§1.1
Καὶ ὁ μὲν δίκην δώσων εἰς Ἀλεξάνδρειαν ἤγετο ὑπὲρ ὧν ἐδόκει τὸν δεσπότην Ἄραξον ἀποκτεῖναι· οἱ δὲ περὶ τὸν Ἱππόθοον ἀπὸ Ταρσοῦ κινήσαντες ᾔεσαν τὴν ἐπὶ Συρίας, πᾶν ὅ τι ἐμποδὼν λάβοιεν ὑποχείριον ποιούμενοι· ἐνέπρησαν δὲ καὶ κώμας καὶ ἄνδρας ἀπέσφαξαν πολλούς. Καὶ οὕτως ἀπελθόντες εἰς Λαοδίκειαν τῆς Συρίας ἔρχονται κἀνταῦθα ἐπεδήμουν οὐκέτι ὡς λῃσταί, ἀλλʼ ὡς κατὰ θέαν τῆς πόλεως ἥκοντες.
§1.2
Ἐνταῦθα ὁ Ἱππόθοος ἐπολυπραγμόνει εἴ ποθεν Ἁβροκόμην εὑρεῖν δυνήσεται· ὡς δʼ οὐδὲν ἤνυε, ἀναλαβόντες αὑτούς, τὴν ἐπὶ Φοινίκης ἐτράποντο, κἀκεῖθεν ἐπʼ Αἴγυπτον· ἐδόκει γὰρ αὐτοῖς καταδραμεῖν Αἴγυπτον.
§1.3
Καὶ συλλεξάμενοι μέγα λῃστήριον ἔρχονται τὴν ἐπὶ Πηλουσίου καὶ τῷ ποταμῷ τῷ Νείλῳ πλεύσαντες εἰς Ἑρμοῦ πόλιν τῆς Αἰγύπτου καὶ Σχεδίαν, ἐμβαλόντες εἰς διώρυγα τοῦ ποταμοῦ τὴν ὑπὸ Μενελάου γενομένην Ἀλεξάνδρειαν μὲν παρῆλθον, ἦλθον δὲ ἐπὶ Μέμφιν τὴν ἱερὰν τῆς Ἴσιδος, κἀκεῖθεν ἐπὶ Μένδην·
§1.4
παρέλαβον δὲ καὶ τῶν ἐπιχωρίων κοινωνοὺς τοῦ λῃστηρίου καὶ ἐξηγητὰς τῆς ὁδοῦ. Διελθόντες μὲν δὴ ταῦτα ἐπὶ Λεόντων ἔρχονται πόλιν καὶ ἄλλας παρελθόντες κώμας οὐκ ὀλίγας, ὧν αἱ πολλαὶ ἀφανεῖς, εἰς Κοπτὸν ἔρχονται τῆς Αἰθιοπίας πλησίον.
§1.5
Ἐνταῦθα ἔγνωσαν λῃστεύειν· πολὺ γὰρ πλῆθος ἐμπόρων τὸ διοδεῦον ἦν τῶν τε ἐπʼ Αἰθιοπίαν καὶ τῶν ἐπὶ Ἰνδικὴν φοιτώντων· ἦν δὲ αὐτοῖς καὶ τὸ λῃστήριον ἀνθρώπων πεντακοσίων. Καταλαβόντες δὲ τῆς Αἰθιοπίας τὰ ἄκρα, καὶ πάντα καταστησάμενοι διέγνωσαν τοὺς παριόντας λῃστεύειν.
§2.1
Ὁ δὲ Ἁβροκόμης ὡς ἧκε παρὰ τὸν ἄρχοντα τῆς Αἰγύπτου (ἐπεστάλκεσαν δὲ οἱ Πηλουσιῶται τὰ γενόμενα αὐτῷ καὶ τὸν τοῦ Ἀράξου φόνον καὶ ὅτι οἰκέτης ὢν τοιαῦτα ἐτόλμησε) μαθὼν οὖν ἕκαστα, οὐκέτι οὐδὲ πυθόμενος τὰ γενόμενα κελεύει τὸν Ἁβροκόμην ἀγαγόντας προσαρτῆσαι σταυρῷ.
