§1.1–5.2
§1.1
Περὶ δὲ χυλῶν καὶ ὀσμῶν, ἐπειδὴ καὶ ταῦτα τῶν φυτῶν οἰκεῖα, πειρατέον ὁμοίως ἀποδοῦναι τοῖς πρότερον τά τε συμβαίνοντα περὶ ἕκαστον εἶδος καὶ διὰ τίνας αἰτίας. ἡ μὲν οὖν φύσις ποία τις ἑκατέρου τοῦ γένους ἐν ἄλλοις ἀφώρισται καὶ ὅτι μικτά πως ἄμφω κατὰ λόγον ἐστί. χυμὸς μὲν ἡ τοῦ ξηροῦ καὶ γεώδους τῷ ὑγρῷ ἐναπόμιξις ἢ ἡ τοῦ ξηροῦ διὰ τοῦ ὑγροῦ διήθησις ὑπὸ θερμοῦ· διαφέρει δ᾽ ἴσως οὐδέν. ὀσμὴ δὲ τοῦ ἐν χυμῷ ξηροῦ ἐν τῷ διαφανεῖ· τοῦτο γὰρ κοινὸν ἀέρος καὶ ὕδατος. καὶ σχεδὸν τὸ αὐτὸ πάθος ἐστὶ χυμοῦ τε καὶ ὀσμῆς οὐκ ἐν τοῖς αὐτοῖς δὲ ἑκάτερον. ταῦτα μὲν οὖν οὕτω κείσθω κατὰ τὸν εἰρημένον ἀφορισμόν.
§1.2
τὰ δ᾽ εἴδη τῶν χυμῶν ὡς μὲν εἰς ἀριθμὸν ἀποδοῦναι ῥᾴδιον οἷον γλυκὺς λιπαρὸς αὐστηρὸς στρυφνὸς δριμὺς ἁλμυρὸς πικρὸς ὀξύς. ὡς δὲ κατὰ τὴν οὐσίαν ἑκάστου χαλεπώτερον. αὐτὸ γὰρ τοῦτο πρῶτον ἔχει τινὰ σκέψιν πότερον γὰρ τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις ἀποδοτέον ἢ ὥσπερ Δημόκριτος τοῖς σχήμασιν ἐξ ὧν ἕκαστοι· εἰ μὴ ἄρα καὶ ταῦτα συνάπτει πως εἰς τὰς δυνάμεις κἀκείνων λέγεται χάριν· ἢ καὶ εἴ τις ἄλλος τρόπος ἐστὶ παρὰ τούτους.
§1.3
λέγω δὲ τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις οἷον εἴ τις ἀποδοίη γλυκὺν μὲν τὸν διακριτικὸν τῆς ἐν τῇ γλώττῃ συμφύτου ὑγρότητος ἢ χυμὸν λεαντικὸν ἢ λεπτὸν ἢ λεῖον· στρυφνὸν δὲ τὸν ξηραντικὸν ἢ πηκτικὸν ἠρέμα ταύτης· δριμὺν δὲ τὸν πηκτικὸν ἢ δηκτικὸν ἢ ἐκκριτικὸν τῆς ἐν τῇ συμφύτῳ ὑγρότητι θερμότητος εἰς τὸν ἄνω τόπον ἢ ἁπλῶς χυμὸν καυτικὸν ἢ θερμαντικόν· ἁλμυρὸν δὲ τὸν δηκτικὸν καὶ ξηραντικόν· πικρὸν δὲ τὸν φθαρτικὸν τῆς ὑγρότητος ἢ τηκτικὸν ἢ δηκτικὸν ἢ ἁπλῶς τραχὺν ἢ μάλιστα τραχὺν· αὐστηρὸν δὲ τὸν ῥυπτικὸν τῆς αἰσθήσεως ἢ τῆς ὑγρότητος τῆς ἐν αὐτῇ ἢ τῆς ἐπιπολῆς ὑγρότητος δηκτικὸν ἢ πηκτικὸν ἢ ξηραντικὸν ἢ ἁπλῶς στρυφνότητά τινα ἠρεμαίαν καὶ μαλακήν.
§1.4
ἢ πάλιν ὡς Πλάτων καθόλου τὰς διαφορὰς τῶν δυνάμεων ἀποδίδωσι τῷ συγκρίνειν καὶ διακρίνειν κεχρημένος τραχύτητι καὶ λειότητι καθ᾽ ἑκάστας δὲ διαιρεῖ τοῖς εἴδεσιν. ὅσα μὲν οὖν κάει τὰ φλέβια καὶ ἀποξηραίνει τραχύνοντα στρυφνά· αὐστηρὰ δὲ τὰ τούτων ῥυπτικώτερα καὶ πᾶν τὸ περὶ τὴν γλώτταν ἀποπλύνοντα· ὅσα δὲ ῥύπτει πέρα μὲν τοῦ μετρίου ὥστε καὶ ἀποτήκειν αὐτῆς τι τῆς φύσεως οἷον ἡ τῶν νίτρων δύναμις πικρά· τὰ δὲ ὑποδεέστερα τούτων καὶ ἐπὶ τὸ μέτριον τῇ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν.
§1.5
τὰ δὲ τῇ τοῦ στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα καὶ συνεκπυρούμενα καὶ πάλιν ἀντικάοντα φερόμενα δ᾽ ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τῆς κεφαλῆς αἰσθήσεις καὶ τέμνοντα δριμέα· τὰ δὲ προλελεπτυσμένα ὑπὸ σηπεδόνος εἰς δὲ τὰς στενὰς φλέβας εἰσδυόμενα καὶ ἀνακυκῶντα καὶ ἀναζυμοῦντα καὶ ἀφρίζειν ποιοῦντα καὶ ἕλκειν ὀξέα. τὸ δὲ σύμπασι τοῖς περὶ ταῦτα πάθος ἐναντίον οἰκεῖόν ἐστι τῆς γλυκύτητος· ὅταν γὰρ λεαίνῃ ἐπαλεῖφον τὰ τραχυνθέντα καθιστᾷ δὲ καὶ συνάγῃ τὰ παρὰ φύσιν κεχυμένα τὰ δ᾽ αὖ συνεστῶτα διαχαλᾷ καὶ ἅπανθ᾽ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, γλυκύ. οὗτος μὲν οὖν ὁ τρόπος ταῖς δυνάμεσι ἀφορίζει.
§1.6
Δημόκριτος δὲ σχῆμα περιτιθεὶς ἑκάστῳ γλυκὺν μὲν τὸν στρογγύλον καὶ εὐμεγέθη ποιεῖ· στρυφνὸν δὲ τὸν μεγαλόσχημον τραχύν τε καὶ πολυγώνιον καὶ ἀπεριφερῆ· ὀξὺν δὲ κατὰ τοὔνομα τὸν ὀξὺν τῷ ὄγκῳ καὶ γωνοειδῆ καὶ κάμπυλον καὶ λεπτὸν καὶ ἀπεριφερῆ· δριμὺν δὲ τὸν περιφερῆ καὶ λεπτὸν καὶ γωνοειδῆ καὶ κάμπυλον· ἁλμυρὸν δὲ τὸν γωνοειδῆ καὶ εὐμεγέθη καὶ σκολιὸν καὶ ἰσοσκελῆ· πικρὸν δὲ τὸν περιφερῆ καὶ λεῖον ἔχοντα σκολιότητα μέγεθος δὲ μικρόν· λιπαρὸν δὲ τὸν λεπτὸν καὶ στρογγύλον καὶ μικρόν. οἱ μὲν οὖν τρόποι τοσοῦτον διαφέρουσι.
§2.1
Τάχα δ᾽ ἂν δόξειεν ὥσπερ ἐλέχθη καὶ οὗτος ἐκείνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων ὁ οὕτως ἀποδιδοὺς οἴεται τὰς αἰτίας ἀποδιδόναι δι᾽ ἃς ὁ μὲν στύφει καὶ ξηραίνει καὶ πήγνυσιν ὁ δὲ λεαίνει καὶ ὁμαλύνει καὶ καθίστησιν ὁ δὲ ἐκκρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δρᾷ. πλὴν ἴσως ἐκεῖνα ἄν τις ἐπιζητήσειε παρὰ τούτων ὥστε καὶ τὸ ὑποκείμενον ἀποδιδόναι ποιόν τι· δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιοῦν ἀλλὰ καὶ τὸ πάσχον ἄλλως τ᾽ εἰ καὶ μὴ πᾶσιν ὁ αὐτὸς ὁμοίως φαίνεται καθάπερ φησίν. οὐθὲν γὰρ κωλύει τὸν ἡμῖν γλυκὺν ἑτέροις τισὶ τῶν ζώων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.
§2.2
δῆλον γὰρ ὡς ἐν τῷ αἰσθητηρίῳ τίς ἐστιν ἑτέρα διάθεσις. ἐπεὶ τό γε τοῦ χυμοῦ σχῆμα ταὐτὸ καὶ ἐν ἄλλῳ ἔοικεν οὐ ταὐτὸ δύνασθαι πανταχοῦ ποιεῖν. εἰ δὲ τοῦτο ἀληθὲς δεῖ τι ἀνομοιότητος εἶναι τῶν ὑποκειμένων δι᾽ ὃ δὴ καὶ λεκτέον ὑπὲρ αὐτῶν. ἅμα δὲ κἀκεῖνο φανερὸν ὡς οὐ μία τις δύναμις τοῦ αὐτοῦ σχήματος εἴ γε τἀναντία πέφυκε ποιεῖν ἐν ἄλλῳ καὶ ἄλλῳ· τὸ μὲν γὰρ μὴ πάντα πρὸς τὴν αὑτοῦ δύναμιν ἄγειν οὐχ ὁμοίως ἄτοπον ὥσπερ οὐδὲ τὸ πῦρ κάειν. εἰ δὲ καὶ ἐναντίως ἔνια διατίθεται τοῦτο πλείονος λόγου δεῖται. καίτοι κἀκείνου δεῖ τινα λέγειν αἰτίαν.
§2.3
ἐπὶ γοῦν τοῦ πυρὸς ὅσα μὴ δύναται κάειν ἢ τὸ ὕδωρ ὑγραίνειν ἔστι τις αἰτία καὶ λόγος· εἰ δὲ καὶ τοὐναντίον ἑκάτερον ἐποίει μᾶλλον ἂν ἐδεῖτο καὶ πλειόνων· τούτοις μὲν οὖν ὑπὲρ ἁπάντων τούτων λεκτέον· τοῖς δὲ κατὰ τὰς δυνάμεις ἐκεῖνο μόνον ἀναγκαῖον ποῖόν τι τῶν αἰσθητηρίων ἕκαστον. δεῖ γὰρ εἰδέναι καὶ τὴν τούτων φύσιν καὶ διάθεσιν ἐπείπερ οὐχ ὁτιοῦν μόριον αἰσθητικὸν, ἴσως δὲ καὶ ὅταν ἐκ πλειόνων ἕν τι γένηται τὴν ἐκ θατέρου δύναμιν καὶ οὐσίαν οὐ δεῖ λανθάνειν. ἄτοπον δὲ κἀκεῖνο τοῖς τὰ σχήματα λέγουσιν ἡ τῶν ὁμοίων διαφορὰ κατὰ μικρότητα καὶ μέγεθος εἰς τὸ μὴ τὴν αὐτὴν ἔχειν δύναμιν·
§2.4
οὐ γὰρ ἐπὶ τῆς μορφῆς ἀλλὰ τῶν ὄγκων αἱ δυνάμεις οὓς εἰς μὲν τὸ διαβιάσασθαι καὶ ἁπλῶς τὸ μᾶλλον καὶ τὸ ἧττον τάχ᾽ ἄν τις ἀποδοίη εἰς δὲ τὸ μὴ ταὐτὸ δύνασθαι μηδὲ ποιεῖν οὐκ εὔλογον· ἐπεὶ ἐν τοῖς σχήμασιν αἱ δυνάμεις· εἰ γὰρ ὁμοιοσχήματα ταὐτὸν ἂν εἴη τὸ ὑπάρχον ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. τὸ γὰρ τρίγωνον τὸ ποδιαῖον καὶ τὸ μυριόπουν ὁμοίως δυσὶν ὀρθαῖς καὶ τὸ τετράγωνον τέτταρσιν ὀρθαῖς. καὶ ταῦτα μὲν καὶ κατὰ τὸ ποσὸν διάφορα· τὰ δὲ λόγῳ μὲν ὄντα τὰ αὐτὰ οἷον ἡ ἀσυμμετρία τῆς διαμέτρου τὸ δὲ ποσὸν διάφορον· ὥστ᾽ εἰ ἐκ τούτων ἢ ἀπὸ τούτων ἐγίνετο τὸ μὲν ποσὸν διάφορον ἂν ἦν τῷ δ᾽ εἴδει ἀδιάφορον. ἀλλὰ γὰρ αἱ μὲν κατὰ τὰ σχήματα καὶ τὰς μορφὰς δυνάμεις πλείω καὶ περὶ πλειόνων ἔχουσιν ἀπορίαν.
§3.1
Ὅτι δ᾽ ἐναπομίξει πως ὁ χυμὸς καὶ ἡ ὀδμὴ καὶ ἐκ τῶνδε φανερόν· οὐδὲν γὰρ φαίνεται τῶν ἁπλῶν ἔχειν χυμὸν οὐδ᾽ ὀδμὴν ἐὰν μὴ λάβῃ μίξιν οἷον ὁ ἀὴρ ἢ πῦρ ἢ ὕδωρ· ἄχυμον γὰρ καὶ τὸ ὕδωρ καθ᾽ αὑτό, δι᾽ ὃ καὶ οἱ παλαιοί φασι δι᾽ οἵας ἂν γῆς ῥέῃ τοιοῦτον καὶ εἶναι. καὶ ἡ θάλαττα δὲ καὶ τὰ νιτρώδη καὶ σαπρὰ καὶ ὀξέα τῶν ὑδάτων ἔχει τινὰ μίξιν ὧν ἐνίοις καὶ ἡ ὀσμὴ μάλιστα δὲ τῇ θαλάττῃ συνακολουθεῖ. γῆ δὲ καὶ λίθος ἄχυμα πλὴν ἐάν τινα τοιαύτην λάβῃ μίξιν.
§3.2
καίτοι φαίνεταί γε ταῦτα μᾶλλον ἔχειν οἷον ὅσαι θ᾽ ἁλμώδεις καὶ ὅσαι καὶ ὡς ἡ τέφρα πικραὶ καὶ ἔνιαι γλυκεῖαι δοκοῦσιν εἶναι ὥσπερ καὶ ἡ ἄργιλος. ἅμα δὲ καὶ οὐκ ἄλογον εἴπερ τῇ τοῦ γεώδους ἐναπομίξει γίνεται χυμός. τὰ δὲ δὴ μεταλλευόμενα καὶ λίθων ἔνια γένη καὶ ὀσμὰς ἔχει πρὸς τοῖς χυμοῖς. ἅπαντα δ᾽ οὖν ταῦτα μίξει τινὶ καὶ ἀλλοιώσει ἔγχυμα φαίνεται καὶ ὀσμώδη. καὶ γὰρ ἡ τέφρα διὰ τὴν κατάκαυσιν ἐξαλλοιουμένη καὶ ὅσα πυροῦται λαμβάνει τινὰ χυμὸν τὰ μὲν ἁπλᾶ τὰ δὲ μιγνύμενα τοῖς ὑγροῖς. ἡ μὲν οὖν φύσις ὅτι τοιαύτη καὶ πρότερον εἴρηται καὶ νῦν.
§3.3
ἐπεὶ δ᾽ ἐν τρισὶν οἱ χυμοὶ — φυτοῖς τε γὰρ καὶ ζώοις εἰσί τινες καὶ ὀσμαὶ καὶ χυμοὶ κατὰ τὰς κράσεις, ἔτι δ᾽ ἐν τοῖς κατὰ τέχνης παρασκευήν τινα μιγνυμένοις ἢ καὶ αὐτομάτως ἀλλοιουμένοις ὁτὲ μὲν ἐπὶ τὸ βέλτιον ὁτὲ δ᾽ ἐπὶ τὸ χεῖρον ὥσπερ τῶν σηπομένων — τὸ μὲν ὑπὲρ ἁπάντων τούτων εἰπεῖν κοινότερόν τε καὶ καθόλου μᾶλλόν ἐστιν ὑπὲρ δὲ τῶν φυσικῶν πρῶτον λεκτέον, ἀρχὴ γὰρ ἐν ἅπασιν ἡ φύσις, καὶ τούτων ὅσοι κατά τε τὰ ἁπλᾶ φαίνονται καὶ ὅλως τὰ ἄψυχα καὶ ὅσοι κατὰ τὰ φυτὰ καὶ τοὺς καρπούς. καὶ γὰρ ταῦτα πρότερ᾽ ἄν τις τιθεῖτο τῶν ζώων ἅμα δὲ καὶ ἡμῖν ἡ σκέψις ὑπὲρ τούτων οἷον συνεχὴς οὖσα τοῖς πρότερον.
§3.4
οἱ μὲν οὖν ἐν τῇ γῇ ξυνιστάμενοι χυμοὶ τῶν ὑγρῶν, οὗτοι γὰρ ἐμφανέστατοι, λέγω δ᾽ οἷον ὀξεῖς καὶ ἁλμυροὶ γινόμενοι μὲν δῆλον ὅτι διὰ τὰς αὐτάς πως ἢ παραπλησίας ἀνάγκας δι᾽ ἃς καὶ ἐν τοῖς φυτοῖς, οὐ μὴν οὔτε ἴσοι τὸ πλῆθος οὐδ᾽ ὅμοιοι τούτοις ἀλλὰ θολερώτεροι διὰ τὸ μὴ τὴν αὐτὴν πέψιν μηδ᾽ ὁμοίαν ἔχειν. τὸ δὲ πλῆθος οὐ συμβλητοί. πολλοὶ γὰρ οἱ τῶν καρπῶν καὶ ἀνόμοιοι χυμοὶ καὶ οὐδαμῶς ἔνιοί γε ἐμφαινόμενοι τοῖς ἐκ τῆς γῆς οἷον ὁ αὐστηρὸς καὶ δριμὺς καὶ ἄλλοι δὲ πλείους.
§3.5
εἰ μή τις λέγοι τῇ μίξει καὶ τῇ κράσει τῶν ἄλλων γίνεσθαι τούτους τοῖς δὲ γένεσιν εἶναι τοὺς αὐτούς· οὕτω δ᾽ ἂν εἴησαν ἄπειροι, ἄπειροι γὰρ οἱ λόγοι τῶν μίξεων. καὶ ἔτι δὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ διαφοραὶ δι᾽ ὃ καὶ οἱ ὁμογενεῖς πλείους οἷον αὐστηροὶ λιπαροὶ πικροὶ γλυκεῖς ὅθεν καὶ οἱ παλαιοὶ τῶν φυσιολόγων ἀπείρους ἐτίθεντο τοὺς χυμοὺς ὥσπερ καὶ Μενέστωρ· ὁποία γὰρ ἄν τις ἡ μίξις καὶ ἡ πέψις γένηται τοῦ ὑγροῦ ἐμφύτου τοιοῦτον εἶναι καὶ τὸν χυμόν. οὐ μὴν ἀλλὰ βέλτιόν γε οἱ ὡρισμένους λέγοντες ἐκ τούτων δ᾽ ἤδη κατὰ τὰς μίξεις ποιοῦντες τὰς διαφοράς. ἴδιος γοῦν τῶν ἐκ τῆς γῆς ὁ ἁλμυρός· οὐδ᾽ ἑνὸς γὰρ καρποῦ τοιοῦτος ἀλλ᾽ εἴπερ φύλλου καὶ καυλοῦ καὶ κελύφους. ἀλλὰ περὶ μὲν τούτου τὴν αἰτίαν ὕστερον λεκτέον.
§4.1
Αἱ δὲ ἰδέαι τῶν χυμῶν ἑπτὰ δοκοῦσιν εἶναι καθάπερ καὶ τῶν ὀσμῶν καὶ τῶν χρωμάτων, τοῦτο δὲ ἄν τις τὸν ἁλμυρὸν οὐχ ἕτερον τιθῇ τοῦ πικροῦ καθάπερ καὶ τὸ φαιὸν τοῦ μέλανος· ἐὰν δὲ χωρίζῃ συμβαίνει τοῦτον ὄγδοον εἶναι. γλυκὺς γὰρ καὶ λιπαρὸς καὶ πικρὸς καὶ αὐστηρὸς καὶ δριμὺς καὶ ὀξὺς καὶ στρυφνὸς ἀριθμοῦνται· προστίθεται δὲ καὶ ὁ ἁλμυρὸς ὄγδοος. οἴονται δέ τινες καὶ τὸν οἰνώδη δεῖν. ἔν τε γὰρ τοῖς καρποῖς ὑπάρχει πλείοσι καὶ ἐκ τῆς γῆς ἀναπιδύει τις ἐνιαχοῦ τοιοῦτος χυμός· ἔτι δ᾽ οὐδ᾽ ὥσπερ ὁ γαλακτώδης εἰς τὸν γλυκὺν ἄν τεθείη — καὶ γὰρ οὗτος ἐν ἐνίοις ὡς εἶδος ἄν τι τιθοῖτο τοῦ γλυκέος — οὕτω τὸν οἰνώδη τῶν ἄλλων τινὶ προσνεῖμαι ῥᾴδιον ἀλλ᾽ ἰδία τις ἡ φύσις καθ᾽ αὑτὴν ἐπιδεχομένη καὶ τὸ γλυκὺ καὶ τὸ στρυφνὸν καὶ αὐστηρόν.
§4.2
ἀλλὰ γὰρ τοῦτο μὲν οὐκ ἂν ἴσως διαφέροι πρὸς τὴν τῶν ἄλλων θεωρίαν. ὁ δὲ ἀριθμὸς ὁ τῶν ἑπτὰ καιριώτατος καὶ φυσικώτατος. πότερον δὲ τοὺς μὲν ὥσπερ ἀρχὰς τοὺς δὲ ὡς στερήσεις δεῖ λέγειν οἷον τὸν μὲν γλυκὺν καὶ λιπαρὸν καὶ ὅσοι σύστοιχοι τούτοις ἀρχὰς, ἐκ τούτων γὰρ αἱ γενέσεις καὶ αἱ τροφαὶ, τοὺς δ᾽ ἄλλους στερήσεις, ἢ πάντας φυσικούς; ἔοικε γὰρ εἰ μὲν εἰς τὸ ἄριστον δεῖ τάττειν τὴν φύσιν ἐν τούτοις εἶναι μόνον, ἅμα δὲ καὶ τὸ τῆς τροφῆς καὶ γενέσεως ἀληθινόν. οὐδὲν γὰρ ὡς εἰπεῖν οὔτε τρέφεσθαι δοκεῖ διὰ τῶν ἑτέρων οὔτε γίνεσθαι. εἰ δ᾽ εἰς τὸ πλείονα εἴδη εἶναι ἐκεῖνοί γε μᾶλλον ἢ οὐχ ἧττον κατὰ φύσιν, ὀλίγοι γὰρ ἐν τούτῳ τῷ μέρει.
