρίὅσἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.
§11.1 οἶδα δὲ καὶ τὰ περὶ τὴν ἀπόπυριν καλουμένην περὶ τὴν Βόλβην λίμνην, περὶ ἧς Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι φησὶν οὕτως ʽ Ἀπολλωνίαν τὴν Χαλκιδικὴν δύο ποταμοὶ περιρρέουσιν Ἀμμίτης καὶ Ὀλυνθιακός· ἐμβάλλουσι δἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. ἐπὶ δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου τοῦ ʽ Ἡρακλέους καὶ Βόλβης υἱοῦ. κατὰ δὲ τὸν Ἀνθεστηριῶνα καὶ Ἐλαφηβολιῶνα λέγουσιν οἱ ἐπιχώριοι διότι πέμπει Βόλβη τὴν ἀπόπυριν Ὀλύνθῳ· καὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπέραντον πλῆθος ἰχθύων ἐκ τῆς λίμνης εἰς τὸν Ὀλυνθιακὸν ἀναβαίνειν ποταμόν. ἐστὶ δὲ βραχύς, ὥστε μόλις κρύπτειν τὸ σφυρὸν ἀλλοὐδὲν ἧττον τοσοῦτον ἔρχεται πλῆθος ἰχθύων ὥστε τοὺς περιοίκους ἅπαντας ἱκανὸν εἰς τὴν ἑαυτῶν χρείαν συντιθέναι τάριχος. θαυμαστὸν δέ ἐστι τὸ μὴ παραλλάττειν τὸ τοῦ Ὀλύνθου μνημεῖον, πρότερον μὲν οὖν φασι τοὺς κατὰ τὴν Ἀπολλωνίαν Ἐλαφηβολιῶνος τὰ νόμιμα συντελεῖν τοῖς τελευτήσασι, νῦν δἈνθεστηριῶνας. διὰ ταύτην οὖν τὴν αἰτίαν μόνοις τούτοις τοῖς μησὶ τοὺς ἰχθῦς τὴν ἀνάβασιν ποιεῖσθαι, ἐν οἷς τοὺς τετελευτηκότας εἰώθασι τιμᾶν.
§11.2 οἶδα δὲ καὶ τὰ περὶ τὴν ἀπόπυριν καλουμένην περὶ τὴν Βόλβην λίμνην, περὶ ἧς Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι φησὶν οὕτως ʽ Ἀπολλωνίαν τὴν Χαλκιδικὴν δύο ποταμοὶ περιρρέουσιν Ἀμμίτης καὶ Ὀλυνθιακός· ἐμβάλλουσι δἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. ἐπὶ δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου τοῦ ʽ Ἡρακλέους καὶ Βόλβης υἱοῦ. κατὰ δὲ τὸν Ἀνθεστηριῶνα καὶ Ἐλαφηβολιῶνα λέγουσιν οἱ ἐπιχώριοι διότι πέμπει Βόλβη τὴν ἀπόπυριν Ὀλύνθῳ· καὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπέραντον πλῆθος ἰχθύων ἐκ τῆς λίμνης εἰς τὸν Ὀλυνθιακὸν ἀναβαίνειν ποταμόν. ἐστὶ δὲ βραχύς, ὥστε μόλις κρύπτειν τὸ σφυρὸν ἀλλοὐδὲν ἧττον τοσοῦτον ἔρχεται πλῆθος ἰχθύων ὥστε τοὺς περιοίκους ἅπαντας ἱκανὸν εἰς τὴν ἑαυτῶν χρείαν συντιθέναι τάριχος. θαυμαστὸν δέ ἐστι τὸ μὴ παραλλάττειν τὸ τοῦ Ὀλύνθου μνημεῖον, πρότερον μὲν οὖν φασι τοὺς κατὰ τὴν Ἀπολλωνίαν Ἐλαφηβολιῶνος τὰ νόμιμα συντελεῖν τοῖς τελευτήσασι, νῦν δἈνθεστηριῶνας. διὰ ταύτην οὖν τὴν αἰτίαν μόνοις τούτοις τοῖς μησὶ τοὺς ἰχθῦς τὴν ἀνάβασιν ποιεῖσθαι, ἐν οἷς τοὺς τετελευτηκότας εἰώθασι τιμᾶν.
§12.1 καὶ ταῦτα μὲν ταύτῃ, ἄνδρες ἰχθύες· ὑμεῖς γὰρ πάντα συναθροίσαντες βορὰν ἡμᾶς τοῖς ἰχθύσι παραβεβλήκατε καὶ οὐκ ἐκείνους ἡμᾶν, τοσαῦτα εἰπόντες ὅσα οὐδὲ Ἰχθύας Μεγαρικὸς φιλόσοφος οὐδἸχθύων ὄνομα δὲ καὶ τοῦτο κύριον, οὗ μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσι. διὑμᾶς δὲ καὶ τῷ παιδὶ παρακελεύσομαι κατὰ τοὺς Φερεκράτους Μυρμηκανθρώπους · μηδέποτἰχθύν, Δευκαλίων, μηδἢν αἰτῶ παραθῇς μοι. καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος Δήλιος ἐν βΔηλιάδος ᾽ὅταν θύωσι τῇ Βριζοῖ αὕτη δἐστὶν ἐνυπνιόμαντις· βρίζειν δοἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν ἔνθα δἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.
§12.2 καὶ ταῦτα μὲν ταύτῃ, ἄνδρες ἰχθύες· ὑμεῖς γὰρ πάντα συναθροίσαντες βορὰν ἡμᾶς τοῖς ἰχθύσι παραβεβλήκατε καὶ οὐκ ἐκείνους ἡμᾶν, τοσαῦτα εἰπόντες ὅσα οὐδὲ Ἰχθύας Μεγαρικὸς φιλόσοφος οὐδἸχθύων ὄνομα δὲ καὶ τοῦτο κύριον, οὗ μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσι. διὑμᾶς δὲ καὶ τῷ παιδὶ παρακελεύσομαι κατὰ τοὺς Φερεκράτους Μυρμηκανθρώπους · μηδέποτἰχθύν, Δευκαλίων, μηδἢν αἰτῶ παραθῇς μοι. καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος Δήλιος ἐν βΔηλιάδος ᾽ὅταν θύωσι τῇ Βριζοῖ αὕτη δἐστὶν ἐνυπνιόμαντις· βρίζειν δοἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν ἔνθα δἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.
§13.1 Χρύσιππον δ᾽, ἄνδρες φίλοι, τὸν τῆς στοᾶς ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον αἰεί ποτε μετὰ Φιλαινίδος κατατάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα, ὅπερ φησὶ ποιῆσαι Αἰσχρίων Σάμιος ἰαμβοποιὸς Πολυκράτη τὸν σοφιστὴν ἐπὶ διαβολῇ τῆς ἀνθρώπου σωφρονεστάτης γενομένης, ἔχει δὲ οὕτως τὰ ἰαμβεῖα· ἐγὼ Φιλαινὶς πίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μὴ μ᾽, μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην· οὐ γὰρ μὰ τὸν Ζεῦν, οὐ μὰ τοὺς κάτω κούρους, οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης· Πολυκράτης δὲ τὴν γενῆν Ἀθηναῖος, λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα, ἔγραψεν ἅσσἔγραψ᾽; ἐγὼ γὰρ οὐκ οἶδα. ἀλλοὖν γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησι· ᾽καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστικάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχημάτων καὶ περὶ τὴν τούτων μελέτην γινομένας καὶ πάλιν ᾽ἐκμανθάνειν ταὐτοὺς τὰ τοιαῦτα καὶ κτᾶσθαι τὰ περὶ τούτων γεγραμμένα Φιλαινίδι καὶ Ἀρχεστράτῳ καὶ τοῖς τὰ ὅμοια γράψασιν κἀν τῷ ἑβδόμῳ δέ φησι· [ καθάπερ γὰρ οὐκ ἐκμανθάνειν τὰ Φιλαινίδος καὶ τὴν Ἀρχεστράτου Γαστρονομίαν ἔστιν ὡς φέροντά τι πρὸς τὸ ζῆν ἄμεινον.
§13.3 Χρύσιππον δ᾽, ἄνδρες φίλοι, τὸν τῆς στοᾶς ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον αἰεί ποτε μετὰ Φιλαινίδος κατατάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα, ὅπερ φησὶ ποιῆσαι Αἰσχρίων Σάμιος ἰαμβοποιὸς Πολυκράτη τὸν σοφιστὴν ἐπὶ διαβολῇ τῆς ἀνθρώπου σωφρονεστάτης γενομένης, ἔχει δὲ οὕτως τὰ ἰαμβεῖα· ἐγὼ Φιλαινὶς πίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μὴ μ᾽, μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην· οὐ γὰρ μὰ τὸν Ζεῦν, οὐ μὰ τοὺς κάτω κούρους, οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης· Πολυκράτης δὲ τὴν γενῆν Ἀθηναῖος, λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα, ἔγραψεν ἅσσἔγραψ᾽; ἐγὼ γὰρ οὐκ οἶδα. ἀλλοὖν γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησι· ᾽καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστικάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχημάτων καὶ περὶ τὴν τούτων μελέτην γινομένας καὶ πάλιν ᾽ἐκμανθάνειν ταὐτοὺς τὰ τοιαῦτα καὶ κτᾶσθαι τὰ περὶ τούτων γεγραμμένα Φιλαινίδι καὶ Ἀρχεστράτῳ καὶ τοῖς τὰ ὅμοια γράψασιν κἀν τῷ ἑβδόμῳ δέ φησι· [ καθάπερ γὰρ οὐκ ἐκμανθάνειν τὰ Φιλαινίδος καὶ τὴν Ἀρχεστράτου Γαστρονομίαν ἔστιν ὡς φέροντά τι πρὸς τὸ ζῆν ἄμεινον.
§14.1 ὑμεῖς δὲ πολλάκις τοῦ Ἀρχεστράτου τούτου μνημονεύσαντες ἀκολασίας ἐπληρώσατε τὸ συμπόσιον, τί γὰρ τῶν ἐπιτρῖψαι δυναμένων παρέλιπεν καλὸς οὗτος ἐποποιὸς καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλλου τοῦ Ἀνακυνδαράξεω βίον, ὃν ἀδιανοητότερον εἶναι κατὰ τὴν προσηγορίαν τοῦ πατρὸς Ἀριστοτέλης ἔφη, ἐφοὗ τοῦ τάφου· ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος θαλίῃσι θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας· κεῖνἔχω ὅσσἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι τέρπνἔπαθον τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται. ἥδε σοφὴ βιότοιο παραίνεσις. οὐδὲ ποταὐτῆς λήσομαι· ἐκτήσθω δ θέλων τὸν ἀπείρονα χρυσόν. καὶ ἐπὶ τῶν Φαιάκων δὲ ποιητὴς ἔφη · αἰεὶ δἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τἐξημοιβὰ λόετρά τε θερμὰ καὶ εὐναί. καὶ ἄλλος δὲ τίς φησι τῷ Σαρδαναπάλλῳ παραπλήσιος, ὑποτιθέμενος καὶ οὗτος τοῖς μὴ σωφρονοῦσι τοιάδε· πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι τοὐφήμερον ζῆν ἡδέως· γὰρ θανὼν τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός. μικροῦ δὲ βιότου ζῶντἐπαυρέσθαι χρεών, καὶ Ἄμφις δ κωμῳδιοποιὸς ἐν Ἰαλέμῳ φησί. ὅστις, δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δἄλλἐᾷ, μάταιός ἐστιν ἔν γἐμοὶ καὶ τοῖς σοφοῖς κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής. καὶ ἐν τῇ ἐπιγραφομένῃ δὲ Γυναικοκρατίᾳ τὰ ὅμοια λέγει· πῖνε, παῖζε· θνητὸς βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· θάνατος δἀθάνατὸς ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ. καὶ Βακχίδας δέ τις τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει· πιέν, φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δόμεν κἠγὼ γὰρ ἕστακἀντὶ Βακχίδα λίθος.
§14.2–21.1
§14.2 ὑμεῖς δὲ πολλάκις τοῦ Ἀρχεστράτου τούτου μνημονεύσαντες ἀκολασίας ἐπληρώσατε τὸ συμπόσιον, τί γὰρ τῶν ἐπιτρῖψαι δυναμένων παρέλιπεν καλὸς οὗτος ἐποποιὸς καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλλου τοῦ Ἀνακυνδαράξεω βίον, ὃν ἀδιανοητότερον εἶναι κατὰ τὴν προσηγορίαν τοῦ πατρὸς Ἀριστοτέλης ἔφη, ἐφοὗ τοῦ τάφου· ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος θαλίῃσι θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας· κεῖνἔχω ὅσσἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι τέρπνἔπαθον τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται. ἥδε σοφὴ βιότοιο παραίνεσις. οὐδὲ ποταὐτῆς λήσομαι· ἐκτήσθω δ θέλων τὸν ἀπείρονα χρυσόν. καὶ ἐπὶ τῶν Φαιάκων δὲ ποιητὴς ἔφη · αἰεὶ δἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τἐξημοιβὰ λόετρά τε θερμὰ καὶ εὐναί. καὶ ἄλλος δὲ τίς φησι τῷ Σαρδαναπάλλῳ παραπλήσιος, ὑποτιθέμενος καὶ οὗτος τοῖς μὴ σωφρονοῦσι τοιάδε· πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι τοὐφήμερον ζῆν ἡδέως· γὰρ θανὼν τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός. μικροῦ δὲ βιότου ζῶντἐπαυρέσθαι χρεών, καὶ Ἄμφις δ κωμῳδιοποιὸς ἐν Ἰαλέμῳ φησί. ὅστις, δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δἄλλἐᾷ, μάταιός ἐστιν ἔν γἐμοὶ καὶ τοῖς σοφοῖς κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής. καὶ ἐν τῇ ἐπιγραφομένῃ δὲ Γυναικοκρατίᾳ τὰ ὅμοια λέγει· πῖνε, παῖζε· θνητὸς βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· θάνατος δἀθάνατὸς ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ. καὶ Βακχίδας δέ τις τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει· πιέν, φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δόμεν κἠγὼ γὰρ ἕστακἀντὶ Βακχίδα λίθος.
§15.1 Ἄλεξις δἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι· πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλοὐδ᾽ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα· οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης αὐτὸ ἀνέγραψαν, ἀλλοὐδοἱ τὰς ἐν Περγάμῳ ἀναγραφὰς ποιησάμενοι δὲ Σωτίων φησὶν ἐν τῷ δράματι Ξανθίαν τινὰ οἰκέτην πεποιῆσθαι προτρεπόμενον ἐπὶ ἡδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγοντα· τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, Ὠἰδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν, πίνωμεν, ἐμπίνωμεν, Σίκων, Σίκων, χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μάνη, γαστρὸς οὐδὲν ἥδιον. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσιν ἀντὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ· χρόνῳ ἕξεις δὅσἂν φάγῃς τε καὶ πίῃς μόνα· σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.
§15.2 Ἄλεξις δἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι· πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλοὐδ᾽ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα· οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης αὐτὸ ἀνέγραψαν, ἀλλοὐδοἱ τὰς ἐν Περγάμῳ ἀναγραφὰς ποιησάμενοι δὲ Σωτίων φησὶν ἐν τῷ δράματι Ξανθίαν τινὰ οἰκέτην πεποιῆσθαι προτρεπόμενον ἐπὶ ἡδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγοντα· τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, Ὠἰδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν, πίνωμεν, ἐμπίνωμεν, Σίκων, Σίκων, χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μάνη, γαστρὸς οὐδὲν ἥδιον. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσιν ἀντὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ· χρόνῳ ἕξεις δὅσἂν φάγῃς τε καὶ πίῃς μόνα· σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.
§16.1 κρεῖττον δἂν εἶχε, φησὶν Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος μύθοισι φαγόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτἔχω ὅσσἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλἔπαθον τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται. παγκάλως δὲ καὶ Τίμων ἔφη· πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.
§16.2 κρεῖττον δἂν εἶχε, φησὶν Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως· εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος μύθοισι φαγόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτἔχω ὅσσἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλἔπαθον τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται. παγκάλως δὲ καὶ Τίμων ἔφη· πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.
§17.1 Κλέαρχος δὲ ἐν τοῖς περὶ παροιμιῶν καὶ διδάσκαλον τοῦ Ἀρχεστράτου γενέσθαι φησὶν Τερψίωνα, ὃν καὶ πρῶτον Γαστρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ἀπεσχεδιακέναι τε τὸν Τερψίωνα καὶ περὶ τῆς χελώνης τάδε· κρῆ χελώνης χρὴ φαγεῖν μὴ φαγεῖν. ἄλλοι δοὕτως λέγουσιν δεῖ χελώνης κρέα φαγεῖν μὴ φαγεῖν.
§17.2 Κλέαρχος δὲ ἐν τοῖς περὶ παροιμιῶν καὶ διδάσκαλον τοῦ Ἀρχεστράτου γενέσθαι φησὶν Τερψίωνα, ὃν καὶ πρῶτον Γαστρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ἀπεσχεδιακέναι τε τὸν Τερψίωνα καὶ περὶ τῆς χελώνης τάδε· κρῆ χελώνης χρὴ φαγεῖν μὴ φαγεῖν. ἄλλοι δοὕτως λέγουσιν δεῖ χελώνης κρέα φαγεῖν μὴ φαγεῖν.
§18.1 πόθεν δὲ ὑμῖν, σοφώτατοι, ἐπῆλθε καὶ ὀψολόγος Δωρίων, ὡς καὶ συγγραφεύς τις γενόμενος; ὃν ἐγὼ κρουματοποιὸν οἶδα ὀνομαζόμενον καὶ φίλιχθυν, συγγραφέα δὲ οὔ. ὡς μὲν οὖν κρουματοποιοῦ μνημονεύει Μάχων κωμῳδιοποιὸς οὕτως· κρουματοποιὸς Δωρίων ποτεἰς Μυλῶν ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί, πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον, ἰδών τἐκεῖ θύοντα τὸν νεωκόρον, πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον, ἐστὶν νεώς, βέλτιστε, φησίν, οὑτοσί; δεἶπεν αὐτῷ Ζηνοποσειδῶνος, ξένε. Δωρίων δὲ ʽ πῶς ἂν οὖν ἐνταῦθἔφη, · δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο; Λυγκεὺς δ Σάμιος, Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ τυραννήσαντος τῆς πατρίδος, ἐν τοῖς ἀποφθέγμασιν· Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα, ὥσπερ ἂν εἴ τις, ἔφη, ἑφθὸν τρίβωνα ἐσθίοι. ἐπαινοῦντος δἄλλου τὰ τῶν θύννων ὑπογάστρια καὶ μάλα, ἔφη· δεῖ μέντοι γε ἐσθίειν αὐτά, ὥσπερ ἐγὼ ἐσθίω. εἰπόντος δὲ πῶς; ἡδέως ἔφη. τοὺς δὲ καράβους ἔφη τρία ἔχειν, διατριβὴν καὶ εὐωχίαν καὶ θεωρίαν. ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ Νικοκρέων ἔφη· ἐὰν βούλῃ, αὐτὸς τεχνίτης ποιήσει σοί ἕτερον. σοί γε, ἔφη, ἐμοὶ δὲ τοῦτο δός, οὐκ ἀνοήτως γε τοῦτο φήσας αὐλητής· λόγος γὰρ παλαιὸς ὡς ὅτι ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν, ἀλλἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.
§18.2 πόθεν δὲ ὑμῖν, σοφώτατοι, ἐπῆλθε καὶ ὀψολόγος Δωρίων, ὡς καὶ συγγραφεύς τις γενόμενος; ὃν ἐγὼ κρουματοποιὸν οἶδα ὀνομαζόμενον καὶ φίλιχθυν, συγγραφέα δὲ οὔ. ὡς μὲν οὖν κρουματοποιοῦ μνημονεύει Μάχων κωμῳδιοποιὸς οὕτως· κρουματοποιὸς Δωρίων ποτεἰς Μυλῶν ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί, πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον, ἰδών τἐκεῖ θύοντα τὸν νεωκόρον, πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον, ἐστὶν νεώς, βέλτιστε, φησίν, οὑτοσί; δεἶπεν αὐτῷ Ζηνοποσειδῶνος, ξένε. Δωρίων δὲ ʽ πῶς ἂν οὖν ἐνταῦθἔφη, · δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο; Λυγκεὺς δ Σάμιος, Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ τυραννήσαντος τῆς πατρίδος, ἐν τοῖς ἀποφθέγμασιν· Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα, ὥσπερ ἂν εἴ τις, ἔφη, ἑφθὸν τρίβωνα ἐσθίοι. ἐπαινοῦντος δἄλλου τὰ τῶν θύννων ὑπογάστρια καὶ μάλα, ἔφη· δεῖ μέντοι γε ἐσθίειν αὐτά, ὥσπερ ἐγὼ ἐσθίω. εἰπόντος δὲ πῶς; ἡδέως ἔφη. τοὺς δὲ καράβους ἔφη τρία ἔχειν, διατριβὴν καὶ εὐωχίαν καὶ θεωρίαν. ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ Νικοκρέων ἔφη· ἐὰν βούλῃ, αὐτὸς τεχνίτης ποιήσει σοί ἕτερον. σοί γε, ἔφη, ἐμοὶ δὲ τοῦτο δός, οὐκ ἀνοήτως γε τοῦτο φήσας αὐλητής· λόγος γὰρ παλαιὸς ὡς ὅτι ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν, ἀλλἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.
§19.1 Ἡγήσανδρος δἐν τοῖς ὑπομνήμασι τάδε φησὶ περὶ αὐτοῦ· Δωρίων ὀψοφάγος τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς μαστιγῶν αὐτὸν ἐκέλευεν τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν, τοῦ δὲ παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος ἰχθύων σε, φησίν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν. αὐτὸς Αωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου Ναυτίλῳ χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἀριστόδημος δὲ ἐν δευτέρῳ γελοίων ἀπομνημονευμάτων φησί· Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃς οὐθέν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι ἁρμόσαι αὐτῷ τὸ σανδάλιον. ὅτι δἦν Δωρίων οὗτος ἐπὶ ὀψοφαγίᾳ διαβόητος φανερὸν ἐξ ὧν λέγει Μνησίμαχος κωμῳδιοποιὸς ἐν Φιλίππῳ δράματι· οὔκ, ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων ἔνδον παρἡμῖν λοπαδοφυσητής.
§19.2 Ἡγήσανδρος δἐν τοῖς ὑπομνήμασι τάδε φησὶ περὶ αὐτοῦ· Δωρίων ὀψοφάγος τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς μαστιγῶν αὐτὸν ἐκέλευεν τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν, τοῦ δὲ παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος ἰχθύων σε, φησίν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν. αὐτὸς Αωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου Ναυτίλῳ χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἀριστόδημος δὲ ἐν δευτέρῳ γελοίων ἀπομνημονευμάτων φησί· Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃς οὐθέν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι ἁρμόσαι αὐτῷ τὸ σανδάλιον. ὅτι δἦν Δωρίων οὗτος ἐπὶ ὀψοφαγίᾳ διαβόητος φανερὸν ἐξ ὧν λέγει Μνησίμαχος κωμῳδιοποιὸς ἐν Φιλίππῳ δράματι· οὔκ, ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων ἔνδον παρἡμῖν λοπαδοφυσητής.
§20.1 οἶδα δὲ καὶ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν ʽ Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ τοῦ Λάσου συγγράμματι λέγων ὧδε· τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητὸν ὡσαύτως οὖν καὶ ἔστιν ἰδεῖν τοῦτεἶναι ὀπτὸν ὥστἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρά τινος τῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ τοῦ ἁλιέως ὤμοσεν μήταὐτὸς ἔχειν τὸν ἰχθὺν μήτἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔταὐτὸς ἔλαβεν οὔτἄλλον ἔχοντα οἶδεν εἰλήφει μὲν γὰρ Λᾶσος, εἶχεν δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὥσπερ ἐν Λόγῳ καὶ Λογίνᾳ· Ζεὺς μἐκάλεσε, Πέλοπὶ γἔρανον ἱστιῶν. β. παμπόνηρον ὄψον, τάν, γέρανος. α. ἀλλοὔτι γέρανον, ἀλλἔρανόν γά τοι λέγω.
§20.2 οἶδα δὲ καὶ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν ʽ Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ τοῦ Λάσου συγγράμματι λέγων ὧδε· τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητὸν ὡσαύτως οὖν καὶ ἔστιν ἰδεῖν τοῦτεἶναι ὀπτὸν ὥστἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρά τινος τῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ τοῦ ἁλιέως ὤμοσεν μήταὐτὸς ἔχειν τὸν ἰχθὺν μήτἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔταὐτὸς ἔλαβεν οὔτἄλλον ἔχοντα οἶδεν εἰλήφει μὲν γὰρ Λᾶσος, εἶχεν δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὥσπερ ἐν Λόγῳ καὶ Λογίνᾳ· Ζεὺς μἐκάλεσε, Πέλοπὶ γἔρανον ἱστιῶν. β. παμπόνηρον ὄψον, τάν, γέρανος. α. ἀλλοὔτι γέρανον, ἀλλἔρανόν γά τοι λέγω.
§21.1 Ἄλεξις δἐν Δημητρίῳ Φάυλλόν τινα κωμῳδεῖ ὡς φίλιχθυν ἐν τούτοις· πρότερον μὲν εἰ πνεύσειε βορρᾶς νότος ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν οὐδενὶ φαγεῖν. νυνὶ δὲ πρὸς τοῖς πνεύμασι τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος. ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθὲν ὥστε γίγνεται ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν μάχη. Ἀντιφάνης δἐν Ἁλιευομένῃ φιληδοῦντάς τινας καταλέγων ἰχθύσιν φησί· τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ, ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσὶ σου, Δωριάς, ἀλούτους σηπίας· εἰληφέναι. τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας ἀπόθες· παχύς γε νὴ Δί᾽. Ζεῦ, τίς ποτε, Καλλιμέδων, σὲ κατέδετἄρτι τῶν φίλων; οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς. ὑμᾶς δἔταξα δεῦρο πρὸς τὰ δεξιά, τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους· κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν. καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας ἔχοντἀκάνθας τουτονὶ τίς λήψεται πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί, ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται. καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει, ἀνδρῶν δἄριστον Κωβιὸν πηδῶντἔτι πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ· ἁδρὸς γάρ ἐστιν. ἀλλὅμως οὐ γεύσεται· ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ. ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα χωρὶς Θεανοῖ δεῦρἔθηκἀντιρρόπους.
§21.2–27.1
§21.2 Ἄλεξις δἐν Δημητρίῳ Φάυλλόν τινα κωμῳδεῖ ὡς φίλιχθυν ἐν τούτοις· πρότερον μὲν εἰ πνεύσειε βορρᾶς νότος ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν οὐδενὶ φαγεῖν. νυνὶ δὲ πρὸς τοῖς πνεύμασι τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος. ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθὲν ὥστε γίγνεται ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν μάχη. Ἀντιφάνης δἐν Ἁλιευομένῃ φιληδοῦντάς τινας καταλέγων ἰχθύσιν φησί· τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ, ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσὶ σου, Δωριάς, ἀλούτους σηπίας· εἰληφέναι. τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας ἀπόθες· παχύς γε νὴ Δί᾽. Ζεῦ, τίς ποτε, Καλλιμέδων, σὲ κατέδετἄρτι τῶν φίλων; οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς. ὑμᾶς δἔταξα δεῦρο πρὸς τὰ δεξιά, τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους· κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν. καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας ἔχοντἀκάνθας τουτονὶ τίς λήψεται πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί, ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται. καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει, ἀνδρῶν δἄριστον Κωβιὸν πηδῶντἔτι πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ· ἁδρὸς γάρ ἐστιν. ἀλλὅμως οὐ γεύσεται· ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ. ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα χωρὶς Θεανοῖ δεῦρἔθηκἀντιρρόπους.