§2.2
Ὁ δὲ ὑπὸ μὲν τῶν κακῶν ἀχανὴς ἦν, παρεμυθεῖτο δὲ αὐτὸν τῆς τελευτῆς ὅτι ἐδόκει καὶ Ἄνθειαν τεθνηκέναι. Ἄγουσι δὲ αὐτὸν οἷς τοῦτο προσετέτακτο παρὰ τὰς ὄχθας τοῦ Νείλου· ἦν δὲ κρημνὸς ἀπότομος εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ βλέπων·
§2.3
καὶ ἀναστήσαντες τὸν σταυρὸν προσαρτῶσι, σπάρτοις τὰς χεῖρας σφίγξαντες καὶ τοὺς πόδας· τοῦτο γὰρ τῆς ἀνασταυρώσεως ἔθος τοῖς ἐκεῖ· καταλιπόντες δὲ ᾤχοντο, ὡς ἐν ἀσφαλεῖ τοῦ προσηρτημένου μενοῦντος.
§2.4
Ὁ δὲ ἀναβλέψας εἰς τὸν ἥλιον καὶ τὸ ῥεῦμα ἰδὼν τοῦ Νείλου ὦ θεῶν φησὶ φιλανθρωπότατε, ὃς Αἴγυπτον ἔχεις, δι’ ὃν καὶ γῆ καὶ θάλασσα πᾶσιν ἀνθρώποις πέφηνεν, εἰ μέν τι Ἁβροκόμης ἀδικῶ, καὶ ἀπολοίμην οἰκτρῶς καὶ μείζονα τιμωρίαν εἴ τις ἐστὶ ταύτης ὑποσχοῖμι·
§2.5
εἰ δὲ ὑπὸ γυναικὸς προδέδομαι πονηρᾶς, μήτε τὸ Νείλου ῥεῦμα μιανθείη ποτε ἀδίκως ἀπολομένου σώματος, μήτε σὺ τοιοῦτον ἴδοις θέαμα, ἄνθρωπον οὐδὲν ἀδικήσαντα ἀπολλύμενον ἐπὶ τῆς σῆς.
§2.6
Ταῦτα εὔξατο, καὶ αὐτὸν ὁ θεὸς οἰκτείρει, καὶ πνεῦμα ἐξαίφνης ἀνέμου γίνεται καὶ ἐμπίπτει τῷ σταυρῷ καὶ ἀποβάλλει μὲν τοῦ κρημνοῦ τὸ γεῶδες, εἰς ὃ ἦν ὁ σταυρὸς ἐρηρεισμένος, ἐμπίπτει δὲ ὁ Ἁβροκόμης τῷ ῥεύματι καὶ ἐφέρετο οὔτε τοῦ ὕδατος αὐτὸν ἀδικοῦντος οὔτε τῶν δεσμῶν ἐμποδιζόντων οὔτε τῶν θηρίων παραβλαπτόντων, ἀλλὰ παραπέμποντος τοῦ ῥεύματος·
§2.7
φερόμενος δὲ εἰς τὰς ἐκβολὰς ἔρχεται τὰς εἰς τὴν θάλασσαν τοῦ Νείλου, κἀνταῦθα οἱ παραφυλάσσοντες λαμβάνουσιν αὐτὸν καὶ ὡς δραπέτην τῆς τιμωρίας ἄγουσι παρὰ τὸν διοικοῦντα τὴν Αἴγυπτον.