§4.3
σχεδὸν δέ τι παρόμοιόν ἐστι τὸ ζητούμενον καὶ ἐπὶ τῶν ἄλλων ζώων πρὸς τὸν ἄνθρωπον πότερα κατὰ φύσιν ἢ κατὰ στέρησιν τἆλλα. καθάπερ γὰρ καὶ τούτων ἴδιαί τινες αἱ οὐσίαι καὶ τῶν φυτῶν ὁμοίως. εἰ οὖν ἡ μὲν στέρησις ἐν ἀτελείᾳ τινὶ καὶ ἐνδείᾳ ταῦτα δὲ καὶ γεννᾷ καὶ ἐκτρέφει τὰ ὅμοια καὶ ἰσχυρότερα πολὺ τῶν ἑτέρων οὐκ ἂν εἴησαν κατὰ στέρησιν. ἔτι δὲ ἔν γε τοῖς φυτοῖς ἅμα συμβαίνει μὴ τελεοκαρπεῖν καὶ ἧττον εἶναι πικρὰ τὰ ἐν τούτῳ τῷ γένει, καθάπερ ἐπὶ τοῦ κενταυρίου καὶ ἀψινθίου καὶ τῶν τοιούτων, ὡς ἐκεῖσε τῆς φύσεως φερομένης καὶ τὴν γλυκύτητα καθάπερ ἀπεψίαν τινὰ οὖσαν ἢ ἔλλειψιν πέψεως.
§4.4
ἀεὶ γὰρ ἡ φύσις ἐξομοιοῦν ἐθέλει τῷ ὑποκειμένῳ τοῦτο καὶ ἐν τοῖς ζώοις καὶ ἐν τοῖς φυτοῖς. ποιεῖται γὰρ καὶ τροφὴ γίνεται πᾶσιν ὅταν κρατηθῇ τὸ λαμβανόμενον. εἰ δὲ δὴ καὶ ἔνια τρέφεται διεφθαρμένοις τισὶν ὥσπερ καὶ τῶν ζώων ὧν καὶ ἡ γένεσις ἐκ τούτων οὐδ᾽ ἂν ἡ τῆς τροφῆς ἱκανὴ πίστις εἴη πρὸς τὸ κατὰ φύσιν οὐδ᾽ ἂν ἡ πρώτη σύστασις ἀλλ᾽ ἑκάστοις μεμερισμέναι κατὰ τὰς μίξεις.
§4.5
ἐπεὶ οὐδ᾽ οἱ γλυκεῖς χυμοὶ τρόφιμοι πάντες ἡμῖν ἀλλ᾽ οἱ μὲν ἐκστατικοὶ καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ ῥίζα καὶ ἄλλαι τινὲς, οἱ δ᾽ ὑπνωτικοὶ πλείους δὲ διδόμενοι καὶ θανατηφόροι καθάπερ ὁ μανδραγόρας ἔνιοι δὲ ὁμολογουμένως ἐπιθάνατοι· πολλοὶ γὰρ ἤδη καὶ πολλαχοῦ ῥίζας φαγόντες ἃς ἠγνόουν γλυκείας τε τῇ γεύσει καὶ ἡδείας ἀπέθανον καὶ ἄλλα τοιαῦτα πλείω τυγχάνει τὰ μὲν βλάπτοντα τὰ δὲ καὶ ὅλως ἀναιροῦντα τῶν κατὰ τὴν προσφορὰν ἡδέων ἢ ἀλύπων.
§4.6
ἔνια δὲ πάλιν ὠφελοῦντα τῶν ἀηδῶν καὶ πικρῶν οἷον καὶ τὰ ἄρτι λεχθέντα κενταύριον καὶ ἀψίνθιον καὶ ὅσα δὴ φαρμακωδεστέρους ἔτι τοὺς χυμοὺς ἔχει· πολλὰ γὰρ καὶ τούτων ὀνίνησι. τῶν δὲ καὶ ὅλως ὁ χυμὸς ἄτροφος ὢν ὡσπερεὶ ἥδυσμα τῆς τροφῆς ἐστιν οἷον ὁ ἁλμυρὸς καὶ ὀξύς· οὐδὲ γὰρ δυνάμεθα κρατεῖν ἀκράτου καθάπερ οὐδὲ τῶν ἁλῶν ἔνια ζώων δι᾽ ὃ καὶ τούτοις παρέχομεν τοὺς ἅλας. ἔνια δὲ καὶ αὐτὰ ἑαυτοῖς εὑρίσκει τὰ πρόσφορα πρὸς τὴν τοιαύτην ἐπικουρίαν ὥσπερ καὶ οἱ ὀρνίθες ἤδη. καὶ φανερὸν ἂν δόξειεν ὡς οὐκ ἔστιν ἁπλῶς μεμερισμένα τὸ μὲν ὥσπερ φυσικὸν τὸ δ᾽ ὡς ἐν στερήσει καὶ παρὰ φύσιν.
§4.7
ἀλλὰ καὶ τὸ ἡμῖν ἄτροφον ἑτέροις τρόφιμον καὶ τὸ ἄλλοις τρόφιμον ἄλλοις ἄτροφον. ὡς γὰρ ἂν αἱ φύσεις ἔχωσι κατὰ τὰς κράσεις οὕτως καὶ αἱ τροφαὶ καθ᾽ ἕκαστον ἁρμόσουσιν. ὁμοίως δὲ καὶ αἱ ἡδοναὶ καὶ αἱ λύπαι καὶ αἱ βοήθειαι πρὸς τὰ πάθη καὶ τὰς διαθέσεις ὃ καὶ φανερὰ ποιοῦντα πολλὰ τῶν ζώων ἐστὶν οὐ πρὸς τὰ συμβαίνοντα πάθη μόνον αὐτομάτως ἀλλὰ καὶ κατ᾽ αὐτὰς τὰς ἐδωδὰς ὅταν ἄλλο φάγωσιν ἕτερον ἐπεσθίοντα καθάπερ οἱ ἔχεις τὸ πήγανον ὅταν τὸ σκόρδον.
§5.1
Ἔχει δὲ καὶ κατὰ τὰς ὀσμὰς ὁμοίως· ἄλλαι γὰρ ἄλλοις ἐναντίαι καὶ οὐ πρόσφοροι καὶ οὐ μόνον εἰς τὸ μὴ δεῖσθαι μηδὲ ζητεῖν ἀλλ᾽ ὑπὸ τῶν ἡδίστων ἡμῖν ἀναιρεῖσθαι καθάπερ οἱ γύπες ὑπὸ τῶν μύρων καὶ οἱ κάνθαροι ὑπὸ τῶν ῥόδων. πολεμοῦσι δὲ δὴ σφόδρα καὶ αἱ μέλιτται τοῖς μεμυρισμένοις. ὅλως μὲν γὰρ ἢ οὐδὲν ἢ βραχύ τι πάμπαν ἐστὶν ἐν τοῖς ἄλλοις ζώοις τὸ τὴν εὐωδίαν δίωκον αὐτῆς χάριν, ἀλλ᾽ εἴπερ κατὰ συμβεβηκὸς ὧν ἡ τροφὴ τοιαύτη· πρὸς ταύτην γὰρ ἦν ἡ ἐπιθυμία καὶ ταύτης.
§5.2
εἰ δ᾽ ἄρα καὶ τοιοῦτόν ἐστι ἡμῖν γε οὐ σαφές. ἐπεὶ καὶ τὴν πάρδαλιν τοῖς μὲν ἄλλοις ἡδύ φασιν ὄζειν δι᾽ ὃ καὶ θηρεύειν αὐτὴν κατακειμένην καὶ ταύτῃ προσαγομένην, ἡμῖν δ᾽ οὐδεμίαν εὐωδίαν ἐμφαίνει· εἰ μὴ κἀκεῖνο ἀληθὲς ὥσπερ ἐστὶν ἀληθὲς ὅτι χειρίστην ἔχομεν πάντων τὴν ὄσφρησιν. καὶ διὰ τοῦτο ὡς εἰπεῖν πολλαὶ λανθάνοιεν ἂν ἡμᾶς ὀσμαὶ καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ τὰ κατὰ ταύτας.
§5.3–8.6
§5.3
ὃ δ᾽ ἄν τῳ δόξειεν ἄτοπον εἶναι τὸ τὰ ἄλλα ζῶα σαφεστέραν ἔχοντα μηδ᾽ αἰσθάνεσθαι μηδὲ κρίνειν τὰς εὐωδίας οὐκ ἔστιν ἄτοπον. τάχα μὲν γὰρ καὶ αἰσθάνονται πρὸς δὲ τὴν φύσιν αὐτῶν οὐχ ἁρμόττουσιν ἀλλὰ καὶ ἐναντίαι καθάπερ ἐπὶ τῶν γυπῶν ἐλέχθη καὶ ὡς τὰ ἔντομα πάντα ὑπὸ τοῦ ἐλαίου βαρύνεται· φεύγει γὰρ αὐτὰ τὴν ὀσμήν. ἕτερα δ᾽ ὑφ᾽ ἑτέρας τινὸς ἴσως. ἄλογον δ᾽ ἐνταῦθα δόξειεν ἂν συμβαίνειν πρὸς ἐκείνην τὴν ὑπόθεσιν εἰ ὁ λιπαρὸς τοῦ γλυκέος εἶδος ἔνια δὲ προσφιλέστατα τῷ γλυκεῖ καθάπερ οἱ κνῖπες οὐδὲν γὰρ τῶν οἰκείων φθαρτικὸν εἰ μὴ ταῖς ὑπερβολαῖς.
§5.4
ἀλλὰ τούτου μὲν τὴν αἰτίαν ἐν τῇ δριμύτητι ληπτέον ὥσπερ καὶ τῆς ὀριγάνου καὶ τῶν τοιούτων· ἅπαντα γὰρ φεύγει. τὸ δὲ μὴ αἰσθάνεσθαι καθάπερ λέγουσιν οὐ σαφὲς ἡμῖν· εἰ μὴ ἄρα καὶ τοὺς πόρους ἐνταῦθα ἄν τις αἰτιάσαιτο καθάπερ ἔνιοι τῶν φυσικῶν τῷ ἢ ἁρμόττειν ἢ μή· δι᾽ ὃ καὶ διαιροῦσι τοῖς μεγέθεσι τὰ μὲν μικρὰ φάσκοντες τῶν τοιῶνδε αἰσθάνεσθαι τὰ δὲ μείζω τῶν τοιῶνδε μᾶλλον οὐχ ἱκανὴν οὐδ᾽ οἰκείαν ἴσως διαίρεσιν διαιροῦντες. οὐδ᾽ ἐν τοῖς πόροις ἡ αἴσθησις ἀλλὰ μᾶλλον πρὸς τὴν διάθεσιν καὶ τὴν κρᾶ σιν τό τε πάθος ἀποδοίη καὶ τὴν ἀπάθειαν ἐν οἷς τὸ ἡδὺ καὶ τὸ λυπηρόν.
§5.5
ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν ἀνθρώπων· οὐ γὰρ πᾶσιν αἱ αὐταὶ προσφιλεῖς ἀλλὰ μᾶλλον ἐν ταῖς κακώδεσι καὶ βαρείαις ὧν ἔνιαί γε κοιναὶ πᾶσιν οἷον αἱ ἔκ τινων ἐκπνέουσαι χασμάτων καὶ ἄντρων θανατηφόροι τοῖς προσπελάζουσιν. εἰ δ᾽ ἄρα καὶ αὗται τοῖς ἀναπνευστικοῖς μόνον ἀλλὰ τοῦτό γε φανερὸν ὥσπερ ἐπὶ τῶν χυμῶν ὅτι καὶ ὀσμαί τινες ἑκάστοις εἰσὶν οἰκεῖαι καὶ ὅτι τὸ εὐῶδες τὸ μὴ κατὰ τὴν τροφὴν ὀλίγοις ἢ οὐδενὶ προσφιλές· εἰ δὲ δή τινι καὶ συμφέρον ἀδηλότερόν ἐστιν. ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ πλέον εἴρηται τῶν ὑποκειμένων, ὅθεν δὲ ὁ λόγος ἐκεῖσε ἐπανιτέον.
§5.6
ἑκάστου τῶν χυμῶν καὶ τῶν ὀσμῶν ἐστί τις φύσις ὥσπερ καὶ τῶν ζώων ἣ πρὸς ἑκάστην διάθεσιν ἁρμόττει καὶ κρᾶσιν. οὐ μὴν ἀλλ᾽ ὥστε καθόλου καὶ κοινῶς εἰπεῖν οἱ γλυκεῖς καὶ οἱ κατὰ ταύτην τὴν συστοιχίαν τροφιμώτεροι καὶ μᾶλλόν εἰσι κατὰ φύσιν· ἐναντίωμα δέ τι τάχα δ᾽ οὐκ ἀκόλουθον ἔσται τὸ ἀνάλογον, ὅτι χυμὸς μὲν ἅπασι προσφιλὴς ὁ γλυκὺς ὀσμὴν δὲ οὐκ ἔστιν οὕτω λαβεῖν, οὕτω γε τῷ γένει λαμβάνοντας εἰ μή τις ἄρα λανθάνει διὰ τὴν ἡμετέραν ἀσθένειαν τῆς αἰσθήσεως. ἴσως δ᾽ οὐδὲ τὸ περὶ τοῦ γλυκέος εἰρημένον ἁπλῶς ἀληθές. ὑπὲρ μὲν οὖν τούτων ἀρκείτω τὰ εἰρημένα.
§6.1
Τῶν δὲ φυτῶν μᾶλλον δὲ πάντων ἐν οἷς οἱ χυμοὶ διὰ τί μὲν ἕκαστα τούτους ἔχει λέγω δ᾽ οἷον γλυκεῖς ἢ πικροὺς ἢ λιπαροὺς τὴν πρώτην αἰτιατέον σύστασιν ὑπὲρ ἧς οἱ μὲν τοῖς σχήμασι διορίζοντες ὥσπερ Δημόκριτος οἴονται λέγειν τινὰς αἰτίας ὁμοίως δὲ καὶ εἴ τις κατ᾽ αὐτὴν ἔχει τὸν ἴδιον ἀποδοῦναι περὶ ἑκάστου λόγον· οἱ δὲ κατὰ πέψιν καὶ ἀπεψίαν διαιροῦντες τὰ γλυκέα καὶ τὰ πικρὰ καὶ τὰ ἄλλα τάχ᾽ ἂν δόξειαν κωλύειν τὰ μικρῷ πρότερον ἡμῖν εἰρημένα· πέψει γὰρ πρότερόν τινι φαίνεται πάντ᾽ ἐξομοιοῦσθαι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζώοις.
§6.2
ἀλλὰ τούτοις ὁμοίως λεκτέον ὅτι καὶ οἱ γλυκεῖς καὶ οἱ ἁπλῶς τρόφιμοι χυμοὶ καὶ αἱ ὀσμαὶ αἱ εὐώδεις πέψει τινὶ γίνονται καὶ κατεργασίᾳ καὶ ὅτι μᾶλλον ὡς τῷ γένει λαβεῖν πεπεμμένα τῶν ἀπέπτων ἑκατέρων πεττομένων κατὰ τὴν οἰκείαν πέψιν. ὑπὲρ μὲν οὖν τούτων ἐν τοῖς ἑπομένοις ἔσται φανερώτερον.
§6.3
τῶν δ᾽ ἄλλων ἐκεῖνο δεῖ λαβεῖν πρῶτον ὃ κοινόν ἐστι τῆς τῶν φυτῶν οὐσίας. πάντα γὰρ ἐν τῇ γενέσει τῶν χυμῶν μεταβάλλει κατὰ τὴν πέψιν ἐξ ἄλλων εἰς ἄλλους χυμοὺς ὡς μὲν ἁπλῶς εἰπεῖν ἐκ τῶν στερητικῶν εἰς τοὺς κατ᾽ εἶδος οἷον ἐκ πικρῶν καὶ στρυφνῶν εἰς γλυκεῖς καὶ λιπαροὺς καὶ εἴ τις ἄλλος ὁμόστοιχος· ὡς δὲ καθ᾽ ἕκαστον ὡς ἂν ἡ διάκρισις ἔχῃ τῆς φύσεως, καὶ τὰ μὲν εἰς πλείους τὰ δ᾽ εἰς ἐλάττους· τὰ μὲν γὰρ ἐκ τοῦ πικροῦ καθάπερ ἐλάα συνεκβαίνουσα πρὸς τὸ στρυφνόν. τὰ δ᾽ ἐκ τοῦ στρυφνοῦ καθάπερ ἄπιοι καὶ τἆλλα· καὶ γὰρ τὰ ὀξέα πρότερον στρυφνά· τὰ δ᾽ ἐκ τοῦ στρυφνοῦ πρῶτον εἰς τὸν ὀξὺν εἶτ’ ἐκ τοῦ ὀξέος εἰς τὸν γλυκὺν ὥσπερ βότρυς.
§6.4
ὡς γὰρ ὅλως εἰπεῖν πλείστας ἀλλοιώσεις οὗτος λαμβάνει καὶ ὅλως οἱ οἰνώδεις χυλοί. τὸ μὲν γὰρ πρῶτον ὥσπερ ὑδατώδης γίνεται μετὰ δὲ ταῦτα στρυφνὸς εἶτ᾽ ὀξὺς εἶτ᾽ ἔσχατον γλυκύς. ὡσαύτως δὲ καὶ τὸ συκάμινον· ἐκ στρυφνοῦ γὰρ ὀξὺ καὶ ἐξ ὀξέος γλυκὺ καὶ ἐπ᾽ ἄλλων δὲ τοῦτο συμβαίνει· τῆς γὰρ οἰνώδους γλυκύτητος ἐγγυτάτω κεῖται τὸ ὀξύ. δι᾽ ὃ καὶ οἱ ἀποροῦντες δι᾽ ὅτι τὸ συκάμινον ἐρυθρὸν ὂν ὀξύτερόν ἐστιν ἢ λευκὸν ἐγγυτέρω τῆς πέψεως ὂν οὐκ ὀρθῶς ἀποροῦσι· τότε γὰρ οἷον γένεσίς ἐστιν αὐτοῦ τοῦ οἰκείου χυμοῦ. λευκοῦ δ᾽ ὄντος ἡ στρυφνότης πλέον ἀπηρτημένη καὶ κοινοτέρα. διὰ τοῦτο γὰρ καὶ ἐνταῦθα ὅταν ᾖ ξηρότερόν ἐστιν· ἐρυθραινόμενον δὲ ἐξυγραίνεται καθάπερ ἔγχυλον γινόμενον.
§6.5
ὅλως γὰρ πᾶν τὸ περικάρπιον ξηρὸν ὂν τὸ πρῶτον ἀνυγραίνεται καὶ ἔστι γένεσις αὕτη τῶν χυλῶν ἐπιρρέοντος καὶ ὥσπερ διηθουμένου πλείονος ἀεὶ τοῦ ὑγροῦ καὶ ἀεὶ συναύξοντος ᾗ καὶ στρυφνὰ τὰ πολλὰ κατ᾽ ἀρχὰς οὐκ ἀλόγως ἅτε καὶ ξηρὰ ὄντα. ξηρότατα δὲ δοκεῖ τῶν ὑγρῶν ὧν ὀπώδης ἡ ὑγρότης ὥσπερ τῆς συκῆς κατὰ τὸ πάχος. τούτοις μὲν οὖν ὥσπερ ὑλικοί τινές εἰσι οἱ κατὰ τὰς στερήσεις ἐξ ὧν ἡ μετάβασις εἰς τὴν πέψιν, τοῖς δ᾽ οἷον οὐσία ταῦτα καὶ τέλη· πολλοὶ γὰρ καὶ πικροὶ καὶ στρυφνοὶ κατὰ φύσιν καὶ ὀξεῖς ὧν ἐξ ἀρχῆς ἧττον ἔγχυμος ἡ ὑγρότης.
§6.6
ἅπαντες δέ πως ἐμφαίνουσιν οἱ καρποὶ καὶ τὸν τοῦ φυτοῦ χυλὸν ὅπερ ἴσως ἀναγκαῖον ἐξ ἐκείνου γενομένους. ὠμοὶ μὲν ὄντες μᾶλλον πεπαινόμενοι δ᾽ ἧττον ἅτε καὶ τῆς ἐκκρίσεως ἀεὶ καθαρωτέρας γινομένης. καὶ τῶν μὲν τοιαύτη τις σύστασις. ἐνίων δ᾽ ὥσπερ ἄχυμος ἡ πρώτη καὶ ὑδατώδης οἷον τῶν σιτωδῶν ὥσπερ πυροῦ καὶ κριθῆς καὶ τῶν ὁμοίων. ὧν δὴ καὶ ἡ τελέωσις εὐθὺς ἐκ ταύτης λαμβάνουσα πλείους μεταβολάς. οὐ γὰρ οὐδ᾽ ἡ γλυκύτης πόρρω ταύτης ὥστε μὴ δεῖσθαι πλειόνων.
§6.7
δι᾽ ὃ καὶ φαίνεται διττή τις ἡ γένεσις εἶναι τῶν χυμῶν ἑκατέρα κατὰ τὰς ὑποκειμένας φύσεις· ἡ μὲν γὰρ ἐξ ἀπέπτων καὶ πλειόνων μεταβάλλουσα πρὸς τὴν τελέωσιν ἡ δὲ ὥσπερ ἄχυμος καὶ ἀειδὴς ἐν ἁπλῇ τινι γενέσει καὶ ἀλλοιώσει διὰ τὴν ὑποκειμένην φύσιν· ὧν ἑκάτερον ὡς ἁπλῶς εἰπεῖν τὸ μὲν ἐν τοῖς ἐπετείοις μᾶλλον τὸ δ᾽ ἐν τοῖς δένδροις ἐστὶν ὡς πλείονος δεομένων πέψεως.