§22.1 πιθανώτατα ἐν τούτοις Ἀντιφάνης καὶ τὸν Μισγόλαν κεκωμῴδηκεν ὡς ἐσπουδακότα περὶ κιθαρῳδοὺς ὡραίους. φησὶ γὰρ καὶ ῥήτωρ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λόγῳ περὶ αὐτοῦ τάδε· Μισγόλας ἐστὶν Ναυκράτους, ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακὼς καὶ ἀεί τινας εἰωθὼς ἔχειν περὶ αὐτὸν κιθαρῳδοὺς κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν, καὶ Τιμοκλῆς δἐν Σαπφοῖ φησιν Μισγόλας οὐ προσιέναι σοι φαίνεται ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος. Ἄλεξις δἐν Ἀγωνίδι Ἱππίσκῳ· μῆτερ, ἱκετεύω σε, μὴ πίσειέ μοι τὸν Μισγόλαν οὐ γὰρ κιθαρῳδός εἰμἐγώ.
§22.2 πιθανώτατα ἐν τούτοις Ἀντιφάνης καὶ τὸν Μισγόλαν κεκωμῴδηκεν ὡς ἐσπουδακότα περὶ κιθαρῳδοὺς ὡραίους. φησὶ γὰρ καὶ ῥήτωρ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λόγῳ περὶ αὐτοῦ τάδε· Μισγόλας ἐστὶν Ναυκράτους, ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακὼς καὶ ἀεί τινας εἰωθὼς ἔχειν περὶ αὐτὸν κιθαρῳδοὺς κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν, καὶ Τιμοκλῆς δἐν Σαπφοῖ φησιν Μισγόλας οὐ προσιέναι σοι φαίνεται ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος. Ἄλεξις δἐν Ἀγωνίδι Ἱππίσκῳ· μῆτερ, ἱκετεύω σε, μὴ πίσειέ μοι τὸν Μισγόλαν οὐ γὰρ κιθαρῳδός εἰμἐγώ.
§23.1 πυθιονίκην δέ φησι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὡς Τιμοκλῆς ἐν Ἰκαρίοις φησὶν Ἄνυτος παχὺς πρὸς Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι. καλεῖ γὰρ αὐτόν, ὥς φασιν, ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη. καὶ πάλιν Πυθιονίκη δἀσμένως σε δέξεται καὶ σοῦ κατέδεται τυχὸν ἴσως νῦν ἔχεις λαβὼν παρἡμῶν δῶρἄπληστός ἐστι γάρ. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας αὐτὴν ταρίχους εὐπόρως γὰρ τυγχάνει ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσὶν καὶ ταῦτἀνάλτοις καὶ πλατυρρύγχοις τισί. πρὸ τούτων δἦν ἐραστὴς αὐτῆς Κωβιός τις ὄνομα.
§23.2 πυθιονίκην δέ φησι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὡς Τιμοκλῆς ἐν Ἰκαρίοις φησὶν Ἄνυτος παχὺς πρὸς Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι. καλεῖ γὰρ αὐτόν, ὥς φασιν, ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη. καὶ πάλιν Πυθιονίκη δἀσμένως σε δέξεται καὶ σοῦ κατέδεται τυχὸν ἴσως νῦν ἔχεις λαβὼν παρἡμῶν δῶρἄπληστός ἐστι γάρ. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας αὐτὴν ταρίχους εὐπόρως γὰρ τυγχάνει ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσὶν καὶ ταῦτἀνάλτοις καὶ πλατυρρύγχοις τισί. πρὸ τούτων δἦν ἐραστὴς αὐτῆς Κωβιός τις ὄνομα.
§24.1 περὶ δὲ Καλλιμέδοντος τοῦ Καράβου ὅτι καὶ φίλιχθυς ἦν καὶ διάστροφος τοὺς ὀφθαλμούς, Τιμοκλῆς ἐν Πολυπράγμονι· εἶθ Καλλιμέδων ἄφνω Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα ἐλάλει. συνιεὶς δοὐδὲν εἰκότως ἐγὼ ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι. Ἄλεξις δἐν Κρατείᾳ Φαρμακοπώλῃ· τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας ἤδη τετάρτην ἡμέραν. β. ἦσαν κόραι θυγατέρες αὐτῷ; α. τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας ἔπαυσε μαινομένας, καταστήσειεν ἄν. ὁμοίως αὐτὸν σκώπτει κἀν τοῖς ἐπιγραφομένοις Συντρέχουσιν. εἰς δὲ ὀψοφαγίαν ἐν μὲν Φαίδωνι Φαιδρίᾳ οὕτως ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ, ἵνα Καλλιμέδοντ᾽ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ, παύσῃς καταιγίζοντα δὶς τῆς ἡμέρας. β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις. μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει. τὰ αὐτὰ ἰαμβεῖα φέρεται κἀν τῇ ἐπιγραφομένῃ Εἰς τὸ φρέαρ. ἐν δὲ Μανδραγοριζομένῃ· εἴ τινας μᾶλλον φιλῶ ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων Κάραβος πρίαιτό με. ἐν δὲ Κρατείᾳ· καὶ Καλλιμέδων μετὈρφέως Κάραβος. Ἀντιφάνης δ᾽· ἐν Γοργύθῳ ἧττόν τἀποσταίην ἂν ὧν προειλόμην Καλλιμέδων γλαύκου προοῖτ᾽.ἂν κρανίον. Εὔβουλος δἐν Ἀνασῳζομένοις· ἕτεροι δὲ θεοῖσι συμπεπλεγμένοι μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων ἅθρους τεμαχίτας, ὥστἐνεῖναι μηδὲ ἕν. Θεόφιλος δἐν Ἰατρῷ ἅμα σκώπτων αὐτοῦ καὶ τὸ ἐν λόγοις ψυχρὸν πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων ἔχει ἐγχέλειον, παρατέθεικε τῷ πατρί. ‘τευθὶς ἦν χρηστή, πατρίδιον·’ ‘πῶς ἔχεις πρὸς κάραβον;’ ‘ψυχρός ἐστιν, ἄπαγε,’ φησί· ‘ῥητόρων οὐ γεύομαι.’ Φιλήμονος δἐν Μετιόντι εἰπόντος· Ἀγύρριος δὲ παρατεθέντος καράβου ὡς εἶδεν αὐτὸν χαῖρε πάππα φίλτατε εἴπαςτί ἐποίει; τὸν πατέρα κατήσθιεν. Ἡρόδικος δ Κρατήτειος ἐν τοῖς συμμίκτοις ὑπομνήμασι τοῦ Καλλιμέδοντος υἱὸν ὄντα ἀπέδειξε τὸν Ἀγύρριον.
§24.2 περὶ δὲ Καλλιμέδοντος τοῦ Καράβου ὅτι καὶ φίλιχθυς ἦν καὶ διάστροφος τοὺς ὀφθαλμούς, Τιμοκλῆς ἐν Πολυπράγμονι· εἶθ Καλλιμέδων ἄφνω Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα ἐλάλει. συνιεὶς δοὐδὲν εἰκότως ἐγὼ ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι. Ἄλεξις δἐν Κρατείᾳ Φαρμακοπώλῃ· τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας ἤδη τετάρτην ἡμέραν. β. ἦσαν κόραι θυγατέρες αὐτῷ; α. τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας ἔπαυσε μαινομένας, καταστήσειεν ἄν. ὁμοίως αὐτὸν σκώπτει κἀν τοῖς ἐπιγραφομένοις Συντρέχουσιν. εἰς δὲ ὀψοφαγίαν ἐν μὲν Φαίδωνι Φαιδρίᾳ οὕτως ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ, ἵνα Καλλιμέδοντ᾽ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ, παύσῃς καταιγίζοντα δὶς τῆς ἡμέρας. β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις. μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει. τὰ αὐτὰ ἰαμβεῖα φέρεται κἀν τῇ ἐπιγραφομένῃ Εἰς τὸ φρέαρ. ἐν δὲ Μανδραγοριζομένῃ· εἴ τινας μᾶλλον φιλῶ ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων Κάραβος πρίαιτό με. ἐν δὲ Κρατείᾳ· καὶ Καλλιμέδων μετὈρφέως Κάραβος. Ἀντιφάνης δ᾽· ἐν Γοργύθῳ ἧττόν τἀποσταίην ἂν ὧν προειλόμην Καλλιμέδων γλαύκου προοῖτ᾽.ἂν κρανίον. Εὔβουλος δἐν Ἀνασῳζομένοις· ἕτεροι δὲ θεοῖσι συμπεπλεγμένοι μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων ἅθρους τεμαχίτας, ὥστἐνεῖναι μηδὲ ἕν. Θεόφιλος δἐν Ἰατρῷ ἅμα σκώπτων αὐτοῦ καὶ τὸ ἐν λόγοις ψυχρὸν πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων ἔχει ἐγχέλειον, παρατέθεικε τῷ πατρί. ‘τευθὶς ἦν χρηστή, πατρίδιον·’ ‘πῶς ἔχεις πρὸς κάραβον;’ ‘ψυχρός ἐστιν, ἄπαγε,’ φησί· ‘ῥητόρων οὐ γεύομαι.’ Φιλήμονος δἐν Μετιόντι εἰπόντος· Ἀγύρριος δὲ παρατεθέντος καράβου ὡς εἶδεν αὐτὸν χαῖρε πάππα φίλτατε εἴπαςτί ἐποίει; τὸν πατέρα κατήσθιεν. Ἡρόδικος δ Κρατήτειος ἐν τοῖς συμμίκτοις ὑπομνήμασι τοῦ Καλλιμέδοντος υἱὸν ὄντα ἀπέδειξε τὸν Ἀγύρριον.
§25.1 γεγόνασι δὲ καὶ οἵδε ὀψοφάγοι. Ἀνταγόρας μὲν ποιητὴς οὐκ εἴα τὸν παῖδα ἀλεῖψαι τὸν ἰχθύν, ἀλλὰ λοῦσαι, ὥς φησιν Ἡγήσανδρος· ‘ἐν δὲ στρατοπέδῳ ἕψοντι, φησίν,’ ‘αὐτῷ γόγγρων λοπάδα καὶ περιεζωσμένῳ Ἀντίγονος βασιλεὺς παραστὰς ἆρά γε, εἶπεν, Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι γόγγρους ἕψοντα; κἀκεῖνον οὐ φαύλως εἰπεῖν· σὺ δὲ οἴει, φησί, τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει; ὄρνιν δὲ ἕψων ποτὲ Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δεἰπόντος ὅτι μήτηρ τηρήσει, ἐγὼ οὖν, εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω; καὶ Ἀνδροκύδης δ Κυζικηνὸς ζωγράφος φίλιχθυς ὤν, ὡς ἱστορεῖ Πολέμων, ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας ὡς καὶ τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι.
§25.2 γεγόνασι δὲ καὶ οἵδε ὀψοφάγοι. Ἀνταγόρας μὲν ποιητὴς οὐκ εἴα τὸν παῖδα ἀλεῖψαι τὸν ἰχθύν, ἀλλὰ λοῦσαι, ὥς φησιν Ἡγήσανδρος· ‘ἐν δὲ στρατοπέδῳ ἕψοντι, φησίν,’ ‘αὐτῷ γόγγρων λοπάδα καὶ περιεζωσμένῳ Ἀντίγονος βασιλεὺς παραστὰς ἆρά γε, εἶπεν, Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι γόγγρους ἕψοντα; κἀκεῖνον οὐ φαύλως εἰπεῖν· σὺ δὲ οἴει, φησί, τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει; ὄρνιν δὲ ἕψων ποτὲ Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δεἰπόντος ὅτι μήτηρ τηρήσει, ἐγὼ οὖν, εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω; καὶ Ἀνδροκύδης δ Κυζικηνὸς ζωγράφος φίλιχθυς ὤν, ὡς ἱστορεῖ Πολέμων, ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας ὡς καὶ τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι.
§26.1 περὶ δὲ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων κωμῳδιοποιὸς τάδε γράφει· ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποταὐτὸν ἀγοράσαι καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν πλὴν τῆς κεφαλῆς. ἁλόντα δὑπὸ δυσπεψίας κακῶς σφόδρα σχεῖν, εἶτα δἰατροῦ τινος πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ ὁρῶν φερόμενον αὐτὸν εἶπεν εἲ τί σοι ἀνοικονόμητόν ἐστι διατίθου ταχύ, Φιλόξεν· ἀποθανῇ γὰρ ὥρας ἑβδόμης, κἀκεῖνος εἶπε· τέλος ἔχει τὰ πάντα μοι, ἰατρέ φησί, καὶ δεδιῴκηται πάλαι· τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους· οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις Μούσαις Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ταῦθαἱ διαθῆκαι διασαφοῦσιν. ἀλλἐπεὶ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδὲ ἀναβοᾷ, καλεῖ δέ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἵνἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω, τοῦ πουλύποδὸς μοι τὸ κατάλοιπον ἀπόδοτε. κἀν ἄλλῳ δὲ μέρει φησί· φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, Κυθήριος ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, ὅπως καταπίνω φησίν, ὅτι πλεῖστον χρόνον καὶ πάνθἅμα μοι τὰ βρώμαθἡδονὴν ποῇ. καὶ Διογένης δὲ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐποιδουμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε, περὶ δὲ τοῦ Φιλοξένου καὶ παρῳδὸς Σώπατρος λέγων φησί· δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.
§26.2 περὶ δὲ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων κωμῳδιοποιὸς τάδε γράφει· ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποταὐτὸν ἀγοράσαι καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν πλὴν τῆς κεφαλῆς. ἁλόντα δὑπὸ δυσπεψίας κακῶς σφόδρα σχεῖν, εἶτα δἰατροῦ τινος πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ ὁρῶν φερόμενον αὐτὸν εἶπεν εἲ τί σοι ἀνοικονόμητόν ἐστι διατίθου ταχύ, Φιλόξεν· ἀποθανῇ γὰρ ὥρας ἑβδόμης, κἀκεῖνος εἶπε· τέλος ἔχει τὰ πάντα μοι, ἰατρέ φησί, καὶ δεδιῴκηται πάλαι· τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους· οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις Μούσαις Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ταῦθαἱ διαθῆκαι διασαφοῦσιν. ἀλλἐπεὶ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδὲ ἀναβοᾷ, καλεῖ δέ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἵνἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω, τοῦ πουλύποδὸς μοι τὸ κατάλοιπον ἀπόδοτε. κἀν ἄλλῳ δὲ μέρει φησί· φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, Κυθήριος ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, ὅπως καταπίνω φησίν, ὅτι πλεῖστον χρόνον καὶ πάνθἅμα μοι τὰ βρώμαθἡδονὴν ποῇ. καὶ Διογένης δὲ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐποιδουμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε, περὶ δὲ τοῦ Φιλοξένου καὶ παρῳδὸς Σώπατρος λέγων φησί· δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.
§27.1 καὶ Ὑπερείδης δὲ ῥήτωρ ὀψοφάγος ἦν, ὥς φησι Τιμοκλῆς κωμικὸς ἐν Δήλῳ διηγούμενος τοὺς παρὰ Ἁρπάλου δωροδοκήσαντας. γράφει δὲ οὕτως · α. Δημοσθένης τάλαντα πεντήκοντἔχει, β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ. β. ἀνόητος διδούς, εὐτυχὴς δ λαμβάνων, α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης. β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. α. τἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῶν πλουτιεῖ· ὀψοφάγος γάρ, ὥστε τοὺς λάρους εἶναι Σύρους. καὶ ἐν Ἰκαρίοις δὲ αὐτὸς ποιητής φησι· τόν τἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς, ὃς ἠπίαις φωναῖσιν, ἔμφρονος λόγου κόμποις παφλάζων, ὑπτίοις πυκνώμασι πρὸς πᾶν ἀπαντῶν κλῇθρὅταν λύσας ἔχῃ, μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος. Φιλέταιρος δἐν Ἀσκληπιῷ πρὸς τῷ ὀψοφαγεῖν καὶ κυβεύειν αὐτόν φησι, καθάπερ καὶ Καλλίαν τὸν ῥήτορα Ἀξιόνικος ἐν Φιλευριπίδῃ· ἄλλον δἰχθὺν μεγέθει πίσυνόν τινα τοῖσδε τόποις ἥκει κομίσας Γλαῦκός τις ἐν πόντῳ γἁλούς, σῖτον ὀψοφάγων, καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατὤμων. τίνα τῷδἐνέπω τὴν σκευασίαν; πότερον χλωρῷ τρίμματι βρέξας τῆς ἀγρίας ἅλμης πάσμασι σῶμα λιπάνας πυρὶ παμφλέκτῳ παραδώσω; ἔφα τις, ὡς ἐν ἅλμῃ θερμῇ τοῦτο φάγοι γἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος. βοᾷ δὄνειδος ᾽ἴδιον, Καλλία. σὺ μὲν ἀμφί τε σῦκα καὶ ἀμφὶ ταρίχιἀγάλλῃ, τοῦ δἐν ἅλμῃ παρατεθέντος οὐ γεύῃ χαρίεντος ὄψου, τὰ μὲν σῦκα, ὡς ἂν συκοφάντην λοιδορῶν, τὰ δὲ ταρίχη, μήποτε καὶ ὡς αἰσχροποιοῦντος. καὶ Ἕρμιππος δέ φησιν ἐν τρίτῳ περὶ τῶν Ἰσοκράτους μαθητῶν ἑωθινὸν τὸν Ὑπερείδην ποιεῖσθαι ἀεὶ τοὺς περιπάτους ἐν τοῖς ἰχθύσι.
§27.2–34.2
§27.2 καὶ Ὑπερείδης δὲ ῥήτωρ ὀψοφάγος ἦν, ὥς φησι Τιμοκλῆς κωμικὸς ἐν Δήλῳ διηγούμενος τοὺς παρὰ Ἁρπάλου δωροδοκήσαντας. γράφει δὲ οὕτως · α. Δημοσθένης τάλαντα πεντήκοντἔχει, β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ. β. ἀνόητος διδούς, εὐτυχὴς δ λαμβάνων, α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης. β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. α. τἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῶν πλουτιεῖ· ὀψοφάγος γάρ, ὥστε τοὺς λάρους εἶναι Σύρους. καὶ ἐν Ἰκαρίοις δὲ αὐτὸς ποιητής φησι· τόν τἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς, ὃς ἠπίαις φωναῖσιν, ἔμφρονος λόγου κόμποις παφλάζων, ὑπτίοις πυκνώμασι πρὸς πᾶν ἀπαντῶν κλῇθρὅταν λύσας ἔχῃ, μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος. Φιλέταιρος δἐν Ἀσκληπιῷ πρὸς τῷ ὀψοφαγεῖν καὶ κυβεύειν αὐτόν φησι, καθάπερ καὶ Καλλίαν τὸν ῥήτορα Ἀξιόνικος ἐν Φιλευριπίδῃ· ἄλλον δἰχθὺν μεγέθει πίσυνόν τινα τοῖσδε τόποις ἥκει κομίσας Γλαῦκός τις ἐν πόντῳ γἁλούς, σῖτον ὀψοφάγων, καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατὤμων. τίνα τῷδἐνέπω τὴν σκευασίαν; πότερον χλωρῷ τρίμματι βρέξας τῆς ἀγρίας ἅλμης πάσμασι σῶμα λιπάνας πυρὶ παμφλέκτῳ παραδώσω; ἔφα τις, ὡς ἐν ἅλμῃ θερμῇ τοῦτο φάγοι γἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος. βοᾷ δὄνειδος ᾽ἴδιον, Καλλία. σὺ μὲν ἀμφί τε σῦκα καὶ ἀμφὶ ταρίχιἀγάλλῃ, τοῦ δἐν ἅλμῃ παρατεθέντος οὐ γεύῃ χαρίεντος ὄψου, τὰ μὲν σῦκα, ὡς ἂν συκοφάντην λοιδορῶν, τὰ δὲ ταρίχη, μήποτε καὶ ὡς αἰσχροποιοῦντος. καὶ Ἕρμιππος δέ φησιν ἐν τρίτῳ περὶ τῶν Ἰσοκράτους μαθητῶν ἑωθινὸν τὸν Ὑπερείδην ποιεῖσθαι ἀεὶ τοὺς περιπάτους ἐν τοῖς ἰχθύσι.
§28.1 Τίμαιος δ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλόσοφον ὀψοφάγον φησὶ γεγονέναι. καὶ Μάτων δ σοφιστὴς ὀψοφάγος ἦν· δηλοῖ δὲ τοῦτο Ἀντιφάνης ἐν Κιθαρῳδῷ, οὗ ἀρχὴ οὐ ψεῦδος οὐδέν φησιν ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος μάτων προσελθών. Ἀναξίλας δἐν Μονοτρόπῳ· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων ἐγὼ δἀπόλλυμαι. ὑπερβολὴ γαστριμαργίας τὸ καὶ ἁρπάζειν ἐσθίοντα καὶ ταῦτα κρανίον κεστρέως, εἰ μὴ ἄρα οἱ περὶ ταῦτα δεινοὶ ἴσασιν ἐνόν τι χρήσιμον ἐν κεστρέως κρανίῳ, ὅπερ ἐστὶ τῆς Ἀρχεστράτου λιχνείας ἐμφανίσαι ἡμῖν.
§28.2 Τίμαιος δ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλόσοφον ὀψοφάγον φησὶ γεγονέναι. καὶ Μάτων δ σοφιστὴς ὀψοφάγος ἦν· δηλοῖ δὲ τοῦτο Ἀντιφάνης ἐν Κιθαρῳδῷ, οὗ ἀρχὴ οὐ ψεῦδος οὐδέν φησιν ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος μάτων προσελθών. Ἀναξίλας δἐν Μονοτρόπῳ· τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων ἐγὼ δἀπόλλυμαι. ὑπερβολὴ γαστριμαργίας τὸ καὶ ἁρπάζειν ἐσθίοντα καὶ ταῦτα κρανίον κεστρέως, εἰ μὴ ἄρα οἱ περὶ ταῦτα δεινοὶ ἴσασιν ἐνόν τι χρήσιμον ἐν κεστρέως κρανίῳ, ὅπερ ἐστὶ τῆς Ἀρχεστράτου λιχνείας ἐμφανίσαι ἡμῖν.
§29.1 Ἀντιφάνης δἐν Πλουσίοις κατάλογον ποιεῖται ὀψοφάγων ἐν τούτοις· εὔθυνος δἔχων σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος ἐλογίζετὄψων πραγμάτιον οὐκ οἶδὲ τι· Φοινικίδης δὲ Ταυρέας θ φίλτατος, ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη, ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ. κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε, · ὡς οὐ βιωτόν ἐστιν οὐδἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν ἐνθάδεἰσπλεῖν μηδὲ γρῦ. τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν τῶν ἰχθύων, νυνδὶ Μάτων συνήρπακεν τοὺς ἁλιέας, καὶ δὴ Διογείτων νὴ Δία ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν, κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν. γάμοι δἐκείνοις καὶ πότοι νεανικοὶ ἦσαν εὔφρων δὲ ἐν Μούσαις· Φοινικίδης δὡς εἶδεν ἐν πλήθει νέων μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων, ἐπίσχετὀργῇ χεῖρας ἠρεθισμένας· · τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν; τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι; ποῦ Κόρυδος Φυρόμαχος Νείλου βία; ἴτω πρὸς ἡμᾶς, καὶ τάχἂν οὐδὲν μεταλάβοι.
§29.2 Ἀντιφάνης δἐν Πλουσίοις κατάλογον ποιεῖται ὀψοφάγων ἐν τούτοις· εὔθυνος δἔχων σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος ἐλογίζετὄψων πραγμάτιον οὐκ οἶδὲ τι· Φοινικίδης δὲ Ταυρέας θ φίλτατος, ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη, ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ. κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε, · ὡς οὐ βιωτόν ἐστιν οὐδἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν ἐνθάδεἰσπλεῖν μηδὲ γρῦ. τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν τῶν ἰχθύων, νυνδὶ Μάτων συνήρπακεν τοὺς ἁλιέας, καὶ δὴ Διογείτων νὴ Δία ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν, κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν. γάμοι δἐκείνοις καὶ πότοι νεανικοὶ ἦσαν εὔφρων δὲ ἐν Μούσαις· Φοινικίδης δὡς εἶδεν ἐν πλήθει νέων μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων, ἐπίσχετὀργῇ χεῖρας ἠρεθισμένας· · τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν; τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι; ποῦ Κόρυδος Φυρόμαχος Νείλου βία; ἴτω πρὸς ἡμᾶς, καὶ τάχἂν οὐδὲν μεταλάβοι.
§30.1 τῆς αὐτῆς ἰδέας καὶ Μελάνθιος ἦν τῆς τραγῳδίας ποιητής· ἔγραψε δὲ καὶ ἐλεγεῖα. κωμῳδοῦσι δαὐτὸν ἐπὶ ὀψοφαγίᾳ Λεύκων ἐν Φράτερσιν, Ἀριστοφάνης ἐν Εἰρήνῃ, Φερεκράτης ἐν Πετάλῃ. ἐν δὲ τοῖς Ἰχθύσιν Ἄρχιππος τῷ δράματι ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. ἀλλὰ μὴν καὶ Ἀρίστιππος Σωκρατικὸς ὀψοφάγος ἦν· ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος, γράφει δὲ οὕτως Δελφός· ᾽ι Ἀρίστιππος Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυεῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, ὁρᾷς οὖν, εἶπεν, Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος. Ἀντιφάνης δἐν Αὐλητρίδι Διδύμαις Φοινικίδην τινὰ ἐπὀψοφαγίᾳ κωμῳδῶν φησιν μὲν Μενέλαος ἐπολέμησἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν, Φοινικίδης δὲ Ταυρέᾳ διἔγχελυν.
§30.2 τῆς αὐτῆς ἰδέας καὶ Μελάνθιος ἦν τῆς τραγῳδίας ποιητής· ἔγραψε δὲ καὶ ἐλεγεῖα. κωμῳδοῦσι δαὐτὸν ἐπὶ ὀψοφαγίᾳ Λεύκων ἐν Φράτερσιν, Ἀριστοφάνης ἐν Εἰρήνῃ, Φερεκράτης ἐν Πετάλῃ. ἐν δὲ τοῖς Ἰχθύσιν Ἄρχιππος τῷ δράματι ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. ἀλλὰ μὴν καὶ Ἀρίστιππος Σωκρατικὸς ὀψοφάγος ἦν· ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος, γράφει δὲ οὕτως Δελφός· ᾽ι Ἀρίστιππος Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυεῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, ὁρᾷς οὖν, εἶπεν, Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος. Ἀντιφάνης δἐν Αὐλητρίδι Διδύμαις Φοινικίδην τινὰ ἐπὀψοφαγίᾳ κωμῳδῶν φησιν μὲν Μενέλαος ἐπολέμησἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν, Φοινικίδης δὲ Ταυρέᾳ διἔγχελυν.
§31.1 Δημοσθένης δ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ. Διοκλῆς δὲ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος, πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος λάβραξ, ᾽ὁ μὲν ἑφθός, ἔφη, δὲ ὀπτός ὀψοφάγος δἦν καὶ Λεοντεὺς Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ηχος λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα. ἤμην γάρ ποτἐγὼ Βάκχῳ φίλος, οὐδὲ τινὧδε γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο. νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.
§31.2 Δημοσθένης δ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ. Διοκλῆς δὲ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος, πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος λάβραξ, ᾽ὁ μὲν ἑφθός, ἔφη, δὲ ὀπτός ὀψοφάγος δἦν καὶ Λεοντεὺς Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ηχος λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα. ἤμην γάρ ποτἐγὼ Βάκχῳ φίλος, οὐδὲ τινὧδε γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο. νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.
§32.1 Φόρυσκον δέ φησιν Ἡγήσανδρος τὸν ἰχθυοφάγον οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλἀκολουθήσαντος αὐτῷ πλείονος εἰπεῖν τὰ δ᾽ ἀντιτείνονταὐτόπρεμνἀπόλλυται, καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι. βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρε καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν· Ἰνὼ δὲ τἀπὶ θάτερἐξειργάζετο. Θεόκριτος δ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπειδὴ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, ᾽παῦσαι φησί, κλαίων, πόνηρε· οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις τοῦ δαὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπειδὴ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφησε τὸν οὐρανὸν κατακεκαῦσθαι, ‘λοιπόν,’ ἔφησεν, ‘ἐστίν,’ Θεόκριτος, ‘σοι καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν καὶ θάλατταν καὶ οὐρανόν.’ Κλέαρχος δἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως· Τέχνων παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος ἦν δὲ φίλιχθυς ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ. καὶ Ἄλεξις δ ποιητὴς ἦν ὀψοφάγος, ὡς Σάμιός φησι Λυγκεύς· καὶ σκωπτόμενος ὑπό τινων σπερμολόγων εἰς ὀψοφαγίαν ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, Ἄλεξις σπερμολόγους ἔφη, πεφρυγμένους.
