Agathemerus Geographiae informatio
EN Lat Orig
Book 4
§15 Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ καὶ ͵ηφμεʹ, οὕτως· ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ καὶ ͵αψκεʹ οὕτως· ἀπὸ Γάγγου ἐπὶ ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛ· ἀπὸ Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ· ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ· εἰς Μυρίανδρον σταδίων τοεʹ.
§16 Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ, οὕτως· ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ· ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια ͵ατʹ· ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους στάδια ͵ατʹ· εἰς Πάταρα στάδια ωʹ· (ὡς) εἰς ῾Ρόδον στάδια ψʹ· εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ϡμʹ· ἐπὶ Ταίναρον στάδια ͵αυνʹ· ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δχʹ· ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφκʹ· ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵βωʹ· ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνησίας νήσους στάδια μύρια· ἀπὸ Γαδείρων δὲ διὰ Ἱεροῦ ἀκρωτηρίου ἐπὶ Ἀρτάβρων λιμένα στάδιοι ͵ζϡλβʹ. Ὁμοῦ γίνονται μυριάδες ζʹ καὶ ͵ϛυοζʹ.
§17 Καὶ ἄλλως· ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδες δʹ καὶ ͵ατνʹ· ἀπὸ Εὐφράτου εἰς Μάζακα Καππαδοκῶν στάδια ͵αϡνʹ· ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρωρείας καὶ μεγάλης [καὶ] Καρίας ἕως Ἐφέσου στάδια ͵γπϟʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδες δʹ καὶ ͵ζσϟʹ· ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχʹ· ἐπὶ Ἰσθμὸν στάδια ͵αψʹ· ἀπ᾿Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ· ἐπὶ Λευκάδα στάδια ψʹ· ἐπὶ Κόρκυραν στάδια ψʹ· ἐπ᾿ Ἀκροκεραύνια ὄρη στάδια χξʹ· ἐπὶ Βρεντέσιον στάδια ψʹ· ἀπὸ Βρεντεσίου πεζῇ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ· ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια ͵δρνβʹ· εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλλιβίρρεως [στάδια ͵γψμζʹ· ἀπὸ Ἰλλιβίρρεως] διὰ τῶν πανδοκείων ἕως Γαδείρων στάδια ͵ϛχναʹ, καὶ διάπλους ἐπὶ Γάδειρα στάδια ξʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδες ζʹ καὶ ͵αφξʹ.
§18 Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ Μερόην σταδίων ͵ε· ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων· ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ͵ηνϛʹ (τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνοεῖται εἰς βορρᾶν), οὕτως· ἀπὸ Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια ͵δφʹ· ἐπὶ τὸ Θοάντειον, δεξιὸν παραπλέοντι Ῥόδον, στάδια υʹ· ἐπὶ Τῆλον στάδια σξʹ· ἐπὶ Λακτῆρα τῆς Κῴας στάδια τκʹ· ἐπὶ Δρέπανον Κῴας στάδια ρʹ· ἐπ᾿ Ἀρκῖτιν νῆσον στάδια τλʹ· ἐπὶ Κορσίας [στάδια] ρʹ· ἐπὶ Σαμίων Ἄμπελον στάδια λʹ· ἐπὶ τὸ (Αἰγαῖον) Ἄργεννον διὰ τοῦ Αἰγαίου στάδια φʹ· ἐπὶ τὸ Ἐρυθραῖον Κορυναῖον στάδια κεʹ· ἐπὶ Φλίον, ἄκρον Χίου, στάδια νʹ· ἐπὶ Μελανέα, ἄκρον Λέσβου, στάδια υνʹ· ἐπὶ Σίγριον Λέσβου στάδια φʹ· εἰς Τένεδον νῆσον στάδια υνʹ· εἰς Σίγειον στάδια ρʹ· ἐπὶ στόμα Πόντου στάδια βφʹ· ἐπὶ Κάραμβιν στάδια ͵βωʹ· ἐπὶ στόμα Μαιώτιδος στάδια βφʹ· ἐπὶ Τάναϊν στάδια ͵βσ.
§19 ἄλλως, ἀπὸ πόλεως εἰς πόλιν· ἀπὸ Ἀλεξανδρείας εἰς Ῥόδον στάδια ͵δχοʹ· εἰς Κνίδον στάδια ψʹ· εἰς Κῶ στάδια σʹ· εἰς Σάμον στάδια ωʹ· εἰς Χίον στάδια ψνʹ· εἰς Μυτιλήνην στάδια φκʹ· εἰς Τένεδον στάδια ϡνʹ· εἰς Σίγειον ρʹ· ἐπὶ τὸ στόμα Πόντου ͵βφʹ· ἐπὶ Κάραμβιν ͵βωʹ· εἰς στόμα Μαιώτιδος ͵βφʹ· ἐπὶ Τάναϊν ποταμὸν ͵βσʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος στάδια μύρια ͵ηχϟʹ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up