Agathemerus Geographiae informatio
EN Lat Orig
Book 3
§8 Ἔστι δὲ μεγάλη Σύρτις σταδίων ͵ε, δὲ μικρὰ σταδίων ͵αχʹ, τὸ δὲ στόμα τοῦ Ἀδρίου, καλοῦσί τινες Ἰόνιον πέλαγος, ἔχει διάπλουν σταδίων ψʹ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.
§9 Διαδέχεται τὸ Αἰγαῖον [] Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν· εἶτα Προποντὶς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ, ἀφ᾿ ὧν Πόντος ἄρχεται· εἶτα Μαιῶτις λίμνη. Πάλιν δ' ἀπ᾿ ἀρχῆς Εὐρώπης καὶ Λιβύης Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος, Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς Τυρρηνίας περάτων, Σαρδῷον δὲ τὸ ὑπὲρ Σαρδὼ, νεῦον πρὸς Λιβύην κάτω, Τυρρηνικὸν δὲ τὸ μέχρι Σικελίας, ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῆς ἄκρων· εἶτα Λιβυκὸν, εἶτα Κρητικὸν καὶ Σικελικὸν καὶ Ἰόνιον [τὸ] καὶ Ἀδριανὸν τὸ ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν * καλοῦσι Κορινθιακὸν κόλπον ἤτοι Ἀλκυονίδα θάλασσαν. τὸ Σουνίῳ καὶ Σκυλλαίῳ περιεχόμενον πέλαγος Σαρωνικὸν, εἶτα Μυρτῷον καὶ Ἰκάριον, ἐν καὶ αἱ Κυκλάδες, εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον· ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀναχεῖται τὸ Αἰγαῖον.
§10 Ἔστι δὲ τῆς Εὐρώπης παράπλους ἀπὸ Τανάϊδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ· τῆς δὲ Λιβύης ἀπὸ Τιγγὸς ἕως στόματος Κανωβικοῦ, σταδίων μυριάδων δύο καὶ ͵θσνβʹ· τῆς δ᾿ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. Ὁμοῦ [ χώρα ] παράλιος σὺν [τοῖς] κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ ͵θοβʹ, συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θ. τὸ δὲ στόμα, Κιμμέριος Βόσπορος, σταδίων οηʹ.
§11 δὲ Πόντος σταδίων δισμυρίων ͵γπγʹ, δὲ Θρᾴκιος Βόσπορος, τὰ στενὰ, ὅπη Δαρεῖος ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν, σταδίων ϛʹ.
§12 δὲ Περσικὴ θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μεταξὺ στόμα Ἀραβίας καὶ Καρμανίας σταδίων υʹ.
§13 δὲ Ὑρκανία ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.
§14 δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀπὸ Ἡρώων πόλεως, παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος τῆς ἐπὶ θήρας, σταδίων ͵θ τὸ μῆκος· [ἐντεῦθεν δὲ ἕως τῶν κατὰ Δειρὴν στενῶν] πλοῦς σταδίων ͵δψʹ· τὰ δὲ κατὰ Δειρὴν στενὰ σταδίων ξʹ· ἔνθεν ἑξῆς πλοῦς παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ὠκεανοῦ σταδίων ͵ε· τὸ δὲ λοιπὸν οὐ πλεῖται. Τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Αἰλανίτου μυχοῦ σταδίων μυρίων ͵δ. Αὐτὴ δὲ Ἀραβία εἰς τὴν Ἐρυθρὰν καθήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up