§32.2 Φόρυσκον δέ φησιν Ἡγήσανδρος τὸν ἰχθυοφάγον οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλἀκολουθήσαντος αὐτῷ πλείονος εἰπεῖν τὰ δ᾽ ἀντιτείνονταὐτόπρεμνἀπόλλυται, καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι. βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρε καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν· Ἰνὼ δὲ τἀπὶ θάτερἐξειργάζετο. Θεόκριτος δ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπειδὴ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, ᾽παῦσαι φησί, κλαίων, πόνηρε· οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις τοῦ δαὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπειδὴ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφησε τὸν οὐρανὸν κατακεκαῦσθαι, ‘λοιπόν,’ ἔφησεν, ‘ἐστίν,’ Θεόκριτος, ‘σοι καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν καὶ θάλατταν καὶ οὐρανόν.’ Κλέαρχος δἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως· Τέχνων παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος ἦν δὲ φίλιχθυς ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ. καὶ Ἄλεξις δ ποιητὴς ἦν ὀψοφάγος, ὡς Σάμιός φησι Λυγκεύς· καὶ σκωπτόμενος ὑπό τινων σπερμολόγων εἰς ὀψοφαγίαν ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, Ἄλεξις σπερμολόγους ἔφη, πεφρυγμένους.
§33.1 Νόθιππον δὲ τὸν τραγῳδιοποιόν, ὃν Ἕρμιππος ἐν ταῖς Μοίραις φησὶν εἰ δἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε μάχεσθαι, καὶ βατὶς αὐτῶν ἡγεῖτ᾽ ὀπτὴ μεγάλη καὶ πλευρὸν ὕειον, τοὺς μὲν ἄρἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ Νόθιππον ἑκόντα. εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν. ὅτι δὲ οὗτός ἐστιν ποιητὴς σαφῶς παρίστησι Τηλεκλείδης ἐν Ἡσιόδοις. Μυννίσκος τραγικὸς ὑποκριτὴς κωμῳδεῖται ὑπὸ Πλάτωνος ἐν Σύρφακι ὡς ὀψοφάγος οὕτως· α. ὁδὶ μὲν Ἀναγυράσιος Ὀρφώς ἐστί σοι, β. οἶδ᾽, φίλος Μυννίσκος ἔσθ Χαλκιδεύς. α. καλῶς λέγεις. καὶ Λάμπωνα δὲ τὸν μάντιν ἐπὶ τοῖς ὁμοίοις κωμῳδοῦσι Καλλίας Πεδήταις καὶ Λύσιππος Βάκχαις. Κρατῖνος δἐν Δραπέτισιν εἰπὼν περὶ αὐτοῦ· Λάμπωνα, τὸν οὐ βροτῶν ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν, ἐπιφέρει· νῦν δαὖθις ἐρυγγάνει. βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλης δὲ κᾂν μάχοιτο.
§33.2 Νόθιππον δὲ τὸν τραγῳδιοποιόν, ὃν Ἕρμιππος ἐν ταῖς Μοίραις φησὶν εἰ δἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε μάχεσθαι, καὶ βατὶς αὐτῶν ἡγεῖτ᾽ ὀπτὴ μεγάλη καὶ πλευρὸν ὕειον, τοὺς μὲν ἄρἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ Νόθιππον ἑκόντα. εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν. ὅτι δὲ οὗτός ἐστιν ποιητὴς σαφῶς παρίστησι Τηλεκλείδης ἐν Ἡσιόδοις. Μυννίσκος τραγικὸς ὑποκριτὴς κωμῳδεῖται ὑπὸ Πλάτωνος ἐν Σύρφακι ὡς ὀψοφάγος οὕτως· α. ὁδὶ μὲν Ἀναγυράσιος Ὀρφώς ἐστί σοι, β. οἶδ᾽, φίλος Μυννίσκος ἔσθ Χαλκιδεύς. α. καλῶς λέγεις. καὶ Λάμπωνα δὲ τὸν μάντιν ἐπὶ τοῖς ὁμοίοις κωμῳδοῦσι Καλλίας Πεδήταις καὶ Λύσιππος Βάκχαις. Κρατῖνος δἐν Δραπέτισιν εἰπὼν περὶ αὐτοῦ· Λάμπωνα, τὸν οὐ βροτῶν ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν, ἐπιφέρει· νῦν δαὖθις ἐρυγγάνει. βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλης δὲ κᾂν μάχοιτο.
§34.1 Ἡδύλος δἐν ἐπιγράμμασιν ὀψοφάγους καταλέγων Φαίδωνος μὲν τινος ἐν τούτοις μέμνηται· Φαίδων δὲ φύσκιἐνείκαι χορδὰς θ ψάλτης· ἐστὶ γὰρ ὀψοφάγος. Ἄγιδος δἐν τούτοις· ἑφθὸς κάλλιχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἆγις τῶν λοπάδων· γίνεθὕδωρ καὶ πῦρ καὶ βούλεται, ἀλλἀπόκλειε ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς χρυσορόης ἐπὶ τήνδἈκρισίου λοπάδα. καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν· ὀψοφάγει, Κλειοῖ· καταμύομεν· ἢν δὲ θελήσῃς, ἔσθε μόνη. δραχμῆς ἐστιν γόγγρος ἅπας. θὲς μόνον ζώνην ἐνώτιον τι τοιοῦτον σύσσημον. τὸ δὁρᾶν μαινομένου λέγομεν. ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες ἀπλάτου οὐ Γοργοῦς, γόγγρου δοἱ μέλεοι λοπάδι.
§34.2 Ἡδύλος δἐν ἐπιγράμμασιν ὀψοφάγους καταλέγων Φαίδωνος μὲν τινος ἐν τούτοις μέμνηται· Φαίδων δὲ φύσκιἐνείκαι χορδὰς θ ψάλτης· ἐστὶ γὰρ ὀψοφάγος. Ἄγιδος δἐν τούτοις· ἑφθὸς κάλλιχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἆγις τῶν λοπάδων· γίνεθὕδωρ καὶ πῦρ καὶ βούλεται, ἀλλἀπόκλειε ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς χρυσορόης ἐπὶ τήνδἈκρισίου λοπάδα. καὶ γυναῖκα δέ τινα Κλειὼ ἐπὶ τοῖς ὁμοίοις σκώπτων φησίν· ὀψοφάγει, Κλειοῖ· καταμύομεν· ἢν δὲ θελήσῃς, ἔσθε μόνη. δραχμῆς ἐστιν γόγγρος ἅπας. θὲς μόνον ζώνην ἐνώτιον τι τοιοῦτον σύσσημον. τὸ δὁρᾶν μαινομένου λέγομεν. ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες ἀπλάτου οὐ Γοργοῦς, γόγγρου δοἱ μέλεοι λοπάδι.
§35.1–40.1
§35.1 Ἀριστόδημος δἐν τοῖς γελοίοις ἀπομνημονεύμασιν Εὐφράνορά φησι τὸν ὀψοφάγον ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν ἀναφωνῆσαι· ἱερόσυλος θάνατος. Κίνδων δὲ ὀψοφάγος καὶ Δημύλος ὀψοφάγος δὲ καὶ οὗτος γλαύκου παρατεθέντος, ἄλλου δοὐδενός, μὲν τὸν ὀφθαλμὸν κατελάβετο, καὶ Δημύλος ἐπὶ τὸν ἐκείνου ὀφθαλμὸν ἐπιβαλὼν ἐβιάζετο φωνῶν ἄφες καὶ ἀφήσω. ἐν δείπνῳ δέ ποτε καλῆς λοπάδος ὄψου παρατεθείσης Δημύλος οὐκ ἔχων ὅπως αὐτὴν μόνος καταφάγῃ ἐνέπτυσεν εἰς αὐτήν. Ζήνων δ Κιτιεὺς τῆς στοᾶς κτίστης πρὸς τὸν ὀψοφάγον συνέζη ἐπὶ πλείονα χρόνον, καθά φησιν Ἀντίγονος Καρύστιος ἐν τῷ Ζήνωνος βίῳ, μεγάλου τινὸς κατὰ τύχην ἰχθύος παρατεθέντος, ἄλλου δοὐδενὸς παρεσκευασμένου, λαβὼν ὅλον Ζήνων ἀπὸ τοῦ πίνακος οἷος ἦν κατεσθίειν. τοῦ δἐμβλέψαντος αὐτῷ, τί οὖν, ἔφη, τοὺς συζῶντάς σοι οἴει πάσχειν, εἰ σὺ μίαν ἡμέραν μὴ δεδύνησαι ἐνεγκεῖν τὴν ἐμὴν ὀψοφαγίαν; Ἴστρος δέ φησι Χοιρίλον τὸν ποιητὴν παρἈρχελάου τέσσαρας μνᾶς ἐφἡμέρᾳ λαμβάνοντα ταύτας καταναλίσκειν εἰς ὀψοφαγίαν, γενόμενον ὀψοφάγον. οὐκ ἀγνοῶ δὲ καὶ τοὺς ἰχθυοφάγους παῖδας, ὧν Κλέαρχος μνημονεύει ἐν τῷ περὶ θινῶν, φάσκων Ψαμμήτιχον τὸν Αἰγυπτίων βασιλέα παῖδας θρέψαι ἰχθυοφάγους, τὰς πηγὰς τοῦ Νείλου βουλόμενον εὑρεῖν· καὶ ἄλλους δὲ ἀδίψους ἀσκῆσαι τοὺς ἐρευνησομένους τὰς ἐν Λιβύῃ ψάμμους, ὧν ὀλίγοι διεσώθησαν, οἶδα δὲ καὶ τοὺς περὶ Μόσσυνον τῆς Θρᾴκης βοῦς, οἳ ἰχθῦς ἐσθίουσι παραβαλλομένους αὐτοῖς εἰς τὰς φάτνας. Φοινικίδης δὲ τοὺς ἰχθῦς παρατιθεὶς τοῖς τὰς συμβολὰς δεδωκόσι τὴν μὲν θάλασσαν ἔλεγε κοινὴν εἶναι, τοὺς δἐν αὐτῇ ἰχθῦς τῶν ὠνησαμένων.
§35.2 Ἀριστόδημος δἐν τοῖς γελοίοις ἀπομνημονεύμασιν Εὐφράνορά φησι τὸν ὀψοφάγον ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν ἀναφωνῆσαι· ἱερόσυλος θάνατος. Κίνδων δὲ ὀψοφάγος καὶ Δημύλος ὀψοφάγος δὲ καὶ οὗτος γλαύκου παρατεθέντος, ἄλλου δοὐδενός, μὲν τὸν ὀφθαλμὸν κατελάβετο, καὶ Δημύλος ἐπὶ τὸν ἐκείνου ὀφθαλμὸν ἐπιβαλὼν ἐβιάζετο φωνῶν ἄφες καὶ ἀφήσω. ἐν δείπνῳ δέ ποτε καλῆς λοπάδος ὄψου παρατεθείσης Δημύλος οὐκ ἔχων ὅπως αὐτὴν μόνος καταφάγῃ ἐνέπτυσεν εἰς αὐτήν. Ζήνων δ Κιτιεὺς τῆς στοᾶς κτίστης πρὸς τὸν ὀψοφάγον συνέζη ἐπὶ πλείονα χρόνον, καθά φησιν Ἀντίγονος Καρύστιος ἐν τῷ Ζήνωνος βίῳ, μεγάλου τινὸς κατὰ τύχην ἰχθύος παρατεθέντος, ἄλλου δοὐδενὸς παρεσκευασμένου, λαβὼν ὅλον Ζήνων ἀπὸ τοῦ πίνακος οἷος ἦν κατεσθίειν. τοῦ δἐμβλέψαντος αὐτῷ, τί οὖν, ἔφη, τοὺς συζῶντάς σοι οἴει πάσχειν, εἰ σὺ μίαν ἡμέραν μὴ δεδύνησαι ἐνεγκεῖν τὴν ἐμὴν ὀψοφαγίαν; Ἴστρος δέ φησι Χοιρίλον τὸν ποιητὴν παρἈρχελάου τέσσαρας μνᾶς ἐφἡμέρᾳ λαμβάνοντα ταύτας καταναλίσκειν εἰς ὀψοφαγίαν, γενόμενον ὀψοφάγον. οὐκ ἀγνοῶ δὲ καὶ τοὺς ἰχθυοφάγους παῖδας, ὧν Κλέαρχος μνημονεύει ἐν τῷ περὶ θινῶν, φάσκων Ψαμμήτιχον τὸν Αἰγυπτίων βασιλέα παῖδας θρέψαι ἰχθυοφάγους, τὰς πηγὰς τοῦ Νείλου βουλόμενον εὑρεῖν· καὶ ἄλλους δὲ ἀδίψους ἀσκῆσαι τοὺς ἐρευνησομένους τὰς ἐν Λιβύῃ ψάμμους, ὧν ὀλίγοι διεσώθησαν, οἶδα δὲ καὶ τοὺς περὶ Μόσσυνον τῆς Θρᾴκης βοῦς, οἳ ἰχθῦς ἐσθίουσι παραβαλλομένους αὐτοῖς εἰς τὰς φάτνας. Φοινικίδης δὲ τοὺς ἰχθῦς παρατιθεὶς τοῖς τὰς συμβολὰς δεδωκόσι τὴν μὲν θάλασσαν ἔλεγε κοινὴν εἶναι, τοὺς δἐν αὐτῇ ἰχθῦς τῶν ὠνησαμένων.
§36.1 εἴρηται δὲ καὶ ὀψοφάγος, ἑταῖροι, καὶ τὸ ὀψοφαγεῖν. Ἀριστοφάνης ἐν Νεφέλαις δευτέραις· οὐδὀψοφαγεῖν οὐδὲ κιχλίζειν. Κηφισόδωρος Ὑί· οὐδ᾽ ὀψοφάγος οὐδἀδολέσχης. Μάχων Ἐπιστολῇ· ὀψοφάγος εἰμί. τοῦτο δἐστὶ τῆς τέχνης θεμέλιος ἡμῖν· προσπεπονθέναι τι δεῖ τὸν μὴ τὰ παραδοθέντα· λυμανούμενον. πεφροντικὼς αὑτοῦ γάρ οὐκ ἔσται κακός, ἔπειτἐπὰν καθαρὰ τᾀσθητήρια, οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά, ἅλας οὐκ ἔχει· προσένεγκ᾽. ἔτἐπιδεῖταί τινος ἑτέρου· πάλιν γεύου σὺ μέχρι ἂν ἡδὺς · ὥσπερ λύραν ἐπίτεινἕως ἂν ἁρμόσῃ. εἶθὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ εἴσαγε τὸ διὰ πασῶν, νικολαίδας μυκόνιος πρὸς τούτοις τοῖς ὀψοφάγοις, ἄνδρες ἑταῖροι, οἶδα καὶ τὸν παρἨλείοις τιμώμενον Ὀψοφάγον Ἀπόλλωνα, μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ. οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γραφὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ Κλεάνθους δἐστὶ τοῦ Κορινθίου, ἐν Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῳ Τρωικοῦ διακόσμου.
§36.2 εἴρηται δὲ καὶ ὀψοφάγος, ἑταῖροι, καὶ τὸ ὀψοφαγεῖν. Ἀριστοφάνης ἐν Νεφέλαις δευτέραις· οὐδὀψοφαγεῖν οὐδὲ κιχλίζειν. Κηφισόδωρος Ὑί· οὐδ᾽ ὀψοφάγος οὐδἀδολέσχης. Μάχων Ἐπιστολῇ· ὀψοφάγος εἰμί. τοῦτο δἐστὶ τῆς τέχνης θεμέλιος ἡμῖν· προσπεπονθέναι τι δεῖ τὸν μὴ τὰ παραδοθέντα· λυμανούμενον. πεφροντικὼς αὑτοῦ γάρ οὐκ ἔσται κακός, ἔπειτἐπὰν καθαρὰ τᾀσθητήρια, οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά, ἅλας οὐκ ἔχει· προσένεγκ᾽. ἔτἐπιδεῖταί τινος ἑτέρου· πάλιν γεύου σὺ μέχρι ἂν ἡδὺς · ὥσπερ λύραν ἐπίτεινἕως ἂν ἁρμόσῃ. εἶθὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ εἴσαγε τὸ διὰ πασῶν, νικολαίδας μυκόνιος πρὸς τούτοις τοῖς ὀψοφάγοις, ἄνδρες ἑταῖροι, οἶδα καὶ τὸν παρἨλείοις τιμώμενον Ὀψοφάγον Ἀπόλλωνα, μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ. οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γραφὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ Κλεάνθους δἐστὶ τοῦ Κορινθίου, ἐν Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῳ Τρωικοῦ διακόσμου.
§37.1 καὶ τοσαῦτα μέν, ἔφη Δημόκριτος, καὶ αὐτὸς ὑμῖν προσοψωνήσας οὐκ ὀψοφαγήσων παρῆλθον διὰ τὸν πάντα ἄριστον Οὐλπιανόν, ὃς διὰ τὰ Σύρων πάτρια καὶ ἡμᾶς τῶν ἰχθύων ἀπεστέρησεν ἕτερἐκ Συρίας παρεισφέρων. καίτοι γε Ἀντίπατρος Ταρσεὺς ἀπὸ τῆς στοᾶς ἐν τετάρτῳ περὶ δεισιδαιμονίας λέγεσθαί φησι πρός τινων ὅτι Γάτις τῶν Σύρων βασίλισσα οὕτως ἦν ὀψοφάγος ὥστε κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν ὑπἀγνοίας δὲ τοὺς πολλοὺς αὐτὴν μὲν Ἀταργάτιν ὀνομάζειν, ἰχθύων δὲ ἀπέχεσθαι. Μνασέας δἐν δευτέρῳ περὶ Ἀσίας φησὶν οὕτως ἐμοὶ μὲν Ἀταργάτις δοκεῖ χαλεπὴ βασίλισσα γεγονέναι καὶ τῶν λαῶν σκληρῶς ἐπεστατηκέναι, ὥστε καὶ ἀπονομίσαι αὐτοῖς ἰχθὺν μὴ ἐσθίειν, ἀλλὰ πρὸς αὐτὴν ἀναφέρειν διὰ τὸ ἀρέσαι αὐτῇ τὸ βρῶμα. καὶ διὰ τόδε νόμιμον ἔτι διαμένειν, ἐπὰν εὔξωνται τῇ θεῷ, ἰχθῦς ἀργυροῦς χρυσοῦς ἀνατιθέναι· τοὺς δὲ ἱερεῖς πᾶσαν ἡμέραν τῇ θεῷ ἀληθινοὺς ἰχθῦς ἐπὶ τὴν τράπεζαν ὀψοποιησαμένους παρατιθέναι, ἑφθούς τε ὁμοίως καὶ ὀπτούς, οὓς δὴ αὐτοὶ καταναλίσκουσιν οἱ τῆς θεοῦ ἱερεῖς. καὶ μικρὸν προελθὼν πάλιν φησίν δέ γε Ἀταργάτις, ὥσπερ Ξάνθος λέγει Λυδός, ὑπὸ Μόψου τοῦ Λυδοῦ ἁλοῦσα κατεποντίσθη μετὰ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν ὕβριν καὶ ὑπὸ τῶν ἰχθύων κατεβρώθη.
§37.2 καὶ τοσαῦτα μέν,
§37.3 καὶ αὐτὸς ὑμῖν προσοψωνήσας οὐκ ὀψοφαγήσων παρῆλθον διὰ τὸν πάντα ἄριστον Οὐλπιανόν, ὃς διὰ τὰ Σύρων πάτρια καὶ ἡμᾶς τῶν ἰχθύων ἀπεστέρησεν ἕτερἐκ Συρίας παρεισφέρων. καίτοι γε Ἀντίπατρος Ταρσεὺς ἀπὸ τῆς στοᾶς ἐν τετάρτῳ περὶ δεισιδαιμονίας λέγεσθαί φησι πρός τινων ὅτι Γάτις τῶν Σύρων βασίλισσα οὕτως ἦν ὀψοφάγος ὥστε κηρῦξαι ἄτερ Γάτιδος μηδένα ἰχθὺν ἐσθίειν ὑπἀγνοίας δὲ τοὺς πολλοὺς αὐτὴν μὲν Ἀταργάτιν ὀνομάζειν, ἰχθύων δὲ ἀπέχεσθαι. Μνασέας δἐν δευτέρῳ περὶ Ἀσίας φησὶν οὕτως ἐμοὶ μὲν Ἀταργάτις δοκεῖ χαλεπὴ βασίλισσα γεγονέναι καὶ τῶν λαῶν σκληρῶς ἐπεστατηκέναι, ὥστε καὶ ἀπονομίσαι αὐτοῖς ἰχθὺν μὴ ἐσθίειν, ἀλλὰ πρὸς αὐτὴν ἀναφέρειν διὰ τὸ ἀρέσαι αὐτῇ τὸ βρῶμα. καὶ διὰ τόδε νόμιμον ἔτι διαμένειν, ἐπὰν εὔξωνται τῇ θεῷ, ἰχθῦς ἀργυροῦς χρυσοῦς ἀνατιθέναι· τοὺς δὲ ἱερεῖς πᾶσαν ἡμέραν τῇ θεῷ ἀληθινοὺς ἰχθῦς ἐπὶ τὴν τράπεζαν ὀψοποιησαμένους παρατιθέναι, ἑφθούς τε ὁμοίως καὶ ὀπτούς, οὓς δὴ αὐτοὶ καταναλίσκουσιν οἱ τῆς θεοῦ ἱερεῖς. καὶ μικρὸν προελθὼν πάλιν φησίν δέ γε Ἀταργάτις, ὥσπερ Ξάνθος λέγει Λυδός, ὑπὸ Μόψου τοῦ Λυδοῦ ἁλοῦσα κατεποντίσθη μετὰ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν ὕβριν καὶ ὑπὸ τῶν ἰχθύων κατεβρώθη.
§38.1 τάχα δὲ καὶ ὑμεῖς, ἄνδρες φίλοι, ἑκόντες παρελίπετε ὡς ἱερόν τινα ἰχθὺν τὸν παρἘφίππῳ τῷ κωμῳδιοποιῷ, ὅν φησι τῷ Γηρυόνῃ σκευάζεσθαι ἐν τῷ ὁμωνύμῳ δράματι διὰ τούτων λέγων τούτῳ δὁπόταν ναέται χώρας ἰχθὺν τινἕλωσοὐχ ἡμέριον, τῆς περικλύστου δἁλίας Κρήτης μείζω μεγέθει, λοπὰς ἐσταὐτῷ δυνατὴ τούτους χωρεῖν ἑκατόν. καὶ περιοίκους εἶναι ταύτῃ Σινδούς, Λυκίους, Μυγδονιώτας, Κραναούς, Παφίους. τούτους δὕλην κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ τὸν μέγαν ἰχθὺν καὶ προσάγοντας καθὅσον πόλεως ἕστηκεν ὅρος, τοὺς δὑποκαίειν. λίμνην δ᾽ ἐπάγειν ὕδατος μεστὴν εἰς τὴν ἅλμην, τοὺς δἅλας αὐτῷ ζεύγη προσάγειν μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν. περιπλεῖν δἐπὶ τοῖς ἄμβωσιν ἄνω πέντε κέλητας πεντασκάλμους, περιαγγέλλειν τ᾽· οὐχ ὑποκαίεις, Λυκίων πρύτανι; ψυχρὸν τουτί· παύου φυσῶν, Μακεδὼν ἄρχων · σβέννυ, Κέλθ᾽, ὡς μὴ προσκαύσῃς. οὐκ ἀγνοῶ δὅτι τὰ αὐτὰ ταῦτα εἴρηκεν Ἔφιππος κἀν Πελταστῇ τῷ δράματι, ἐν καὶ ταῦτα ἐκείνοις ὑποτέτακται· τοιαῦθὑθλῶν δειπνεῖ καὶ ζῇ θαυμαζόμενος μετὰ μειρακίων, οὐ γινώσκων ψήφων ἀριθμούς, σεμνὸς σεμνῶς χλανίδἕλκων. εἰς τίνα δὲ ταῦτἀποτεινόμενος Ἔφιππος εἴρηκεν ὥρα σοι ζητεῖν, καλὲ Οὐλπιανέ, καὶ διδάσκειν ἡμᾶς καὶ τῶν εἰρημένων τούτων εἲ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων θέλω πάρεστί μοι, κατὰ τὸν Αἰσχύλου Προμηθέα.
§38.2 τάχα δὲ καὶ ὑμεῖς, ἄνδρες φίλοι, ἑκόντες παρελίπετε ὡς ἱερόν τινα ἰχθὺν τὸν παρἘφίππῳ τῷ κωμῳδιοποιῷ, ὅν φησι τῷ Γηρυόνῃ σκευάζεσθαι ἐν τῷ ὁμωνύμῳ δράματι διὰ τούτων λέγων τούτῳ δὁπόταν ναέται χώρας ἰχθὺν τινἕλωσοὐχ ἡμέριον, τῆς περικλύστου δἁλίας Κρήτης μείζω μεγέθει, λοπὰς ἐσταὐτῷ δυνατὴ τούτους χωρεῖν ἑκατόν. καὶ περιοίκους εἶναι ταύτῃ Σινδούς, Λυκίους, Μυγδονιώτας, Κραναούς, Παφίους. τούτους δὕλην κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ τὸν μέγαν ἰχθὺν καὶ προσάγοντας καθὅσον πόλεως ἕστηκεν ὅρος, τοὺς δὑποκαίειν. λίμνην δ᾽ ἐπάγειν ὕδατος μεστὴν εἰς τὴν ἅλμην, τοὺς δἅλας αὐτῷ ζεύγη προσάγειν μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν. περιπλεῖν δἐπὶ τοῖς ἄμβωσιν ἄνω πέντε κέλητας πεντασκάλμους, περιαγγέλλειν τ᾽· οὐχ ὑποκαίεις, Λυκίων πρύτανι; ψυχρὸν τουτί· παύου φυσῶν, Μακεδὼν ἄρχων · σβέννυ, Κέλθ᾽, ὡς μὴ προσκαύσῃς. οὐκ ἀγνοῶ δὅτι τὰ αὐτὰ ταῦτα εἴρηκεν Ἔφιππος κἀν Πελταστῇ τῷ δράματι, ἐν καὶ ταῦτα ἐκείνοις ὑποτέτακται· τοιαῦθὑθλῶν δειπνεῖ καὶ ζῇ θαυμαζόμενος μετὰ μειρακίων, οὐ γινώσκων ψήφων ἀριθμούς, σεμνὸς σεμνῶς χλανίδἕλκων. εἰς τίνα δὲ ταῦτἀποτεινόμενος Ἔφιππος εἴρηκεν ὥρα σοι ζητεῖν, καλὲ Οὐλπιανέ, καὶ διδάσκειν ἡμᾶς καὶ τῶν εἰρημένων τούτων εἲ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων θέλω πάρεστί μοι, κατὰ τὸν Αἰσχύλου Προμηθέα.
§39.1 καὶ Κύνουλκος ἀνεβόησε· καὶ τίνἂν τῶν μεγάλων οὗτος, οὐκ ἰχθύων, ἀλλὰ ζητήσεων, ἐπὶ νοῦν λάβοι; ὃς τὰς ἀκάνθας ἀεὶ ἐκλέγει ἑψητῶν τε καὶ ἀθερινῶν καὶ εἴ τι τούτων ἀτυχέστερόν ἐστιν ἰχθύδιον, τὰ μεγάλα τεμάχη παραπεμπόμενος, καθάπερ γὰρ ἐν ταῖς γεννικαῖς εὐωχίαις, φησὶν ἐν Ἰξίονι Εὔβουλος, ἀμύλων παρόντων ἐσθίουσἑκάστοτε ἄνηθα καὶ σέλινα καὶ φλυαρίας καὶ κάρδαμἐσκευασμένα, οὕτω μοι δοκεῖ καὶ λεβητοχάρων Οὐλπιανός, κατὰ τὸν ἐμὸν Μεγαλοπολίτην Κερκιδᾶν, μηδὲν μὲν ἐσθίειν τῶν ἀνδρὶ προσηκόντων, τηρεῖν δὲ τοὺς ἐσθίοντας εἰ παρεῖδον ἄκανθαν τῶν τραγανῶν τι χονδρῶδες τῶν παρατεθέντων, οὐδἐπὶ νοῦν βαλλόμενος τὸ τοῦ καλοῦ καὶ λαμπροῦ Αἰσχύλου, ὃς τὰς αὑτοῦ τραγῳδίας τεμάχη εἶναι ἔλεγεν τῶν Ὁμήρου μεγάλων δείπνων, φιλόσοφος δὲ ἦν τῶν πάνυ Αἰσχύλος, ὃς καὶ ἡττηθεὶς ἀδίκως ποτέ, ὡς Θεόφραστος Χαμαιλέων ἐν τῷ περὶ ἡδονῆς εἴρηκεν, ἔφη χρόνῳ τὰς τραγῳδίας ἀνατιθέναι, εἰδὼς ὅτι κομιεῖται τὴν προσήκουσαν τιμήν.
