§1.1–3.3
§1.1
Ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐπανελθόντες εἰς τὸ ἄντρον, εἴ τι αὐτοῖς ἔτι περιττὸν ἦν, αὑτοὺς καὶ τοὺς ἵππους ἀνελάμβανον· ἦν γὰρ καὶ τῷ Ἱπποθόῳ ἵππος ἐν τῇ ὕλῃ κρυπτόμενος· τῇ δὲ ἑξῆς παρῄεσαν μὲν Κιλικίαν, ἐποιοῦντο δὲ τὴν ὁδὸν ἐπὶ Μάζακον, πόλιν τῆς Καππαδοκίας μεγάλην καὶ καλήν.
§1.2
Ἐκεῖθεν γὰρ Ἱππόθοος ἐνενόει συλλεξάμενος νεανίσκους ἀκμάζοντας συστήσασθαι πάλιν τὸ λῃστήριον. Ἰοῦσι δὲ αὐτοῖς διὰ κωμῶν μεγάλων πάντων ἦν ἀφθονία τῶν ἐπιτηδείων· καὶ γὰρ ὁ Ἱππόθοος ἐμπείρως εἶχε τῆς Καππαδοκῶν φωνῆς, καὶ αὐτῷ πάντες ὡς οἰκείῳ προσεφέροντο.
§1.3
Διανύσαντες δὲ τὴν ὁδὸν ἡμέραις δέκα εἰς Μάζακον ἔρχονται κἀνταῦθα πλησίον τῶν πυλῶν εἰσῳκίσαντο καὶ ἔγνωσαν ἑαυτοὺς ἡμερῶν τινων ἐκ τοῦ καμάτου θεραπεῦσαι.
§1.4
Καὶ δὴ εὐωχουμένων αὐτῶν ἐστέναξεν ὁ Ἱππόθοος καὶ ἐπεδάκρυσεν· ὁ δὲ Ἁβροκόμης ἤρετο αὐτὸν τίς ἡ αἰτία τῶν δακρύων. Καὶ ὃς μεγάλα ἔφη τἀμὰ διηγήματα καὶ πολλὴν ἔχοντα τραγῳδίαν.
§1.5
Ἐδεῖτο Ἁβροκόμης εἰπεῖν, ὑπισχνούμενος καὶ τὰ καθʼ αὑτὸν διηγήσεσθαι. Ὁ δʼ ἀναλαβὼν ἄνωθεν (μόνοι δʼ ἐτύγχανον ὄντες) διηγεῖται τὰ καθʼ αὑτόν.
§2.1
Ἐγὼ ἔφη εἰμὶ τὸ γένος πόλεως Περίνθου (πλησίον δὲ τῆς Θρᾴκης ἡ πόλις) τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων· ἀκούεις δὲ καὶ τὴν Πέρινθον ὡς ἔνδοξος, καὶ τοὺς ἄνδρας ὡς εὐδαίμονες ἐνταῦθα.
§2.2
Νέος ὢν ἠράσθην μειρακίου καλοῦ· ἦν δὲ τὸ μειράκιον τῶν ἐπιχωρίων· ὄνομα Ὑπεράνθης ἦν αὐτῷ. Ἠράσθην δὲ τὰ πρῶτα ἐν γυμνασίοις διαπαλαίοντα ἰδὼν καὶ οὐκ ἐκαρτέρησα.
§2.3
Ἑορτῆς οὖν ἀγομένης ἐπιχωρίου καὶ παννυχίδος ἐπʼ αὐτῆς πρόσειμι τῷ Ὑπεράνθῃ καὶ ἱκετεύω κατοικτεῖραι· ἀκοῦσαν δὲ τὸ μειράκιον πάντα ὑπισχνεῖται κατελεῆσάν με.
§2.4
Καὶ τὰ πρῶτά γε τοῦ ἔρωτος ὁδοποιεῖ φιλήματα καὶ ψαύσματα καὶ πολλὰ παρʼ ἐμοῦ δάκρυα· τέλος δὲ ἠδυνήθημεν καιροῦ λαβόμενοι γενέσθαι μετʼ ἀλλήλων μόνοι καὶ τὸ τῆς ἡλικίας ἀνύποπτον ἦν. Καὶ χρόνῳ συνῆμεν πολλῷ, στέργοντες ἀλλήλους διαφερόντως, ἕως δαίμων τις ἡμῖν ἐνεμέσησε.
§2.5
Καὶ ἔρχεταί τις ἀπὸ Βυζαντίου (πλησίον δὲ τὸ Βυζάντιον τῇ Περίνθῳ) ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, ἐπὶ πλούτῳ καὶ περιουσίᾳ μέγα φρονῶν· Ἀριστόμαχος ἐκαλεῖτο.
§2.6
Οὗτος εὐθὺς ἐπιβὰς τῇ Περίνθῳ, ὡς ὑπό τινος ἀπεσταλμένος κατʼ ἐμοῦ θεοῦ, ὁρᾷ τὸν Ὑπεράνθην σὺν ἐμοὶ καὶ εὐθέως ἁλίσκεται, τοῦ μειρακίου θαυμάσας τὸ κάλλος, πάντα ὁντινοῦν ἐπάγεσθαι δυνάμενον.
§2.7
Ἐρασθεὶς δὲ οὐκέτι μετρίως κατεῖχε τὸν ἔρωτα, ἀλλὰ τὰ μὲν πρῶτα τῷ μειρακίῳ προσέπεμπεν· ὡς δʼ ἀδύνατον ἦν αὐτῷ (ὁ γὰρ Ὑπεράνθης διὰ τὴν πρὸς ἐμὲ εὔνοιαν οὐδένα προσίετο), πείθει τὸν πατέρα αὐτοῦ, πονηρὸν ἄνδρα καὶ ἐλάττονα χρημάτων·
§2.8
ὁ δὲ αὐτῷ δίδωσι τὸν Ὑπεράνθην προφάσει διδασκαλίας· ἔλεγε γὰρ εἶναι λόγων τεχνίτης. Παραλαβὼν δὲ αὐτὸν τὰ μὲν πρῶτα κατάκλειστον εἶχε, μετὰ τοῦτο δὲ ἀπῆρεν ἐς Βυζάντιον.
