§1–10
§1 τὸν Διόνυσον, ἑταῖρε Τιμόκρατες, μαινόμενον οἱ πολλοὶ λέγουσιν ἀπὸ τοῦ τοὺς πλείονας ἀκράτου σπῶντας θορυβώδεις γίνεσθαι οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδαἴσιμα πίνῃ. οἶνος καὶ κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ὤλεσἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόνθ᾽. δἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκἔρεξε δόμοις ἐνὶ Πειριθόοιο. κατιόντος γοῦν τοῦ οἴνου ἐς τὸ σῶμα, ὥς φησιν ʽ Ἡρόδοτος, ἐπαναπλέει κακὰ ἔπεα καὶ μαινόμενα. Κλέαρχός τε κωμῳδιοποιὸς ἐν Κορινθίοις φησίν εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν τὸν ἄκρατον, ἡμῶν οὐδὲ εἷς ἔπινεν ἄν. νυνὶ δὲ πρότερόν τοῦ πόνου τὴν ἡδονὴν προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ. Ξενοφῶντος δὲ τὸν Ἀγησίλαον μέθης μὲν ἀπέχεσθαι ὁμοίως ᾤετο χρῆναι καὶ μανίας, σίτων δὲ ὑπερκαίρων ὁμοίως καὶ ἀργίας ἀλλοὐχ ἡμεῖς γε οὔτε τῶν πλεῖον πινόντων ὄντες οὔτε τῶν ἐξοίνων γινομένων πληθούσης ἀγορᾶς ἐπὶ τὰ μουσικὰ ταῦτα ἐρχόμεθα συμπόσια, καὶ γὰρ φιλεπιτιμητὴς Οὐλπιανὸς πάλιν τινὸς ἐπείληπτο εἰπόντος ἔξοινος οὔκ εἰμι, λέγων δἔξοινος ποῦ; καὶ ὃς παρἈλέξιδι ἐν Εἰσοικιζομένῳ· ἔξοινος ἐποίει ταῦτά γε ἐπεὶ
§2 δὲ ἑκάστης ἡμέρας μετὰ τοὺς παρἡμῶν καινοὺς αἰεὶ λεγομένους λόγους καὶ ἀκροάματα ἑκάστοτε διάφορα ἐπεισάγει λαμπρὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ἔτι τε καὶ γελωτοποιούς, φέρε λέγωμέν τι καὶ ἡμεῖς περὶ τούτων, καίτοι γε οἶδα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐν συμποσίῳ γελωτοποιῶν εἰσαχθέντων ἀγέλαστον διαμείναντα, πιθήκου δἐπεισαχθέντος γελάσαντα φάναι, ὡς οὗτος μὲν φύσει γελοῖός ἐστιν, δἄνθρωπος ἐπιτηδεύσει. καὶ Εὐριπίδης δὲ ἐν τῇ Δεσμώτιδι Μελανίππῃ ἔφη· ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους. ἐγὼ δέ πως μισῶ γελοίους, οἵτινες τήτῃ σοφῶν ἀχάλινἔχουσι στόματα· κἀς ἀνδρῶν μὲν οὐ τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δεὐπρεπεῖς., . νέμουσι δοἴκους καὶ τὰ ναυστολούμενα ἔσω δόμων σῴζουσι. Παρμενίσκος δὲ Μεταποντῖνος, ὥς φησιν Σῆμος ἐν εʹ Δηλιάδος, καὶ γένει καὶ πλούτῳ πρωτεύων εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. καὶ χρηστηριαζομένῳ περὶ τούτου Πυθία ἔφη· εἴρῃ μἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο δώσει σοι μήτηρ οἴκοι· τὴν ἔξοχα τῖε. ἐλπίζων δἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα γελάσειν, ὡς οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθεν καὶ εἰς τὸ Λητῷον, νομίζων τῆς Ἀπόλλωνος μητρὸς ἄγαλμα τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δαὐτὸ ξύλον ὂν ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν τοῦ θεοῦ χρησμὸν συμβάλλων καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν.
§3 Ἀναξανδρίδης δἐν Γεροντομανίᾳ καὶ εὑρετὰς τῶν γελοίων φησὶ γενέσθαι Ῥαδάμανθυν καὶ Παλαμήδην, λέγων οὕτως· καίτοι πολλοί γε πονοῦμεν. τὸ δἀσύμβολον εὗρε γελοῖα λέγειν Ῥαδάμανθυς καὶ Παλαμήδης. γελωτοποιῶν δὲ μέμνηται Ξενοφῶν μὲν ἐν τῷ Συμποσίῳ Φιλίππου, περὶ οὗ καὶ οὑτωσὶ λέγει· Φίλιππος δ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις τε εἴη καὶ διότι κατάγεσθαι βούλεται· συνεσκευασμένος δὲ ἔφη παρεῖναι πάντα τἀπιτήδεια ὥστε δειπνεῖν τἀλλότρια . καὶ τὸν παῖδα δἔφη πάνυ πιέζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι. Ἱππόλοχος δ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα Ἐπιστολῇ γελωτοποιῶν μέμνηται Μανδρογένους καὶ Στράτωνος τοῦ Ἀττικοῦ. πλῆθος δἦν Ἀθήνησι τῆς σοφιστείας· ταύτης, ἐν γοῦν τῷ Διομέων Ἡρακλείῳ συνελέγοντο ξὄντες τὸν ἀριθμὸν καὶ ἐν τῇ πόλει διωνομάζοντο ὡς οἱ ξ# τοῦτεἶπον καὶ ἀπὸ τῶν ξ# ἔρχομαι. ἐν δὲ τούτοις ἦσαν Καλλιμέδων τε Κάραβος καὶ Δεινίας , ἔτι τε Μνασιγείτων καὶ Μέναιχμος, ὥς φησι Τηλεφάνης ἐν τῷ περὶ τοῦ Ἄστεος. τοσαύτη δαὐτῶν δόξα τῆς ῥᾳθυμίας ἐγένετο ὥστε καὶ Φίλιππον ἀκούσαντα τὸν Μακεδόνα πέμψαι αὐτοῖς τάλαντον, ἵνἐκγραφόμενοι τὰ γελοῖα πέμπωσιν αὐτῷ. ὅτι δὲ ἦν περὶ τὰ γελοῖα ἐσπουδακὼς βασιλεὺς οὗτος μαρτυρεῖ Δημοσθένης ῥήτωρ ἐν τοῖς Φιλιππικοῖς. φιλόγελως δὲ ἦν καὶ Δημήτριος Πολιορκητής, ὥς φησι Φύλαρχος ἐν τῇ στῶν Ἱστοριῶν, ὅς γε καὶ τὴν Λυσιμάχου αὐλὴν κωμικῆς σκηνῆς οὐδὲν διαφέρειν ἔλεγεν ἐξιέναι γὰρ ἀπαὐτῆς πάντας δισυλλάβους· τόν τε Βῖθυν χλευάζων καὶ τὸν Πάριν, μεγίστους ὄντας παρὰ τῷ Λυσιμάχῳ, καί τινας ἑτέρους τῶν φίλων παρὰ δαὑτοῦ Πευκέστας καὶ Μενελάους, ἔτι δὲ Ὀξυθέμιδας, ταῦτα δἀκούων Λυσίμαχος ἐγὼ τοίνυν, ἔφη, πόρνην ἐκ τραγικῆς σκηνῆς οὐχ ἑώρακα ἐξιοῦσαν, τὴν αὐλητρίδα Λάμιαν λέγων, ἀπαγγελθέντος δὲ καὶ τούτου πάλιν ὑπολαβὼν Δημήτριος ἔφη ἀλλ παρἐμοὶ πόρνη σωφρονέστερον τῆς παρἐκείνῳ Πηνελόπης ζῇ.
§4 ὅτι δὲ καὶ Σύλλας Ῥωμαίων στρατηγὸς φιλόγελως ἦν προείρηται. Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς ʽ Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ τριακοστῇ. μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος ἐπιφανεστάτους τεχνίτας καὶ σκηνὴν κατασκευάσας μεγίστην ἐν τῷ κίρκῳ πρώτους εἰσῆγεν αὐλητὰς· οὗτοι δἦσαν Θεόδωρος Βοιώτιος, Θεόπομπος, Ἕρμιππος, Λυσίμαχος, οἵτινες ἐπιφανέστατοι ἦσαν. τούτους οὖν στήσας ἐπὶ τὸ προσκήνιον μετὰ τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν ἅμα πάντας. τῶν δὲ διαπορευομένων τὰς κρούσεις μετὰ τῆς ἁρμοζούσης κινήσεως προσπέμψας οὐκ ἔφη καλῶς αὐτοὺς αὐλεῖν, ἀλλἀγωνίζεσθαι μᾶλλον ἐκέλευσεν. τῶν δὲ διαπορούντων ὑπέδειξέν τις τῶν ῥαβδούχων ἐπιστρέψαντας ἐπαγαγεῖν ἐπαὐτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην. ταχὺ δὲ συννοήσαντες οἱ αὐληταὶ καὶ λαβόντες ὁρμὴν οἰκείαν ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγχυσιν. συνεπιστρέψαντες δὲ τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς αὐλοὺς ἀπῆγον ἀνὰ μέρος ἐπἀλλήλους, ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπισείοντες τὴν σκευὴν ἐπεφέροντο τοῖς ἐναντίοις καὶ πάλιν ἀνεχώρουν ἐκ μεταβολῆς, ὡς δὲ καὶ περιζωσάμενός τις τῶν χορευτῶν ἐκ τοῦ καιροῦ στραφεὶς ἦρε τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν θεωμένων, ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρχήστραν, καὶ πύκται τέσσαρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν. ὁμοῦ δὲ τούτων πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον, περὶ δὲ τῶν τραγῳδῶν, φησὶν Πολύβιος, τι ἂν ἐπιβάλωμαι λέγειν, δόξω τισὶν διαχλευάζειν.
§5 ταῦτα τοῦ Οὐλπιανοῦ διεξελθόντος καὶ πάντων ἀνακακχασάντων ἐπὶ ταῖς Ἀνικίοις ταύταις θέαις ἐγένοντό τινες λόγοι καὶ περὶ τῶν καλουμένων πλάνων καὶ ἐζητεῖτο εἰ μνήμη τις καὶ περὶ τούτων ἐγένετο παρὰ τοῖς παλαιοτέροις· περὶ γὰρ θαυματοποιῶν ἤδη προειρήκαμεν. καὶ Μάγνος ἔφη· Διονύσιος μὲν Σινωπεὺς τῆς κωμῳδίας ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ Ὁμώνυμοι μνημονεύει Κηφισοδώρου τοῦ πλάνου διὰ τούτων Κηφισόδωρόν φασιν ἐπικαλούμενον πλάνον τινἐν Ἀθήναις γενέσθαι, τὴν σχολὴν εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον. τοῦτον ταχὺν ὄντα πρὸς τὸ σιμὸν ἀνατρέχειν, ἥσυχα δὲ κατιέναι ᾽πὶ τῇ βακτηρίᾳ. μνημονεύει δὲ αὐτοῦ καὶ Νικόστρατος ἐν Σύρῳ· Κηφισόδωρον οὐ κακῶς μὰ τὸν Δία τὸν πλάνον φασὶ στενωπὸν εἰς μέσον στῆσαί τινας ἀγκαλίδας ἔχοντας, ὥστε μὴ παρελθεῖν μηδένα. Πανταλέοντος δὲ μνημονεύει Θεόγνητος ἐν Φιλοδεσπότῳ· Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους τοὺς τἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν ἀπεκραιπάλα τὰ πλεῖστα, τοῦ γελάσαι χάριν ἰδίαν τιναὑτῷ θέμενος ἀδολεσχίαν. καὶ Χρύσιππος δ φιλόσοφος ἐν εʹ περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς περὶ τοῦ Πανταλέοντος τάδε γράφει· δὲ πλάνος Πανταλέων τελευτᾶν μέλλων ἑκάτερον τῶν υἱῶν κατἰδίαν ἐξηπάτησε, φήσας μόνῳ αὐτῷ λέγειν ὅπου κατωρύχοι τὸ χρυσίον ὥστε μάτην ὕστερον κοινῇ σκάπτοντας αἰσθέσθαι ἐξηπατημένους.
§6 οὐκ ἠπόρει δἡμῶν τὸ συμπόσιον οὐδὲ τῶν φιλοσκωπτούντων. περὶ δὲ τοιούτου τινὸς πάλιν Χρύσιππος ἐν τῷ αὐτῷ γράφει· φιλοσκώπτης τις μέλλων ὑπὸ τοῦ δημίου σφάττεσθαι ἔτι ἕν τι ἔφη θέλειν ὥσπερ τὸ κύκνειον ᾄσας ἀποθανεῖν. ἐπιτρέψαντος δἐκείνου ἔσκωψεν. ὑπὸ δὴ τῶν τοιούτων πολλάκις Μυρτίλος σκωφθέντα καὶ ἀγανακτήσαντα εἶπεν καλῶς Λυσίμαχον τὸν βασιλέα πεποιηκέναι. Τελέσφορον γὰρ ἕνα τῶν ὑπάρχων αὐτοῦ, ἐπειδὴ ἔσκωψέ ποτε ἐν συμποσίῳ τὴν Ἀρσινόην γυνὴ δἦν τοῦ Λυσιμάχου ὡς ἐμετικὴν οὖσαν, εἰπών κακῶν κατάρχεις τήνδἐμοῦσαν εἰσάγων, Λυσίμαχος ἀκούσας ἐμβληθῆναι αὐτὸν ἐκέλευσεν εἰς γαλεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν, σὺ δέ, Οὐλπιανέ, εἰ τὴν γαλεάγραν ζητεῖς, ἔχεις παρὙπερείδῃ τῷ ῥήτορι· ὅπου δέ, σὺ ζήτει. καὶ Ταχὼς δ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας τὸν Λακεδαιμονίων βασιλέα, ὅτἦλθεν αὐτῷ συμμαχήσων ἦν γὰρ βραχὺς τὸ σῶμα, ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς συμμαχίας, τὸ δὲ σκῶμμα τοῦτἦν· ὤδινεν ὄρος, Ζεὺς δἐφοβεῖτο, τὸ δἔτεκεν μῦν. ὅπερ ἀκούσας Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφη φανήσομαὶ σοί ποτε καὶ λέων. ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας.
§7 πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτων καὶ τῶν αὐτῶν οὐκ αἰεί, ἐπειδὴ πολλοὶ περὶ αὐτῶν ἐγίνοντο λόγοι, τὰ ὀνόματα τῶν εἰπόντων παραλιπὼν τῶν πραγμάτων μνησθήσομαι. περὶ μὲν γὰρ αὐλῶν μέν τις ἔφη τὸν Μελανιππίδην καλῶς ἐν τῷ Μαρσύᾳ διασύροντα τὴν αὐλητικὴν εἰρηκέναι περὶ τῆς Ἀθηνᾶς· μὲν Ἀθάνα τὤργανἔρριψέν ʽ ἱερᾶς ἀπὸ χειρὸς εἶπέ τ᾽ ἔρρεταἴσχεα, σώματι λύμα, οὔ με τᾷ δἐγὼ κακότατι δίδωμι. πρὸς ὃν ἀντιλέγων ἄλλος ἔφη· ἀλλ γε Σελινούντιος Τελέστης τῷ Μελανιππίδῃ ἀντικορυσσόμενος ἐν Ἀργοῖ ἔφη δὲ λόγος ἐστὶ περὶ τῆς Ἀθηνᾶς· ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυμοῖς ὀρείοις ὄργανον δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν αὖθις ἐκ χερῶν βαλεῖν νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος. τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν, παρθενίαν ἄγαμον καὶ ἄπαιδἀπένειμε Κλωθώ; ὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ εἴδους διὰ τὴν παρθενίαν. ἑξῆς τέ φησι· ἀλλὰ μάταν ἀχόρευτος ἅδε ματαιολόγων φάμα προσέπταθἙλλάδα μουσοπόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος. μετὰ ταῦτα δὲ ἐγκωμιάζων τὴν αὐλητικὴν λέγει· ἃν συνεριθοτάταν Βρομίῳ παρέδωκε σεμνᾶς δαίμονος ἀερθὲν πνεῦμαἰολοπτερύγων σὺν ἀγλαᾶν ὠκύτατι χειρῶν. κομψῶς δὲ κἀν τῷ Ἀσκληπιῷ Τελέστης ἐδήλωσε τὴν τῶν αὐλῶν χρείαν ἐν τούτοις· Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα, Λυδὸν ὃς ἥρμοσε πρῶτος Δωρίδος ἀντίπαλον μούσης νόμον αἰολον, ὀμφᾷ πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.
§8 Πρατίνας δὲ Φλιάσιος αὐλητῶν καὶ χορευτῶν μισθοφόρων κατεχόντων τὰς ὀρχήστρας ἀγανακτήσας ἐπὶ τῷ τοὺς αὐλητὰς μὴ συναυλεῖν τοῖς χοροῖς, καθάπερ ἦν πάτριον, ἀλλὰ τοὺς χοροὺς συνᾴδειν τοῖς αὐληταῖς· ὃν οὖν εἶχεν κατὰ τῶν ταῦτα ποιούντων θυμὸν Πρατίνας ἐμφανίζει διὰ τοῦδε τοῦ Ὑπορχήματος· τίς θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμός, ἐμὸς Βρόμιος, ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀνὄρεα σύμενον μετὰ Ναιάδων οἷά τε κύκνον ἄγοντα· ποικιλόπτερον μέλος. τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· δαὐλὸς ὕστερον χορευέτω · καὶ γάρ ἐσθὑπηρέτας· κώμῳ μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων ἔμμεναι στρατηλάτας. παῖε τὸν φρυνέου ποικίλου πνοὰν ἔχοντα, φλέγε τὸν ὀλεσισιαλοκάλαμον λαλοβαρύοπα παραμελορυθμοβάταν θῆτα τρυπάνῳ δέμας πεπλασμένον. ἢν ἰδού· ἅδε σοι δεξιᾶς καὶ ποδὸς διαρριφά, θριαμβοδιθύραμβε κισσόχαιτἄναξ· ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.
§9 περὶ δὲ τῆς· αὐλῶν πρὸς λύραν κοινωνίας, ἐπεὶ πολλάκις καὶ αὐτὴ ἡμᾶς συναυλία ἔθελγεν, Ἔφιππος ἐν Ἐμπολῇ φησιν κοινωνεῖ γάρ, μειρακίδιον, ᾽ν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον, τόθ μεγίστη τέρψις ἐξευρίσκεται. τὴν δὲ συναυλίαν τί ποτἐστὶν ἐμφανίζει Σῆμος Δήλιος ἐν ε# Δηλιάδος γράφων οὕτως· ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος. ἀστείως δὲ αὐτὴν Ἀντιφάνης φανερὰν ποιεῖ ἐν τῷ Αὐλητῇ λέγων· ποίαν, φράσον γάρ, ηδε τὴν συναυλίαν; β. ταύτην ἐπίστανται παρἀλλήλων ἔτι μαθόντες αὐλεῖν. ὥστε τοὺς αὐλοὺς σύ τε αὔτη τε λήψετ᾽, εἶθ μὲν σὺ τυγχάνεις αὐλῶν πέραινε, δέξεται δὲ τἄλλα σοι ἥδ᾽. οὗ τι κοινόν ἐστιν, οὗ χωρὶς πάλιν, συννεύματ᾽, οὐ προβλήμαθ᾽, οἷς σημαίνεται ἕκαστα. Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταί, φησὶ Δοῦρις ἐν βτῶν περὶ Ἀγαθοκλέα, ἐπειδὴ Σειρίτης δοκεῖ πρῶτος· εὑρεῖν τὴν αὐλητικὴν Λίβυς ἦν τῶν Νομάδων, ὃς καὶ κατηύλησεν τὰ μητρῷα πρῶτος. αὐλήσεων δεἰσὶν ὀνομασίαι, ὥς φησι Τρύφων ἐν δευτέρῳ Ὀνομασιῶν, αἵδε· κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν τὸ δαὐτὸ καὶ κρουσίθυρον, κνισμός, μόθων. ταῦτα δὲ πάντα μετὀρχήσεως ηὐλεῖτο.
§10 καὶ ᾠδῆς δὲ ὀνομασίας καταλέγει Τρύφων τάσδε· ἱμαῖος ἐπιμύλιος καλουμένη, ἣν παρὰ τοὺς ἀλέτους ᾖδον, ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δἐστὶν παρὰ Δωριεῦσιν νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλεύρων. δὲ τῶν ἱστουργούντων ᾠδὴ αἴλινος, ὡς Ἐπίχαρμος ἐν Ἀταλάνταις ἱστορεῖ, δὲ τῶν ταλασιουργῶν ἴουλος. Σῆμος δ Δήλιος ἐν τῷ περὶ Παιάνων φησί· τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθαὑτὰ προσηγόρευον ἀμάλας· συναθροισθέντα δὲ καὶ ἐκ πολλῶν μίαν γενόμενα δέσμην οὔλους καὶ ἰούλους· καὶ τὴν Δήμητρα ὁτὲ μὲν Χλόην, ὁτὲ δὲ Ἰουλώ. ἀπὸ τῶν οὖν τῆς Δήμητρος εὑρημάτων τούς τε καρποὺς καὶ τοὺς ὕμνους τοὺς εἰς τὴν θεὸν οὔλους καλοῦσι καὶ ἰούλους. δημήτρουλοι καὶ καλλίουλοι. καὶ πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει. ἄλλοι δέ φασιν ἐριουργῶν εἶναι τὴν ᾠδήν. αἱ δὲ τῶν τιτθευουσῶν ᾠδαὶ καταβαυκαλήσεις ὀνομάζονται, ἦν δὲ καὶ ἐπὶ ταῖς ἐώραις τις ἐπἨριγόνῃ, ἣν καὶ ἀλῆτιν λέγουσιν, ᾠδή. Ἀριστοτέλης γοῦν ἐν τῇ Κολοφωνίων Πολιτείᾳ φησίν ἀπέθανεν δὲ καὶ αὐτὸς Θεόδωρος ὕστερον βιαίῳ θανάτῳ. λέγεται δὲ γενέσθαι τρυφῶν τις, ὡς ἐκ τῆς ποιήσεως δῆλόν ἐστιν. ἔτι γὰρ καὶ νῦν αἱ γυναῖκες ᾄδουσιν αὐτοῦ μέλη περὶ τὰς ἐώρας. δὲ τῶν θεριστῶν ᾠδὴ Λιτυέρσης καλεῖται. καὶ τῶν μισθωτῶν δέ τις ἦν ᾠδὴ τῶν ἐς τοὺς ἀγροὺς φοιτώντων, ὡς Τηλεκλείδης φησὶν ἐν Ἀμφικτύοσιν καὶ βαλανέων ἄλλαι, ὡς Κράτης ἐν Τόλμαις· καὶ τῶν πτισσουσῶν ἄλλη τις, ὡς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις καὶ Νικοχάρης ἐν Ἡρακλεῖ Χορηγῷ. ἦν δὲ καὶ τοῖς ἡγουμένοις τῶν βοσκημάτων βουκολιασμὸς καλούμενος. Δίομος δὲ ἦν βουκόλος Σικελιώτης πρῶτος εὑρὼν τὸ εἶδος· μνημονεύει αὐτοῦ Ἐπίχαρμος ἐν Ἁλκυόνι καὶ ἐν Ὀδυσσεῖ Ναυαγῷ. δἐπὶ τοῖς θανάτοις καὶ λύπαις ᾠδὴ ὀλοφυρμὸς καλεῖται. αἱ δὲ ἴουλοι καλούμεναι ᾠδαὶ Δήμητρι καὶ Φερσεφόνῃ πρέπουσι. δὲ εἰς Ἀπόλλωνα ᾠδὴ φιληλιάς, ὡς Τελέσιλλα παρίστησιν οὔπιγγοι δὲ αἱ εἰς Ἄρτεμιν. ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παροἶνον, ὡς Ἕρμιππός φησιν ἐν ἕκτῳ περὶ Νομοθετῶν. Ἀριστοφάνης δἐν Ἀττικαῖς φησιν Λέξεσιν ἱμαῖος ᾠδὴ μυλωθρῶν ἐν δὲ γάμοις ὑμέναιος· ἐν δὲ πένθεσιν ἰάλεμος. λίνος δὲ καὶ αἴλινος οὐ μόνον ἐν πένθεσιν, ἀλλὰ καὶ ἐπεὐτυχεῖ μολπᾷ κατὰ τὸν Εὐριπίδην.
§11–19
§11 Κλέαρχος δἐν πρώτῳ Ἐρωτικῶν νόμιον καλεῖσθαὶ τινά φησιν ᾠδὴν ἀπἨριφανίδος, γράφων οὕτως· Ἠριφανὶς μελοποιὸς Μενάλκου κυνηγετοῦντος ἐρασθεῖσα ἐθήρευεν μεταθέουσα ταῖς ἐπιθυμίαις. φοιτῶσα γὰρ καὶ πλανωμένη πάντας τοὺς ὀρείους ἐπεξῄει δρυμούς, ὡς μῦθον εἶναι τοὺς λεγομένους Ἰοῦς δρόμους· ὥστε μὴ μόνον τῶν ἀνθρώπων τοὺς ἀστοργίᾳ διαφέροντας, ἀλλὰ καὶ τῶν θηρῶν· τοὺς ἀνημερωτάτους συνδακρῦσαι τῷ πάθει, λαβόντας αἴσθησιν ἐρωτικῆς ἐλπίδος. ὅθεν ἐποίησέ τε καὶ ποιήσασα περιῄει κατὰ τὴν ἐρημίαν, ὥς φασιν, ἀναβοῶσα καὶ ᾄδουσα τὸ καλούμενον νόμιον, ἐν ἐστιν μακραὶ δρύες, Μέναλκα. Ἀριστόξενος δὲ ἐν τετάρτῳ περὶ Μουσικῆς ᾖδον, φησίν, αἱ ἀρχαῖαι γυναῖκες Καλύκην τινὰ ᾠδήν. Στησιχόρου δἦν ποίημα, ἐν Καλύκη τις ὄνομα ἐρῶσα Εὐάθλου νεανίσκου σωφρόνως εὔχεται τῇ Ἀφροδίτῃ γαμηθῆναι αὐτῷ. ἐπεὶ δὲ ὑπερεῖδεν νεανίσκος, κατεκρήμνισεν ἑαυτήν. ἐγένετο δὲ τὸ πάθος περὶ Λευκάδα. σωφρονικὸν δὲ πάνυ κατεσκεύασεν ποιητὴς τὸ τῆς παρθένου ἦθος, οὐκ ἐκ παντὸς τρόπου θελούσης συγγενέσθαι τῷ νεανίσκῳ, ἀλλεὐχομένης εἰ δύναιτο γυνὴ τοῦ Εὐάθλου γενέσθαι κουριδία εἰ τοῦτο μὴ δυνατόν, ἀπαλλαγῆναι τοῦ βίου. ἐν δὲ τοῖς κατὰ βραχὺ Ὑπομνήμασιν Ἀριστόξενος Ἴφικλος, φησίν, Ἁρπαλύκην ἐρασθεῖσαν ὑπερεῖδεν. δὲ ἀπέθανεν καὶ γίνεται ἐπαὐτῇ παρθένοις ἀγὼν ᾠδῆς, ἥτις Ἁρπαλύκη, φησί, καλεῖται. Νύμφις δἐν πρώτῳ περὶ Ἡρακλείας περὶ Μαριανδυνῶν διηγούμενός φησιν ὁμοίως δὲ καὶ τῶν ᾠδῶν ἐνίας κατανοήσειεν ἄν τις ἃς ἐκεῖνοι κατά τινα ἐπιχωριαζομένην παραὐτοῖς ἑορτὴν ᾄδοντες ἀνακαλοῦνταί τινα τῶν ἀρχαίων, προσαγορεύοντες Βῶρμον. τοῦτον δὲ λέγουσιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς καὶ πλουσίου, τῷ δὲ κάλλει καὶ τῇ κατὰ τὴν ἀκμὴν ὥρᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν ὃν ἐφεστῶτα ἔργοις ἰδίοις καὶ βουλόμενον τοῖς θερίζουσιν δοῦναι πιεῖν βαδίζοντα ἐφὕδωρ ἀφανισθῆναι. ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως, καὶ νῦν ἔτι πάντες χρώμενοι διατελοῦσι. τοιοῦτος δἐστὶ καὶ παρΑἰγυπτίοις καλούμενος Μάνερως.
§12 οὐκ ἀπελείποντο δὲ ἡμῶν τῶν συμποσίων οὐδὲ ῥαψῳδοί. ἔχαιρε γὰρ τοῖς Ὁμήρου Λαρήνσιος ὡς ἄλλος οὐδὲ εἷς, ὡς λῆρον ἀποφαίνειν Κάσανδρον τὸν Μακεδονίας βασιλεύσαντα, περὶ οὗ φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν ὅτι οὕτως ἦν φιλόμηρος ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά καὶ Ἰλιὰς ἦν αὐτῷ καὶ Ὀδυσσεία ἰδίως γεγραμμέναι. ὅτι δἐκαλοῦντο οἱ ῥαψῳδοὶ καὶ Ὁμηρισταὶ Ἀριστοκλῆς εἴρηκεν ἐν τῷ περὶ Χορῶν. τοὺς δὲ νῦν Ὁμηριστὰς ὀνομαζομένους πρῶτος εἰς τὰ θέατρα παρήγαγε Δημήτριος Φαληρεύς. χαμαιλέων δὲ ἐν τῷ περὶ Στησιχόρου καὶ μελῳδηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου. Κλέαρχος δἐν τῷ προτέρῳ περὶ Γρίφων τὰ Ἀρχιλόχου, φησίν, Σιμωνίδης Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθήμενος ἐρραψῴδει. Λυσανίας δἐν τῷ πρώτῳ περὶ Ἰαμβοποιῶν Μνασίωνα τὸν ῥαψῳδὸν λέγει ἐν ταῖς δείξεσι τῶν Σιμωνίδου τινὰς ἰάμβων ὑποκρίνεσθαι. τοὺς δἘμπεδοκλέους Καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ. Ἰάσων δἐν τρίτῳ περὶ τῶν Ἀλεξάνδρου Ἱερῶν ἐν Ἀλεξανδρείᾳ φησὶν ἐν τῷ μεγάλῳ θεάτρῳ ὑποκρίνασθαι Ἡγησίαν τὸν κωμῳδὸν τὰ Ἡσιόδου, Ἑρμόφαντον δὲ τὰ Ὁμήρου.
