Agathemerus Geographiae informatio
EN Lat Orig
Book 5
§20 Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ᾿ ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρὰ Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ, πλάτος σταδίων ιϛʹ· δὲ καθ᾿ Ἡρακλείους στήλας πορθμὸς στενότατός ἐστι σταδίων πʹ. ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι Πιτυοῦσα μείζων καὶ οἰκουμένη σταδίων τʹ τὸ μῆκος, δὲ ἐλάττων σταδίων ρʹ. τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιαρίδας καλοῦσιν (οἱ γὰρ σφενδονῆται οὕτω καλοῦνται (οἱ) Βαλιαρεῖς), μείζων μῆκος ἔχει σταδίων ͵ασʹ, πλάτος σταδίων υʹ· ἐλάττων σταδίων τʹ. αἱ δὲ Στοιχάδες αἱ φερώνυμοι ἑξῆς ἐπ᾿ εὐθείας κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων· αἱ μὲν μείζους τρεῖς, δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. δὲ Σαρδὼ ἔχει σχῆμα ὡς ποδὸς ἴχνος, μεσόκοιλος· τὸ μῆκος ͵βσʹ. Κύρνος ἐγγὺς Σαρδοῦς, πολλῷ δὲ ἀγεννεστέρα, ἔλαττον ἥμισυ τῆς Σαρδοῦς μῆκος ἔχει. ἀφετήριον δ᾿ εἰς Σαρδὼ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας· τὸ δὲ δίαρμα σταδίων ͵βσʹ. τῆς Σικελίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμʹ, σχῆμα τρίγωνον σκαληνοειδές. δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμόν· πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵ατξʹ· ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχʹ· κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια αψʹ· ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αχʹ.
§21 Κέρκινα νῆσος μῆκος [σʹ], πλάτος οʹ, ὅπου δὲ στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θεήνης, κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινῖτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ, πλάτος δὲ στάδια κεʹ.
§22 ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγῖτιν διάπλους στάδια χʹ, ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. δὲ Μῆνιγξ μῆκος σταδίων σʹ, πλάτος σταδίων ρπʹ. μεγάλαι δ᾿ εἰσὶν περὶ αὐτὴν παλίρροιαι.
§23 Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδίων υʹ. εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν ἐπισημότεραι Ἴσση καὶ Μέλαινα Κόρκυρα καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.
§24 Πελοποννήσου δὲ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵εχκζʹ, χωρὶς δὲ τοῦ κατακολπίσαι περίπλους στάδια ͵δ. μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγίου στάδια ͵αυʹ. ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις μεγάλοις τεμνομένη. συνάγεται μὲν εἰς τὸν Κορινθίων Ἰσθμὸν, πλάτος σταδίων μʹ, ὑπὸ τοῦ Κορινθίου κόλπου καὶ [τοῦ] Σαρωνικοῦ· [ δὲ Σαρωνικὸς κόλπος διήκει] ἐπὶ τὸ Σούνιον ἄκρον ἐξ εὐωνύμων [καὶ ἐπὶ τὸ Σκύλλαιον ἄκρον ἐκ δεξιῶν], ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά. Ἑξῆς δὲ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου, πολὺ προπέπτωκεν εἰς [τὸ] πέλαγος. (Εἶτα Ἑρμιονικὸς κόλπος.) Ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὅπερ ὀρίζει ἐξ εὐωνύμων τὸν Μεσσηνιακὸν κόλπον, οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα. εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς, καθ᾿ ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον Χελωνάτας· τελευταῖον δὲ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀκαρνανίᾳ· μεθ᾿ ὃν Κορινθιακὸς ἀναχεῖται κόλπος, ζʹ σταδίων συγκλειόμενος στόματι κατὰ τὸ Ῥίον ἄκρον, ἔστι τῆς Πελοποννήσου, τὸ δ᾿ Ἀντίρριον Λοκρίδος. ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια ͵γ.
§25 Αἴγινα νῆσος προμήκης στάδια ρξʹ· ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ· Κεία ρκʹ. τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν Νάξος· διὸ μικρὰ λέγεται Σικελία. ἐκ δεξιῶν δὲ αἱ Σποράδες. δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται· παρατείνει δὲ Βοιωτίαν, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί ποσὸν καὶ τὴn Ἀττικήν· ἔστι γὰρ μακρά, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων ͵αψʹ.
§26 δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ· περίμετρος δὲ αὐτῆς σταδίων ͵δρʹ, μῆκος ͵βτʹ· κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοία· περίπλους στάδια ͵γυκʹ, μῆκος δὲ ͵ατʹ. ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα βορέου σταδίων ͵γωʹ. Ῥόδου περίμετρος στάδια ͵ατʹ· Κῶ περίμετρος στάδια φνʹ· Σάμος στάδια χλʹ. Ἰκαρία δέ ἐστὶ μακρὰ, τραχεῖα, μῆκος σταδίων τʹ. Χίου περίμετρος στάδια χξʹ, Λέσβου περίμετρος στάδ ͵αρʹ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up