§39.2 καὶ τίνἂν τῶν μεγάλων οὗτος, οὐκ ἰχθύων, ἀλλὰ ζητήσεων, ἐπὶ νοῦν λάβοι; ὃς τὰς ἀκάνθας ἀεὶ ἐκλέγει ἑψητῶν τε καὶ ἀθερινῶν καὶ εἴ τι τούτων ἀτυχέστερόν ἐστιν ἰχθύδιον, τὰ μεγάλα τεμάχη παραπεμπόμενος, καθάπερ γὰρ ἐν ταῖς γεννικαῖς εὐωχίαις, φησὶν ἐν Ἰξίονι Εὔβουλος, ἀμύλων παρόντων ἐσθίουσἑκάστοτε ἄνηθα καὶ σέλινα καὶ φλυαρίας καὶ κάρδαμἐσκευασμένα, οὕτω μοι δοκεῖ καὶ λεβητοχάρων Οὐλπιανός, κατὰ τὸν ἐμὸν Μεγαλοπολίτην Κερκιδᾶν, μηδὲν μὲν ἐσθίειν τῶν ἀνδρὶ προσηκόντων, τηρεῖν δὲ τοὺς ἐσθίοντας εἰ παρεῖδον ἄκανθαν τῶν τραγανῶν τι χονδρῶδες τῶν παρατεθέντων, οὐδἐπὶ νοῦν βαλλόμενος τὸ τοῦ καλοῦ καὶ λαμπροῦ Αἰσχύλου, ὃς τὰς αὑτοῦ τραγῳδίας τεμάχη εἶναι ἔλεγεν τῶν Ὁμήρου μεγάλων δείπνων, φιλόσοφος δὲ ἦν τῶν πάνυ Αἰσχύλος, ὃς καὶ ἡττηθεὶς ἀδίκως ποτέ, ὡς Θεόφραστος Χαμαιλέων ἐν τῷ περὶ ἡδονῆς εἴρηκεν, ἔφη χρόνῳ τὰς τραγῳδίας ἀνατιθέναι, εἰδὼς ὅτι κομιεῖται τὴν προσήκουσαν τιμήν.
§40.1 πόθεν δὲ καὶ εἰδέναι δύναται ἅπερ εἶπεν Στρατόνικος κιθαριστὴς εἰς Πρόπιν τὸν Ῥόδιον κιθαρῳδόν; Κλέαρχος γὰρ ἐν τοῖς περὶ παροιμιῶν φησιν ὡς Στρατόνικος θεασάμενος τὸν Πρόπιν ὄντα τῷ μὲν μεγέθει μέγαν, τῇ δὲ τέχνῃ κακὸν καὶ ἐλάττονα τοῦ σώματος, ἐπερωτώντων αὐτὸν ποῖός τίς ἐστιν εἶπεν οὐδεὶς κακὸς μέγας ἰχθύς, αἰνισσόμενος ὅτι πρῶτον μὲν οὐδείς ἐστιν, εἶθὅτι κακός, καὶ πρὸς τούτοις μέγας μέν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν. Θεόφραστος δἐν τῷ περὶ γελοίου λεχθῆναι μέν φησι τὴν παροιμίαν ὑπὸ τοῦ Στρατονίκου, ἀλλεἰς Σιμύκαν τὸν ὑποκριτήν, διελόντος τὴν παροιμίαν οὐδεὶς μέγας σαπρὸς ἰχθύς. Ἀριστοτέλης δἐν τῇ Ναξίων πολιτείᾳ περὶ τῆς παροιμίας οὕτως γράφει· ʽ τῶν παρὰ Ναξίοις εὐπόρων οἱ μὲν πολλοὶ τὸ ἄστυ ᾤκουν, οἱ δὲ ἄλλοι διεσπαρμένοι κατὰ κώμας. ἐν οὖν δή τινι τῶν κωμῶν, ὄνομα ἦν Ληιστάδαι, Τελεσταγόρας ᾤκει, πλούσιός τε σφόδρα καὶ εὐδοκιμῶν καὶ τιμώμενος παρὰ τῷ δήμῳ τοῖς τἄλλοις ἅπασι καὶ τοῖς καθἡμέραν πεμπομένοις. καὶ ὅτε καταβάντες ἐκ τῆς πόλεως δυσωνοῖντό τι τῶν πωλουμένων, ἔθος ἦν τοῖς πωλοῦσι λέγειν ὅτι μᾶλλον ἂν προέλοιντο Τελεσταγόρᾳ δοῦναι τοσούτου ἀποδόσθαι. νεανίσκοι οὖν τινες ὠνούμενοι μέγαν ἰχθὺν εἰπόντος τοῦ ἁλιέως τὰ αὐτὰ λυπηθέντες τῷ πολλάκις ἀκούειν ὑποπιόντες ἐκώμασαν πρὸς αὐτόν. δεξαμένου δὲ τοῦ Τελεσταγόρου φιλοφρόνως αὐτοὺς οἱ νεανίσκοι αὐτόν τε ὕβρισαν καὶ δύο θυγατέρας αὐτοῦ ἐπιγάμους. ἐφοἷς ἀγανακτήσαντες οἱ Νάξιοι καὶ τὰ ὅπλα ἀναλαβόντες ἐπῆλθον τοῖς νεανίσκοις, καὶ μεγίστη τότε στάσις ἐγένετο προστατοῦντος τῶν Ναξίων Λυγδάμιδος, ὃς ἀπὸ ταύτης τῆς στρατηγίας τύραννος ἀνεφάνη τῆς πατρίδος
§40.2–43.1
§40.2 πόθεν δὲ καὶ εἰδέναι δύναται ἅπερ εἶπεν Στρατόνικος κιθαριστὴς εἰς Πρόπιν τὸν Ῥόδιον κιθαρῳδόν; Κλέαρχος γὰρ ἐν τοῖς περὶ παροιμιῶν φησιν ὡς Στρατόνικος θεασάμενος τὸν Πρόπιν ὄντα τῷ μὲν μεγέθει μέγαν, τῇ δὲ τέχνῃ κακὸν καὶ ἐλάττονα τοῦ σώματος, ἐπερωτώντων αὐτὸν ποῖός τίς ἐστιν εἶπεν οὐδεὶς κακὸς μέγας ἰχθύς, αἰνισσόμενος ὅτι πρῶτον μὲν οὐδείς ἐστιν, εἶθὅτι κακός, καὶ πρὸς τούτοις μέγας μέν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν. Θεόφραστος δἐν τῷ περὶ γελοίου λεχθῆναι μέν φησι τὴν παροιμίαν ὑπὸ τοῦ Στρατονίκου, ἀλλεἰς Σιμύκαν τὸν ὑποκριτήν, διελόντος τὴν παροιμίαν οὐδεὶς μέγας σαπρὸς ἰχθύς. Ἀριστοτέλης δἐν τῇ Ναξίων πολιτείᾳ περὶ τῆς παροιμίας οὕτως γράφει· ʽ τῶν παρὰ Ναξίοις εὐπόρων οἱ μὲν πολλοὶ τὸ ἄστυ ᾤκουν, οἱ δὲ ἄλλοι διεσπαρμένοι κατὰ κώμας. ἐν οὖν δή τινι τῶν κωμῶν, ὄνομα ἦν Ληιστάδαι, Τελεσταγόρας ᾤκει, πλούσιός τε σφόδρα καὶ εὐδοκιμῶν καὶ τιμώμενος παρὰ τῷ δήμῳ τοῖς τἄλλοις ἅπασι καὶ τοῖς καθἡμέραν πεμπομένοις. καὶ ὅτε καταβάντες ἐκ τῆς πόλεως δυσωνοῖντό τι τῶν πωλουμένων, ἔθος ἦν τοῖς πωλοῦσι λέγειν ὅτι μᾶλλον ἂν προέλοιντο Τελεσταγόρᾳ δοῦναι τοσούτου ἀποδόσθαι. νεανίσκοι οὖν τινες ὠνούμενοι μέγαν ἰχθὺν εἰπόντος τοῦ ἁλιέως τὰ αὐτὰ λυπηθέντες τῷ πολλάκις ἀκούειν ὑποπιόντες ἐκώμασαν πρὸς αὐτόν. δεξαμένου δὲ τοῦ Τελεσταγόρου φιλοφρόνως αὐτοὺς οἱ νεανίσκοι αὐτόν τε ὕβρισαν καὶ δύο θυγατέρας αὐτοῦ ἐπιγάμους. ἐφοἷς ἀγανακτήσαντες οἱ Νάξιοι καὶ τὰ ὅπλα ἀναλαβόντες ἐπῆλθον τοῖς νεανίσκοις, καὶ μεγίστη τότε στάσις ἐγένετο προστατοῦντος τῶν Ναξίων Λυγδάμιδος, ὃς ἀπὸ ταύτης τῆς στρατηγίας τύραννος ἀνεφάνη τῆς πατρίδος
§41.1 οὐκ ἄκαιρον δεἶναι νομίζω ἔτι καὶ αὐτός, ἐπειδήπερ ἐμνήσθην τοῦ κιθαριστοῦ Στρατονίκου, λέξαι τι περὶ τῆς εὐστοχίας αὐτοῦ τῶν ἀποκρίσεων. διδάσκων γὰρ κιθαριστάς, ἐπειδὴ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας τῶν Μουσῶν, τοῦ δὲ Ἀπόλλωνος μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινὸς πόσους ἔχοι μαθητάς, ἔφη σὺν τοῖς θεοῖς δώδεκα εἰς Μύλασα δὲ ἐπιδημήσας καὶ κατιδὼν ναοὺς μὲν πολλούς, ἀνθρώπους δὲ ὀλίγους στὰς ἐν μέσῃ τῇ ἀγορᾷ ἔφη ἀκούετε, νεῴ Μάχων δαὐτοῦ ἀναγράφει τάδε ἀπομνημονεύματα· Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ, παρὰ πλειόνων ἔμπροσθε τοῦτ᾽ ἀκηκοὼς ὡς σπληνικοὺς εἴωθεν πόλις ποιεῖν. ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας γυμναζομένους τῶν μειρακίσκων παρὰ τὸ πῦρ, κομψῶς τό τε χρῶμα καὶ τὸ σῶμἠσκηκότας, διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας αὑτῷ καταμαθὼν δ᾽, ἡνίκἐξῄει πάλιν τῆς κοιλίας τὸν σπλῆνἔχοντα διπλάσιον. ᾽καθήμενος γὰρ ἐνθάδοὗτος φαίνεται τὰ θἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν ἅμα καὶ τοὺς σπλῆνας, εὐθέως ἵνα μηδἡτισοῦν τοῖς ἔνδον στενοχωρία ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε ἐπεδείκνυταὐτῷ τὴν τέχνην παρὰ τὸν πότον. οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς, ψαλλόμενος Στρατόνικος, οὐκ ἔχων δὅτῳ διαλέξεθἑτέρῳ, συγκατέθλα τὸ ποτήριον. ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβὼν τῷ θἡλίῳ τὴν κύλικα δείξας συντόμως πιὼν καθεῦδε, τἄλλἐπιτρέψας τῇ τύχῃ. ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν ἑτέρων κατὰ τύχην, ὡς ἔοικε, γνωρίμων ἔξοινος Στρατόνικος ἐγένετεὐθέως. προσπυνθανομένων δ τι πολὺν πίνων ἀεὶ οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο· ‘ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης,’ ἔφη, ‘ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν.’ Στρατόνικος εἰς Ἄβδηρ᾽ ἀποδημήσας ποτὲ ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατἰδίαν κεκτημένον κήρυκα κηρύττοντά τε ἕκαστον αὐτῶν, ὅτε θέλοι, νουμηνίαν, σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπἄκρων ἐβάδιζε τῶν ὀνύχων ἐν τῇ πόλει σχέδην, δεδορκὼς ἀτενὲς εἰς τὴν γῆν κάτω. πυνθανομένου δὲ τῶν ξένων αὐτοῦ τινος τὸ πάθος τὸ γεγονὸς ἐξαπίνης περὶ τοὺς πόδας, τοῦτεἶπε· ᾽τοῖς ὅλοις μὲν ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων πολὺ μᾶλλον ἐπὶ δεῖπνον τρέχω· ἀγωνιῶ δὲ καὶ δέδοικα παντελῶς, μὴ ποτἐπιβὰς κήρυκι τὸν πόδἀναπαρῶ αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ μέλλοντος Στρατόνικος εὐφήμει, μέχρι σπείσαντες εὐξώμεσθα φησί, τοῖς θεοῖς. Κλέων τις ἦν κιθαρῳδός, ὃς ἐκαλεῖτο Βοῦς, δεινῶς ἀπᾴδων τῇ λύρᾳ παραχρώμενος. τούτου διακούσας Στρατόνικος εἶφὅτι ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας. Στρατόνικος κιθαρῳδὸς ὡς Βηρισάδην ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα, πολλοῦ χρόνου δἤδη γεγονότος ἀποτρέχειν ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα, ὡς δαὐτὸν, ὡς ἔοικεν, οὐ προσίετο, τοῦτἀποκριθῆναί φασι τῷ Βηρισάδῃ· ‘σὺ γὰρ διανοεῖ φησίν, ‘αὐτοῦ καταμένειν;’ ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε Στρατόνικος κιθαρῳδός, εἶτα γρᾴδιον ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατοὐδαμοῦ. κᾆθ Στρατόνικος πρὸς θεῶν, μῆτερ, φράσον τί ἔσθ βούλει καὶ τί μεἰσβλέπεις ἀεί; διηπόρησα φησίν, εἰ μήτηρ σε μὲν δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας, πόλις δἔχουσὰ σἡμέραν ἀλγεῖ μίαν Νικοκρέοντος εἰσιοῦσἈξιοθέα γυνὴ μετὰ παιδίσκης ἅβρας εἰς τὸν πότον ἀπεψόφησε κᾆτα τῷ Σικυωνίῳ ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν συνεὶς Στρατόνικος εἶπεν οὐχ ὅμοιος ψόφος ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν. ἐπιδεικνυμένου πόθ᾽, ὡς ἔοικεν, ἐν Ἐφέσῳ ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις, παρὼν κατὰ τύχην Στρατόνικος τοῦτἔφη· ὃς αὐτὸς αὑτὸν οὐ κιθαρίζει φαῦλος ὤν, ἄλλους κιθαρίζων φαυλότατος ὢν δείκνυται.
§41.2 οὐκ ἄκαιρον δεἶναι νομίζω ἔτι καὶ αὐτός, ἐπειδήπερ ἐμνήσθην τοῦ κιθαριστοῦ Στρατονίκου, λέξαι τι περὶ τῆς εὐστοχίας αὐτοῦ τῶν ἀποκρίσεων. διδάσκων γὰρ κιθαριστάς, ἐπειδὴ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας τῶν Μουσῶν, τοῦ δὲ Ἀπόλλωνος μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινὸς πόσους ἔχοι μαθητάς, ἔφη σὺν τοῖς θεοῖς δώδεκα εἰς Μύλασα δὲ ἐπιδημήσας καὶ κατιδὼν ναοὺς μὲν πολλούς, ἀνθρώπους δὲ ὀλίγους στὰς ἐν μέσῃ τῇ ἀγορᾷ ἔφη ἀκούετε, νεῴ Μάχων δαὐτοῦ ἀναγράφει τάδε ἀπομνημονεύματα· Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ, παρὰ πλειόνων ἔμπροσθε τοῦτ᾽ ἀκηκοὼς ὡς σπληνικοὺς εἴωθεν πόλις ποιεῖν. ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας γυμναζομένους τῶν μειρακίσκων παρὰ τὸ πῦρ, κομψῶς τό τε χρῶμα καὶ τὸ σῶμἠσκηκότας, διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας αὑτῷ καταμαθὼν δ᾽, ἡνίκἐξῄει πάλιν τῆς κοιλίας τὸν σπλῆνἔχοντα διπλάσιον. ᾽καθήμενος γὰρ ἐνθάδοὗτος φαίνεται τὰ θἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν ἅμα καὶ τοὺς σπλῆνας, εὐθέως ἵνα μηδἡτισοῦν τοῖς ἔνδον στενοχωρία ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε ἐπεδείκνυταὐτῷ τὴν τέχνην παρὰ τὸν πότον. οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς, ψαλλόμενος Στρατόνικος, οὐκ ἔχων δὅτῳ διαλέξεθἑτέρῳ, συγκατέθλα τὸ ποτήριον. ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβὼν τῷ θἡλίῳ τὴν κύλικα δείξας συντόμως πιὼν καθεῦδε, τἄλλἐπιτρέψας τῇ τύχῃ. ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν ἑτέρων κατὰ τύχην, ὡς ἔοικε, γνωρίμων ἔξοινος Στρατόνικος ἐγένετεὐθέως. προσπυνθανομένων δ τι πολὺν πίνων ἀεὶ οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο· ‘ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης,’ ἔφη, ‘ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν.’ Στρατόνικος εἰς Ἄβδηρ᾽ ἀποδημήσας ποτὲ ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατἰδίαν κεκτημένον κήρυκα κηρύττοντά τε ἕκαστον αὐτῶν, ὅτε θέλοι, νουμηνίαν, σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπἄκρων ἐβάδιζε τῶν ὀνύχων ἐν τῇ πόλει σχέδην, δεδορκὼς ἀτενὲς εἰς τὴν γῆν κάτω. πυνθανομένου δὲ τῶν ξένων αὐτοῦ τινος τὸ πάθος τὸ γεγονὸς ἐξαπίνης περὶ τοὺς πόδας, τοῦτεἶπε· ᾽τοῖς ὅλοις μὲν ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων πολὺ μᾶλλον ἐπὶ δεῖπνον τρέχω· ἀγωνιῶ δὲ καὶ δέδοικα παντελῶς, μὴ ποτἐπιβὰς κήρυκι τὸν πόδἀναπαρῶ αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ μέλλοντος Στρατόνικος εὐφήμει, μέχρι σπείσαντες εὐξώμεσθα φησί, τοῖς θεοῖς. Κλέων τις ἦν κιθαρῳδός, ὃς ἐκαλεῖτο Βοῦς, δεινῶς ἀπᾴδων τῇ λύρᾳ παραχρώμενος. τούτου διακούσας Στρατόνικος εἶφὅτι ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας. Στρατόνικος κιθαρῳδὸς ὡς Βηρισάδην ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα, πολλοῦ χρόνου δἤδη γεγονότος ἀποτρέχειν ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα, ὡς δαὐτὸν, ὡς ἔοικεν, οὐ προσίετο, τοῦτἀποκριθῆναί φασι τῷ Βηρισάδῃ· ‘σὺ γὰρ διανοεῖ φησίν, ‘αὐτοῦ καταμένειν;’ ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε Στρατόνικος κιθαρῳδός, εἶτα γρᾴδιον ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατοὐδαμοῦ. κᾆθ Στρατόνικος πρὸς θεῶν, μῆτερ, φράσον τί ἔσθ βούλει καὶ τί μεἰσβλέπεις ἀεί; διηπόρησα φησίν, εἰ μήτηρ σε μὲν δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας, πόλις δἔχουσὰ σἡμέραν ἀλγεῖ μίαν Νικοκρέοντος εἰσιοῦσἈξιοθέα γυνὴ μετὰ παιδίσκης ἅβρας εἰς τὸν πότον ἀπεψόφησε κᾆτα τῷ Σικυωνίῳ ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν συνεὶς Στρατόνικος εἶπεν οὐχ ὅμοιος ψόφος ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν. ἐπιδεικνυμένου πόθ᾽, ὡς ἔοικεν, ἐν Ἐφέσῳ ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις, παρὼν κατὰ τύχην Στρατόνικος τοῦτἔφη· ὃς αὐτὸς αὑτὸν οὐ κιθαρίζει φαῦλος ὤν, ἄλλους κιθαρίζων φαυλότατος ὢν δείκνυται.
§42.1 Κλέαρχος δἐν δευτέρῳ περὶ φιλίας Στρατόνικος, φησίν, . κιθαριστὴς ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὑτῷ πιεῖν· οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω. ἐν δὲ Βυζαντίῳ κιθαρῳδοῦ τὸ μὲν προοίμιον ᾄσαντος εὖ, ἐν δὲ τοῖς λοιποῖς ἀποτυγχάνοντος, ἀναστὰς ἐκήρυξεν ὃς ἂν καταμηνύσῃ τὸν τὸ προοίμιον ᾄσαντα κιθαρῳδόν, λήψεται χιλίας δραχμάς. ἐρωτηθεὶς δὑπό τινος τίνες εἰσὶν οἱ μοχθηρότατοι, τῶν ἐν Παμφυλίᾳ Φασηλίτας μὲν ἔφησε μοχθηροτάτους εἶναι, Σιδήτας δὲ τῶν ἐν τῇ οἰκουμένῃ. πάλιν δ᾽· ἐπερωτηθείς, ὥς φησιν Ἡγήσανδρος, πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες Θετταλοί, Ἠλείους ἔφησεν. ἀναστήσας δέ ποτε καὶ τρόπαιον ἐν τῇ διατριβῇ ἐπέγραψε κατὰ τῶν κακῶς κιθαριζόντων ἐρωτηθεὶς δὲ ὑπὸ τινος τίνα τῶν πλοίων ἀσφαλέστατά ἐστι, τὰ μακρὰ τὰ στρογγύλα, ᾽τὰ νενεωλκημένα εἶπεν. ἐν Ῥόδῳ δἐπίδειξιν ποιούμενος, ὡς οὐδεὶς ἐπεσημήνατο, καταλιπὼν τὸ θέατρον ἐξῆλθεν εἰπὼν ὅπου τὸ ἀδάπανον οὐ ποιεῖτε, πῶς ἐγὼ ἐλπίζω παρὑμῶν ἔρανον λήψεσθαι; γυμνικοὺς δὲ ἀγῶνας, ἔφη, διατιθέτωσαν Ἠλεῖοι, Κορίνθιοι δὲ θυμελικούς, Ἀθηναῖοι δὲ σκηνικούς, εἰ δέ τις τούτων πλημμελοίη, μαστιγούσθωσαν Λακεδαιμόνιοι ἐπισκώπτων τὰς παραὐτοῖς ἀγομένας μαστιγώσεις, ὥς φησι Χαρικλῆς ἐν τῷ πρώτῳ περὶ τοῦ ἀστικοῦ ἀγῶνος. Πτολεμαίου δὲ τοῦ βασιλέως περὶ κιθαριστικῆς πρὸς αὐτὸν διαλεγομένου φιλονικότερον, ἕτερόν ἐστιν εἶπεν, ʽ βασιλεῦ, σκῆπτρον, ἕτερον δὲ πλῆκτρον, ὥς φησι Καπίτων ἐποποιὸς ἐν δ# τῶν πρὸς Φιλόπαππον ὑπομνημάτων, παρακληθεὶς δἀκοῦσαί ποτε κιθαρῳδοῦ μετὰ τὴν ἀκρόασιν ἔφη· τῷ δἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δἀνένευσε. καί τινος εἰπόντος τὸ ποῖον; ἔφη κακῶς μὲν κιθαρίζειν ἔδωκεν, ᾄδειν δὲ καλῶς ἀνένευσε δοκοῦ δέ ποτε καταπεσούσης καὶ ἀποκτεινάσης ἕνα τῶν πονηρῶν ἄνδρες ἔφη, δοκῶ, εἰσὶ θεοί· εἰ δὲ μή εἰσι, δοκοί εἰσιν.
§42.2 Κλέαρχος δἐν δευτέρῳ περὶ φιλίας Στρατόνικος, φησίν, . κιθαριστὴς ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὑτῷ πιεῖν· οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω. ἐν δὲ Βυζαντίῳ κιθαρῳδοῦ τὸ μὲν προοίμιον ᾄσαντος εὖ, ἐν δὲ τοῖς λοιποῖς ἀποτυγχάνοντος, ἀναστὰς ἐκήρυξεν ὃς ἂν καταμηνύσῃ τὸν τὸ προοίμιον ᾄσαντα κιθαρῳδόν, λήψεται χιλίας δραχμάς. ἐρωτηθεὶς δὑπό τινος τίνες εἰσὶν οἱ μοχθηρότατοι, τῶν ἐν Παμφυλίᾳ Φασηλίτας μὲν ἔφησε μοχθηροτάτους εἶναι, Σιδήτας δὲ τῶν ἐν τῇ οἰκουμένῃ. πάλιν δ᾽· ἐπερωτηθείς, ὥς φησιν Ἡγήσανδρος, πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες Θετταλοί, Ἠλείους ἔφησεν. ἀναστήσας δέ ποτε καὶ τρόπαιον ἐν τῇ διατριβῇ ἐπέγραψε κατὰ τῶν κακῶς κιθαριζόντων ἐρωτηθεὶς δὲ ὑπὸ τινος τίνα τῶν πλοίων ἀσφαλέστατά ἐστι, τὰ μακρὰ τὰ στρογγύλα, ᾽τὰ νενεωλκημένα εἶπεν. ἐν Ῥόδῳ δἐπίδειξιν ποιούμενος, ὡς οὐδεὶς ἐπεσημήνατο, καταλιπὼν τὸ θέατρον ἐξῆλθεν εἰπὼν ὅπου τὸ ἀδάπανον οὐ ποιεῖτε, πῶς ἐγὼ ἐλπίζω παρὑμῶν ἔρανον λήψεσθαι; γυμνικοὺς δὲ ἀγῶνας, ἔφη, διατιθέτωσαν Ἠλεῖοι, Κορίνθιοι δὲ θυμελικούς, Ἀθηναῖοι δὲ σκηνικούς, εἰ δέ τις τούτων πλημμελοίη, μαστιγούσθωσαν Λακεδαιμόνιοι ἐπισκώπτων τὰς παραὐτοῖς ἀγομένας μαστιγώσεις, ὥς φησι Χαρικλῆς ἐν τῷ πρώτῳ περὶ τοῦ ἀστικοῦ ἀγῶνος. Πτολεμαίου δὲ τοῦ βασιλέως περὶ κιθαριστικῆς πρὸς αὐτὸν διαλεγομένου φιλονικότερον, ἕτερόν ἐστιν εἶπεν, ʽ βασιλεῦ, σκῆπτρον, ἕτερον δὲ πλῆκτρον, ὥς φησι Καπίτων ἐποποιὸς ἐν δ# τῶν πρὸς Φιλόπαππον ὑπομνημάτων, παρακληθεὶς δἀκοῦσαί ποτε κιθαρῳδοῦ μετὰ τὴν ἀκρόασιν ἔφη· τῷ δἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δἀνένευσε. καί τινος εἰπόντος τὸ ποῖον; ἔφη κακῶς μὲν κιθαρίζειν ἔδωκεν, ᾄδειν δὲ καλῶς ἀνένευσε δοκοῦ δέ ποτε καταπεσούσης καὶ ἀποκτεινάσης ἕνα τῶν πονηρῶν ἄνδρες ἔφη, δοκῶ, εἰσὶ θεοί· εἰ δὲ μή εἰσι, δοκοί εἰσιν.