§2.8
Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς καὶ πονηρὸν εἶναι νομίσας τελέως κελεύει πυρὰν ποιήσαντας, ἐπιθέντας καταφλέξαι τὸν Ἁβροκόμην. Καὶ ἦν μὲν ἅπαντα παρεσκευασμένα, καὶ ἡ πυρὰ παρὰ τὰς ἐκβολὰς τοῦ Νείλου, καὶ ἐπετέθειτο μὲν ὁ Ἁβροκόμης καὶ τὸ πῦρ ὑπετέθειτο, ἄρτι δὲ τῆς φλογὸς μελλούσης ἅπτεσθαι τοῦ σώματος εὔχετο πάλιν ὀλίγα, ὅσα ἐδύνατο, σῶσαι αὐτὸν ἐκ τῶν καθεστώτων κακῶν.
§2.9
Κἀνταῦθα κυματοῦται μὲν ὁ Νεῖλος, ἐπιπίπτει δὲ τῇ πυρᾷ τὸ ῥεῦμα καὶ κατασβέννυσι τὴν φλόγα· θαῦμα δὲ τὸ γενόμενον τοῖς παροῦσιν ἦν, καὶ λαβόντες ἄγουσι τὸν Ἁβροκόμην πρὸς τὸν ἄρχοντα τῆς Αἰγύπτου καὶ λέγουσι τὰ συμβάντα καὶ τὴν τοῦ Νείλου βοήθειαν διηγοῦνται.
§2.10
Ἐθαύμασεν ἀκούσας τὰ γενόμενα καὶ ἐκέλευσεν αὐτὸν τηρεῖσθαι μὲν ἐν τῇ εἱρκτῇ, ἐπιμέλειαν δὲ ἔχειν πᾶσαν, ἕως ἔφη μάθωμεν ὅστις ὁ ἄνθρωπός ἐστιν καὶ ὅ τι οὕτως αὐτοῦ μέλει θεοῖς.
§3.1
Καὶ ὁ μὲν ἦν ἐν τῇ εἱρκτῇ· ὁ δὲ Ψάμμις ὁ τὴν Ἄνθειαν ὠνησάμενος διέγνω μὲν ἀπιέναι τὴν ἐπʼ οἴκου καὶ πάντα πρὸς τὴν ὁδοιπορίαν παρεσκευάζετο· ἔδει δὲ αὐτὸν ὁδεύσαντα τὴν ἄνω Αἴγυπτον ἐπʼ Αἰθιοπίαν ἐλθεῖν, ἔνθα ἦν τὸ Ἱπποθόου λῃστήριον.
§3.2
Ἦν δὲ πάντα εὐτρεπῆ, κάμηλοί τε πολλαὶ καὶ ὄνοι καὶ ἵπποι σκευαγωγοί· ἦν δὲ πολὺ μὲν πλῆθος χρυσοῦ, πολὺ δὲ ἀργύρου, πολλὴ δὲ ἐσθής· ἦγε δὲ καὶ τὴν Ἄνθειαν.
§3.3
Ἡ δὲ ὡς Ἀλεξάνδρειαν παρελθοῦσα ἐγένετο ἐν Μέμφει, εὔχετο τῇ Ἴσιδι στᾶσα πρὸ τοῦ ἱεροῦ ὦ μεγίστη θεῶν, μέχρι μὲν νῦν ἁγνὴ μένω λογιζομένη σή, καὶ γάμον ἄχραντον Ἁβροκόμῃ τηρῶ· τοὐντεῦθεν δὲ ἐπὶ Ἰνδοὺς ἔρχομαι, μακρὰν μὲν τῆς Ἐφεσίων γῆς, μακρὰν δὲ τῶν Ἁβροκόμου λειψάνων.
§3.4
Ἢ σῶσον οὖν ἐντεῦθεν τὴν δυστυχῆ καὶ ζῶντι ἀπόδος Ἁβροκόμῃ, ἢ εἰ πάντως εἵμαρται χωρὶς ἀλλήλων ἀποθανεῖν, ἔργασαι τοῦτο, μεῖναί με σωφρονοῦσαν τῷ νεκρῷ.