§13 καὶ οἱ καλούμενοι δὲ ἱλαρῳδοί, οὓς νῦν τινες σιμῳδοὺς καλοῦσιν, ὡς Ἀριστοκλῆς φησιν ἐν αʹ περὶ Χορῶν, τῷ τὸν Μάγνητα Σῖμον διαπρέψαι μᾶλλον τῶν διὰ τοῦ ἱλαρῳδεῖν ποιητῶν, συνεχῶς ἡμῖν ἐπεφαίνοντο, καταλέγει δ Ἀριστοκλῆς καὶ τούσδε ἐν τῷ περὶ Μουσικῆς γράφων ὧδε· μαγῳδός· οὗτος δἐστὶν αὐτὸς τῷ λυσιῳδῷ. Ἀριστόξενος δέ φησι τὸν μὲν ἀνδρεῖα καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενον μαγῳδὸν καλεῖσθαι, τὸν δὲ γυναικεῖα ἀνδρείοις λυσιῳδὸν τὰ αὐτὰ δὲ μέλη ᾄδουσιν, καὶ τἄλλα πάντα δἐστὶν ὅμοια. δὲ ἰωνικολόγος τὰ Σωτάδου καὶ τῶν πρὸ τούτου ἰωνικὰ καλούμενα ποιήματα Ἀλεξάνδρου τε τοῦ Αἰτωλοῦ καὶ Πύρητος τοῦ Μιλησίου καὶ Ἀλέξου καὶ ἄλλων τοιούτων ποιητῶν προφέρεται. καλεῖται δοὗτος καὶ κιναιδολόγος. ἤκμασεν δἐν τῷ εἴδει τούτῳ Σωτάδης Μαρωνείτης, ὥς φησι Καρύστιος Περγαμηνὸς ἐν τῷ περὶ αὐτοῦ, συγγράμματι καὶ τοῦ Σωτάδου υἱὸς Ἀπολλώνιος. ἔγραψεν δὲ καὶ οὗτος περὶ τῶν τοῦ πατρὸς ποιημάτων σύγγραμμα ἐξ οὗ ἔστι κατιδεῖν τὴν ἄκαιρον παρρησίαν τοῦ Σωτάδου, κακῶς μὲν εἰπόντος Λυσίμαχον τὸν βασιλέα Ἀλεξανδρείᾳ, Πτολεμαῖον δὲ τὸν Φιλάδελφον παρὰ Λυσιμάχῳ, καὶ ἄλλους τῶν βασιλέων ἐν ἄλλαις τῶν πόλεων διόπερ τῆς δεούσης ἔτυχε τιμωρίας. ἐκπλεύσαντα γὰρ αὐτὸν τῆς Ἀλεξανδρείας, ὥς φησιν Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασιν, καὶ δοκοῦντα διαπεφευγέναι τὸν κίνδυνονεἰρήκει γὰρ εἰς τὸν βασιλέα Πτολεμαῖον πολλὰ μὲν καὶ ἄλλα δεινά, ἀτὰρ καὶ τόδε, ὅτε τὴν ἀδελφὴν Ἀρσινόην ἐγεγαμήκει· εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς Πάτροκλος οὖν τοῦ Πτολεμαίου στρατηγὸς ἐν Καύνῳ τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολυβῆν κεραμίδα ἐμβαλὼν καὶ ἀναγαγὼν εἰς τὸ πέλαγος κατεπόντωσε. τοιαύτη δἐστὶν αὐτοῦ ποίησις· Θεοδώρου τοῦ αὐλητοῦ Φιλῖνος ἦν πατήρ, εἰς ὃν ταῦτἔγραψεν δὲ ἀποστεγάσας τὸ τρῆμα τῆς ὄπισθε λαύρης, διὰ δενδροφόρου φάραγγος ἐξέωσε βροντὴν ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς.
§14 σεμνότερος δὲ τῶν τοιούτων ἐστὶ ποιητῶν ἱλαρῳδὸς καλούμενος· οὐδὲ. γὰρ σχινίζεται. χρῆται δἐσθῆτι λευκῇ ἀνδρείᾳ καὶ στεφανοῦται χρυσοῦν στέφανον, καὶ τὸ μὲν παλαιὸν ὑποδήμασιν ἐχρῆτο, ὥς φησιν Ἀριστοκλῆς, νῦν δὲ κρηπῖσιν. ψάλλει δαὐτῷ ἄρρην θήλεια, ὡς καὶ τῷ αὐλῳδῷ. δίδοται δὲ στέφανος τῷ ἱλαρῳδῷ καὶ τῷ αὐλῳδῷ, οὐ τῷ ψάλτῃ οὐδὲ τῷ αὐλητῇ. δὲ μαγῳδὸς καλούμενος τύμπανα ἔχει καὶ κύμβαλα καὶ πάντα τὰ περὶ αὐτὸν ἐνδύματα γυναικεῖα· σχινίζεται τε καὶ πάντα ποιεῖ τὰ ἔξω κόσμου, ὑποκρινόμενος ποτὲ μὲν γυναῖκας καὶ μοιχοὺς καὶ μαστροπούς, ποτὲ δὲ ἄνδρα μεθύοντα καὶ ἐπὶ κῶμον παραγινόμενον πρὸς τὴν ἐρωμένην. φησὶ δὲ Ἀριστόξενος τὴν μὲν ἱλαρῳδίαν σεμνὴν οὖσαν παρὰ τὴν τραγῳδίαν εἶναι, τὴν δὲ μαγῳδίαν παρὰ τὴν κωμῳδίαν. πολλάκις δὲ οἱ μαγῳδοὶ καὶ κωμικὰς ὑποθέσεις λαβόντες ὑπεκρίθησαν κατὰ τὴν ἰδίαν ἀγωγὴν καὶ διάθεσιν. ἔσχεν δὲ τοὔνομα μαγῳδία ἀπὸ τοῦ οἱονεὶ μαγικὰ προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις.
§15 παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιός, ὥς φησι Σωσίβιος, οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκούσης. ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ τρυβλίον τούτῳ δότε πτισάνης ἕωθεν, καταφρονοῦμεν εὐθέως· ἂν δὲ πτισάνας καὶ τρουβλίον, θαυμάζομεν. καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν, ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ. ἐκαλοῦντο δοἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δεικηλισταί, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. τοῦ δὲ εἴδους τῶν δεικηλιστῶν πολλοὶ κατὰ τόπους εὶς προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι δαὐτοκαβδάλους, οἱ δὲ φλύακας, ὡς Ἰταλοί, σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοι δὲ καὶ τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες ἐθελοντάς. ὅτι δὲ καινουργοῦσιν κατὰ τὰς φωνὰς οἱ Θηβαῖοι Στράττις ἐπιδείκνυσιν ἐν Φοινίσσαις διὰ τούτων ξυνίετοὐδέν, πᾶσα Θηβαίων πόλις, οὐδέν ποτἀλλ’· οἳ πρῶτα μὲν τὴν σηπίαν ὀπιτθοτίλαν, ὡς λέγουσ᾽, ὀνομάζετε· τὸν ἀλεκτρυόνα δὲ ὀρτάλιχα, τὸν δἰατρὸν αὖ σάκταν, βέφυραν τὴν γέφυραν, τῦκα δὲ τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν, νεασπάτωτον δ᾽, ἤν τι νεοκάττυτον .
§16 Σῆμος δ Δήλιος ἐν τῷ περὶ Παιάνων οἱ αὐτοκάβδαλοι, φησί, καλούμενοι ἐστεφανωμένοι κιττῷ στάδην ἐπέραινον ῥήσεις. ὕστερον δὲ ἴαμβοι ὠνομάσθησαν αὐτοί τε καὶ τὰ ποιήματα αὐτῶν, οἱ δὲ ἰθύφαλλοι, φησί, καλούμενοι προσωπεῖον μεθυόντων ἔχουσιν καὶ ἐστεφάνωνται, χειρῖδας ἀνθινὰς ἔχοντες· χιτῶσι δὲ χρῶνται μεσολεύκοις καὶ περιέζωνται ταραντῖνον καλύπτον αὐτοὺς μέχρι τῶν σφυρῶν, σιγῇ δὲ διὰ τοῦ πυλῶνος εἰσελθόντες, ὅταν κατὰ μέσην τὴν ὀρχήστραν γένωνται, ἐπιστρέφουσιν εἰς τὸ θέατρον λέγοντες ἀνάγετ᾽, ἀνάγετ᾽, εὐρυχωρίαν ποιεῖτε. τῷ θεῷ θέλει γὰρ θεὸς ὀρθὸς ἐσφυδωμένος διὰ μέσου βαδίζειν. οἱ δὲ φαλλοφόροι, φησίν, προσωπεῖον μὲν οὐ λαμβάνουσιν, προπόλιον δἐξ ἑρπύλλου περιτιθέμενοι καὶ παιδέρωτος ἐπάνω τούτου ἐπιτίθενται στέφανον δασὺν ἴων καὶ κιττοῦ· καυνάκας τε περιβεβλημένοι παρέρχονται οἱ μὲν ἐκ παρόδου, οἱ δὲ κατὰ μέσας τὰς θύρας, βαίνοντες ἐν ῥυθμῷ καὶ λέγοντες· σοί, Βάκχε, τάνδε μοῦσαν ἀγλαίζομεν, ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλῳ μέλει, καινάν, ἀπαρθένευτον, οὔ τι ταῖς πάρος κεχρημέναν ᾠδαῖσιν, ἀλλἀκήρατον κατάρχομεν τὸν ὕμνον. εἶτα προτρέχοντες· ἐτώθαζον οὓς· προέλοιντο, στάδην δὲ ἔπραττον, δὲ φαλλοφόρος ἰθὺ βαδίζων καταπασθεὶς αἰθάλῳ.
§17 ἐπεὶ δἐνταῦθα τοῦ λόγου ἐσμέν, οὐκ ἄξιον ἡγοῦμαι παραλιπεῖν τὰ περὶ Ἀμοιβέως τοῦ καθἡμᾶς κιθαρῳδοῦ, ἀνδρὸς τεχνίτου κατὰ νόμους τοὺς μουσικούς. οὗτός ποτε βράδιον ἥκων ἐπὶ τὸ συμπόσιον ἡμῶν ὡς ἔμαθεν παρά τινος τῶν οἰκετῶν ἀποδειπνήσαντας, ἐβουλεύετο τί χρὴ ποιεῖν, ἕως παρελθὼν Σόφων αὐτῷ μάγειρος γεγωνότερον δἐφθέγγετο ὡς πάντας ἀκούειν τὰ ἐξ Αὔγης εἶπεν Εὐβούλου· τί, πόνηρ᾽, ἕστηκας ἐν πύλαις ἔτι, ἀλλοὐ βαδίζεις; τοῖσδε γενναίως πάλαι διεσπάρακται θερμὰ χηνίσκων μέλη, διερράχισται σεμνὰ δελφάκων κρέα, κατηλόηται γαστρὸς οὑν μέσῳ κύκλος κατῃσίμωται πάντα τἀκροκώλια, νενωγάλισται σεμνὸς ἀλλᾶντος τόμος, παρεντέτρωκται τευθὶς ἐξωπτημένη, παρεγκέκαπται κρανίἐννέ δέκα. ὥστεἴ τι βούλει τῶν λελειμένων φαγεῖν, ἔπειγἔπειγε, μὴ ποθὡς λύκος χανὼν καὶ τῶνδἁμαρτὼν ὕστερον σαυτὸν δάκνῃς. πάντἐστὶν ἡμῖν κατὰ τὸν ἥδιστον Ἀντιφάνην, ὃς ἐν τῷ Φιλοθηβαίῳ φησίν· τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται, προσκάεθ᾽, ὥστε μηδἂν εἰ χαλκοῦς ἔχων μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν εἰκῇ· τοσαύτην ἐξακοντίζει πνοήν. β. λέγεις μάγειρον ζῶντα. α. πλησίον δέ γε ταύτης ἄσιτος ἡμέραν καὶ νύχθὅλην κεστρεὺς λοπισθείς, ἁλσὶ πασθείς, ἐκστραφείς, χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν, σίζει κεκραγώς, παῖς δἐφέστηκε ῥανῶν ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος ἀκτῖσι θείαις σιλφίου παραστατεῖ. β. εἶτοὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές; ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους, σοῦ ταῦτα συστρέφοντος. α. τε σύννομον τῆς κυφονώτου σῶμἔχουσα σηπίας, ξιφηφόροισι χερσὶν ἐξωπλισμένη τευθίς, μεταλλάξασα λευκαυγῆ φύσιν σαρκὸς πυρωτοῖς ἀνθράκων ῥαπίσμασιν, ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται, δείπνου προφήτην λιμὸν ἐκκαλουμένη. ὥστε γεἴσιθι, μὴ μέλλε, χώρει. δεῖ γὰρ ἠριστηκότας πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ. καὶ ὃς. πάνυ ἐμμελέστατα ἀπαντήσας αὐτῷ ἀνεφώνησε τὰ ἐκ τοῦ Κλεάρχου Κιθαρῳδοῦ τάδε· γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι βρόχθιζε. τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καὶ τὸ φωνάριον ἡμῶν περίσαρκον γίνεται. κρότου δἐπὶ τούτοις γενομένου καὶ πάντων ὁμοθυμαδὸν αὐτὸν καλεσάντων εἰσελθὼν καὶ πιὼν ἀναλαβών τε τὴν κιθάραν εἰς τοσοῦτον ἡμᾶς ἧσεν ὡς πάντας θαυμάζειν τήν τε κιθάρισιν μετὰ τῆς τέχνης ταχίστην οὖσαν καὶ τῆς φωνῆς τὴν ἐμμέλειαν. ἐμοὶ μὲν γὰρ οὐδὲν ἐλάττων εἶναι νομίζεται τοῦ παλαιοῦ Ἀμοιβέως, ὅν φησιν Ἀριστέας ἐν τῷ περὶ Κιθαρῳδῶν ἐν Ἀθήναις κατοικοῦντα καὶ πλησίον τοῦ θεάτρου οἰκοῦντα, εἰ ἐξέλθοι ᾀσόμενος, τάλαντον Ἀττικὸν τῆς ἡμέρας λαμβάνειν.
§18 περὶ δὲ μουσικῆς τῶν μὲν τάδε λεγόντων, ἄλλων δἄλλα γὁσημέραι, πάντων δἐπαινούντων τὴν παιδιὰν ταύτην, Μασούριος πάντα ἄριστος καὶ σοφὸς καὶ γὰρ νόμων ἐξηγητὴς οὐδενὸς δεύτερος καὶ περὶ μουσικὴν ἐνδιατρίβων αἰεί· ἅπτεται γὰρ καὶ τῶν ὀργάνων ἔφη μὲν κωμῳδιοποιὸς Εὔπολις, ἄνδρες φίλοι, φησί μουσικὴ πρᾶγμἐστὶ βαθύ καὶ καμπύλον, αἰεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις . διόπερ καὶ Ἀναξίλας ἐν Ὑακίνθῳ φησίν· μουσικὴ δὥσπερ Λιβύη πρὸς τῶν θεῶν αἰεί τι καινὸν κατἐνιαυτὸν θηρίον τίκτει. μέγας γάρ, μακάριοι, κατὰ τὸν Θεοφίλου Κιθαρῳδόν, θησαυρός ἐστιν καὶ βέβαιος μουσικὴ ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε. καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει. Κλεινίας γοῦν Πυθαγόρειος, ὡς Χαμαιλέων Ποντικὸς ἱστορεῖ, καὶ τῷ βίῳ καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν διὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν. πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγεν πραύνομαι. καὶ Ὁμηρικὸς δὲ Ἀχιλλεὺς τῇ κιθάρᾳ κατεπραύνετο, ἣν αὐτῷ ἐκ τῶν Ἠετίωνος λαφύρων μόνην Ὅμηρος χαρίζεται, καταστέλλειν τὸ πυρῶδες αὐτοῦ δυναμένην. μόνος γοῦν ἐν Ἰλιάδι ταύτῃ χρῆται τῇ μουσικῇ. ὅτι δὲ καὶ νόσους ἰᾶται μουσικὴ Θεόφραστος ἱστόρησεν ἐν τῷ περὶ Ἐνθουσιασμοῦ. ἰσχιακοὺς φάσκων ἀπόνους διατελεῖν εἰ καταυλήσοι τις τοῦ τόπου τῇ Φρυγιστὶ ἁρμονίᾳ ταύτην δὲ τὴν ἁρμονίαν Φρύγες πρῶτοι εὗρον καὶ μετεχειρίσαντο. διὸ καὶ τοὺς παρὰ τοῖς Ἕλλησιν αὐλητὰς Φρυγίους καὶ δουλοπρεπεῖς τὰς προσηγορίας ἔχειν οἷός ἐστιν παρὰ Ἀλκμᾶνι Σάμβας καὶ Ἄδων καὶ Τῆλος, παρὰ δὲ Ἱππώνακτι Κίων καὶ Κώδαλος καὶ Βάβυς, ἐφ καὶ παροιμία ἐπὶ τῶν αἰεὶ πρὸς τὸ χεῖρον αὐλούντων κάκιον Βάβυς αὐλεῖ. δἈριστόξενος τὴν εὕρεσιν αὐτῆς Ὑάγνιδι τῷ Φρυγὶ ἀνατίθησιν.
§19 ʽ ʽἩρακλείδης δ Ποντικὸς ἐν τρίτῳ περὶ Μουσικῆς οὐδἁρμονίαν φησὶ δεῖν καλεῖσθαι τὴν Φρύγιον, καθάπερ οὐδὲ τὴν Λύδιον. ἁρμονίας γὰρ εἶναι τρεῖς· τρία γὰρ καὶ γενέσθαι Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, Ἴωνας. οὐ μικρᾶς οὖν οὔσης διαφορᾶς ἐν τοῖς τούτων ἤθεσιν, Λακεδαιμόνιοι μὲν μάλιστα τῶν ἄλλων Δωριέων τὰ πάτρια διαφυλάττουσιν, Θεσσαλοὶ δὲ οὗτοι γάρ εἰσιν οἱ τὴν ἀρχὴν τοῦ γένους Αἰολεῦσιν μεταδόντες παραπλήσιον αἰεὶ ποιοῦνται τοῦ βίου τὴν ἀγωγὴν Ἰώνων δὲ τὸ πολὺ πλῆθος ἠλλοίωται διὰ τὸ συμπεριφέρεσθαι τοῖς αἰεὶ δυναστεύουσιν αὐτοῖς τῶν βαρβάρων, τὴν οὖν ἀγωγὴν τῆς μελῳδίας ἣν οἱ Δωριεῖς ἐποιοῦντο Δώριον ἐκάλουν ἁρμονίαν ἐκάλουν δὲ καὶ Αἰολίδα ἁρμονίαν ἣν Αἰολεῖς ᾖδον Ἰαστὶ δὲ τὴν τρίτην ἔφασκον ἣν ἤκουον ᾀδόντων τῶν Ἰώνων. μὲν οὖν Δώριος ἁρμονία τὸ ἀνδρῶδες ἐμφαίνει καὶ τὸ μεγαλοπρεπὲς καὶ οὐ διακεχυμένον οὐδἱλαρόν, ἀλλὰ σκυθρωπὸν καὶ σφοδρόν, οὔτε δὲ ποικίλον οὔτε πολύτροπον. τὸ δὲ τῶν Αἰολέων ἦθος ἔχει τὸ γαῦρον καὶ ὀγκῶδες, ἔτι δὲ ὑπόχαυνον ὁμολογεῖ δὲ ταῦτα ταῖς ἱπποτροφίαις αὐτῶν καὶ ξενοδοχίαις· οὐ πανοῦργον δέ, ἀλλὰ ἐξηρμένον καὶ τεθαρρηκός. διὸ καὶ οἰκεῖὸν ἐσταὐτοῖς φιλοποσία καὶ τὰ ἐρωτικὰ καὶ πᾶσα περὶ τὴν δίαιταν ἄνεσις. διόπερ ἔχουσι· τὸ τῆς ὑποδωρίου καλουμένης ἁρμονίας ἦθος. αὕτη γάρ ἐστι, φησὶν Ἡρακλείδης, ἣν ἐκάλουν Αἰολίδα, ὡς καὶ Λᾶσος Ἑρμιονεὺς ἐν τῷ εἰς τὴν ἐν Ἑρμιόνι Δήμητρα Ὕμνῳ λέγων οὕτως· Δάματρα μέλπω Κόραν τε Κλυμένοι᾽ ἄλοχον, μελιβόαν ὕμνον ἀναγνέων Αἰολίδ᾽ ἀνὰ βαρύβρομον ἁρμονίαν. ταῦτα δᾄδουσιν πάντες ὑποδώρια τὰ μέλη. ἐπεὶ οὖν τὸ μέλος ἐστὶν ὑποδώριον, εἰκότως Αἰολίδα φησὶν εἶναι τὴν ἁρμονίαν Λᾶσος. καὶ Πρατίνας δὲ πού φησι· μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ μοῦσαν, ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει. ἐν δὲ τοῖς ἑξῆς σαφέστερόν φησιν πρέπει τοι πᾶσιν ἀοιδὰ λαβράκταις Αἰολὶς ἁρμονία. πρότερον μὲν οὖν, ὡς ἔφην, Αἰολίδα αὐτὴν ἐκάλουν, ὕστερον δὑποδώριον, ὥσπερ ἔνιοί φασιν, ἐν τοῖς αὐλοῖς τετάχθαι νομίσαντες αὐτὴν ὑπὸ τὴν Δώριον ἁρμονίαν. ἐμοὶ δὲ δοκεῖ ὁρῶντας αὐτοὺς τὸν ὄγκον καὶ τὸ προσποίημα τῆς καλοκἀγαθίας ἐν τοῖς τῆς ἁρμονίας ἤθεσιν Δώριον μὲν αὐτὴν οὐ νομίζειν, προσεμφερῆ δέ πως ἐκείνῃ· διόπερ ὑποδώριον ἐκάλεσαν, ὡς τὸ προσεμφερὲς τῷ λευκῷ ὑπόλευκον καὶ τὸ μὴ γλυκὺ μὲν ἐγγὺς δὲ τούτου λέγομεν ὑπόγλυκυ· οὕτως καὶ ὑποδώριον τὸ μὴ πάνυ Δώριον.
§20–28
§20 ἑξῆς ἐπισκεψώμεθα τὸ τῶν Μιλησίων ἦθος, διαφαίνουσιν οἱ Ἴωνες, ἐπὶ ταῖς τῶν σωμάτων εὐεξίαις βρενθυόμενοι καὶ θυμοῦ πλήρεις, δυσκατάλλακτοι, φιλόνεικοι, οὐδὲν φιλάνθρωπον οὐδἱλαρὸν ἐνδιδόντες, ἀστοργίαν καὶ σκληρότητα ἐν τοῖς ἤθεσιν ἐμφανίζοντες. διόπερ οὐδὲ τὸ τῆς Ἰαστὶ γένος ἁρμονίας οὔτἀνθηρὸν οὔτε ἱλαρόν ἐστιν, ἀλλὰ αὐστηρὸν καὶ σκληρόν, ὄγκον δἔχον οὐκ ἀγεννῆ· διὸ καὶ τῇ τραγῳδίᾳ προσφιλὴς ἁρμονία. τὰ δὲ τῶν νῦν Ἰώνων ἤθη τρυφερώτερα καὶ πολὺ παραλλάττον τὸ τῆς ἁρμονίας ἦθος. φασὶ δὲ Πύθερμον τὸν Τήιον ἐν τῷ γένει τῆς ἁρμονίας τούτῳ ποιῆσαι σκολιὰ μέλη, καὶ διὰ τὸ εἶναι τὸν ποιητὴν Ἰωνικὸν Ἰαστὶ κληθῆναι τὴν ἁρμονίαν. οὗτός ἐστι Πύθερμος οὗ μνημονεύει Ἀνάνιος Ἱππῶναξ ἐν τοῖς Ἰάμβοις καὶ ἐν ἄλλῳ οὕτως· χρυσὸν λέγει Πύθερμος ὡς οὐδὲν τἄλλα. λέγει δοὕτως Πύθερμος· οὐδὲν ἦν ἄρα τἄλλα πλὴν χρυσός. οὐκοῦν καὶ κατὰ τοῦτον τὸν λόγον πιθανόν ἐστι τὸν Πύθερμον ἐκεῖθεν ὄντα ποιήσασθαι τὴν ἀγωγὴν τῶν μελῶν ἁρμόττουσαν τοῖς ἤθεσι τῶν Ἰώνων. διόπερ ὑπολαμβάνω οὐχ ἁρμονίαν εἶναι τὴν Ἰαστί, τρόπον δέ τινα θαυμαστὸν σχήματος ἁρμονίας. καταφρονητέον οὖν τῶν τὰς μὲν κατεἶδος διαφορὰς οὐ δυναμένων θεωρεῖν, ἐπακολουθούντων δὲ τῇ τῶν φθόγγων ὀξύτητι καὶ βαρύτητι καὶ τιθεμένων ὑπερμιξολύδιον ἁρμονίαν καὶ πάλιν ὑπὲρ ταύτης ἄλλην. οὐχ ὁρῶ γὰρ οὐδὲ τὴν ὑπερφρύγιον ἴδιον ἔχουσαν ἦθος· καίτοι τινές φασιν ἄλλην ἐξευρηκέναι καινὴν ἁρμονίαν ὑποφρύγιον. δεῖ δὲ τὴν ἁρμονίαν εἶδος ἔχειν ἤθους πάθους, καθάπερ Λοκριστί· ταύτῃ γὰρ ἔνιοι τῶν γενομένων κατὰ Σιμωνίδην καὶ Πίνδαρον ἐχρήσαντό ποτε, καὶ πάλιν κατεφρονήθη.
§21 τρεῖς οὖν αὗται, καθάπερ ἐξ ἀρχῆς εἴπομεν εἶναι ἁρμονίας, ὅσα καὶ τὰ ἔθνη. τὴν δὲ Φρυγιστὶ καὶ τὴν Λυδιστὶ παρὰ τῶν βαρβάρων οὔσας γνωσθῆναι τοῖς Ἕλλησιν ἀπὸ τῶν σὺν Πέλοπι κατελθόντων εἰς τὴν Πελοπόννησον Φρυγῶν καὶ Λυδῶν. Λυδοὶ μὲν γὰρ αὐτῷ συνηκολούθησαν διὰ τὸ τὴν Σίπυλον εἶναι τῆς Λυδίας· Φρύγες δὲ οὐχ ὅτι ὁμοτέρμονες τοῖς Λυδοῖς εἰσιν, ἀλλὅτι καὶ αὐτῶν ἦρχεν Τάνταλος. ἴδοις δἂν καὶ τῆς Πελοποννήσου πανταχοῦ, μάλιστα δὲ ἐν Λακεδαίμονι χώματα μεγάλα, καλοῦσι τάφους τῶν μετὰ Πέλοπος Φρυγῶν. μαθεῖν οὖν τὰς ἁρμονίας ταύτας τοὺς Ἕλληνας παρὰ τούτων, διὸ καὶ Τελέστης Σελινούντιός φησιν πρῶτοι παρὰ κρατῆρας Ἑλλήνων ἐν αὐλοῖς συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας Φρύγιον ἄεισαν νόμον τοὶ δὀξυφώνοις πηκτίδων ψαλμοῖς κρέκον Λύδιον ὕμνον.
§22 οὐ παραληπτέον δὲ τὴν μουσικήν, φησὶν Πολύβιος Μεγαλοπολίτης, ὡς Ἔφορος ἱστορεῖ, ἐπὶ ἀπάτῃ καὶ γοητείᾳ παρεισῆχθαι τοῖς ἀνθρώποις, οὐδὲ τοὺς παλαιοὺς Κρητῶν καὶ Λακεδαιμονίων αὐλὸν καὶ ῥυθμὸν εἰς τὸν πόλεμον ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, οὐδὲ τοὺς πρώτους Ἀρκάδων εἰς τὴν ὅλην πολιτείαν τὴν μουσικὴν παραλαβεῖν, ὥστε μὴ μόνον παισὶν ἀλλὰ καὶ νεανίσκοις γενομένοις ἕως λἐτῶν κατἀνάγκην σύντροφον ποιεῖν αὐτήν, τἄλλα τοῖς βίοις ὄντας αὐστηροτάτους, παρὰ γοῦν μόνοις Ἀρκάσιν οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμον τοὺς ὕμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια τοὺς ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι. μετὰ δὲ ταῦτα τοὺς Τιμοθέου καὶ Φιλοξένου νόμους μανθάνοντες χορεύουσι κατἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις, οἱ μὲν παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δὲ νεανίσκοι τοὺς τῶν ἀνδρῶν. καὶ παρὅλον δὲ τὸν βίον ἐν ταῖς συνουσίαις ταῖς κοιναῖς οὐχ οὕτω ποιοῦνται τὰς ἀγωγὰς διὰ τῶν ἐπεισάκτων ἀκροαμάτων ὡς διαὑτῶν· ἀν μέρος ᾄδειν ἀλλήλοις προστάττοντες. καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ εἰδέναι οὐδὲν αἰσχρόν ἐστιν, τὸ δὲ ᾄδειν ἀποτρίβεσθαι αἰσχρὸν παραὐτοῖς νομίζεται, καὶ μὴν ἐμβατήρια μεταὐλοῦ καὶ τάξεως ἀσκοῦντες, ἔτι δὲ ὀρχήσεις ἐκπονοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατἐνιαυτὸν ἐν τοῖς θεάτροις ἐπι δείκνυνται. ταῦτοὖν αὐτοὺς εἴθισαν οἱ παλαιοὶ οὐ τρυφῆς καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες τὴν ἑκάστου κατὰ τὸν βίον σκληρότητα καὶ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν, οἷς καὶ συνεξομοιοῦσθαι πεφύκαμεν πάντες ἄνθρωποι διὸ καὶ κατὰ τὰς ἐθνικὰς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθεσι καὶ μορφαῖς καὶ χρώμασιν. πρὸς δὲ τούτοις συνόδους κοινὰς καὶ θυσίας ἀνδράσι καὶ γυναιξὶ κατείθισαν, ἔτι δὲ χοροὺς παρθένων ὁμοῦ καὶ παίδων, σπεύδοντες τὸ τῆς φύσεως ἀτέραμνον διὰ τῆς τῶν ἐθισμῶν κατασκευῆς ἐξημεροῦν καὶ πραύνειν. ὧν Κυναιθεῖς ὀλιγωρήσαντες εἰς τέλος, καίτοι σκληρότατον παρὰ πολὺ τῆς Ἀρκαδίας ὁμοῦ τῷ τόπῳ καὶ τὸν ἀέρα ἔχοντες, πρὸς αὐτὰς τὰς ἐν ἀλλήλοις παρατριβὰς καὶ φιλοτιμίας ὁρμήσαντες τέλος ἀπεθηριώθησαν οὕτως ὡς μέγιστα ἀσεβήματα παρὰ μόνοις αὐτοῖς γίνεσθαι. καθοὓς δὲ καιροὺς τὴν μεγάλην σφαγὴν ἐποιήσαντο, εἰς ἅς ποτε πόλεις Ἀρκαδικὰς κατὰ τὴν δίοδον εἰσῆλθον, οἱ μὲν ἄλλοι παραχρῆμα πάντες αὐτοὺς ἐξεκήρυξαν, Μαντινεῖς δὲ καὶ μετὰ τὴν ἀπαλλαγὴν αὐτῶν καθαρμὸν τῆς πόλεως ἐποιήσαντο σφάγια περιαγαγόντες κύκλῳ τῆς χώρας ἁπάσης.