§43.1 ἀναγράφει δὲ καὶ τάδε μετὰ τὰ προειρημένα τοῦ ε Στρατονίκου ἀπομνημονευμάτων οὕτως. Στρατόνικος πρὸς τὸν Χρυσογόνου πατέρα λέγοντα ὅτι πάντα αὐτῷ ὑπάρχει οἰκεῖα· αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν δὲ υἱῶν μὲν διδάξει, δὲ αὐλήσει, προσδεῖ γ᾽, ἔφη Στρατόνικος, ᾽ἔτι ἑνός. εἰπόντος δὲ ᾽τίνος; θεάτρου, ἔφη, οἰκείου, ἐρομένου δέ τινος διὰ τί τὴν Ἑλλάδα πᾶσαν περινοστεῖ , ἀλλοὐκ ἐν μιᾷ πόλει διαμένει, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρὧν πράττεσθαι μισθὸν ἀμουσίας. τὸν Φάωνα δὲ ἔφη αὐλεῖν οὐχ ἁρμονίαν, ἀλλὰ τὸν Κάδμον. προσποιουμένου δὲ εἶναι Φάωνος αὐλητικοῦ καὶ ἔχειν φάσκοντος Μεγαροῖ χορόν, ληρεῖς ἔφη· ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλἔχει. μάλιστα δὲ θαυμάζειν ἔφη τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἵα τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκε. πυνθανόμενος δὲ ἐν Ἰλίῳ ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις αἰεί ἔφησεν, Ἰλίῳ κακά Μυννάκου δαὐτῷ περὶ μουσικῆς διαμφισβητοῦντος οὐ προσέχειν αὐτῷ ἔφη, ὅτι ἀνώτερον τοῦ σφυροῦ λέγει, τὸν δὲ φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Ἅιδου τοὺς θεραπευομένους. ἀπαντήσας δέ τινι τῶν γνωρίμων ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς συνηχθέσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. ἐν Τειχιοῦντι δὲ τῆς Μιλήτου μιγάδων οἰκούντων ὡς ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄντας ʽ ἀπίωμεν ἔφη, παῖ· ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνῄσκειν, τῶν δἀστῶν οὐδείς Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξιόντος περὶ μουσικῆς, μόνῳ δὲ οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ὅς γε, ἔφη, τὸ ἀμουσότατον τῶν ὀνομάτων εἵλου, εἰ σεαυτὸν ἀντἈμφίονος Ζῆθον καλεῖς. Μακεδόνα δέ τινα κιθαρίζειν διδάσκων ἐκπικρανθεὶς ἐπὶ τῷ μηδὲν αὐτὸν ποιεῖν τῶν δεόντων εἰς Μακεδονίαν ἔφη.
§43.2–48.1
§43.2 ἀναγράφει δὲ καὶ τάδε μετὰ τὰ προειρημένα τοῦ ε Στρατονίκου ἀπομνημονευμάτων οὕτως. Στρατόνικος πρὸς τὸν Χρυσογόνου πατέρα λέγοντα ὅτι πάντα αὐτῷ ὑπάρχει οἰκεῖα· αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν δὲ υἱῶν μὲν διδάξει, δὲ αὐλήσει, προσδεῖ γ᾽, ἔφη Στρατόνικος, ᾽ἔτι ἑνός. εἰπόντος δὲ ᾽τίνος; θεάτρου, ἔφη, οἰκείου, ἐρομένου δέ τινος διὰ τί τὴν Ἑλλάδα πᾶσαν περινοστεῖ , ἀλλοὐκ ἐν μιᾷ πόλει διαμένει, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρὧν πράττεσθαι μισθὸν ἀμουσίας. τὸν Φάωνα δὲ ἔφη αὐλεῖν οὐχ ἁρμονίαν, ἀλλὰ τὸν Κάδμον. προσποιουμένου δὲ εἶναι Φάωνος αὐλητικοῦ καὶ ἔχειν φάσκοντος Μεγαροῖ χορόν, ληρεῖς ἔφη· ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλἔχει. μάλιστα δὲ θαυμάζειν ἔφη τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἵα τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκε. πυνθανόμενος δὲ ἐν Ἰλίῳ ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις αἰεί ἔφησεν, Ἰλίῳ κακά Μυννάκου δαὐτῷ περὶ μουσικῆς διαμφισβητοῦντος οὐ προσέχειν αὐτῷ ἔφη, ὅτι ἀνώτερον τοῦ σφυροῦ λέγει, τὸν δὲ φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Ἅιδου τοὺς θεραπευομένους. ἀπαντήσας δέ τινι τῶν γνωρίμων ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς συνηχθέσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. ἐν Τειχιοῦντι δὲ τῆς Μιλήτου μιγάδων οἰκούντων ὡς ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄντας ʽ ἀπίωμεν ἔφη, παῖ· ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνῄσκειν, τῶν δἀστῶν οὐδείς Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξιόντος περὶ μουσικῆς, μόνῳ δὲ οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ὅς γε, ἔφη, τὸ ἀμουσότατον τῶν ὀνομάτων εἵλου, εἰ σεαυτὸν ἀντἈμφίονος Ζῆθον καλεῖς. Μακεδόνα δέ τινα κιθαρίζειν διδάσκων ἐκπικρανθεὶς ἐπὶ τῷ μηδὲν αὐτὸν ποιεῖν τῶν δεόντων εἰς Μακεδονίαν ἔφη.
§44.1 πρὸς βαλανείῳ ψυχρῷ καὶ φαύλῳ κεκοσμημένον ἰδὼν ἡρῷον λαμπρῶς ὡς ἐξῆλθεν λελουμένος κακῶς οὐ θαυμάζω ἔφη, ὅτι πολλοὶ ἀνάκεινται πίνακες· ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι ἐν Αἴνῳ δὲ ἔφη τοὺς μὲν ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέτταρας χειμῶνα. τοὺς δὲ Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν πόντου ὥσπερ ἐκ τοῦ ὀλέθρου. τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν δἩράκλειαν Ἀνδροκόρινθον καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δἈμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς δ’ ʽ Ἡρακλείας ὡς ἐξῄει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκοπεῖ , αἰσχύνεσθαι ἔφη μὴ ὀφθῇ, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δἐν τῷ κύφωνι δεδεμένους δύο ὡς μικροπολιτικόν ἔφη, τὸ μὴ δύνασθαι συμπληρῶσαι. πρὸς δὲ ἁρμονικόν τινα, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦνταὐτῷ περὶ ἁρμονίας ἔφη· ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην, ἐν Μαρωνείᾳ δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθὡς ἦγον καὶ ἠρώτων, κατὰ τὸ καπηλεῖον ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι Μαρώνεια, τὸν δὲ Τηλεφάνην, ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος, ἄνω ἔφη, ὡς οἱ ἐρυγγάνοντες. τοῦ δὲ βαλανέως ἐν Καρδίᾳ ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν καὶ κατὰ θάλατταν.
§44.2 πρὸς βαλανείῳ ψυχρῷ καὶ φαύλῳ κεκοσμημένον ἰδὼν ἡρῷον λαμπρῶς ὡς ἐξῆλθεν λελουμένος κακῶς οὐ θαυμάζω ἔφη, ὅτι πολλοὶ ἀνάκεινται πίνακες· ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι ἐν Αἴνῳ δὲ ἔφη τοὺς μὲν ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέτταρας χειμῶνα. τοὺς δὲ Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν πόντου ὥσπερ ἐκ τοῦ ὀλέθρου. τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν, τὴν δἩράκλειαν Ἀνδροκόρινθον καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος, τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους, τοὺς δἈμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς δ’ ʽ Ἡρακλείας ὡς ἐξῄει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκοπεῖ , αἰσχύνεσθαι ἔφη μὴ ὀφθῇ, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δἐν τῷ κύφωνι δεδεμένους δύο ὡς μικροπολιτικόν ἔφη, τὸ μὴ δύνασθαι συμπληρῶσαι. πρὸς δὲ ἁρμονικόν τινα, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦνταὐτῷ περὶ ἁρμονίας ἔφη· ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην, ἐν Μαρωνείᾳ δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθὡς ἦγον καὶ ἠρώτων, κατὰ τὸ καπηλεῖον ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι Μαρώνεια, τὸν δὲ Τηλεφάνην, ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος, ἄνω ἔφη, ὡς οἱ ἐρυγγάνοντες. τοῦ δὲ βαλανέως ἐν Καρδίᾳ ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν καὶ κατὰ θάλατταν.
§45.1 νικήσας δἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας· Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων. ᾄσαντος δέ τινος, ἤρετο τίνος τὸ μέλος, εἰπόντος δὅτι Καρκίνου, πολύ γε μᾶλλον ἔφη, ἀνθρώπου ἐν Μαρωνείᾳ δἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλἀλέαν. ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους) ‘ μιαρέ,’ ἔφη, ‘παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας.’ πρὸς δὲ τὸν ἐπαινοῦντα ἵνα λάβῃ τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός, ἐν μικρᾷ δὲ πόλει διδάσκων ἔφηαὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις.’ ἐν Πέλλῃ δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν. εἰπόντων δὲ τῶν ἱμώντωνἡμεῖς γε τοῦτο πίνομεν,’ ‘οὐκ ἄρ’,’ ἔφη, ‘πότιμόν ἐστιν.’ ἐτύγχανον δοἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς Ὠδῖνος τῆς Τιμοθέουεἰ δἐργολάβον,’ ἔφη, ‘ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς.’ Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον μαθητὴς αὐτοῦ Φιλωτᾶς, θαυμάζειν ἔφη, εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμους. πρὸς Ἄρειον δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν ψάλλἐς κόρακας ἔφη. ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό τι αὐτῷ καὶ κακόδαιμον ἔφη, νακόδαιμον ἔφη. τοὺς δὲ Ῥοδίους αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη αὐτοὺς λευκοὺς εἶναι Κυρηναίους. καὶ αὐτὴν δὲ τὴν Ῥόδον ἐκάλει μνηστήρων πόλιν, χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δεἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων.
§45.2 νικήσας δἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας· Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων. ᾄσαντος δέ τινος, ἤρετο τίνος τὸ μέλος, εἰπόντος δὅτι Καρκίνου, πολύ γε μᾶλλον ἔφη, ἀνθρώπου ἐν Μαρωνείᾳ δἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλἀλέαν. ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους) ‘ μιαρέ,’ ἔφη, ‘παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας.’ πρὸς δὲ τὸν ἐπαινοῦντα ἵνα λάβῃ τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός, ἐν μικρᾷ δὲ πόλει διδάσκων ἔφηαὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις.’ ἐν Πέλλῃ δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν. εἰπόντων δὲ τῶν ἱμώντωνἡμεῖς γε τοῦτο πίνομεν,’ ‘οὐκ ἄρ’,’ ἔφη, ‘πότιμόν ἐστιν.’ ἐτύγχανον δοἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς Ὠδῖνος τῆς Τιμοθέουεἰ δἐργολάβον,’ ἔφη, ‘ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς.’ Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον μαθητὴς αὐτοῦ Φιλωτᾶς, θαυμάζειν ἔφη, εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμους. πρὸς Ἄρειον δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν ψάλλἐς κόρακας ἔφη. ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό τι αὐτῷ καὶ κακόδαιμον ἔφη, νακόδαιμον ἔφη. τοὺς δὲ Ῥοδίους αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη αὐτοὺς λευκοὺς εἶναι Κυρηναίους. καὶ αὐτὴν δὲ τὴν Ῥόδον ἐκάλει μνηστήρων πόλιν, χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δεἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων.
§46.1 ζηλωτὴς δὲ τῶν εὐτραπέλων λόγων τούτων ἐγένετο Στρατόνικος Σιμωνίδου τοῦ ποιητοῦ, ὥς φησιν Ἔφορος ἐν δευτέρῳ περὶ εὑρημάτων, φάσκων καὶ Φιλόξενον τὸν Κυθήριον περὶ τὰ ὅμοια ἐσπουδακέναι. Φαινίας δ περιπατητικὸς ἐν δευτέρῳ περὶ ποιητῶν Στρατόνικος, , φησίν, Ἀθηναῖος δοκεῖ τὴν πολυχορδίαν εἰς τὴν ψιλὴν κιθάρισιν πρῶτος εἰσενεγκεῖν καὶ πρῶτος μαθητὰς τῶν ἁρμονικῶν ἔλαβε καὶ διάγραμμα συνεστήσατο. ἦν δὲ καὶ ἐν τῷ γελοίῳ οὐκ ἀπίθανος φασὶ δὲ καὶ τελευτῆσαι αὐτὸν διὰ τὴν ἐν τῷ γελοίῳ παρρησίαν ὑπὸ Νικοκλέους τοῦ Κυπρίων βασιλέως φάρμακον πιόντα διὰ τὸ σκώπτειν αὐτοῦ τοὺς υἱούς.
§46.2 ζηλωτὴς δὲ τῶν εὐτραπέλων λόγων τούτων ἐγένετο Στρατόνικος Σιμωνίδου τοῦ ποιητοῦ, ὥς φησιν Ἔφορος ἐν δευτέρῳ περὶ εὑρημάτων, φάσκων καὶ Φιλόξενον τὸν Κυθήριον περὶ τὰ ὅμοια ἐσπουδακέναι. Φαινίας δ περιπατητικὸς ἐν δευτέρῳ περὶ ποιητῶν Στρατόνικος, , φησίν, Ἀθηναῖος δοκεῖ τὴν πολυχορδίαν εἰς τὴν ψιλὴν κιθάρισιν πρῶτος εἰσενεγκεῖν καὶ πρῶτος μαθητὰς τῶν ἁρμονικῶν ἔλαβε καὶ διάγραμμα συνεστήσατο. ἦν δὲ καὶ ἐν τῷ γελοίῳ οὐκ ἀπίθανος φασὶ δὲ καὶ τελευτῆσαι αὐτὸν διὰ τὴν ἐν τῷ γελοίῳ παρρησίαν ὑπὸ Νικοκλέους τοῦ Κυπρίων βασιλέως φάρμακον πιόντα διὰ τὸ σκώπτειν αὐτοῦ τοὺς υἱούς.
§47.1 τοῦ δἈριστοτέλους τεθαύμακα, ὃν πολυθρύλητον πεποιήκασιν οἱ σοφοὶ οὗτοι, καλέ μου Δημόκριτε καὶ σὺ τῶν λόγων αὐτοῦ πρεσβεύεις ὡς καὶ τῶν ἄλλων φιλοσόφων τε καὶ ῥητόρων τῆς ἀκριβείας, πότε μαθὼν παρά τίνος ἀνελθόντος ἐκ τοῦ βυθοῦ Πρωτέως Νηρέως, τί ποιοῦσιν οἱ ἰχθύες πῶς κοιμῶνται πῶς διαιτῶνται. τοιαῦτα γὰρ συνέγραψεν ὡς εἶναι κατὰ τὸν κωμῳδιοποιὸν θαύματα μωροῖς. φησὶν γάρ ὅτι κήρυκες μὲν καὶ πάντα τὰ ὀστρακόδερμα ἀνόχευτον αὐτῶν ἐστι τὸ γένος καὶ ὅτι πορφύρα καὶ κῆρυξ μακρόβια, ζῆν γὰρ τὴν πορφύραν ἔτη ἓξ πόθεν ἦν αὐτῷ εἰδέναι; καὶ ὅτι ἐπὶ πλεῖστον χρόνον ἐν ὀχείᾳ γίγνεται ἔχιδνα, καὶ ὅτι μέγιστον μὲν ἐστιν φάττα, δεύτερον δὲ οἰνάς, ἐλάχιστον δὲ τρυγών. πόθεν δὅτι μὲν ἄρρην ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, δὲ θήλεια πλείω τῶν τεσσαράκοντα, βιῶσαι φήσας τινὰ καὶ ἑβδομήκοντα πέντε, ἱστορεῖ δὅτι καὶ ἐκ τῆς τῶν φθειρῶν ὀχείας αἱ κόνιδες γεννῶνται καὶ ὅτι ἐκ τοῦ σκώληκος μεταβάλλοντος γίνεται κάμπη ἐξ ἧς βομβυλιός, ἀφοὗ νεκύδαλλος ὀνομαζόμενος· ἀλλὰ μὴν καὶ τὰς μελίσσας βιοῦν φησι μέχρι ἐτῶν ἕξ, τινὰς δὲ καὶ ἑπτά. οὐκ ὦφθαι δέ φησιν οὔτε μέλισσαν οὔτε κηφῆνα ὀχεύοντας, ὅθεν οὐκ εἶναι διιδεῖν πότερα αὐτῶν ἄρρενα θήλεα, πόθεν δὅτι οἱ ἄνθρωποι ἥσσονες μελισσῶν αἰεὶ γὰρ αὗται τὴν ἰσότητα τοῦ βίου τηροῦσιν, οὐ μεταβαλλόμεναι, ἀλλἀγείρουσαι καὶ ἀδιδάκτως ποιοῦσαι. οἱ δἄνθρωποι ἥσσονες μελισσῶν καὶ πλήρεις οἰήσεως ὡς ἐκεῖναι μέλιτος· πόθεν δἐτήρησεν; ἐν δὲ τῷ περὶ μακροβιότητός φησιν ὅτι ὦπταί τις μυῖα ἔτη ἕξ ἑπτὰ ζήσασα. τίς γὰρ τούτων ἀπόδειξις;
§47.2 τοῦ δἈριστοτέλους τεθαύμακα, ὃν πολυθρύλητον πεποιήκασιν οἱ σοφοὶ οὗτοι, καλέ μου Δημόκριτε καὶ σὺ τῶν λόγων αὐτοῦ πρεσβεύεις ὡς καὶ τῶν ἄλλων φιλοσόφων τε καὶ ῥητόρων τῆς ἀκριβείας, πότε μαθὼν παρά τίνος ἀνελθόντος ἐκ τοῦ βυθοῦ Πρωτέως Νηρέως, τί ποιοῦσιν οἱ ἰχθύες πῶς κοιμῶνται πῶς διαιτῶνται. τοιαῦτα γὰρ συνέγραψεν ὡς εἶναι κατὰ τὸν κωμῳδιοποιὸν θαύματα μωροῖς. φησὶν γάρ ὅτι κήρυκες μὲν καὶ πάντα τὰ ὀστρακόδερμα ἀνόχευτον αὐτῶν ἐστι τὸ γένος καὶ ὅτι πορφύρα καὶ κῆρυξ μακρόβια, ζῆν γὰρ τὴν πορφύραν ἔτη ἓξ πόθεν ἦν αὐτῷ εἰδέναι; καὶ ὅτι ἐπὶ πλεῖστον χρόνον ἐν ὀχείᾳ γίγνεται ἔχιδνα, καὶ ὅτι μέγιστον μὲν ἐστιν φάττα, δεύτερον δὲ οἰνάς, ἐλάχιστον δὲ τρυγών. πόθεν δὅτι μὲν ἄρρην ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, δὲ θήλεια πλείω τῶν τεσσαράκοντα, βιῶσαι φήσας τινὰ καὶ ἑβδομήκοντα πέντε, ἱστορεῖ δὅτι καὶ ἐκ τῆς τῶν φθειρῶν ὀχείας αἱ κόνιδες γεννῶνται καὶ ὅτι ἐκ τοῦ σκώληκος μεταβάλλοντος γίνεται κάμπη ἐξ ἧς βομβυλιός, ἀφοὗ νεκύδαλλος ὀνομαζόμενος· ἀλλὰ μὴν καὶ τὰς μελίσσας βιοῦν φησι μέχρι ἐτῶν ἕξ, τινὰς δὲ καὶ ἑπτά. οὐκ ὦφθαι δέ φησιν οὔτε μέλισσαν οὔτε κηφῆνα ὀχεύοντας, ὅθεν οὐκ εἶναι διιδεῖν πότερα αὐτῶν ἄρρενα θήλεα, πόθεν δὅτι οἱ ἄνθρωποι ἥσσονες μελισσῶν αἰεὶ γὰρ αὗται τὴν ἰσότητα τοῦ βίου τηροῦσιν, οὐ μεταβαλλόμεναι, ἀλλἀγείρουσαι καὶ ἀδιδάκτως ποιοῦσαι. οἱ δἄνθρωποι ἥσσονες μελισσῶν καὶ πλήρεις οἰήσεως ὡς ἐκεῖναι μέλιτος· πόθεν δἐτήρησεν; ἐν δὲ τῷ περὶ μακροβιότητός φησιν ὅτι ὦπταί τις μυῖα ἔτη ἕξ ἑπτὰ ζήσασα. τίς γὰρ τούτων ἀπόδειξις;
§48.1 ποῦ δὲ εἶδεν ἐκ κέρατος ἐλάφου κισσὸν ἀναφύντα; γλαῦκες δέ., φησί, καὶ κόρακες ἡμέρας ἀδυνατοῦσι βλέπειν διὸ νύκτωρ τὴν τροφὴν ἑαυτοῖς θηρεύουσι καὶ οὐ πᾶσαν νύκτα, ἀλλὰ τὴν ἀκρέσπερον, καὶ τὰς ἰδέας δὲ τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἐμφερεῖς εἶναι; τοῖς μὲν γὰρ γλαυκαί, τοῖς δὲ μέλαιναι, τοῖς δὲ χαροποί. ἀνθρώποις δὲ ὅτι παντοῖος ὀφθαλμὸς ἠθῶν τε διαφορὰς εἶναι περὶ τοὺς ὀφθαλμοὺς λέγει· τοὺς μὲν γὰρ αἰγωποὺς τῶν ἀνθρώπων πρὸς ὀξύτητα μὲν ὄψεως εὖ πεφυκέναι, τὰ δἤθη βελτίστους εἶναι. καὶ τῶν ἄλλων τοὺς μὲν ἐκτὸς ἔχειν τοὺς ὀφθαλμούς, τοὺς δὲ ἐντός, ἄλλους δὲ μέσως. καὶ τοὺς μὲν ἐντὸς ὀξυωπεστάτους εἶναι, τοὺς δἐκτὸς κακοηθεστάτους· οἱ δὲ μέσως, φησίν, ἔχοντες ἐπιεικεῖς, εἶναι δέ τινας καὶ σκαρδαμυκτικούς, τοὺς δἀτενεῖς, τοὺς δὲ μέσους· ἀβεβαίους δεἶναι τοὺς σκαρδαμυκτικούς, ἀναιδεῖς. δεἶναι τοὺς ἀτενεῖς· τοὺς δὲ μέσους βελτίστων ἠθῶν. μόνον τε ἄνθρωπον τῶν ζῴων τὴν καρδίαν ἔχειν ἐν τοῖς ἀριστεροῖς μέρεσι, τὰ δἄλλα ἐν τῷ μέσῳ. καὶ τοὺς ἄρρενας τῶν θηλειῶν πλείονας ὀδόντας ἔχειν. τετηρῆσθαί δέ φησι τοῦτο καὶ ἐπὶ προβάτου καὶ ἐπὶ συὸς καὶ ἐπὶ αἰγός. τῶν δὲ ἰχθύων οὐδένα γεννᾶσθαι ὄρχεις ἔχοντα· μαστοὺς δὲ οὔτἰχθὺν ἔχειν οὔτε ὄρνιθα, δελφῖνα δὲ μόνον οὐκ ἔχειν χολήν. ἔνιοι δέ, φησίν, ἐπὶ μὲν τῷ ἥπατι οὐκ ἔχουσιν χολήν, ἀλλὰ πρὸς τοῖς ἐντέροις, ὡς ἔλοψ καὶ συναγρὶς καὶ σμύραινα καὶ ξιφίας καὶ χελιδών. δὲ ἀμία παρὅλον τὸ ἔντερον παρατεταμένην ἔχει τὴν χολήν, ἱέραξ δὲ καὶ ἰκτῖνος πρὸς τῷ ἥπατι καὶ τοῖς ἐντέροις· δαἰγοκέφαλος πρὸς τῷ ἥπατι καὶ τῇ κοιλίᾳ, περιστερὰ δὲ καὶ ὄρτυξ καὶ χελιδὼν οἱ μὲν πρὸς τοῖς ἐντέροις, οἱ δὲ πρὸς τῇ κοιλίᾳ,
§48.2–53
§48.2 ποῦ δὲ εἶδεν ἐκ κέρατος ἐλάφου κισσὸν ἀναφύντα; γλαῦκες δέ., φησί, καὶ κόρακες ἡμέρας ἀδυνατοῦσι βλέπειν διὸ νύκτωρ τὴν τροφὴν ἑαυτοῖς θηρεύουσι καὶ οὐ πᾶσαν νύκτα, ἀλλὰ τὴν ἀκρέσπερον, καὶ τὰς ἰδέας δὲ τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἐμφερεῖς εἶναι; τοῖς μὲν γὰρ γλαυκαί, τοῖς δὲ μέλαιναι, τοῖς δὲ χαροποί. ἀνθρώποις δὲ ὅτι παντοῖος ὀφθαλμὸς ἠθῶν τε διαφορὰς εἶναι περὶ τοὺς ὀφθαλμοὺς λέγει· τοὺς μὲν γὰρ αἰγωποὺς τῶν ἀνθρώπων πρὸς ὀξύτητα μὲν ὄψεως εὖ πεφυκέναι, τὰ δἤθη βελτίστους εἶναι. καὶ τῶν ἄλλων τοὺς μὲν ἐκτὸς ἔχειν τοὺς ὀφθαλμούς, τοὺς δὲ ἐντός, ἄλλους δὲ μέσως. καὶ τοὺς μὲν ἐντὸς ὀξυωπεστάτους εἶναι, τοὺς δἐκτὸς κακοηθεστάτους· οἱ δὲ μέσως, φησίν, ἔχοντες ἐπιεικεῖς, εἶναι δέ τινας καὶ σκαρδαμυκτικούς, τοὺς δἀτενεῖς, τοὺς δὲ μέσους· ἀβεβαίους δεἶναι τοὺς σκαρδαμυκτικούς, ἀναιδεῖς. δεἶναι τοὺς ἀτενεῖς· τοὺς δὲ μέσους βελτίστων ἠθῶν. μόνον τε ἄνθρωπον τῶν ζῴων τὴν καρδίαν ἔχειν ἐν τοῖς ἀριστεροῖς μέρεσι, τὰ δἄλλα ἐν τῷ μέσῳ. καὶ τοὺς ἄρρενας τῶν θηλειῶν πλείονας ὀδόντας ἔχειν. τετηρῆσθαί δέ φησι τοῦτο καὶ ἐπὶ προβάτου καὶ ἐπὶ συὸς καὶ ἐπὶ αἰγός. τῶν δὲ ἰχθύων οὐδένα γεννᾶσθαι ὄρχεις ἔχοντα· μαστοὺς δὲ οὔτἰχθὺν ἔχειν οὔτε ὄρνιθα, δελφῖνα δὲ μόνον οὐκ ἔχειν χολήν. ἔνιοι δέ, φησίν, ἐπὶ μὲν τῷ ἥπατι οὐκ ἔχουσιν χολήν, ἀλλὰ πρὸς τοῖς ἐντέροις, ὡς ἔλοψ καὶ συναγρὶς καὶ σμύραινα καὶ ξιφίας καὶ χελιδών. δὲ ἀμία παρὅλον τὸ ἔντερον παρατεταμένην ἔχει τὴν χολήν, ἱέραξ δὲ καὶ ἰκτῖνος πρὸς τῷ ἥπατι καὶ τοῖς ἐντέροις· δαἰγοκέφαλος πρὸς τῷ ἥπατι καὶ τῇ κοιλίᾳ, περιστερὰ δὲ καὶ ὄρτυξ καὶ χελιδὼν οἱ μὲν πρὸς τοῖς ἐντέροις, οἱ δὲ πρὸς τῇ κοιλίᾳ,
§49.1 τὰ δὲ μαλακόδερμά φησι καὶ τὰ ὀστρακόδερμα καὶ τὰ σελαχώδη καὶ τὰ ἔντομα πλείονα χρόνον ὀχεύειν. δελφῖνα δὲ καί τινας τῶν ἰχθύων παρακατακλινομένους ὀχεύειν, καὶ εἶναι τῶν μὲν δελφίνων βραδεῖαν τὴν μῖξιν, τῶν δὲ ἰχθύων ταχεῖαν. ἔτι λέων, φησί, στερέμνια ἔχει τὰ ὀστᾶ , καὶ κοπτομένων αὐτῶν ὥσπερ ἐκ τῶν λίθων πῦρ ἐκλάμπειν. δελφὶς δὲ ὀστᾶ μὲν ἔχει καὶ οὐκ ἄκανθαν, τὰ δὲ σελάχη καὶ χόνδρον καὶ ἄκανθαν. τῶν δἰχθύων .., τὰ μὲν εἶναι χερσαῖα, τὰ δὲ ἔνυδρα, τὰ δὲ πυριγενῆ. εἶναι δέ τινα καὶ ἐφήμερα καλούμενα, μίαν μόνην ἡμέραν ζῆν. τὰ δὲ ἀμφίβια εἶναι ὡς τὸν ποτάμιον ἵππον καὶ κροκόδειλον καὶ ἔνυδριν. πάντα τε τὰ ζῷα δύο ἡγεμόνας ἔχειν πόδας, καρκίνον δέ τέσσαρας, ὅσα δἔναιμά ἐστι, φησί, τῶν ζῴων ἄποδά ἐστιν δίποδα τετράποδα, ὅσα δὲ τῶν τεσσάρων πλείονας ἔχει πόδας ἄναιμά ἐστι. διὸ καὶ πάντα τὰ κινούμενα τέτταρσι σημείοις κινεῖται· ἄνθρωπος μὲν βποσὶ καὶ βχερσίν, ὄρνις δὲ βποσὶ καὶ βπτέρυξιν, ἔγχελυς καὶ γόγγρος δύο πτερυγίοις καὶ δύο καμπαῖς. ἔτι τῶν ζῴων τὰ μὲν ἔχει χεῖρας, ὡς ἄνθρωπος, τὰ δὲ δοκεῖ, ὡς πίθηκος· οὐδὲν γὰρ τῶν ἀλόγων ζῴων δίδωσι καὶ λαμβάνει, πρὸς ἅπερ αἱ χεῖρες ὄργανα δέδονται, πάλιν τῶν ζῴων τὰ μὲν ἄρθρα ἔχει, ὡς ἄνθρωπος, ὄνος, βοῦς, τὰ δὲ ἄναρθρά ἐστιν, οἷον ὄφεις, ὄστρεα, πλεύμονες. πολλά τε τῶν ζῴων οὐ κατὰ πᾶσαν ὥραν φαίνεται, οἷον τὰ φωλεύοντα, καὶ ὅσα δὲ μὴ φωλεύει οὐκ αἰεὶ φαίνεται, οἷον χελιδόνες καὶ πελαργοί.