§3.5
Ταῦτα εὔχετο, καὶ προῄεσαν τῆς ὁδοῦ, καὶ ἤδη μὲν διεληλύθεσαν Κοπτόν, ἐνέβαινον δὲ τοῖς Αἰθιόπων ὅροις, καὶ αὐτοῖς Ἱππόθοος ἐπιπίπτει καὶ αὐτὸν μὲν τὸν Ψάμμιν ἀποκτιννύει καὶ πολλοὺς τῶν σὺν αὐτῷ καὶ τὰ χρήματα λαμβάνει καὶ τὴν Ἄνθειαν αἰχμάλωτον·
§3.6
συλλεξάμενος δὲ τὰ ληφθέντα χρήματα ἦγεν εἰς ἄντρον τὸ ἀποδεδειγμένον αὐτοῖς εἰς ἀπόθεσιν τῶν χρημάτων· ἐνταῦθα ἤγετο καὶ ἡ Ἄνθεια· οὐκ ἐγνώριζε δὲ Ἱππόθοον, οὐδὲ Ἱππόθοος τὴν Ἄνθειαν. Ὁπότε δὲ αὐτῆς πύθοιτο ἥτις τε εἴη καὶ πόθεν, τὸ μὲν ἀληθὲς οὐκ ἔλεγεν, ἔφασκε δὲ Αἰγυπτία εἶναι ἐπιχώριος, τοὔνομα Μεμφῖτις.
§4.1
Καὶ ἡ μὲν ἦν παρὰ τῷ Ἱπποθόῳ ἐν τῷ ἄντρῳ τῷ λῃστρικῷ· ἐν τούτῳ δὲ μεταπέμπεται τὸν Ἁβροκόμην ὁ ἄρχων τῆς Αἰγύπτου καὶ πυνθάνεται τὰ κατʼ αὐτὸν καὶ μανθάνει τὸ διήγημα καὶ οἰκτείρει τὴν τύχην καὶ δίδωσι χρήματα καὶ εἰς Ἔφεσον ἄξειν ὑπισχνεῖτο.
§4.2
Ὁ δὲ ἅπασαν μὲν ᾔδει χάριν αὐτῷ τῆς σωτηρίας, ἐδεῖτο δὲ ἐπιτρέψαι ζητῆσαι τὴν Ἄνθειαν. Καὶ ὁ μὲν πολλὰ δῶρα λαβών, ἐπιβὰς σκάφους ἀνήγετο τὴν ἐπ’ Ἰταλίας, ὡς ἐκεῖ πευσόμενός τι περὶ Ἀνθείας. Ὁ δὲ ἄρχων τῆς Αἰγύπτου μαθὼν τὰ κατὰ τὸν Ἄραξον, μεταπεμψάμενος ἀνεσταύρωσε τὴν Κυνώ.
§5.1
Τῆς δὲ Ἀνθείας οὔσης ἐν τῷ ἄντρῳ ἐρᾷ τῶν φρουρούντων αὐτὴν λῃστῶν εἷς, Ἀγχίαλος τοὔνομα. Οὗτος ὁ Ἀγχίαλος ἦν μὲν τῶν ἀπὸ Συρίας Ἱπποθόῳ συνεληλυθότων, Λαοδικεὺς τὸ γένος, ἐτιμᾶτο δὲ παρὰ τῷ Ἱπποθόῳ νεανικός τε καὶ μεγάλα ἐν τῷ λῃστηρίῳ δυνάμενος.
§5.2
Ἐρασθεὶς δὲ αὐτῆς τὰ μὲν πρῶτα λόγους προσέφερεν ὡς πείσων καὶ ἔφασκε λόγῳ λήψεσθαι καὶ παρὰ τοῦ Ἱπποθόου δῶρον αἰτήσειν.