§23 Ἀγίας δὲ μουσικὸς ἔφη τὸν στύρακα τὸν ἐν ταῖς ὀρχήστραις θυμιώμενον τοῖς Διονυσίοις φρύγιον ποιεῖν ὀδμὴν τοῖς αἰσθανομένοις. τὸ δἀρχαῖον μουσικὴ ἐπἀνδρείαν προτροπὴ ἦν. Ἀλκαῖος γοῦν ποιητής, εἴ τις καὶ ἄλλος μουσικώτατος γενόμενος, πρότερα τῶν κατὰ ποιητικὴν τὰ κατὰ τὴν ἀνδρείαν τίθεται, μᾶλλον τοῦ δέοντος πολεμικὸς γενόμενος. διὸ καὶ ἐπὶ τοῖς τοιούτοις σεμνυνόμενός φησιν μαρμαίρει δὲ μέγας δόμος χαλκῷ· πᾶσα δἌρῃ κεκόσμηται στέγη λαμπραῖσιν κυνίαισι, κὰτ τᾶν λευκοὶ καθύπερθεν ἵππιοι λόφοι νεύουσιν, κεφαλαῖσιν ἀνδρῶν ἀγάλματα· χάλκιαι δὲ πασσάλοις κρυπτοῖσιν περικείμεναι λαμπραὶ κναμίδες, ἄρκος ἰσχυρῶ βέλευς θόρρακές τε νέω λίνω, κόιλαι τε κατἀσπίδες βεβλημέναι, πὰρ δὲ Χαλκιδικαὶ σπάθαι, πὰρ δὲ ζώματα πολλὰ καὶ κυπάσσιδες. τῶν οὐκ ἔστι λαθέσθ᾽, ἐπειδὴ πρώτισθὑπὸ ἔργον ἕσταμεν τόδε. καίτοι μᾶλλον ἴσως ἥρμοττε τὴν οἰκίαν πλήρη εἶναι μουσικῶν ὀργάνων. ἀλλοἱ παλαιοὶ τὴν ἀνδρείαν ὑπελάμβανον εἶναι μεγίστην τῶν πολιτικῶν ἀρετῶν, καὶ ταύτῃ τὰ πολλὰ προσνέμειν οὐ τοῖς ἄλλοις. Ἀρχίλοχος γοῦν ἀγαθὸς ὢν ποιητὴς πρῶτον ἐκαυχήσατο τῷ δύνασθαι μετέχειν τῶν πολιτικῶν ἀγώνων, δεύτερον δὲ ἐμνήσθη τῶν περὶ τὴν ποιητικὴν ὑπαρχόντων αὐτῷ, λέγων εἰμὶ δἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος, καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος. ὁμοίως δὲ καὶ Αἰσχύλος τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἧττον ἐπὶ τοῦ τάφου ἐπιγραφῆναι ἠξίωσεν μᾶλλον τὴν ἀνδρείαν, ποιήσας· ἀλκὴν δεὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι καὶ βαθυχαῖταί κεν Μῆδοι ἐπιστάμενοι.
§24 διόπερ καὶ οἱ ἀνδρειότατοι Λακεδαιμόνιοι μεταὐλῶν στρατεύονται, Κρῆτες δὲ μετὰ λύρας, μετὰ δὲ συρίγγων καὶ αὐλῶν Λυδοί, ὡς Ἡρόδοτος ἱστορεῖ, πολλοὶ δὲ καὶ τῶν βαρβάρων τὰς ἐπικηρυκείας ποιοῦνται μεταὐλῶν καὶ κιθάρας, καταπραύνοντες τῶν ἐναντίων τὰς ψυχάς. Θεόπομπος δἐν τεσσαρακοστῇ ἕκτῃ τῶν Ἱστορίῶν Γέται, φησί, κιθάρας ἔχοντες καὶ κιθαρίζοντες τὰς ἐπικηρυκείας ποιοῦνται. ὅθεν ἔοικεν καὶ Ὅμηρος διατηρῶν τὴν ἀρχαίαν τῶν Ἑλλήνων κατάστασιν λέγειν, φόρμιγγός θ᾽, ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην, ὡς καὶ τοῖς εὐωχουμένοις χρησίμης οὔσης τῆς τέχνης, ἦν δὡς ἔοικε τοῦτο νενομισμένον, πρῶτον μὲν ὅπως ἕκαστος τῶν εἰς μέθην καὶ πλήρωσιν ὡρμημένων ἰατρὸν λαμβάνῃ τῆς ὕβρεως καὶ τῆς ἀκοσμίας τὴν μουσικήν, εἶθὅτι τὴν αὐθάδειαν πραύνει· περιαιρουμένη γὰρ τὴν στυγνότητα ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον, ὅθεν καὶ Ὅμηρος εἰσήγαγε τοὺς θεοὺς χρωμένους ἐν τοῖς πρώτοις τῆς Ἰλιάδος τῇ μουσικῇ, μετὰ γὰρ τὴν περὶ τὸν Ἀχιλλέα φιλοτιμίαν διετέλουν ἀκροώμενοι φόρμιγγος περικαλλέος, ἣν ἔχἈπόλλων, Μουσάων θ᾽, αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. παύσασθαι γὰρ ἔδει τὰ νείκη καὶ τὴν στάσιν, καθάπερ ἐλέγομεν. ἐοίκασιν οὖν οἱ πολλοὶ τὴν ἐπιστήμην ἀποδιδόναι ταῖς συνουσίαις ἐπανορθώσεως χάριν καὶ ὠφελείας· ἀλλὰ μὴν οἱ ἀρχαῖοι καὶ περιέλαβον ἔθεσι καὶ νόμοις τοὺς τῶν θεῶν ὕμνους ᾄδειν ἅπαντας ἐν ταῖς ἑστιάσεσιν, ὅπως καὶ διὰ τούτων τηρῆται τὸ καλὸν καὶ σωφρονικὸν ἡμῶν. ἐν ἁρμονίων γὰρ ὄντων τῶν ᾀσμάτων προσγενόμενος τῶν θεῶν λόγος ἀποσεμνύνει τὸν ἑκάστων τρόπον. Φιλόχορος δέ φησιν ὡς οἱ παλαιοὶ σπένδοντες οὐκ αἰεὶ διθυραμβοῦσιν, ἀλλὅταν σπένδωσι, τὸν μὲν Διόνυσον ἐν οἴνῳ καὶ μέθῃ, τὸν δἈπόλλωνα μεθἡσυχίας καὶ τάξεως μέλποντες. Ἀρχίλοχος γοῦν φησιν ὡς Διωνύσοι᾽ ἄνακτος καλὸν ἐξάρξαι μέλος οἶδα διθύραμβον, οἴνῳ συγκεραυνωθεὶς φρένας. καὶ Ἐπίχαρμος δἐν Φιλοκτήτῃ ἔφη· οὐκ ἔστι διθύραμβος ὅκχὕδωρ πίῃς. ὅτι μὲν οὖν οὐχ ἡδονῆς χάριν ἐπιπολαίου καὶ δημοτικῆς μουσικὴ προῆλθεν κατἀρχὰς εἰς τὰς ἑστιάσεις, ὥσπερ ἔνιοι νομίζουσιν, φανερὸν ἐκ τῶν εἰρημένων. Λακεδαιμόνιοι δεἰ μὲν ἐμάνθανον τὴν μουσικήν, οὐδὲν λέγουσιν, ὅτι δὲ κρίνειν δύνανται καλῶς τὴν τέχνην ὁμολογεῖται παραὐτῶν, καί φασιν τρὶς ἤδη σεσωκέναι διαφθειρομένην αὐτήν.
§25 καὶ πρὸς γυμνασίαν δὲ καὶ ὀξύτητα διανοίας συμβάλλεται μουσικὴ· διὸ καὶ τῶν ʽἙλλήνων ἕκαστοι καὶ τῶν βαρβάρων οἱ γινωσκόμενοι τυγχάνουσιν χρώμενοι. οὐ κακῶς· δὲ λέγουσιν οἱ περὶ Δάμωνα τὸν Ἀθηναῖον ὅτι καὶ τὰς ᾠδὰς καὶ τὰς ὀρχήσεις ἀνάγκη γίνεσθαι κινουμένης πως τῆς ψυχῆς· καὶ αἱ μὲν ἐλευθέριοι καὶ καλαὶ ποιοῦσι τοιαύτας, αἱ δἐναντίαι τὰς ἐναντίας, ὅθεν καὶ τὸ Κλεοσθένους τοῦ Σικυωνίων τυράννου χαρίεν καὶ σημεῖον διανοίας πεπαιδευμένης. ἰδὼν γάρ, ὣς φασι, φορτικῶς ὀρχησάμενον ἕνα τῶν τῆς θυγατρὸς μνηστήρωνἹπποκλείδης δἦν Ἀθηναῖοσἀπωρχῆσθαι τὸν γάμον αὐτὸν ἔφησεν, νομίζων ὡς ἔοικεν καὶ τὴν ψυχὴν τἀνδρὸς εἶναι τοιαύτην. καὶ γὰρ ἐν ὀρχήσει καὶ πορείᾳ καλὸν μὲν εὐσχημοσύνη καὶ κόσμος, αἰσχρὸν δὲ ἀταξία καὶ τὸ φορτικόν. διὰ τοῦτο γὰρ καὶ ἐξ ἀρχῆς συνέταττον οἱ ποιηταὶ τοῖς ἐλευθέροις τὰς ὀρχήσεις καὶ ἐχρῶντο τοῖς σχήμασι σημείοις μόνον τῶν ᾀδομένων, τηροῦντες αἰεὶ τὸ εὐγενὲς καὶ ἀνδρῶδες ἐπαὐτῶν, ὅθεν καὶ ὑπορχήματα τὰ τοιαῦτα προσηγόρευον. εἰ δὲ τις ἀμέτρως διαθείη τὴν σχηματοποιίαν καὶ ταῖς ᾠδαῖς ἐπιτυγχάνων μηδὲν λέγοι κατὰ τὴν ὄρχησιν, οὗτος δἦν ἀδόκιμος. διὸ καὶ Ἀριστοφάνης Πλάτων ἐν ταῖς Σκευαῖς, ὡς Χαμαιλέων φησίν, εἴρηκεν οὕτως· ὥστεἴ τις ὀρχοῖτεὖ, θέαμἦν· νῦν δὲ δρῶσιν οὐδέν, ἀλλὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται. ἦν γὰρ τὸ τῆς ὀρχήσεως γένος τῆς ἐν τοῖς χοροῖς εὔσχημον τότε καὶ μεγαλοπρεπὲς καὶ ὡσανεὶ τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἀπομιμούμενον. ὅθεν καὶ Σωκράτης ἐν τοῖς ποιήμασιν τοὺς κάλλιστα χορεύοντας ἀρίστους φησὶν εἶναι τὰ πολέμια λέγων οὕτως οἳ δὲ χοροῖς κάλλιστα θεοὺς τιμῶσιν, ἄριστοι ἐν πολέμῳ. σχεδὸν γὰρ ὥσπερ ἐξοπλισία τις ἦν χορεία καὶ ἐπίδειξις οὐ μόνον τῆς λοιπῆς εὐταξίας, ἀλλὰ καὶ τῆς τῶν σωμάτων ἐπιμελείας.
§26 Ἀμφίων δ Θεσπιεὺς ἐν δευτέρῳ περὶ τοῦ ἐν Ἑλικῶνι Μουσείου ἄγεσθαί φησιν ἐν Ἑλικῶνι παίδων ὀρχήσεις μετὰ σπουδῆς, παρατιθέμενος ἀρχαῖον Ἐπίγραμμα τόδε· ἀμφότερ᾽, ὠρχεύμην τε καὶ ἐν Μώσαις ἐδίδασκον ἄνδρας· δαὐλητὰς ἦν Ἄνακος Φιαλεύς. εἰμὶ δὲ Βακχιάδας Σικυώνιος. ῥα θεοῖσι ταῖς Σικυῶνι καλὸν τοῦτἀπέκειτο γέρας. οὐ κακῶς δὲ καὶ Καφισίας αὐλητής, ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν αὐλεῖν μέγα καὶ τοῦτο μελετῶντος, πατάξας εἶπεν οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἶναι, ἀλλὰ ἐν τῷ εὖ τὸ μέγα. ἐστὶ δὲ καὶ τὰ τῶν ἀρχαίων δημιουργῶν ἀγάλματα τῆς παλαιᾶς ὀρχήσεως λείψανα· διὸ καὶ συνέστη τὰ κατὰ τὴν χειρονομίαν ἐπιμελεστέρως διὰ ταύτην τὴν αἰτίαν. ἐζήτουν γὰρ κἀν ταύτῃ κινήσεις καλὰς καὶ ἐλευθερίους, ἐν τῷ εὖ τὸ μέγα περιλαμβάνοντες· καὶ τὰ σχήματα μετέφερον ἐντεῦθεν εἰς τοὺς χορούς, ἐκ δὲ τῶν χορῶν εἰς τὰς παλαίστρας, καὶ γὰρ ἐν τῇ μουσικῇ κἀν τῇ τῶν σωμάτων ἐπιμελείᾳ περιεποιοῦντο τὴν ἀνδρείαν καὶ πρὸς τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἐγυμνάζοντο μετὰ ᾠδῆς· ὅθεν ἐκινήθησαν αἱ καλούμεναι πυρρίχαι καὶ πᾶς τοιοῦτος τρόπος τῆς ὀρχήσεως· πολλαὶ γὰρ αἱ ὀνομασίαι αὐτῶν, ὡς παρὰ Κρησὶν ὀρσίτης καὶ ἐπικρήδιος. τὴν δἀπόκινον καλουμένην ὄρχησιν, ἧς μνημονεύει Κρατῖνος ἐν Νεμέσει καὶ Κηφισόδωρος ἐν Ἀμαζόσιν ᾽ι Ἀριστοφάνης τἐν Κενταύρῳ καὶ ἄλλοι πλείονες, ὕστερον μακτρισμὸν ὠνόμασαν· ἣν καὶ πολλαὶ γυναῖκες ὠρχοῦντο, ἃς καὶ μακτριστρίας ὀνομαζομένας οἶδα.
§27 τὰ δὲ στασιμώτερα καὶ πυκνότερα καὶ τὴν ὄρχησιν ἁπλουστέραν ἔχοντα καλεῖται δάκτυλοι, ἰαμβική, Μολοσσικὴ ἐμμέλεια, κόρδαξ, σίκιννις, Περσική, Φρύγιος νιβατισμός, Θρᾴκιος κολαβρισμός, τελεσιὰς· Μακεδονικὴ δἐστὶν αὕτη ὄρχησις, χρησάμενοι οἱ περὶ Πτολεμαῖον Ἀλέξανδρον τὸν Φιλίππου ἀδελφὸν ἀνεῖλον, ὡς ἱστορεῖ Μαρσύας ἐν τρίτῳ Μακεδονικῶν. μανιώδεις δεἰσὶν ὀρχήσεις κερνοφόρος καὶ μογγὰς καὶ θερμαυστρίς . ἦν δὲ καὶ παρὰ τοῖς ἰδιώταις καλουμένη ἄνθεμα. ταύτην δὲ ὠρχοῦντο μετὰ λέξεως τοιαύτης μιμούμενοι καὶ λέγοντες· ποῦ μοι τὰ ῥόδα, ποῦ μοι τὰ ἴα, ποῦ μοι τὰ καλὰ σέλινα; ταδὶ τὰ ῥόδα, ταδὶ τὰ ἴα, ταδὶ τὰ καλὰ σέλινα. παρὰ δὲ Συρακοσίοις καὶ Χιτωνέας Ἀρτέμιδος ὄρχησὶς τίς ἐστιν ἴδιος καὶ αὔλησις. ἦν δέ τις καὶ Ἰωνικὴ ὄρχησις παροίνιος. καὶ τὴν ἀγγελικὴν δὲ πάροινον ἠκρίβουν ὄρχησιν. καλεῖται δέ τις καὶ ἄλλη ὄρχησις κόσμου ἐκπύρωσις, ἧς μνημονεύει Μένιππος κυνικὸς ἐν τῷ Συμποσίῳ. καὶ γελοῖαι δεἰσὶν ὀρχήσεις ἴγδις καὶ μακτρισμὸς ἀπόκινός τε καὶ σοβάς, ἔτι δὲ μορφασμὸς καὶ γλαὺξ καὶ λέων ἀλφίτων τε ἔκχυσις καὶ χρεῶν ἀποκοπή· καὶ στοιχεῖα καὶ πυρρίχη. μεταὐλῶν δὠρχοῦντο τὴν τοῦ κελευστοῦ καὶ τὴν καλουμένην πινακίδα. σχήματα δέ ἐστιν ὀρχήσεως ξιφισμός, καλαθίσκος, καλλαβίδες, σκώψ, σκώπευμα. ἦν δὲ σκώψ τῶν ἀποσκοπούντων τι σχῆμα ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτωκότων. μνημονεύει Αἰσχύλος ἐν Θεωροῖς· καὶ μὴν παλαιῶν τῶνδέ σοι σκωπευμάτων. καλλαβίδων δΕὔπολις ἐν Κόλαξιν· καλλαβίδας δὲ βαίνει, σησαμίδας δὲ χέζει. θερμαυστρίς, ἑκατερίδες, σκοπός, χεὶρ καταπρηνής, χεὶρ σιμή, διποδισμός, ξύλου παράληψις, ἐπαγκωνισμός, καλαθίσκος, στρόβιλος, καὶ τελεσιὰς δἐστὶν ὄρχησις καλουμένη· στρατιωτικὴ δἐστὶν αὕτη ἀπό τινος ἀνδρὸς Τελεσίου λαβοῦσα τοὔνομα, μεθὅπλων τὸ πρῶτον αὐτὴν ἐκείνου ὀρχησαμένου, ὥς φησιν Ἱππαγόρας ἐν τῷ πρώτῳ περὶ τῆς Καρχηδονίων Πολιτείας.
§28 καλεῖται δ μὲν σατυρικὴ ὄρχησις, ὥς φησιν Ἀριστοκλῆς ἐν πρώτῳ περὶ Χορῶν, σίκιννις καὶ οἱ σάτυροι σικιννισταί. τινὲς δέ φασιν Σίκιννόν τινα βάρβαρον εὑρετὴν αὐτῆς γενέσθαι, ἄλλοι δὲ Κρῆτα λέγουσι τὸ γένος εἶναι τὸν Σίκιννον. ὀρχησταὶ δοἱ Κρῆτες, ὥς φησιν Ἀριστόξενος. Σκάμων δἐν πρώτῳ περὶ Εὑρημάτων σίκιννιν αὐτὴν εἰρῆσθαι ἀπὸ τοῦ σείεσθαι, καὶ πρῶτον ὀρχήσασθαι τὴν σίκιννιν Θέρσιππον. προτέρα δεὕρηται περὶ τοὺς πόδας κίνησις τῆς διὰ τῶν χειρῶν, οἱ γὰρ παλαιοὶ τοὺς πόδας μᾶλλον ἐγυμνάζοντο ἐν τοῖς ἀγῶσι καὶ τοῖς κυνηγεσίοις. οἱ δὲ Κρῆτες κυνηγετικοί, διὸ καὶ ποδώκεις. εἰσὶ δέ τινες οἵ φασι τὴν σίκιννιν ποιητικῶς ὠνομάσθαι ἀπὸ τῆς κινήσεως, ἣν καὶ οἱ σάτυροι ὀρχοῦνται ταχυτάτην οὖσαν. οὐ γὰρ ἔχει πάθος αὕτη ὄρχησις, διὸ οὐδὲ βραδύνει, συνέστηκεν δὲ καὶ σατυρική· πᾶσα ποίησις τὸ παλαιὸν ἐκ χορῶν, ὡς καὶ τότε τραγῳδία· διόπερ οὐδὲ ὑποκριτὰς εἶχον. τρεῖς δεἰσὶ τῆς σκηνικῆς ποιήσεως ὀρχήσεις, τραγική, κωμική, σατυρική, ὁμοίως δὲ καὶ τῆς λυρικῆς ποιήσεως τρεῖς, πυρρίχη, γυμνοπαιδική, ὑπορχηματική. καὶ ἐστὶν ὁμοία μὲν πυρρίχη τῇ σατυρικῇ· ἀμφότεραι γὰρ διὰ τάχους, πολεμικὴ δὲ δοκεῖ εἶναι πυρρίχη· ἔνοπλοι γὰρ αὐτὴν παῖδες ὀρχοῦνται. τάχους δὲ δεῖ τῷ πολέμῳ εἰς τὸ διώκειν καὶ εἰς τὸ ἡττωμένους φεύγειν μηδὲ μένειν μηδαἰδεῖσθαι κακοὺς εἶναι. δὲ γυμνοπαιδικὴ παρεμφερής ἐστι τῇ τραγικῇ ὀρχήσει ἥτις ἐμμέλεια καλεῖται· ἐν ἑκατέρᾳ δὲ ὁρᾶται τὸ βαρὺ καὶ σεμνόν. δὑπορχηματικὴ τῇ κωμικῇ οἰκειοῦται ἥτις καλεῖται κόρδαξ· παιγνιώδεις δεἰσὶν ἀμφότεραι.
§29–37
§29 Ἀριστόξενος δέ φησι τὴν πυρρίχην ἀπὸ Πυρρίχου Λάκωνος τὸ γένος τὴν προσηγορίαν λαβεῖν Λακωνικὸν δεἶναι μέχρι καὶ νῦν ὄνομα τὸν Πύρριχον. ἐμφανίζει δ ὄρχησις πολεμικὴ οὖσα ὡς Λακεδαιμονίων τὸ εὕρημα. πολεμικοὶ δεἰσὶν οἱ Λάκωνες, ὧν καὶ οἱ υἱοὶ τὰ ἐμβατήρια μέλη ἀναλαμβάνουσιν ἅπερ καὶ ἐνόπλια καλεῖται, καὶ αὐτοὶ δοἱ Λάκωνες ἐν τοῖς πολέμοις τὰ Τυρταίου ποιήματα ἀπομνημονεύοντες ἔνρυθμον κίνησιν ποιοῦνται. Φιλόχορος δέ φησιν κρατήσαντας Λακεδαιμονίους Μεσσηνίων διὰ τὴν Τυρταίου στρατηγίαν ἐν ταῖς στρατείαις ἔθος ποιήσασθαι, ἂν δειπνοποιήσωνται καὶ παιωνίσωσιν, ᾄδειν καθἕνα τι Τυρταίου· κρίνειν δὲ τὸν πολέμαρχον καὶ ἆθλον διδόναι τῷ νικῶντι κρέας, δὲ πυρρίχη παρὰ μὲν τοῖς ἄλλοις Ἕλλησιν οὐκ ἔτι παραμένει, καὶ ἐκλιπούσης δὲ αὐτῆς συμβέβηκε τοὺς πολέμους καταλυθῆναι. παρὰ μόνοις δὲ Λακεδαιμονίοις διαμένει προγύμνασμα οὖσα τοῦ πολέμου· ἐκμανθάνουσί τε πάντες ἐν τῇ Σπάρτῃ ἀπὸ πέντε ἐτῶν πυρριχίζειν. δὲ καθἡμᾶς πυρρίχη Διονυσιακή τις εἶναι δοκεῖ, ἐπιεικεστέρα οὖσα τῆς ἀρχαίας. ἔχουσι γὰρ οἱ ὀρχούμενοι θύρσους ἀντὶ δοράτων, προίενται δὲ ἐπἀλλήλους καὶ νάρθηκας, καὶ λαμπάδας φέρουσιν ὀρχοῦνταί τε τὰ περὶ τὸν Διόνυσον καὶ τοὺς Ἰνδοὺς ἔτι τε τὰ περὶ τὸν Πενθέα. τακτέον δὲ ἐπὶ τῆς πυρρίχης τὰ κάλλιστα μέλη καὶ τοὺς ὀρθίους ῥυθμούς.
§30 ἔοικεν δὲ γυμνοπαιδικὴ τῇ καλουμένῃ ἀναπάλῃ παρὰ τοῖς παλαιοῖς. γυμνοὶ γὰρ ὀρχοῦνται οἱ παῖδες πάντες, ἐνρύθμους φοράς τινας ἀποτελοῦντες καὶ σχήματά τινα τῶν χειρῶν κατὰ τὸ ἁπαλόν, ὥστἐμφαίνειν θεωρήματά τινα τῆς παλαίστρας καὶ τοῦ παγκρατίου, κινοῦντες ἐνρύθμως τοὺς πόδας, τρόποι δὲ αὐτῆς οἵ τε ὠσχοφορικοὶ καὶ οἱ βακχικοί, ὥστε καὶ τὴν ὄρχησιν ταύτην εἰς τὸν Διόνυσον ἀναφέρεσθαι. Ἀριστόξενος δέ φησιν ὡς οἱ παλαιοὶ γυμναζόμενοι πρῶτον ἐν τῇ γυμνοπαιδικῇ εἰς τὴν πυρρίχην ἐχώρουν πρὸ τοῦ εἰσιέναι εἰς τὸ θέατρον. καλεῖται δ πυρρίχη καὶ χειρονομία, δὑπορχηματική ἐστιν ἐν ᾄδων χορὸς ὀρχεῖται. φησὶ γοῦν Βακχυλίδης· οὐχ ἕδρας ἔργον οὐδἀμβολᾶς. καὶ Πίνδαρος δέ φησιν Λάκαινα μὲν παρθένων ἀγέλα. ὀρχοῦνται δὲ ταύτην παρὰ τῷ Πινδάρῳ οἱ Λάκωνες, καὶ ἐστὶν ὑπορχηματικὴ ὄρχησις ἀνδρῶν καὶ γυναικῶν κῶν. βέλτιστοι δέ εἰσι τῶν τρόπων οἵτινες καὶ ὀρχοῦνται. εἰσὶ δὲ οἵδε· προσοδιακοί, ἀποστολικοὶ οὗτοι δὲ καὶ παρθένιοι καλοῦνται καὶ οἱ τούτοις ὅμοιοι, τῶν γὰρ ὕμνων οἱ μὲν ὠρχοῦντο, οἱ δὲ οὐκ ὠρχοῦντο , τοὺς εἰς Ἀφροδίτην καὶ Διόνυσον, καὶ τὸν παιᾶνα δὲ ὁτὲ μὲν ὁτὲ δὲ οὔ. εἰσὶ δὲ καὶ παρὰ τοῖς βαρβάροις ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι σπουδαῖαι καὶ φαῦλαι ὀρχήσεις. μὲν κόρδαξ παρἝλλησι φορτικός, δὲ ἐμμέλεια σπουδαία, καθάπερ καὶ παρὰ Ἀρκάσι κίδαρις, παρὰ Σικυωνίοις τε ἀλητήρ. οὕτως δὲ καὶ ἐν Ἰθάκῃ καλεῖται ἀλητήρ, ὡς ἱστορεῖ Ἀριστόξενος ἐν πρώτῳ Συγκρίσεων, καὶ περὶ μὲν ὀρχήσεως τοσαῦτά μοι ἐπὶ τοῦ παρόντος λέλεκται.