§49.2 τὰ δὲ μαλακόδερμά φησι καὶ τὰ ὀστρακόδερμα καὶ τὰ σελαχώδη καὶ τὰ ἔντομα πλείονα χρόνον ὀχεύειν. δελφῖνα δὲ καί τινας τῶν ἰχθύων παρακατακλινομένους ὀχεύειν, καὶ εἶναι τῶν μὲν δελφίνων βραδεῖαν τὴν μῖξιν, τῶν δὲ ἰχθύων ταχεῖαν. ἔτι λέων, φησί, στερέμνια ἔχει τὰ ὀστᾶ , καὶ κοπτομένων αὐτῶν ὥσπερ ἐκ τῶν λίθων πῦρ ἐκλάμπειν. δελφὶς δὲ ὀστᾶ μὲν ἔχει καὶ οὐκ ἄκανθαν, τὰ δὲ σελάχη καὶ χόνδρον καὶ ἄκανθαν. τῶν δἰχθύων .., τὰ μὲν εἶναι χερσαῖα, τὰ δὲ ἔνυδρα, τὰ δὲ πυριγενῆ. εἶναι δέ τινα καὶ ἐφήμερα καλούμενα, μίαν μόνην ἡμέραν ζῆν. τὰ δὲ ἀμφίβια εἶναι ὡς τὸν ποτάμιον ἵππον καὶ κροκόδειλον καὶ ἔνυδριν. πάντα τε τὰ ζῷα δύο ἡγεμόνας ἔχειν πόδας, καρκίνον δέ τέσσαρας, ὅσα δἔναιμά ἐστι, φησί, τῶν ζῴων ἄποδά ἐστιν δίποδα τετράποδα, ὅσα δὲ τῶν τεσσάρων πλείονας ἔχει πόδας ἄναιμά ἐστι. διὸ καὶ πάντα τὰ κινούμενα τέτταρσι σημείοις κινεῖται· ἄνθρωπος μὲν βποσὶ καὶ βχερσίν, ὄρνις δὲ βποσὶ καὶ βπτέρυξιν, ἔγχελυς καὶ γόγγρος δύο πτερυγίοις καὶ δύο καμπαῖς. ἔτι τῶν ζῴων τὰ μὲν ἔχει χεῖρας, ὡς ἄνθρωπος, τὰ δὲ δοκεῖ, ὡς πίθηκος· οὐδὲν γὰρ τῶν ἀλόγων ζῴων δίδωσι καὶ λαμβάνει, πρὸς ἅπερ αἱ χεῖρες ὄργανα δέδονται, πάλιν τῶν ζῴων τὰ μὲν ἄρθρα ἔχει, ὡς ἄνθρωπος, ὄνος, βοῦς, τὰ δὲ ἄναρθρά ἐστιν, οἷον ὄφεις, ὄστρεα, πλεύμονες. πολλά τε τῶν ζῴων οὐ κατὰ πᾶσαν ὥραν φαίνεται, οἷον τὰ φωλεύοντα, καὶ ὅσα δὲ μὴ φωλεύει οὐκ αἰεὶ φαίνεται, οἷον χελιδόνες καὶ πελαργοί.
§50.1 πολλὰ δὲ ἔχων ἔτι λέγειν περὶ ὧν ἐλήρησεν φαρμακοπώλης παύομαι, καίτοι εἰδὼς καὶ Ἐπίκουρον τὸν φιλαληθέστατον ταῦτεἰπόντα περὶ αὐτοῦ ἐν τῇ περὶ ἐπιτηδευμάτων ἐπιστολῇ, ὅτι καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ὅτι ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου, φησί, παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις, οὐκ ὢν ἀφυής, καὶ κατὰ μικρὸν εἰς τὴν θεωρουμένην ἕξιν ἦλθεν. οἶδα δὲ ὅτι ταῦτα μόνος Ἐπίκουρος εἴρηκεν καταὐτοῦ, οὔτε δΕὐβουλίδης, ἀλλοὐδὲ Κηφισόδωρος τοιοῦτόν τι ἐτόλμησεν εἰπεῖν κατὰ τοῦ Σταγειρίτου, καίτοι καὶ συγγράμματα ἐκδόντες κατὰ τἀνδρός. ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα δὑπἐκείνου ἐπὶ ξύλων τινὶ ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπαὐτοῦ καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα, ἀφὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι. κἀγὼ δέ, ἄνδρες συνδαιταλῆς, ἀπὸ τῶν πολλῶν τούτων λόγων τὴν ὁρμὴν ἔχω ἐπὶ τὸ ἤδη γαστρίζεσθαι. εἰπόντος οὖν τινος ἔτι παρασκευάζεσθαι τοὺς μαγείρους διὰ τὴν πολλὴν τῶν λόγων ἑστίασιν ἵνα μὴ ψυχρὰ παρατιθῶσιν οὐδεὶς γὰρ ἂν φάγοι ψυχρῶν, Κύνουλκος ἔφη· κατὰ τὸν Ἀλέξιδος τοῦ κωμῳδιοποιοῦ Μίλκωνα. ἐγὼ ʽ φησιν᾽ κἂν μὴ παραθῶσι θερμά, τἀγαθὸν Πλάτων ἁπανταχοῦ φησἀγαθὸν εἶναι, μανθάνεις; τὸ δἡδὺ πάντως ἡδὺ κἀκεῖ κἀνθάδε. οὐκ ἀχαρίτως δὲ καὶ Σφαῖρον τὸν συσχολάσαντα μὲν Χρυσίππῳ παρὰ Κλεάνθει, μετάπεμπτον δὲ γενόμενον εἰς Ἀλεξάνδρειαν ὑπὸ τοῦ βασιλέως Πτολεμαίου, κηρίνων ποτὲ ἐν τῷ δείπνῳ παρατεθεισῶν ὀρνίθων ἐκτείναντα τὰς χεῖρας ἐπισχεθῆναι ὑπὸ τοῦ βασιλέως, ὡς ψεύδει συγκατατιθέμενον. τὸν δεὐστόχως ἀποφήνασθαι εἰπόντα οὐ τούτῳ συγκατατίθεσθαι ὅτι εἰσὶν ὄρνεις, ἀλλὅτι εὔλογόν ἐστι ταύτας ὄρνεις εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου· τὴν μὲν γὰρ ἀδιάψευστον εἶναι, τὸ δεὔλογον κἂν ἄλλως ἀποβαίνειν. καὶ ἡμῖν οὖν κατὰ τὴν καταληπτικὴν φαντασίαν καὶ τῶν κηρίνων περιενεχθήτω, ἵνα κἂν κατὰ τὴν ὄψιν πλανᾶσθαι δυνώμεθα μὴ πάντα λαλῶμεν.
§50.2 πολλὰ δὲ ἔχων ἔτι λέγειν περὶ ὧν ἐλήρησεν φαρμακοπώλης παύομαι, καίτοι εἰδὼς καὶ Ἐπίκουρον τὸν φιλαληθέστατον ταῦτεἰπόντα περὶ αὐτοῦ ἐν τῇ περὶ ἐπιτηδευμάτων ἐπιστολῇ, ὅτι καταφαγὼν τὰ πατρῷα ἐπὶ στρατείαν ὥρμησε καὶ ὅτι ἐν ταύτῃ κακῶς πράττων ἐπὶ τὸ φαρμακοπωλεῖν ἦλθεν εἶτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου, φησί, παραβαλὼν ἑαυτὸν προσεκάθισε τοῖς λόγοις, οὐκ ὢν ἀφυής, καὶ κατὰ μικρὸν εἰς τὴν θεωρουμένην ἕξιν ἦλθεν. οἶδα δὲ ὅτι ταῦτα μόνος Ἐπίκουρος εἴρηκεν καταὐτοῦ, οὔτε δΕὐβουλίδης, ἀλλοὐδὲ Κηφισόδωρος τοιοῦτόν τι ἐτόλμησεν εἰπεῖν κατὰ τοῦ Σταγειρίτου, καίτοι καὶ συγγράμματα ἐκδόντες κατὰ τἀνδρός. ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα δὑπἐκείνου ἐπὶ ξύλων τινὶ ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπαὐτοῦ καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα, ἀφὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι. κἀγὼ δέ, ἄνδρες συνδαιταλῆς, ἀπὸ τῶν πολλῶν τούτων λόγων τὴν ὁρμὴν ἔχω ἐπὶ τὸ ἤδη γαστρίζεσθαι.
§51 καὶ μελλόντων ἤδη δειπνεῖν ἐπισχεῖν ἐκέλευσεν Δάφνος, ἐπειπὼν τὸ ἐκ Μαμμακύθου Αὐρῶν Μεταγένους ἰαμβεῖον ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν ἅπαντες. κἀγὼ φημι ἐνδεῶς εἰρῆσθαι τὸν περὶ ἰχθύων λόγον, πολλὰ εἰρηκότων καὶ Ἀσκληπιαδῶν παίδων, Φιλοτίμου λέγω ἐν τοῖς περὶ τροφῆς καὶ Μνησιθέου τοῦ Ἀθηναίου, ἔτι δὲ Διφίλου τοῦ Σιφνίου οὗτος γὰρ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσί φησιν ὅτι τῶν θαλασσίων ἰχθύων οἱ μὲν πετραῖοί εἰσιν εὔφθαρτοι, εὔχυλοι, σμηκτικοί, κοῦφοι, ὀλιγότροφοι, οἱ δὲ πελάγιοι δυσφθαρτότεροι, πολύτροφοι, δυσοικονόμητοι. καὶ τῶν πετραίων φύκης καὶ φυκίς, ἁπαλώτατα ἰχθύδια ὄντα, ἄβρωμα καὶ εὔφθαρτά ἐστιν, δὲ πέρκη τούτοις προσεοικυῖα κατὰ τόπους ὀλίγῳ διαλλάττει. οἱ δὲ κωβιοὶ ἀναλογοῦσι τῇ πέρκῃ· ὧν οἱ μικροὶ καὶ οἱ λευκοὶ ἁπαλοί εἰσιν, ἄβρωμοι, εὔχυλοι, εὔπεπτοι· οἱ δὲ χλωροὶ καλοῦνται δὲ καυλίναι ξηροί εἰσι καὶ ἀλιπεῖς. αἱ δὲ χάνναι ἁπαλόσαρκοι, σκληρότεραι δὲ τῆς πέρκης. δὲ σκάρος ἁπαλόσαρκος , ψαθυρός, γλυκύς, κοῦφος, εὔπεπτος, εὐανάδοτος, εὐκοίλιος. τούτων δὲ πρόσφατος ὕποπτος, ἐπειδὴ τοὺς θαλαττίους λαγὼς θηρεύοντες σιτοῦνται· διὸ καὶ τὰ ἐντὸς χολέρας ποιητικὰ ἔχει. δὲ καλουμένη κηρὶς ἁπαλόσαρκος, εὐκοίλιος, εὐστόμαχος· δὲ χυλὸς αὐτῆς παρυγραίνει καὶ σμήχει. ὀρφὸς ὀρφὼς εὔχυλος, πολύχυλος, γλίσχρος, δύσφθαρτος, πολύτροφος, οὐρητικός· τὰ δὲ πρὸς τῇ κεφαλῇ αὐτοῦ γλίσχρα, εὔπεπτα, τὰ δὲ σαρκώδη δύσπεπτα, βαρύτερα· ἁπαλώτερον δὲ τὸ οὐραῖον φλέγματος δἐστὶ δραστικὸς ἰχθὺς καὶ δύσπεπτος. αἱ δὲ σφύραιναι τῶν γόγγρων εἰσὶ τροφιμώτεραι. δὲ λιμναία ἔγχελυς τῆς θαλασσίας ἐστὶν εὐστομωτέρα καὶ πολυτροφωτέρα. τῷ δὲ μελανούρῳ ἀναλογεῖ χρύσοφρυς. σκορπίοι δὲ οἱ πελάγιοι καὶ κιρροὶ τροφιμώτεροι τῶν τεναγωδῶν τῶν ἐν τοῖς αἰγιαλοῖς τῶν μεγάλων.
§52 σπάρος δὲ δριμύς, ἁπαλόσαρκος, ἄβρωμος, εὐστόμαχος, οὐρητικός, ἑφθὸς μὲν οὐκ ἄπεπτος, ταγηνιστὸς δὲ δύσπεπτος. τρίγλη εὐστόμαχος, παραστύφουσα, σκληρόσαρκος, δύσφθαρτος, ἐφεκτικὴ κοιλίας καὶ μάλιστα ἐξ ἀνθράκων δὲ ἀπὸ τηγάνου βαρεῖα καὶ δύσπεπτος, κοινῶς δὲ πᾶσα αἵματος ἐκκριτική. συνόδους καὶ χάραξ τοῦ μὲν αὐτοῦ γένους εἰσί, διαφέρει δ χάραξ. φάγρος γίνεται μὲν καὶ ποτάμιος, καλλίων δἐστὶν θαλάττιος. καπρίσκος καλεῖται μὲν καὶ μῦς, βρωμώδης δἐστὶ καὶ σκληρός, κιθάρου δἐστὶ δυσπεπτότερος· δέρμα δἔχει εὔστομον. ῥαφὶς βελόνη καλεῖται δὲ καὶ ἀβλεννής δύσπεπτος, ὑγρός, εὐκοίλιος. θρίσσα καὶ τὰ ὁμογενῆ, χαλκὶς καὶ ἐρίτιμος, εὐανάδοτα. κεστρεὺς δὲ γίνεται μὲν καὶ θαλάσσιος καὶ λιμναῖος καὶ ποτάμιος, οὗτος δέ, φησί, καλεῖται καὶ ὀξύρυγχος , κορακῖνος δ ἐκ τοῦ Νείλου· ἥττων δ μέλας τοῦ λευκοῦ καὶ ἑφθὸς τοῦ ὀπτοῦ· οὗτος γὰρ καὶ εὐστόμαχος καὶ εὐκοίλιος. σάλπη σκληρά, ἄστομος· κρείσσων δ ἐν Ἀλεξανδρείᾳ καὶ τῷ φθινοπώρῳ γινομένη ὑγρόν τι γὰρ καὶ λευκόν, ἔτι δὲ καὶ ἄβρωμον ἀνίησιν. γρύλλος ὅμοιος μὲν ἐστιν ἐγχέλει, ἄστομος δέ. δἱέραξ σκληροσαρκότερος μὲν κόκκυγος, τοῖς δἄλλοις ὅμοιος· καὶ κόραξ ἱέρακος σκληρότερος, οὐρανοσκόπος δὲ καὶ ἁγνὸς καλούμενος καὶ καλλιώνυμος βαρεῖς, βῶξ δὲ ἑφθὸς εὔπεπτος, εὐανάδοτος, ὑγρὸν ἀνιείς, εὐκοίλιος· δἀπἀνθράκων γλυκύτερος καὶ ἁπαλώτερος. βάκχος εὔχυλος, πολύχυλος, εὔτροφος, τράγος οὐκ εὔχυλος, ἄπεπτος, βρωμώδης. ψῆττα, βούγλωσσοι εὔτροφοι καὶ ἡδεῖαι. τούτοις ἀναλογεῖ καὶ ῥόμβος. λευκίσκοι, κέφαλοι, κεστρεῖς, μυξῖνοι, χελλῶνες ὅμοιοί εἰσι κατὰ τὴν προσφοράν, τοῦ δὲ κεφάλου καταδεέστερός ἐστιν κεστρεύς, ἥσσων δὲ μυξῖνος, τελευταῖος χελλών.
§53 θυννὶς δὲ καὶ θύννος βαρεῖς καὶ πολύτροφοι. δὲ καλούμενος ἀκαρνὰν γλυκύς ἐστι καὶ παραστύφων, τρόφιμος δὲ καὶ εὐέκκριτος. δὲ ἀφύη βαρεῖά ἐστι καὶ δύσπεπτος· ὧν λευκὴ καλεῖται κωβῖτις. καὶ ἑψητὸς δέ, τὸ μικρὸν ἰχθύδιον, τοῦ αὐτοῦ γένους ἐστί. τῶν δὲ σελαχίων μὲν βοῦς κρεώδης, δὲ γαλεὸς κρείσσων ἀστερίας λεγόμενος· δὲ ἀλωπεκίας ὅμοιός ἐστι τῇ γεύσει τῷ χερσαίῳ ζῴῳ, διὸ καὶ τοῦ ὀνόματος ἔτυχε, καὶ βατὶς δὲ εὔστομος, δὲ ἀστερία βατὶς ἁπαλωτέρα καὶ εὔχυλος· δὲ λειόβατος δυσκοιλιώτερος καὶ βρωμώδης. δὲ νάρκη, δύσπεπτος οὖσα, τὰ μὲν κατὰ τὴν κεφαλὴν ἁπαλά τε καὶ εὐστόμαχα ἔχει, ἔτι δὲ εὔπεπτα, τὰ δὲ ἄλλα οὔ· κρείττονες δέ εἰσιν αἱ μικραὶ καὶ μάλιστα αἱ λιτῶς ἑψόμεναι. δὲ ῥίνη· καὶ αὐτὴ τῶν σελαχίων οὖσα, εὔπεπτός ἐστι καὶ κούφη. δὲ μείζων καὶ τροφιμωτέρα. κοινῶς δὲ πάντα τὰ σελάχια φυσώδη ἐστὶ καὶ κρεώδη καὶ δυσκατέργαστα πλεοναζόμενά τε τὰς ὄψεις ἀμβλύνει, δὲ σηπία καὶ ἑψομένη μὲν ἁπαλὴ καὶ εὔστομος καὶ εὔπεπτος, ἔτι δεὐκοίλιος· δἀπ᾽· αὐτῆς χυλὸς λεπτυντικός ἐστιν αἵματος καὶ κινητικὸς τῆς διαἱμορροίδων ἐκκρίσεως. τευθὶς δὲ εὐπεπτοτέρα καὶ τρόφιμος, καὶ μᾶλλον μικρά· δὲ ἑφθὴ σκληροτέρα ἐστὶ καὶ οὐκ εὔστομος. δὲ πῶλυψ συνεργεῖ μὲν ἀφροδισίοις, σκληρὸς δἐστὶ καὶ δύσπεπτος· δὲ μείζων τροφιμώτερος. παρυγραίνει δὲ καὶ κοιλίαν ἑψόμενος ἐπὶ πλεῖον καὶ τὸν στόμαχον ἵστησιν. ἐμφανίζει δὲ καὶ Ἄλεξις ἐν Παμφίλῃ τοῦ πολύποδος τὸ χρήσιμον λέγων ὧδε· ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει ὧν νῦν φέρων πάρειμι; κήρυκας, κτένας, βολβοὺς μέγαν τε πουλύπουν ἰχθῦς θἁδρούς. δὲ πηλαμὺς πολύτροφος μέν ἐστι καὶ βαρεῖα, οὐρητικὴ δὲ καὶ δύσπεπτος· ταριχευθεῖσα δὲ κυβίῳ ὁμοίως εὐκοίλιος καὶ λεπτυντική· δὲ μείζων συνοδοντὶς καλεῖται. ἀναλογῶν μέντοι χελιδονίας τῇ πηλαμύδι σκληρότερός ἐστιν. δὲ χελιδών τῷ πουλύπῳ ἐοικυῖα ἔχει τὸ ἀφαὑτῆς ὑγρὸν εὔχροιαν ποιοῦν καὶ κινοῦν αἷμα. δὲ ὄρκυνος βορβορώδης· καὶ μείζων προσέοικε τῷ χελιδονίᾳ κατὰ τὴν σκληρότητα, τὰ δὲ ὑπογάστρια αὐτοῦ καὶ κλεὶς εὔστομα καὶ ἁπαλά, οἱ δὲ κοσταὶ λεγόμενοι ταριχευθέντες εἰσὶ μέσοι, ξανθίας δἐπὶ ποσὸν βρωμώδης ἐστὶν καὶ ἁπαλώτερος τοῦ ὀρκύνου. ταῦτα μὲν οὖν Δίφιλος εἴρηκεν.
§54–61.1
§54 δὲ Ἀθηναῖος Μνησίθεος ἐν τῷ περὶ ἐδεστῶν τῶν μειζόνων φησὶν ἰχθύων γένος ὑφὧν μὲν καλεῖσθαι τμητόν, ὑπἄλλων δὲ πελάγιον, οἷον χρυσόφρυς καὶ γλαύκους καὶ φάγρους. εἰσὶ δὲ δυσκατέργαστοι· κατεργασθέντες δὲ πολλαπλασίαν τροφὴν παρέχουσι. τὸ δὲ τῶν ἀλεπιδώτων γένος, οἷον θύννων, σκόμβρων, θυννίδων, γόγγρων καὶ τῶν τοιούτων, συμβαίνει τούτοις καὶ ἀγελαίοις εἶναι. τὰ μὲν οὖν μήτε καθαὑτὰ φαινόμενα μήτἐν ταῖς ἀγέλαις ἐκφερόμενα μᾶλλόν ἐστιν εὔπεπτα, οἷον γόγγροι καὶ καρχαρίαι καὶ τὰ τοιαῦτα, τὰ δὲ ἀγελαῖα γένη τῶν ἰχθύων τούτων τὴν μὲν ἐδωδὴν ἡδεῖαν ἔχει πίονα γάρ ἐστι, βαρεῖαν δὲ καὶ δυσκατέργαστον. διὸ καὶ ταριχεύεσθαι δύναται μάλιστα καὶ ἐστι τῶν ταριχηρῶν βέλτιστα γένη ταῦτα. χρήσιμοι δεἰσὶν ὀπτοί· τήκεται γάρ τὸ πιμελῶδες αὐτῶν. τὰ δὲ καλούμενα δαρτὰ τὸ μὲν ὅλον ἐστὶν ὅσα τραχεῖαν ἔχει τὴν ἐπίφυσιν τοῦ δέρματος, οὐ λεπίσιν, ἀλλοἷον ἔχουσιν αἱ βατίδες καὶ ῥῖναι. ταῦτα δὲ πάντα ἐστὶ μὲν εὔθρυπτα, οὐκ εὐώδη δέ· καὶ τροφὰς ἐμποιεῖ τοῖς σώμασιν ὑγράς, ὑπάγει δὲ καὶ τὰς κοιλίας μάλιστα πάντων τῶν ἑψομένων ἰχθύων τὰ δὲ ὀπτώμενα χείρονα. τὸ δὲ τῶν μαλακίων γένος, οἷον πολυπόδων τε καὶ σηπιῶν καὶ τῶν τοιούτων, τὴν μὲν σάρκα δύσπεπτον ἔχει· διὸ καὶ πρὸς ἀφροδισιασμοὺς ἁρμόττουσιν. αὐτοὶ μὲν γάρ εἰσι πνευματώδεις, δὲ τῶν ἀφροδισιασμῶν καιρὸς πνευματώδους προσδεῖται διαθέσεως, βελτίω δὲ ταῦτα γίνεται ἑψηθέντα. τὰς γάρ ὑγρότητας ἔχει πονηράς· ἰδεῖν γοῦν ἔστιν οἵας ἀφίησιν πλυνόμενα· ταύτας οὖν ἕψησις ἐκκαλεῖται τῆς σαρκός, μαλακῆς γὰρ τῆς πυρώσεως καὶ μεθὑγροῦ διδομένης οἱονεὶ πλύσις τις αὐτῶν γίνεται, τὰ δὀπτώμενα καταξηραίνει τὰς ὑγρότητας· ἔτι δὲ καὶ τῆς σαρκὸς αὐτῶν φύσει σκληρᾶς οὔσης κατὰ λόγον οὕτως ἔχει γίνεσθαι αὐτά.
§55 ἀφύαι δὲ καὶ μεμβράδες καὶ τριχίδες καὶ τἄλλα ὅσων συγκατεσθίομεν τὰς ἀκάνθας, ταῦτα πάντα τὴν πέψιν φυσώδη ποιεῖ, τὴν δὲ τροφὴν δίδωσιν ὑγράν. τῆς οὖν πέψεως οὐχ ὁμαλιζούσης, ἀλλὰ τῶν μὲν σαρκῶν ἄγαν ταχὺ πεττομένων, τῆς δὲ ἀκάνθης σχολῇ διαλυομένης καὶ γὰρ ἅμα αἱ ἀφύαι καθαὑτὰς ἀκανθώδεις ἐμποδισμὸς αὐτῶν ἑκατέρου γίγνεται περὶ τὴν κατεργασίαν, εἶτα φῦσαι μὲν ἀπὸ τῆς πέψεως, ὑγρασίαι δὲ ἀπὸ τῆς τροφῆς συμβαίνουσι. βελτίω δἐστὶν ἑψόμενα, τῆς δὲ κοιλίας ἐστὶν ἀνωμάλως ὑπακτικά, τὰ δὲ καλούμενα πετραῖα, κωβιοὶ καὶ σκορπίοι καὶ ψῆτται καὶ τὰ ὅμοια, τοῖς τε σώμασιν ἡμῶν ξηράν τε δίδωσι τροφὴν εὔογκα δἐστὶ καὶ τρόφιμα καὶ πέττεται ταχέως καὶ οὐκ ἐγκαταλείπει περιττώματα πολλά πνευμάτων τε οὔκ ἐστι περιποιητικά, γίνεται δεὐπεπτότερον ἅπαν ὄψον ταῖς σκευασίαις ἁπλῶς ἀρτυθὲν τὰ δὲ πετραῖα καὶ τῇ ἡδονῇ ἁπλῶς σκευασθέντα. τούτοις δὅμοιόν ἐστι γένος τὸ καλούμενον μαλακόσαρκον, κίχλαι καὶ κόσσυφοι καὶ τὰ ὅμοια, ἐστὶ δὲ ὑγρότερα μὲν ταῦτἐκείνων, πρὸς δὲ τὰς ἀναλήψεις ἀπόλαυσιν ἔχει πλείω. τῆς μὲν κοιλίας καὶ τῆς οὐρήσεως ὑπακτικώτερα ταῦτἐστὶν ἐκείνων διὰ τὸ καὶ τὰς σάρκας ὑγροτέρας καὶ πλείους ἔχειν τῶν προειρημένων. χρὴ δὲ ἐὰν μὲν τὴν κοιλίαν βούληταί τις ὑπάγειν, ἕψοντα διδόναι· μετρίως δὲ ἐχούσης ὀπτηθέντα γίνεται τρόφιμα, πρὸς δὲ τὰς οὐρήσεις ἀμφοτέρως σκευασθέντα χρήσιμα,
§56 οἱ δὲ τόποι τῆς θαλάσσης ὅπου ποταμοὶ καὶ λίμναι συμβάλλουσιν, ἔτι δὲ τενάγη μεγάλα καὶ κόλποι θαλάττης εἰσίν, ἐνταῦθα μὲν πάντες οἱ ἰχθύες εἰσὶν ὑγρότεροι καὶ μᾶλλον πίονες ὑπάρχουσι καὶ ἐσθίεσθαι μὲν εἰσιν ἡδίους, πρὸς δὲ τὴν πέψιν καὶ τροφὴν γίνονται χείρους. ἐν δὲ τοῖς αἰγιαλοῖς τοῖς κειμένοις πρὸς τὰ πελάγη καὶ λίαν ἀναπεπταμένοις σκληροὶ καὶ λεπτοὶ καὶ κυματοπλῆγές εἰσιν οἱ πλείους. περὶ δὲ τὰς ἀγχιβαθεῖς, ἐν αἷς μὴ λίαν ἔγκειται μεγάλα πνεύματα, πρὸς δὲ τούτοις εἴ που καὶ πόλεις σύνεγγύς εἰσιν, ἐνταῦθα δἔστι τὰ πλεῖστα γένη τῶν ἰχθύων ὁμαλῶς ἄριστα καὶ πρὸς ἡδονὴν καὶ πρὸς εὐπεψίαν καὶ πρὸς τὴν τροφὴν τοῦ σώματος, δύσπεπτοι δὲ καὶ βαρύτατοι τῶν θαλασσίων εἰσὶν οἱ μετεκβαίνοντες ἐκ τῆς θαλάσσης εἴς τε ποταμοὺς καὶ λίμνας, οἷον κεστρεὺς καὶ συλλήβδην τῶν ἰχθύων ὅσοι δύνανται βιοτεύειν ἐν ἀμφοτέροις τοῖς ὕδασι. τῶν δὲ τελείως ἐν τοῖς ποταμοῖς καὶ λίμναις βιοτευόντων ἀμείνους εἰσὶν οἱ ποτάμιοι· σῆψις γὰρ ὕδατος τὸ λιμναῖόν ἐστι. καὶ τῶν ποταμίων δαὐτῶν βέλτιστοί εἰσιν οἱ ἐν τοῖς ὀξυτάτοις τῶν ποταμῶν ὄντες οἵ τε πυροῦντες· οὗτοι γάρ οὐ γίνονται, ἐὰν μὴ ποταμὸς ὀξὺς καὶ ψυχρός, διαφέρουσι δὲ τῶν ποταμίων ἰχθύων εὐπεψίᾳ.