§5.3
Ἡ δὲ πάντα ἠρνεῖτο, καὶ οὐδὲν αὐτὴν ἐδυσώπει, οὐκ ἄντρον, οὐ δεσμά, οὐ λῃστὴς ἀπειλῶν· ἐφύλασσε δὲ ἑαυτὴν ἔτι Ἁβροκόμῃ καὶ δοκοῦντι τεθνηκέναι, καὶ πολλάκις ἀνεβόα εἴποτε λαθεῖν ἠδύνατο Ἁβροκόμου μόνου γυνὴ μενῶ, κἂν ἀποθανεῖν δέῃ, κἂν ὧν πέπονθα χείρω παθεῖν.
§5.4
Ταῦτα εἰς μείζω συμφορὰν ἦγε τὸν Ἀγχίαλον, καὶ ἡ καθʼ ἡμέραν τῆς Ἀνθείας ὄψις ἐξέκαεν αὐτὸν εἰς τὸν ἔρωτα· οὐκέτι δὲ φέρειν δυνάμενος, ἐπεχείρει βιάζεσθαι τὴν Ἄνθειαν.
§5.5
Καὶ νύκτωρ ποτέ, οὐ παρόντος Ἱπποθόου, ἀλλὰ μετὰ τῶν ἄλλων ὄντος ἐν τῷ λῃστηρίῳ, ἐπανίστατο καὶ ὑβρίζειν ἐπειρᾶτο· ἡ δὲ ἐν ἀμηχάνῳ κακῷ γενομένη, σπασαμένη τὸ παρακείμενον ξίφος παίει τὸν Ἀγχίαλον, καὶ ἡ πληγὴ γίνεται καιρία· ὁ μὲν γὰρ περιληψόμενος καὶ φιλήσων ὅλος ἐνενεύκει πρὸς αὐτήν, ἡ δὲ κατεγκοῦσα τὸ ξίφος κατὰ τῶν στέρνων ἔπληξε.
§5.6
Καὶ Ἀγχίαλος μὲν δίκην ἱκανὴν ἐδεδώκει τῆς πονηρᾶς ἐπιθυμίας, ἡ δὲ Ἄνθεια εἰς φόβον τῶν δεδραμένων ἔρχεται καὶ πολλὰ ἐβουλεύετο ποτὲ μὲν ἑαυτὴν ἀποκτεῖναι (ἀλλʼ ἔτι ὑπὲρ Ἁβροκόμου τι ἤλπιζε), ποτὲ δὲ φυγεῖν ἐκ τοῦ ἄντρου (ἀλλὰ τοῦτο ἀμήχανον ἦν· οὔτε γὰρ ἡ ὁδὸς αὐτῇ εὔπορος ἦν οὔτε ὁ ἐξηγησόμενος τὴν πορείαν). Ἔγνω οὖν μένειν ἐν τῷ ἄντρῳ καὶ φέρειν ὅ τι ἂν τῷ δαίμονι δοκῇ.
§6.1
Κἀκείνην μὲν τὴν νύκτα ἔμεινεν, οὔτε ὕπνου τυχοῦσα καὶ πολλὰ ἐννοοῦσα· ἐπεὶ δὲ ἡμέρα ἐγένετο, ἧκον οἱ περὶ τὸν Ἱππόθοον καὶ ὁρῶσι τὸν Ἀγχίαλον ἀνῃρημένον καὶ τὴν Ἄνθειαν παρὰ τῷ σώματι καὶ εἰκάζουσι τὸ γενόμενον καὶ ἀνακρίναντες αὐτὴν μανθάνουσι πάντα.