§31 τὸ δὲ παλαιὸν ἐτηρεῖτο περὶ τὴν μουσικὴν τὸ καλὸν καὶ πάντεἶχε κατὰ τὴν τέχνην τὸν οἰκεῖον αὑτοῖς κόσμον. διόπερ ἦσαν ἴδιοι καθἑκάστην ἁρμονίαν αὐλοὶ καὶ ἑκάστοις αὐλητῶν ὑπῆρχον αὐλοὶ ἑκάστῃ ἁρμονίᾳ πρόσφοροι ἐν τοῖς ἀγῶσι Πρόνομος δ Θηβαῖος πρῶτος ηὔλησεν ἀπὸ τῶν αὐτῶν αὐλῶν πάσας τὰς ἁρμονίας, νῦν δὲ εἰκῇ καὶ ἀλόγως ἅπτονται τῆς μουσικῆς, καὶ πάλαι μὲν τὸ παρὰ τοῖς ὄχλοις εὐδοκιμεῖν σημεῖον ἦν κακοτεχνίας· ὅθεν καὶ Ἀσωπόδωρος Φλιάσιος κροταλιζομένου ποτέ τινος τῶν αὐλητῶν διατρίβων αὐτὸς ἔτι ἐν τῷ ὑποσκηνίῳ τί τοῦτ᾽; εἶπεν, δῆλον ὅτι μέγα κακόν γέγονεν, ὡς οὐκ ἂν ἄλλως ἐν τοῖς πολλοῖς εὐδοκιμήσαντος. οἶδα δέ τινας τοῦθἱστορήσαντας ὡς Ἀντιγενείδου εἰπόντοςκαίτοι οἱ καθἡμᾶς γε τέλος ποιοῦνται τῆς τέχνης τὴν παρὰ τοῖς θεάτροις εὐημερίαν. διόπερ Ἀριστόξενος ἐν τοῖς Συμμίκτοις Συμποτικοῖς ὅμοιον, φησί, ποιοῦμεν Ποσειδωνιάταις τοῖς ἐν τῷ Τυρσηνικῷ κόλπῳ κατοικοῦσιν. οἷς συνέβη τὰ μὲν ἐξ ἀρχῆς Ἕλλησιν οὖσιν ἐκβεβαρβαρῶσθαι Τυρρηνοῖς Ῥωμαίοις γεγονόσι, καὶ τήν τε φωνὴν μεταβεβληκέναι τά τε λοιπὰ τῶν ἐπιτηδευμάτων, ἄγειν δὲ μίαν τινὰ αὐτοὺς τῶν ἑορτῶν τῶν Ἑλληνικῶν ἔτι καὶ νῦν, ἐν συνιόντες ἀναμιμνήσκονται τῶν ἀρχαίων ἐκείνων ὀνομάτων τε καὶ νομίμων καὶ ἀπολοφυράμενοι πρὸς ἀλλήλους καὶ ἀποδακρύσαντες ἀπέρχονται, οὕτω δὴ οὖν, φησί, καὶ ἡμεῖς, ἐπειδὴ καὶ τὰ θέατρα ἐκβεβαρβάρωται καὶ εἰς μεγάλην διαφθορὰν προελήλυθεν πάνδημος αὕτη μουσική, καθαὑτοὺς γενόμενοι ὀλίγοι ἀναμιμνησκόμεθα οἵα ἦν μουσική. ταῦτα μὲν Ἀριστόξενος.
§32 κἀμοὶ δὲ διὰ τοῦτο φαίνεται φιλοσοφητέον εἶναι περὶ μουσικῆς. καὶ γὰρ Πυθαγόρας Σάμιος τηλικαύτην δόξαν ἔχων ἐπὶ φιλοσοφίᾳ καταφανής ἐστιν ἐκ πολλῶν οὐ παρέργως ἁψάμενος μουσικῆς· ὅς γε καὶ τὴν τοῦ παντὸς οὐσίαν διὰ μουσικῆς ἀποφαίνει συγκειμένην. τὸ δὅλον ἔοικεν παλαιὰ τῶν Ἑλλήνων σοφία τῇ μουσικῇ μάλιστεἶναι δεδομένη. καὶ διὰ τοῦτο τῶν μὲν θεῶν Ἀπόλλωνα, τῶν δὲ ἡμιθέων Ὀρφέα μουσικώτατον καὶ σοφώτατον ἔκρινον καὶ πάντας τοὺς χρωμένους τῇ τέχνῃ ταύτῃ σοφιστὰς ἀπεκάλουν, ὥσπερ καὶ Αἰσχύλος ἐποίησεν εἴτοὖν σοφιστὴς σκαιὰ παραπαίων χέλυν. ὅτι δὲ πρὸς τὴν μουσικὴν οἰκειότατα διέκειντο οἱ ἀρχαῖοι δῆλον καὶ ἐξ Ὁμήρου· ὃς διὰ τὸ μεμελοποιηκέναι πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἀφροντιστὶ πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ Περίανδρος Κορίνθιος ἐλεγειοποιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῇ τάξει τῶν μέτρων καὶ σκοποῦσιν ὅπως αὐτῶν μηθεὶς μήτε ἀκέφαλος ἔσται μήτε λαγαρὸς μήτε μείουρος. ἀκέφαλοι δέ εἰσιν οἱ ἐπὶ τῆς ἀρχῆς τὴν χωλότητα ἔχοντες · ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο· ἐπίτονος τετάνυστο βοὸς ἶφι κταμένοιο. λαγαροὶ δὲ οἱ ἐν μέσῳ, οἷον αἶψα δἄρΑἰνείαν φίλον υἱὸν Ἀγχίσαο. τῶν αὖθἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε. μείουροι δεἰσὶν οἱ ἐπὶ τῆς ἐκβολῆς, οἷον Τρῶες δἐρρίγησαν ὅπως ἴδον αἴολον ὄφιν. καλὴ Κασσιέπεια θεοῖς δέμας ἐοικυῖα. τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ἤια.
§33 διετήρησαν δὲ μάλιστα τῶν Ἑλλήνων Λακεδαιμόνιοι τὴν μουσικήν, πλείστῃ αὐτῇ χρώμενοι, καὶ συχνοὶ παραὐτοῖς ἐγένοντο μελῶν ποιηταί. τηροῦσιν δὲ καὶ νῦν τὰς ἀρχαίας ᾠδὰς ἐπιμελῶς πολυμαθεῖς τε εἰς ταύτας εἰσὶ καὶ ἀκριβεῖς, ὅθεν καὶ Πρατίνας φησί· Λάκων τέττιξ εὔτυκος εἰς χορόν. διὸ καὶ οἱ ποιηταὶ διετέλουν προσαγορεύοντες οὕτως τὰς ᾠδάς γλυκυτάτων πρύτανιν ὕμνων καὶ μέλεα μελιπτέρωτα Μουσᾶν. ἀπὸ γὰρ τῆς τοῦ βίου σωφροσύνης καὶ αὐστηρίας μετέβαινον ἀσμένως ἐπὶ τὴν μουσικήν, ἐχούσης τὸ κηλητικὸν τῆς ἐπιστήμης. εἰκότως οὖν ἐγίνετο χαίρειν τοὺς ἀκροωμένους. ἐκάλουν δὲ καὶ χορηγούς, ὥς φησιν Βυζάντιος Δημήτριος ἐν τετάρτῳ περὶ Ποιημάτων, οὐχ ὥσπερ νῦν τοὺς μισθουμένους τοὺς χορούς, ἀλλὰ τοὺς καθηγουμένους τοῦ χοροῦ, καθάπερ αὐτὸ τοὔνομα σημαίνει. καὶ τὸ χρηστομουσεῖν καὶ μὴ παραβαίνειν τοὺς ἀρχαίους τῆς μουσικῆς νόμους. συνέβαινε δὲ τὸ μὲν παλαιὸν φιλομουσεῖν τοὺς Ἕλληνας· μετὰ δὲ ταῦτα γενομένης ἀταξίας καταγηρασάντων σχεδὸν ἁπάντων τῶν ἀρχαίων νομίμων τε προαίρεσις αὕτη κατελύθη καὶ τρόποι μουσικῆς φαῦλοι κατεδείχθησαν, οἷς ἕκαστος τῶν χρωμένων ἀντὶ μὲν πρᾳότητος περιεποιεῖτο μαλακίαν, ἀντὶ δὲ σωφροσύνης ἀκολασίαν καὶ ἄνεσιν. ἔτι δἴσως τοῦτο μᾶλλον καὶ ἐπὶ πλέον προαχθήσεται ἐὰν μή τις ἀγάγῃ πάλιν εἰς τὸ συμφανὲς τὴν πάτριον μουσικήν. τὸ παλαιὸν γὰρ καὶ τῶν ἡρώων τὰς πράξεις καὶ τῶν θεῶν τοὺς ὕμνους διᾠδῆς ἐποιοῦντο. Ὅμηρος γοῦν φησιν ἐπἈχιλλέως· ἄειδε δἄρα κλέα ἀνδρῶν, ἤτοι ἡρώων, καὶ τὸν Φήμιον δέ φησιν ὅτι πολλὰ βροτῶν θελκτήρια οἶδεν, ἔργἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί. τὸ δὲ ἔθος τοῦτο καὶ παρὰ τοῖς βαρβάροις ἐσῴζετο, ὥς φησι Δίνων ἐν τοῖς Περσικοῖς. τὴν γοῦν Κύρου τοῦ πρώτου ἀνδρείαν καὶ τὸν μέλλοντα πόλεμον ἔσεσθαι πρὸς Ἀστυάγην προείδοντο οἱ ᾠδοί. ὅτε γάρ φησίν ᾐτήσατο τὴν εἰς Πέρσας ἀποδημίαν Κῦρος ἐγεγόνει δὲ αὐτοῦ πρότερον ἐπὶ τῶν ῥαβδοφόρων, εἶθὕστερον ἐπὶ τῶν ὁπλοφόρων καὶ ἀπῆλθεν εὐωχουμένου οὖν τοῦ Ἀστυάγους μετὰ τῶν φίλων τότε Ἀγγάρης τις ὄνομα οὗτος δἦν τῶν ᾠδῶν ἐνδοξότατος ᾖδεν εἰσκληθεὶς τά τε ἄλλα τῶν εἰθισμένων καὶ τὸ ἔσχατον εἶπεν ὡς ἀφεῖται εἰς τὸ ἕλος θηρίον μέγα, θρασύτερον ὑὸς ἀγρίου ἂν κυριεύσῃ τῶν καθαὑτὸ τόπων, πολλοῖς μετὀλίγον ῥᾳδίως μαχεῖται, ἐρομένου δὲ τοῦ Ἀστυάγους ποῖον θηρίον; ἔφη Κῦρον τὸν Πέρσην νομίσας οὖν ὀρθῶς αὐτὸν ὑπωπτευκέναι καὶ μεταπεμπόμενος οὐδὲν ὤνησεν.
§34 ἐγὼ δὲ ἔχων ἔτι πολλὰ λέγειν περὶ μουσικῆς αὐλῶν ἀκούων βόμβου καταπαύσω τὸ πολυλογεῖν, τὰ ἐκ Φιλαύλου Φιλεταίρου ἐπειπών· Ζεῦ, καλὸν γἔστἀποθανεῖν αὐλούμενον. τούτοις ἐν Ἅιδου γὰρ μόνοις ἐξουσία ἀφροδισιάζειν ἐστίν. οἱ δὲ τοὺς τρόπους ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον. μετὰ δὲ ταῦτα ζητήσεως γενομένης περὶ σαμβύκης ἔφη Μασούριος ὀξύφθογγον εἶναι μουσικὸν ὄργανον τὴν σαμβύκην διειλέχθαι τε περὶ αὐτοῦ Εὐφορίωνα τὸν ἐποποιὸν ἐν τῷ περὶ Ἰσθμίων, χρῆσθαι φήσας αὐτῷ Πάρθους καὶ Τρωγλοδύτας τετραχόρδῳ ὄντι ἱστορεῖν δὲ τοῦτο Πυθαγόραν ἐν τῷ περὶ τῆς Ἐρυθρᾶς Θαλάσσης, καλεῖται δέ τι καὶ τῶν πολιορκητικῶν ὀργάνων σαμβύκη, οὗ τό τε σχῆμα καὶ τὴν κατασκευὴν ἀποδείκνυσι Βίτων ἐν τῷ πρὸς Ἄτταλον περὶ Ὀργάνων. καὶ Ἀνδρέας Πανορμίτης ἐν τῷ τριακοστῷ τρίτῳ τῶν Σικελικῶν τῶν κατὰ πόλιν, ὡς ἀπὸ δύο νεῶν προσάγοιτο τοῖς τῶν ἐναντίων τείχεσι· καλεῖσθαί τε σαμβύκην, ἐπειδὴ ὅταν ἐξαρθῇ γίνεται σχῆμα νεὼς καὶ κλίμακος ἑνοποιούμενον ὅμοιον, δέ τί ἐστιν καὶ τὸ τῆς σαμβακης. μόσχος δἐν πρώτῳ Μηχανικῶν Ῥωμαικὸν εἶναι λέγει τὸ μηχάνημα καὶ Ἡρακλείδην τὸν Ταραντῖνον εὑρεῖν αὐτοῦ τὸ εἶδος. Πολύβιος δἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν Μάρκελλος, φησί, δυσχρηστούμενος ἐν τῇ Συρακουσῶν πολιορκίᾳ ὑπὸ τῶν Ἀρχιμήδους κατασκευασμάτων ἔλεγεν ταῖς μὲν ναυσὶν αὑτοῦ κυαθίζειν ἐκ θαλάσσης Ἀρχιμήδην, τὰς δὲ σαμβύκας ῥαπιζομένας ὥσπερ ἐκ πότου μεταἰσχύνης ἐκπεπτωκέναι.
§35 εἰπόντος δὲ ἐπὶ τούτοις Αἰμιλιανοῦ· ἀλλὰ μήν, ἑταῖρε Μασούριε, πολλάκις καὶ αὐτὸς ἐν ἐννοίᾳ γίνομαι, μουσικῆς ὢν ἐραστής, περὶ τῆς μαγάδιδος καλουμένης, πότερον αὐλῶν εἶδος κιθάρας ἐστίν, μὲν γάρ ἥδιστος Ἀνακρέων λέγει που· ψάλλω δεἴκοσι χορδαῖσι μάγαδιν ἔχων, Λεύκασπι, σὺ δἡβᾷς. Ἴων δ Χῖος ἐν Ὀμφάλῃ ὡς περὶ αὐλῶν λέγει διὰ τούτων Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς. ὅπερ ἐξηγούμενος ἰαμβεῖον Ἀρίσταρχος γραμματικός, ὃν μάντιν ἐκάλει Παναίτιος ʽ Ῥόδιος φιλόσοφος διὰ τὸ ῥᾳδίως καταμαντεύεσθαι τῆς τῶν ποιημάτων διανοίας, γένος αὐλοῦ φησιν εἶναι τὸν μάγαδιν, οὔτἈριστοξένου τοῦτεἰπόντος ἐν τοῖς.περὶ Αὐλητῶν ἐν τοῖς περὶ Αὐλῶν καὶ ᾽ι Ὀργάνων, ἀλλὰ μὴν οὐδὲ Ἀρχεστράτου· πεποίηται γὰρ καὶ τούτῳ δύο βυβλία περὶ Αὐλητῶν, οὐκ εἶπεν δὲ τοῦτο οὐδὲ Πύρρανδρος ἐν τῷ περὶ Αὐλητῶν, οὐδὲ Φίλλις Δήλιος. ξυνέγραψε γὰρ καὶ οὗτος περὶ Αὐλητῶν καὶ Εὐφράνωρ. Τρύφων δἐν δευτέρῳ περὶ Ὀνομασιῶν λέγει οὕτως μάγαδις καλούμενος αὐλός. καὶ πάλιν μάγαδις ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησίν μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα. τὴν ἀπορίαν οὖν μοι ταύτην οὐδεὶς ἄλλος δυνήσεται ἀπολύσασθαι, καλὲ Μασούριε, σύ.
§36 καὶ ὃς ἔφη· Δίδυμος γραμματικὸς ἐν ταῖς εἰς Ἴωνα Ἀντεξηγήσεσιν, ἑταῖρε Αἰμιλιανέ, μάγαδιν αὐλὸν ἀκούει τὸν κιθαριστήριον οὗ μνημονεύειν Ἀριστόξενον ἐν πρώτῳ περὶ Αὐλῶν Τρήσεως λέγοντα πέντε γένη εἶναι αὐλῶν, παρθενίους, παιδικούς, κιθαριστηρίους, τελείους, ὑπερτελείους. ἐλλείπειν οὖν δεῖ παρὰ τῷ Ἴωνι τόν τε σύνδεσμον, ἵν μάγαδις αὐλὸς θ προσαυλούμενος τῇ μαγάδιδι. γὰρ μάγαδις ὄργανόν ἐστι ψαλτικόν, ὡς Ἀνακρέων φησί, Λυδῶν τε εὕρημα, διὸ καὶ τὰς Λυδὰς ψαλτρίας φησὶν εἶναι Ἴων ἐν τῇ Ὀμφάλῃ διὰ τούτων ἀλλεἶα, Λυδαὶ ψάλτριαι, παλαιθέτων ὕμνων ἀοιδοί, τὸν ξένον κοιμήσατε. Θεόφιλος δ κωμικὸς ἐν Νεοπτολέμῳ καὶ τὸ τῇ μαγάδιδι ψάλλειν μαγαδίζειν λέγει ἐν τούτοις· πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα ἐστὶν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους· οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος. Εὐφορίων δὲ ἐν τῷ περὶ Ἰσθμίων παλαιὸν μέν φησι τὸ ὄργανον εἶναι τὴν μάγαδιν, μετασκευασθῆναι δὀψέ ποτε καὶ σαμβύκην μετονομασθῆναι. πλεῖστον δεἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλήνῃ, ὡς καὶ μίαν τῶν Μουσῶν ἔχουσαν αὐτὸ ὑπὸ Λεσβοθέμιδος ποιηθῆναι ἀρχαίου ἀγαλματοποιοῦ. Μέναιχμος δἐν τοῖς περὶ Τεχνιτῶν τὴν πηκτίδα, ἣν τὴν αὐτὴν εἶναι τῇ μαγάδιδι, Σαπφώ φησιν εὑρεῖν. Ἀριστόξενος δὲ τὴν μάγαδιν καὶ τὴν πηκτίδα χωρὶς πλήκτρου διὰ ψαλμοῦ παρέχεσθαι τὴν χρείαν. ὅπερ καὶ Πίνδαρον εἰρηκέναι ἐν τῷ πρὸς Ἱέρωνα σκολίῳ, τὴν μάγαδιν ὀνομάσαντα ψαλμὸν ἀντίφθογγον, διὰ τὸ διὰ δύο γενῶν ἅμα καὶ διὰ πασῶν ἔχειν τὴν συνῳδίαν ἀνδρῶν τε καὶ παίδων. καὶ Φρύνιχος δἐν Φοινίσσαις εἴρηκε· ψαλμοῖσιν ἀντίσπαστἀείδοντες μέλη. καὶ Σοφοκλῆς ἐν Μυσοῖς· πολὺς δὲ Φρὺξ τρίγωνος, ἀντίσπαστά τε Λυδῆς ἐφύμνει πηκτίδος συγχορδία.
§37 διαποροῦσι δἔνιοι ὅπως τῆς μαγάδιδος οὔσης κατὰ Ἀνακρέοντα ὀψὲ γάρ ποτε τὰ πολύχορδα ὀφθῆναι μνημονεύων αὐτῆς Ἀνακρέων λέγει· ψάλλω δεἴκοσι χορδαῖσι μάγαδιν ἔχων, Λεύκασπι. καὶ μὲν Ποσειδώνιὸς φησιν τριῶν μελῳδιῶν αὐτὸν μνημονεύειν, Φρυγίου τε καὶ Δωρίου καὶ Λυδίου· ταύταις γὰρ μόναις τὸν Ἀνακρέοντα κεχρῆσθαι· ὧν ζχορδαῖς ἑκάστης περαινομένης εἰκότως φάναι ψάλλειν αὐτὸν κχορδαῖς, τῷ ἀρτίῳ χρησάμενον ἀριθμῷ τὴν μίαν ἀφελόντα. ἀγνοεῖ δ Ποσειδώνιος ὅτι ἀρχαῖόν ἐστιν ὄργανον μάγαδις, σαφῶς Πινδάρου λέγοντος τὸν Τέρπανδρον ἀντίφθογγον εὑρεῖν τῇ παρὰ Λυδοῖς πηκτίδι τὸν βάρβιτον τὸν ῥα Τέρπανδρός ποθ Λέσβιος εὗρε πρῶτος ἐν δείπνοισι Λυδῶν ψαλμὸν ἀντίφθογγον ὑψηλᾶς ἀκούων πηκτίδος. πηκτὶς δὲ καὶ μάγαδις ταὐτόν, καθά φησιν Ἀριστόξενος καὶ Μέναιχμος Σικυώνιος ἐν τοῖς περὶ Τεχνιτῶν. καὶ τὴν Σαπφὼ δέ φησιν οὗτος, ἥτις ἐστὶν Ἀνακρέοντος πρεσβυτέρα, πρώτην χρήσασθαι τῇ πηκτίδι. ὅτι δὲ καὶ Τέρπανδρος ἀρχαιότερος Ἀνακρέοντος δῆλον ἐκ τούτων τὰ Κάρνεια πρῶτος πάντων Τέρπανδρος νικᾷ, ὡς Ἑλλάνικος ἱστορεῖ ἔν τε τοῖς ἐμμέτροις Καρνεονίκαις κἀν τοῖς καταλογάδην . ἐγένετο δὲ θέσις τῶν Καρνείων κατὰ τὴν ἕκτην καὶ εἰκοστὴν ὀλυμπιάδα, ὡς Σωσίβιός φησιν ἐν τῷ περὶ Χρόνων. Ἱερώνυμος δἐν τῷ περὶ Κιθαρῳδῶν, ὅπερ ἐστὶ πέμπτον τῶν περὶ Ποιητῶν, κατὰ Λυκοῦργον τὸν νομοθέτην τὸν Τέρπανδρόν φησι γενέσθαι, ὃς ὑπὸ πάντων συμφώνως ἱστορεῖται μετὰ Ἰφίτου τοῦ Ἠλείου τὴν πρώτην ἀριθμηθεῖσαν τῶν Ὀλυμπίων θέσιν διαθεῖναι. Εὐφορίων τε ἐν τῷ περὶ Ἰσθμίων τὰ πολύχορδά φησι τῶν ὀργάνων ὀνόμασι μόνον παρηλλάχθαι, παμπάλαιον δαὐτῶν εἶναι τὴν χρῆσιν.
§38–47
§38 Διογένης δ τραγικὸς διαφέρειν οἴεται πηκτίδα μαγάδιδος, λέγων οὕτως ἐν τῇ Σεμέλῃ· καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους Κυβέλας γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν, τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων . . . σοφὴν θεῶν ὑμνῳδὸν ἰατρὸν θἅμα. κλύω δὲ Λυδὰς Βακτρίας τε παρθένους ποταμῷ παροίκους Ἅλυι Τμωλίαν θεὸν δαφνόσκιον κατἄλσος Ἄρτεμιν σέβειν ψαλμοῖς τριγώνων πηκτίδων τἀντιζύγοις ὁλκοῖς κρεκούσας μάγαδιν, ἔνθα Περσικῷ νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς. καὶ Φίλλις δ Δήλιος ἐν δευτέρῳ περὶ Μουσικῆς διαφέρειν φησὶ πηκτίδα μαγάδιδος, λέγων οὕτως· φοίνικες, πηκτίδες, μαγάδιδες, σαμβῦκαι, ἰαμβῦκαι; τρίγωνα, κλεψίαμβοι, σκινδαψοί, ἐννεάχορδα. ἐν οἷς γάρ, φησί, τοὺς ἰάμβους ᾖδον ἰαμβύκας ἐκάλουν ἐν οἷς δὲ παρελογίζοντο τὰ ἐν τοῖς μέτροις κλεψιάμβους. μαγάδιδας δὲ ἐν οἷς τὰ διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμοσμένα. καὶ ἄλλα δἦν παρὰ ταῦτα· καὶ γὰρ βάρβιτος βάρμος καὶ ἄλλα πλείονα τὰ μὲν ἔγχορδα, τὰ δὲ ἔνηχα κατεσκεύαζον.
§39 Ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα. περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος Βίου, ἐπιχωριάσαι φάσκων ποτὲ καθὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ᾄσματι, οὗ ἐστιν ἀρχή· Ἄρτεμι, σοί μέ τι φρὴν ἐφίμερον ὕμνον ὑφαινέμεναι θεόθεναδετις· ἀλλὰ χρυσοφάεννα κρέμβαλα χαλκοπάραα χερσίν. Ἕρμιππος δἐν Θεοῖς τὸ τούτοις κρούειν κρεμβαλιάζουσι εἴρηκεν ἐν τούτοις λεπάδας δὲ πετρῶν ἀποκόπτοντες κρεμβαλιάζουσι. Δίδυμος δέ φησιν εἰωθέναι τινὰς ἀντὶ τῆς λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας ἔρρυθμον ἦχόν τινα ἀποτελεῖν τοῖς ὀρχουμένοις, καθάπερ καὶ Ἀριστοφάνην ἐν Βατράχοις φάναι.
§40 Ἀρτέμων δἐν τῷ πρώτῳ περὶ Διονυσιακοῦ Συστήματος Τιμόθεόν φησι τὸν Μιλήσιον παρά τοῖς πολλοῖς δόξαι πολυχορδοτέρῳ συστήματι χρήσασθαι τῇ μαγάδι διὸ καὶ παρὰ τοῖς Λάκωσιν εὐθυνόμενον ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικήν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, δεῖξαι παραὐτοῖς ὑπάρχοντα Ἀπολλωνίσκον πρὸς τὴν αὑτοῦ σύνταξιν ἰσόχορδον λύραν ἔχοντα καὶ ἀφεθῆναι. Δοῦρις δἐν τῷ περὶ Τραγῳδίας ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος Θρᾳκὸς γένος, Ἀπολλόδωρος δἐν τῇ πρὸς τὴν Ἀριστοκλέους Ἐπιστολὴν Ἀντιγραφῇ νῦν, φησίν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτεἶναι μάγαδιν, δὲ κλεψίαμβος κληθείς, ἔτι δ τρίγωνος καὶ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ καθέστηκεν. καὶ Ἀλκμὰν δέ φησιν μάγαδιν δἀποθέσθαι. Σοφοκλῆς δὲ ἐν Θαμύρᾳ· πηκταὶ δὲ λύραι καὶ μαγάδιδες τὰ τἐν Ἕλλησι ξόανἡδυμελῆ. Τελέστης δἐν Ὑμεναίῳ διθυράμβῳ πεντάχορδόν φησιν αὐτὴν εἶναι διὰ τούτων ἄλλος δἄλλαν κλαγγὰν ἱεὶς κερατόφωνον ἐρέθιζε μάγαδιν, ἐν πενταρράβδῳ χορδᾶν ἀρθμῷ χεῖρα καμψιδίαυλον ἀναστρωφῶν τάχος· οἶδα δὲ καὶ ἄλλο ὄργανον τῶν Θρᾳκῶν οἱ βασιλεῖς ἐν τοῖς δείπνοις χρῶνται, ὥς φησιν Νικομήδης ἐν τῷ περὶ Ὀρφέως. φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς περὶ Εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθέντα ταύτης τυχεῖν τῆς προσηγορίας, Σῆμος δὲ Δήλιος ἐν πρώτῳ Δηλιάδος διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξειργάσθαι. τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν, ἧς.., Σκάμων προειρημένος ὀνομασθῆναι δαὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός.
§41 καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου ὄργανον δὲ καὶ τοῦτο μουσικόν προειρημένος Ἀρτέμων γράφει οὕτως· ὅθεν πολλὰ τῶν ὀργάνων οὐδ᾽ εἰ γέγονέ ποτε γινώσκεται· καθάπερ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν, καὶ διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν, διἣν δὴ ποτοὖν αἰτίαν, συντόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. ἦν δὲ παραπλήσιος μὲν Δελφικῷ τρίποδι καὶ τοὔνομἐντεῦθεν ἔσχεν, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο, τῶν γὰρ ποδῶν ἑστώτων ἐπί τινος βάσεως εὐστρόφου, καθάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται, θέσεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἠχείων ἀποδούς· ἐξ ὧν καὶ τὴν φαντασίαν εἶχεν ἀστείαν καὶ τὸν ἦχον προσέβαλλεν ἁδρότερον. διένειμε δὲ ἑκάστῃ χώρᾳ τὰς τρεῖς ἁρμονίας, τήν τε δωριστὶ καὶ φρυγιστὶ καὶ λυδιστί. καὶ καθεζόμενος αὐτὸς ἐπί τινος δίφρου περὶ ταυτὸν συμμέτρως ἔχοντος τῇ συστάσει, διείρας δὲ τὴν εὐώνυμον χεῖρα πρὸς τὴν ἐπιβολήν, καὶ τῇ ἑτέρᾳ χρησόμενος τῷ πλήκτρῳ, καθὁποίαν δὴ πρώτην ᾑρεῖτο τῶν ἁρμονιῶν μετέστρεφε τῷ ποδὶ τὴν βάσιν εὔτροχον οὖσαν, καὶ πρὸς ἑτέραν πλευρὰν πάλιν ἐπιβάλλων ἐχρῆτο καὶ πάλιν ἑτέραν. οὕτω δὲ ὀξέως ὑπὸ τὴν χεῖρα προσῆγεν αὐτῷ τὰ συστήματα τῆς βάσεως εὐκινησία τῷ ποδὶ ψαυαμένη καὶ τὴν χειροθεσίαν ἐπὶ τοσοῦτον εἰθίσθη κατοξύνειν ὥστ᾽, εἴ τις μὴ συνορῴη τὸ γινόμενον, ἀλλὰ διὰ τῆς ἀκοῆς μόνον κρίνοι, νομίζειν γκιθαρῶν ἀκούειν διαφόρως ἡρμοσμένων. καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως.