§6.8
τάχα δ᾽ ἀληθέστερον ἐκείνως ἀποδοῦναι καὶ μὴ ἐπετείοις καὶ δένδροις ἀλλ᾽ ὅλως τῇ κράσει διορίζοντας· ὁποία γὰρ ἄν τις αὕτη τυγχάνῃ αἱ μεταβολαὶ συνακολουθήσουσι κατὰ λόγον· ἐπεὶ καὶ ἡ ἀμυγδάλη τὸ πρῶτον ὑδατώδης ἕως ἂν ᾖ χλωρὰ ξηραινομένη δὲ λῖπος λαμβάνει· καὶ ἄλλα δέ τινα τῶν καρυωδῶν· ὧν καὶ τὰ κελύφη στρυφνὰ τῶν δὲ καὶ ὀξέα καθάπερ τῶν ἀμυγδαλῶν ὡς ἐνταῦθα παντὸς ἐκκρινομένου τοῦ περιττωματικοῦ καὶ γεώδους.
§6.9
ἡ δ᾽ οὖν φύσις ἔοικεν ὥσπερ ἐκ μεμιγμένων τινῶν χυμῶν ἐκκρίνειν τῇ πέψει τὸν ἁπλοῦν ᾗ καὶ δόξειεν ἂν ἐναντίως ἢ ἐπὶ τῶν ἄλλων. ἐν μὲν γὰρ τοῖς ἄλλοις ἐκ μίξεως ἡ γένεσις ἐνταῦθα δ᾽ ὥσπερ ἐξ ἀφαιρέσεως καὶ χωρισμοῦ, καὶ ἔνθα μὲν ἐκ τῶν ἀρχῶν ἔνθα δ᾽ αὐτῆς τῆς ἀρχῆς· ἀρχὴ γὰρ τὸ γλυκὺ, τούτου δ᾽ ἡ πέψις ὡς ἁπλῶς εἰπεῖν.
§6.10
ἀλλὰ ταῦτα μὲν ἴσως ἄλλην τινὰ ἔχει θεωρίαν. ἔπειτα κἀκεῖνο ἄτοπον εἰ οἱ χυμοὶ πάντες ἐκ τοῦ πικροῦ καὶ γλυκέος μιγνυμένων ὥσπερ ἐκ τῶν στοιχείων τὰ σώματα. πάλιν δ᾽ αὖθ᾽ ἕτερον εἰ ἐκ μὲν τούτων μηδὲν ταῦτα δὲ ἐκ τῶν ἄλλων· οὐ γὰρ ἀρχῶν ἡ τοιαύτη φύσις· εἰ μὴ ἄρα πλεοναχῶς αἱ ἀρχαὶ καὶ κατὰ πλείους τρόπους ὅπερ ἔοικεν ὥσπερ κατὰ συστοιχίαν ἐνίων λεγομένων. ἀλλ᾽ οὖν δὴ τούτων μὲν πέρι λόγος ἕτερος.
§7.1
Αἱ δὲ γενέσεις τῶν χυμῶν ἐν τοῖς εἰρημένοις τρόποις ἢ ἐκ τοῦ εἴδους εἰς εἶδος ἢ ἐκ τῶν ἐναντίων εἰς τοὺς ἐναντίους ἀλλοιουμένων. κοινὴ δ᾽ ἡ ὕλη πάντων τὸ ὑγρόν· ἀλλοιοῖ δὲ καὶ ποιεῖ τὸ θερμὸν τὸ ἐν αὐτῷ καὶ τὸ τοῦ ἡλίου. τοῦτο γὰρ ὥσπερ εἴρηται μάλιστα τῶν φυτῶν οἰκεῖον οὐχ ὥσπερ τῶν ζώων τὸ ἐν αὐτοῖς· ἐπεὶ μεταβολαί γε καὶ ἀλλοιώσεις καὶ ἐν ἐκείνοις εἰσὶ τῶν χυλῶν.
§7.2
Δημοκρίτῳ μέν γε πῶς ποτε ἐξ ἀλλήλων ἡ γένεσις ἀπορήσειεν ἄν τις. ἀνάγκη γὰρ ἢ τὰ σχήματα μεταρρυθμίζεσθαι καὶ ἐκ σκαληνῶν καὶ ὀξυγωνίων περιφερῆ γίνεσθαι, ἢ πάντων ἐνυπαρχόντων τῶν τε τοῦ στρυφνοῦ καὶ ὀξέος καὶ γλυκέος τὰ μὲν ἐκκρίνεσθαι τὰ τῶν πρότερον ἀεὶ θάτερα δὲ ὑπομένειν τὰ οἰκεῖα καθ᾽ ἕκαστον, ἢ τρίτον τὰ μὲν ἐξιέναι τὰ δ᾽ ἐπεισιέναι. ἐπεὶ δ᾽ ἀδύνατον μετασχηματίζεσθαι, τὸ γὰρ ἄτομον ἀπαθὲς, λοιπὸν τὰ μὲν εἰσιέναι τὰ δ᾽ ἐξιέναι ἢ τὰ μὲν ὑπομένειν τὰ δ᾽ ἐξιέναι. ἄμφω δὲ καὶ ταῦτα ἄλογα· προσαποδοῦναι γὰρ δεῖ καὶ τί τὸ ἐργαζόμενον ταῦτα καὶ ποιοῦν. ἀλλὰ γὰρ τούτου μὲν ὑπὲρ πλειόνων ἴσως ὁ λόγος· ἁπάντων γὰρ οὕτω ποιεῖ τὰς γενέσεις οἷον οὐσίας ποσοῦ ποιότητος.
§7.3
τῶν δ᾽ ἄλλων ἡ ὑπὸ τοῦ θερμοῦ πέψις γινομένη τὰ μὲν ἐκκρίνει καὶ διατμίζει τὰ δὲ παχύνει καὶ συνίστησι τὰ δὲ λεπτύνει τὰ δ᾽ ὡς ἁπλῶς εἰπεῖν ἀλλοιοῖ καθάπερ καὶ ἐν τοῖς πυρουμένοις. ὅλως δὲ τοῦτο ληπτέον ὅτι πάντες ἐνυπάρχουσιν οἱ χυμοὶ δυνάμει προσιούσης δὲ μεταβολῆς τότε γίνεσθαι καὶ εἶναι κατ᾽ ἐνέργειαν· πεφθέντων δ᾽ οἱ μὲν εὐθὺς φανεροὶ τῇ αἰσθήσει καθάπερ ὁ γλυκὺς καὶ ὁ λιπαρός· καὶ γὰρ ἀποπιεζόμενος οὗτός γε ἐξ ἐνίων ῥεῖ καὶ χωρισμὸς ἔκ γε τῶν πλείστων οὕτως αὐτοῦ.
§7.4
οἱ δ᾽ οὐχ ὁμοίως ἔνδηλοι καθάπερ ὁ οἰνώδης ἐν τῷ μύρτῳ· ἔτι δ᾽ ἧττον ὁ λιπαρός· ἔχει γὰρ καὶ τοιοῦτον ὃς ἐφίσταται τῷ οἴνῳ σακκιζομένῳ καὶ ἀφαιροῦσιν αὐτὸν καὶ κάουσιν ἐπὶ τῶν λύχνων. ἀκρατέστεροι δὲ πάντες γίνονται χωρισθέντες τῶν περικαρπίων καὶ ὅσοι δὲ χρονίζονται μᾶλλον. τότε γὰρ ἥ τε τοῦ ὑδατώδους ἀποπνοὴ καὶ ἡ τοῦ γεώδους ὑπόστασις καὶ τὸ ὅλον ἡ τοῦ θερμοῦ τοῦ ἐν αὐτῷ δύναμις· ἐπεὶ καὶ ἀφαιρεθέντων τῶν καρπῶν ἐν αὐτοῖς τούτοις ἀλλοιοῦνται καὶ τά γε κάρυα καὶ ὅσα γε τοῦτον τὸν τρόπον ἐλαιώδη χρονιζόμενα μᾶλλον ἐξελαιοῦται διὰ τὰς εἰρημένας αἰτίας.
§7.5
ᾗ καὶ φανερὸν ὥσπερ ἐλέχθη δι᾽ ὅτι δυνάμει πάντες ἐνυπάρχουσι τὰς δ᾽ ἐνεργείας αἱ ἀλλοιώσεις ποιοῦσιν. εἰσὶ δ᾽ ὥσπερ ἐν αὐτοῖς τοῖς περικαρπίοις ὡρισμέναι μεταβολαὶ χωρισθέντων ὁμοίως εἴς τε τοὺς κατὰ τὰς πέψεις καὶ εἰς τοὺς κατὰ τὰς φθοράς. μάλιστα δὲ τοῦτ᾽ ἔνδηλον ἐπὶ τοῦ οἴνου· καὶ γὰρ παριστάμενος καὶ ἐξιστάμενος καὶ οἷον γηράσκων ἐν ὡρισμένοις τισὶ μεταβάλλει χυμοῖς· ἀλλοιωθεὶς γὰρ ὁ μὲν ὥσπερ κατὰ φύσιν ὁ παλαιούμενος ἐκπεπίκρωται. τοῦτο δὲ συμβαίνει δι᾽ ὅτι τὸ πότιμον ὁ ἀὴρ ἐξάγει καὶ τὸ περιέχον· ἀπιόντος γὰρ τούτου καταλείπεται τὸ γεῶδες καὶ πικρὸν. ὁ δ᾽ ὥσπερ βίᾳ καὶ παρὰ φύσιν εἰς τὸ ὀξὺ, τοῦτο γὰρ ἐναντίον. ἔχει δὲ καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως.
§7.6
συμβαίνει δὲ τῷ οἴνῳ τὴν ἐκστατικὴν ταύτην ποιεῖσθαι φθορὰν ἐξ οὗπερ καὶ ἡ φυσικὴ γένεσις· ἐκ γὰρ τοῦ ὀξέος καὶ εἰς τὸ ὀξὺ καθάπερ εἰς τὴν ὕλην ἀναλυόμενον μεταβάλλει. καὶ ἀποκαθίστασθαι πάλιν συμβαίνει μὲν ὡσαύτως σπανίως δὲ καὶ μάλισθ᾽ ὅταν ἢ θαλαττωθῇ ἢ ἐπὶ τῆς τοῦ ἄστρου ἐπιτολῆς παρακινήσῃ· καὶ γὰρ τότε παραπλήσιον τὸ πάθος ἂν μὴ γένηται σφοδρόν· ἀλλ᾽ ὑπὲρ μὲν τῶν τοιούτων ἐν τοῖς ἑπομένοις οἰκειότερον ἐπελθεῖν.
§7.7
ἡ δὲ φθορὰ καὶ ἡ ἀλλοίωσις ἐν τεταγμένοις πάθεσιν· ἐπεὶ καὶ τὸ μὲν διαφθειρόμενον ἐξυγραίνεται πολλάκις δὲ ἐξοξύνεται γηράσκον δὲ καὶ χρονιζόμενον ἀποξηραίνεται καταλειπομένου καὶ ἐνταῦθα τοῦ γεώδους. ὅλως δ᾽ αἱ φθοραὶ πάντων ἢ καταμίξει τοῦ ἀλλοτρίου ἢ ἐκλείψει τοῦ οἰκείου διὰ χρόνον. αἱ δὲ καταμιξεις ὁτὲ μὲν τῶν ἔξω τινῶν μιχθέντων ὁτὲ δὲ τῶν αὐτοῦ νοσήσαντός τινος καὶ πλεονάσαντος. τάχα δ᾽ ἀληθέστερον εἰπεῖν ὅτι κινηθέντος τινὸς καὶ διαφθαρέντος ὑπὸ τῶν ἐκτός.
§7.8
οὕτως γὰρ καὶ ἡ τῶν περικαρπίων φθορὰ καὶ αὐτῶν τῶν ὑγρῶν οἷον οἴνου γάλακτος. οὐδὲν δ᾽ ἧττον τεταγμένη καὶ ἐπὶ τούτων ἡ μετάβασις· ἐναντία γὰρ πᾶσιν, αἱ δὲ ἐναντιότητες πλείους· ὥστε τοῦτο μὲν φανερόν. ἡ δὲ πέψις πάντων τῶν καρπῶν γίνεται μὲν ὑπὸ τοῦ θερμοῦ καθάπερ εἴρηται δοκεῖ δὲ τῶν ὀψικάρπων ὑπὸ τοῦ ψύχους διὰ τὴν ὥραν. πέττει γὰρ ὥσπερ ἀεὶ λέγομεν τὸ θερμὸν ἀντιπεριϊστάμενον.
§8.1
Ἴδιον δ᾽ ἐπὶ τῆς ἐλάας τὸ συμβαῖνον εἴπερ ἀληθές· λέγουσι γὰρ ὡς οὐδὲν πλεῖον ἴσχει τοὔλαιον μετ᾽ Ἀρκτοῦρον ἢ ὅσον λαμβάνει τοῦ θέρους· ἅμα δὲ καὶ ὁ πυρὴν τότε γίνεται σκληρὸς μεθ᾽ ὃν οὐκέτι δύνανται τὸ ὑγρὸν ἐξελαιοῦν. ὥστ᾽ εἰ μὲν τῷ φυσικῷ δεῖ πάθει καὶ συμπτώματι τὸν ὅρον λαμβάνειν τῷ πυρῆνι ληπτέον, εἰ δὲ τῇ ὥρᾳ τῇ τοῦ ἄστρου δύσει. τάχα δ᾽ ἄμφω συμβαίνει διὰ τὴν αὐτὴν αἰτίαν τοῦ μὲν οἷον πεττομένου
§8.2
διαμφισβητοῦσι δέ τινες τῷ εἰκότι προσάγοντες ὡς ἄτοπον τὸ μηδὲν πληθύεσθαι τῆς τροφῆς καὶ ὑδάτων ἐπιγινομένων καὶ τῇ αἰσθήσει· φανερὸν γὰρ εἶναι καὶ τῇ πιείρᾳ· λευκὰς γὰρ τριβομένας ἔλαττον ἀφιέναι· πασῶν γὰρ ἄριστα ῥεῖν τὰς ἐσχάτας συλλεγομένας καὶ κεχειμασμένας τε μάλιστα καὶ τετελεωμένας· διὰ γὰρ τὴν τελέωσιν καὶ διὰ τὸ κεχειμάσθαι τοῦ ὑδατώδους ἀφῃρημένου τὸ λοιπὸν ἐκπέττεσθαι μᾶλλον· ὁ μὲν οὖν λόγος ὁ ἀντιλεγόμενος οὗτος.
§8.3
ἐνδέχεσθαι δὲ δοκεῖ καὶ φαίνεσθαι πλεῖον διὰ τὸ ὑδατῶδες καὶ τὴν ἀμόργην· ἐπεὶ ὅτι γε ἔχουσι τὸ ἔλαιον πρὸ τοῦ μελανθῆναι φανερὸν καὶ ὅτι καθαρώτερον καὶ λευκότερον· ἐκ γὰρ τῶν φαυλίων ὠμῶν τὸ λευκόν· τὸ δ᾽ ἐμφαίνειν τινὰ πικρότητα τῶν λευκῶν θλιβομένων οὐδὲν ἄτοπον εἰ ὕστερον ἐκπεφθεῖσα παύεται. τοῦτο γὰρ οὐκ ὀλιγότητος καὶ πλήθους σημεῖον ἀλλ᾽ ὅτι συναπολαύει τι τοῦ πέριξ ὁ χυλὸς ὥσπερ καὶ τῶν ἀγγείων. ὅτι δὲ οὐκ ἀναμένει τὴν τοῦ περικαρπίου πέψιν φανερόν· ῥεῖ γὰρ ἐκ τῶν λευκῶν. ὥστε οὐδὲ δυνάμει καὶ ἐνεργείᾳ διαιρεῖν ἐστιν ὅτι τὴν ὕλην ἐξ ἧς μέλλει πρότερον ἔχει.
§8.4
τίς οὖν ἡ αἰτία καὶ τίς ὁ τρόπος εἴπερ ἀληθὲς ἢ ἁπλῶς ἢ ὡς βραχεῖ τινι πλέον; ἀμφότερα γὰρ ἄλογα μεῖζον δὲ θάτερον. ἢ πρῶτον μὲν οὐχ ἡ αὐτὴ πέψις τοῦ τε χυλοῦ καὶ τοῦ περικαρπίου πρὸς ἐδωδήν· τὸ μὲν γὰρ δεῖ προσφιλὲς εἶναι τῇ γεύσει τοῦτο δ᾽ ἐν ἀλλοιώσει τοῦ γεώδους, ὡς δ᾽ ἔνιοί φασι σήψει, καὶ γὰρ ἡ δρυπεπὴς ἐν σήψει· τὸ δ᾽ ἔλαιον αὐτῇ τῇ τοῦ χυλοῦ μεταβολῇ· τοῦτο δ᾽ ὅσῳ χαλεπώτερον οὐκ ἄλογον ὑπὸ τοῦ πλείονος θερμοῦ δημιουργεῖσθαι καὶ εὐθὺς ἀναπομίκτῳ χυλῷ τῷ γεώδει καὶ ὑδατώδει.
§8.5
πρὸς Ἀρκτοῦρον μὲν οὖν ἄμφω ταῦτ᾽ ἐστίν· καὶ γὰρ ἡ ὥρα θερμοτέρα καὶ ὁ χυλὸς ἀμιγέστερος. μετ᾽ Ἀρκτοῦρον δ᾽ ἐναντίως· αὔξεται γὰρ ἡ σάρξ τότε καὶ τελεοῦται. ὅτι δ᾽ οὐκ ἐν πλήθει τροφῆς οὐδ’ ἐν εὐσαρκίᾳ τῶν ἐλαῶν τὸ τοῦ ἐλαίου πλῆθος ἐκ πολλῶν φανερόν· αἵ τε γὰρ ἐπομβρίαι ποιοῦσιν ἔλαττον αἵ τ᾽ ἀρδόμεναι χεῖρον ῥέουσιν· ὧν δὲ ἡ σάρξ πολλὴ ὁ δὲ πυρὴν μικρὸς ὀλιγοέλαιοι καθάπερ αἱ φαυλίαι ὡς ἐνταῦθα τῆς φύσεως κεκμηκυίας.
§8.6
οὐδὲ δὴ ἐν τοῖς ψυχροῖς ἴσχουσιν ἀλλὰ σάρκα πολλήν. ὃ καὶ ἀποροῦσιν διὰ τί ἡ μὲν ἄμπελος ἐν τοῖς χειμεριωτάτοις ἔχει χυλὸν ἡ ἐλάα δ᾽ οὔ. αἴτιον δὲ τό τε νῦν εἰρημένον ὅτι εἰς τὴν σάρκα ἡ δύναμις τοῦ βότρυος δ᾽ ὁ χυλὸς ἐν αὐτῇ τῇ σαρκὶ καὶ ἔτι πρότερον ἴσως καὶ κυριώτερον ὅτι ἡ θερμότης ἡ ποιοῦσα τοὔλαιον ἀσθενής· ἦρι μὲν γὰρ οὐ γίνεται, τὸ δὲ θέρος οὐ καλὸν ἀλλὰ τὸ μετόπωρον, οὐκέτι δὲ δύναται ἐν τούτῳ κατακρατεῖν ὁ ἥλιος, ὃ καὶ σημεῖον ἄν τις λάβοι διὰ τί τοῦ θέρους γίνεται· τὸν μὲν γὰρ οἰνώδη καὶ ὑδατώδη χυλὸν δύναται τὸ ψύχος ἐκπέττειν τὸν ἐλαιώδη δ᾽ ἀδύνατον.
§8.7–11.11
§8.7
τὰ ὕδατα δὲ τὰ ἐκ διὸς γινόμενα καὶ τὰ ἐκ τῶν ὀχετῶν ἄρδοντα τὴν σάρκα πληθύει καθάπερ εἴρηται τὸ δ᾽ ἔλαιον ἄμικτον ὥσπερ καὶ ὅταν τοῦ περικαρπίου χωρισθῇ. ἐν Αἰγύπτῳ δὲ τὸ μὲν τῶν αἰγυπτίων καλουμένων ἐλαῶν γένος τῶν πολυσάρκων τε καὶ μεγάλων ἀνέλαιόν ἐστι θάτερον δ᾽ ἐλαιῶδες· πολλὰ γὰρ εἴδη ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται. περὶ μὲν οὖν τῆς τοῦ ἐλαίου γενέσεως τοιαύτην τιν᾽ ὑποληπτέον τὴν αἰτίαν. περὶ δὲ τῶν ἄλλων τῶν λιπαρῶν περὶ τούτου συμφωνεῖται ἐκ πάντων.
§8.8
εἰ δ᾽ ἔνια κατ᾽ ἄλλην ὥραν διαιρετέον ἢ τὰς φύσεις ἑκάστων ἢ ποῖόν τι τὸ λιπαρὸν ἢ τὸν τρόπον τῆς γενέσεως· πλὴν εἰ χρονιζόμενα καθάπερ τὰ καρυώδη· ταῦτα γὰρ δύναμιν μὲν ἔχει καθάπερ ἐλέχθη τὴν δ᾽ ἐνέργειαν ὁ χρόνος ἀποδίδωσι τοῦ μὲν ὑδατώδους ἀπογινομένου τοῦ λιπαροῦ δὲ ξυνισταμένου καὶ πεττομένου. τῶν δὲ καὶ κομιδῆ ξηρά τις ἡ λιπαρότης εἰ μὴ ἄρα καὶ ἀντιπεριϊστάμενον τὸ θερμὸν ἔν τισιν ἐνδέχεται ταὐτὸ τοῦτο ποιεῖν.
§9.1
Ἁπάντων δ᾽ ὅσα χυμὸν ἔχει τὰ μὲν εὐθὺ καὶ ὀσμώδη τυγχάνει τὰ δὲ πολλὰ συνεμφαίνει τινὰ γευομένοις ὀσμὴν ἔνια δὲ καὶ θλιβόμενα μόνον καὶ κινούμενα. καὶ πάλιν τὰ ὀσμώδη διαμασωμένοις καὶ γευομένοις χυμὸν σύνεγγυς τῶν αἰσθήσεων κειμένων. ἀλλὰ τρόπον τινὰ καὶ τῶν αἰσθητῶν, ᾗ καὶ οὐ κακῶς ἂν δόξειε λέγεσθαι τὸ κατὰ τοὺς χυλοὺς τελεῖν τὰς ὀσμάς· αὕτη γὰρ εἰς ἐκεῖνον φέρει τὴν δόξαν ὡς ἐχόντων τινὰ συγγένειαν καὶ ἀπὸ ταὐτοῦ πῶς γινομένων. ἃ δὴ καὶ δεῖ διελεῖν εἴ τι ἑκάτερον ἢ πως ταὐτὸ διαφέρον.