§57 ταῦτα καὶ παρἡμῶν ἔχετε, ἄνδρες φίλοι, ὀψωνησάντων κατὰ δύναμιν τὴν ἑαυτῶν ὑγιεινῶς. κατὰ γὰρ τὸν Ἀντιφάνους Παράσιτον ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ ἐσπούδακοὐδαὖ συνέτεμον λίαν πόνον ὡς ἄν τις, ἄλλως ἐξενεχθεὶς ἐν πότῳ, ἐμοῦ διαβάλοι κραιπάλην Ἑλληνικῶς. ἀλλὰ μὴν οὐδὲ οὕτως εἰμὶ φίλιχθυς ὡς παρὰ τῷ αὐτῷ ποιητῇ ἐν Βουταλίωνι, ὅπερ δρᾶμα τῶν Ἀγροίκων ἐστὶν ἑνὸς διασκευή, φησὶ γάρ· α. καὶ μὴν ἑστιάσω τήμερον ὑμᾶς ἐγώ σὺ δἀγοράσεις ἡμῖν λαβών, πίστ᾽, ἀργύριον. π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι χρηστῶς ἀγοράζειν. α. φράζε δή, Φιλούμενε, ὄψῳ τίνι χαίρεις; φ. πᾶσι. α. καθἕκαστον λέγε, ἰχθὺν τίνἡδέως φάγοις ἄν; φ. εἰς ἀγρὸν ἦλθεν φέρων ποτἰχθυοπώλης μαινίδας καὶ τριγλίδας, καὶ νὴ Δί᾽ ἤρεσεν σφόδρα ἡμῖν ἅπασιν. α. εἶτα καὶ νῦν, εἰπέ μοι, τούτων φάγοις ἄν; φ. κἄν τις ἄλλος μικρὸς · τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. α. τί φής, φίλτατε; ἀνθρωποφάγους, πῶς; π. οὓς ἂν ἄνθρωπος φάγοι δῆλον ὅτι· ταῦτα δἐστὶν ʽ Ἑλένης βρώματα, φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. ἐν δὲ τῷ Ἀγροίκῳ Ἑκάτης βρώματα ἔφη τὰς μαινίδας εἶναι καὶ τὰς τριγλίδας. ἐκφαυλίζων δὲ καὶ Ἔφιππος τοὺς μικροὺς τῶν ἰχθύων ἐν Φιλύρᾳ φησί· παππία, βούλει δραμὼν εἰς τὴν ἀγορὰν κἆτἀγοράσαι μοιβ. φράζε τί. α. ἰχθῦς φρονοῦντας, πάτερ· μὴ μοι βρέφη. β. οὐκ οἶσθὁτιὴ τἀργύριόν ἐστἰσάργυρον;
§58 ἥδιστος δἐστὶ καὶ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν τοῖς Ὀβελιαφόροις νεανίσκος κατασμικρύνων ἅπαντα τὰ περὶ τὴν ὀψωνίαν καὶ λέγων ὧδε· ἀλλἀγόρασον εὐτελῶς· ἅπαν γὰρ ἱκανόν ἐστι. β. φράζ᾽, δέσποτα. α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, τι ἂν ὁσίας ἕνεκἀρκεῖ τευθίδια, σηπίδια· κἂν κάραβός τις λαβεῖν, εἷς ἀρκέσει δύ᾽· ἐπὶ τὴν τράπεζαν ἐγχελύδια Θήβηθεν ἐνίοτἔρχεται· τούτων λαβέ. ἀλεκτρυόνιον, φάττιον, περδίκιον, τοιαῦτα, δασύπους ἄν τις εἰσέλθῃ, φέρε. β. ὡς μικρολόγος εἶ. α. σὺ δέ γε λίαν πολυτελής· πάντως κρέἡμῖν ἔστι. β. πότερἔπεμψέ τις; α. οὔκ, ἀλλἔθυσεν γυνή· τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. δὲ παρὰ Μνησιμάχῳ ἐν τῷ ὁμωνύμῳ δράματι Δύσκολος φιλάργυρος ὢν σφόδρα πρὸς τὸν ἀσωτευόμενον νεανίσκον φησίν ἀλλἀντιβολῶ σ᾽, ἐπίταττέ μοι μὴ πόλλἄγαν, μηδἄγρια λίαν μηδἐπηργυρωμένα, μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. β. πῶς ἔτι μετριώτερ᾽, δαιμόνι᾽; α. ὅπως; σύντεμνε καὶ ἐπεξαπάτα με· τούς μὲν ἰχθῦς μοι κάλει ἰχθύδιὄψον δἂν λέγῃς ἕτερον, κάλει ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.
§59.1 ἐπεὶ δὲ κατὰ θεὸν ἐν τοῖς προκειμένοις, φίλτατε Οὐλπιανέ, ὑμεῖς, γραμματικῶν παῖδες, εἴπατέ μοι τίνι ἐννοίᾳ Ἔφιππος ἐν τοῖς προειρημένοις ἔφη· τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. ἐγὼ γὰρ οἴομαι ἱστορίαν τινὰ εἶναι καὶ ποθῶ μαθεῖν. καὶ Πλούταρχος ἔφη Ῥοδιακὴν εἶναι λεγομένην ἱστορίαν, ἣν ἐπὶ τοῦ παρόντος ἀποστοματίζειν οὐ δύνασθαι τῷ πάνυ πρὸ πολλοῦ ἐντετυχηκέναι τῷ ταῦτα περιέχοντι βιβλίῳ. οἶδα δὲ Φοίνικα τὸν Κολοφώνιον ἰαμβοποιὸν μνημονεύοντά τινων ἀνδρῶν ὡς ἀγειρόντων τῇ κορώνῃ, καὶ λέγοντα ταῦτα· ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων τῇ παιδὶ τἀπόλλωνος λέκος πυρῶν ἄρτον ἤμαιθον τι τις χρῄζει, δότ᾽, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι· νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει. παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε, καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα. θεοί, γένοιτο πάντἄμεμπτος κούρη κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι· καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις. ἐγὼ δὅκου πόδες φέρουσιν, εὐφθόγγοις· ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσᾄδων καὶ δόντι καὶ μὴ δόντι πλέονα τῶν αἰτέω, καὶ ἐπὶ τέλει δὲ τοῦ ἰάμβου φησὶν ἀλλ᾽, ὦγαθοί, ἐπορέξαθὧν μυχὸς πλουτεῖ· δός, ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη· νόμος κορώνῃ χεῖρα δοῦν· ἐπαιτούσῃ. τοιαῦτἀείδω, δός τι καὶ καταχρήσει. κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες, ὥς φησι Πάμφιλος Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ τὰ ᾀδόμενα δὲ ὑπαὐτῶν κορωνίσματα καλεῖται, ὡς ἱστορεῖ Ἁγνοκλῆς Ῥόδιος ἐν Κορωνισταῖς.
§59.2 οἶδα δὲ Φοίνικα τὸν Κολοφώνιον ἰαμβοποιὸν μνημονεύοντά τινων ἀνδρῶν ὡς ἀγειρόντων τῇ κορώνῃ, καὶ λέγοντα ταῦτα· ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων τῇ παιδὶ τἀπόλλωνος λέκος πυρῶν ἄρτον ἤμαιθον τι τις χρῄζει, δότ᾽, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι· νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει. παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε, καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα. θεοί, γένοιτο πάντἄμεμπτος κούρη κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι· καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις. ἐγὼ δὅκου πόδες φέρουσιν, εὐφθόγγοις· ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσᾄδων καὶ δόντι καὶ μὴ δόντι πλέονα τῶν αἰτέω, καὶ ἐπὶ τέλει δὲ τοῦ ἰάμβου φησὶν ἀλλ᾽, ὦγαθοί, ἐπορέξαθὧν μυχὸς πλουτεῖ· δός, ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη· νόμος κορώνῃ χεῖρα δοῦν· ἐπαιτούσῃ. τοιαῦτἀείδω, δός τι καὶ καταχρήσει. κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες, ὥς φησι Πάμφιλος Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων καὶ τὰ ᾀδόμενα δὲ ὑπαὐτῶν κορωνίσματα καλεῖται, ὡς ἱστορεῖ Ἁγνοκλῆς Ῥόδιος ἐν Κορωνισταῖς.
§60.1 καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν βπερὶ τῶν ἐν Ῥόδῳ θυσιῶν γράφων οὕτως· εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν ξ Ῥόδιοι καλοῦσιν, γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· ἦλθ᾽, ἦλθε χελιδὼν καλὰς ὧρας ἄγουσα, καὶ καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, κἠπὶ νῶτα μέλαινα, παλάθαν σὺ προκύκλει ἐκ πίονος οἴκου οἴνου τε δέπαστρον τυρῶν· τε κάνυστρον. καὶ πύρωνα χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται, πότερ᾽· ἀπίωμες λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομες, τὰν θύραν φέρωμες τὸ ὑπέρθυρον τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μὲν ἐστι, ῥᾳδίως νιν οἴσομες. ἂν δὴ φέρῃς τι, μέγα δή τι φέροις. ἄνοιγἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία. τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.
§60.2 καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν βπερὶ τῶν ἐν Ῥόδῳ θυσιῶν γράφων οὕτως· εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν ξ Ῥόδιοι καλοῦσιν, γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· ἦλθ᾽, ἦλθε χελιδὼν καλὰς ὧρας ἄγουσα, καὶ καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, κἠπὶ νῶτα μέλαινα, παλάθαν σὺ προκύκλει ἐκ πίονος οἴκου οἴνου τε δέπαστρον τυρῶν· τε κάνυστρον. καὶ πύρωνα χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται, πότερ᾽· ἀπίωμες λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομες, τὰν θύραν φέρωμες τὸ ὑπέρθυρον τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μὲν ἐστι, ῥᾳδίως νιν οἴσομες. ἂν δὴ φέρῃς τι, μέγα δή τι φέροις. ἄνοιγἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία. τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.
§61.1 ἐπεὶ δὲ ʽ Ῥοδιακῶν ἱστοριῶν ἐμνήσθημεν , ἰχθυολογήσων καὶ αὐτὸς ὑμῖν ἔρχομαι ἀπὸ τῆς καλῆς Ῥόδου, ἣν εὔιχθυν εἶναί φησιν ἥδιστος Λυγκεύς. Ἐργίας οὖν Ῥόδιος ἐν τοῖς περὶ τῆς πατρίδος προειπών τινα περὶ τῶν κατοικησάντων τὴν νῆσον Φοινίκων φησὶν ὡς οἱ περὶ Φάλανθον ἐν τῇ Ἰαλυσῷ πόλιν ἔχοντες ἰσχυροτάτην τὴν Ἀχαίαν καλουμένην καὶ ὕδατος ἐγκρατεῖς ὄντες χρόνον πολὺν ἀντεῖχον Ἰφίκλῳ πολιορκοῦντι. ἦν γὰρ αὐτοῖς καὶ θέσφατον ἐν χρησμῷ τινι λελεγμένον ἕξειν τὴν χώραν, ἕως κόρακες λευκοὶ γένωνται καὶ ἐν τοῖς κρατῆρσιν ἰχθύες φανῶσιν. ἐλπίζοντες οὖν τοῦτοὐδέποτε ἔσεσθαι καὶ τὰ πρὸς τὸν πόλεμον ῥᾳθυμοτέρως εἶχον. δἼφικλος πυθόμενος παρά τινος τὰ τῶν Φοινίκων λόγια καὶ ἐνεδρεύσας τοῦ Φαλάνθου πιστόν τινα πορευόμενον ἐφὕδωρ, ὄνομα ἦν Λάρκας, καὶ πίστεις πρὸς αὐτὸν ποιησάμενος, θηρεύσας ἰχθύδια ἐκ τῆς κρήνης καὶ ἐμβαλὼν εἰς ὑδρεῖον ἔδωκε τῷ Λάρκᾳ καὶ ἐκέλευσε φέροντα τὸ ὕδωρ τοῦτο ἐγχέαι εἰς τὸν κρατῆρα ὅθεν τῷ Φαλάνθῳ ᾠνοχοεῖτο. καὶ μὲν ἐποίησε ταῦτα· δὲ Ἴφικλος κόρακας θηρεύσας καὶ ἀλείψας γύψῳ ἀφῆκεν. Φάλανθος δἰδὼν τοὺς κόρακας ἐπορεύετο καὶ ἐπὶ τὸν κρατῆρα· ὡς δὲ καὶ τοὺς ἰχθῦς εἶδεν, ὑπέλαβε τὴν χώραν οὐκ ἔτι αὑτῶν εἶναι καὶ ἐπεκηρυκεύσατο πρὸς τὸν Ἴφικλον, ὑπόσπονδος ὑπεξελθεῖν ἀξιῶν μετὰ τῶν σὺν αὑτῷ. συγκαταθεμένου δὲ τοῦ Ἰφίκλου ἐπιτεχνᾶται Φάλανθος τοιόνδε τι· καταβαλὼν ἱερεῖα καὶ τὰς κοιλίας ἐκκαθάρας ἐν ταύταις ἐπειρᾶτο ἐξάγειν χρυσίον καὶ ἀργύριον· αἰσθόμενος δὲ Ἴφικλος διεκώλυε. προφέροντός τε τοῦ Φαλάνθου τὸν ὅρκον ὃν ὤμοσεν, ἐάσειν ἐξάγεσθαι τι κα τᾷ γαστρὶ αἴρωνται, ἀντισοφίζεται πλοῖα αὐτοῖς διδοὺς ἵνα ἀποκομισθῶσιν, παραλύσας τὰ πηδάλια καὶ τὰς κώπας καὶ τὰ ἱστία, ὀμόσαι φήσας πλοῖα παρέξειν, ἄλλο δὲ οὐδέν. ἐν ἀπορίᾳ δὲ οἱ Φοίνικες ἐχόμενοι πολλὰ μὲν τῶν χρημάτων κατώρυσσον ἐπισημαινόμενοι τοὺς τόπους, ἵνὕστερόν ποτε ἀνέλωνται ἀφικόμενοι, πολλὰ δὲ τῷ Ἰφίκλῳ κατέλειπον. ἀπαλλαγέντων οὖν τούτῳ τῷ τρόπῳ ἐκ τῆς χώρας τῶν Φοινίκων κατέσχον τὰ πράγματα οἱ Ἕλληνες. τὰ δαὐτὰ ἱστορήσας καὶ Πολύζηλος ἐν τοῖς Ῥοδιακοῖς τὰ περὶ τῶν ἰχθύων, φησί, καὶ τῶν κοράκων μόνοι ᾔδεσαν Φακᾶς καὶ θυγάτηρ αὐτοῦ Δορκία. αὕτη δἐρασθεῖσα τοῦ Ἰφίκλου καὶ συνθεμένη περὶ γάμου διὰ τῆς τροφοῦ ἔπεισε τὸν φέροντα τὸ ὕδωρ ἰχθῦς ἀγαγεῖν καὶ ἐμβαλεῖν εἰς τὸν κρατῆρα, καὶ αὐτὴ δὲ τοὺς κόρακας λευκάνασα ἀφῆκεν.
§61.2–65.2
§61.2 ἐπεὶ δὲ ʽ Ῥοδιακῶν ἱστοριῶν ἐμνήσθημεν , ἰχθυολογήσων καὶ αὐτὸς ὑμῖν ἔρχομαι ἀπὸ τῆς καλῆς Ῥόδου, ἣν εὔιχθυν εἶναί φησιν ἥδιστος Λυγκεύς. Ἐργίας οὖν Ῥόδιος ἐν τοῖς περὶ τῆς πατρίδος προειπών τινα περὶ τῶν κατοικησάντων τὴν νῆσον Φοινίκων φησὶν ὡς οἱ περὶ Φάλανθον ἐν τῇ Ἰαλυσῷ πόλιν ἔχοντες ἰσχυροτάτην τὴν Ἀχαίαν καλουμένην καὶ ὕδατος ἐγκρατεῖς ὄντες χρόνον πολὺν ἀντεῖχον Ἰφίκλῳ πολιορκοῦντι. ἦν γὰρ αὐτοῖς καὶ θέσφατον ἐν χρησμῷ τινι λελεγμένον ἕξειν τὴν χώραν, ἕως κόρακες λευκοὶ γένωνται καὶ ἐν τοῖς κρατῆρσιν ἰχθύες φανῶσιν. ἐλπίζοντες οὖν τοῦτοὐδέποτε ἔσεσθαι καὶ τὰ πρὸς τὸν πόλεμον ῥᾳθυμοτέρως εἶχον. δἼφικλος πυθόμενος παρά τινος τὰ τῶν Φοινίκων λόγια καὶ ἐνεδρεύσας τοῦ Φαλάνθου πιστόν τινα πορευόμενον ἐφὕδωρ, ὄνομα ἦν Λάρκας, καὶ πίστεις πρὸς αὐτὸν ποιησάμενος, θηρεύσας ἰχθύδια ἐκ τῆς κρήνης καὶ ἐμβαλὼν εἰς ὑδρεῖον ἔδωκε τῷ Λάρκᾳ καὶ ἐκέλευσε φέροντα τὸ ὕδωρ τοῦτο ἐγχέαι εἰς τὸν κρατῆρα ὅθεν τῷ Φαλάνθῳ ᾠνοχοεῖτο. καὶ μὲν ἐποίησε ταῦτα· δὲ Ἴφικλος κόρακας θηρεύσας καὶ ἀλείψας γύψῳ ἀφῆκεν. Φάλανθος δἰδὼν τοὺς κόρακας ἐπορεύετο καὶ ἐπὶ τὸν κρατῆρα· ὡς δὲ καὶ τοὺς ἰχθῦς εἶδεν, ὑπέλαβε τὴν χώραν οὐκ ἔτι αὑτῶν εἶναι καὶ ἐπεκηρυκεύσατο πρὸς τὸν Ἴφικλον, ὑπόσπονδος ὑπεξελθεῖν ἀξιῶν μετὰ τῶν σὺν αὑτῷ. συγκαταθεμένου δὲ τοῦ Ἰφίκλου ἐπιτεχνᾶται Φάλανθος τοιόνδε τι· καταβαλὼν ἱερεῖα καὶ τὰς κοιλίας ἐκκαθάρας ἐν ταύταις ἐπειρᾶτο ἐξάγειν χρυσίον καὶ ἀργύριον· αἰσθόμενος δὲ Ἴφικλος διεκώλυε. προφέροντός τε τοῦ Φαλάνθου τὸν ὅρκον ὃν ὤμοσεν, ἐάσειν ἐξάγεσθαι τι κα τᾷ γαστρὶ αἴρωνται, ἀντισοφίζεται πλοῖα αὐτοῖς διδοὺς ἵνα ἀποκομισθῶσιν, παραλύσας τὰ πηδάλια καὶ τὰς κώπας καὶ τὰ ἱστία, ὀμόσαι φήσας πλοῖα παρέξειν, ἄλλο δὲ οὐδέν. ἐν ἀπορίᾳ δὲ οἱ Φοίνικες ἐχόμενοι πολλὰ μὲν τῶν χρημάτων κατώρυσσον ἐπισημαινόμενοι τοὺς τόπους, ἵνὕστερόν ποτε ἀνέλωνται ἀφικόμενοι, πολλὰ δὲ τῷ Ἰφίκλῳ κατέλειπον. ἀπαλλαγέντων οὖν τούτῳ τῷ τρόπῳ ἐκ τῆς χώρας τῶν Φοινίκων κατέσχον τὰ πράγματα οἱ Ἕλληνες. τὰ δαὐτὰ ἱστορήσας καὶ Πολύζηλος ἐν τοῖς Ῥοδιακοῖς τὰ περὶ τῶν ἰχθύων, φησί, καὶ τῶν κοράκων μόνοι ᾔδεσαν Φακᾶς καὶ θυγάτηρ αὐτοῦ Δορκία. αὕτη δἐρασθεῖσα τοῦ Ἰφίκλου καὶ συνθεμένη περὶ γάμου διὰ τῆς τροφοῦ ἔπεισε τὸν φέροντα τὸ ὕδωρ ἰχθῦς ἀγαγεῖν καὶ ἐμβαλεῖν εἰς τὸν κρατῆρα, καὶ αὐτὴ δὲ τοὺς κόρακας λευκάνασα ἀφῆκεν.
§62.1 Κρεώφυλος δἐν τοῖς Ἐφεσίων Ὥροις οἱ τὴν Ἔφεσον, φησί, κτίζοντες καὶ πολλὰ ταλαιπωρηθέντες ἀπορίᾳ τόπου τὸ τελευταῖον πέμψαντες εἰς θεοῦ ἠρώτων ὅπου τὸ πόλισμα θῶνται. δαὐτοῖς ἔχρησεν ἐνταῦθα οἰκίζειν πόλιν ἂν ἰχθὺς δείξῃ καὶ ὗς ἄγριος ὑφηγήσηται. λέγεται οὖν ὅπου νῦν κρήνη ἐστὶν Ὑπέλαιος καλουμένη καὶ ἱερὸς λιμὴν ἁλιέας ἀριστοποιεῖσθαι, καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτόν, καὶ ἁφθῆναι ὑπ᾽.αὐτοῦ λόχμην, ἐν ἔτυχε σῦς ἄγριος ὤν· ὃς ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολύ, δὴ καλεῖται τρηχεῖα, καὶ πίπτει ἀκοντισθεὶς ὅπου νῦν ἐστιν τῆς Ἀθηνᾶς ναός. καὶ διαβάντες οἱ Ἐφέσιοι ἐκ τῆς νήσου, ἔτεα εἴκοσιν οἰκήσαντες, τὸ δεύτερον κτίζουσι Τρηχεῖαν καὶ τὰ ἐπὶ Κορησσόν, καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ τῇ ἀγορῇ ἱδρύσαντο Ἀπόλλωνός τε τοῦ Πυθίου ἐπὶ τῷ λιμένι.
§62.2 Κρεώφυλος δἐν τοῖς Ἐφεσίων Ὥροις οἱ τὴν Ἔφεσον, φησί, κτίζοντες καὶ πολλὰ ταλαιπωρηθέντες ἀπορίᾳ τόπου τὸ τελευταῖον πέμψαντες εἰς θεοῦ ἠρώτων ὅπου τὸ πόλισμα θῶνται. δαὐτοῖς ἔχρησεν ἐνταῦθα οἰκίζειν πόλιν ἂν ἰχθὺς δείξῃ καὶ ὗς ἄγριος ὑφηγήσηται. λέγεται οὖν ὅπου νῦν κρήνη ἐστὶν Ὑπέλαιος καλουμένη καὶ ἱερὸς λιμὴν ἁλιέας ἀριστοποιεῖσθαι, καὶ τῶν ἰχθύων τινὰ ἀποθορόντα σὺν ἀνθρακιᾷ εἰσπεσεῖν εἰς φορυτόν, καὶ ἁφθῆναι ὑπ᾽.αὐτοῦ λόχμην, ἐν ἔτυχε σῦς ἄγριος ὤν· ὃς ὑπὸ τοῦ πυρὸς θορυβηθεὶς ἐπέδραμε τοῦ ὄρους ἐπὶ πολύ, δὴ καλεῖται τρηχεῖα, καὶ πίπτει ἀκοντισθεὶς ὅπου νῦν ἐστιν τῆς Ἀθηνᾶς ναός. καὶ διαβάντες οἱ Ἐφέσιοι ἐκ τῆς νήσου, ἔτεα εἴκοσιν οἰκήσαντες, τὸ δεύτερον κτίζουσι Τρηχεῖαν καὶ τὰ ἐπὶ Κορησσόν, καὶ ἱερὸν Ἀρτέμιδος ἐπὶ τῇ ἀγορῇ ἱδρύσαντο Ἀπόλλωνός τε τοῦ Πυθίου ἐπὶ τῷ λιμένι.
§63.1 τοιούτων οὖν ἔτι πολλῶν λεγομένων τότε ἐξάκουστος ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν αὐλῶν τε βόμβος καὶ κυμβάλων ἦχος ἔτι τε τυμπάνων κτύπος μετὰ ᾠδῆς ἅμα γινόμενος. ἔτυχεν δὲ οὖσα ἑορτὴ τὰ Παρίλια μὲν πάλαι καλουμένη, νῦν δὲ Ῥωμαῖα, τῇ τῆς πόλεως Τύχῃ ναοῦ καθιδρυμένου ὑπὸ τοῦ πάντα ἀρίστου καὶ μουσικωτάτου βασιλέως Ἀδριανοῦ· ἐκείνην τὴν ἡμέραν κατἐνιαυτὸν ἐπίσημον ἄγουσι πάντες οἱ τὴν Ῥώμην κατοικοῦντες καὶ οἱ ἐνεπιδημοῦντες τῇ πόλει. οὖν Οὐλπιανὸς ἄνδρες, ἔφη, τί τοῦτο; εἰλάπινἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γἐστίν. καί τινος εἰπόντος ὅτι βαλλίζουσιν οἱ κατὰ τὴν πόλιν ἅπαντες τῇ θεῷ, λῷστε, Οὐλπιανὸς γελάσας ἔφη, καί τίς Ἑλλήνων τοῦτο βαλλισμὸν ἐκάλεσεν, δέον εἰρηκέναι κωμάζουσιν χορεύουσιν τι ἄλλο τῶν εἰρημένων; σὺ δὲ ἡμῖν ἐκ τῆς Συβούρας ὄνομα πριάμενος ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ. καὶ Μυρτίλος ἔφη· ἀλλὰ μὴν καὶ Ἑλληνικώτερον ἀποδείξω σοι τὸ ὄνομα, φίλε Ἐπιτίμαιε. πάντας γὰρ ἐπιστομίζειν πειρώμενος οὐδενὸς μὲν ἀμαθίαν κατέγνως, σαυτὸν δἀποφαίνεις κενότερον λεβηρίδος. Ἐπίχαρμος, θαυμασιώτατε, ἐν τοῖς Θεαροῖς μέμνηται τοῦ βαλλισμοῦ, καὶ οὐ μακράν ἐστι τῆς Σικελίας Ἰταλία. ἐν οὖν τῷ δράματι οἱ θεωροὶ καθορῶντες τὰ ἐν Πυθοῖ ἀναθήματα καὶ περὶ ἑκάστου λέγοντές φασι καὶ τάδε· λέβητες χάλκιοι, κρατῆρες, ὀδελοί. τοῖς γα μὰν ὑπωδέλοις παιδάρια βαλλίζοντ᾽, ἀγαστὸν χρῆμ᾽, ἐνῆς. καὶ Σώφρων δἐν τῇ ἐπιγραφομένῃ Νυμφοπόνῳ φησίν· κἤπειτα λαβὼν προῆχε, τοὶ δἐβάλλιζον καὶ πάλιν βαλλίζοντες τὸν θάλαμον σκάτους ἐνέπλησαν. ἀλλὰ μὴν καὶ Ἄλεξις ἐν Κουρίδι φησί· καὶ γὰρ ἐπὶ κῶμον ἀνθρώπων ὁρῶ πλῆθος προσιὸν ὡς τῶν καλῶν τε κἀγαθῶν ἐνθάδε συνόντων. μὴ γένοιτό μοι μόνῳ νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν ὑμῖν περὶ τὸν βαλλισμὸν οὐ γὰρ ἄν ποτε θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά. οἶδα δὲ καὶ ἀλλαχόθι τοὔνομα καὶ ἀναπεμπασάμενος ἐξοίσω.