§42 τὴν δὲ ψιλὴν κιθάρισιν πρῶτόν φησιν Μέναιχμος εἰσαγαγεῖν Ἀριστόνικον τὸν Ἀργεῖον, τῇ ἡλικίᾳ γενόμενον κατὰ Ἀρχίλοχον, κατοικήσαντα ἐν Κορκύρᾳ. Φιλόχορος δἐν γἈτθίδος Λύσανδρος, φησίν, Σικυώνιος κιθαριστὴς πρῶτος μετέστησε τὴν ψιλοκιθαριστικήν, μακροὺς τοὺς τόνους ἐντείνας καὶ τὴν φωνὴν εὔογκον ποιήσας, καὶ τὴν ἔναυλον κιθάρισιν πρῶτοι οἱ περὶ Ἐπίγονον ἐχρήσαντο. καὶ περιελὼν τὴν συντομίαν τὴν ὑπάρχουσαν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ ἰάμβους καὶ μάγαδιν, τὸν καλούμενον συριγμόν· καὶ ὄργανον μετέλαβεν μόνος τῶν πρὸ αὐτοῦ, καὶ τὸ πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος. Δίωνα δὲ τὸν Χῖον τὸ τοῦ Διονύσου σπονδεῖον πρῶτον κιθαρίσαι Μέναιχμος. Τιμόμαχος δἐν τοῖς Κυπριακοῖς Στήσανδρον λέγει τὸν Σάμιον ἐπὶ πλεῖον αὐξῆσαι τήν τέχνην καὶ πρῶτον ἐν Δελφοῖς κιθαρῳδῆσαι τὰς καθὍμηρον μάχας, ἀρξάμενον ἀπὸ τῆς Ὀδυσσείας. ἄλλοι δὲ πρῶτόν φασιν παρἘλευθερναίοις κιθαρίσαι τὰς ἐρωτικὰς ᾠδὰς Ἀμήτορα τὸν Ἐλευθερναῖον, οὗ καὶ τοὺς ἀπογόνους Ἀμητορίδας καλεῖσθαι. Ἀριστόξενος δέ φησιν ὥσπερ τῶν ἑξαμέτρων τινὲς ἐπὶ τὸ γελοῖον παρῳδὰς εὗρον, οὕτως καὶ τῆς κιθαρῳδίας πρῶτος Οἰνώνας, ὃν ἐζήλωσαν Πολύευκτός τε Ἀχαιὸς καὶ Διοκλῆς Κυναιθεύς. καὶ μοχθηρῶν δὲ ᾀσμάτων γεγόνασι ποιηταί, περὶ ὧν φησι Φαινίας Ἐρέσιος ἐν τοῖς πρὸς τοὺς Σοφιστὰς γράφων οὕτως· Τελένικος Βυζάντιος, ἔτι δὲ Ἀργᾶς ποιηταὶ μοχθηρῶν ὄντες νόμων πρὸς μὲν τὸν ἴδιον χαρακτῆρα τῆς ποιήσεως εὐπόρουν, τῶν δὲ Τερπάνδρου καὶ Φρύνιδος νόμων οὐδὲ κατὰ μικρὸν ἠδύναντο ἐπιψαῦσαι. τοῦ Ἀργᾶ μνημονεύει Ἄλεξις ἐν Ἀποβάτῃ οὕτως· Χορόνικος ποιητὴς ὁδί. β. τίνων ποιητὴς ᾀσμάτων; α. σεμνῶν πάνυ. β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; α. ἡμέρας δρόμῳ κρείττων. καὶ Ἀναξανδρίδης ἐν Ἡρακλεῖ· μὲν γάρ εὐφυής τις εἶναι φαίνεται· ὡς δεὐρύθμως λαβὼν τὸ μελετητήριον εἶτἐσχεδίασε δριμέως εν παπαῖ, μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι κωδωνίσας πέμψαι σἀγωνιούμενον, ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, φίλε.
§43 δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους ποιήσας Πτωχοὺς Γνησίππου τινὸς μνημονεύει παιγνιαγράφου τῆς ἱλαρᾶς μούσης, λέγων οὕτως· ταῦτοὐ μὰ Δία Γνήσιππος οὐδὲ Κλεομένης ἐν ἐννέἂν χορδαῖς κατεγλυκάνατο. καὶ τοὺς Εἵλωτας δὲ πεποιηκώς φησιν τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε ἀρχαῖον ἀείδειν. δὲ Γνήσιππος ἔστἀκούειν, ὃς νυκτερίνεὗρε μοιχοῖς ἀείσματἐκκαλεῖσθαι γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον. Κρατῖνος ἐν Μαλθακοῖς· τίς ἄρἐρῶντά μοἶδεν Γνήσιππέ πω; πολλῇ χολη. οἴομαι ᾽γὼ μηδὲν οὕτως μωρὸν εἶναι καὶ κενόν. σκώπτει δαὐτὸν εἰς τὰ ποιήματα καὶ ἐν Βουκόλοις· ὃς οὐκ ἔδωκαἰτοῦντι Σοφοκλέει χορόν, τῷ Κλεομάχου δ᾽, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ ἐμοὶ διδάσκειν οὐδἂν εἰς Ἀδώνια. ἐν δὲ ταῖς ταῖς · ἴτω δὲ καὶ τραγῳδίας Κλεομάχου διδάσκαλος μεταὐτόν, παρατιλτριῶν ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη πονηρά. Τηλεκλείδης δὲ ἐν τοῖς Στερροῖς καὶ περὶ μοιχείας ἀναστρέφεσθαί φησιν αὐτόν. Κλέαρχος δὲ ἐν δευτέρῳ Ἐρωτικῶν τὰ ἐρωτικά φησιν ᾄσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέοντος διαφέρειν. ἔτι δὲ τὰ Ἀρχιλόχου καὶ τῶν Ὁμήρου Ἐπικιχλίδων τὰ πολλὰ διὰ τῆς ἐμμέτρου ποιήσεως τούτων ἔχεταί τινος τῶν παθῶν, ἀλλὰ καὶ τὰ Ἀσωποδώρου περὶ τὸν Ἔρωτα καὶ πᾶν τὸ τῶν ἐρωτικῶν ἐπιστολῶν γένος ἐρωτικῆς τινος διὰ λόγου ποιήσεώς ἐστιν.
§44 τοσαῦτα τοῦ Μασουρίου διεξελθόντος περιηνέχθησαν ἡμῖν καὶ αἱ δεύτεραι καλούμεναι τράπεζαι, πολλάκις ἡμῖν διδόμεναι οὐ μόνον ταῖς τῶν Κρονίων ἡμέραις, ἐν αἷς Ῥωμαίων παισὶν ἔθος ἐστὶν ἑστιᾶν τοὺς οἰκέτας, αὐτοὺς τὰς τῶν οἰκετῶν ἀναδεχομένους λειτουργίας. Ἑλληνικὸν δὲ τοῦτο τὸ ἔθος· ἐν Κρήτῃ γοῦν τῇ τῶν Ἑρμαίων ἑορτῇ τὸ ὅμοιον γίνεται, ὥς φησι Καρύστιος ἐν Ἰστορικοῖς Ὑπομνήμασιν. εὐωχουμένων γὰρ τῶν οἰκετῶν οἱ δεσπόται ὑπηρετοῦσιν πρὸς τὰς διακονίας, καὶ ἐν Τροιζῆνι δὲ μηνὶ Γεραιστίῳ· πανήγυρις δὲ τότε γίνεται πολυήμερος, ἧς ἐν μιᾷ οἱ δοῦλοι μετὰ τῶν πολιτῶν κοινῇ τε ἀστραγαλίζουσιν καὶ οἱ κύριοι τοὺς δούλους ἑστιῶσιν, ὡς αὐτός φησιν Καρύστιος Βήρωσος. δἐν πρώτῳ Βαβυλωνιακῶν τῷ Λώῳ φησὶ μηνὶ ἑκκαιδεκάτῃ ἄγεσθαι ἑορτὴν Σάκαια προσαγορευομένην ἐν Βαβυλῶνι ἐπὶ ἡμέρας πέντε, ἐν αἷς ἔθος εἶναι ἄρχεσθαι τοὺς δεσπότας ὑπὸ τῶν οἰκετῶν ἀφηγεῖσθαί τε τῆς οἰκίας ἕνα αὐτῶν ἐνδεδυκότα στολὴν ὁμοίαν τῇ βασιλικῇ· ὃν καὶ καλεῖσθαι ζωγάνην. μνημονεύει τῆς ἑορτῆς καὶ Κτησίας ἐν δευτέρῳ Περσικῶν. Κῷοι δὲ τοὐναντίον δρῶσιν, ὡς ἱστορεῖ Μακαρεὺς ἐν τρίτῳ Κῳακῶν· ὅταν γὰρ τῇ Ἥρᾳ θύωσιν, δοῦλοι οὐ παραγίνονται ἐπὶ τὴν εὐωχίαν. διὸ καὶ Φύλαρχον εἰρηκέναι· Οὐρανίῃ μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοί, ἀνδράσι παρκείνοισιν ἐλεύθερον ἆμαρ ἔχοντες δούλων δοὔτις πάμπαν ἐσέρχεται οὐδἠβαιόν.
§45 Βάτων δ Σινωπεὺς ῥήτωρ ἐν τῷ περὶ Θεσσαλίας καὶ Αἱμονίας σαφῶς ἐμφανίζει τὴν τῶν Σατουρναλίων ἑορτὴν Ἑλληνικωτάτην, φάσκων αὐτὴν παρὰ τοῖς Θεσσαλοῖς Πελώρια καλεῖσθαι, γράφων οὕτως θυσίας κοινῆς τοῖς Πελασγοῖς γινομένης ἀναγγεῖλαί τινα τῷ Πελασγῷ ἄνδρα, ὄνομα ἦν Πέλωρος, διότι ἐν τῇ Αἱμονίᾳ σεισμῶν μεγάλων γενομένων ῥαγείη τὰ Τέμπη ὄρη ὀνομαζόμενα καὶ διότι διὰ τοῦ διαστήματος ὁρμῆσαν τὸ τῆς λίμνης ὕδωρ ἐμβάλλοι εἰς τὸ τοῦ Πηνειοῦ ῥεῖθρον, καὶ τὴν πρότερον λιμνάζουσαν χώραν ἅπασαν γεγυμνῶσθαι καὶ ἀναξηραινομένων τῶν ὑδάτων πεδία θαυμαστὰ τῷ μεγέθει καὶ τῷ κάλλει ἀναφαίνεσθαι. ἀκούσαντα οὖν τὸν Πελασγὸν τὴν τράπεζαν ἀφθόνως αὑτῷ κεκοσμημένην τῷ Πελώρῳ παραθεῖναι. καὶ τοὺς ἄλλους δὲ φιλοφρονουμένους ἕκαστον φέρειν τι ἔχοι παραὑτῷ βέλτιστον καὶ παρατιθέναι ἐπὶ τὴν τράπεζαν τῷ ἀπαγγείλαντι, καὶ αὐτὸν τὸν Πελασγὸν προθύμως διακονεῖν καὶ τῶν ἄλλων τοὺς ἐν ἀξιώματι ὄντας ὑπηρετεῖν, καθότι ἑκάστῳ καιρὸς παρέπιπτεν. διόπερ φασίν, ἐπεὶ τὴν χώραν κατέσχον, ἀπομίμημα τῆς τότε γενομένης ἑορτῆς . . . καὶ θύοντας Διὶ Πελωρίῳ τραπέζας τε λαμπρῶς κοσμοῦντας προτιθέναι καὶ οὕτως φιλάνθρωπον τὴν πανήγυριν συντελεῖν, ὥστε καὶ τοὺς ξένους ἅπαντας ἐπὶ τὴν θοίνην παραλαμβάνειν καὶ τοὺς δεσμώτας λύειν καὶ τοὺς οἰκέτας κατακλίναντας μετὰ πάσης παρρησίας ἑστιᾶν, διακονούντων αὐτοῖς τῶν δεσποτῶν καὶ τὸ σύνολον ἔτι καὶ νῦν Θεσσαλοὺς μεγίστην ἑορτὴν ἄγοντας προσαγορεύειν Πελώρια.
§46 πολλάκις οὖν, ὡς ἔφην, τῶν τοιούτων ἡμῖν παρατιθεμένων ἐπιδορπισμάτων ἔφη τις τῶν παρόντων αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. τί γὰρ ποθεῖ τράπεζα; τῷ δὲ οὐ βρίθεται; πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα, φησὶν Εὐριπίδης ἐν Κρήσσαις. καὶ ὡς Εὔβουλος δἐν Ὀλβίᾳ ἔφη· ἐν τῷ γὰρ αὐτῷ πάνθὁμοῦ πωλήσεται ἐν ταῖς Ἀθήναις· σῦκα, β. κλητῆρες, α, βότρυς, γογγυλίδες, ἄπιοι, μῆλα, β. μάρτυρες, α. ῥόδα, μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι, β, δίκαι, δ. πυός, πυριάτη, μύρτα, β. κληρωτήρια, α, ὑάκινθος, ἄρνες, β. κλεψύδραι, νόμοι, γραφαί. μέλλοντος οὖν τοῦ Ποντιανοῦ λέγειν περὶ ἑκάστου τῶν παρακειμένων, οὐ πρότερόν γε, ἔφη Οὐλπιανός, ἀκουσόμεθα περὶ τούτων ἕως ἂν περὶ τῶν ἐπιδορπισμάτων εἴπῃς. καὶ Ποντιανός· τραγήματα Κράτης φησὶ Φιλιππίδην λέγειν ἐν Φιλαργύρῳ οὕτως πλακοῦντες, ἐπιδορπίσματ᾽, ᾠά, σήσαμα· ὅλην λέγοντοὐκ ἂν ἐπιλείποι μἡμέραν. καὶ Δίφιλος ἐν Τελεσίᾳ· τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα. β. ἐγὼ δὲ ταῦθἥδιστά γἐπιδορπίζομαι. Σώφιλος ἐν Παρακαταθήκῃ· ἡδύ γε μετἀνδρῶν ἐστιν Ἑλλήνων αἰεὶ συνάγειν· τὸ πρᾶγμα χάριεν. οὐχὶ δώδεκα κυάθους, ἀνεβόησέν τις, ὑποχεῖς; κωμάσαι πρὸς τὴν Ταναγρικὴν δεῖ γάρ, ἵνἐκεῖ κατακλιθεὶς ἐπιδορπίσηται τὰς ὀνείας ματτύας. Πλάτων ἐν τῷ Ἀτλαντικῷ μεταδόρπια αὐτὰ καλεῖ ἐν τούτοις πάντα τε εὐώδη ἔφερέ τότε τοῖς κατοικοῦσιν γῆ, καὶ τὸν ἥμερον δὲ καρπὸν πλεῖστον ἔφερεν καὶ ἀκροδρύων πλῆθος καὶ ὅσα παραμύθια ἡδονῆς μεταδόρπια.
§47 Τρύφων δέ φησι τὸ παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας, ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλά τε καὶ ποικίλα ἐπεισφέρεσθαι· διὸ καὶ ἐπιφορήματα κληθῆναι. Φιλύλλιος δἐν Φρεωρύχῳ φησὶν περὶ τῶν δευτέρων τραπεζῶν λέγων ἀμυγδάλια, καρύδι’ , ἐπιφορήματα. καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ καὶ Ἡρόδοτος ἐν αʹ καὶ ἐπιδορπίσασθαι δἔλεγον τὸ ἐντραγεῖν καὶ ἐπιδειπνῆσαι. ἅπερ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι ἐπιφορήματα καλεῖ διὰ τούτων ἰτρίοις ἐπιφορήμασὶ τ᾽ ἄλλοις γέμουσα. καὶ Ἡρόδοτος δὲ ἐν τῇ πρώτῃ· σιτίοις δὲ ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖς. τὸ μέντοι κατὰ τὴν παροιμίαν λεγόμενον Ἀβυδηνὸν ἐπιφόρημα τέλος τί ἐστιν καὶ ἐλλιμένιον, ὡς Ἀριστείδης φησὶν ἐν, γπερὶ Παροιμιῶν. Διονύσιος δ τοῦ Τρύφωνος· τὸ μὲν παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλὰ καὶ ποικίλα ἐπιφέρεσθαι· διὸ καὶ ἐπιφορήματα κληθῆναι. Φιλύλλιος δἐν Φρεωρύχῳ τὰ ἐπιφερόμενα μετὰ τὸ δειπνῆσαι λέγων ὧδε· ἀμυγδάλια, καρύδι’ , ἐπιφορήματα. Πλάτων δἐν Μενέλεῳ ἐπιτραπεζώματα αὐτὰ καλεῖ οἷον τὰ ἐπιτιθέμενα ταῖς τραπέζαις βρώματα, λέγων οὕτως· εἰπέ μοι, ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων; β. γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν. Ἀριστοτέλης δἐν τῷ περὶ Μέθης τὰ τραγήματά φησι λέγεσθαι ὑπὸ τῶν ἀρχαίων τρωγάλια· ὡσεὶ γὰρ ἐπιδορπισμὸν εἶναι. Πίνδαρος δέ ἐστιν εἰπών δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον, καίπερ πεδἄφθονον βοράν. ὄντως γὰρ κατὰ τὸν Εὐριπίδην ἀποβλέψαντα ἔστιν εἰς τὰ παρακείμενα εἰπεῖν ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος.
§48–57
§48 ὅτι γὰρ ἦσαν καὶ παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς μεμεριμνημέναι, παρίστησιν Πίνδαρος ἐν Ὀλυμπιονίκαις περὶ τῆς Πέλοπος κρεουργίας διηγούμενος· τραπέζαισι δἀμφὶ δεύτερα, κρεῶν σέθεν διεδάσαντο καὶ φάγον. ἐμοὶ δἄπορα γαστρίμαργον μακάρων τινεἰπεῖν. οἱ δὲ παλαιότεροι ἁπλῶς τραπέζας ἔλεγον, ὡς Ἀχαιὸς ἐν Ἡφαίστῳ σατυρικῷ· θοίνῃ σε πρῶτον τέρψομεν· πάρεστι δέ. β. τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ; α. μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας. β. ὕδωρ δὲ νῖψαι χεῖρας οὐ πρόσθεν δίδως; α. ἡνίκα τράπεζά γἐκποδὼν ἀπαίρεται. Ἀριστοφάνης Σφηξίν· ὕδωρ κατὰ χειρός· τὰς τραπέζας εἰσφέρειν. Ἀριστοτέλης δἐν τῷ περὶ Μέθης παραπλησίως ἡμῖν δευτέρας τραπέζας προσαγορεύει διὰ τούτων τὸ μὲν οὖν ὅλον διαφέρειν τράγημα βρώματος νομιστέον ὅσον ἔδεσμα τρωγαλίου. τοῦτο γὰρ πάτριον τοὔνομα τοῖς Ἕλλησιν, ἐπεὶ ἐν τραγήμασι τὰ βρώματα παρατίθενται. διόπερ οὐ κακῶς ἔοικεν εἰπεῖν πρῶτος δευτέραν προσαγορεύσας τράπεζαν ὄντως γὰρ ἐπιδορπισμός τις τραγηματισμός ἐστι καὶ δεῖπνον ἕτερον παρατίθεται τὰ τραγήματα. Δικαίαρχος δἐν πρώτῳ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησιν οὕτως· γε τὴν πολλὴν δαπάνην ἐν τοῖς δείπνοις παρέχουσα δευτέρα τράπεζα προσεγένετο, καὶ στέφανοι καὶ μύρα καὶ θυμιάματα καὶ τὰ τούτοις ἀκόλουθα πάντα
§49 ἐδίδοτο δὲ καὶ ᾠὸν ἐν τῇ δευτέρᾳ τραπέζῃ, ὥσπερ καὶ λαγῷα καὶ κίχλαι κοινῇ μετὰ τῶν μελιπήκτων προσεφέρετο, ὡσι Ἀντιφάνης ἐν Λεπτινίσκῳ φησὶν οὕτως· οἶνον Θάσιον πίνοις ἄν; β. εἴ τις ἐγχέοι. α· πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; β. εἰρηνικῶς α. β. μαλακὰς· διἀς μέλιτι πρέπει παίειν βίᾳ. α. μελίπηκτα δεἴ σοι προσφέροι; β. τρώγοιμι τἄν. α, ᾠὸν δέ; β. καταπίνοιμἄν. α. ἄλλου δεῖ τινος; ἐν δὲ Ὁμοίοις· εἶτἐπεισῆγεν χορείαν τράπεζαν δευτέραν, καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς. Ἄμφις δὲ ἐν Γυναικομανίᾳ· ἤδη ποτἤκουσας βίον ἀληλεμένον; β. ναί. α. τοῦτἐκεῖνἔστιν σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ, μύρον, στέφανος, αὐλητρίς. β. Διοσκόρω, ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας. Ἀναξανδρίδης Ἀγροίκοις· ὡς δἐστεφανώθην, τράπεζεἰσήγετο τοσαῦτἔχουσα βρώμαθὅσα, μὰ τοὺς θεοὺς καὶ τὰς θεάς, οὐδἔνδον ὄντᾔδειν ἐγώ· οὕτως παρέζωνχρηστῶσοὐκ ἔζων τότε. Κλέαρχος Πανδρόσῳ· λάβὕδωρ κατὰ χειρός. β. μηδαμῶς· καλῶς ἔχει. α. λάβ᾽, ὦγάθ᾽, οὐδὲν χεῖρον. παῖς, ἐπιτίθει ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα. Εὔβουλος Καμπυλίωνι· τραγημάτων δἔσθ τράπεζά σοι πλέα. β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε. Ἄλεξις Πολυκλείᾳ ἑταίρας δὄνομα Πολύκλεια· πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα. τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρε καὶ ἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας. καὶ ἐν Ὁμοίᾳ, τὸ δαὐτὸ δρᾶμα καὶ ὡς Ἀντιδότου φέρεται· οὐδὲ φιλόδειπνός εἰμι, μὰ τὸν Ἀσκληπιόν, τραγήμασιν χαίρω, μᾶλλον. β. εὖ πάνυ. α. τραγήματαἰσθάνομαι γὰρ ὅτι νομίζεται τοῖς νυμφίοις μετιοῦσι β. τὴν νύμφην λέγεις; α. παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας· τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις ὄψοισι καὶ ζωμοῖσιμηδάμ θεοί. Ἀπίων δὲ καὶ Διόδωρος, ὥς φησι Πάμφιλος, ἐπαίκλειά φησι καλεῖσθαι τὰ μετὰ τὸ δεῖπνον τραγήματα.
§50 ἔφιππος Ἐφήβοις· χόνδρος μετὰ ταῦτεἰσῆλθε, μύρον Αἰγύπτιον, φοινικίνου βῖκός τις ὑπανεῴγνυτο, ἴτρια, τραγήμαθἧκε, πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη· πάντα ταῦτἐχναύομεν, ἐμασώμεθοὕτως ἀνδρικῶς ὅσεἴχομεν καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν, καὶ ἐν Κύδωνι· καὶ μετὰ δεῖπνον κόκκος.., . ἐρέβινθος κύαμος, χόνδρος, τυρός, μέλι, σησαμίδες, βάτραχος, βότρυες, ῥοῦς, πυραμίδες, μῆλον, κάρυον, γάλα, κανναβίδες, κόγχαι, χυλός, Διὸς ἐγκέφαλος. Ἄλεξις Φιλίσκῳ· ἀρτέον τράπεζαν, ἀπονίψαι δοτέον, προσοιστέος στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς, τράγημα δοτέον ἔτι, πλακοῦντος ἁπτέον. ἐπεὶ δὲ καὶ Κυθήριος Φιλόξενος ἐν τῷ Δείπνῳ δευτέρων τραπεζῶν μνημονεύων πολλὰ καὶ τῶν ἡμῖν παρακειμένων ὠνόμασεν, φέρε καὶ τούτων ἀπομνημονεύσωμεν· τὰς δὲ δὴ πρόσθεν μολούσας λιπαραυγεῖς πορθμίδας πολλῶν ἀγαθῶν πάλιν εἴσφερον γεμούσας, τὰς ἐφήμεροι καλέοντι νῦν τραπέζας δευτέρας, ἀθάνατοι δὲ τἈμαλθείας κέρας, ταῖσι δἐν μέσαις ἐγκαθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελὸς γλυκερός, λεπτοῖς ἀράχνας ἐναλιγκίοισι πέπλοις συγκαλύπτων ὄψιν αἰσχύνας ὕπο, μὴ κατίδῃ τις μηλογενὲς πῶυ λιπόντἀνάγκαις ξηρὸν ἐν ξηραῖς Ἀρισταίου παλιρρύτοισι παγαῖς· τῷ δὄνομἦς ἄμυλος. χερσὶν δἐπέθεντο στόμιον μαλεραῖς ταν δεξαμένην τι καὶ διδῷ τις, Ζανὸς καλέοντι τρώγματ᾽. ἐπεί γἐπένειμεν ἐγκατακνακομιγὲς πεφρυγμένον πυροβρομολευκερεβινθοακανθιδομικριτριαδυβρωματοπαντανάμικτον ἄμπυκι καριδίᾳ· στιχὰς παρεγίνετο τούτοις σταιτινοκογχομαγὴς χὡ ψαιστελαιοξανθεπιπαγκαπύρωτος χοιρίνας. ἅδεα δὲ κυκλώθὁμόφωκτἀνάριθμα καὶ μελίπακτα τετυγμένἄφθονα σασαμόφωκτα. τυρακίνας τε γάλακτι καὶ μέλι συγκατάφυρτος ἦς ἄμυλος πλαθανίτας. σασαμοτυροπαγῆ δὲ καὶ ζεσελαιοπαγῆ πλατύνετο σασαμόπαστα πέμματα κἆτἐρέβινθοι κνακοσυμμιγεῖς ἁπαλαῖς θάλλοντες ὥραις, ᾠὰ τἀμυγδαλίδες τε τᾶν μαλακοφλοίδων ἐτάττετο τρωκτά τε παισὶν ἁδυεδῆ κάρυ᾽, ἄλλα θὅσσα πρέπει παρὰ θοίναν ὀλβιόπλουτον ἔμεν, πόσις δἐπεραίνετο κότταβοὶ τε λόγοι τἐπὶ κοινᾶς, ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον καὶ θαύμασαν αὔτἐπὶ τᾔνησαν ταῦτα καὶ Κυθήριος Φιλόξενος· ὃν ἐπαινῶν Ἀντιφάνης ἐν τῷ Τριταγωνιστῇ φησι· πολὺ γἐστὶ πάντων τῶν ποιητῶν διάφορος Φιλόξενος, πρώτιστα μὲν γὰρ ὀνόμασιν ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ. ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν. οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασι ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.
§51 πλακούντων δὲ ὀνόματα πολλῶν καταλεξάντων, ὅσων μέμνημαι τούτων σοι καὶ μεταδώσω, οἶδα δὲ καὶ Καλλίμαχον ἐν τῷ τῶν παντοδαπῶν συγγραμμάτων Πίνακι ἀναγράψαντα πλακουντοποιικὰ συγγράμματα Αἰγιμίου καὶ Ἡγησίππου καὶ Μητροβίου, ἔτι δὲ Φαίστου. ἡμεῖς δὲ μετεγράψαμεν ὀνόματα πλακούντων τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ ὑπἈλκιβιάδου πεμφθέντος Σωκράτει ὃν Ξανθίππης καταπατησάσης, γελάσας Σωκράτης οὐκοῦν, ἔφη, οὐδὲ σὺ μεθέξεις τούτου. τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ Ὀργῆς. ἐγὼ δὲ φιλοπλάκουντος ὢν οὐκ ἂν περιεῖδον τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα. μνημονεύων οὖν κωμικὸς Πλάτων εἴρηκεν ἐν τῷ Ποιητῇ οὕτως μόνος δἄγευστος, ἄσπλαγχνος ἐνιαυτίζομαι, ἀπλάκουντος, ἀλιβάνωτος. ἀλλὰ μὴν οὐδὲ τῆς κώμης ἀμνήμων εἰμὶ ἣν Πλακοῦντά φησι καλεῖσθαι Δημήτριος Σκήψιος ἐν δωδεκάτῳ Τρωικοῦ Διακόσμου, τῶν Ὑποπλακίων Θηβῶν φάσκων αὐτὴν ἀπέχειν σταδίους ἕξ. περισπαστέον δὲ λέγοντας πλακοῦς τὴν ὀνομαστικὴν συνῄρηται γὰρ ἐκ τοῦ πλακόεις, ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς. εἴρηται δὲ κατἔλλειψιν τοῦ ἄρτος. ὅτι δὲ καλοὺς πλακοῦντας ἐν Παρίῳ τοῦ ʽ Ἑλλησπόντου φαγεῖν ἔστιν οἱ ἐπιδημήσαντες μαρτυρήσουσιν. Ἄλεξις γὰρ πεπλάνηται λέγων τοὺς ἐκ Πάρου· λέγει δὲ οὕτως ἐν τῷ ἐπιγραφομένῳ Ἀρχιλόχῳ· τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ, κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν, κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας. ὅτι δὲ καὶ οἱ Σάμιοι διαφέροντές εἰσι πλακοῦντες Σώπατρος φλυακογράφος φησὶν ἐν Βακχίδος Μνηστῆρσιν πλακουντοποιὸν ὠνομασμένην Σάμον.
§52.2 ἐγχύτων δὲ πλακούντων μνημονεύει Μένανδρος μὲν ἐν Ψευδηρακλεῖ· οὐκ ἔστι κανδύλους ποιεῖν οὐδοἷα σὺ εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι, σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία νῦν ἐστιν μάγειρος γὰρ ἐγχύτους ποιεῖ , πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς· δημιουργὸς δἀντιπαρατεταγμένη κρεᾴδι ὀπτᾷ καὶ κίχλας. Εὐάγγελος δὲ Ἀνακαλυπτομένῃ· τέτταρας ποιεῖν τραπέζας τῶν γυναικῶν εἶπά σοι, ἓξ δὲ τῶν ἀνδρῶν τὸ δεῖπνον δἐντελὲς καὶ μηδὲ ἓν ἐλλιπές. λαμπροὺς γενέσθαι βουλόμεσθα τοὺς γάμους. οὐ παρἑτέρου δεῖ πυθέσθαι· πάντα δαὐτόπτης ἐρῶ. τῶν μὲν ἰχθύων σὺ λήψει πάνθὅσἂν βούλῃ γένη, εἰς δὲ τὰ κρέα μόσχον ἔλαβες, δέλφακας, χοίρους, λαγώς β. ὡς ἀλαζὼν κατάρατος. α. θρῖα, τυρόν, ἐγχύτους. γ. παῖ, Δρόμων. α. κάνδυλον ᾠά τ᾽, ἀμύλιον τὸ πέρας, ὕψος τῆς τραπέζης, πήχεων ἔσται τριῶν, ὥστε τὸν δειπνοῦντἐπαίρειν, ἄν τι βούληται λαβεῖν.