§9.2
οὐ μὴν ἴσως κατά γε τὰς προσηγορίας ἀποδοθήσονται πᾶσαι· πικρὰν γὰρ ὀδμὴν καὶ ἁλμυρὰν καὶ λιπαρὰν καὶ στρυφνὴν οὐκ ἂν ἐθέλοις λέγειν· οὐδὲ γὰρ οἱ χυμοὶ πάντες κατὰ τὰς ὀσμάς. ἀλλ᾽ οὐδὲν ἧττόν ἐστί πως κατάλληλα καὶ συνακολουθεῖ καὶ θατέρῳ θάτερον. ἑκάστου δὲ τῶν χυμῶν ἰδέαι πλείους οἷον γλυκέος πικροῦ τῶν ἄλλων· καὶ γὰρ μελιτώδης καὶ οἰνώδης καὶ γαλακτώδης καὶ ὑδατώδης ἐστὶν, τάχα δὲ καὶ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαι κυριωτάτως δὲ τῇ καταμίξει τῶν ὑποκειμένων· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ταῦτα μὲν οὖν σχεδὸν συμφωνοῦσι πάντες.
§9.3
ἡ δὲ τῇ γεύσει τῶν ὀσμῶν αἴσθησις οὐκ ἄλογος ἥπερ μάλιστα ἔνδηλος ἐπὶ τῶν εὐστόμων λεγομένων τῶν τε λαχανηρῶν ὥσπερ ἀνήθου μαράθου μύριδος. ἐνίων δ᾽ οὐδ᾽ ἐχόντων ὅλως ὀσμὴν καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ξηρῶν ἀόσμων δὲ τελέως οἷον φακοῦ κνίκου τῶν τοιούτων· διαθραυόμενα γὰρ ἅμα τῇ μασήσει καὶ διαθερμαινόμενα ποιεῖ τινα ἀτμὸν ὃς ἀναπέμπεται λεπτὸς ὢν διὰ τῶν πόρων εἰς τὴν ὄσφρησιν· ἐμφαίνεται δὲ καί τινων διαμασωμένων χυμός.
§9.4
ὡς ἐπὶ πᾶν δὲ τά γ᾽ εὔοσμα πάντα πικρά· τούτου μὲν οὖν τὴν αἰτίαν ὕστερον λεκτέον. ἔοικε δὲ δυοῖν ὄντοιν ἐναντίων οἷον τοῦ τε γλυκέος καὶ πικροῦ τὸ μὲν οἷον εὐχυλίας ἀρχὴ τὸ δ᾽ εὐοσμίας εἶναι καὶ τρόπον τινὰ μᾶλλον τὸ πικρὸν τῆς εὐοσμίας. εὔοσμον γὰρ ἔργον λαβεῖν μὴ πικρὸν εὔχυμα δὲ πολλὰ καὶ μὴ γλυκέα. σχεδὸν δὲ ταῦτα καὶ ὀσμώδη κατὰ τὴν γεῦσιν καὶ τὴν πρόσφοραν ἡ δὲ γλυκύτης σπανίως καὶ ἥκιστα εὔοσμον ὡς οὐ μιγνυμένων ἅμα τοῦ γλυκέος καὶ εὐόσμου· καίτοι ἄμφω γε διὰ πέψεως. ἀλλὰ περὶ μὲν τούτων ὕστερον.
§10.1
Ἐπεὶ δ᾽ οἱ χυμοὶ πλείους ἀπορήσειεν ἄν τις διὰ τί ποτ᾽ οἱ μὲν ἄλλοι πάντες ἐν τοῖς φυτοῖς καὶ καρποῖς γίνονται, καὶ γὰρ πικρὸς καὶ δριμὺς καὶ ὀξὺς, ὁ δ᾽ ἁλμυρὸς οὐκέτι· οὐδὲν γὰρ τῶν φυομένων ἁλυκὸν ὥστε καὶ ἐν ἑαυτῷ τοιοῦτον ἔχειν τὸν χυλὸν ἀλλ᾽ ἐν τοῖς περὶ τὰ ἔξω γίνεταί τις ἁλμυρὶς οἷον καὶ τοῖς ἐρεβίνθοις, αὐτοὶ δὲ γλυκεῖς. αἴτιον δ᾽ ὅτι ἄτροφον καὶ ὥσπερ ἀγέννητον τὸ ἁλμυρόν. σημεῖον δ᾽ ὅτι οὐδὲ φύεται οὐδὲν ὡς εἰπεῖν ἐν ταῖς τοιαύταις χώραις· διεσθίει γὰρ καὶ ἐξαιρεῖται τὰς δυνάμεις ὥστε κωλύειν τὴν σύστασιν.
§10.2
ὃ δὲ καὶ τοῖς ἄλλοις τούτου αἴτιον εὔλογον μηδὲ καθ᾽ αὑτὸ γεννᾷν· ἐπεὶ καὶ τὰ ἐν τῇ θαλάττῃ φυόμενα γλυκύτητί τινι καὶ ἑτέροις χυμοῖς φύεται καὶ συνίσταται καθάπερ ἰχθῦς καὶ τἆλλα ζῶα τὰ ἐν αὐτῇ. καθόλου μὲν οὖν τοιαύτη τις ἡ αἰτία· δεῖ γὰρ ἐξ οὗ τι μέλλει γίνεσθαι μεταβλητικὸν εἶναι· τὸ δ᾽ ἁλμυρὸν ἀσαπὲς καὶ ἀμετάβλητον δι᾽ ὅπερ οὔτε φύεται οὐδὲν ἐξ αὐτοῦ οὔτε αὐτοτελὲς οὐδέν.
§10.3
ὅλως δὲ ἐν τοῖς καθ᾽ ἕκαστα καὶ ἐν τοῖς παρακολουθοῦσι καὶ τὰ τοιαῦτα δόξειεν ἂν συμφωνεῖν· οἷον ὅτι ὁ ἥλιος καὶ τὸ ἐν ἑκάστῳ θερμὸν ἕλκει τὸ κουφότατον καὶ τὸ τροφιμώτατον· τὸ δ᾽ ἁλμυρὸν βαρὺ φύσει καὶ ἄτροφον ἔπειτα ἀσαπὲς καὶ ἀναλλοίωτον· καταλειπόμενον οὖν καὶ οὐ συνελκόμενον ὑπὸ τῶν ῥιζῶν οὐκ ἀναμίγνυται τοῖς φυτοῖς· ἔτι δ᾽ ἐπείπερ ἀπερίττωτον τὸ φυτὸν οὐδ᾽ ἐπισπᾶσθαι καὶ ἕλκειν εἰκὸς τὸ ἄτροφον· ἔδει γὰρ καὶ ἔκκρισίν τινα γίνεσθαι καὶ διὰ τοῦτο ἥκιστά τε ὑπὸ τοῦ ἡλίου ἀνάγεσθαι καὶ ἐπιπολάζειν. πανταχοῦ γὰρ πλατέα καὶ μεγάλα τοῖς ὑγροῖς ἐπιφέρεσθαι ἀσύμπλεκτα δὲ καὶ ἄκολλα διὰ τὸ μηδὲν ἔχειν σκαληνὲς ἀλλὰ γωνοειδῆ τε εἶναι καὶ πολυκαμπῆ. ταῦτα μὲν εἰ κωλύει πρὸς τὴν τῶν φυτῶν κατάμιξιν ἔξεστι σκοπεῖν.
§10.4
πρὸς δὲ τὰ πρότερον εἰρημένα ζητήσειεν ἄν τις περὶ τὰ καθόλου λεχθέντα διὰ τί ποτε ἐνίοις ἐγγίνεταί γε καὶ πόθεν ἡ ἁλμυρίς. εἰ μὲν γὰρ ἐν αὐτοῖς ὑπάρχει δῆλον ὡς οἰκεῖον ἄν τι τῆς τροφῆς εἴη καὶ τῆς φύσεως· εἰ δ᾽ ἔξωθεν ἐπιγίνεται καὶ τοῦτο μὲν ἧττον ἐκεῖνο δ᾽ ἄν τις ὁμοίως ἀπορήσειε πόθεν καὶ ὑπό τινος· ἀνάγκη γὰρ ἐκ τοῦ ἀέρος ἢ ἐκ τῆς ἀτμίδος τῆς ἀναφερομένης ἢ κατὰ τὰς ῥίζας ἑλκυσθὲν ἐξανθεῖν οἷον περίττωμά τι. φαίνεται δ᾽ ἡ ἅλμη καὶ ὅλως τὸ ἁλμῶδες ἐπιπολάζειν.
§10.5
εἰ μὲν οὖν οὕτω φανερὸν ὅτι ἕλκοιεν ἂν εἰ δ᾽ ἐκείνως ἄτοπον διὰ τί μόνον ἐπικαθίζει τούτοις οἷόνπερ ἐρεβίνθῳ καὶ ἁλίμῳ καὶ τοῖς τοιούτοις. ὅσα γὰρ ἁλμᾷ νοσηματικῶς ὥσπερ ἡ ῥοδωνία καὶ ἄλλ᾽ ἄττα περὶ τούτων ἕτερος λόγος, τῷ δ᾽ ἐρεβίνθῳ καὶ οἰκεῖον φαίνεται καὶ χρήσιμον· ἀποπλυθέντων γοῦν ὅταν ἀνθοῦσιν ἐφύσῃ καὶ ἄρτι συνισταμένοις ἀπόλλυνται καὶ διαφθείρονται σφακελίσαντες ὥστε πρὸς σωτηρίαν ἡ φύσις ἐπάγοιτ᾽ ἂν τὰ τοιαῦτα ὡς συγγενῆ.
§10.6
φαίνεται δὲ καὶ ὅλως τινὰ ἔχειν τοιοῦτον χυλὸν ἔν τε τοῖς φύλλοις καὶ τοῖς κλωσὶν ὃς καὶ ἀποπλυθέντων ὅλως ἔνδηλός ἐστι κατὰ τὴν γεῦσιν οὐ μόνον ἐν τούτοις ἀλλὰ καὶ ἐν αὐτῷ τῷ καρπῷ. δῆλον δὲ τοῦτο ἐν τῇ γεύσει γίνεται ἐάν τις ἐπὶ τὴν γλῶτταν ἐπιθῇ μὴ διαμασησάμενος ὅλως· ἐν τῷ κελύφει γὰρ ἡ ἁλμυρὶς οὐκ ἐν τῷ ἐντὸς ἣ καὶ συνδιατηρεῖ πρὸς τὸ ἄκοπον εἶναι. καὶ φαίνεται τὴν αὐτὴν ἔχειν τάξιν ἥπερ καὶ πεφυκότος·
§10.7
καὶ γὰρ ἐν ἀμφοῖν ἔξω καὶ ὥσπερ φυλακῆς χάριν· χλωροῦ μὲν οὖν ὄντος ἐν τῷ καυλῷ καὶ λοβῷ καθάπερ εἴρηται. ξηραινομένου δὲ καὶ τὸ κέλυφος λαμβάνει τοιοῦτον χυλὸν ὥσπερ ἐκκρινόμενον ἀπὸ τοῦ ἐντός· ἔξω γὰρ ἀφίστασθαι τὰ τοιαῦτα εὔλογον ὡς ἂν ἀλλότρια καθάπερ καὶ ἐν τοῖς σικύοις ἡ ἐν τῷ χνοῒ πικρότης, καὶ ὡς ἐν Καρίᾳ φασὶν ἄπιόν τιν᾽ ἔχειν χνοῦν ἁλμώδη θαυμαστῶς ὥστε ἐὰν μὴ ἀποπλύνῃ τις μὴ δύνασθαι ἐσθίειν. οὐδὲν δὲ ἄτοπον οὐδ᾽ εἰ πλείω τοιαῦτ᾽ ἐστίν. ἐπεὶ οὐδὲ τοῦτο πόρρω τῶν εἰρημένων οἷον τὸ ταῖς βαλάνοις ἐπὶ τῶν ἄκρων τὴν πικρίαν εἶναι καὶ τοῖς βολβοῖς ἐν τῇ καλουμένῃ κορυφῇ καὶ τοῖς σκόρδοις τὴν δριμύτητα ἐν τῷ διήκοντι τῆς γελγίδος· πλὴν ταῦτα μὲν ὡς καθ᾽ ὁμοιότητά τινα εἰρήσθω.
§10.8
ὅτι δὲ φαίνεται φυσικόν τι καὶ συγγενὲς ἐκεῖθεν δῆλον· ὅπου γὰρ ἂν σπαρῇ καὶ φυῇ πανταχοῦ λαμβάνει τὴν ἁλμυρίδα κἂν μὴ τὸ ἔδαφος ᾖ τοιοῦτον· ἐπεὶ καὶ τά γ᾽ ἐν τοῖς ἁλμώδεσι φυόμενα τὸ ἔχειν ἁλμυρίδα τινὰ οὐκ ἄλογον ὥσπερ ἄλλα τε καὶ τὸ ἅλιμον, ἔνια δὲ καὶ εὐχυλότερα καὶ βελτίω γίνεσθαι καθάπερ τὴν ῥάφανον· ἐξεσθίει γὰρ αὕτη τὴν δριμύτητα καὶ τὴν πικρότητα τὴν ἐνυπάρχουσαν ἅμα δὲ καὶ εὐμέριστόν τινα ποιεῖ παραιρουμένη τὴν ὑγρότητα τὴν πλείω· δεινοὶ γὰρ οἱ ἅλες ἀφελεῖν·
§10.9
ἐμφανὲς δὲ τοῦτο καὶ ὠμῆς οὔσης· πίπτουσαν γὰρ ἐπὶ τὴν γῆν ἔνια θραύεσθαί φασιν. ὅταν οὖν τοιαύτη καὶ οὕτως ἔχουσα παραδοθῇ τῷ πυρὶ κατὰ λόγον ἤδη τοῦ χυλοῦ εἶναι γλυκεῖαν καὶ ἁπαλήν. ἐπεὶ καὶ οἱ τὸ λίτρον ἐμβάλλοντες τοῦτο βούλονται ποιεῖν ἀλλ᾽ ἐξ ὀλίγου ποιοῦσιν, ἡ δὲ φύσις ἐκ πολλοῦ καὶ κατὰ μικρὸν ποιήσασα τοιαύτην ἀπέδωκεν. ὅθεν οὐδὲ τοῦτο ἄλογον τὸ περὶ τροπὰς καὶ περὶ τὸ ἄστρον ἐνιαχοῦ καὶ ὅλως τοῦ θέρους εἶναι βελτίω καθάπερ ἐν Ἐρετρίᾳ· τότε γὰρ μᾶλλον ἡ ἁλμυρὶς ἐργάζεται καὶ κρατεῖ αὐτὴ μὲν οὖσα πλείων τῆς δ᾽ ὑγρότητος ἐλάττονος γινομένης ἐν ἐκείνῃ·
§10.10
κατὰ λόγον δὲ καὶ τὸ ἐν Αἰγύπτῳ καὶ τὸ ἐν ἅπασι τοῖς τοιούτοις τόποις εἶναι χρηστήν. ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἐπὶ πλέον εἴρηται. ἡ δ᾽ ἁλμυρὶς εἴθ᾽ ὑπὸ τῶν ῥιζῶν ἕλκεται εἴθ’ ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος ἀναφέρεται κατ᾽ ἀμφοτέρους τοὺς τρόπους οὐκ ἂν ἀκίνητον ἀπὸ τῆς γῆς εἴη περὶ οὗπερ ἦν ὁ ἐξ ἀρχῆς λόγος. ἀλλὰ περὶ μὲν τούτων ἅλις.
§11.1
Ἐκεῖνο δ᾽ ὡς οἰκεῖον τῶν χυλῶν πειρᾶσθαι δεῖ διαιρεῖν οἷον ποῖον μᾶλλον καθ᾽ ἕκαστον γένος ἢ τὸ ξηρὸν ἢ τὸ ὑγρὸν, ὥσπερ ὁ ὀξὺς ὑγροῦ δοκεῖ μᾶλλον καὶ ὁ αὐστηρὸς ὁ δὲ δριμὺς ξηροῦ καὶ ὁ γλυκύς· παχυνόμενα δ᾽ οὖν τὰ ὑγρὰ γλυκύτερα. ὁ δὲ πικρός τάχα δὲ οὐθὲν ἂν ταῦτα διαφέροι γινομένων γε πάντων ἐξ ἀμφοῖν εἰ μὴ αὐτῶν τούτων θάτερον μᾶλλον ὑλικόν.
§11.2
οὕτω δὲ πάντες ἀπὸ τοῦ αὐτοῦ καί εἰσιν ὥσπερ ἐλέχθη πάντες ἐν ξηροῖς. ἀλλὰ τοὺς μὲν ἀποχωρίζομεν αὐτῶν καθάπερ τοῦ βότρυος καὶ τῆς ἐλάας· τοῦτο δὲ οὐ πρὸς τὴν χρείαν ὁρῶντες. ἐνίους δὲ καὶ ὕδωρ ἐπιχέοντες λαμβάνουσιν ὥσπερ τοὺς ἀπὸ τῶν ἀκροδρύων καὶ σύκων· τοὺς δὲ καὶ ἐξίσταντες τῆς φύσεως καὶ ὑποσήποντες εἰς χυλοὺς ἄγουσι ποτίμους οἷον ὡς οἱ τοὺς οἴνους ποιοῦντες ἐκ τῶν κριθῶν καὶ τῶν πυρῶν καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον ζῦθος. ἁπάντων δὲ τούτων αἱ μὲν ἀρχαὶ καὶ αἱ δυνάμεις φυσικαὶ τὰ δὲ γινόμενα τέχνης μᾶλλον καὶ συνέσεως. ἀλλὰ περὶ μὲν τῶν ἀπὸ διανοίας καὶ τέχνης γινομένων αὐτὰ καθ᾽ αὑτὰ δεῖ θεωρεῖν, τῶν δὲ φυσικῶν χυλῶν τὰ πάθη καὶ τὰς γενέσεις ἐκ τῶν εἰρημένων θεωρητέον.
§11.3
ὑποκειμένων δ᾽ οὖν καὶ δεδειγμένων τούτων ἀπορήσειεν ἄν τις διὰ τί ποτ᾽ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσιν ἡ εὐχυμία καὶ ἡ εὐοσμία γίνεται πᾶσιν ἀλλὰ τοῖς μὲν ἐν τοῖς ἄνω τοῖς δὲ ἐν τοῖς κάτω καὶ περὶ τὰς ῥίζας. καὶ οὐδὲ τῶν ἄνω πάντων ἐν τοῖς αὐτοῖς ἀλλὰ τῶν μὲν ἐν τοῖς περικαρπίοις τῶν δὲ ἐν τοῖς φύλλοις τῶν δὲ ἐν τοῖς ἄνθεσι καὶ τοῖς κλωσὶν, καὶ μᾶλλον αἱ ὀσμαὶ τῶν χυμῶν· ἐπεὶ καὶ ἐν τοῖς φλοιοῖς ἐνίων· ἐπὶ δὲ τῶν εὐόσμων ὅλως ἥκισθ᾽ ὡς εἰπεῖν εὔοσμα τὰ ἄνθη καθάπερ ἑρπύλλου σισυμβρίου ἑλενίου·
§11.4
καίτοι κατὰ λόγον ἦν ὃ καὶ τοῖς ἄλλοις εὐοσμότατον ἀόσμοις οὖσι τοῦτο καὶ ἐν τοῖς εὐόσμοις εὐωδέστατον εἶναι. θαυμαστὸν δὲ καὶ τὸ ἐνίων τὸ μὲν ἄνθος ἥδιστον ὄζειν τῶν δ᾽ ἄλλων μορίων ὅλως μηδὲν ὥσπερ ἐπὶ τῶν ἴων καὶ τῶν ῥόδων. ἔχει δὲ καὶ τὸ πρῶτον λεχθὲν ἀπορίαν ὅσων ἐν ταῖς ῥίζαις ἡ εὐχυμία καὶ ἡ εὐοσμία τυγχάνει· ἄμφω μὲν γὰρ ταῦτα πέψει γίνεται. τὸ δὲ πλείστην ἔχον καὶ ἀεὶ καινὴν τροφὴν ἀφ᾽ οὗ τοῖς ἄλλοις ἡ διάδοσις ἥκιστ᾽ εὔλογον εἰς πέψιν ἥκειν ἢ εὐχυλίας ἢ εὐοσμίας ὡς οὐδὲ τῶν ζώων αἱ κοιλίαι.
§11.5
περὶ δὴ τούτων καὶ τῶν τοιούτων ἀρχῇ χρωμένους τῇ πολλάκις εἰρημένῃ δι᾽ ὅτι πέψει τινὶ ταῦτα γίνεται τὸ μετὰ τοῦτο δεῖ λαβεῖν ἐπὶ τοῦ τευτλίου λεχθὲν τὸ πρῶτον ὅτι αἱ ῥίζαι ὡς κοιλίαι τοῖς φυτοῖς εἰσι πάντως διὰ τὸ τὴν τροφὴν ἀλλοιοῦσθαί πως ἐν αὐταῖς. εἰ δὲ μὴ τοῦτό τις θείη ἀλλ᾽ ἐκεῖνό γε φανερὸν ὡς οὐκ ἔχουσιν οὐδὲν περίττωμα δύναμιν δὲ ἔχουσιν εἰς τὸ πέττειν. τοιαύτας δ᾽ οὔσας οὐδὲν κωλύει εὐχυμίαν καὶ εὐοσμίαν ἔχειν ὅσαι κρᾶσιν εἰλήφασι τοιαύτην. ἐπεὶ καὶ ἐν ταῖς τῶν ζώων κοιλίαις περιττώματα ἔχουσιν ὅμως ὕπεστιν ὑγρότης εὐχυλία τις οὖσα καὶ πέψις ὡς μάλιστα τῆς τοιαύτης ἀλλοιώσεως ἐνταῦθα γινομένης.