§6.2
Ἔδοξεν οὖν αὐτοῖς ἐν ὀργῇ τὸ γενόμενον ἔχειν καὶ τὸν τεθνηκότα ἐκδικῆσαι φίλον· καὶ ἐβουλεύοντο κατὰ Ἀνθείας ποικίλα, ὁ μέν τις ἀποκτεῖναι κελεύων καὶ συνθάψαι τῷ Ἀγχιάλου σώματι, ἄλλος δὲ ἀνασταυρῶσαι·
§6.3
ὁ δὲ Ἱππόθοος ἠνιᾶτο μὲν ἐπὶ τῷ Ἀγχιάλῳ, ἐβουλεύετο δὲ κατὰ Ἀνθείας μείζονα κόλασιν· καὶ δὴ κελεύει τάφρον ὀρύξαντας μεγάλην καὶ βαθεῖαν ἐμβάλλειν τὴν Ἄνθειαν καὶ κύνας μετʼ αὐτῆς δύο, ἵνα ἐκ τούτου μεγάλην δίκην ὑπόσχῃ τῶν τετολμημένων.
§6.4
Καὶ οἱ μὲν ἐποίουν τὸ προσταχθέν, ἤγετο δὲ ἡ Ἄνθεια ἐπὶ τὴν τάφρον καὶ οἱ κύνες· ἦσαν δὲ Αἰγύπτιοι, καὶ τἆλλα μεγάλοι καὶ ὀφθῆναι φοβεροί. Ὡς δὲ ἐνεβλήθησαν, ξύλα ἐπιτιθέντες μεγάλα ἐπέχωσαν τὴν τάφρον (ἦν δὲ τοῦ Νείλου ὀλίγον ἀπέχουσα) καὶ κατέστησαν φρουρὸν ἕνα τῶν λῃστῶν, Ἀμφίνομον τοὔνομα.
§6.5
Οὗτος ὁ Ἀμφίνομος ἤδη μὲν καὶ πρότερον ἑαλώκει τῆς Ἀνθείας, τότε δʼ οὖν ἠλέει μᾶλλον αὐτὴν καὶ τῆς συμφορᾶς ᾤκτειρεν· ἐνενόει δὲ ὅπως ἐπὶ πλέον αὐτὴ ζήσεται, ὅπως τε οἱ κύνες αὐτῇ μηδὲν ἐνοχλήσουσι, καὶ ἑκάστοτε ἀφαιρῶν τῶν ἐπικειμένων τῇ τάφρῳ ξύλων ἄρτους ἐνέβαλλε καὶ ὕδωρ παρεῖχε καὶ ἐκ τούτου τὴν Ἄνθειαν θαρρεῖν παρεκάλει.
§6.6
Καὶ οἱ κύνες τρεφόμενοι οὐδέν τι δεινὸν αὐτὴν εἰργάζοντο, ἀλλʼ ἤδη τιθασοὶ ἐγίνοντο καὶ ἥμεροι· ἡ δὲ Ἄνθεια ἀποβλέψασα εἰς ἑαυτὴν καὶ τὴν παροῦσαν τύχην ἐννοήσασα οἴμοι φησὶ τῶν κακῶν, οἵαν ὑπομένω τιμωρίαν; τάφρος καὶ δεσμωτήριον καὶ κύνες συγκαθειργμένοι πολὺ τῶν λῃστῶν ἡμερώτεροι· τὰ αὐτά, Ἁβροκόμη, σοι πάσχω·
§6.7
ἦς γάρ ποτε ἐν ὁμοίᾳ τύχῃ καὶ σύ· καὶ σὲ ἐν Τύρῳ κατέλιπον ἐν δεσμωτηρίῳ· ἀλλʼ εἰ μὲν ζῇς ἔτι, δεινὸν οὐδέν· ἴσως γάρ ποτε ἀλλήλους ἕξομεν· εἰ δὲ ἤδη τέθνηκας, μάτην ἐγὼ φιλοτιμοῦμαι ζῆν, μάτην δὲ οὗτος, ὅστις ποτέ ἐστιν, ἐλεεῖ με τὴν δυστυχῆ. Ταῦτα ἔλεγε καὶ ἐπεθρήνει συνεχῶς.
Tap any Greek word to look it up