§52.3 ἄμης πλακοῦντος γένος. Ἀντιφάνης· ἄμητες, ἄμυλοι. Μένανδρος ἐν Ὑποβολιμαίῳ· · τὸν ἄμητα, Χαίριππ᾽, οὐκ ἐς Ἅιδου πέμπετε; β. τίνἄμητἐν Ἅιδου προσδοκᾷς; Ἴωνες δέ, ὥς φησι Σιληνὸς ἐν ταῖς Γλώσσαις, ἄμην αὐτὸν καλοῦσιν, καὶ τοὺς μικροὺς ἀμητίσκους Τηλεκλείδης· αὐτόμαται δὲ κίχλαι μετἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο.
§53.2 διακόνιον. Φερεκράτης· ὑπὸ τῆς ἀπληστίας διακόνιον ἐπῆσθεν, ἀμφιφῶντἔχων.
§53.3 ἀμφιφῶν πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δἐν κύκλῳ καόμενα δᾴδια. Φιλήμων ἐν Πτωχῇ Ῥοδίᾳ· Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω, πότνι᾽, ἀμφιφῶντα καὶ σπονδήσιμα. μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτῃ. Φιλόχορος δἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ οὐρανὸς ἀμφιφῶς γίνεται.
§53.4 βασυνίας. Σῆμος ἐν βΔηλιάδος ἐν τῇ τῆς Ἑκάτης, φησίν, νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. ἐστὶν δὲ ἑφθὸν πύρινον σταῖς σὺν μέλιτι καὶ τὰ καλούμενα κόκκωρα ἰσχὰς καὶ κάρυα τρία.
§53.5 στρεπτοὶ καὶ νεήλατα. τούτων μνημονεύει Δημοσθένης ῥήτωρ ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου.
§53.6 ἐπίχυτόν. Νικοφῶν ἐν Χειρογάστορσιν ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα, κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους, πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας Πάμφιλος δὲ τὸν ἀττανίτην καλούμενον ἐπίχυτόν φησι καλεῖσθαι. τοῦ δὲ ἀττανίτου Ἱππῶναξ ἐν τούτοις μνημονεύει· οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων, οὐ τηγανίτας σησάμοισι φαρμάσσων, οὐδἀττανίτας κηρίοισιν ἐμβάπτων.
§53.7 κρήιον πλακοῦς, ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ὀπτᾶται δἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπαὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος, ὥς φησιν Φιλίτας ἐν Ἀτάκτοις.
§53.8 γλυκίνας διὰ γλυκέος καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις.
§53.9 ἐμπέπτας , αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθενται τὰ διὰ τυροῦ σκευαζόμενα πλακούντια.
§54.2 ἐγκρίδες πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ καὶ μετὰ τοῦτο μελιτούμενον, μνημονεύει αὐτῶν Στησίχορος διὰ τούτων χόνδρον τε καὶ ἐγκρίδας ἄλλα τε πέμματα καὶ μέλι χλωρόν. μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος καὶ ἐν τοῖς Ἐγχειρογάστορσι Νικοφῶν. Ἀριστοφάνης δἐν Δαναΐσιν καὶ πωλητὴν φησιν αὐτῶν εἶναι ἐν τούτοις· μήτἄρα μ᾽· εἶναι ἐγκριδοπώλην, Φερεκράτης δἐν Κραπατάλλοις· ταῦτἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.
§54.3 ἐπικύκλιος. πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως καλούμενος, καὶ μέμνηται αὐτοῦ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ.
§54.4 γουρος ὅτι πλακοῦντος εἶδος Σόλων ἐν τοῖς Ἰάμβοις φησίν πίνουσι καὶ τρώγουσιν οἱ μὲν ἴτρια, οἱ δἄρτον αὐτῶν, οἱ δὲ συμμεμιγμένους γούρους φακοῖσι. κεῖθι δοὔτε πεμμάτων ἄπεστιν οὐδὲν ἅσσα τἀνθρώποισι γῆ φέρει μέλαινα, πάντα δἀφθόνως πάρα.
§54.5 Κριβάνας πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρἈλκμᾶνι. ὁμοίως καὶ Σωσίβιος ἐν γπερὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτούς, χρῆσθαι δαὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις, περιφέρειν ταὐτοὺς ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς Παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.
§54.6 κριμνίτης πλακοῦς ποιὸς διὰ κρίμνων γινόμενος, ὡς Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων ἀναγράφει.
§55.1 σταιτίτας πλακοῦς ποιὸς ἐκ σταιτὸς καὶ μέλιτος, μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ. σταῖς δἐστὶν ὑγρὸν εἰς τήγανον ἐπιχεόμενον, μέλιτος ἐπιβαλλομένου καὶ σησάμης καὶ τυροῦ, ὡς Ἰατροκλῆς φησίν.
§55.2 Χαρίσιος . τούτου μνημονεύει Ἀριστοφάνης ἐν Δαιταλεῦσιν · ἐγὼ δὲ νῷν πέψω πλακοῦντἐς ἑσπέραν χαρίσιον. Εὔβουλος δἐν Ἀγκυλίωνι ὡς περὶ ἄρτου αὐτοῦ ὄντος οὑτωσὶ λέγει· ἐξεπήδησἀρτίως πέττουσα τὸν χαρίσιον.
§55.3 ἐπίδαιτρον πλακουντῶδες μάζιον· ἐπὶ τῷ δείπνῳ ἐσθιόμενον, ὥς φησι Φιλήμων ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων.
§55.4 νᾶνος ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος.
§55.5 ψώθια τὰ ψαθύρια. Φερεκράτης Κραπατάλλοις· λήψει δἐν Ἅιδου κραπάταλον καὶ ψωθία. Ἀπολλόδωρος δ Ἀθηναῖος καὶ Θεόδωρος δἐν Ἀττικαῖς Γλώσσαις τοῦ ἄρτου τὰ ἀποθραυόμενα ψωθία καλεῖσθαι, τινὰς ὀνομάζειν ἀτταράγους.
§55.6 ἴτριον πεμμάτιον λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. μνημονεύει αὐτοῦ Ἀνακρέων οὕτως ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν, ἀποκλάς, οἴνου δἐξέπιον κάδον. Ἀριστοφάνης Ἀχαρνεῦσιν· πλακοῦντες, σησαμοῦντες, ἴτρια. Σοφοκλῆς Ἔριδι· ἐγὼ δὲ πεινῶσαὖ πρὸς ἴτρια βλέπω.
§55.7 ἀμόραι. τὰ μελιτώματα Φιλίτας ἐν Ἀτάκτοις ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δἐστὶν πεπεμμένα.
§55.8 ταγηνίτης πλακοῦς ἐν ἐλαίῳ τετηγανισμένος, καὶ ταγηνίας, μνημονεύει Μάγνης ποιήσας τὰς εἰς αὐτὸν ἀναφερομένας κωμῳδίας ἐν Διονύσῳ δευτέρῳ · ταγηνίας ἤδη τεθέασαι χλιαροὺς σίζοντας ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι; καὶ Κρατῖνος ἐν Νόμοις· καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.
§55.9 ἔλαφος πλακοῦς τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου.
§55.10 ναστὸς πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας..
§56.2 χόρια βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα.
§56.3 ἀμορβίτης ; πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἱ δὲ
§56.4 παῖσα πλακούντια παρὰ Κῴοις, ὥς φησιν Ἰατροκλῆς.
§56.5 σησαμίδες ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις Κόλαξιν ὃς χαρίτων μὲν ὄζει, καλλαβίδας δὲ βαίνει, σησαμίδας δὲ χέζει, μῆλα δὲ χρέμπτεται. Ἀντιφάνης Δευκαλίωνι· σησαμίδας μελίπηκτα τοιοῦτό τι. μνημονεύει αὐτῶν καὶ Ἔφιππος ἐν Κύδωνι· πρόκειται τὸ μαρτύριον.
§56.6 μύλλοι. Ἡρακλείδης Συρακόσιος ἐν τῷ περὶ Θεσμῶν ἐν Συρακούσαις φησὶ τοῖς Παντελείοις τῶν Θεσμοφορίων ἐκ σησάμου καὶ μέλιτος κατασκευάζεσθαι ἐφήβαια γυναικεῖα, καλεῖσθαι κατὰ πᾶσαν Σικελίαν μυλλοὺς καὶ περιφέρεσθαι ταῖς θεαῖς.
§56.7 ἐχῖνός ;. Λυγκεὺς Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐκ παραλλήλου τιθεὶς τὰ κατὰ τὴν Ἀττικὴν ἐξαιρέτως γινόμενα τοῖς ἐν τῇ Ῥόδῳ γράφει οὕτως· τῇ δὲ περὶ τὸν ἄμητα δόξῃ τὸν καινὸν ἀνταγωνιστὴν ἐπὶ τῆς δευτέρας εἰσάγουσα τραπέζης ἐχῖνον. ὑπὲρ οὗ νῦν μὲν ἐπὶ κεφαλαίου· παραγενομένου δὲ σοῦ καὶ συντεθέντος κατὰ τοὺς ἐν Ῥόδῳ νόμους ἅμα μασησαμένου πειράσομαι πλείω περιθεῖναι λόγον.
§56.8 κοτυλίσκοι. Ἡρακλέων Ἐφέσιος πλακοῦντὰς τινάς φησιν οὕτω καλεῖσθαι τοὺς ἐκ τρίτου μέρους τῆς χοίνικος γινομένους.
§56.9 χοιρίναι. τούτων μνημονεύει Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων καὶ τοῦ πυραμοῦντος καλουμένου, οὐ διαφέρειν λέγων τῆς πυραμίδος καλουμένης· γίνεσθαι γὰρ ταύτην ἐκ πυρῶν πεφωσμένων καὶ μέλιτι δεδευμένων. αὗται δὲ ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.
§57 Χρύσιππος δὲ Τυανεὺς ἐν τῷ ἐπιγραφομένῳ Ἀρτοκοπικῷ εἴδη πλακούντων καὶ γένη τάδε ἀναγράφει· Τερεντῖνον, Κρασσιανόν, Τουτιανόν, Σαβελλικὸν κλοῦστρον, Ἰουλιανόν, Ἀπικιανόν, Κανωπικά, περλούκιδον, Καππαδοκικόν, ἡδύβια, μαρυπτόν, πλίκιον, γουττᾶτον, Μοντιανὸν· τοῦτον, φησί, μάξεις ἐξ οἴνου σκληρόν· εἰ δέ σοι τυρίον παρέσται, ἥμισυ μάξεις ἐξ οἴνου καὶ ἥμισυ ἐκ τυροῦ· ἡδονικώτερον γὰρ γίνεται. κλοῦστρον Κυριανόν, κλοῦστρον γουττᾶτον, κλοῦστρον Φαβωνιανόν. μουστάκια ἐξ οἰνομέλιτος, μουστάκια σησαμᾶτα, κλοῦστρον πούριον, γωσλωανιον, Παυλινιανόν. ἐκ τυροῦ δέ, φησί, γίνεται πλακουντηρὰ τάδε· ἔγχυτος, σκριβλίτης, σουβίτυλλος. γίνεται δὲ καὶ ἐξ ἄλικος σουβίτυλλος. σπῖρα· καὶ οὗτος ἐκ τυροῦ γίνεται· λούκουντλοι, ἀργυροτρύφημα, λίβος, κίρκλος λιξόλας, κλουστροπλακοῦς. γίνεται δέ, φησί, καὶ ὀρυζίτης πλακοῦς. δὲ φθοῖς οὕτω γίγνεται· τυρὸν ἐκπιέσας τρῖβε καὶ ἐμβαλὼν ἐς κόσκινον χάλκεον διήθει, εἶτἐπίβαλε μέλι καὶ σελίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν. κάτιλλος δὲ ὀρνᾶτος λεγόμενος παρὰ Ῥωμαίοις οὕτως γίγνεται· θρίδακας πλύνας ξέσον καὶ ἐμβαλὼν οἶνον εἰς θυίαν τρῖβε τὰς θρίδακας, εἶτα τὸν χυλὸν ἐκπιέσας σελίγνιον συμφύρασον αὐτῷ καὶ συμπεσεῖν ἐάσας μετὀλίγον τρῖψον εὐτόνως, προσβαλὼν ὀλίγον στέατος χοιρείου καὶ πέπερι, καὶ πάλιν τρίψας ἕλκυσον λάγανον καὶ λειάνας ἐκτεμὼν κατάτεμνε καὶ ἕψε εἰς ἔλαιον θερμότατον εἰς ἠθμὸν βαλὼν τὰ κατακεκομμένα. ἄλλα πλακούντων γένη· ὀστρακίτης, ἀττανῖται, ἄμυλον, τυροκόσκινον. τυρὸν ἐκπίεσας καλῶς θὲς εἰς ἄγγος, εἶτἄνω κόσκινον χαλκοῦν ἐπιθεὶς δίαγε τὸν τυρόν. ὅταν δὲ μέλλῃς προσφέρειν, βάλε μέλιτος αὔταρκες ἐπάνω. ὑποτυρίδες δὲ οὕτως γίνονται· εἰς γάλα βαλὼν μέλι ἐκπίεσον καὶ βάλε εἰς σκεῦος καὶ ἔα παγῆναι. ἐὰν δέ σοι παρῇ κοσκίνια μικρά, ἐπίβαλε εἰς αὐτὰ τὸ σκεῦος, καὶ ἔα ἐκρεῖν τὸν ὀρόν. καὶ ὅταν σοὶ δόξῃ πεπηγέναι, ἄρας τὸ σκεῦος μετάβαλε εἰς ἀργύρωμα, καὶ ἔσται ὄψις ἄνωθεν, ἐὰν δὲ μὴ κοσκίνια, φλαβιλλίοις καινοῖς χρῶ, ἐν οἷς τὸ πῦρ ῥιπίζεται· τὴν γὰρ αὐτὴν ποιεῖ χρείαν. κοπτοπλακοῦς. ἐν Κρήτῃ δέ, φησίν, πλακουντάριον ποιοῦσιν ὅπερ ὀνομάζουσι γάστριν. γίνεται δὲ οὕτως· κάρυα Θάσια καὶ Ποντικὰ καὶ ἀμύγδαλα, ἔτι δὲ μήκων, φρύξας θεράπευσον καλῶς καὶ εἰς θυίαν καθαρὰν τρῖψον ἐπιμελῶς· συμμίξας τε τὴν ὀπώραν μάλαξον μέλιτι ἡψημένῳ, προσβαλὼν πέπερι πλέον καὶ μάλαξον γίνεται δὲ μέλαν διὰ τὴν μήκωνα. διαπλατύνας ποίησον τετράγωνον. εἶτα σήσαμον λευκὸν τρίψας μάλαξον μέλιτι ἡψημένῳ καὶ ἕλκυσον λαγάνια δύο καὶ ἓν θὲς ὑποκάτω καὶ τὸ ἄλλο ἐπάνω, ἵνα τὸ μέλαν εἰς μέσον γένηται, εὖ ῥύθμισόν τε αὐτό. ταῦτα καὶ σοφὸς πεμματολόγος Χρύσιππος.
§58.1–65.1
§58.1 Ἁρποκρατίων δὲ Μενδήσιος ἐν τῷ περὶ Πλακούντων τὴν παρἈλεξανδρεῦσι καλουμένην παγκαρπίαν καλεῖ. ᾽ἴτρια δἐστὶ ταῦτα συντεθρυμμένα μετὰ μέλιτος ἑψόμενα· καὶ μετὰ τὴν ἕψησιν σφαιρηδὸν συντεθέντα περιδεῖται βύβλῳ λεπτῇ ἕνεκα τοῦ συμμένειν.
§58.2 Πόλτου δὲ μνημονεύει Ἀλκμὰν οὕτως· ἤδη παρέξει πυάνιόν τε πολτὸν χίδρον τε λευκὸν κηρίναν τὀπώραν. ἐστὶ δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γῇ καὶ Θαλάσσῃ· πολτὸν ἕψειν ὄρθριον. καὶ τῶν καλουμένων δὲ μελικηρίδων μνημονεύει Φερεκράτης ἐν Αὐτομόλοις οὕτως · ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.
§59 λεχθέντων καὶ τούτων σοφὸς Οὐλπιανὸς ἔφη· πόθεν ὑμῖν, πολυμαθέστατοι γραμματικοί, καὶ ἐκ ποίας βιβλιοθήκης ἀνεφάνησαν οἱ σεμνότατοι οὗτοι συγγραφεῖς Χρύσιππος καὶ Ἁρποκρατίων, διαβάλλοντες καλῶν ὀνόματα φιλοσόφων τῇ ὁμωνυμίᾳ τίς; δὲ καὶ ἡμίναν Ἑλλήνων ὠνόμασεν τίς ἀμύλου μνημονεύει; ἀπαντήσαντος δαὐτῷ τοῦ Λαρηνσίου καὶ εἰπόντος· τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῷ Χείρωνι ἐπιγραφομένῳ οὕτως λέγεται· καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο, τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόῳ Πολιτικῶν Νόμων, τὴν Πολιτείαν ἐπιγραφομένην Φιλόχορος δἐν τοῖς περὶ Μαντικῆς Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος, τοῦ δὲ ἀμύλου μνημονεύει Τηλεκλείδης ἐν Στερροῖς οὑτωσὶ λέγων φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ, χαίρω λαγῴοις ἐπἀμύλῳ καθημένοις.
§60 τούτων ἀκούσας Οὐλπιανὸς ἔφη· ἀλλἐπειδὴ καὶ κοπτήν τινα καλεῖτε, ὁρῶ δὲ ἑκάστῳ κειμένην ἐπὶ τῆς τραπέζης, λέγετε ἡμῖν, λίχνοι, τίς τοῦ ὀνόματος τούτου τῶν ἐνδόξων μνημονεύει. καὶ Δημόκριτος ἔφη· τὸ μὲν θαλάσσιον πράσον κοπτήν φησι καλεῖσθαι Διονύσιος Ἰτυκαῖος ἐν ἑβδόμῳ Γεωργικῶν. τοῦ δὲ ἡμῖν παρακειμένου μελιπήκτου μέμνηται Κλέαρχος Σολεὺς ἐν τῷ περὶ Γρίφων· οὑτωσὶ λέγων σκεύη κελεύοντι λέγειν ὁποῖα εἰπεῖν τρίπους, χύτρα, λυχνεῖον, ἀκταία, βάθρον, σπόγγος, λέβης, σκαφεῖον, ὅλμος, λήκυθος, σπυρίς, μάχαιρα, τρυβλίον, κρατήρ, ῥαφίς, πάλιν ὄψων οὕτως· ἔτνος, φακῆ, τάριχος, ἰχθύς, γογγυλίς, σκόροδον, κρέας, θύννειον, ἅλμη, κρόμμυον, σκόλυμος, ἐλαία, κάππαρις, βολβός, μύκης. ἐπί τε τῶν τραγημάτων ὁμοίως· ἄμης, πλακοῦς, ἔντιλτος, ἴτριον, ῥόα, ᾠόν, ἐρέβινθος, σησάμη, κοπτή, βότρυς, ἰσχάς, ἄπιος, πέρσεια, μῆλ᾽, ἀμύγδαλα ταῦτα μὲν Κλέαρχος. δὲ φλυακογράφος Σώπατρος ἐν τῷ ἐπιγραφομένῳ Πύλαι δράματί φησιν τίς δἀναρίθμου μήκωνος εὗρε κοπτὰς κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν; ἀπέχεις, καλέ μου λογιστὰ Οὐλπιανέ, τὴν κοπτὴν ἧς συμβουλεύω σοι ἀπεσθίειν. καὶ ὃς οὐδὲν μελλήσας ἀνελόμενος ἤσθιεν. γελασάντων δὲ πάντων ἔφη Δημόκριτος· ἀλλοὐκ ἐσθίειν σοι προσέταξα, καλὲ ὀνοματοθήρα, ἀλλὰ μὴ ἐσθίειν· τὸ γὰρ ἀπεσθίειν οὕτως εἴρηκεν ἐν Φινεῖ κωμῳδιοποιὸς Θεόπομπος· παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις διαχρῶ τὸ λοιπόν, κοιλίαν σκληρὰν ἔχεις· τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε· τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν. ταῦτἢν ποῇς, ῥᾴων ἔσει τὴν οὐσίαν. χρῶνται δὲ τῷ ἀπεσθίειν καὶ ἀντὶ τοῦ ἀπό τινος ἐσθίειν, ὡς Ἕρμιππος ἐν Στρατιώταις· οἴμοι τάλας, δάκνει, δάκνει, ἀπεσθίει μου τὴν ἀκοήν.
§61 ἐπὶ τούτῳ ἐλεγχθεὶς Σύρος καὶ δηχθεὶς σφόδρα ἀλλὰ μήν, ἔφη, παράκειται ἡμῖν ἐπὶ τῆς τραπέζης καὶ ψιττάκια· ἅπερ ἢν εἴπῃς παρὰ τίνι κεῖται, δώσω σοι οὐ χρυσέους δέκα στατῆρας κατὰ τὸν Ποντικὸν λεσχηνευτήν, ἀλλὰ τουτὶ τὸ ἔκπωμα. σιωπήσαντος δὲ τοῦ Δημοκρίτου ἀλλἐπεὶ ἀπορεῖς, ἔφη, ἐγώ σε διδάξω. Νίκανδρος μὲν Κολοφώνιος ἐν τοῖς Θηριακοῖς μνημονεύων αὐτῶν φησιν· ψιττάκιἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια. γράφεται δὲ καὶ βιστάκια ἀμυγδαλόεντα πέφανται. καὶ Ποσειδώνιος δὲ ἀπὸ τῆς στοᾶς ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν γράφει οὕτως· φέρει δὲ καὶ τὸ πέρσειον Ἀραβία καὶ Συρία καὶ τὸ καλούμενον βιστάκιον· δὴ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκόφαιον ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δἔνδον ἔγχλωρον καὶ τοῦ κωνίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον. οἱ δὲ τὰ Γεωργικὰ συγγράψαντες ἀδελφοὶ ἐν τῷ γγράφουσιν οὕτως· καὶ τὴν μελίαν καὶ τὴν τέρμινθον, δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν. καὶ οὗτοι μὲν διὰ τοῦ π πιστάκια ταῦτα ὠνόμασαν, δὲ Νίκανδρος δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια.
§62.1 περιβλέψας οὖν ἐν τούτοις τοὺς παρόντας καὶ τυχὼν ἐπαίνου ἔφη· ἀλλὰ μὴν καὶ περὶ τῶν ἄλλων πάντων τῶν παρακειμένων λελέξεταί μοι, ἵνα με τῆς πολυμαθίας ἀγασθῆτε ἐρῶ δὲ πρότερον περὶ τῶν παρὰ Ἀλεξανδρεῦσιν καλουμένων κοννάρων καὶ παλιούρων. μνημονεύει δαὐτῶν Ἀγαθοκλῆς Κυζικηνὸς ἐν γτῶν περὶ τῆς πατρίδος λέγων οὕτως κεραυνοῦ δὲ σκήψαντος εἰς τὸν τάφον ἀνεβλάστησεν ἐκ τοῦ σήματος δενδρίον, ἐκεῖνοι κόνναρον ἐπονομάζουσιν. ἐστὶ δὲ τὸ δενδρίον μεγέθει μὲν πτελέης καὶ πεύκης οὐθέν τι μεῖον, ἀκρεμόνας δὲ ἔχει θαμέας καὶ δολιχοὺς καὶ ἐπὀλίγον ἀκανθώδεας, τὸ δὲ φύλλον τέρεν καὶ χλωρόν, τῇ φυῇ περιφερές, καρποφορεῖ δὲ δὶς τοῦ ἔτεος, ἦρός τε καὶ φθινοπώρου, γλυκὺς δὲ πάνυ καρπός, μέγεθος κατὰ φαυλίην ἐλάην καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ, καὶ τρώγεται ἔτι χλωρὸς καρπός· καὶ ἐπὴν αὐανθῇ, ποιοῦσιν ἐξ αὐτοῦ ἄλευρα, καὶ πατέονται ταῦτα οὐ μάξαντες οὐδὕδατι δεύοντες, ἀλλὰ φαύλως ὁκοῖά περ πέφυκεν. καὶ Εὐριπίδης ἐν Κύκλωπί φησι· παλιούρου κλάδῳ. Θεόπομπός τε ἐν εἰκοστῇ πρώτῃ Φιλιππικῶν μνημονεύει αὐτῶν καὶ Δίφιλος Σίφνιος ἰατρὸς ἐν τῷ περὶ τῶν Προσφερομένων τοῖς Ὑγιαίνουσι καὶ τοῖς νοσοῦσιν. τούτων δὲ πρῶτον ἐμνήσθην, ἄνδρες φίλοι, οὐχ ὅτι ἡμῖν παράκειται νῦν, ἀλλὅτι πολλάκις ἐν τῇ καλῇ Ἀλεξανδρείᾳ ἐπὶ τῶν δευτέρων τραπεζῶν παρακείμενα ἔλαβον καὶ ζητηθέντος ἐκεῖ τοῦ ὀνόματος ἐνθάδε τῷ βιβλίῳ ἐντυχὼν ἀνελεξάμην.
§62.2 ἀλλὰ μὴν καὶ περὶ τῶν ἄλλων πάντων τῶν παρακειμένων λελέξεταί μοι, ἵνα με τῆς πολυμαθίας ἀγασθῆτε ἐρῶ δὲ πρότερον περὶ τῶν παρὰ Ἀλεξανδρεῦσιν καλουμένων κοννάρων καὶ παλιούρων. μνημονεύει δαὐτῶν Ἀγαθοκλῆς Κυζικηνὸς ἐν γτῶν περὶ τῆς πατρίδος λέγων οὕτως κεραυνοῦ δὲ σκήψαντος εἰς τὸν τάφον ἀνεβλάστησεν ἐκ τοῦ σήματος δενδρίον, ἐκεῖνοι κόνναρον ἐπονομάζουσιν. ἐστὶ δὲ τὸ δενδρίον μεγέθει μὲν πτελέης καὶ πεύκης οὐθέν τι μεῖον, ἀκρεμόνας δὲ ἔχει θαμέας καὶ δολιχοὺς καὶ ἐπὀλίγον ἀκανθώδεας, τὸ δὲ φύλλον τέρεν καὶ χλωρόν, τῇ φυῇ περιφερές, καρποφορεῖ δὲ δὶς τοῦ ἔτεος, ἦρός τε καὶ φθινοπώρου, γλυκὺς δὲ πάνυ καρπός, μέγεθος κατὰ φαυλίην ἐλάην καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ, καὶ τρώγεται ἔτι χλωρὸς καρπός· καὶ ἐπὴν αὐανθῇ, ποιοῦσιν ἐξ αὐτοῦ ἄλευρα, καὶ πατέονται ταῦτα οὐ μάξαντες οὐδὕδατι δεύοντες, ἀλλὰ φαύλως ὁκοῖά περ πέφυκεν. καὶ Εὐριπίδης ἐν Κύκλωπί φησι· παλιούρου κλάδῳ. Θεόπομπός τε ἐν εἰκοστῇ πρώτῃ Φιλιππικῶν μνημονεύει αὐτῶν καὶ Δίφιλος Σίφνιος ἰατρὸς ἐν τῷ περὶ τῶν Προσφερομένων τοῖς Ὑγιαίνουσι καὶ τοῖς νοσοῦσιν. τούτων δὲ πρῶτον ἐμνήσθην, ἄνδρες φίλοι, οὐχ ὅτι ἡμῖν παράκειται νῦν, ἀλλὅτι πολλάκις ἐν τῇ καλῇ Ἀλεξανδρείᾳ ἐπὶ τῶν δευτέρων τραπεζῶν παρακείμενα ἔλαβον καὶ ζητηθέντος ἐκεῖ τοῦ ὀνόματος ἐνθάδε τῷ βιβλίῳ ἐντυχὼν ἀνελεξάμην.
§63.1 ἑξῆς οὖν λέξω περὶ τῶν παρακειμένων Ἀπίων · ἐπεὶ ἀπαὐτῶν καὶ Πελοπόννησος Ἀπία ἐκλήθη διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτόν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς. ὅτι δὲ τὰς ἀπίους ἐν ὕδατι εἰσέφερον εἰς τὰ συμπόσια Ἄλεξις ἐν Βρεττίᾳ παρίστησι διὰ τούτων εἶδές ποτε πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας ἐν ὕδατι; β. πολλοῖς πολλάκις δήπου. τί οὖν; α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί; β. δηλονότι. αἱ δἁμαμηλίδες οὔκ εἰσιν ἄπιοι, ὥς τινες οἴονται, ἀλλἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν Χῖος οὐκ οἶσθὡς ἁμαμηλίδας ποιεῖ; ὅτι δἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως· ἀπίους νῆσος φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι. Ἀέθλιος δὲ ἐν εʹ Ὥρων Σαμίων, εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δἐν τοῖς περὶ Γλωσσῶν καὶ Ὀνομάτων ἐπιμηλίς, φησίν, ἀπίου γένος. Ἀνδροτίων δἐν τῷ περὶ Γεωργικῶν φωκίδας φησὶν εἶδος ἀπίων εἶναι.
§63.2 ἑξῆς οὖν λέξω περὶ τῶν παρακειμένων Ἀπίων · ἐπεὶ ἀπαὐτῶν καὶ Πελοπόννησος Ἀπία ἐκλήθη διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτόν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς. ὅτι δὲ τὰς ἀπίους ἐν ὕδατι εἰσέφερον εἰς τὰ συμπόσια Ἄλεξις ἐν Βρεττίᾳ παρίστησι διὰ τούτων εἶδές ποτε πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας ἐν ὕδατι; β. πολλοῖς πολλάκις δήπου. τί οὖν; α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί; β. δηλονότι. αἱ δἁμαμηλίδες οὔκ εἰσιν ἄπιοι, ὥς τινες οἴονται, ἀλλἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν Χῖος οὐκ οἶσθὡς ἁμαμηλίδας ποιεῖ; ὅτι δἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως· ἀπίους νῆσος φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι. Ἀέθλιος δὲ ἐν εʹ Ὥρων Σαμίων, εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δἐν τοῖς περὶ Γλωσσῶν καὶ Ὀνομάτων ἐπιμηλίς, φησίν, ἀπίου γένος. Ἀνδροτίων δἐν τῷ περὶ Γεωργικῶν φωκίδας φησὶν εἶδος ἀπίων εἶναι.