§11.6
καὶ ἐπὶ τῶν δένδρων ὅσα πίονα τυγχάνει καθάπερ ἡ πεύκη· πᾶσα γὰρ ἔνδᾳδος ταῖς ῥίζαις ὥσπερ ἐλέχθη καὶ πρότερον· αἴτιον δ᾽ ὅπερ ἐπὶ τῶν ζώων ὅτι τὸ διαθερμαινόμενον ἀεὶ καὶ πεττόμενον καθαρώτατον ὂν προσίζει καὶ ἀθροιζόμενον καὶ πυκνωθὲν ἐποίησέ τινα πιότητα. τὸ δὲ ἰὸν εἰς τὰ ἄνω μέρη τροφὴ γίνεται τοῖς ὑπὲρ γῆς οὐ διὰ τῆς πιότητος ταύτης ἀλλ᾽ ἔχον τινὰς ἑτέρους πόρους· ἐπεὶ πάντων γε δᾳδωθέντων ἀπόλλυται τὰ δένδρα καθάπερ ἐλέχθη συμπνιγόμενα καὶ οὐδεμίαν ἔχοντα δίοδον τῷ πνεύματι.
§11.7
τοῦτο δὲ συμβαίνει καὶ ἐπὶ τῶν ζώων ὅσα διαπιαίνεται· ξυμφράττονται γὰρ οἱ πόροι διὰ τὴν πυκνότητα τῆς πιμελῆς ὥστε μὴ διϊέναι εἰς τέλος τὴν πνοήν· οἷς μὲν οὖν μὴ ἔνεστιν ὅλως λιπαρότης καὶ πιότης ἢ αὕτη μὴ πολλὴ μηδὲ σωματώδης τούτοις οὐ γίνεται τοιαύτη πάχυνσις· οἷς δ᾽ ἔνεστι γίνεται κατισχυού- σης τῆς θερμότητος.
§11.8
παρόμοιον δὲ τούτῳ καὶ τὸ περὶ τὴν οὐλότητα τῶν ξύλων ἐστίν· οὐλότερα γὰρ ἀεὶ τὰ μὲν ἐν τοῖς στελέχεσιν τῶν ἄνω, τούτων δὲ αὐτῶν τὰ κάτω καθάπερ καὶ πυκνότατα καὶ παχύτατα. συμβαίνει δὲ τοῦτο διὰ τὸ μᾶλλον καταλύειν καὶ ξυνίστασθαι τὴν τροφὴν ὥσπερ ὅλως καὶ ἡ εἰς βάθος αὔξησις· ἡ δ᾽ εἰς τὸ ἄνω διϊοῦσα πρὸς τὴν βλάστην καὶ τὸ μῆκός ἐστιν. ἐφισταμένης οὖν καὶ ὥσπερ εἰλουμένης ἐνταῦθα καὶ ἡ πυκνότης καὶ ἡ οὐλότης γίνεται τῶν ξύλων, ἐκείνη δὲ ἀεὶ διΐεται πρὸς τὸ πόρρω. δι᾽ ὃ καὶ οὐκ ἐν τοῖς νέοις ἐστὶν οὐλότης ἅτε καὶ ἐπ᾽ αὔξησιν ὡρμηκότων ἀλλ᾽ ὅταν στῇ τὰ τοῦ μήκους ὥσπερ ἐπὶ τῶν ζώων.
§11.9
ἡ αὐτὴ δὲ καὶ σύνεγγυς αἰτία καὶ διὰ τί δᾷδα καὶ πίτταν καὶ ῥητίνην ὅλως οὐκ ἔχει τὰ νέα· καταναλίσκεται γὰρ ἡ τροφὴ πᾶσα πρὸς τὴν αὔξησιν καὶ καρπογονίαν· ὕστερον γὰρ ἐκδᾳδοῦνται καὶ ὅλως τὴν τοιαύτην ὑγρότητα μετὰ τὴν καρπογονίαν λαμβάνουσιν ὥστε γε καὶ πλῆθος εἰπεῖν· τότε γὰρ οἷον περίττωμα γίνεται τοῦτο φυσικὸν ἀφῃρημένης μὲν τῆς εἰς τὸ μῆκος ὁρμῆς, ἰσχυόντων δὲ μᾶλλον τῶν ῥιζῶν καὶ τοῦ ὅλου δένδρου. τοῦτο μὲν οὖν διὰ τὸ συγγενὲς τῆς αἰτίας ἔλαβε τὴν χώραν ταύτην.
§11.10
ἡ δ᾽ εὐχυμία καὶ ἡ γλυκύτης καὶ ἡ εὐοσμία ἐνίων ῥιζῶν ἄνευ τῶν ἄλλων μερῶν διὰ τὴν εἰρημένην αἰτίαν γίνεται. φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐλαττόνων ἐστὶν οἷον ποιωδῶν καὶ λαχανωδῶν καὶ ἐνίων ὑληματικῶν ὧν αἱ μὲν ῥίζαι γλυκεῖαι τὰ δὲ ὑπὲρ γῆς οὐχ ὅμοια, λέγω δ᾽ οἷον ἀγρωστίδος κυπείρου τευτλίου σελίνου ἱπποσελίνου τῶν ἐν ταῖς λίμναις καὶ τῶν ἐν τοῖς ποταμοῖς τούτων φυομένων ἐδωδίμων· αἱ μὲν γὰρ ῥίζαι γλυκεῖαι πολλῶν καὶ ἐδώδιμοι καὶ οἱ καυλοὶ τὰ φύλλα δ᾽ οὔ. τὸ δ᾽ αἴτιον ἐπὶ πάντων τῶν τοιούτων ἐν δυσίν.
§11.11
ἢ γὰρ ὑγρότερα καὶ ὑδατωδέστερα καθάπερ ἐπὶ τοῦ τευτλίου καὶ τῶν λιμναίων· ἅμα γὰρ ὑδατώδη καὶ λεπτὰ καὶ οὐκ ἔχει πέψιν μὴ ἔχοντα δ᾽ οὐδὲ χυλὸν ἔνδηλον εἰς ἡδονὴν, ἡ δὲ ῥίζα καὶ ὁ καυλὸς ἔχουσιν. ἢ πάλιν διὰ ξηρότητα τῶν ἄνω καθάπερ ἡ ἄγρωστις καὶ ἁπλῶς πάντα τὰ καλαμώδη· ξηρὰ γὰρ τὰ ἐπάνω τὰ κάτω δ᾽ ἔνυγρα· χυλὸς δὲ οὔτε ἐν ξηρότητι οὔτε ἐν ὑγρότητος πλήθει δι᾽ ὃ καὶ τῆς ἀγρωστίδος καὶ τοῦ σισυριγχίου καὶ τῶν ἄλλων τῶν τοιούτων αἱ μὲν ῥίζαι γλυκεῖαι τὰ δ᾽ ἄνω ξηρὰ καὶ οὐχ ἡδέα καθάπερ ἄχυλα. ταὐτὸ δὲ καὶ ἐπὶ τῶν σελίνων καὶ ἱπποσελίνων· αἱ μὲν γὰρ ῥίζαι σαρκώδεις καὶ εὔστομοι τὰ δὲ φύλλα ξηρότερα καὶ ὥσπερ δριμύτερα· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
§11.12–14.5
§11.12
ἅπαντα δ᾽ ὡς εἰπεῖν ἐν ταύταις ταῖς αἰτίαις ἐστὶ, δι’ ὃ καὶ ὅπου πλείων εὐτροφία καὶ τὰ ἄνω τῶν φύσει ξηρῶν ἐδώδιμα καθάπερ ἐν Αἰγύπτῳ τοῦ καλάμου τοῦ ἐν τοῖς ἕλεσιν· ἔχει μὲν γάρ τινα γλυκύτητα καὶ ἄλλος ἐπὶ τῶν ἄκρων ἀλλ᾽ ἐπὶ βραχὺ πάντως ἐκεῖνος δὲ διὰ τὴν εὐτροφίαν ἁπαλός τε ἐπὶ πλεῖόν ἐστι καὶ γλυκύς. ἔχουσι δὲ καὶ αἱ ῥίζαι τὴν γλυκύτητα μέχρι οὗ ἂν ξηρανθῶσι ἀναξηρανθεῖσαι δὲ οὐκέτι· τὸ γὰρ ξηρὸν οὔτε ἐδώδιμον οὔτ᾽ ἔγχυμον δι᾽ ὃ καὶ τῶν καυλῶν ἀκμή τις.
§11.13
ἡ δ᾽ ὀσμὴ σχεδὸν ἀνάπαλιν ἐπί γε τούτων· χλωραὶ μὲν γὰρ οὐκ ὄζουσιν ἢ οὐχ ὁμοίως ἀποξηρανθεῖσαι δ᾽ ὄζουσιν ὥσπερ καὶ τῆς ἴριδος καὶ ἡ τῶν καλάμων δὲ καὶ σχοίνων καὶ ἁπλῶς τῶν ἐνύγρων. ἐπεὶ καὶ τὸ κύπειρον καίπερ ὀσμῶδες ὂν καὶ μὴ ξηρὸν ὂν ἧττον ὄζει πρόσφατον. ἀκμὴ δέ τις καὶ τούτων ὥστ᾽ ἀπομαραινόμενα μᾶλλον ἀοσμότερα γίνεσθαι.
§11.14
ἀλλὰ τοῦτο μὲν ὥσπερ σύμφωνον οἱ δὲ χυμοὶ καὶ ἐν τοῖς ἄλλοις ὁμοίως ἔχουσι τὰς δυνάμεις. ἐνίων γὰρ ἐν ταῖς ῥίζαις μάλιστά εἰσι καθάπερ τῶν δριμέων οἶον σκόρδων κρομύων ῥαφανίδων ὡσαύτως δὲ καὶ τῶν φαρμακωδῶν· ἅπασαι δὲ καὶ αὗται σαρκώδεις οὐ μὴν ἀλλὰ διαμένουσιν αἱ δυνάμεις τῶν φαρμακωδῶν ἀποξηραινομένων μέχρι τινὸς, εἶτ᾽ ἀκμάζουσιν· ἐπεὶ τὸ ὅλον γ᾽ ἰσχυρότεραι ξηρανθεῖσαι διὰ τὸ ἀφῃρῆσθαι τὸ ὑδατῶδες· οὕτω γὰρ καὶ οἵ γ᾽ ὀποὶ πάντες χρήσιμοι καὶ σωματωθέντες· ἡ δὲ σωμάτωσις ἐκκρινομένου τοῦ ὑδατώδους, δι᾽ ὃ καὶ παρασκευάζουσιν αὐτοὺς τὰ μὲν ἐγχυλίζοντες καὶ ξηραίνοντες τὰ δ᾽ ἐντέμνοντες ὅπως ὁ ἥλιος καὶ ὁ ἀὴρ πήξῃ καθάπερ τὰς ῥητίνας καὶ ὅσα ἄλλα τοιαῦτα καὶ τὸν λιβανωτὸν καὶ τὴν σμύρναν καὶ τὸν ὀπὸν τοῦ σιλφίου.
§11.15
ἔστι δὲ καὶ τῶν μὲν καὶ ἄνω καὶ ἐν ταῖς ῥίζαις ἡ ἐντομὴ καθάπερ φαρμακωδῶν τέ τινων καὶ τοῦ σιλφίου· καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς ἐντέμνεται καὶ ἑκατέρωθεν ὁ ὀπός· τῶν δὲ μεμερισμένη τῶν μὲν ἐν ταῖς ῥίζαις τῶν δὲ ἐν τοῖς καυλοῖς ὡς ἂν ἔχωσιν ἑκάτερα τῆς φύσεως· ἐὰν μὲν τὰς ῥίζας εὐχυλοτέρας ταύτας ἐὰν δὲ τὰ ἄνω τοὺς καυλούς· ἐπεὶ ὧν γε ξηραὶ καὶ ξυλώδεις οὐκ ὀπίζουσιν. ὁμοίως δὲ καὶ τῶν αὐτομάτως ἐπιπηγνυμένων δακρύων οἷον ἐπί τε τῆς σχίνου κἀν ἀκάνθαις τισὶ καὶ ἐπὶ τῶν δένδρων διαδίδωσι ὥσπερ ἀμυγδαλῆ καὶ ἡ ἄρρην ἐλάτη καὶ τέρμινθος· τούτων δὲ καὶ τὰ μὲν καὶ εὔστομα καὶ εὐώδη τὰ δ᾽ ἄχυμα καὶ ἄοσμα καθάπερ τὸ κόμμι τὸ τῆς ἀκάνθης τῆς ἐν Αἰγύπτῳ.
§11.16
καλοῦσι δὲ τὰ μὲν ὀποὺς τὰ δὲ δάκρυα, κοινότερον δὲ ὀπὸς, διαφέρει δὲ ἴσως οὐδέν· ἐπεὶ τό γε κοινότατον ἀνωνύμως λεγόμενον ἡ ὑγρότης ἡ οἰκεία καθ᾽ ἕκαστον πέψιν ἔχουσα. διὰ δὲ τὸ σωματωδεστέρας εἶναι καὶ γλίσχρας τὰς δ᾽ ὑδατώδεις ἀγλίσχρους τῶν μὲν γίνεται πῆξις τῶν δ᾽ οὔ. πρὸς ἐνίας δὲ καὶ παρεμβάλλουσί τι τοῦ πῆξαι καὶ συλλέγειν.
§12.1
Ὅτι δὲ τὰ μὲν ἐν ταῖς ῥίζαις τὰ δ᾽ ἐν τοῖς καυλοῖς τὰς δυνάμεις ἔχει ταύτας ἐκείνην χρὴ τὴν αἰτίαν ὑπολαβεῖν τὴν μικρῷ πρότερον λεχθεῖσαν ὡς ἡ φύσις ἑκατέρων σύμμετρος εἰς τὴν δύναμιν ἔνθα μὲν ὑγρὸν ἱκανὸν ἔνθα δὲ ἔλαττον ἔχουσα καὶ ξηρὸν ὡσαύτως, ἔτι δ᾽ ὡς ἡ οὐσία μᾶλλον ἐφ᾽ ἑκάτερα ῥέπει. καὶ γὰρ ἐπὶ τῆς αὐξήσεως καὶ τοῦ μεγέθους τοῦτ᾽ ἐστί· τὰ μὲν ἐν τοῖς ἄνω τὰ δ᾽ ἐν ταῖς ῥίζαις ἔχει μᾶλλον. οἱ μὲν γὰρ σίκυοι καὶ κολοκύνται καὶ ἄλλ᾽ ἄττα πλείω τὰ ἄνω μείζω ῥίζαν δὲ μικρὰν ἔχουσι, σκίλλα δὲ καὶ βολβὸς καὶ ἁπλῶς τὰ κεφαλόρριζα τὰ μὲν ἄνω λεπτὰ καὶ ἀσθενῆ τὰς δὲ ῥίζας μεγάλας καὶ σαρκώδεις.
§12.2
οἷς δ᾽ ἐνυπάρχει δριμύτης ἢ καὶ ἄλλη τις τοιαύτη δύναμις ἐν ταῖς ῥίζαις γίνεται μᾶλλον ὥσπερ τοῖς κρομύοις καὶ τοῖς σκόρδοις καὶ ταῖς σκίλλαις· τοῦτο δ᾽ εὐλόγως ἐνταῦθα τῆς φύσεως ὡρμηκυίας μᾶλλον· ἀκολουθοῦσι γὰρ ταύτῃ καὶ αἱ δυνάμεις ὃ καὶ ἐπὶ τῶν φαρμακωδῶν ἐστὶ σχεδὸν τῶν πλείστων. αἱ γὰρ ῥίζαι φαρμακωδέστεραι καὶ μᾶλλον ἔχουσι τὴν δύναμιν· ἡ δ᾽ αἰτία ἐν δυοῖν ἐκείνοιν ἅπερ εἴρηται τῷ τε μὴ κάθυγρα καὶ τῷ μὴ κατάξηρα γίνεσθαι. τὰ μὲν γὰρ οὐκ ἔχει πέψιν διὰ τὸ πλῆθος τὰ δ᾽ οἷον ὕλην εἰς τὴν πέψιν διὰ ξηρότητα. πέψις δὲ ἑκάστων ἐστὶν ὥσπερ εἴρηται πρὸς τὴν οἰκείαν φύσιν καὶ δύναμιν.
§12.3
ὅτι μὲν οὖν ὥσπερ ἐναντίως τῶν μὲν ἄνω τῶν δὲ κάτω συμβαίνει τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς καὶ ἁπλῶς τὰς τοιαύτας δυνάμεις ἐκ τῶν εἰρημένων δεῖ θεωρεῖν. ὅτι δ᾽ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσι τοῖς ἄνω πᾶσιν οὔθ᾽ οἱ χυμοὶ τυγχάνουσιν οὔθ᾽ αἱ ὀσμαὶ σχεδὸν οὐ πόρρω τῶν εἰρημένων αἰτιῶν ἐστίν· ὡς μὲν γὰρ ἁπλῶς εἰπεῖν ἔχει τινʹ ὁμοιότητα καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς ὀσμὰς ἕκαστον τῶν μερῶν διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον.
§12.4
ἐμφανὲς δὲ τοῦτο μάλιστα ἐπὶ τῶν ἀκρατεστέρων ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς οἷον ἐλάτης πεύκης κυπαρίττου πίτυος ἔτι δὲ τῶν ἡμέρων συκῆς. ἐν δὲ τοῖς ὑδαρεστέροις οὐχ ὁμοίως ἀλλ᾽ ἐν τούτοις διαφέρουσιν ὥστε τὰ μὲν ἔγχυμα τὰ δὲ ἄχυμα καὶ δύσχυμα καὶ εὔοσμα τὰ δ᾽ ἄοσμα γίνονται. καὶ διαφέροντα δὲ ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς ὥσπερ τῆς ἀμπέλου τό τε οἴναρον καὶ ὁ βότρυς. καὶ ἁπλῶς δὲ πάντων καὶ τῶν φύλλων καὶ τῶν καρπῶν.
§12.5
αἴτιον δ᾽ ὅτι τὸ μὲν ἄπεπτον τὸ δὲ πεπεμμένον, τάχα δὲ μᾶλλον ὅτι οὐδ᾽ ἐκ τῆς αὐτῆς ὕλης ἑκάτερον ἀλλὰ τὸ μὲν ὥσπερ ἐκ καθαρᾶς τινος καὶ εἰλικρινοῦς τὰ δ᾽ ἐκ περιττωματικῆς. εἰσὶ δ᾽ ἐκ βλοσυρωτέρας καὶ σωματωδεστέρας οἱ βλαστοὶ καὶ ἀκρεμόνες καὶ ὁ ὅλος ὄγκος, ὥστ᾽ ἀνομοίων οὐσῶν ἀνόμοιον καὶ τὸ τέλος ἑκάστου πρὸς τὴν ἰδίαν φύσιν ὥσπερ ἐν τοῖς ζώοις· ἴσως δ᾽ ἀνάπαλιν, ἐπεὶ καὶ τὸ τέλος ἑκάστου ἴδιον καὶ ἡ ὕλη διάφορος, ὡς δὲ ἁπλῶς εἰπεῖν πάντων πρὸς τὴν ὑποκειμένην φύσιν.
§12.6
ἐπεὶ δ᾽ αὗται διάφοροι καὶ κατὰ χυμοὺς καὶ ἀχυμίας καὶ ὀσμὰς καὶ ἀοσμίας ἡ δ᾽ ἀναφορὰ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἐν ταύτῃ παραλλαγὴ γίνεται τῶν μερῶν· οὐδὲν γὰρ κωλύει τὴν μὲν ἐν τοῖς φύλλοις κρᾶσιν ἐνίοτε σύμμετρον εἶναι τῇ γεύσει τὴν δ᾽ ἐν τοῖς καρποῖς ἀσύμμετρον καὶ σφοδροτέραν ἢ κατὰ στρυφνότητα καὶ αὐστηρίαν ἢ κατὰ πικρότητα καὶ ἄλλην τινὰ διάθεσιν. ὅπερ φανερὸν καὶ ἐπὶ τῶν λαχάνων ἐστί· τὰ μὲν γὰρ φύλλα σύμμετρα καὶ προσφιλῆ τὰ δὲ σπέρματα δριμέα καὶ πικρότερα καὶ ὅλον ἰσχυρότερα πρὸς τὴν αἴσθησιν ὥστε σχεδὸν ἀνάπαλιν ἔχειν καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τοῦ σίτου·
§12.7
τῶν μὲν γὰρ οἱ καρποὶ χρήσιμοι τὰ δὲ φύλλα ἀχρεῖα τῶν δὲ ταῦτα μόνον χρήσιμα τὰ δὲ ἄλλα ὡς ἂν ἐν φαρμάκου λόγῳ. ὅπερ οὖν ἐπὶ τούτων οὐδὲν κωλύει εἰ καὶ ἐπὶ τῆς φιλύρας καὶ ἐπ᾽ ἄλλων δένδρων τινῶν ὁ μὲν καρπὸς ἄβρωτος τὸ δὲ φύλλον γλυκὺ καὶ βρωτόν· ἐκεῖνος μὲν γὰρ τὸ ἄκρατον ἔχων καὶ καθαρὸν τῆς φύσεως, εἴτε ξηρὸς ὢν ἄγαν καὶ ξυλώδης εἴτ᾽ αὐστηρὸς καὶ πικρὸς ἢ κακώδης ἢ καὶ ἄλλην τινὰ ἔχων δυσχέρειαν ἄβρωτος γίνεται, τὸ δὲ φύλλον ὑγρότερον ὂν καὶ ἅμα κεκραμένον ἔχει τινὰ συμμετρίαν.
§12.8
ὃ καὶ ἐπὶ τοῦ σιλφίου καὶ ἄλλων δριμέων ἐστίν· ἡδὺ γὰρ τὸ φύλλον αὐτοῦ καὶ ὁ καρπὸς ἁπαλὸς ὢν διὰ τὴν ὑπάρχουσαν ὑγρότητα· σύμμετρος γὰρ ἡ δριμύτης γίνεται κραθεῖσα τῷ ὑδατώδει καὶ ποιεῖ τινα χυμόν, ἀποξηραινομένου δὲ σφοδροτέρα, καὶ ἡ τοῦ σπέρματος δ᾽ ἔτι μᾶλλον.