§2.9
Εἱπόμην κἀγώ, πάντων καταφρονήσας τῶν ἐμαυτοῦ, καὶ ὅσα ἐδυνάμην συνήμην τῷ μειρακίῳ· ἐδυνάμην δὲ ὀλίγα, καί μοι φίλημα σπάνιον ἐγίνετο καὶ λαλιὰ δυσχερής· ἐφρουρούμην γὰρ ὑπὸ πολλῶν.
§2.10
Τελευταῖον δ’ οὐκέτι καρτερῶν, ἐμαυτὸν παροξύνας ἐπάνειμι εἰς Πέρινθον καὶ πάντα ὅσα ἦν μοι κτήματα ἀποδόμενος, συλλέξας ἀργύριον εἰς Βυζάντιον ἔρχομαι καὶ λαβὼν ξιφίδιον (συνδοκοῦν τοῦτο καὶ τῷ Ὑπεράνθῃ) εἴσειμι νύκτωρ εἰς τὴν οἰκίαν τοῦ Ἀριστομάχου καὶ εὑρίσκω συγκατακείμενον τῷ παιδὶ καὶ ὀργῆς πλησθεὶς παίω τὸν Ἀριστόμαχον καιρίαν.
§2.11
Ἡσυχίας δὲ οὔσης καὶ πάντων ἀναπαυομένων ἔξειμι ὡς εἶχον λαθών, ἐπαγόμενος καὶ τὸν Ὑπεράνθην, καὶ δι’ ὅλης τῆς νυκτὸς ὁδεύσας εἰς Πέρινθον, εὐθὺς νεὼς ἐπιβὰς οὐδενὸς εἰδότος ἔπλεον εἰς Ἀσίαν.
§2.12
Καὶ μέχρι μέν τινος διηνύετο εὐτυχῶς ὁ πλοῦς· τελευταῖον δὲ κατὰ Λέσβον ἡμῖν γενομένοις ἐμπίπτει πνεῦμα σφοδρὸν καὶ ἀνατρέπει τὴν ναῦν. Κἀγὼ μὲν τῷ Ὑπεράνθῃ συνενηχόμην ὑπιὼν αὐτὸν καὶ κουφοτέραν τὴν νῆξιν ἐποιούμην· νυκτὸς δὲ γενομένης οὐκέτι ἐνεγκὸν τὸ μειράκιον παρείθη τῷ κολύμβῳ καὶ ἀποθνήσκει.
§2.13
Ἐγὼ δὲ τοσοῦτον ἠδυνήθην τὸ σῶμα διασῶσαι ἐπὶ τὴν γῆν καὶ θάψαι· καὶ πολλὰ δακρύσας καὶ στενάξας, ἀφελὼν λείψανα καὶ δυνηθεὶς εὐπορῆσαί που ἑνὸς ἐπιτηδείου λίθου στήλην ἐπέστησα τῷ τάφῳ καὶ ἐπέγραψα εἰς μνήμην τοῦ δυστυχοῦς μειρακίου ἐπίγραμμα παρʼ αὐτὸν ἐκεῖνον τὸν καιρὸν πλασάμενος Ἱππόθοος κλεινῷ τεῦξεν τόδε σῆμ’ Ὑπεράνθῃ, οὐ τάφον ἐκ θανάτου ἀγαθὸν ἱεροῖο πολίτου ἐς βάθος ἐκ γαίης, ἄνθος κλυτόν, ὅν ποτε δαίμων ἥρπασεν ἐν πελάγει μεγάλου πνεύσαντος ἀήτου.
§2.14
Τοὐντεῦθεν δὲ εἰς μὲν Πέρινθον ἐλθεῖν οὐ διέγνων, ἐτράπην δὲ δι’ Ἀσίας ἐπὶ Φρυγίαν τὴν μεγάλην καὶ Παμφυλίαν· κἀνταῦθα ἀπορίᾳ βίου καὶ ἀθυμίᾳ τῆς συμφορᾶς ἐπέδωκα ἐμαυτὸν λῃστηρίῳ. Καὶ τὰ μὲν πρῶτα ὑπηρέτης λῃστηρίου γενόμενος, τελευταῖον δὲ περὶ Κιλικίαν αὐτὸς συνεστησάμην λῃστήριον, εὐδοκιμῆσαν ἐπὶ πολύ, ἕως ἐλήφθησαν οἱ σὺν ἐμοὶ οὐ πρὸ πολλοῦ τοῦ σε ἰδεῖν.
§2.15
Αὕτη μὲν ἡ τῶν ἐμῶν διηγημάτων τύχη· σὺ δέ, ὦ φίλτατε, εἰπέ μοι τὰ σεαυτοῦ· δῆλος γὰρ εἶ μεγάλῃ τινὶ ἀνάγκῃ τῇ κατὰ τὴν πλάνην χρώμενος.
§3.1
Λέγει δὲ ὁ Ἁβροκόμης ὅτι Ἐφέσιος καὶ ὅτι ἠράσθη κόρης καὶ ὅτι ἔγημεν αὐτὴν καὶ τὰ μαντεύματα καὶ τὴν ἀποδημίαν καὶ τοὺς πειρατὰς καὶ τὸν Ἄψυρτον καὶ τὴν Μαντὼ καὶ τὰ δεσμὰ καὶ τὴν φυγὴν καὶ τὸν αἰπόλον καὶ τὴν μέχρι Κιλικίας ὁδόν.
§3.2
Ἔτι λέγοντος αὐτοῦ συνανεθρήνησεν ὁ Ἱππόθοος λέγων ὦ πατέρες ἐμοί, ὦ πατρίς, ἣν οὔποτε ὄψομαι, ὦ πάντων μοι Ὑπεράνθη φίλτατε· σὺ μὲν οὖν, Ἁβροκόμη, καὶ ὄψει τὴν ἐρωμένην καὶ ἀπολήψει χρόνῳ ποτέ· ἐγὼ δὲ Ὑπεράνθην ἰδεῖν οὐκέτι δυνήσομαι.