§64.1 ῥοῶν] δὲ σκληροκόκκων, τῶν γὰρ ἀπυρήνων Ἀριστοφάνης ἐν Γεωργοῖς μνημονεύει, καὶ ἐν Ἀναγύρῳ · πλὴν ἀλεύρου καὶ ῥόας. καὶ ἐν Γηρυτάδῃ. Ἕρμιππος δἐν Κέρκωψί φησιν ἤδη τεθέασαι κόκκον ἐν χιόνι ῥόας; ῥοίδιον μέντοι ὡς βοίδιον τὸ ὑποκοριστικόν. Ἀντιφάνης ἐν Βοιωτίδι. ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοιῶν τῶν σκληροκόκκων. Ἐπίλυκος Κωραλίσκῳ· μῆλα καὶ ῥόας λέγεις, Ἄλεξις Μνηστῆρσιν· ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν. σίδας δὅτι τὰς ῥοιὰς καλοῦσι Βοιωτοὶ Ἀγαθαρχίδης ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Εὐρωπιακῶν οὕτως γράφει· ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας ἣν καλοῦσι Σίδας, Ἐπαμινώνδας δικαιολογούμενος ἐξαίφνης ἐκ τῆς ἀριστερᾶς μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δεἰπόντων ῥόαν ἀλλἡμεῖς, εἶπε, σίδαν δὲ τόπος τοῦτἔχει τὸ φυτὸν ἐν αὑτῷ πλεῖστον, ἀφοὗ τὴν ἐξ ἀρχῆς εἴληφε προσηγορίαν· καὶ ἐνίκησεν. Μένανδρος δἐν Αὑτὸν Τιμωρουμένῳ ῥοίδια αὐτὰς ὠνόμασεν διὰ τούτων μετἄριστον γὰρ ὡς ἀμυγδάλας ἐγὼ παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν. λέγεται δέ τι καὶ φυτὸν σίδη ὅμοιον ῥοιᾷ, γινόμενον ἐν τῇ περὶ Ὀρχομενὸν λίμνῃ ἐν αὐτῷ τῷ ὕδατι, οὗ τὰ μὲν φύλλα τὰ πρόβατα ἐσθίει, τὸν δὲ βλαστὸν αἱ ὕες, ὡς ἱστορεῖ Θεόφραστος ἐν τετάρτῳ περὶ φυτῶν, γίνεσθαι λέγων κἀν τῷ Νείλῳ ὁμώνυμόν τι αὐτῇ ἄνευ ῥιζῶν.
§64.3 ῥοῶν] δὲ σκληροκόκκων, τῶν γὰρ ἀπυρήνων Ἀριστοφάνης ἐν Γεωργοῖς μνημονεύει, καὶ ἐν Ἀναγύρῳ · πλὴν ἀλεύρου καὶ ῥόας. καὶ ἐν Γηρυτάδῃ. Ἕρμιππος δἐν Κέρκωψί φησιν ἤδη τεθέασαι κόκκον ἐν χιόνι ῥόας; ῥοίδιον μέντοι ὡς βοίδιον τὸ ὑποκοριστικόν. Ἀντιφάνης ἐν Βοιωτίδι. ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοιῶν τῶν σκληροκόκκων. Ἐπίλυκος Κωραλίσκῳ· μῆλα καὶ ῥόας λέγεις, Ἄλεξις Μνηστῆρσιν· ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν. σίδας δὅτι τὰς ῥοιὰς καλοῦσι Βοιωτοὶ Ἀγαθαρχίδης ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Εὐρωπιακῶν οὕτως γράφει· ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας ἣν καλοῦσι Σίδας, Ἐπαμινώνδας δικαιολογούμενος ἐξαίφνης ἐκ τῆς ἀριστερᾶς μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δεἰπόντων ῥόαν ἀλλἡμεῖς, εἶπε, σίδαν δὲ τόπος τοῦτἔχει τὸ φυτὸν ἐν αὑτῷ πλεῖστον, ἀφοὗ τὴν ἐξ ἀρχῆς εἴληφε προσηγορίαν· καὶ ἐνίκησεν. Μένανδρος δἐν Αὑτὸν Τιμωρουμένῳ ῥοίδια αὐτὰς ὠνόμασεν διὰ τούτων μετἄριστον γὰρ ὡς ἀμυγδάλας ἐγὼ παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν. λέγεται δέ τι καὶ φυτὸν σίδη ὅμοιον ῥοιᾷ, γινόμενον ἐν τῇ περὶ Ὀρχομενὸν λίμνῃ ἐν αὐτῷ τῷ ὕδατι, οὗ τὰ μὲν φύλλα τὰ πρόβατα ἐσθίει, τὸν δὲ βλαστὸν αἱ ὕες, ὡς ἱστορεῖ Θεόφραστος ἐν τετάρτῳ περὶ φυτῶν, γίνεσθαι λέγων κἀν τῷ Νείλῳ ὁμώνυμόν τι αὐτῇ ἄνευ ῥιζῶν.
§65.1 Φοίνικες. Ξενοφῶν μὲν ἐν βἈναβάσεώς φησιν ἐνῆν δὲ σῖτος πολὺς καὶ οἶνος φοινίκων καὶ ὄξος ἑψητὸν ἀπὸ τῶν αὐτῶν, αὐταὶ δὲ αἱ βάλανοι τῶν φοινίκων οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν τοῖς οἰκέταις ἀπέκειντο· αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι, θαυμάσιοι· τὸ κάλλος καὶ τὸ μέγεθος, δὲ ὄψις ἠλέκτρου οὐδὲν διέφερεν τὰς δέ τινας ξηραίνοντες τραγήματα παρετίθεντο. καὶ ἦν παρὰ πότον ἡδὺ μέν, κεφαλαλγὲς δέ. Ἡρόδοτος δἐν τῇ αʹ περὶ Βαβυλῶνος λέγων φησίν εἰσὶ δαὐτόθι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιέονται τοὺς συκέων τρόπον θεραπεύουσιν. τῶν γὰρ φοινίκων οὓς ἔρσενας καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τῶν φοινίκων, ἵνα τε πεπαίνῃ σφιν ψὴν τὴν βάλανον ἐνδύνων καὶ μὴ ἀπορρείῃ καρπὸς τοῦ φοίνικος, ψῆνας γὰρ δὴ φορέουσιν ἐν τῷ καρπῷ οἱ ἔρσενες καθάπερ οἱ ὄλονθοι. τὰ παραπλήσια τοῖς περὶ τὸν Ἡρόδοτον ἱστορεῖ περὶ τοῦ ἐν Λιβύῃ καλουμένου λωτοῦ αὐτόπτης γενόμενος Μεγαλοπολίτης Πολύβιος ἐν τῇ ι τῶν Ἱστοριῶν λέγων οὕτως· ἐστὶ δὲ τὸ δένδρον λωτὸς οὐ μέγα, τραχὺ δὲ καὶ ἀκανθῶδες, ἔχει δὲ φύλλον χλωρὸν παραπλήσιον τῇ ῥάμνῳ, μικρὸν βαθύτερον καὶ πλατύτερον. δὲ καρπὸς τὰς μὲν ἀρχὰς ὅμοιός ἐστιν καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσι ταῖς τετελειωμέναις, αὐξανόμενος δὲ τῷ μὲν χρώματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει ταῖς γογγύλαις ἐλαίαις παραπλήσιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν. ἐπὰν δὲ πεπανθῇ, συνάγουσι καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν ὡσαύτως καὶ σιτεύονται τοῦτον, ἐστὶ δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου διὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι χρηστῷ παραπλήσιος, χρῶνται χωρὶς ὕδατος· οὐ δύναται δὲ πλέον δέκα μένειν ἡμερῶν καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτοῦ.
§65.3–72.1
§65.3 Φοίνικες. Ξενοφῶν μὲν ἐν βἈναβάσεώς φησιν ἐνῆν δὲ σῖτος πολὺς καὶ οἶνος φοινίκων καὶ ὄξος ἑψητὸν ἀπὸ τῶν αὐτῶν, αὐταὶ δὲ αἱ βάλανοι τῶν φοινίκων οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν τοῖς οἰκέταις ἀπέκειντο· αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι, θαυμάσιοι· τὸ κάλλος καὶ τὸ μέγεθος, δὲ ὄψις ἠλέκτρου οὐδὲν διέφερεν τὰς δέ τινας ξηραίνοντες τραγήματα παρετίθεντο. καὶ ἦν παρὰ πότον ἡδὺ μέν, κεφαλαλγὲς δέ. Ἡρόδοτος δἐν τῇ αʹ περὶ Βαβυλῶνος λέγων φησίν εἰσὶ δαὐτόθι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιέονται τοὺς συκέων τρόπον θεραπεύουσιν. τῶν γὰρ φοινίκων οὓς ἔρσενας καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τῶν φοινίκων, ἵνα τε πεπαίνῃ σφιν ψὴν τὴν βάλανον ἐνδύνων καὶ μὴ ἀπορρείῃ καρπὸς τοῦ φοίνικος, ψῆνας γὰρ δὴ φορέουσιν ἐν τῷ καρπῷ οἱ ἔρσενες καθάπερ οἱ ὄλονθοι. τὰ παραπλήσια τοῖς περὶ τὸν Ἡρόδοτον ἱστορεῖ περὶ τοῦ ἐν Λιβύῃ καλουμένου λωτοῦ αὐτόπτης γενόμενος Μεγαλοπολίτης Πολύβιος ἐν τῇ ι τῶν Ἱστοριῶν λέγων οὕτως· ἐστὶ δὲ τὸ δένδρον λωτὸς οὐ μέγα, τραχὺ δὲ καὶ ἀκανθῶδες, ἔχει δὲ φύλλον χλωρὸν παραπλήσιον τῇ ῥάμνῳ, μικρὸν βαθύτερον καὶ πλατύτερον. δὲ καρπὸς τὰς μὲν ἀρχὰς ὅμοιός ἐστιν καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσι ταῖς τετελειωμέναις, αὐξανόμενος δὲ τῷ μὲν χρώματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει ταῖς γογγύλαις ἐλαίαις παραπλήσιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν. ἐπὰν δὲ πεπανθῇ, συνάγουσι καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν ὡσαύτως καὶ σιτεύονται τοῦτον, ἐστὶ δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου διὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι χρηστῷ παραπλήσιος, χρῶνται χωρὶς ὕδατος· οὐ δύναται δὲ πλέον δέκα μένειν ἡμερῶν καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτοῦ.
§66 Μελανιππίδης δ Μήλιος ἐν ταῖς Δαναίσιν φοίνικας τὸν καρπὸν οὕτως ὀνομάζει τὸν λόγον ποιούμενος περὶ αὐτῶν τῶν Δαναίδων· οὐ γὰρ ἀνθρώπων φόρευν μορφᾶεν εἶδος, οὐδὲ τὰν αὐδὰν γυναικείαν ἔχον ἀλλἐν ἁρμάτεσσι διφρούχοις ἐγυμνάζοντἀνεὐήλιἄλσεα πολλάκι θήραις φρένα τερπόμεναι, πολλάκι δὲ ἱερόδακρυν λίβανον εὐώδεις τε φοίνικας κασίαν τε ματεῦσαι, τέρενα Συρίας σπέρματα. καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Φυτῶν οὕτως· φοινίκων ἀνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν, οἱ δἀπυρήνους. φοίνικα δὲ τὸν καρπὸν καὶ Ἑλλάνικος κέκληκεν ἐν τῇ εἰς Ἄμμωνος Ἀναβάσει, εἰ γνήσιον τὸ σύγγραμμα, καὶ Φόρμος κωμικὸς ἐν Ἀταλάνταις. περὶ δὲ τῶν Νικολάων καλουμένων φοινίκων τοσοῦτον ὑμῖν εἰπεῖν ἔχω τῶν ἀπὸ τῆς Συρίας καταγομένων, ὅτι ταύτης τῆς προσηγορίας ἠξιώθησαν ὑπὸ τοῦ Σεβαστοῦ αὐτοκράτορος σφόδρα χαίροντος τῷ βρώματι, Νικολάου τοῦ Δαμασκηνοῦ ἑταίρου ὄντος αὐτῷ καὶ πέμποντος φοίνικας συνεχῶς . τῶν ἀπὸ τοῦ περιπάτου δὢν Νικόλαος καὶ ἱστορίαν συνέγραψεν, πολλήν.
§67.2 ἰσχάδες. σφόδρα τῶν ἰσχάδων ἐθαυμάζοντο αἱ Ἀττικαί. Δίνων γοῦν ἐν τοῖς Περσικοῖς φησιν παρετίθεντο δἐπὶ τῆς τραπέζης τῆς βασιλέως ὅσα γῆ βρώματα φέρει ἧς ἄρχει βασιλεύς, ἀφ᾽· ἑκάστου ὅσον ἀπαρχήν. ξενικῷ δὲ οὐδενὶ οὔτε βρώματι οὔτε ποτῷ ᾤετο δεῖν Ξέρξης τοὺς βασιλεῖς χρῆσθαι· ὅθεν καὶ νόμος τις ὕστερον ἐγένετο, εἰσενέγκαντος γάρ ποτε τῶν εὐνούχων τινὸς ἐν τοῖς λοιποῖς τραγήμασιν ἰσχάδας Ἀττικάς, ἐρωτῆσαι ποταπαὶ εἶεν. ἐπεὶ δὲ ἐπύθετο ἐξ Ἀθηνῶν, τοὺς ἀγοραστὰς ἐκώλυεν ὠνεῖσθαι, ἕως ἂν ἐξουσία γένηται αὑτῷ λαμβάνειν ὅταν ἐθέλῃ καὶ μὴ ἀγοράζειν. λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες τοῦτο ποιῆσαι, ἵνα αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ τὰς Ἀθήνας στρατείας. Ἄλεξις δἐν Κυβερνήτῃ φησὶν εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές. Λυγκεὺς δὲ ἐν τῇ πρὸς τὸν κωμικὸν Ποσείδιππον ἐπιστολῇ ἐν τοῖς τραγικοῖς, φησίν, πάθεσιν Εὐριπίδην νομίζω Σοφοκλέους οὐδὲν διαφέρειν ἐν δὲ ταῖς ἰσχάσι τὰς Ἀττικὰς τῶν ἄλλων πολὺ προέχειν. κἀν τῇ πρὸς Διαγόραν δὲ Ἐπιστολῇ γράφει οὕτως· δὲ γῆ ταῖς μὲν χελιδονείοις ἰσχάσιν ἀντιπαρατιθεῖσα τὰς Βριγινδαρίδας καλουμένας, τῷ μὲν ὀνόματι βαρβαριζούσας, ταῖς δὲ ἡδοναῖς οὐδὲν ἧττον ἐκείνων ἀττικιζούσας. Φοινικίδης δ᾽· ἐν Μισουμένῃ φησὶν μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων. τούτων ἐγευσάμην καταπλεύσας εὐθέωσβ. καὶ τῶν προπυλαίων; α. κοὐδὲν ἦν τούτων ὅλως πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων . ἐν τούτοις τηρητέον καὶ τὴν τοῦ ἀτταγῆνος μνήμην. Φιλήμων δἐν τῷ περὶ τῶν Ἀττικῶν Ὀνομάτων Αἰγιλίδας φησὶν εἶναι τὰς καλλίστας ἰσχάδας· Αἴγιλα δεἶναι δῆμον τῆς Ἀττικῆς ἀπὸ Αἰγίλου τινὸς ἥρωος ὠνομασμένον χελιδονίας δὲ καλεῖσθαι τὰς ἐρυθρομελαίνας ἰσχάδας. Θεόπομπος δΕἰρήνῃ τὰς Τειθρασίας ἐπαινῶν ἰσχάδας φησὶν οὕτως· μᾶζαι πλακοῦντες, ἰσχάδες Τειθράσιαι. οὕτω δὲ ἦσαν περισπούδαστοι πᾶσιν ἀνθρώποις αἱ ἰσχάδες ὄντως γὰρ κατὰ τὸν Ἀριστοφάνην οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων· ὡς καὶ Ἀμιτροχάτην τὸν τῶν Ἰνδῶν βασιλέα γράψαι Ἀντιόχῳ ἀξιοῦντα, φησὶν Ἡγήσανδρος, πέμψαι αὐτῷ γλυκὺν καὶ ἰσχάδας καὶ σοφιστὴν ἀγοράσαντα. καὶ τὸν Ἀντίοχον ἀντιγράψαι· ἰσχάδας μὲν καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι. ὅτι δὲ καὶ πεφωσμένας ἰσχάδας ἤσθιον Φερεκράτης δείκνυσιν ἐν Κοριαννοῖ λέγων οὕτως· ἀλλ᾽ ἰσχάδας μοι πρόελε τῶν πεφωσμένων. καὶ μετὀλίγα δέ· οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις, ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας. οἶδα δὲ καὶ Πάμφιλον εἰρηκότα πρόκνιδας γένος ἰσχάδων.
§68.2 βότρυς δὲ ὅτι μὲν κοινὸν δῆλον. σταφυλῆς δὲ μέμνηται, καίτοι, δοκοῦντος τοῦ ὀνόματος Ἀσιαγενοῦς εἶναι, Κράτης ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου, ἐν τοῖς Ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι διὰ τούτων αὐτῇσι σταφυλῇσι μελαίνῃσιν κομόωντες, ὅτι δὲ καὶ παρὉμήρῳ ἐστὶν παντὶ δῆλον. Πλάτων δὲ ἐν ὀγδόῳ Νόμων καὶ βότρυς καὶ σταφυλὰς ὀνομάζει διὰ τούτων ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε καὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὥραν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν νὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν αὑτοῦ δρέπῃ, ἐὰν δἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς. ὃς δἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ νόμῳ τῷ μὴ κινεῖν τι μὴ κατέθετο, ἐκείνως αἰεὶ ζημιούσθω. ταῦτα μὲν θεῖος Πλάτων, ἐγὼ δὲ πάλιν ζητῶ τίς γενναία σταφυλὴ καί τίνα τὰ γενναῖα σῦκα, ὥρα οὖν ὑμῖν ζητεῖν, ἕως ἐγὼ περὶ τῶν ἑξῆς παρακειμένων διεξέλθω.” καὶ Μασσούριος ἔφη· μηδἀναβάλλεσθαι ἒς ταὔριον ἒς τε ἔνηφι. γενναῖα λέγει τὰ εὐγενῆ φιλόσοφος, ὡς καὶ Ἀρχίλοχος· πάρελθε, γενναῖος γὰρ εἶς. τὰ ἐπιγεγεννημένα οἷον τὰ ἐπεμβεβλημένα. ᾽ὁ γὰρ Ἀριστοτέλης καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· σῦκα καὶ βότρυς καὶ ἐλαίας συλλέγων. Ξενοφῶν ἐν Οἰκονομικῷ· ὑπὸ τοῦ ἡλίου γλυκαίνεσθαι τὰς σταφυλάς. οἴδασιν δὲ οἱ πρὸ ἡμῶν καὶ τοὺς ἐν οἴνῳ συντιθεμένους βότρυς. Εὔβουλος γοῦν ἐν Κατακολλωμένῳ φησὶν ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς καὶ βότρυς τρώγειν ἀνάγκαζ᾽· αὐτὸν ἐξ οἴνου συχνούς. δὲ τὸν Χείρωνα πεποιηκὼς τὸν εἰς Φερεκράτην ἀναφερόμενόν φησιν ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς καὶ μυελόν. ὅτι δἐν ταῖς Ἀθήναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι, μαρτυρεῖ Ἀριστοφάνης ἐν Ὥραις. τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Ἀέθλιος Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων; σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγίνετο. Λυγκεὺς δἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐπαινῶν τὸν κατὰ τὴν Ἀττικὴν γινόμενον Νικοστράτειον βότρυν καὶ ἀντιτιθεὶς αὐτῷ τοὺς Ῥοδιακούς φησιν· τῷ δἐκεῖ καλουμένῳ βότρυι Νικοστρατείῳ τὸν Ἱππώνειον ἀντεκτρέφουσι βότρυν, ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν.
§69.1 ἐπεὶ δὲ πολλάκις ὑμῖν εἴρηται περί τε κρεῶν καὶ ὀρνίθων καὶ περιστεριδίων, ἔρχομαι κἀγὼ λέξων ὅσα ἐκ πολυαναγνωσίας εὑρεῖν ἠδυνήθην παρὰ τὰ προειρημένα.
§69.2 περιστέριον οὕτως ἔστιν εὑρεῖν εἰρημένον παρὰ Μενάνδρῳ ἐν Παλλακῇ· μικρὸν ἐπιμείνας προστρέχει, ἠγόρακά σοι περιστέρια ταδί λέγων, ὁμοίως Νικόστρατος Ἅβρᾳ· ταῦτἀξιῶ· τοὐρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον· Ἀναξανδρίδης ἐν Ἀντέρωτι· περιστέρια γὰρ εἰσάγων καὶ στρουθία. Φρύνιχος Τραγῳδοῖς · περιστέριον δαὐτῷ τι λαβὲ τριωβόλου.
§69.3 Φασιανικός. Πτολεμαῖος βασιλεὺς ἐν τῷ δωδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησίν τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμπετο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι· τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν. αὕτη τοῦ λαμπροτάτου βασιλέως φωνή, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι ὡμολόγησεν, ἀλλὥσπερ τι κειμήλιον ἀνακείμενον εἶχε τούσδε τοὺς ὄρνιθας, εἰ δὲ ἑωράκει ὡς ἡμῶν ἑκάστῳ εἷς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατανηλωμένων, προσαναπεπληρώκει ἂν ταῖς πολυθρυλήτοις ἱστορίαις τῶν Ὑπομνημάτων τούτων τῶν εἰκοσιτεσσάρων καὶ ἄλλην μίαν. Ἀριστοτέλης δὲ Θεόφραστος ἐν τοῖς Ὑπομνήμασι· τῶν φασιανῶν, φησίν, οὐ κατὰ λόγον ὑπεροχὴ τῶν ἀρρένων, ἀλλὰ πολλῷ μείζων.
§70 εἰ δ προειρημένος βασιλεὺς καὶ τὸ τῶν ταώνων πλῆθος ἑωράκει τῶν κατὰ τὴν ʽ Ῥώμην, καταπεφεύγει ἂν ἐπὶ τὴν ἱερὰν σύγκλητον, ὡς ὑπὸ τοῦ ἀδελφοῦ πάλιν τῆς βασιλείας ἐξεληλαμένος. τοσοῦτον γάρ ἐστι τούτων τῶν ὀρνίθων τὸ πλῆθος ἐν τῇ Ῥώμῃ ὡς δοκεῖν προμεμαντευμένον τὸν κωμῳδιοποιὸν Ἀντιφάνην ἐν Στρατιώτῃ Τύχωνι εἰρηκέναι τάδε· τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον, σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων. χρηστὸν ἄνθρωπον δἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ, ὄψετἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας Ἄλεξις. δἐν Λαμπάδι· καταφαγεῖν αὐτὸς τοσοῦτἀργύριον. οὐδεἰ γάλα λαγοῦ εἶχον, μὰ τὴν Γῆν, καὶ ταὧς κατήσθιον. ὅτι δὲ καὶ τιθασοὺς εἶχον αὐτοὺς ἐν ταῖς οἰκίαις Στράττις παρίστησιν ἐν Παυσανίᾳ διὰ τούτων πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια, οὓς βόσκεθὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων, Ἀναξανδρίδης ἐν Μελιλώτῳ· οὐ μανικὸν ἐστἐν οἰκίᾳ τρέφειν ταὧς, ἐξὸν τοσουτουὶ δύἀγάλματἀγοράσαι; Ἀναξίλας Ὀρνιθοκόμοις· καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς. Μηνόδοτος δ Σάμιος ἐν τῷ περὶ τῶν κατὰ τὸ ἱερὸν τῆς Σαμίας Ἥρας φησὶν οἱ ταοὶ ἱεροί εἰσι τῆς Ἥρας. καὶ μήποτε πρώτιστοι καὶ ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ καὶ ἐντεῦθεν εἰς τοὺς ἔξω τόπους διεδόθησαν, ὡς καὶ οἱ ἀλεκτρυόνες ἐν τῇ Περσίδι καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν τῇ Αἰτωλίᾳ. διὸ καὶ Ἀντιφάνης ἐν τοῖς Ὁμοπατρίοις φησὶν ἐν ʽ Ἡλίου μὲν φασι γίνεσθαι πόλει φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. Κύπρος ἔχει πελείας διαφόρους, δἐν Σάμῳ Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος, τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς. διόπερ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταὧς ἐστιν.
§71.1 ἐπεὶ δὲ καὶ τῶν μελεαγρίδων Μηνόδοτος ἐμνήσθη, λέξομέν τι καὶ ἡμεῖς περὶ αὐτῶν. Κλύτος Μιλήσιος, Ἀριστοτέλους δὲ μαθητής, ἐν τῷ α᾽ περὶ Μιλήτου γράφει περὶ αὐτῶν οὕτως· περὶ δὲ τὸ ἱερὸν τῆς Παρθένου ἐν Λέρῳ εἰσὶν οἱ καλούμενοι ὄρνιθες μελεαγρίδες. δὲ τόπος ἐστὶν ἑλώδης ἐν τρέφονται, ἐστὶ δὲ ἄστοργον πρὸς τὰ ἔκγονα τὸ ὄρνεον καὶ ὀλιγωρεῖ τῶν νεωτέρων ὥστε ἀνάγκη τοῖς ἱερεῦσιν ἐπιμελεῖσθαι αὐτῶν. ἔχει δὲ τὸ μὲν μέγεθος ὄρνιθος γενναίου, τὴν δὲ κεφαλὴν μικρὰν πρὸς τὸ σῶμα καὶ ταύτην ψιλήν, ἐπαὐτῆς δὲ λόφον σάρκινον, σκληρόν, στρογγύλον, ἐξέχοντα τῆς κεφαλῆς ὥσπερ πάτταλον, καὶ τὸ χρῶμα ξυλοειδῆ, πρὸς δὲ ταῖς γνάθοις ἀπὸ τοῦ στόματος ἀρξαμένην ἀντὶ πώγωνος μακρὰν σάρκα καὶ ἐρυθροτέραν τῶν ὀρνίθων, τὴν δὲ τοῖς ὄρνισιν ἐπὶ τῷ ῥύγχει γινομένην, ἣν ἔνιοι πώγωνα καλοῦσιν, οὐκ ἔχει· διὸ καὶ ταύτῃ κολοβόν ἐστιν, ῥύγχος δὲ ὀξύτερον καὶ μεῖζον ὄρνις ἔχει. τράχηλος μέλας, παχύτερος καὶ βραχύτερος τῶν ὀρνίθων, τὸ δὲ σῶμα ἅπαν ποικίλον, μέλανος ὄντος τοῦ χρώματος ὅλου, πτίλοις λευκοῖς καὶ πυκνοῖς διειλημμένου οὐ μείζοσιν φακῶν, οὗτοι δεἰσὶν ἐν ῥόμβοις οἱ κυκλίσκοι ἧσσον μέλασι τοῦ ὅλου χρώματος· διὸ καὶ ποικιλίαν τινὰ οἱ ῥόμβοι παρέχονται, τοῦ μὲν μέλανος ἔχοντες λευκότερον τὸ χρῶμα, τοῦ δὲ λευκοῦ πολὺ μελάντερον. τὸ δὲ κατὰ τὰς πτέρυγας αὐταῖς πεποίκιλται λευκῷ πριονώδεσιν σχήμασιν παρἄλληλα κειμένοις. σκέλη δὲ ἄκεντρα ὅμοια τοῖς ὀρνιθίοις. παραπλήσιαι δεἰσὶν αἱ θήλειαι τοῖς ἄρρεσιν διὸ καὶ δυσδιάκριτόν ἐστι τὸ τῶν μελεαγρίδων γένος. τοσαῦτα καὶ περιπατητικὸς φιλόσοφος περὶ τῶν μελεαγρίδων ἱστόρησεν.
§72.1 ὀπτῶν δελφάκων δὲ μνημονεύει Ἐπικράτης ἐν Ἐμπόρῳ · ἐπὶ τοῖς δἐγὼ μάγειρος, οὔτε Σικελία καυχήσεται τρέφειν τοιοῦτον ἄρταμον κατἰχθύων, οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα κάλλιστὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα Ἄλεξις δἐν Πονήρᾳ· τριωβόλου κρείσκον ἀστεῖον πάνυ ὕειον ὀπτὸν καὶ θερμόν, εὔχυλον, τέρεν, ὅταν προσφέρων. Ἀθηναῖοι δ᾽, ὥς φησι Φιλόχορος, ταῖς Ὥραις θύοντες οὐκ ὀπτῶσιν, ἀλλἕψουσι τὰ κρέα, παραιτούμενοι τὰς θεὰς ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δεὐμενέστερον καὶ ἀκινδυνότερον πεπαίνει τὴν τροφήν. διόπερ ἑφθὸν ἐποπτᾶν οὔ φασι δεῖν οὐδἐφέψειν. τὸ μὲν γὰρ ἀνάλυσιν ἔχειν δοκεῖ τοῦ βελτίονος, ὥς φησιν Ἀριστοτέλης· τὰ δὲ ὀπτὰ τῶν ἑφθῶν ὠμότερα καὶ ξηρότερα. τὰ δὲ ὀπτὰ κρέα καλεῖται φλογίδες. Στράττις γοῦν ἐν Καλλιππίδῃ ἐπὶ τοῦ ʽ Ἡρακλέους φησὶν αὐτίκα δἥρπασε τεμάχη θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθἅμα. καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι· ταδὶ δἅμα χοίρων ἀκροκώλια μικρῶν ταύρου ταὐξίκερω φλογίδες αἱ δολιχαί τε κάπρου φλογίδες.