§12.9
ὅλως δ᾽ ἐν πολλοῖς τοῦτ᾽ ἔστιν ὥστε χλωρὰ μὲν ὄντα βρωτὰ γίνεσθαι καὶ ἔχειν τινὰ χυμὸν διὰ τὸ ἀναμεμίχθαι τῷ ὑδατώδει, καταξηραινόμενα δὲ καὶ λυομένης τῆς κράσεως ἄβρωτα· καὶ γὰρ οἱ τῶν ἀμπέλων βλαστοὶ τοιοῦτοι καὶ οἱ τῶν ἀσφαράγων ἔτι δὲ ἄλλων τινῶν ἀκανθωδῶν ὄντων καὶ τῶν χεδροπῶν ἐνίων οἷον ὤχρων κυάμων καὶ ἁπλῶς ὅσα γλυκύτητά τινα ἔχει. σχεδὸν δ᾽ ἐστὶ κοινὸν τοῦτο ἐπὶ πάντων ὧν στρυφνότεροι καὶ δριμύτεροι καὶ πικρότεροι καθ᾽ αὑτοὺς οἱ χυλοί· κεραννύμενοι γὰρ ὑπὸ τῆς φύσεως τῷ ὑδατώδει βελτίους καὶ γλυκυτέρους ποιοῦσι τοὺς χυλοὺς, ὅπερ καὶ ἐπὶ τῶν μύρτων γίνεται καὶ τῶν ῥοῶν.
§12.10
εἰ δέ τις τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων τοιαύτη φύσις ἐστὶν ὥστε τοὺς μὲν καρποὺς ἀμίκτους ποιεῖν ἔχοντας τὴν οἰκείαν δύναμιν καθαρὰν τὰ δὲ φύλλα καὶ ἄλλο τι τῶν μορίων μικτὰ τούτων οὐδὲν κωλύει καθάπερ εἴρηται τὰ μὲν φύλλα βρωτὰ τὸν δὲ καρπὸν ἄβρωτον εἶναι. παραπλήσιον δέ τι τούτοις καὶ ἐπὶ τῶν ῥιζῶν τῶν ἐδωδίμων ἐστὶν ὧν τὰ μὲν φύλλα σχεδὸν ἄβρωτα διὰ τὸ ξηρὰ εἶναι καὶ ἀκανθώδη οἱ δὲ καυλοὶ ἐδώδιμοι αὐταὶ δὲ αἱ ῥίζαι καὶ ἡδεῖαι.
§12.11
τῶν δ᾽ ἀνάπαλιν τὰ μὲν ἄλλα βρωτὰ καὶ ἔχοντα τιν᾽ ἡδονὴν αἱ ῥίζαι δὲ ἄβρωτοι διὰ τὸ ξυλῶδες ἢ πικρὸν ἢ ὅλως δύσχυμον ἢ ἄχυμον· διαφορὰ δὲ οὐ μικρὰ καὶ διὰ τὰς φύσεις τῶν ζώων· τὰ μὲν γὰρ ἡμῖν ἄχυμα τοῖς ἄλλοις ἔγχυμα φαίνεται διὰ τὴν ἰσχὺν καὶ τὴν κατεργασίαν· ἄλλα δὲ ἄλλοις κἀκείνων προσφιλῆ καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς διαθέσεις.
§12.12
χαίρει γὰρ τὰ μὲν τοῖς ἁπαλοῖς τὰ δὲ τοῖς ξηροῖς μᾶλλον, ἔνια δὲ καὶ ἀνάπαλιν ἁπαλὰ μὲν ὄντα ἄβρωτα ξηραινόμενα δὲ ἐδώδιμα διὰ τὸ συνεκπέττεσθαι καὶ ἐκκρίνεσθαι τὸ πικρὸν ὑπὸ τοῦ ἡλίου καθάπερ τὸ σήσαμον καὶ τὸ ἐρύσιμον· τούτων γὰρ χλωρῶν ὄντων οὐδὲν ἅπτεσθαι δοκεῖ ζῶον διὰ τὴν πικρότητα καὶ δυσχυμίαν, ξηρανθέντων δὲ μᾶλλον, οἱ δὲ δὴ καρποὶ καὶ ἡδεῖς. ἀλλὰ δὴ τούτων μὲν τοιαῦταί τινες αἱ αἰτίαι.
§13.1
Περὶ δὲ δὴ τῶν καρπῶν τῶν τροφίμων δῆλον ὅτι ῥᾴων ὁ λόγος· οὗτοι γὰρ καθαροὶ καὶ εἰλικρινεῖς οἷον ἐξηθημένοι πως ὑπὸ τῆς φύσεως ὥστε πλείοσι καὶ μᾶλλον ἁρμόττειν. ἀλλ᾽ ἐπὶ τῶν φαρμακωδῶν καὶ ὅλως τῶν κατὰ τὰς δυνάμεις θεωρητέον· καὶ γὰρ ἐν τούτοις οὔθ᾽ αἱ αὐταὶ δυνάμεις οὔτ᾽ ἴσαι πάντων εὐθὺς ἀπὸ τῶν ῥιζῶν ἀρχομένοις· οὐδὲ δὴ τῶν ἄνω πᾶσιν οἷον φύλλοις καὶ κλωσὶ καὶ καρποῖς. καὶ τὸ μὲν τῷ μᾶλλον καὶ ἧττον διάφορον ἔχει τιν᾽ εὐλογίαν τὸ δ᾽ ὅλως ἔνια μηδὲ δύνασθαι ποιεῖν ὥσπερ τὰ τῶν ῥιζῶν τὰ σπέρματα καὶ τοὺς καυλοὺς ἢ πάλιν τὰ τῶν φύλλων τοὺς καρποὺς καὶ τὰς ῥίζας μᾶλλον ἄν τις θαυμάσειε.
§13.2
τὰς δ᾽ αἰτίας καὶ τούτων ἐν τοῖς εἰρημένοις ἀνασκεπτέον. ἑκάστου γὰρ ἰδία κρᾶσις οὖσα καὶ φύσις διαφόρους ποιεῖ καὶ τὰς δυνάμεις ὥστε τὰ μὲν συντήκειν καὶ διακρίνειν τὰ δὲ μὴ, καὶ τὰ μὲν μᾶλλον τὰ δ᾽ ἧττον καὶ θερμαίνειν καὶ πέττειν καὶ ψύχειν καὶ ξηραίνειν καὶ τἆλλα ὡσαύτως. τὸ δὲ δὴ μάλιστα τοὺς καρποὺς εἶναι τοιούτους οὐκ ἄλογον εἴπερ μηδ᾽ ἡ ὅλη φύσις ὁμοία ῥίζης τε καὶ καρτοῦ καὶ τῶν ἄλλων μορίων ἀλλὰ τὰ μὲν ὅλως ἄπεπτα τὰ δὲ πεπεμμένα καὶ ὅλως ἐκ πλειόνων σύνθετα δι᾽ ὃ καὶ τοῖς χυλοῖς καὶ ταῖς δυνάμεσιν ἕτερα.
§13.3
τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὁρῶμεν, ὧν αἱ ῥίζαι πικραὶ καὶ ὀπώδεις τούτων τοὺς καρποὺς γλυκεῖς ὄντας ὡς ἂν ἐξ ἀπέπτου τινὸς πεπεμμένους ὄντας· ταὐτὸν δὲ καὶ ἐν ταῖς τῶν φαρμάκων δυνάμεσιν ὑποληπτέον συμβαίνειν ὥστ᾽ οὐκ ἄλογον εἰς ἔνια μὲν τὰς ῥίζας ἰσχύειν μᾶλλον εἰς ἔνια δὲ τῶν λοιπῶν τι μερῶν. ἐπεὶ καὶ ῥίζαι ῥιζῶν ἐν τοῖς ὁμογενέσι καὶ σπέρματα σπερμάτων καὶ τἆλλα μέρη πολὺ διαφέρουσιν ἰσχύϊ διὰ τὸν ἀέρα ἑκάστης χώρας, ὥσπερ καὶ ὁ σῖτος καὶ οἱ ἄλλοι καρποὶ τῇ βαρύτητι καὶ κουφότητι διὰ τὰς τροφάς.
§13.4
καὶ διὰ τοῦτο φάρμακα φαρμάκων ἀμείνω κατὰ τοὺς τόπους οὐ μακρὰν ἀπέχοντας· οἷον ὁ ἐκ τῆς Οἴτης ἐλλέβορος τοῦ ἐν τῷ Παρνασῷ· δοκεῖ γὰρ ἰσχυρότερος εἶναι οὗτος καὶ οὐχ ἁρμόττειν εἰς τὴν χρείαν. ἡ δὲ ἰσχὺς ἐκ παραπλησίας τινὸς αἰτίας γίνεται καὶ ἐπὶ τῶν καρπῶν· καὶ γὰρ ἐνταῦθα σκληρότητί τε τοῦ ἀέρος καὶ πλήθει τῆς τροφῆς βαρεῖς γίνονται διὰ τὸ πολὺ τὸ γεῶδες ἔχειν ὥσπερ οἱ ἐν τῇ Βοιωτίᾳ· κἀκεῖ διὰ τὰς ὁμοίας αἰτίας.
§13.5
ἄλλη δὲ πρὸς ἄλλην δύναμιν οἰκεία χώρα καθάπερ ἐπὶ τῶν καρπῶν· ἔνιαι γὰρ οὐδὲ ἐκπέττουσιν ὅλως τὰς φαρμακώδεις δυνάμεις· ἐπεὶ πολλαχοῦ καὶ μέλας ἐλλέβορός ἐστι καὶ ἄλλαι τῶν ῥιζῶν ἀλλ᾽ ἀμβλεῖαι καὶ ἀδύνατοί τινες. ᾗ καὶ δόξειεν ἂν ψυχροῦ τινος ἀέρος ἅμα καὶ εὔπνου δεῖσθαι καὶ ἔτι τροφῆς συμμέτρου· φαίνεται δ᾽ οὖν ἐν τοῖς ὄρεσι πλεῖστα φάρμακα γίνεσθαι καὶ ἐν τοῖς ὑψηλοτάτοις καὶ μεγίστοις μάλιστα. καὶ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.
§14.1
Περὶ δὲ τῶν ὀδμῶν ἐπειδὴ καὶ αὗται κατὰ μέρη γίνονται τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ὑποληπτέον· ἡ γὰρ πέψις τοῖς μὲν ἐν τῷ ἄνθει μᾶλλον τοῖς δὲ καὶ ἐν τῷ καρπῷ τοῖς δὲ καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς κλωσὶ γίνεται. τοῖς μὲν ἐν τοῖς ὑδαρέσι καὶ ὥσπερ ἐν τοῖς ἀχύλοις ἢ δριμέσιν. ἐν τοῖς ἄνθεσιν οἷον ῥόδῳ κρόκῳ καὶ τοῖς τοιούτοις. ὅσα δὲ αὐτῶν μὴ εὔχυλα καὶ ἐν ταῖς ὀσμαῖς ἐμφαίνει τινὰ βαρύτητα καθάπερ τὸ κρίνον καὶ τὸ λείριον καὶ τὰ παραπλήσια τούτοις.
§14.2
ἔνια δ᾽ ὅλως οὐδ᾽ εὐοσμίαν ἀλλὰ βαρύτητα ἔχει κατὰ τὴν ὄσφρησιν καὶ φανερὸν ὡς ἀπὸ τοῦ χυλοῦ πως γίνεται καὶ οὐκ ἔστιν ἀπηρτημένον τὸ τῆς ὀσμῆς. ὅσα γὰρ ὑδαρῆ καὶ ἄχυμα καὶ ἄοσμα ὡς ἐπὶ πᾶν· ἐν δυσὶ γὰρ τούτοιν ὡς εἰπεῖν ἡ ἀοσμία τῷ τε τὸν χυλὸν ὑδαρῆ τιν᾽ ἔχειν φύσει καὶ τὸ πολὺ τὸ ὑδατῶδες. τὸ μὲν γὰρ ὥσπερ ἄμικτον τὰ δ᾽ ὑπὸ τοῦ πλήθους ἀφανίζεται δι᾽ ὃ τρόπον τινὰ καὶ τοῦθ᾽ ὥσπερ ἄμικτον· ἐν μίξει δέ τινι καὶ τὸ τῆς ὀσμῆς. ὅσα δὲ ἐν τροφῇ πλείονι καὶ βλοσυρωτέρᾳ καθάπερ τὰ λιμναῖα ταῦτα καὶ τὰς ὀσμὰς ἔχει παραπλησίας βαρείας τινὰς καὶ θολεράς.
§14.3
ἐπεὶ οὖν τῶν μὲν ἐν ταῖς ῥίζαις ἡ τοιαύτη μίξις καὶ συμμετρία τῶν δ᾽ ἐν τοῖς κλωσὶ καὶ τοῖς φύλλοις τῶν δ᾽ ἐν τοῖς καρποῖς πλείστων δ᾽ ἐν τοῖς ἄνθεσιν εὐλόγως εὔοσμα ταῦθ᾽ ἑκάστων. καὶ διὰ τοῦτ᾽ ἐν τοῖς δένδροις τὰ ἐλάττω τῶν ἀνθῶν εὔοσμα καὶ ἧττον ἐν τοῖς ἄλλοις καὶ τὸ γεῶδες πλέον καὶ ἡ ὑγρότης. εἰ δὲ μὴ ζητητέον αἰτίαν. ἴσως μὲν οὖν καθόλου καὶ ἁπλῶς εἴρηται. εἰ δὲ καθ᾽ ἕκαστον δεῖ σκοπεῖν τὰς εἰρημένας συμμετρίας οὐκ ἂν δόξαιεν ἀλόγως ἐν τῷ ἄνθει τοῖς πλείστοις· ἐνταῦθα γὰρ οἷον πρώτη καὶ ἐλαφροτάτη πέψις τοῦ ὑγροῦ ἀποξηραινομένου θ᾽ ἅμα καὶ μεταβάλλοντος·
§14.4
ὅταν δ᾽ εἰς τὸν καρπὸν ἔλθῃ πλείονος τῆς ὑγρότητος οὔσης οὐκέτι διαμένει τὸ τῆς ὀσμῆς ἐφ᾽ ὧν μὴ φύσει τοιοῦτος ὁ χυλός. ὡς δ᾽ ἐπὶ τὸ πᾶν ἔν τε τῶν οἰνωδῶν τισι καρπῶν ἡ εὐοσμία, τοιοῦτο γὰρ καὶ τὸ μῆλον καὶ τὸ ἄπιον καὶ τὸ μέσπιλον· καὶ τῶν εὐστόμων διὰ δριμύτητός τινος οἷον κεδρίδος τε καὶ τερμίνθου καὶ τῶν τοιούτων· καὶ τῶν λιπαρῶν ὥσπερ ὅ τε τῆς ἐλάτης καὶ τῆς πεύκης καὶ τῆς πίτυος καὶ τῆς δάφνης.
§14.5
τῶν δὲ γλυκέων οὐδεὶς ὡς εἰπεῖν ἢ ἐπὶ μικρόν· ἐπεὶ καὶ τὰ μῆλα τὰ γλυκέα πάντων ἥκιστα εὔοσμα καὶ ὅσῳ ἂν γλυκύτερα ἧττον· ἅμα δὲ καὶ ταῦτ᾽ ἔχει πως οἰνώδη τὸν χυλόν· αἴτιον δ᾽ ὅτι παχύτερος καὶ γεωδέστερος ὁ γλυκὺς χυλὸς ἄλλως τε καὶ ἐν τῷ περικαρπίῳ μεμιγμένος. ἡ δὲ ὀσμὴ λεπτοτέρου καὶ ξηροτέρου καὶ διαπνεομένων μᾶλλόν ἐστιν ὑπὲρ ὧν καὶ ὕστερον διασαφητέον.
§14.6–17.9
§14.6
ἀλλ᾽ ὡς ἐπὶ κεφαλαίων ἐν τούτοις τοῖς γένεσιν ἡ εὐοσμία. τῶν δὲ φύλλων καὶ κλωνῶν καὶ ὅλως τῶν δένδρων καὶ ὑλημάτων ἐν οἷς καὶ δριμύτης τις ὑπάρχει καὶ λιπαρότης ὥσπερ ἀμέλει καὶ οἱ προειρημένοι καρποὶ καὶ ἐπὶ τῶν οἰνωδῶν ἐνίων· ὁ γὰρ τοῦ μυρρίνου καρπὸς εὐώδης, εὔοσμος δὲ καὶ αὐτὴ καὶ εἴ τις ἄλλη τοιαύτην ἔχει δριμύτητα εἴτε λιπαροῦ τινος εἴτ᾽ οἰνώδους εἴτε καὶ ἄλλου χυλοῦ κατὰ τοὺς καρπούς.
§14.7
ὁμοίως δὲ καὶ ἐπὶ τῶν στεφανωμάτων οἷον ἑρπύλλου σισυμβρίου καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ λαχάνων οἷον πηγάνου σελίνου μίνθης τό τε ξηρὸν καὶ δριμὺ καὶ στυπτικόν πως ἔνδηλον οὐκ ἐπὶ τοῖς καρποῖς οὐδ᾽ ἐν τοῖς ἄλλοις ἐχόντων τὴν ὑγρότητα τοιαύτην. ἐν ἅπασι δ᾽ ἐνυπάρχει καὶ τούτοις τὸ κατὰ τὸν διωρισμὸν τοῖς εὐώδεσιν ὥστε τὸ ἔγχυλον ξηρῷ ἀπομιγνύμενον ἐμφαίνειν τινὰ δύναμιν.
§14.8
εὐοσμότερα δὲ καὶ ἡδίω καὶ ὅλα καὶ κατὰ μέρος ἐν τοῖς εὔπνοις καὶ ξηροῖς τόποις ἀφῃρημένου τοῦ ὑδατώδους καὶ τοῦ καταλοίπου πεπεμμένου μᾶλλον. ὡς γὰρ ἁπλῶς εἰπεῖν ἡ ξηρότης οἰκειοτέρα ταῖς ὀσμαῖς καὶ μᾶλλον ἐνταῦθ᾽ ἀποκλίνει πάντα· σημεῖον δὲ καὶ τὸ ἐν ταῖς θερμοτέραις χώραις πλείω γίνεσθαι καὶ μᾶλλον τὰ εὔοσμα· πεπεμμένα γὰρ δῆλον ὅτι μᾶλλον· καὶ ἔνια ξηραινόμενα ὄζει, χλωρὰ δ᾽ οὐκ ὄζει καθάπερ ὁ κάλαμος καὶ ὁ σχοῖνος, τὰ δὲ καὶ μᾶλλον ὄζει ξηρανθέντα καθάπερ ἴρις καὶ ὁ μελίλωτος· οὗτος δὲ καὶ οἴνῳ ῥανθεὶς εὐοσμότερος.
§14.9
οὐ μὴν πάνθ᾽ οὕτως ἀλλ᾽ ἔνια καὶ ἀνάπαλιν· ἃ δεῖ διαιρεῖν· ἁπλῆ δέ τις ἡ διαίρεσις· τῶν μὲν γὰρ ἀσθενεῖς αἱ ὀσμαὶ· τοιαῦτα δὲ ὡς ἐπὶ πᾶν τὰ ἄνθη μάλιστα· ταῦτα μὲν εὐοσμότερα χλωρὰ καὶ πρόσφατα χρονιζόμενα δὲ ἀμβλύνεται διὰ τὴν ἀποπνοήν· ὧν δ᾽ ἰσχυρότεραι, τοιαῦτα δὲ ὅσα γεωδέστερα καὶ ἐν γεωδεστέροις καὶ οὗ μέμικταί τις ὑδατώδης δύναμις, ταῦτ᾽ ἀποξηραινόμενα καὶ παλαιούμενα μέχρι τινὸς, ὡς καὶ τὰ μῆλα τὰ κυδώνια καὶ ὅσα τῶν στεφανωματικῶν δριμείας ἔχει τὰς ὀσμὰς οἷον τὸ ἀβρότονον μάλιστα καὶ τὸ ἀμάρακον καὶ ὁ κρόκος·
§14.10
ἅμα γὰρ ἀποπνεῖταί τε τὸ ὑδατῶδες καὶ ἡ τῆς τροφῆς ἐπιρροὴ παύεται καὶ ὥσπερ πέψιν ἐν ἑαυτοῖς ἔνιά γε λαμβάνει καὶ ἀφαιρεθέντα ἀπὸ τῶν φυτῶν εὐωδέστερα καθάπερ τὰ μῆλα καὶ ἄλλ᾽ ἄττα. συμβαίνει δὲ καὶ τῶν ποιωδῶν ἔνια χλωρὰ μὲν ὄντα μὴ ὄζειν διὰ τὴν ὑγρότητα ξηρανθέντα δὲ καθάπερ ἄλλα τε καὶ τὸ βούκερας. ἐπεὶ καὶ ὁ οἶνος τότε μάλιστα παρίσταται καὶ ὀσμὴν λαμβάνει ὅταν ἀποκριθῇ τὸ ὑδατῶδες αὐτοῦ. τὰ μὲν οὖν τοιαῦτα πάντα παλαιούμενα εὐοσμότερα.
§14.11
τὰ δ᾽ ἀσθενῆ ταχὺ διαπνεῖται καθάπερ τὰ ἴα· καὶ τά γε λευκὰ πικρὰ καὶ κακώδη παλαιούμενα καὶ οὐχ ὥσπερ τὰ ῥόδα διατηρεῖ τὴν εὐοσμίαν ἀποξηραινόμενα μέχρι οὗ ἂν ἐκλίπῃ· πλὴν τὰ μὲν χλωρὰ καὶ πόρρωθεν ὄζει ταῦτα δ᾽ οὔ· τὸ δ᾽ αἴτιον ὅτι κατέσκληκέ πως ἐλλελοιπότος τοῦ οἰκείου θερμοῦ καὶ οὐ δίδωσιν ἀποπνοήν· ἐπεὶ πρός γε τὰς χρείας οἱ μυρεψοὶ καὶ ταῦτα ἀποξηραίνουσι μέχρι τινὸς ὅπως ἄκρατον καταλίπωσι τὴν ὀσμήν. ὁ δὲ μελίλωτος καὶ εἰς πλείω χρόνον εὔοσμος διαμένει.
§14.12
οὐ μὴν ἀλλ᾽ ἔνιά γε τῶν εὐωδῶν ἄγαν καταξηραινόμενα χείρους ἴσχει τὰς ὀσμὰς τῷ δριμυτέρας εἶναι καὶ σκληροτέρας· ἔστι γάρ τις ὥσπερ καὶ οἴνου καὶ ἁπλῶς χυλοῦ σκληρότης καὶ ἰσχὺς οὕτω καὶ ὀσμῶν ὃ καὶ τῶν ἀγρίων ἔνια ὁμογενῆ δοκεῖ πρὸς τὰ ἥμερα πεπονθέναι καθάπερ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τῶν λαχανωδῶν μάλιστα τὸ πήγανον· σκληραὶ γὰρ αἱ ὀσμαὶ καὶ ἀγλυκεῖς, αἱ δὲ τῶν ἡμέρων ἔχουσί τινα ἅμα τῷ ὑφειμένῳ γλυκύτητα καὶ εὐμένειαν. ἔστι γὰρ ὥσπερ ἐν χυμοῖς καὶ ἐν ὀσμαῖς γλυκύτης. σχεδὸν δὲ καὶ αἱ ἄλλαι προσηγορίαι τῶν εἰδῶν ὡς οὐ πόρρω τῆς φύσεως ἑκατέρας οὔσης.