§3.3
Λέγων ἐδείκνυέ τε τὴν κόμην καὶ ἐπεδάκρυεν αὐτῇ. Ὡς δὲ ἱκανῶς ἐθρήνησαν ἀμφότεροι, ἀποβλέψας εἰς τὸν Ἁβροκόμην ὁ Ἱππόθοος ἄλλο ἔφη σοὶ διήγημα παρῆλθον οὐκ εἰπών·
§3.4–5.11.1
§3.4
πρὸ ὀλίγου τοῦ τὸ λῃστήριον ἁλῶναι ἐπέστη τῷ ἄντρῳ κόρη καλὴ πλανωμένη, τὴν ἡλικίαν ἔχουσα τὴν αὐτὴν σοί, καὶ πατρίδα ἔλεγε τὴν σήν· πλέον γὰρ οὐδὲν ἔμαθον· ταύτην ἔδοξε τῷ Ἄρει θῦσαι. Καὶ δὴ πάντα ἦν παρεσκευασμένα καὶ ἐπέστησαν οἱ διώκοντες· κἀγὼ μὲν ἐξέφυγον, ἡ δὲ οὐκ οἶδα ὅ τι ἐγένετο.
§3.5
Ἦν δὲ καλὴ πάνυ, Ἁβροκόμη, καὶ ἐσταλμένη λιτῶς· κόμη ξανθή, χαρίεντες ὀφθαλμοί. Ἔτι λέγοντος αὐτοῦ ἀνεβόησεν Ἁβροκόμης τὴν ἐμὴν Ἄνθειαν ἑώρακας, Ἱππόθοε· ποῖ δὲ ἄρα καὶ πέφευγε; τίς δὲ αὐτὴν ἔχει γῆ; Ἐπὶ Κιλικίαν τραπώμεθα, ἐκείνην ζητήσωμεν, οὐκ ἔστι πόρρω τοῦ λῃστηρίου.
§3.6
Ναί, πρὸς αὐτῆς σε ψυχῆς Ὑπεράνθους, μή με ἑκὼν ἀδικήσῃς, ἀλλʼ ἴωμεν ὅπου δυνησόμεθα Ἄνθειαν εὑρεῖν. Ὑπισχνεῖται ὁ Ἱππόθοος πάντα ποιήσειν, ἔλεγε δὲ ἀνθρώπους δεῖν ὀλίγους συλλέξασθαι πρὸς ἀσφάλειαν τῆς ὁδοῦ.
§3.7
Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν, ἐννοοῦντες ὅπως ὀπίσω τὴν εἰς Κιλικίαν ἐλεύσονται· τῇ δὲ Ἀνθείᾳ αἱ τριάκοντα παρεληλύθεσαν ἡμέραι καὶ παρεσκευάζετο τῷ Περιλάῳ τὰ περὶ τὸν γάμον, καὶ ἱερεῖα κατήγετο ἐκ τῶν χωρίων, πολλὴ δὲ ἡ τῶν ἄλλων ἀφθονία· συμπαρῆσαν δὲ αὐτῷ οἵ τε οἰκεῖοι καὶ συγγενεῖς· πολλοὶ δὲ καὶ τῶν πολιτῶν συνεώρταζον τὸν Ἀνθείας γάμον.
§4.1
Ἐν δὲ τῷ χρόνῳ ὃν ἡ Ἄνθεια ληφθεῖσα ἐκ τοῦ λῃστηρίου ἦλθεν εἰς τὴν Ταρσὸν πρεσβύτης Ἐφέσιος ἰατρὸς τὴν τέχνην, Εὔδοξος τοὔνομα· ἧκε δὲ ναυαγίᾳ περιπεσὼν εἰς Αἴγυπτον πλέων.
§4.2
Οὗτος ὁ Εὔδοξος περιῄει μὲν καὶ τοὺς ἄλλους ἄνδρας, ὅσοι Ταρσέων εὐδοκιμώτατοι, οὓς μὲν ἐσθῆτας, οὓς δὲ ἀργύριον αἰτῶν, διηγούμενος ἑκάστῳ τὴν συμφοράν, προσῆλθε δὲ καὶ τῷ Περιλάῳ καὶ εἶπεν ὅτι Ἐφέσιος καὶ ἰατρὸς τὴν τέχνην.
§4.3
Ὁ δὲ αὐτὸν λαβὼν ἄγει πρὸς τὴν Ἄνθειαν, ἡσθήσεσθαι νομίζων ἀνδρὶ ὀφθέντι Ἐφεσίῳ. Ἡδὲ ἐφιλοφρονεῖτό τε τὸν Εὔδοξον καὶ ἀνεπυνθάνετο εἴ τι περὶ τῶν αὑτῆς λέγειν ἔχοι· ὁ δὲ ὅτι οὐδὲν ἐπίσταιτο μακρᾶς αὐτῷ τῆς ἀποδημίας τῆς ἀπὸ Ἐφέσου γεγενημένης· ἀλλʼ οὐδὲν ἧττον ἔχαιρεν αὐτῷ ἡ Ἄνθεια, ἀναμιμνησκομένη τῶν οἴκοι.
§4.4
Καὶ δὴ συνήθης τε ἐγεγόνει τοῖς κατὰ τὴν οἰκίαν καὶ εἰσῄει παρʼ ἕκαστα πρὸς τὴν Ἄνθειαν, πάντων ἀπολαύων τῶν ἐπιτηδείων, ἀεὶ δεόμενος αὐτῆς εἰς Ἔφεσον παραπεμφθῆναι· καὶ γὰρ καὶ παῖδες ἦσαν αὐτῷ καὶ γυνή.
§5.1
Ὡς οὖν πάντα τὰ περὶ τὸν γάμον ἐξετετέλεστο τῷ Περιλάῳ, ἐφειστήκει δὲ ἡ ἡμέρα, δεῖπνον μὲν αὐτῷ πολυτελὲς ἡτοίμαστο καὶ ἡ Ἄνθεια ἐκεκόσμητο κόσμῳ νυμφικῷ· ἐπαύετο δὲ οὔτε νύκτωρ οὔτε μεθ’ ἡμέραν δακρύουσα, ἀλλʼ ἀεὶ πρὸ ὀφθαλμῶν εἶχεν Ἁβροκόμην.