§73.1–81
§73.1 περὶ δὲ περδίκων τί δεῖ καὶ λέγειν ἐμέ, πλεόνων εἰρημένων ὑφὑμῶν; ἀλλοὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν. φησὶν γὰρ ὅτι Σάμιοι πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν.
§73.2 περὶ δὲ λαγών Χαμαιλέων φησὶν τῷ περὶ Σιμωνίδου ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι Σιμωνίδης , οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ, ἀλλὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν· οὐδὲ γὰρ οὐδεὐρύς περ ἐὼν ἐξίκετο δεῦρο. ὄντως δἦν ὡς ἀληθῶς κίμβιξ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω Σιμωνίδης τῶν παρἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν ὅπως, εἶπεν, τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς καὶ ἐμὴ κοσμιότης.
§73.3 οὔθατος δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω. ὑπογάστριον δαὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ.
§74.2 σιτευτῶν δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως· ὣς ἔφαθ’· οἱ δἐγέλασσαν, ἐπήνεικάν τἐπὶ τούτῳ σιτευτὰς ὄρνιθας ἐπἀργυρέοισι πίναξιν, ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας. δελφάκων δὲ σιτευτῶν φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως· εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν. δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως· ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν. Ἀντισθένης δἐν Φυσιογνωμονικῷ· καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν χορτάζουσιν. καὶ ἐν Προτρεπτικῷ δέ· ἀντὶ δελφακίων τρέφεσθαι. δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ· δέλφακα δὡραιότατον. Σοφοκλῆς Ὕβρει· ἐσθίειν ἐθέλων τὸν δέλφακα. Κρατῖνος Ὀδυσσεῦσιν δέλφακας μεγάλους, θηλυκῶς δὲ Νικοχάρης ἔφη· κύουσαν δέλφακα. καὶ Εὔπολις Χρυσῷ Γένει· οὐκ, ἀλλἔθυον δέλφακἔνδον θἠστίᾳ καὶ μάλα καλήν. καὶ Πλάτων Ἰοῖ· πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος. Θεόπομπος Πηνελόπῃ· καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.
§74.3 χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγΦιλιππικῶν καὶ ιαʹ Ἑλληνικῶν, ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. δἈγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδἔγνω κατεκεκάλυπτο γάρ. ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων δότε, φησί, φέροντες ἐκείνοις δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων. ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων Πριηνεὺς ἱστορεῖ ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως· τοῖς δεἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσιν. πρὸς δὲ τούτοις εἴ τινες ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν αἰεί. χηνίζειν δὲ εἴρηται ἐπὶ τῶν αὐλούντων. Δίφιλος Συνωρίδι· ἐχηνίασας, ποιοῦσι τοῦτο πάντες οἱ παρὰ Τιμοθέῳ.
§75.1 ἐπεὶ δὲ καὶ πετασῶνος μέρος ἑκάστῳ κεῖται, ἣν περνᾶν καλοῦσι, φέρε τι εἴπωμεν καὶ περὶ αὐτῆς, εἴ τις τοῦ ὀνόματος μνημονεύει, κάλλισται μὲν γὰρ αἱ Γαλλικαί, οὐκ ἀπολείπονται δὲ αὐτῶν οὔτε αἱ ἀπὸ Κιβύρας τῆς Ἀσιατικῆς οὔτε αἱ Λύκιαι. μνημονεύει δαὐτῶν Στράβων ἐν τρίτῃ Γεωγραφουμένων, ἀνὴρ οὐ πάνυ νεώτερος· λέγει γὰρ αὐτὸν ἐν τῇ ἑβδόμῃ τῆς αὐτῆς πραγματείας ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον, οὗ πολλάκις ἐμεμνήμεθα συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι. γράφει δοὖν Στράβων οὕτως· ἐν Σπανίᾳ πρὸς τῇ Ἀκυτανίᾳ πόλις Πομπέλων, ὡς ἂν εἴποι τις Πομπηιόπολις, ἐν πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι.
§75.2 ἁλιπάστων ; δὲ κρεῶν μνημονεύει τῆς κωμῳδίας ποιητὴς Ἀριστομένης ἐν Διονύσῳ· ἁλίπαστα ταῦτα παρατίθημί σοι κρέα. καὶ ἐν Γόησιν· ἁλίπαστον αἰεὶ τὸν θεράποντἐπεσθίειν.
§76 ἐπεὶ δὲ καὶ Σικελίας αὔχημα τροφαλὶς ἥδἐστί σοι, φίλοι, λέξωμέν τι καὶ περὶ τύρων. Φιλήμων μὲν γὰρ ἐν τῷ ἐπιγραφομένῳ Σικελικῷ· ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν ἓν τοῦτἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν καλούς, ἔτι ταῦτα προσετίθην ἀκηκοώς, ἱμάτια ποικίλ᾽; εἰ λέγοι τις Σικελικά. β. σκεύη μὲν οὖν καὶ κτήματᾠόμην φέρειν. καὶ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι. περὶ οὗ φησιν Δημήτριος Σκήψιος ἐν δευτέρῳ Τρωικοῦ Διακόσμου οὕτως· τῆς Ἀχαίας πόλις Τρομίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, προσαγορευόμενος Τρομιλικὸς. οὗ καὶ Σιμωνίδης μνημονεύει ἐν Ἰάμβῳ, οὗ ἀρχή· πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε γράφων ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον, Εὐριπίδης δἐν Κύκλωπι ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ · καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα. ἐπεὶ δὲ περὶ πάντων εἶπον τῶν παρακειμένων ἀποτράγημά τε πεποίημαι· τὸν Τρομιλικόν, καταπαύσω τὸν λόγον τὸ γὰρ λείψανον τῶν τραγημάτων καὶ τρωξίμων ἀποτράγημα εἴρηκεν Εὔπολις. σκώπτων γὰρ Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἴρηκεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ὡς κακοήθη καὶ πανοῦργον, ὥς φησιν Ἀσκαλωνίτης Δωρόθεος, τοὺς δὲ λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσιν, ὥς φησι Σέλευκος· οὓς καὶ ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθων δὲ μνημονεύει οὕτω δὲ καλεῖται τὸ πρῶτον γάλα Φιλιππίδης ἐν Αὐλοῖς· τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτἔχων. καὶ ἴσως πάντα τὰ τοιαῦτα ἐπιδειπνίδας ἔλεγον Μακεδόνες, κώθωνος γὰρ ἡδύσματα ταῦτα.
§77 τοιαῦτά τινα ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου ἐπελθὼν εἷς ἐκείνων τῶν σοφιστῶν μαγείρων ἐκήρυσσε μῦμα. καὶ πολλῶν ξενιζομένων ἐπὶ τῷ κηρύγματιοὐ γὰρ ἐδείκνυεν στιγματίας τι ἦν ἔφη· ἀγνοεῖν μοι δοκεῖτε, ἄνδρες δαιταλῆς, ὅτι καὶ Κάδμος τοῦ Διονύσου πάππος μάγειρος ἦν. σιωπησάντων δὲ καὶ ἐπὶ τούτῳ πάντων Εὐήμερος, ἔφη, Κῷος ἐν τῷ τρίτῳ τῆς Ἱερᾶς ἀναγραφῆς τοῦθἱστορεῖ, ὡς Σιδωνίων λεγόντων τοῦτο, ὅτι Κάδμος μάγειρος ὢν τοῦ βασιλέως καὶ παραλαβὼν τὴν Ἁρμονίαν αὐλητρίδα καὶ αὐτὴν οὖσαν τοῦ βασιλέως ἔφυγεν σὺν αὐτῇ. ἐγὼ δὲ φεύξομαι γἐλεύθερος γεγώς. οὐδὲ γὰρ ἂν εὕροι τις ὑμῶν δοῦλον μάγειρόν τινα ἐν κωμῳδίᾳ πλὴν παρὰ Ποσειδίππῳ μόνῳ. δοῦλοι δ᾽ ὀψοποιοὶ παρῆλθον ὑπὸ πρώτων Μακεδόνων τοῦτἐπιτηδευσάντων διὕβριν διἀτυχίαν τῶν αἰχμαλωτισθεισῶν πόλεων, ἐκάλουν δοἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον μαίσωνα, τὸν δἐκτόπιον τέττιγα. Χρύσιππος δ φιλόσοφος τὸν μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονεν κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπαὐτοῦ καλούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν Βυζάντιος ἐν τῷ περὶ Προσώπων, εὑρεῖν αὐτὸν φάσκων καὶ τὸ τοῦ θεράποντος πρόσωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότως καὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται μαισωνικά. μάλιστα γὰρ εἰσάγονται οἱ μάγειροι σκωπτικοί τινες, ὡς παρὰ Μενάνδρῳ ἐν Ἐπιτρέπουσιν. καὶ Φιλήμων δὲ πού φησιν σφίγγἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος πάρεστιν , τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησὶν ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ ἀστεῖον· οὐχ ἁλώσομἐκφέρων κρέας. καὶ ἐν Συντρόφοις· ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν; β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν. α. πότεροὖν ἀφεῖσαι; β. κατἀγορὰν ἐργάζομαι· ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.
§78 οὐδὲν οὖν ἦν παράδοξον εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι· προίσταντο γοῦν καὶ γάμων καὶ θυσιῶν. διόπερ Μένανδρος ἐν Κόλακι τὸν τοῖς τετραδισταῖς διακονούμενον μάγειρον ἐν τῇ τῆς Πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα· σπονδή, δίδου σὺ σπλάγχνἀκολουθῶν. ποῖ βλέπεις; σπονδή, φέρ᾽, παῖ Σωσία, σπονδή. καλῶς. ἐγχοῦ. θεοῖς Ὀλυμπίοις εὐχώμεθα Ὀλυμπίαισι, πᾶσι πάσαις· λάμβανε τὴν γλῶτταν. ἐπὶ τούτῳ διδόναι σωτηρίαν, ὑγίειαν, ἀγαθὰ πολλὰ τῶν ὄντων τε νῦν ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτεὐχώμεθα. καὶ παρὰ Σιμωνίδῃ δέ φησιν ἕτερος· χὠς ὗν ἄφευσα χὠς ἐμίστυλα κρέα ἱρωστί, καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι. ἐμφαίνει δαὐτῶν τὴν ἐμπειρίαν καὶ πρὸς Ἀλέξανδρον Ὀλυμπιάδος Ἐπιστολή. προτρεπομένη μάγειρον αὑτῇ πρίασθαι θυσιῶν ἔμπειρον μήτηρ φησί· Πελίγναν τὸν μάγειρον λαβὲ παρὰ τῆς μητρός, οὗτος γὰρ οἶδε τὰ ἱερά σου τὰ πατρῷα πάντα ὃν τρόπον θύεται καὶ τὰ ἀργαδιστικὰ καὶ τὰ Βακχικά, ὅσα τε Ὀλυμπιὰς προθύεται οὗτος οἶδεν. μὴ οὖν ἀμελήσῃς, ἀλλὰ λαβέ· καὶ ἀπόστειλον πρὸς ἐμὲ τὴν ταχίστην.
§79.2 ὅτι δὲ σεμνὸν ἦν μαγειρικὴ μαθεῖν ἔστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων, οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησιν Κλείδημος ἐν Πρωτογονίας πρώτῳ. ὅμηρός τε τὸ ῥέζειν ἐπὶ τοῦ θύειν τάσσει τὸ δὲ θύειν ἐπὶ τοῦ ψαιστὰ μεταδόρπια θυμιᾶν καὶ οἱ παλαιοὶ τὸ θύειν δρᾶν ὠνόμαζον. ἔδρων δοἱ Κήρυκες ἄχρι πολλοῦ βουθυτοῦντες, φησί, καὶ σκευάζοντες καὶ μιστύλλοντες, ἔτι δοἰνοχοοῦντες. κήρυκας δαὐτοὺς ἀπὸ τοῦ κρείττονος ὠνόμαζον. ἀναγέγραπταί τε οὐδαμοῦ μαγείρῳ μισθός, ἀλλὰ κήρυκι. καὶ Ἀγαμέμνων δὲ παρὉμήρῳ θύει βασιλεύων φησὶ γὰρ ποιητής· καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ, καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. καὶ Θρασυμήδης τοῦ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν, ἐπεὶ διὰ τὸ γῆρας Νέστωρ οὐκ ἠδύνατο· συνεπόνουν δαὐτῷ καὶ οἱ ἄλλοι ἀδελφοί. οὕτως ἔνδοξον ἦν καὶ μέγιστον τὸ τῆς μαγειρικῆς τέχνης ἀξίωμα, καὶ παρὰ Ῥωμαίοις δοἱ τιμηταὶ μεγίστη δαὕτη ἀρχὴ τὴν περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον. οὐ παρέργως δὲ παρά τῷ Ὁμήρῳ καὶ τὰ ὅρκια καὶ τὰ ἱερόθυτα κήρυκες κομίζουσιν, ὡς παλαιᾶς οὔσης καὶ προσηκούσης αὐτοῖς τῆς λειτουργίας Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι. καὶ πάλιν αὐτὰρ Ταλθύβιον προίει κρείων Ἀγαμέμνων νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδἄρνἐκέλευσεν οἰσέμεναι. καί· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
§80 ἐν δὲ τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμάς, οἷς καὶ τὸ πλῆθος ἀγείρειν ἔργον ἦν. οὐκ ἀπεικότως δὲ καὶ Ἀθηνίων ἐν Σαμόθρᾳξιν, ὥς φησιν Ἰόβας, μάγειρον εἰσάγει φυσιολογοῦντα διὰ τούτων οὐκ οἶσθὅτι πάντων μαγειρικὴ τέχνη πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθὅλως; β. τοιοῦτόν ἐστι τοῦτο; α. πάνυ γε, βάρβαρε, τοῦ θηριώδους καὶ παρασπόνδου βίου ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς ἀλληλοφαγίας ἤγαγ᾽ εἰς τάξιν τινὰ καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον ζῶμεν. β. τίνα τρόπον; α. πρόσεχε, κἀγώ σοι φράσω. ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος ἔθυσἱερεῖον πρῶτος, ὤπτησεν κρέας. ὡς δἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τινἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ ἅλας οὐ προσάγοντες οὐ γὰρ ἦσαν οὐδέπω εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. ὡς δἤρεσαὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη, τῶν ἱερῶν γε δρωμένων τὰ πάτρια διατηροῦντες. ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχή γέγονε τῆς σωτηρίας, τὸ προσφιλοτεχνεῖν, διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικήν τέχνην. β. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον προιόντος εἰσηνέγκατἤδη τοῦ χρόνου· ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν περικομματίῳ, διεγίγγρασὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδὁρώμενον, λάχανον, τάριχος πολυτελές, χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω ἀπεῖχἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ· αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος ἠθροίζετ᾽, ἐγένονθαἱ πόλεις οἰκούμεναι διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν. β. ἄνθρωπε χαῖρε, περὶπόδεἶ τῷ δεσπότῃ. α. καταρχόμεθἡμεῖς οἱ μάγειροι, θύομεν, σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθεὑρηκέναι τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς. β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων. α. ἥμαρτον. β. ἀλλὰ δεῦρο νῦν συνείσιθι ἐμοί, τά τἔνδον εὐπρεπῆ πόει λαβών.
§81 καὶ Ἄλεξις δἐν Λεβητίῳ δηλοῖ ὅτι μαγειρική τέχνη ἐπιτήδευμα ἦν ἐλευθέρων· πολίτης γάρ τις οὐ ταπεινὸς ἐν αὐτῷ δείκνυται μάγειρος, καὶ οἱ τὰ Ὀψαρτυτικὰ δὲ συγγράψαντες ʽ Ἡρακλείδης τε καὶ Γλαῦκος Λοκρὸς οὐχ ἁρμόττειν φασὶ δούλοισι τὴν μαγειρικήν, ἀλλοὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων. ἐκσεμνύνει δὲ τὴν τέχνην καὶ νεώτερος Κρατῖνος ἐν τοῖς Γίγασι λέγων ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ ὄζει καπνὸς τἐξέρχετεὐωδέστερος; οἰκεῖ τις, ὡς ἔοικεν, ἐν τῷ χάσματι λιβανωτοπώλης μάγειρος Σικελικός, β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν; καὶ Ἀντιφάνης δἐν Δυσπράτῳ ἐπαινῶν τοὺς Σικελικοὺς μαγείρους λέγει· Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαι δαιτὸς διαθρυμματίδες. καὶ Μένανδρος ἐν Φάσματι· ἐπισημαίνεσθἐὰν σκευασία καθάρειος καὶ ποικίλη. Ποσείδιππος ἐν Ἀναβλέποντι· ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα τὰ τῶν μαγείρων πάνθ καθἑκάστου. κακὰ ἀντεργολαβοῦντος· ἔλεγον μὲν ὡς οὐκ ἔχει ῥῖνα κριτικὴν πρὸς τοὔψον, δὲ ὅτι τὸ στόμα πονηρόν, δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας ἐπιθυμίας ἐμίαινε τῶν ἡδυσμάτων, κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός , καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων, ἐκ τοῦ πυρὸς εἰς τὰς μαχαίρας ἦλθον ὧν εἷς οὑτοσὶ διὰ τῶν μαχαιρῶν τοῦ πυρὸς τἐλήλυθεν. Ἀντιφάνης δἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησὶν οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε, ἕψειν ἐν ἅλμῃ φημί. β. τὸ δὲ λαβράκιον; α. ὀπτᾶν ὅλον. β. τὸν γαλεόν; α. ἐν ὑποτρίμματι ζέσαι. β. τὸ δὲ ἐγχέλειον; α. ἅλες, ὀρίγανον, ὕδωρ. β. γόγγρος; α, ταὐτόν. β. βατίς; α. χλόη. β. πρόσεστι θύννου τέμαχος. α. ὀπτήσεις. β. κρέας ἐρίφειον; α. ὀπτόν. β. θάτερον; α. τἀναντία. β. σπλήν; α. σεσάχθω. β. νῆστις; α. ἀπολεῖ μ᾽ οὑτοσί. ἀοιδίμων δ᾽ ὀψαρτυτῶν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις οὕτως εὖ γ᾽, Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν οὐδἀνατετράμμεθ᾽, ἀλλὰ καίεται λύχνος, καὶ βιβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν τί Σόφων καταλέλοιπ τί Σημωνακτίδης Χῖος Τυνδάριχος Σικυώνιος, Ζωπυρῖνος. β. αὐτὸς εὕρηκας δὲ τί; α. τὰ μέγιστα. β. ποῖα ταῦτα; α. τοὺς τεθνηκότας
§82–84
§82 ἐγὼ δὲ τοιουτονὶ βρῶμα ὑμῖν, ἄνδρες φίλοι, τὸ μῦμα φέρω. περὶ οὗ Ἀρτεμίδωρος μὲν Ἀριστοφάνειος ἐν Ὀψαρτυτικαῖς Γλώσσαις φησὶν ὅτι σκευάζεται ἐκ κρεῶν καὶ αἵματος, πολλῶν ἀρτυμάτων συνεμβαλλομένων. Ἐπαίνετος δἐν Ὀψαρτυτικῷ λέγει ταῦτα· μῦμα δὲ παντὸς ἱερείου, καὶ ὄρνιθος δὲ χρὴ ποιεῖν τὰ ἁπαλὰ τῶν κρεῶν μικρὰ συντεμόντα καὶ τὰ σπλάγχνα καὶ τὸ ἔντερον καὶ τὸ αἷμα διαθρύψαντα καὶ ἀρτύσαντα ὄξει, τυρῷ ὀπτῷ, σιλφίῳ, κυμίνῳ, θύμῳ χλωρῷ καὶ ξηρῷ, θύμβρᾳ, κοριάννῳ χλωρῷ τε καὶ ξηρῷ, καὶ γητείῳ καὶ κρομμύῳ καθαρῷ πεφωσμένῳ μήκωνι καὶ σταφίδι μέλιτι καὶ ῥόας ὀξείας κόκκοις. εἶναι δέ σοι τὸ αὐτὸ μῦμα καὶ ὄψου.
§83 τοσαῦτα καὶ τούτου κατακόψαντος οὐ μόνον τὰ προειρημένα ἀλλὰ καὶ ἡμᾶς, ἄλλος ἐπεισῆλθεν τὴν ματτύην κομίζων. ὑπὲρ ἧς καὶ ζητήσεως γενομένης καὶ τοῦ Οὐλπιανοῦ εἰπόντος τὰ ἐκ τῶν Ὀψαρτυτικῶν Γλωσσῶν τοῦ προειρημένου Ἀρτεμιδώρου, Αἰμιλιανὸς Δωροθέῳ ἔφη τῷ Ἀσκαλωνίτῃ σύγγραμμα ἐκδεδόσθαι ἐπιγραφόμενον Περὶ Ἀντιφάνους καὶ περὶ τῆς παρὰ τοῖς νεωτέροις κωμικοῖς ματτύης· ἣν Θετταλῶν φησιν εἶναι εὕρημα, ἐπιχωριάσαι δὲ κἀν ταῖς Ἀθήναις κατὰ τὴν Μακεδόνων ἐπικράτειαν. ὁμολογοῦνται δὲ οἱ Θετταλοὶ πολυτελέστατοι τῶν Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καὶ τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ἐζηλωκόσι τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. ἱστορεῖ δὲ περὶ τῆς πολυτελείας αὐτῶν καὶ Κριτίας ἐν τῇ Πολιτείᾳ αὐτῶν.. ὠνομάσθη δὲ ματτύη, ὡς μὲν Ἀθηναῖος Ἀπολλόδωρός φησιν ἐν τῷ πρώτῳ τῶν ἐτυμολογουμένων, ἀπὸ τοῦ μασᾶσθαι, ὥσπερ καὶ μαστίχη καὶ μάσταξ, ἡμεῖς δέ φαμεν ἀπὸ τοῦ μάττειν, ἀφοὗ καὶ μᾶζα αὐτὴ ὠνομάσθη καὶ παρὰ Κυπρίοις καλουμένη μαγίς, καὶ τὸ τρυφᾶν καθὑπερβολὴν ὑπερμαζᾶν. κατἀρχὰς μὲν οὖν τὴν δημοτικὴν καὶ κοινὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μᾶζαν ὠνόμαζον καὶ μάττειν τὸ παρασκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλλοντες· τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιέργως μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν τὸ πολυτελὲς ἔδεσμα, τὸ δὲ ματτυάζειν τὸ παρασκευάζειν αὐτά, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε πεμμάτιον. τοῦτο δὲ δῆλόν ἐστιν ἐξ οὗ καὶ Ἀρτεμίδωρος παρέθετο μαρτυρίου Ἀλέξιδος· συνεμφῆναι γὰρ βουλόμενος Ἄλεξις τὴν ἀκολασίαν τῆς παρασκευῆς προσέθηκε τὸ λέπεσθαι. ἔχει δοὕτως σύμπασα ἐκλογὴ οὖσα ἐκ τοῦ διεσκευασμένου δράματος ἐπιγράφεται Δημήτριος· τοὔψον λαβοῦσαι τοῦτο τοὐπεσταλμένον σκευάζετ᾽, εὐωχεῖσθε, προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε. τῷ δὲ λέπεσθαι χρῶνται οἱ Ἀθηναῖοι ἐπἀσελγοῦς καὶ φορτικῆς διἀφροδισίων ἡδονῆς.
§84 καὶ Ἀρτεμίδωρος ἐν ταῖς Ὀψαρτυτικαῖς Γλώτταις τὴν ματτύην ἀποφαίνει κοινὸν εἶναι πάντων ὄνομα τῶν πολυτελῶν ἐδεσμάτων, γράφων οὕτως· ἔστι τις ὄρνιθος ματτύης. ἐσφάχθω μὲν διὰ τοῦ στόματος εἰς τὴν κεφαλήν, ἔστω δὲ ἕωλος καθάπερ πέρδιξ· ἐὰν δὲ θέλῃς, ὡς ἔχει αὐτοῖς πτεροῖς ἐᾶν, μὴ τετιλμένην. εἶτα τὸν τρόπον ἐκθεὶς τῆς ἀρτύσεως καὶ τῆς ἑψήσεως ἐπιφέρει εὐθύς· καὶ νομάδα παχεῖαν ἕψε καὶ νεοσσοὺς τῶν ἤδη κοκκυζόντων, ἐὰν θέλῃς παρὰ πότον χρῆσθαι. εἶτἐξελὼν τὰ λάχανα εἰς τρυβλίον καὶ τῆς ὄρνιθος τῶν κρεῶν ἐπιθεὶς παρατίθει· τοῦ θέρους ἀντὶ τοῦ ὄξους τῆς ὄμφακος ἐμβαλὼν εἰς τὸν ζωμὸν ὡς ἔχει τοὺς βότρυς· ἐπειδὰν δὲ ἑφθὴ γένηται, ἔξελε μετὰ τοῦ βοτρυδίου πρὸ τοῦ τὸ γίγαρτον ἐξαφεῖναι, εἶθοὕτως τὸ λάγανον κατάθρυπτε. οὗτος ματτύης ἐν τοῖς ἡδίστοις. ὅτι μὲν οὖν κοινὸν ἦν τοὔνομα τῶν πολυτελεστάτων ἐδεσμάτων φανερὸν ὅτι δὲ καὶ τρόπος τῆς τοιαύτης εὐωχίας ὁμοίως ἐλέγετο Φιλήμων φησὶν ἐν Ἁρπαζομένῳ· γυμνῷ φυλακὴν ἐπίταττε, καὶ διὰ τριῶν ποτηρίων με ματτύης εὐφραινέτω. καὶ ἐν Ἀνδροφόνῳ · πιεῖν τις ἡμῖν ἐγχεάτω καὶ ματτύην ποιεῖτε θᾶττον. Ἄλεξις δἐν Πυραύνῳ ἀμφιβόλως εἴρηκεν ἐγὼ δἐπειδὰν ἀσχολουμένους λάβω, ἀνέκραγον οὐ δώσει τις ἡμῖν ματτύην; ὥσπερ ἂν εἰ τὸ δεῖπνον ἔλεγεν πιθανὸν δὲ καὶ ἰδίως ἐπί τι τῶν ἐδεσμάτων ἀναφέρειν. Μάχων δ Σικυώνιος τῶν μὲν κατὰ Ἀπολλόδωρον τὸν Καρύστιον κωμῳδιοποιῶν εἷς ἐστι καὶ αὐτός· οὐκ ἐδίδαξεν δἈθήνησι τὰς κωμῳδίας τὰς ἑαυτοῦ, ἀλλἐν Ἀλεξανδρείᾳ. ἦν δἀγαθὸς ποιητὴς εἴ τις ἄλλος τῶν μετὰ τοὺς ἑπτά· διόπερ γραμματικὸς Ἀριστοφάνης ἐσπούδασε συσχολάσαι αὐτῷ νέος ὤν. ἐποίησε δὲ καὶ οὗτος ἐν δράματι Ἀγνοίᾳ ταυτί· ἥδιον οὐδὲν ἐστί μοι τῆς ματτύης, τοῦτεἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς κατέδειξαν ἡμῖν εἴτε πάντες οἱ θεοί· οὐκ οἶδα· πλὴν γὅτι μουσικωτάτου τινός ὅτι δὲ ὕστατον καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο Νικόστρατός φησιν ἐν Ἀπελαυνομένῳ. μάγειρος δἐστὶν διηγούμενος ὡς λαμπρὰν καὶ εὔτακτον παρεσκεύασεν εὐωχίαν προδιηγησάμενός τε οἷον ἦν τὸ ἄριστον καὶ τὸ δεῖπνον καὶ τρίτης μνησθεὶς παραθέσεως ἐπιφέρει· εὖ γ᾽, ἄνδρες, εὖ σφόδρ᾽, ἀλλὰ μὴν τῇ ματτύῃ οὕτω διαθήσω τὰ μετὰ ταῦθὥστοἴομαι οὐδαὐτὸν ἡμῖν τοῦτον· ἀντερεῖν ἔτι. καὶ ἐν Μαγείρῳ· θρῖον δὲ καὶ κάνδαυλον τούτων τι τῶν εἰς ματτύην οὐδέτερος εἶδε πώποτε. ἄλλος δὲ τίς φησιν περιφέρειν ματτύην καὶ ποδάριον καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως. Διονύσιος δἐν Ἀκοντιζομένῳ· μάγειρος ἐστὶν λέγων ὥστἐνίοτἂν τούτοισι ποιῶν ματτύην σπεύδων ἅμεἰσήνεγκα διαμαρτὼν μίαν ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν. Φιλήμων ἐν Πτωχῇ· ἐξὸν ἀποσάττεσθαι δὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ. Μόλπις δ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαίκλεια, σημαίνει τὰς ἐπιδειπνίδας, ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις. δὲ κυνικὸς Μένιππος ἐν τῷ ἐπιγραφομένῳ Ἀρκεσιλάῳ γράφει οὕτως· πότος ἦν ἐπικωμασάντων τινῶν καὶ ματτύην ἐκέλευσεν εἰσφέρειν Λάκαινάν τις· καὶ εὐθέως περιεφέρετο περδίκεια ὀλίγα καὶ χήνεια ὀπτὰ καὶ τρύφη πλακούντων. τὸ δὲ τοιοῦτον δεῖπνον οἱ μὲν Ἀττικοὶ προσηγόρευον ἐπιδόρπισμα, οἱ δὲ Δωριεῖς ἐπάικλον, τῶν δἄλλων Ἑλλήνων οἱ πλεῖστοι ἐπιδειπνίδα. τοσούτων καὶ περὶ τῆς ματτύης λεχθέντων ἔδοξεν ἀπιέναι· καὶ γὰρ ἑσπέρα ἦν ἤδη. διελύθημεν οὖν οὕτως.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up