§15.1
Ἀλλὰ γὰρ ποῖαι μέν τινες ὀσμαὶ χρόνιοι καὶ ποῖαι ξηραινομένων εὐοσμότεραι καὶ τἆλλα τὰ τούτοις ὅμοια διὰ τῶν εἰρημένων θεωρείσθω· καὶ γὰρ ὅσα μὴ εἴρηται ῥᾴδιον ἐκ τούτων συνιδεῖν. ὅσα δὲ μὴ κατὰ μέρος εὔοσμα ἀλλ᾽ ὅλα τυγχάνει περὶ τούτων ἀπορήσειεν ἄν τις ὃ καὶ πρότερον ἐλέχθη, διὰ τί τὸ ἄνθος οὐκ εὔοσμον αὐτῶν ἢ οὐ κατὰ λόγον. ἔδει γὰρ καὶ τοῖς ἄλλοις μὴ οὖσιν εὐόσμοις τούτοις μάλιστα διὰ τὸ προϋπάρχειν τὴν φύσιν.
§15.2
αἴτιον δὲ φαίνεται δι᾽ ὅτι πέψις τις ἡ ἄνθησις τὸ δὲ πεττόμενον ἐν μεταβολῇ τοῦ ὑπάρχοντος. ὅσα μὲν οὖν αὐτὰ μὴ ὀσμώδη τούτων πεττομένων τῶν χυλῶν λαμβάνει τινὰ τὸ ἄνθος εὐοσμίαν ἐπείπερ ἡ πέψις ἐν μεταβολῇ· ὅσα δ᾽ εὔοσμα τούτων διὰ τὴν μεταβολὴν ἀναγκαῖον ἐξαλλάττειν τὴν ὀσμήν· ὀσμωδῶν δὲ ὄντων ἧττον εὔοσμον ἔσται τὸ ἄνθος. αὕτη γὰρ ἡ ἐξαλλαγὴ ἔοικεν ὥσπερ ἐξάτμισίς τις εἶναι τῆς προϋπαρχούσης ὀσμῆς καὶ δυνάμεως, δι᾽ ὃ καὶ ἧττόν φασιν ὄζειν τότε. τοῦτο μὲν οὖν εἰ γίνεται σκεπτέον· φέρει γάρ τινα πίστιν.
§15.3
φαίνεται δὲ παρόμοιον συμβαίνειν ὥσπερ ἐπὶ τῶν χυλῶν τῶν τοιούτων τῶν ἐν τέλει καὶ πεπεμμένων πρὸς τοὺς ἀπέπτους ὅταν πυρῶνται καὶ ἡλιῶνται· μεταβολῆς γὰρ γινομένης οἱ μὲν εἰς τὸ βέλτιον οἱ δὲ εἰς τὸ χεῖρον μεταβάλλουσι· τοὺς μὲν γὰρ πέττει τοὺς δ᾽ οἷον ἐξίστησι τὸ θερμόν· ἀνάγκη γὰρ ὅταν ἐν τῷ τέλει γίνηται τὴν μεταβολὴν εἶναι πρὸς τὸ χεῖρον, ὃ δὴ καὶ ἐνταῦθα φαίνεται συμβαῖνον μαλακωτέρας τῆς ὀσμῆς γινομένης· οἷον γὰρ ἄνεσίς τις γίνεται τῆς ἀκράτου. ἅμα δὲ καὶ διυγραίνεσθαι συμβαίνει ξηρὸν ὂν φύσει κατὰ τὴν ἄνθησιν·
§15.4
ὧν γένεσις οὐκ ἄνευ τούτων κἂν ταύτῃ γίνοιτό τις ἄνεσις· εἰ δὲ μὴ ὑγρότης ἀλλ᾽ οἷον γλυκύτης ἐγγίνεται πρὸς τὴν τοῦ καρποῦ γένεσιν· ἅπαντα γὰρ ἐκ γλυκέος γεννᾶται δι᾽ ὃ καὶ τὰ πολλὰ τῶν ἀνθῶν ἐστι γλυκέα. καὶ τοῦτο κατὰ λόγον ἐκλελυμένην τε καὶ θηλυτέραν εἶναι τὴν ὀσμὴν οἷον ἐπιγλυκαίνουσαν ἀφῃρημένης τῆς ἀκράτου δριμύτητος. τούτων μὲν οὖν τοιαύτην τινὰ αἰτίαν ὑποληπτέον.
§16.1
Διὰ τί δ᾽ οἱ ἄγριοι καρποὶ τῶν ἡμέρων εὐοσμότεροι τῶν ὁμογενῶν οἷον μῆλά τε καὶ ἀχράδες καὶ οὖα καὶ μέσπιλα καὶ τἆλλα καὶ αὐτῶν δὲ τῶν μήλων ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς ἡμέροις τὰ στρυφνότατα εὐοσμότατα — καίτοι διὰ πέψιν γινομένης τῆς ὀσμῆς προσῆκεν εὐοσμεῖν τὰ μάλιστα πεπεμμένα — περὶ δὴ τούτων ἔστι μὲν ἁπλῶς εἰπεῖν ὅτι τὰ ἄγρια ὡς σκληρότερα εὐοσμότερα καθάπερ ἐν τοῖς ἄλλοις. ἔστι δὲ καὶ οἰκειοτέρως εἴ τις δύναιτο διελεῖν τὰς πέψεις τήν τε τοῦ χυλοῦ καὶ τὴν τῆς ὀσμῆς ἐν τίνι ἑκατέρα γίνεται· φαίνεται γάρ τινα ἔχειν διαφορὰν εἴθ’ ἑτέρων ὄντων εἴτε τοῦ αὐτοῦ μεταβάλλοντος.
§16.2
τοῦτο μὲν οὖν καθόλου διαίρεσιν ἔχει, πρὸς δὲ τὸ νῦν ἱκανὸν τοσοῦτον ὅπερ καὶ φανερὸν ὅτι ἡ μὲν γλυκύτης καὶ ὅλως ἡ εὐστομία παχύνσει τῶν χυλῶν δι᾽ ὃ καὶ γηράσκοντες οἱ καρποὶ καὶ ἡλιούμενοι πάντες γλυκύτεροι· παχύνονται γὰρ ἀφαιρουμένου τοῦ ὑδατώδους. ἡ δὲ τῶν ὀσμῶν ἐν προτέρᾳ τινὶ καὶ ἀτελεστέρᾳ πέψει. σημεῖον δὲ καὶ ὅτι αὐτὰ τὰ εὐώδη καθάπερ ἄπιοι καὶ μῆλα καὶ τὰ ἄλλα μᾶλλον εὔοσμα γίνεται μὴ τελέως ἐκπεπανθέντα. καίτοι τότε τοῦ χυλοῦ μάλιστα πέψις.
§16.3
καὶ ἔοικε ἐν ταῖς προτέραις μεταβολαῖς τῶν χυλῶν, πλείους γὰρ, εὐοσμία γίνεσθαι καθάπερ ἅμα πνευματική τις οὖσα καὶ οὔπω τοῦ χυλοῦ τὴν οἰκείαν ἔχοντος φύσιν· ὅταν δ᾽ εἰς ταύτην ἐπέλθῃ παχυνθεὶς καὶ πεφθεὶς τὰ μὲν τῆς ὀσμῆς ἐλάττω τὴν δὲ γλυκύτητα τὴν οἰκείαν καὶ ὅλως τὴν τῇ αἰσθήσει πρόσφορον λαμβάνει. τὰ μὲν οὖν ἄγρια μέχρι τῆς προτέρας προϊόντα καὶ τὴν εὐωδίαν ἔχει κατὰ λόγον. τὰ δὲ ἥμερα τελεούμενα τῇ πέψει καὶ εὐτροφοῦντα διὰ τὴν κατεργασίαν μεταβάλλει τοὺς χυλοὺς εἰς γλυκύτητα καὶ εὐστομίαν.
§16.4
ἅμα δὲ καὶ τὴν ὑγρότητα καὶ τὴν ξηρότητα καὶ τὴν πολυτροφίαν καὶ τὴν ὀλιγοτροφίαν καὶ τὴν εὔπνοιαν εἰκός τι συμβάλλεσθαι πρὸς τὰς ὀσμὰς εἴπερ ὅλως καὶ τὰ ξηρὰ καὶ ἐν ξηροῖς καὶ ὀλιγότροφα καὶ ἐν εὔπνοις εὐοσμότερα· μιγνυμένη γὰρ ἡ πλείων ὑγρότης ἀμβλύνει τὴν ὀσμήν· δι᾽ ὃ καὶ ἐν τοῖς παλισκίοις καὶ ἐφύδροις οὐκ εὔοσμα καὶ μάλιστα δὴ τῇ παχύνσει καθάπερ εἴρηται λαμβάνει τὴν μεταβολήν.
§16.5
ὡς δ᾽ ἁπλῶς εἰπεῖν καὶ ξηρότερα τὰ ἄγρια καὶ ὀλιγοτροφώτερα καὶ ἐν εὐπνοίᾳ μᾶλλον καὶ ἐν ἡλιώσει καὶ ἔτι λεπτοχυλότερα καὶ οὐχ ὁμοίως τὸν χυλὸν ἀναμεμιγμένον ἔχοντα τῇ σαρκὶ τοῖς ἡμέροις· ἅπαντα δὴ ταῦτα συμβάλλεται πρὸς εὐοσμίαν. ἰδεῖν δὲ τοῦτ᾽ ἔστι καὶ ἐπὶ τῶν οἴνων· οἱ μὲν γὰρ γλυκεῖς ὅλως ἄοσμοι καὶ οἱ μαλακοὶ, τῶν δὲ ἄλλων οἱ λεπτοὶ μᾶλλον εὐώδεις καὶ θᾶττον τῶν πιόνων παριστάμενοι καὶ παχέων·
§16.6
ἔτι δὲ ἅμα τῇ εὐοσμίᾳ συμβαίνει καθάπερ χωρισμόν τινα γίνεσθαι τοῦ ὑγροῦ καὶ τοῦ γεώδους ὑφισταμένης τῆς τρυγὸς καὶ πρὸς τούτοις ἀποπνοὴν τοῦ ὑδατώδους ὥστε διὰ πάντων εἶναι τὴν εὐωδίαν λεπτότητός τε καὶ χωρισμοῦ καὶ διαπνοῆς· ἐπεὶ καὶ αὐτοῦ τοῦ κεραμίου τὸ πρὸς τῇ τρυγὶ ἧττον εὔοσμον. ἡ δ᾽ αὐτὴ αἰτία καὶ τοῦ θᾶττον παρίστασθαι τοὺς ἠθητικούς τῶν οἴνων· λεπτότεροι γὰρ καὶ ὥσπερ εὐθὺς ἄμικτοι. συνεπιμαρτυρεῖ δὲ καὶ τὸ ἐκ τῶν λεπτοτέρων καὶ εὐείλων καὶ εὐπνόων εὐωδεστέρους γίνεσθαι καὶ ἐκ τῶν πρεσβυτέρων ἢ νεωτέρων· ἔτι δ᾽ ὅσοι πολύοσμοι καὶ ἰσχυροὶ ταῖς ὀσμαῖς οὐκ ἔχουσιν ἐν τῇ γεύσει τὸ μαλακὸν ὡς οὐκ οὔσης ἅμα τῆς τε κατὰ τὸν χυλὸν εὐστομίας καὶ πολυοσμίας καὶ ἰσχύος.
§16.7
ὅπερ καὶ ἐπὶ τῶν μύρων καὶ ἐπὶ τῶν θυμιαμάτων καὶ ἐπὶ τῶν στεφανωμάτων καὶ ἐπὶ τῶν ἄλλων τῶν εὐόσμων συμβαίνει· πάντα γὰρ πικρὰ καὶ δύσχυμα τὰ τοιαῦτα καθάπερ αἱ ἀμυγδάλαι. καὶ οἱ ὀρεινοὶ δὲ τῶν οἴνων ὀσμὴν μὲν ἔχουσιν ἔνιοι σκληροὶ δὲ καὶ οὐκ εὔχυλοι. ἐξ ἁπάντων οὖν τούτων δῆλον ὡς ἕτερον τὸ τὴν εὐοσμίαν ποιοῦν. ἐὰν οὖν συμμετρίαν τινὰ λάβῃ τῆς κράσεως ἥδιστον τὸ ἐξ ἀμφοῖν ἄλλως τε καὶ ὧν κατὰ τὴν γεῦσιν ἡ ἀπόλαυσις. ἐπεὶ καὶ τῶν ἐν ταύτῃ ἀγρίων τινῶν ἔφαμεν λυπεῖν τὸ δριμὺ καὶ ἄκρατον ὥσπερ ἑρπύλλου καὶ ἀβροτόνου καὶ πηγάνου· μιχθείσης δὲ ὑγρότητος συμφύτου μᾶλλον εὔστομον γίνεται εὐχυλοτέρων γινομένων· ἐὰν δὲ ὑπεραίρῃ θάτερον ἐπιζητοῦμεν τὸ ἐλλεῖπον· ἅμα γάρ πως ἡ ἀπόλαυσις ἐν τοῖς τοιούτοις τῶν γευστῶν ὀσμῶν καὶ χυλῶν.
§16.8
χρὴ δὲ πειρᾶσθαι καθόλου διαιρεῖν ὥσπερ εἴπομεν εἰ ἐν τῷ χυλῷ μὲν ἡ εὐστομία καὶ ἡ γλυκύτης ἀπὸ τοῦ χυλοῦ δὲ ἡ ὀσμὴ ποῖος ἑκάτερος καὶ πῶς ἔχων. ἐκεῖνο δ᾽ οὖν φανερὸν ἐκ τῶν εἰρημένων ὅπερ ἐξ ἀρχῆς ἠπορήθη διὰ τί οἱ ἄγριοι τῶν καρπῶν εὐοσμότεροι. φαίνεται δὲ κἀκεῖνο συμφωνεῖν ὥστε ἐν τοῖς ἀτέλεσι καὶ τοῖς στερητικοῖς χυλοῖς μᾶλλον εἶναι τὴν εὐοσμίαν εἴ γε τὰ μὲν πικρὰ τὰ δὲ δριμέα τὰ δ᾽ αὐστηρὰ τὰ δὲ στρυφνὰ τὰ δὲ ἄλλας ἔχοντα δυσχερείας. οὐκ ἀλόγως δ᾽ ἴσως· ἡ ἀποπνοὴ γάρ τις μᾶλλον ἀπὸ τούτων ὥστ᾽ ἐὰν μὲν εὔκρατα λάβῃ σύμμετρον εἶναι πρὸς τὴν ὄσφρησιν ἐὰν δὲ ὑπερβάλλοντα δυσχερῆ καὶ βαρεῖαν ἤδη. καὶ οὐκ ἂν δόξειεν ἐν στερήσει τοιοῦτον εἶναι γένος ἀλλ᾽ ἑτέραν τινα φύσιν ἔχειν εἴ γε ἔνια ποιητικὰ τῶν ἄκρων. ἡ μὲν οὖν εὐοσμία διὰ τοῦτο ἐν τοῖς μὴ γλυκέσι καὶ δυσχύλοις μᾶλλον ὡς εἰπεῖν. τῶν δ᾽ ὀσμῶν ἡ μὲν ἰσχὺς ἑκάστων δῆλον ὅτι κατὰ τὴν ὑποκειμένην φύσιν.
§17.1
Οὐ μὴν ἀλλ᾽ ἔνιά γε τῶν ἀνθέων ἐξ ἀποστάσεως ἢ πλησίον ἐλθοῦσιν εὐοσμότερα καθάπερ καὶ τὰ ἴα δοκεῖ. τὸ δ᾽ αἴτιον ὅτι πρὸς μὲν τὰ πόρρω καθαρὰ φέρεται καὶ ἀμιγὴς ἡ ὀσμὴ πλησίον δ᾽ ὄντων ὅτι συναπορρεῖ τινα καὶ ἀπὸ τῶν ἄλλων μορίων ἅπερ οὐ διϊκνεῖται πρὸς τὰ πόρρω διὰ τὸ γεωδέστερα καὶ παχύτερα εἶναι. καθόλου γὰρ ταῖς μὲν ἀσθενέσι τῶν ὀσμῶν ἡ ἀμιξία τῶν δ᾽ ἰσχυροτέρων ἐνίαις αἱ μίξεις αἱ οἰκεῖαι χρησιμώτεραι καθάπερ τοῖς χυλοῖς οἷον καὶ τῇ σμύρνῃ·
§17.2
δοκεῖ γὰρ ἄμεινον θυμιᾶσθαι καταβραχεῖσα μελικράτῳ ἢ γλυκεῖ· μαλακωτέρα γὰρ ὀσμὴ κεραννυμένη καὶ γλυκυτέρα γίνεται. ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν χυλῶν. ἔνιοι γὰρ δέονται μίξεως πρὸς εὐστομίαν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἕωθεν καὶ ὀσμαὶ πλεῖσται καὶ ἀκρατέστεραι, προσιούσης δὲ τῆς μεσημβρίας ἧττον, μεσημβρίας δ᾽ ἥκιστα διὰ τὸ ἀναξηραίνειν τὸν ἥλιον.
§17.3
ὡς δ᾽ ἐν ταῖς τῆς ἡμέρας ὥραις ὁμοίως καὶ ἐν ταῖς τοῦ ἐνιαυτοῦ κατὰ λόγον πλὴν εἴ τινων ὀσμαὶ καὶ πεπάνσεις κατ᾽ ἄλλην ὥραν ἢ εἴ τινων αἱ κράσεις τοῦ ἀέρος σύμμετροι πρὸς τὰς ὀσμὰς, ὅπερ καὶ καθ᾽ ἑσπέραν ἐστὶν ἐπὶ τῆς ἑσπερίδος καλουμένης· αὕτη γὰρ τῆς νυκτὸς ὄζει μᾶλλον. κατὰ δὲ τὰς ἡλικίας οὐκ ἐν ταῖς ἄκραις ἀλλ᾽ ἐν ταῖς ἀκμαῖς εὐοσμότατα μικρόν τε παρεγκλίνοντα τὴν ἀκμήν.
§17.4
οὐ γὰρ ἴσως ἡ αὐτὴ χυλοῦ καὶ ὀσμῆς πέψις. τὸ μὲν γὰρ νέον ἅτε πλείω τροφὴν ἐπισπώμενον οὐ πέττει τὸ δὲ γεγηρακὸς ἐξασθενεῖ δι᾽ ἔνδειαν θερμότητος. οὐ μὴν ἀλλὰ ταῦτά γε εὐοσμότερα τῶν νέων· ἐλάττων γὰρ ἡ ὑγρότης ὥστ᾽ ἐπικρατεῖ μᾶλλον ὥσπερ καὶ τὰ ἐν ταῖς χώραις ταῖς λεπτογείοις. ὡς δ᾽ ἁπλῶς εἰπεῖν τὰ ἐν τῇ ἀκμῇ καὶ πρὸς εὐχυλίαν ἄριστα καὶ πρὸς εὐοσμίαν ὧν ἑκατέροις ἐνταῦθα τὸ τέλος.
§17.5
ἐν δὲ τοῖς ψύχεσι καὶ πάγοις ἀμβλύτεροι καὶ οἱ χυλοὶ καὶ αἱ ὀσμαὶ διὰ τὴν πῆξιν· πεπηγότα γὰρ οὐ διαδίδωσιν. ἅμα δὲ καὶ ἀφανίζεταί πως ὑπὸ τοῦ ψύχους κατακρατοῦντος μᾶλλον κἀκεῖνα καὶ ἡ αἴσθησις· ἀμφότερα γὰρ ἐξίστησιν ἐκεῖνα δὲ μᾶλλον. ἐπεὶ καὶ τῶν καρπῶν ἐξαιρεῖται τὴν γλυκύτητα διατμίζον τῇ πήξει καὶ ἐξαεροῦν. ὡσαύτως δὲ καὶ ἡ τῶν καυμάτων ὑπερβολὴ τοὺς χυλοὺς λυμαίνεται· τὰ μὲν γὰρ κατακάει τὰ δὲ οὐ πέττει τὰ δ᾽ ὥσπερ σήπει καὶ διυγραίνει καθάπερ καὶ ἐπὶ τῶν συκῶν ἐλέχθη· τὰς δ᾽ ὀσμὰς ἴσως ἐνίων μᾶλλον διατηρεῖ.
§17.6
τάχα δὲ καὶ ποιεῖ τάς γε ἐν τοῖς ξηροῖς γινομένας, ἄκρατοι γὰρ αὗται. πολλὰς δὲ καὶ φθείρει· τὰς δ᾽ ἐν τοῖς καρποῖς ἐγχυλοτέρας καὶ μεμιγμένας τινὰς εἶναι μὴ πεπαινομένων δὲ καλῶς οὐ γίνεσθαι. τὸ δ᾽ ὅλον ἐν συμμετρίᾳ τινὶ τὴν μίξιν ὑπάρχειν καὶ ἐμφαίνεσθαί πως τὴν τοῦ ξηροῦ φύσιν ἐν ταῖς ὀσμαῖς. τοῦτο γὰρ τὸ τὰς ὀσμὰς ποιοῦν ἢ πάντων ἤ τινων· ὅπερ φανερὸν εὐθὺ καὶ ἐπὶ τῆς γῆς ἐστιν ἐν τοῖς τοιούτοις ὑετοῖς. διακεκαυμένης γὰρ ἐν τῷ θέρει τὸ θερμόν πως καὶ τὸ ὕδωρ ποιεῖ τὴν εὐωδίαν.