§5.2
Ἐνενόει δὲ ἅμα πολλά, τὸν ἔρωτα, τοὺς ὅρκους, τὴν πατρίδα, τοὺς πατέρας, τὴν ἀνάγκην, τὸν γάμον. Καὶ δὴ καθʼ αὑτὴν γενομένη, καιροῦ λαβομένη, σπαράξασα τὰς κόμας ὦ πάντα ἄδικος ἐγὼ φησὶ καὶ πονηρά, ἥτις οὐχὶ τοῖς ἴσοις Ἁβροκόμην ἀμείβομαι.
§5.3
Ὁ μὲν γὰρ ἵνα ἐμὸς ἀνὴρ μείνῃ καὶ δεσμὰ ὑπομένει καὶ βασάνους καὶ ἴσως που καὶ τέθνηκεν· ἐγὼ δὲ καὶ ἐκείνων ἀμνημονῶ καὶ γαμοῦμαι ἡ δυστυχής, καὶ τὸν ὑμέναιον ᾄσει τις ἐπʼ ἐμοί, καὶ ἐπ’ εὐνὴν ἀφίξομαι τὴν Περιλάου.
§5.4
Ἀλλ’, ὦ φιλτάτη μου πασῶν Ἁβροκόμου ψυχή, μηδέν τι ὑπὲρ ἐμοῦ λυπηθῇς, οὐ γὰρ ἄν ποτε ἑκοῦσα ἀδικήσαιμί σε· ἐλεύσομαι, καὶ μέχρι θανάτου μείνασα νύμφη σή.
§5.5
Ταῦτα εἶπε καὶ ἀφικομένου παρʼ αὐτὴν τοῦ Εὐδόξου τοῦ Ἐφεσίου ἰατροῦ ἀπαγαγοῦσα αὐτὸν ἐπʼ οἴκημά τι ἠρεμαῖον προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει μηδενὶ κατειπεῖν τῶν ῥηθησομένων μηδὲν καὶ ὁρκίζει τὴν πάτριον θεὸν Ἄρτεμιν ξυμπράξειν πάντα ὅσα ἂν αὐτοῦ δεηθῇ.
§5.6
Ἀνίστησιν αὐτὴν ὁ Εὔδοξος πολλὰ θρηνοῦσαν καὶ θαρρεῖν παρεκάλει καὶ ἐπώμνυε, πάντα ποιήσειν ὑπισχνούμενος. Λέγει δὴ αὐτῷ τὸν Ἁβροκόμου ἔρωτα καὶ τοὺς ὅρκους τοὺς πρὸς ἐκεῖνον καὶ τὰς περὶ τῆς σωφροσύνης συνθήκας·
§5.7
καὶ εἰ μὲν ἦν ζῶσαν ἔφη με ἀπολαβεῖν ζῶντα Ἁβροκόμην ἢ λαθεῖν ἀποδρᾶσαν ἐντεῦθεν, περὶ τούτων ἂν ἐβουλευόμην· ἐπειδὴ δὲ ὁ μὲν τέθνηκε, φυγεῖν δὲ ἀδύνατον καὶ τὸν μέλλοντα ἀμήχανον ὑπομεῖναι γάμον (οὔτε γὰρ τὰς συνθήκας παραβήσομαι τὰς πρὸς Ἁβροκόμην οὔτε τοὺς ὅρκους ὑπερόψομαι), σὺ τοίνυν βοηθὸς ἡμῖν γενοῦ, φάρμακον εὑρών ποθεν, ὃ κακῶν με ἀπαλλάξει τὴν κακοδαίμονα.
§5.8
Ἔσται δὲ ἀντὶ τούτων σοι πολλὰ μὲν καὶ παρὰ τῶν θεῶν, οἷς ἐπεύξομαι καὶ πρὸ τοῦ θανάτου πολλάκις ὑπὲρ σοῦ, αὐτὴ δέ σοι καὶ ἀργύριον δώσω καὶ τὴν παραπομπὴν ἐπισκευάσω. Δυνήσῃ δὲ πρὸ τοῦ πυθέσθαι τινὰ ἐπιβὰς νεὼς τὴν ἐπʼ Ἐφέσου πλεῖν· ἐκεῖ δὲ γενόμενος, ἀναζητήσας τοὺς γονεῖς Μεγαμήδη τε καὶ Εὐίππην ἄγγελλε αὐτοῖς τὴν ἐμὴν τελευτὴν καὶ πάντα τὰ κατὰ τὴν ἀποδημίαν, καὶ ὅτι Ἁβροκόμης ἀπόλωλε λέγε.
§5.9
Εἰποῦσα τῶν ποδῶν αὐτοῦ προυκυλίετο καὶ ἐδεῖτο μηδὲν ἀντειπεῖν αὐτῇ δοῦναί τε τὸ φάρμακον. Καὶ προκομίσασα εἴκοσι μνᾶς ἀργυρίου περιδέραιά τε αὑτῆς (ἦν δὲ αὐτῇ πάντα ἄφθονα, πάντων γὰρ ἐξουσίαν εἶχε τῶν Περιλάου) δίδωσι τῷ Εὐδόξῳ. Ὁ δὲ βουλευσάμενος πολλὰ καὶ τὴν κόρην οἰκτείρας τῆς συμφορᾶς καὶ τῆς εἰς Ἔφεσον ἐπιθυμῶν ὁδοῦ καὶ τοῦ ἀργυρίου καὶ τῶν δώρων ἡττώμενος ὑπισχνεῖται δώσειν τὸ φάρμακον, καὶ ἀπῄει κομιῶν.
§5.10
Ἡ δὲ ἐν τούτῳ πολλὰ μὲν καταθρηνεῖ, τήν τε ἡλικίαν κατοδυρομένη τὴν ἑαυτῆς καὶ ὅτι μέλλοι πρὸ ὥρας ἀποθανεῖσθαι λυπουμένη, πολλὰ δὲ Ἁβροκόμην ὡς παρόντα ἀνεκάλει.
§5.11.1
Ἐν τούτῳ ὀλίγον διαλιπὼν ὁ Εὔδοξος ἔρχεται κομίζων θανάσιμον μὲν οὐχὶ φάρμακον, ὑπνωτικὸν δέ, ὡς μήτε τι παθεῖν τὴν κόρην καὶ αὐτὸν ἐφοδίων τυχόντα ἀνασωθῆναι. Λαβοῦσα δὲ ἡ Ἄνθεια καὶ πολλὴν γνοῦσα χάριν αὐτὸν ἀποπέμπει.