§63.2 ἀλλὰ μὴν καὶ Ἑλληνικώτερον ἀποδείξω σοι τὸ ὄνομα, φίλε Ἐπιτίμαιε. πάντας γὰρ ἐπιστομίζειν πειρώμενος οὐδενὸς μὲν ἀμαθίαν κατέγνως, σαυτὸν δἀποφαίνεις κενότερον λεβηρίδος. Ἐπίχαρμος, θαυμασιώτατε, ἐν τοῖς Θεαροῖς μέμνηται τοῦ βαλλισμοῦ, καὶ οὐ μακράν ἐστι τῆς Σικελίας Ἰταλία. ἐν οὖν τῷ δράματι οἱ θεωροὶ καθορῶντες τὰ ἐν Πυθοῖ ἀναθήματα καὶ περὶ ἑκάστου λέγοντές φασι καὶ τάδε· λέβητες χάλκιοι, κρατῆρες, ὀδελοί. τοῖς γα μὰν ὑπωδέλοις παιδάρια βαλλίζοντ᾽, ἀγαστὸν χρῆμ᾽, ἐνῆς. καὶ Σώφρων δἐν τῇ ἐπιγραφομένῃ Νυμφοπόνῳ φησίν· κἤπειτα λαβὼν προῆχε, τοὶ δἐβάλλιζον καὶ πάλιν βαλλίζοντες τὸν θάλαμον σκάτους ἐνέπλησαν. ἀλλὰ μὴν καὶ Ἄλεξις ἐν Κουρίδι φησί· καὶ γὰρ ἐπὶ κῶμον ἀνθρώπων ὁρῶ πλῆθος προσιὸν ὡς τῶν καλῶν τε κἀγαθῶν ἐνθάδε συνόντων. μὴ γένοιτό μοι μόνῳ νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν ὑμῖν περὶ τὸν βαλλισμὸν οὐ γὰρ ἄν ποτε θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά. οἶδα δὲ καὶ ἀλλαχόθι τοὔνομα καὶ ἀναπεμπασάμενος ἐξοίσω.
§64.1 σὺ δὲ ἡμῖν δίκαιος εἶ λέγειν, καὶ τῶν Ὁμηρικῶν μεμνημένος τούτων τίς δαίς, τίς δὲ ὅμιλος ὅδἔπλετο; τίπτε δέ σε χρεών; εἰλάπινἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γἐστίν, τίνι διαφέρει ἀλλήλων. ἐπεὶ δὲ σιγᾷς, ἐγὼ ἐρῶ. κατὰ γὰρ τὸν Συρακόσιον ποιητὴν τὰ πρὸ τοῦ δύἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω. τὰς θυσίας καὶ τὰς λαμπροτέρας παρασκευὰς ἐκάλουν οἱ παλαιοὶ εἰλαπίνας καὶ τοὺς τούτων μετέχοντας εἰλαπιναστάς. ἔρανοι δέ εἰσιν αἱ ἀπὸ τῶν συμβαλλομένων συναγωγαί, ἀπὸ τοῦ συνερᾶν καὶ συμφέρειν ἕκαστον. καλεῖται δ αὐτὸς καὶ ἔρανος καὶ θίασος καὶ οἱ συνιόντες ἐρανισταὶ καὶ θιασῶται. καλεῖται δὲ καὶ τῷ Διονύσῳ παρεπόμενος ὄχλος θίασος, ὡς Εὐριπίδης φησίν ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν. τοὺς μὲν οὖν θιάσους ἀπὸ τοῦ θεοῦ προσηγόρευον καὶ γάρ αὐτοὺς τοὺς θεοὺς οἱ Λάκωνες σιούς φασι. τὰς δεἰλαπίνας ἀπὸ τῆς ἐν αὐταῖς παρασκευῆς γινομένης καὶ δαπάνης, λαφύττειν γὰρ καὶ λαπάζειν τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν, ὅθεν καὶ ἐπὶ τοῦ πορθεῖν τὸ ἀλαπάζειν οἱ ποιηταὶ τάττουσι, καὶ τὰ διαρπαζόμενα κατὰ τὴν λάφυξιν λάφυρα, τὰς δὲ τοιαύτας εὐωχίας Αἰσχύλος καὶ Εὐριπίδης εἰλαπίνας ἀπὸ τοῦ λελαπάχθαι. λάπτειν δὲ τὸ τὴν τροφὴν ἐκπέττειν καὶ κενούμενον λαγαρὸν γίγνεσθαι· ὅθεν ἀπὸ μὲν τοῦ λαγαροῦ λαγών, ὥσπερ καὶ λάγανον, ἀπὸ δὲ τοῦ λαπάττειν λαπάρα. λαφύττειν δέ ἐστι τὸ δαψιλῶς καὶ ἐπὶ πολὺ λαπάττειν καὶ ἐκκενοῦν. τὸ δὲ δαπανᾶν ἀπὸ τοῦ δάπτειν λέγεται· καὶ τοῦτο δὲ τοῦ δαψιλοῦς ἔχεται. διόπερ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων τὸ δάψαι καὶ δαρδάψαι. Ὅμηρος· ἀλλἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν. τὰς δεὐωχίας ἐκάλουν οὐκ ἀπὸ τῆς ὀχῆς, ἐστι τροφή, ἀλλἀπὸ τοῦ κατὰ ταῦτα εὖ ἔχειν. εἰς ἃς δὴ συνιόντες οἱ τὸ θεῖον τιμῶντες καὶ εἰς εὐφροσύνην καὶ ἄνεσιν αὑτοὺς μεθιέντες τὸ μὲν ποτὸν μέθυ, τὸν δὲ τοῦτο δωρησάμενον θεὸν Μεθυμναῖον καὶ Λυαῖον καὶ Εὔιον καὶ Ἰήιον προσηγόρευον, ὥσπερ καὶ τὸν μὴ σκυθρωπὸν καὶ σύννουν ἱλαρόν. διὸ καὶ τὸ δαιμόνιον ἵλεων ἠξίουν γίνεσθαι ἐπιφωνοῦντες ἰὴ ἰή. ὅθεν καὶ τὸν τόπον ἐν τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον. ὅτι δὲ τὸν αὐτὸν ἵλεων καὶ ἱλαρὸν ἔλεγον δηλοῖ Ἔφιππος ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐμπολή· περὶ ἑταίρας δέ τινος λέγει· ἔπειτὰ γεἰσιόντ᾽, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως, ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις χανοῦσὁμοίως, ἧσε, παρεμυθήσατο, ἐποίησὲ θἱλαρὸν εὐθέως τἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
§64.2 σὺ δὲ ἡμῖν δίκαιος εἶ λέγειν, καὶ τῶν Ὁμηρικῶν μεμνημένος τούτων τίς δαίς, τίς δὲ ὅμιλος ὅδἔπλετο; τίπτε δέ σε χρεών; εἰλάπινἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γἐστίν, τίνι διαφέρει ἀλλήλων. ἐπεὶ δὲ σιγᾷς, ἐγὼ ἐρῶ. κατὰ γὰρ τὸν Συρακόσιον ποιητὴν τὰ πρὸ τοῦ δύἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω. τὰς θυσίας καὶ τὰς λαμπροτέρας παρασκευὰς ἐκάλουν οἱ παλαιοὶ εἰλαπίνας καὶ τοὺς τούτων μετέχοντας εἰλαπιναστάς. ἔρανοι δέ εἰσιν αἱ ἀπὸ τῶν συμβαλλομένων συναγωγαί, ἀπὸ τοῦ συνερᾶν καὶ συμφέρειν ἕκαστον. καλεῖται δ αὐτὸς καὶ ἔρανος καὶ θίασος καὶ οἱ συνιόντες ἐρανισταὶ καὶ θιασῶται. καλεῖται δὲ καὶ τῷ Διονύσῳ παρεπόμενος ὄχλος θίασος, ὡς Εὐριπίδης φησίν ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν. τοὺς μὲν οὖν θιάσους ἀπὸ τοῦ θεοῦ προσηγόρευον καὶ γάρ αὐτοὺς τοὺς θεοὺς οἱ Λάκωνες σιούς φασι. τὰς δεἰλαπίνας ἀπὸ τῆς ἐν αὐταῖς παρασκευῆς γινομένης καὶ δαπάνης, λαφύττειν γὰρ καὶ λαπάζειν τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν, ὅθεν καὶ ἐπὶ τοῦ πορθεῖν τὸ ἀλαπάζειν οἱ ποιηταὶ τάττουσι, καὶ τὰ διαρπαζόμενα κατὰ τὴν λάφυξιν λάφυρα, τὰς δὲ τοιαύτας εὐωχίας Αἰσχύλος καὶ Εὐριπίδης εἰλαπίνας ἀπὸ τοῦ λελαπάχθαι. λάπτειν δὲ τὸ τὴν τροφὴν ἐκπέττειν καὶ κενούμενον λαγαρὸν γίγνεσθαι· ὅθεν ἀπὸ μὲν τοῦ λαγαροῦ λαγών, ὥσπερ καὶ λάγανον, ἀπὸ δὲ τοῦ λαπάττειν λαπάρα. λαφύττειν δέ ἐστι τὸ δαψιλῶς καὶ ἐπὶ πολὺ λαπάττειν καὶ ἐκκενοῦν. τὸ δὲ δαπανᾶν ἀπὸ τοῦ δάπτειν λέγεται· καὶ τοῦτο δὲ τοῦ δαψιλοῦς ἔχεται. διόπερ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων τὸ δάψαι καὶ δαρδάψαι. Ὅμηρος· ἀλλἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν. τὰς δεὐωχίας ἐκάλουν οὐκ ἀπὸ τῆς ὀχῆς, ἐστι τροφή, ἀλλἀπὸ τοῦ κατὰ ταῦτα εὖ ἔχειν. εἰς ἃς δὴ συνιόντες οἱ τὸ θεῖον τιμῶντες καὶ εἰς εὐφροσύνην καὶ ἄνεσιν αὑτοὺς μεθιέντες τὸ μὲν ποτὸν μέθυ, τὸν δὲ τοῦτο δωρησάμενον θεὸν Μεθυμναῖον καὶ Λυαῖον καὶ Εὔιον καὶ Ἰήιον προσηγόρευον, ὥσπερ καὶ τὸν μὴ σκυθρωπὸν καὶ σύννουν ἱλαρόν. διὸ καὶ τὸ δαιμόνιον ἵλεων ἠξίουν γίνεσθαι ἐπιφωνοῦντες ἰὴ ἰή. ὅθεν καὶ τὸν τόπον ἐν τοῦτο ἔπραττον ἱερὸν ὠνόμαζον. ὅτι δὲ τὸν αὐτὸν ἵλεων καὶ ἱλαρὸν ἔλεγον δηλοῖ Ἔφιππος ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἐμπολή· περὶ ἑταίρας δέ τινος λέγει· ἔπειτὰ γεἰσιόντ᾽, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως, ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις χανοῦσὁμοίως, ἧσε, παρεμυθήσατο, ἐποίησὲ θἱλαρὸν εὐθέως τἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
§65.1 οἱ δἀρχαῖοι καὶ τοὺς θεοὺς ἀνθρωποειδεῖς ὑποστησάμενοι καὶ τὰ περὶ τὰς ἑορτὰς διέταξαν, ὁρῶντες γὰρ ὡς τῆς μὲν ἐπὶ τὰς ἀπολαύσεις ὁρμῆς οὐχ οἷόν τε τοὺς ἀνθρώπους ἀποστῆσαι, χρήσιμον δὲ καὶ συμφέρον τοῖς τοιούτοις εὐτάκτως καὶ κοσμίως ἐθίζειν χρῆσθαι, χρόνον ἀφορίσαντες καὶ τοῖς θεοῖς προθύσαντες οὕτω μεθῆκαν αὑτοὺς εἰς ἄνεσιν, ἵνἕκαστος ἡγούμενος ἥκειν τοὺς θεοὺς ἐπὶ τὰς ἀπαρχὰς καὶ τὰς σπονδὰς μετὰ αἰδοῦς τὴν συνουσίαν ποιῆται. Ὅμηρος γοῦν φησιν ἦλθε δἈθήνη ἱρῶν ἀντήσουσα. καὶ Ποσειδῶν Αἰθίοπας μετεκίαθε τηλόθἐόντας, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. καὶ Ζεὺς χθιζὸς ἒβη μετὰ δαῖτα, θεοὶ δἅμα πάντες ἕποντο. κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχημόνων καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμός που φησιν ἀλλὰ καὶ σιγῆν ἀγαθὸν ὅκκα παρέωντι κάρρονες. ὑπολαμβάνοντες οὖν τοὺς θεοὺς πλησίον αὑτῶν εἶναι τὰς ἑορτὰς κοσμίως καὶ .. σωφρόνως διῆγον. ὅθεν οὔτε κατακλίνεσθαι παρὰ τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ · δαίνυνθἑζόμενοι οὔτεἰς μέθην πίνειν, ἀλλ ἐπεὶ ἔσπεισὰν τἔπιὸν θὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστος.
§65.2 οἱ δἀρχαῖοι καὶ τοὺς θεοὺς ἀνθρωποειδεῖς ὑποστησάμενοι καὶ τὰ περὶ τὰς ἑορτὰς διέταξαν, ὁρῶντες γὰρ ὡς τῆς μὲν ἐπὶ τὰς ἀπολαύσεις ὁρμῆς οὐχ οἷόν τε τοὺς ἀνθρώπους ἀποστῆσαι, χρήσιμον δὲ καὶ συμφέρον τοῖς τοιούτοις εὐτάκτως καὶ κοσμίως ἐθίζειν χρῆσθαι, χρόνον ἀφορίσαντες καὶ τοῖς θεοῖς προθύσαντες οὕτω μεθῆκαν αὑτοὺς εἰς ἄνεσιν, ἵνἕκαστος ἡγούμενος ἥκειν τοὺς θεοὺς ἐπὶ τὰς ἀπαρχὰς καὶ τὰς σπονδὰς μετὰ αἰδοῦς τὴν συνουσίαν ποιῆται. Ὅμηρος γοῦν φησιν ἦλθε δἈθήνη ἱρῶν ἀντήσουσα. καὶ Ποσειδῶν Αἰθίοπας μετεκίαθε τηλόθἐόντας, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. καὶ Ζεὺς χθιζὸς ἒβη μετὰ δαῖτα, θεοὶ δἅμα πάντες ἕποντο. κἂν ἄνθρωπος δέ που παρῇ πρεσβύτερος καὶ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται λέγειν τι τῶν ἀσχημόνων καὶ πράττειν, ὡς καὶ Ἐπίχαρμός που φησιν ἀλλὰ καὶ σιγῆν ἀγαθὸν ὅκκα παρέωντι κάρρονες. ὑπολαμβάνοντες οὖν τοὺς θεοὺς πλησίον αὑτῶν εἶναι τὰς ἑορτὰς κοσμίως καὶ .. σωφρόνως διῆγον. ὅθεν οὔτε κατακλίνεσθαι παρὰ τοῖς ἀρχαίοις ἔθος, ἀλλὰ · δαίνυνθἑζόμενοι οὔτεἰς μέθην πίνειν, ἀλλ ἐπεὶ ἔσπεισὰν τἔπιὸν θὅσον ἤθελε θυμός, ἔβαν οἶκόνδε ἕκαστος.
§66.1–69.1
§66.1 οἱ δὲ νῦν προσποιούμενοι θεοῖς θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καὶ τοὺς οἰκειοτάτους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, κλαυθμυρίζουσιν τοὺς οἰκέτας, ἀπειλοῦσι τοῖς πολλοῖς, μονονουχὶ τὸ τοῦ Ὁμήρου λέγοντες· νῦν δἔρχεσθἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα, ἐπὶ νοῦν οὐ λαμβάνοντες τὰ εἰρημένα ὑπὸ τοῦ τὸν Χείρωνα πεποιηκότος, εἴτε Φερεκράτης ἐστὶν εἴτε Νικόμαχος ῥυθμικὸς ὅστις δή ποτε· μηδὲ σὺ γἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει· ἀλλὰ μάλεὔκηλος τέρπου φρένα τέρπε τἐκεῖνον. νῦν δὲ τούτων μὲν οὐδὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ἠοίων πεπαρῴδηται· ἡμῶν δἢν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον, ἀχθόμεθἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα χὤττι τάχιστα θύραζἐξελθεῖν βουλόμεθαὐτόν. εἶτα γνούς πως τοῦθὑποδεῖται, κᾆτά τις εἶπε τῶν ξυμπινόντων ᾽ἤδη σύ; τί οὐχ ὑποπίνεις; οὐχ ὑπολύσεις αὐτόν; δἄχθεται αὐτὸς θύων τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξἐλεγεῖα· μηδένα μήτἀέκοντα μένειν κατέρυκε παρἡμῖν μήθεὕδοντἐπέγειρε, Σιμωνίδη. οὐ γὰρ ἐπ᾽ οἴνοις τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα; ἔτι δὲ καὶ ταῦτα προστίθεμεν μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι ἐκ κοινοῦ· πλείστη τε χάρις δαπάνη τὀλιγίστη.
§66.2 οἱ δὲ νῦν προσποιούμενοι θεοῖς θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καὶ τοὺς οἰκειοτάτους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, κλαυθμυρίζουσιν τοὺς οἰκέτας, ἀπειλοῦσι τοῖς πολλοῖς, μονονουχὶ τὸ τοῦ Ὁμήρου λέγοντες· νῦν δἔρχεσθἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα, ἐπὶ νοῦν οὐ λαμβάνοντες τὰ εἰρημένα ὑπὸ τοῦ τὸν Χείρωνα πεποιηκότος, εἴτε Φερεκράτης ἐστὶν εἴτε Νικόμαχος ῥυθμικὸς ὅστις δή ποτε· μηδὲ σὺ γἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει· ἀλλὰ μάλεὔκηλος τέρπου φρένα τέρπε τἐκεῖνον. νῦν δὲ τούτων μὲν οὐδὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ἠοίων πεπαρῴδηται· ἡμῶν δἢν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον, ἀχθόμεθἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα χὤττι τάχιστα θύραζἐξελθεῖν βουλόμεθαὐτόν. εἶτα γνούς πως τοῦθὑποδεῖται, κᾆτά τις εἶπε τῶν ξυμπινόντων ᾽ἤδη σύ; τί οὐχ ὑποπίνεις; οὐχ ὑπολύσεις αὐτόν; δἄχθεται αὐτὸς θύων τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξἐλεγεῖα· μηδένα μήτἀέκοντα μένειν κατέρυκε παρἡμῖν μήθεὕδοντἐπέγειρε, Σιμωνίδη. οὐ γὰρ ἐπ᾽ οἴνοις τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα; ἔτι δὲ καὶ ταῦτα προστίθεμεν μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι ἐκ κοινοῦ· πλείστη τε χάρις δαπάνη τὀλιγίστη.
§67.1 καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν εἶτοὐχ ὅμοια πράττομεν καὶ θύομεν ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, τὸν μέλανα Θάσιον, ἐγχέλεις, τυρόν, μέλι μικροῦ ταλάντου· γίνεται τε κατὰ λόγον δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτἀντανελεῖν τὴν ζημίαν, πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.
§67.2 καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν εἶτοὐχ ὅμοια πράττομεν καὶ θύομεν ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, τὸν μέλανα Θάσιον, ἐγχέλεις, τυρόν, μέλι μικροῦ ταλάντου· γίνεται τε κατὰ λόγον δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτἀντανελεῖν τὴν ζημίαν, πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.
§68.1 ὀνομάζουσι δοἱ ἀρχαῖοι καὶ ἐπιδόσιμά τινα δεῖπνα, ἅπερ Ἀλεξανδρεῖς λέγουσιν ἐξ ἐπιδομάτων. Ἄλεξις γοῦν ἐν τῇ εἰς τὸ φρέαρ φησί· νυνὶ τέ με δεσπότης προὔπεμψεν οἴνου κεράμιον τῶν ἔνδοθεν κομιοῦντ᾽. β. ἐκεῖθεν; μανθάνω· ἐπιδόσιμον παρὰ τἄλλα τοῦτἔσται. α. φιλῶ αἰσθητικὴν γραῦν. καὶ Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ· Λάχης, ἐγὼ δὲ πρὸς σέ. πρόαγε. β. ποῖ; α. ὅποι μἐρωτᾶς; ὡς Φιλουμένην, παρ τἀπιδόσιμἡμῖν ἐστιν ἧς ἐχθὲς πιεῖν κυάθους ἀκράτου μἐβιάσω σὺ δώδεκα. οἴδασι δὲ οἱ ἀρχαῖοι καὶ τὰ νῦν καλούμενα ἀπὸ σπυρίδος δεῖπνα, ἐμφανίζει δὲ Φερεκράτης περὶ τούτων ἐν Ἐπιλήσμονι Θαλάττῃ οὕτως συσκευασάμενος δεῖπνον ἐς τὸ σπυρίδιον ἐβάδιζεν ὡς πρὸς Ὠφελίαν. τοῦτο δὲ σαφῶς δηλοῖ τὸ ἀπὸ σπυρίδος δεῖπνον, ὅταν τις αὐτὸς αὑτῷ σκευάσας δεῖπνον καὶ συνθεὶς εἰς σπυρίδα παρά τινα δειπνήσων ἴῃ. σύνδειπνον εἴρηκεν ἐπὶ συμποσίου Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου, φησὶν γάρ· ἐκεῖνον ἐπὶ τὸ σύνδειπνον κεκλημένον. καὶ Πλάτων δἔφη τοῖς τὸ σύνδειπνον ποιησαμένοις. καὶ Ἀριστοφάνης Γηρυτάδῃ· ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον. διόπερ τινὲς καὶ τὸ Σοφοκλέους δρᾶμα κατὰ τὸ οὐδέτερον ἐπιγράφειν ἀξιοῦσιν Σύνδειπνον. καλοῦσι δέ τινα καὶ συναγώγιμα δεῖπνα, ὡς Ἄλεξις ἐν Φιλοκάλῳ Νύμφαις· κατάκεισο κἀκείνας κάλει. συναγώγιμον ποιῶμεν. ἀλλεὖ οἶδὅτι κυμινοπρίστης τρόπος ἐστί σου πάλαι. καὶ Ἔφιππος ἐν Γηρυόνῃ · καὶ συναγώγιμον συμπόσιον ἐπιπληροῦσιν. ἔλεγον δὲ συνάγειν καὶ τὸ μετἀλλήλων πίνειν καὶ συναγώγιον τὸ συμπόσιον. Μένανδρος Ἐμπιμπραμένῃ · καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας. εἶθἑξῆς ἔφη ἐπλήρωσέν τε τὸ συναγώγιον. μήποτε δὲ τοῦτἐστὶ τὸ ἀπὸ συμβολῶν καλούμενον. τίνες δεἰσὶν αἱ συμβολαὶ αὐτὸς Ἄλεξις ἐν Μανδραγοριζομένῃ σημαίνει διὰ τούτων ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα. β. πῶς συμβολάς; α. τὰς ταινίας οἱ Χαλκιδεῖς καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ. Ἀργεῖοι δ᾽, ὡς ἐν τοῖς ὑπομνήμασί φησιν Ἡγήσανδρος· γράφει δοὕτως· τὴν συμβολὴν τὴν εἰς τὰ συμπόσια ὑπὸ τῶν πινόντων εἰσφερομένην Ἀργεῖοι χῶν καλοῦσι, τὴν δὲ μερίδα αἶσαν.
§68.2 ὀνομάζουσι δοἱ ἀρχαῖοι καὶ ἐπιδόσιμά τινα δεῖπνα, ἅπερ Ἀλεξανδρεῖς λέγουσιν ἐξ ἐπιδομάτων. Ἄλεξις γοῦν ἐν τῇ εἰς τὸ φρέαρ φησί· νυνὶ τέ με δεσπότης προὔπεμψεν οἴνου κεράμιον τῶν ἔνδοθεν κομιοῦντ᾽. β. ἐκεῖθεν; μανθάνω· ἐπιδόσιμον παρὰ τἄλλα τοῦτἔσται. α. φιλῶ αἰσθητικὴν γραῦν. καὶ Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ· Λάχης, ἐγὼ δὲ πρὸς σέ. πρόαγε. β. ποῖ; α. ὅποι μἐρωτᾶς; ὡς Φιλουμένην, παρ τἀπιδόσιμἡμῖν ἐστιν ἧς ἐχθὲς πιεῖν κυάθους ἀκράτου μἐβιάσω σὺ δώδεκα. οἴδασι δὲ οἱ ἀρχαῖοι καὶ τὰ νῦν καλούμενα ἀπὸ σπυρίδος δεῖπνα, ἐμφανίζει δὲ Φερεκράτης περὶ τούτων ἐν Ἐπιλήσμονι Θαλάττῃ οὕτως συσκευασάμενος δεῖπνον ἐς τὸ σπυρίδιον ἐβάδιζεν ὡς πρὸς Ὠφελίαν. τοῦτο δὲ σαφῶς δηλοῖ τὸ ἀπὸ σπυρίδος δεῖπνον, ὅταν τις αὐτὸς αὑτῷ σκευάσας δεῖπνον καὶ συνθεὶς εἰς σπυρίδα παρά τινα δειπνήσων ἴῃ. σύνδειπνον εἴρηκεν ἐπὶ συμποσίου Λυσίας ἐν τῷ κατὰ Μικίνου φόνου, φησὶν γάρ· ἐκεῖνον ἐπὶ τὸ σύνδειπνον κεκλημένον. καὶ Πλάτων δἔφη τοῖς τὸ σύνδειπνον ποιησαμένοις. καὶ Ἀριστοφάνης Γηρυτάδῃ· ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον. διόπερ τινὲς καὶ τὸ Σοφοκλέους δρᾶμα κατὰ τὸ οὐδέτερον ἐπιγράφειν ἀξιοῦσιν Σύνδειπνον. καλοῦσι δέ τινα καὶ συναγώγιμα δεῖπνα, ὡς Ἄλεξις ἐν Φιλοκάλῳ Νύμφαις· κατάκεισο κἀκείνας κάλει. συναγώγιμον ποιῶμεν. ἀλλεὖ οἶδὅτι κυμινοπρίστης τρόπος ἐστί σου πάλαι. καὶ Ἔφιππος ἐν Γηρυόνῃ · καὶ συναγώγιμον συμπόσιον ἐπιπληροῦσιν. ἔλεγον δὲ συνάγειν καὶ τὸ μετἀλλήλων πίνειν καὶ συναγώγιον τὸ συμπόσιον. Μένανδρος Ἐμπιμπραμένῃ · καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας. εἶθἑξῆς ἔφη ἐπλήρωσέν τε τὸ συναγώγιον. μήποτε δὲ τοῦτἐστὶ τὸ ἀπὸ συμβολῶν καλούμενον. τίνες δεἰσὶν αἱ συμβολαὶ αὐτὸς Ἄλεξις ἐν Μανδραγοριζομένῃ σημαίνει διὰ τούτων ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα. β. πῶς συμβολάς; α. τὰς ταινίας οἱ Χαλκιδεῖς καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ. Ἀργεῖοι δ᾽, ὡς ἐν τοῖς ὑπομνήμασί φησιν Ἡγήσανδρος· γράφει δοὕτως· τὴν συμβολὴν τὴν εἰς τὰ συμπόσια ὑπὸ τῶν πινόντων εἰσφερομένην Ἀργεῖοι χῶν καλοῦσι, τὴν δὲ μερίδα αἶσαν.
§69.1 οὐκ ἀνάρμοστον δὲ καὶ τούτου τοῦ συγγράμματος τέλος εἰληφότος, ἑταῖρε Τιμόκρατες, αὐτοῦ καταπαύσω τὸν λόγον, μὴ καὶ ἡμᾶς τις οἰηθῇ κατὰ τὸν Ἐμπεδοκλέα ἰχθῦς ποτε γεγονέναι. φησὶ γὰρ φυσικός ἤδη γάρ ποτἐγὼ γενόμην κούρη τε κόρος τε, θάμνος τοἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up