§5.11.2–9.4
§5.11.2
Καὶ ὁ μὲν εὐθὺς ἐπιβὰς νεὼς ἐπανήχθη, ἡ δὲ καιρὸν ἐπιτήδειον ἐζήτει πρὸς τὴν πόσιν τοῦ φαρμάκου.
§6.1
Καὶ ἤδη μὲν νὺξ ἦν, παρεσκευάζετο δὲ ὁ θάλαμος, καὶ ἧκον οἱ ἐπὶ τούτῳ τεταγμένοι τὴν Ἄνθειαν ἐξάξοντες· ἡ δὲ ἄκουσα καὶ δεδακρυμένη ἐξῄει, ἐν τῇ χειρὶ κρύπτουσα τὸ φάρμακον· καὶ ὡς πλησίον τοῦ θαλάμου γίνεται, οἱ οἰκεῖοι ἀνευφήμησαν τὸν ὑμέναιον·
§6.2
ἡ δὲ ἀνωδύρετο καὶ ἐδάκρυεν οὕτως ἐγὼ λέγουσα πρότερον ἠγόμην Ἁβροκόμῃ νυμφίῳ, καὶ παρέπεμπεν ἡμᾶς πῦρ ἐρωτικόν, καὶ ὑμέναιος ᾔδετο ἐπὶ γάμοις εὐδαίμοσι.
§6.3
Νυνὶ δὲ τί ποιήσεις, Ἄνθεια; ἀδικήσεις Ἁβροκόμην τὸν ἄνδρα, τὸν ἐρώμενον, τὸν διὰ σὲ τεθνηκότα; Οὐχ οὕτως ἄνανδρος ἐγὼ οὐδʼ ἐν τοῖς κακοῖς δειλή. Δεδόχθω ταῦτα, πίνωμεν τὸ φάρμακον· Ἁβροκόμην εἶναί μοι δεῖ ἄνδρα· ἐκεῖνον καὶ τεθνηκότα βούλομαι.
§6.4.1
Ταῦτα ἔλεγε καὶ ἤγετο εἰς τὸν θάλαμον.
§6.4.2
Καὶ δὴ μόνη μὲν ἐγεγόνει, ἔτι γὰρ Περίλαος μετὰ τῶν φίλων εὐωχεῖτο· σκηψαμένη δὲ τῇ ἀγωνίᾳ ὑπὸ δίψους κατειλῆφθαι ἐκέλευσεν αὑτῇ τινι τῶν οἰκετῶν ὕδωρ ἐνεγκεῖν, ὡς δὴ πιομένη· καὶ δὴ κομισθέντος ἐκπώματος, λαβοῦσα οὐδενὸς ἔνδον αὐτῇ παρόντος ἐμβάλλει τὸ φάρμακον καὶ δακρύσασα
§6.5.1
ὦ φιλτάτου φησὶν Ἁβροκόμου ψυχή, ἰδού σοι τὰς ὑποσχέσεις ἀποδίδωμι καὶ ὁδὸν ἔρχομαι τὴν παρὰ σέ, δυστυχῆ μὲν ἀλλʼ ἀναγκαῖαν· καὶ δέχου με ἄσμενος καὶ μοι πάρεχε τὴν ἐκεῖ μετὰ σοῦ δίαιταν εὐδαίμονα.
§6.5.2
Εἰποῦσα ἔπιε τὸ φάρμακον, καὶ εὐθὺς ὕπνος τε αὐτὴν κατεῖχε καὶ ἔπιπτεν εἰς γῆν, καὶ ἐποίει τὸ φάρμακον ὅσα ἐδύνατο.
§7.1
Ὡς δὲ εἰσῆλθεν ὁ Περίλαος, εὐθὺς ἰδὼν τὴν Ἄνθειαν κειμένην ἐξεπλάγη καὶ ἀνεβόησε, θόρυβός τε πολὺς τῶν κατὰ τὴν οἰκίαν ἦν καὶ πάθη συμμιγῆ, οἰμωγή, φόβος, ἔκπληξις. Οἱ μὲν ᾤκτειρον τὴν δοκοῦσαν τεθνηκέναι, οἱ δὲ συνήχθοντο Περιλάῳ, πάντες δὲ ἐθρήνουν τὸ γεγονός.
§7.2
Ὁ δὲ Περίλαος τὴν ἐσθῆτα περιρρηξάμενος, ἐπιπεσὼν τῷ σώματι ὦ φιλτάτη μοι κόρη φησίν, ὦ πρὸ τῶν γάμων καταλιποῦσα τὸν ἐρῶντα, ὀλίγαις ἡμέραις νύμφη Περιλάου γενομένη, εἰς οἷόν σε θάλαμον τὸν τάφον ἄξομεν;
§7.3.1
εὐδαίμων ἄρα ὅστις ποτε Ἁβροκόμης ἦν· μακάριος ἐκεῖνος ὡς ἀληθῶς, τηλικαῦτα παρʼ ἐρωμένης λαβὼν δῶρα.
§7.3.2
Ὁ μὲν οὖν τοιαῦτα ἐθρήνει, περιεβεβλήκει δὲ ἅπασαν καὶ ἠσπάζετο χεῖράς τε καὶ πόδας νύμφη λέγων ἀθλία, γύναι δυστυχεστέρα.
§7.4
Ἐκόσμει δὲ αὐτὴν πολλὴν μὲν ἐσθῆτα ἐνδύων, πολὺν δὲ περιθεὶς χρυσόν· καὶ οὐκέτι φέρων τὴν θέαν, ἡμέρας γενομένης ἐνθέμενος κλίνῃ τὴν Ἄνθειαν (ἡ δὲ ἔκειτο ἀναισθητοῦσα) ἦγεν εἰς τοὺς πλησίον τῆς πόλεως τάφους· κἀνταῦθα κατέθετο ἔν τινι οἰκήματι, πολλὰ μὲν ἐπισφάξας ἱερεῖα, πολλὴν δὲ ἐσθῆτα καὶ κόσμον ἄλλον ἐπικαύσας.
§8.1
Καὶ ὁ μὲν ἐκτελέσας τὰ νομιζόμενα ὑπὸ τῶν οἰκείων εἰς τὴν πόλιν ἤγετο· καταλειφθεῖσα δὲ ἐν τῷ τάφῳ ἡ Ἄνθεια ἑαυτῆς γενομένη καὶ συνεῖσα ὅτι μὴ τὸ φάρμακον θανάσιμον ἦν, στενάξασα καὶ δακρύσασα ὦ ψευσάμενόν με φησίν, ὦ κωλῦσαν ὁδεῦσαι πρὸς τὸν Ἁβροκόμην ὁδὸν εὐτυχῆ· ἐσφάλην ἄρα (πάντα καινὰ καὶ τῆς ἐπιθυμίας τοῦ θανάτου.
§8.2
Ἀλλ’ ἔνεστί γε ἐν τῷ τάφῳ μείνασαν τὸ ἔργον ἐργάσασθαι τοῦ φαρμάκου λιμῷ. Οὐ γὰρ ἂν ἐντεῦθέν μέ τις ἀνέλοιτο, οὐδʼ ἂν ἐπίδοιμι τὸν ἥλιον οὐδʼ εἰς φῶς ἐλεύσομαι. Ταῦτα εἰποῦσα ἐκαρτέρει, τὸν θάνατον προσδεχομένη γενναίως.
§8.3
Ἐν δὲ τούτῳ νυκτὸς ἐπιγενομένης λῃσταί τινες μαθόντες ὅτι κόρη τέθαπται πλουσίως, καὶ πολὺς μὲν αὐτῇ κόσμος συγκατάκειται γυναικεῖος, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἦλθον ἐπὶ τὸν τάφον καὶ ἀναρρήξαντες τοῦ τάφου τὰς θύρας, εἰσελθόντες τόν τε κόσμον ἀνῃροῦντο καὶ τὴν Ἄνθειαν ζῶσαν ὁρῶσι· μέγα δὲ καὶ τοῦτο κέρδος ἡγούμενοι ἀνίστων τε αὐτὴν καὶ ἄγειν ἐβούλοντο.
§8.4
Ἡ δὲ τῶν ποδῶν αὐτῶν προκυλιομένη πολλὰ ἐδεῖτο ἄνδρες, οἵτινές ποτ’ ἐστὲ λέγουσα, τὸν μὲν κόσμον τοῦτον ἅπαντα ὅστις ἐστὶ καὶ ἅπαντα τὰ συνταφέντα λαβόντες κομίζετε, φείσασθε δὲ τοῦ σώματος.
§8.5
Δυοῖν ἀνάκειμαι θεοῖς, Ἔρωτι καὶ Θανάτῳ· τούτοις ἐάσατε σχολάσαι με. Ναὶ πρὸς θεῶν αὐτῶν τῶν πατρῴων ὑμῖν, μή με. ἡμέρᾳ δείξητε τὴν ἄξια νυκτὸς καὶ σκότους δυστυχοῦσαν. Ταῦτα ἔλεγεν· οὐκ ἔπειθε δὲ τοὺς λῃστάς, ἀλλʼ ἐξαγαγόντες αὐτὴν τοῦ τάφου κατήγαγον ἐπὶ θάλατταν καὶ ἐνθέμενοι σκάφει τὴν εἰς Ἀλεξάνδρειαν ἀνήγοντο· ἐν δὲ τῷ πλῷ ἐθεράπευον αὐτὴν καὶ θαρρεῖν παρεκάλουν.
§8.6
Ἡ δὲ ἐν οἵοις κακοῖς ἐγεγόνει ἐννοήσασα, θρηνοῦσα καὶ ὀδυρομένη πάλιν ἔφησε λῃσταὶ καὶ θάλαττα, πάλιν αἰχμάλωτος ἐγώ· ἀλλὰ νῦν δυστυχέστερον, ὅτι μὴ μετὰ Ἁβροκόμου.
§8.7
Τίς με ἄρα ὑποδέξεται γῆ; τίνας δὲ ἀνθρώπους ὄψομαι; μὴ Μοῖριν ἔτι, μὴ Μαντώ, μὴ Περίλαον, μὴ Κιλικίαν· ἔλθοιμι δὲ ἔνθα κἂν τάφον Ἁβροκόμου μόνον ὄψομαι. Ταῦτα ἑκάστοτε ἐδάκρυε καὶ αὐτὴ μὲν οὐ πότον, οὐ τροφὴν προσίετο, ἠνάγκαζον δὲ οἱ λῃσταί.
§9.1
Καὶ οἱ μὲν ἀνύσαντες ἡμέραις οὐ πολλαῖς τὸν πλοῦν κατῆραν εἰς Ἀλεξάνδρειαν κἀνταῦθα ἐξεβίβασαν τὴν Ἄνθειαν καὶ διέγνωσαν ἐκ τοῦ πλοῦ ἀνενεγκοῦσαν παραδοῦναί τισιν ἐμπόροις· ὁ δὲ Περίλαος μαθὼν τὴν τοῦ τάφου διορυγὴν καὶ τὴν τοῦ σώματος ἀπώλειαν ἐν πολλῇ καὶ ἀκατασχέτῳ λύπῃ ἦν.
§9.2
Ὁ δὲ Ἁβροκόμης ἐζήτει καὶ ἐπολυπραγμόνει εἴ τις ἐπίσταιτο κόρην ποθὲν ξένην αἰχμάλωτον μετὰ λῃστῶν ἀχθεῖσαν· ὡς δὲ οὐδὲν εὗρεν, ἀποκαμὼν ἦλθεν οὗ κατήγοντο. Δεῖπνον δὲ αὑτοῖς οἱ περὶ τὸν Ἱππόθοον παρεσκεύασαν.
§9.3
Καὶ οἱ μὲν ἄλλοι ἐδειπνοποιοῦντο, ὁ δὲ Ἁβροκόμης πάνυ ἄθυμος ἦν καὶ αὑτὸν ἐπὶ τῆς εὐνῆς ῥίψας ἔκλαε καὶ ἔκειτο οὐδὲν προσιέμενος.
§9.4
Προιόντος δὲ τοῦ πότου εὐκαίρως τοῖς περὶ τὸν Ἱππόθοον παροῦσά τις πρεσβῦτις ἄρχεται διηγήματος, ᾗ ὄνομα Χρυσίον. Ἀκούσατε ἔφη, ὦ ξένοι, πάθους οὐ πρὸ πολλοῦ γενομένου ἐν τῇ πόλει.
§9.5–12.6
§9.5
Περίλαός τις, ἀνὴρ τῶν τὰ πρῶτα δυναμένων, ἄρχειν μὲν ἐχειροτονήθη τῆς εἰρήνης τῆς ἐν Κιλικίᾳ, ἐξελθὼν δὲ ἐπὶ λῃστῶν ζήτησιν, ἤγαγέ τινας συλλαβὼν λῃστὰς καὶ μετʼ αὐτῶν κόρην καλὴν καὶ ταύτην ἔπεισεν αὐτῷ γαμηθῆναι.
§9.6
Καὶ πάντα μὲν τὰ πρὸς τὸν γάμον ἐξετετέλεστο· ἡ δὲ εἰς τὸν θάλαμον εἰσελθοῦσα, εἴτε μανεῖσα εἴτε ἄλλου τινὸς ἐρῶσα, πιοῦσα φάρμακόν ποθεν ἀποθνήσκει· οὗτος γὰρ ὁ τοῦ θανάτου τρόπος αὐτῆς ἐλέγετο. Ἀκούσας ὁ Ἱππόθοος αὕτη ἔφησεν ἐστὶν ἡ κόρη, ἣν Ἁβροκόμης ζητεῖ.
§9.7
Ὁ δὲ Ἁβροκόμης ἤκουε μὲν τοῦ διηγήματος, παρεῖτο δὲ ὑπὸ ἀθυμίας· ὀψὲ δὲ καὶ ἀναθορῶν ἐκ τῆς τοῦ Ἱπποθόου φωνῆς ἀλλὰ νῦν μὲν σαφῶς τέθνηκεν Ἄνθεια καὶ τάφος ἴσως αὐτῆς ἐστιν ἐνθάδε καὶ τὸ σῶμα σώζεται.
§9.8
Λέγων ἐδεῖτο τῆς πρεσβύτιδος τῆς Χρυσίου ἄγειν ἐπὶ τὸν τάφον αὐτῆς καὶ δεῖξαι τὸ σῶμα· ἡ δὲ ἀναστενάξασα τοῦτο γὰρ ἔφη τῇ κόρῃ τῇ ταλαιπώρῳ τὸ δυστυχέστατον· ὁ μὲν γὰρ Περίλαος καὶ ἔθαψεν αὐτὴν πολυτελῶς καὶ ἐκόσμησε· πυθόμενοι δὲ τὰ συνταφέντα λῃσταί, ἀνορύξαντες τὸν τάφον τόν τε κόσμον ἀνείλοντο καὶ τὸ σῶμα ἀφανὲς ἐποίησαν· ἐφ’ οἷς πολλὴ καὶ μεγάλη ζήτησις ὑπὸ Περιλάου γίνεται.
§10.1
Ἀκούσας ὁ Ἁβροκόμης περιερρήξατο τὸν χιτῶνα καὶ μεγάλως ἀνωδύρετο καλῶς μὲν καὶ σωφρόνως ἀποθανοῦσαν Ἄνθειαν, δυστυχῶς δὲ μετὰ τὸν θάνατον ἀπολομένην.
§10.2
Τίς ἄρα λῃστὴς οὕτως ἐρωτικός, ἵνα καὶ νεκρᾶς ἐπιθυμήσῃ σου; ἵνα καὶ τὸ σῶμα ἀφέληται; Ἀπεστερήθην σοῦ ὁ δυστυχὴς τῆς μόνης ἐμοὶ παραμυθίας.
§10.3
Ἀποθανεῖν μὲν οὖν ἔγνωσται πάντως· ἀλλὰ τὰ πρῶτα καρτερήσω, μέχρι οὗ τὸ σῶμα εὕρω τὸ σὸν καὶ περιβαλὼν ἐμαυτὸν ἐκείνῳ συγκαταθάψω. Ταῦτα ἔλεγεν ὀδυρόμενος· θαρρεῖν δὲ αὐτὸν παρεκάλουν οἱ περὶ τὸν Ἱππόθοον.
§10.4
Καὶ τότε μὲν ἀνεπαύσαντο δι’ ὅλης τῆς νυκτός· ἔννοια δὲ πάντων Ἁβροκόμην εἰσήρχετο, Ἀνθείας, τοῦ θανάτου, τοῦ τάφου, τῆς ἀπωλείας. Καὶ δὴ οὐκέτι καρτερῶν, λαθὼν πάντας (ἔκειντο δὲ ὑπὸ μέθης οἱ περὶ τὸν Ἱππόθοον) ἔξεισιν ὡς δή τινος χρῄζων, καὶ καταλιπὼν πάντας ἐπὶ τὴν θάλατταν ἔρχεται καὶ ἐπιτυγχάνει νεὼς εἰς Ἀλεξάνδρειαν ἀναγομένης, καὶ ἐπιβὰς ἀνάγεται ἐλπίζων δὴ τοὺς λῃστὰς τοὺς συλήσαντας πάντα ἐν Αἰγύπτῳ καταλήψεσθαι· ὡδήγει δὲ αὐτὸν εἰς ταῦτα ἐλπὶς δυστυχής.
§10.5
Καὶ ὁ μὲν ἔπλει τὴν ἐπʼ Ἀλεξανδρείας, ἡμέρας δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἠνιῶντο μὲν ἐπὶ τῷ ἀπαλλαγῆναι τοῦ Ἁβροκόμου, ἀναλαβόντες δʼ αὑτοὺς ἡμερῶν ὀλίγων ἔγνωσαν τὴν ἐπὶ Συρίας καὶ Φοινίκης λῃστεύοντες ἰέναι.
§11.1
Οἱ δὲ λῃσταὶ τὴν Ἄνθειαν εἰς Ἀλεξάνδρειαν παρέδωκαν ἐμπόροις πολὺ λαβόντες ἀργύριον· οἱ δὲ ἔτρεφόν τε αὐτὴν πολυτελῶς καὶ τὸ σῶμα ἐθεράπευον, ζητοῦντες ἀεὶ τὸν ὠνησόμενον κατʼ ἀξίαν.
§11.2
Ἔρχεται δή τις εἰς Ἀλεξάνδρειαν ἐκ τῆς Ἰνδικῆς τῶν ἐκεῖ βασιλέων κατὰ θέαν τῆς πόλεως καὶ κατὰ χρείαν ἐμπορίας, Ψάμμις τοὔνομα.
§11.3
Οὗτος ὁ Ψάμμις ὁρᾷ τὴν Ἄνθειαν παρὰ τοῖς ἐμπόροις καὶ ἰδὼν ἁλίσκεται καὶ ἀργύριον δίδωσι τοῖς ἐμπόροις πολὺ καὶ λαμβάνει θεράπαιναν αὐτήν.
§11.4
Ὠνησάμενος δὲ ἄνθρωπος βάρβαρος εὐθὺς ἐπιχειρ εῖ βιάζεσθαι καὶ χρῆσθαι πρὸς συνουσίαν· οὐ θέλουσα δὲ τὰ μὲν πρῶτα ἀντέλεγε, τελευταῖον δὲ σκήπτεται πρὸς τὸν Ψάμμιν (δεισιδαίμονες δὲ φύσει βάρβαροι) ὅτι αὐτὴν ὁ πατὴρ γεννωμένην ἀναθείῃ τῇ Ἴσιδι μέχρι ὥρας γάμων καὶ ἔλεγεν ἔτι τὸν χρόνον ἐνιαυτῷ τίθεσθαι.
§11.5
Ἢν οὖν φησὶν ἐξυβρίσῃς εἰς τὴν ἱερὰν τῆς θεοῦ, μηνίσει μὲν ἐκείνη, χαλεπὴ δὲ ἡ τιμωρία. Πείθεται Ψάμμις καὶ τὴν θεὸν προσεκύνει καὶ Ἀνθείας ἀπέχεται· ἡ δὲ ἔτι παρὰ Ψάμμιδι ἦν φρουρουμένη, ἱερὰ τῆς Ἴσιδος νομιζομένη.
§12.1
Ἡ δὲ ναῦς ἡ τὸν Ἁβροκόμην ἔχουσα τοῦ μὲν κατ’ Ἀλεξάνδρειαν πλοῦ διαμαρτάνει, ἐκπίπτει δὲ ἐπὶ τὰς ἐκβολὰς τοῦ Νείλου τήν τε Παραίτιον καλουμένην καὶ Φοινίκης ὅση παραθαλάσσιος.
§12.2
Ἐκπεσοῦσι δὲ αὐτοῖς ἐπιδραμόντες τῶν ἐκεῖ ποιμένων τά τε φορτία διαρπάζουσι καὶ τοὺς ἄνδρας δεσμεύουσι καὶ ἄγουσιν ὁδὸν ἔρημον πολλὴν εἰς Πηλούσιον τῆς Αἰγύπτου πόλιν, κἀνταῦθα πιπράσκουσιν ἄλλον ἄλλῳ. Ὠνεῖται δὴ τὸν Ἁβροκόμην πρεσβύτης στρατιώτης (ἦν δὲ πεπαυμένος), Ἄραξος τοὔνομα.
§12.3
Οὗτος ὁ Ἄραξος εἶχε γυναῖκα ὀφθῆναι μιαράν, ἀκουσθῆναι πολὺ χείρω, ἅπασαν ἀκρασίαν ὑπερβεβλημένην, Κυνὼ τοὔνομα. Αὕτη ἡ Κυνὼ ἐρᾷ τοῦ Ἁβροκόμου εὐθὺς ἀχθέντος εἰς τὴν οἰκίαν καὶ οὐκέτι κατεῖχε· δεινὴ καὶ ἐρασθῆναι καὶ ἀπολαύειν ἐθέλειν τῆς ἐπιθυμίας.
§12.4
Ὁ μὲν δὴ Ἄραξος ἠγάπα τὸν Ἁβροκόμην καὶ παῖδα ἐποιεῖτο, ἡ δὲ Κυνὼ προσφέρει λόγον περὶ συνουσίας καὶ δεῖται πείθεσθαι καὶ ἄνδρα ἕξειν ὑπισχνεῖτο καὶ Ἄραξον ἀποκτενεῖν. Δεινὸν ἐδόκει τοῦτο Ἁβροκόμῃ, καὶ πολλὰ ἅμα ἐσκόπει, τὴν Ἄνθειαν, τοὺς ὅρκους, τὴν πολλάκις αὐτὸν σωφροσύνην ἀδικήσασαν ἤδη· τέλος δὲ ἐγκειμένης τῆς Κυνοῦς συγκατατίθεται.
§12.5
Καὶ νυκτὸς γενομένης ἡ μὲν ὡς ἄνδρα ἕξουσα τὸν Ἁβροκόμην τὸν Ἄραξον ἀποκτιννύει καὶ λέγει τὸ πραχθὲν τῷ Ἁβροκόμῃ, ὁ δὲ οὐκ ἐνεγκὼν τὴν τῆς γυναικὸς ἀσέλγειαν ἀπηλλάγη τῆς οἰκίας, καταλιπὼν αὐτήν, οὐκ ἄν ποτε μιαιφόνῳ συγκατακλιθῆναι φήσας.
§12.6
Ἡ δὲ ἐν αὑτῇ γενομένη, ἅμα τῇ ἡμέρᾳ προσελθοῦσα ἔνθα τὸ πλῆθος τῶν Πηλουσιωτῶν ἦν, ἀνωδύρετο τὸν ἄνδρα καὶ ἔλεγεν ὅτι αὐτὸν ὁ νεώνητος δοῦλος ἀποκτείνειε καὶ. πολλὰ ὅσα ἐπεθρήνει καὶ ἐδόκει λέγειν τῷ πλήθει πιστά. Οἱ δὲ εὐθὺς συνέλαβον τὸν Ἁβροκόμην καὶ δήσαντες ἀνέπεμπον τῷ τῆς Αἰγύπτου τότε ἄρχοντι.
Tap any Greek word to look it up