§17.7
ταῦτα δὲ ποιεῖ καὶ ἐν ἄλλοις. καὶ γὰρ τὸ περὶ τὴν ἴριν λεγόμενον ὡς ὅπου ἂν κατάσχῃ ποιεῖ τὰ δένδρα καὶ τὸν τόπον εὐώδη τοιοῦτόν ἐστι· ποιεῖ γὰρ οὐ πάντως ἀλλ᾽ ἐὰν ὕλη τις ᾖ νεόκαυτος οὐδ᾽ ἴσως καθ᾽ αὑτὴν ἀλλὰ τρόπον τινὰ κατὰ συμβεβηκός· ἐφύει γὰρ ὅπου ἂν ἐπιστῇ· πεπυρωμένης γὰρ τῆς ὕλης ἡ κατάμιξις ποιεῖ τινα ἀτμίδα καὶ εὐωδίαν· οὐδὲ γὰρ οὐδὲ γίνεται πλῆθος ὕδατος ἀλλ᾽ ὡς ἐπὶ τὸ πολὺ ψεκὰς ὥστε συμμετρίαν εἶναι πρὸς τὴν θερμότητα καὶ ξηρότητα. δεῖ δὲ καὶ αὐτὴν τὴν ὕλην ποιάν τινα προϋπάρχειν, οὐ γὰρ ἐν πάσῃ καὶ πάντως.
§17.8
ὅλως δὲ καὶ ἐν ἄλλοις ἡ πύρωσις καὶ ἡ κατάμιξις τῶν πεπυρωμένων ποιεῖ τινας εὐωδίας καὶ τὸ ὅλον ὀσμὰς ἐὰν ἔχῃ τὸ σύμμετρον. ἐπεὶ καὶ τὰ θυμιάματα ταῦτα πυρωθέντα ἀνίει εὐωδίας μαλακῇ δὲ καὶ οὐ κατακαιούσῃ· τὸ γὰρ σύμμετρον οὕτω πρὸς ὀσμὴν ἐκείνως δὲ φθορά.
§17.9
πάρεγγυς δὲ καὶ ταὐτό πως τούτῳ εἰ ἔστι μὲν τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων εὔοσμα πολλὰ ζῶον δὲ οὐδὲν εἰ μὴ τὴν πάρδαλίν φασι καθάπερ ἐλέχθη τοῖς θηρίοις. τὰ μὲν γὰρ θερμὰ καὶ ξηρὰ τὴν φύσιν ὥστε λεπτοτέρα καὶ καθαρωτέρα τις ἡ αὐτῶν ἀποπνοὴ, τὰ δ᾽ ἐν ὑγρότητι πλείονι καὶ ὑλωδεστέρᾳ δι᾽ ὃ καὶ ἡ ἀποπνοὴ τοιαύτη καὶ ὅλως ἡ τροφὴ τῶν μὲν ἁπλῆ καὶ ἀπερίττωτος τῶν δὲ ποικίλη καὶ περιττωματική.
§17.10–20.4
§17.10
συμβάλλεται δέ τι καὶ τοῦτο πρὸς εὐοσμίαν ὅταν ἡ φύσις ἅμα προϋπάρχῃ ποιά τις, ἀρχὴ γὰρ αὕτη καὶ πρῶτον· ἐπεὶ οὐδὲ τὰ δένδρα πάντα εὐώδη διὰ τὸ μὴ τὰς ὁμοίας ἔχειν κράσεις. τάχα δὲ καὶ ἡμῖν οὐκ ἔνδηλον ἐκ τῶν ζώων τὸ εὔοσμον διὰ τὸ χειρίστην εἶναι τὴν ὄσφρησιν· ἐπεὶ τά γ᾽ ἄλλα καὶ πόρρωθεν αἰσθάνεται καὶ τὸ σύνεγγυς ἀκριβέστερον· ἢ καὶ τὰ μὲν ἴσως αὐτοῖς εὐώδη τὰ δὲ καὶ ἀηδῆ πάντα φαίνεται καθάπερ καὶ ἡμῖν ἕτερα ἑτέρων μᾶλλον ἔνια δὲ καὶ ὅλως φεύγομεν.
§17.11
ἀλλ᾽ ἐκεῖνο ἄτοπον ὃ καὶ πρότερον εἴπομεν εἰ τὸ ἡμῖν κακῶδες καὶ ἄοσμον ἐκείνοις εὔοσμον γίνεται· τάχα δ᾽ οὐκ ἄτοπον. ὁρῶμεν δ᾽ οὖν τοῦτο καὶ ἐφ᾽ ἑτέροις συμβαῖνον οἷον ἐν αὐταῖς εὐθὺ ταῖς τροφαῖς ὧν μάλιστ᾽ ἄν τις αἰτιάσαιτο τὰς κράσεις ἀνωμαλεῖς γε οὔσας. ἐπεὶ τά γε σχήματα Δημοκρίτου καθάπερ ἐλέχθη τεταγμένα ἔχοντα τὰς μορφὰς τεταγμένα καὶ τὰ πάθη καὶ ἐχρῆν ποιεῖν. ἀλλὰ ταῦτα μὲν οὕτω λεκτέον.
§17.12
ὃ δὲ καὶ μικρῷ πρότερον ἐλέχθη καὶ νῦν πάλιν εἴπωμεν ὅτι καὶ ἡ εὐοσμία καὶ ἡ εὐχυμία ζητεῖ τινα καὶ χώρας καὶ ἀέρος ποιότητα καὶ τροφῆς. δεῖ γὰρ μήτε ὑπερβάλλειν μήτ᾽ ἐλλείπειν μήτε ἀλλοτρίαν εἶναι τοῖς ὑποκειμένοις τὴν τροφὴν ὡς τὸ μὲν πλῆθος κωλύει τὴν πέψιν τὸ δ᾽ ἐνδεὲς οἷον ὕλην οὐκ ἔχει τὸ δὲ μὴ οἰκεῖον οὐ ποιεῖ τὸ τῆς φύσεως. τοῦτο δὲ μάλιστα ἐν τῷ ποιόν τι τὸ ἔδαφος εἶναι καὶ τὸν ἀέρα καὶ τὴν θερμότητα τοῦ ἡλίου· ταῦτα γάρ ἐστι τὰ τὰς τροφὰς καὶ τὰς πέψεις οἵας δεῖ ποιοῦντα. πρὸς ἑτέρους δὲ καρποὺς καὶ χυλοὺς ἑτέρα καὶ διάφορος.
§17.13
ὅτι δὲ ἀληθὲς τὸ λεγόμενον ἐκ πολλῶν φανερόν. ἄλλα γὰρ ἐν ἄλλῃ χώρᾳ καὶ εὔοσμα καὶ εὔχυλα καὶ κάρπιμα καὶ ἄκαρπα καὶ βλαστητικὰ καὶ ἀβλαστῆ. καὶ γὰρ ἂν ταῦθ᾽ ὑπὸ τὴν αἰτίαν τὴν αὐτὴν πίπτοι περὶ ὧν οὐδὲν ἕτερον ἄν τις αἰτιάσαιτο παρὰ τὴν ἐκ τοῦ ἀέρος κρᾶσιν καὶ τὴν ἐκ τοῦ ἐδάφους τροφήν. καὶ γὰρ τὰ κωλύοντα καὶ αὔξοντα ταῦτα καὶ τὰ τὴν πέψιν ποιοῦντα καὶ εὐχυλίαν. ἐπεὶ δὲ καὶ αἱ ὀσμαὶ καὶ οἱ χυλοὶ πολυειδεῖς διὰ τοῦτ᾽ οὐ μία κρᾶσις οὐδὲ μία τροφὴ πᾶσι πρόσφορος ἀλλ᾽ ἑκάστοις ἡ πρὸς τὴν ἰδίαν φύσιν.
§18.1
Ὅθεν καὶ ταύτης τῆς ἀπορίας λύσις διὰ τί ποτε μᾶλλον ὄντων εὐόσμων τῶν θερμῶν τόπων οὐχ ἅπαντα ἐν ἅπασι τοῖς θερμοῖς τὰ εὔοσμα, ἔτι δὲ μᾶλλον διὰ τί ποτε τὰ μὲν παρὰ τοῖς ἄλλοις ἄοσμα παρὰ τούτοις εὔοσμα καθάπερ κάλαμος καὶ σχοῖνος ἐν Συρίᾳ, τὰ δὲ παρὰ τοῖς ἄλλοις εὔοσμα παρ᾽ ἐκείνοις οὐδὲν μᾶλλον ὡς δέ τινές φασι καὶ ἧττον· καίτοι κατὰ λόγον καὶ ταῦτα μᾶλλον· ὑπὸ γὰρ τὴν λεχθεῖσαν αἰτίαν ἅπαντα ταῦτ᾽ ἐστίν. ἡ γὰρ ἀνωμαλία τοῦ ἀέρος καὶ τῆς τροφῆς ἑτέρων ὄντων τῶν εἰδῶν ἄλλη πρὸς ἄλλους ἁρμόττει.
§18.2
διὰ τοῦτο γὰρ καὶ αὐτῆς τῆς Συρίας βραχύς τις τόπος καὶ τοῦ καλάμου καὶ τοῦ σχοίνου. καὶ πάλιν τὸ ὀποβάλσαμον καὶ τῶν ἄλλων τῶν τὰς εὐοσμίας ποιούντων πρὸς μὲν τὴν οἰκείαν πρὸς δὲ τὰ παρὰ τοῖς ἄλλοις εὐώδη παραπλησίαν ἢ χείρω κρᾶσιν ἔχει. καθάπερ συμβαίνει καὶ ἐπὶ καρπῶν· οὐ γὰρ ἴσης πάντα δεῖ θερμότητος οὐδ᾽ ὁμοίας ἀλλὰ τὰ μὲν πλείονος τὰ δὲ ἐλάττονος καὶ μαλακωτέρας ὥσπερ καὶ ἐπὶ τῶν ἑψομένων καὶ ὅλως τῶν κατὰ τὰς τέχνας γινομένων.
§18.3
ἐνιαχοῦ δὲ καὶ τοῖς καθ᾽ ἕκαστα εὔδηλον· ἐν Αἰγύπτῳ γὰρ χείριστα τὰ ἄνθη καὶ τὰ στεφανώμαθ᾽ ὡς εἰπεῖν ὅτι ὁ ἀὴρ ὁμιχλώδης καὶ δροσοβόλος. ἐν δὲ ταῖς τοιαύταις χώραις οὐ γίνεται τὸ ὅλον εὐωδία διὰ τὸ μὴ γίνεσθαι πέψιν ἀλλὰ μᾶλλον ἐν ταῖς καταξήροις, ἐν ταύτῃ γὰρ ἐκπέττουσιν· ἐπεὶ τὰ περὶ Κυρήνην διὰ ταῦτα εὔοσμα τά τ᾽ ἄλλα καὶ μάλιστα τὸ ῥόδον καὶ ὁ κρόκος. ἡ γὰρ χώρα λεπτὴ καὶ ξηρὰ καὶ οὐκ ἄγαν θερμὴ καθαρῷ δὲ τῷ ἀέρι καὶ ἀνύδρῳ. πρὸς εὐωδίαν δὲ αἱ τοιαῦται τροφαὶ συμμετροῦνται· τὸ δὲ ῥόδον καὶ ὁ κρόκος ὀλιγότροφα δι᾽ ὃ καὶ τῶν ἄλλων εὐοσμότερα.
§18.4
θαυμασιώτερον δ᾽ ἐν Αἰγύπτῳ τὸ περὶ τὰς μυρρίνας ὅτι τῶν ἄλλων ὄντων ἀόσμων ὑπερβάλλουσιν αὗται τῇ εὐοσμίᾳ· καὶ γὰρ ἡ ξηρότης καὶ ἡ θερμότης οὐχ ἧττον ἀλλὰ μᾶλλον ἔν τισιν ὑπάρχει τῶν λοιπῶν καὶ τὰ ἄλλα δὲ σχεδὸν τὰ κατὰ τὴν αἴσθησιν. ἔστι μὲν δὴ καί τι γένος ἴσως ὃ μεταφυτευόμενον εἰς ἑτέρας χώρας οἷον Κύπρον Ῥόδον Κνίδον ἐμφαίνει τι τῆς δυνάμεως· οὐθὲν μέντοι τῶν αὐτῶν ἀλλὰ καὶ πλατυφυλλοτέρα γίνεται, λεπτὴ γὰρ ἐκείνη, καὶ τὴν εὐωδίαν οὐκ ἐγγὺς πρὸς ἐκείνην.
§18.5
οὐ μὴν ἀλλὰ τό γε πλεῖστον ἐν τῇ χώρᾳ τὸ αἴτιον καὶ τὴν ἰδιότητα ποιεῖ πρὸς τὰ ἄλλα τὴν θαυμαζομένην. τὸ γὰρ αὖ πάλιν μικρόκαρπον εἶναι μήτε λευκὴν ἀλλὰ μέλαιναν οὐχ ὑπεναντίον πρὸς τὴν εὐωδίαν· ἄμφω γὰρ ἡ ξηρότης· αἰτιῶνται δὲ ὡς μικρόμυρτον διὰ τὸ μὴ γίνεσθαι τὸ οὐράνιον ὕδωρ ὡς ἐπιζητοῦντα τὸν καρπὸν, τὰς δὲ δρόσους οὐ βοηθεῖν.
§18.6
τοῦτο μὲν οὖν καὶ εἴ τι τοιοῦτον ἕτερον ᾧ συμβαίνει δυνάμεις ἰδίας ἔχειν παρὰ τὰ ἄλλα κατὰ τόπους ἐνίους ἰδιωτέρων δεῖται λόγων. ὁ γὰρ κοινὸς ὅτι πολλὰς ἀνωμαλίας αἱ χῶραι φέρουσιν ἀληθὴς μὲν προσαπαιτεῖ δὲ καὶ τὰς οἰκείας δυνάμεις καὶ διαφοράς. ἔοικεν οὖν ὁμοίως καὶ τὸ ἐν Κιλικίᾳ περὶ τὰς ῥόας συμβαῖνον· ὡς γὰρ ἐκεῖ περὶ τὸν χυλὸν ἐνταῦθα περὶ τὴν ὀσμὴν ἡ δύναμις καὶ ἡ ἰδιότης.
§18.7
ἐκεῖ μὲν οὖν αἰτιάσαιτ᾽ ἄν τις τὴν τοῦ ποταμοῦ γειτνίασίν τε καὶ φύσιν· ἡ γὰρ ῥόα φίλυδρον καὶ μεταβάλλειν φασὶν ἐξ ὀξέος εἰς γλυκὺν ἐὰν ἔχῃ πολυϋδρίαν ὥστ᾽ εἰ διαρρέων ὁ ποταμὸς ἅμα τῷ πλήθει καὶ τῇ ποιότητι ποιεῖ τοιαύτην μεταβολὴν οὐδὲν ἄτοπον. ἐνταῦθα δὲ πειρᾶσθαί γέ τινα δεῖ ζητεῖν αἰτίαν ἥτις οἰκεία πρὸς τὴν εὐοσμίαν· ἔοικε δὲ μάλιστα τοιαύτη τις εἶναι συντιθεμένων εἰς ταὐτὸ πάντων οἷον τοῦ τε κοινοῦ καὶ τοῦ ἰδίου γένους τῆς μυρρίνης καὶ τοῦ ἐδάφους καὶ τοῦ ἀέρος.
§18.8
αὐτό γε τὸ φυτὸν ὅλως ξηρὸν καὶ τὸ γένος τοῦτο μᾶλλον τῶν ἄλλων. δηλοῖ δὲ ἡ στενοφυλλία καὶ ἡ μικροκαρπία καὶ ἡ χρόα τοῦ καρποῦ, πάντα γὰρ ταῦτα ξηρότητος. τὸ δὲ ξηρὸν ὀλίγον ὑγρὸν ἔχει τὸ δ᾽ ὀλίγον εὔπεπτον ἡ εὐωδία δ᾽ ἐν πέψει τῇ πρὸς ὄσφρησιν αὕτη δ᾽ ἀγλυκὴς καὶ οὐκ εὔχυλος.
§18.9
ἀπὸ μὲν οὖν τοῦ φυτοῦ ταῦτα προϋπάρχοντα ἀπὸ δὲ τοῦ ἐδάφους καὶ τοῦ ἀέρος ὅτι τὸ μὲν ξηρὸν ὁ δ᾽ ἀὴρ μαλακὸς ἄμφω δὲ ταῦτ᾽ εἰς πέψιν τὸ μὲν τῷ συνέψειν ὁ δὲ τῷ καθυγραίνειν. ἐπεὶ καὶ ἐνταῦθα αἱ ἄγριαί τε τῶν ἡμέρων εὐοσμότεραι καὶ αἱ ἐν προσείλοις τῶν ἐν παλισκίοις καὶ μάλισθ᾽ αἱ πρὸς μεσημβρίαν. ἅπασαι δ᾽ αὗται τροφὴν ἐλάττω καὶ τὸ πέττον πλέον ἔχουσιν δι᾽ ὃ καὶ οὐδ᾽ εὐαυξεῖς εἰς μῆκος ἀλλὰ θαμνωδέστεραι. καὶ γὰρ πάχος λαμβάνουσι καὶ σχίζονται μᾶλλον διὰ τὸ πολλὰς λαμβάνειν ἀρχὰς πέττοντος τοῦ θερμοῦ καὶ μερίζονται πανταχῆ· τῶν δ᾽ ἐν τοῖς παλισκίοις εἰς ἓν μόνον ἡ ὁρμὴ δι᾽ ὃ καὶ μήκη μὲν αἱ ῥάβδοι μᾶλλον λαμβάνουσι πάχη δ᾽ οὔ, καὶ ἐκ τούτων αἱ βακτηρίαι καθάπερ ἄλλοθί τε καὶ ἐν Σκιάθῳ.
§18.10
κοινὸν δὲ τοῦτο ἴσως ἐπὶ πάντων τῶν δένδρων ἐστί. λοιπὸν δ᾽ οὖν εἰπεῖν διὰ τί ταῦτα οὐκ εὐώδη· τούτων δ᾽ αἰτιατέον δρόσον τὴν πρόσειλον. αὕτη δὴ πολλὴ πίπτουσα καθυγραίνει τὰ μὲν ἄνθη καὶ ὑγρότερα τὴν φύσιν ὄντα μᾶλλον τὰ δὲ ἄμικτα καὶ ξηρὰ ἔλαττον καὶ ἀσθενέστερον, δι᾽ ὃ καὶ κρατεῖται μᾶλλον ἀπὸ τῆς αὐτῆς ὑγρότητος. ὁ δὲ μύρρινος σημεῖον δὲ καὶ τὸ εἰρημένον ὑπέρ αὐτοῦ· μικρόκαρπος γὰρ εἶναι δοκεῖ διὰ τὸ μὴ λαμβάνειν τὸ κατὰ κεφαλῆς ὕδωρ ἱκανόν. ὥστε τοῦ μὲν μυρρίνου διὰ τούτων πειρατέον ἀναζητεῖν τὰς αἰτίας.
§18.11
τῶν δ᾽ ἐν τοῖς ψυχροῖς εὐόδμων τὴν θερμότητα τὴν ἐν τῇ γῇ νομιστέον εἶναι· πανταχοῦ γὰρ τὸ θερμὸν τὸ πέττον ἄλλοτε μὲν ἐκτὸς προσπίπτον ὁτὲ δὲ κατακλειόμενον ὥσπερ καὶ ἐν τῇ τῆς ὀπώρας πεπάνσει· παραπλήσιον γὰρ τὸ συμβαῖνον· ἀντιπεριϊσταμένη γὰρ ἡ θερμότης εἰς τὴν γῆν καὶ συνελαυνομένη πέττει. δεῖ δὲ καὶ τὴν γῆν μήτε πηλώδη μήτε πίειραν εἶναι μήτε γλίσχραν· διὰ γὰρ τὴν ὑγρότητα καὶ τὴν γλισχρότητα οὐχ ὁμοίως ἐργάσεται τὸ θερμὸν, ἀλλὰ χρὴ τοιαύτην ὥστε μήτε τὸ ἐκ τοῦ ἀέρος δέχεσθαι ψυχρὸν τό τε ἐν αὐτῇ θερμὸν ἀποστέγειν καὶ τηρεῖν.
§18.12
διὰ τοῦτο γὰρ καὶ ἐν τῇ Ἰλλυρίδι βελτίων ἡ ἴρις ἢ ἐν Μακεδονίᾳ, ἐν δὲ τῇ Θράκῃ καὶ ταῖς ἔτι ψυχροτέραις ἅμα καὶ ἀπεπτοτέραις ὅλως ἄοσμος· καὶ γὰρ ἡ γῆ πίειρα καὶ ἡ ὑγρότης πολλὴ καὶ ὁ χειμὼν ἔκτοπος· ἐν δὲ ταῖς ἀλεειναῖς καὶ λεπταῖς διὰ τὴν μαλακότητα τοῦ ἀέρος ἄοδμος· οὐκ ἴση γὰρ ἡ ἀντιπερίστασις. ἐξ ἀμφοῖν δὲ ζητητέον ὥσπερ καὶ ἐν τοῖς ὑπὲρ γῆς εὐόδμοις καὶ ἐκ τοῦ ἐδάφους καὶ ἐκ τοῦ ἀέρος τὰς δυνάμεις τὰς εἰς τὴν πέψιν συνεργούσας. ὑπὲρ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.
§19.1
Τὰς δ᾽ ὀσμὰς ἤδη τὰς ἀπ᾽ ἀλλήλων οἱ καρποὶ μὲν οὐχ ἕλκουσιν οὐδ᾽ ὅλως οὐδὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὥστε γε καὶ ποιεῖν τι δῆλον. ὥστε καὶ παραφυτεύομέν γ᾽ ἔνια τῶν δριμέων οἷον σκόρδα καὶ κρόμυα τοῖς στεφανώμασι· φασὶ γὰρ ὠφελεῖν εἰς εὐωδίαν. τοῦτο δ᾽ εἴπερ ἀληθὲς δυοῖν θάτερον αἰτιάσαιτ᾽ ἄν τις ὡς τὸ κακῶδες ἀφαιρουμένων. ἕκαστον γὰρ δὴ τρέφεται τῷ οἰκείῳ καὶ ἕλκει τὸ συγγενὲς, ἀφαιρεθέντος δὲ τοῦ ἀλλοτρίου καθαρώτερον καὶ εὐωδέστερον τὸ λοιπόν· ἢ ὡς καταξηραινόντων τὸν τόπον διὰ τὴν θερμότητα καὶ πολυτροφίαν· ἐν δὲ τοῖς ξηροῖς ἅπαντα εὐοδμότερα. τοῦτο μὲν οὖν ὡς ἂν καθ᾽ ὑπόθεσιν εἰρήσθω.
§19.2
οἱ δὲ χυλοὶ χωρισθέντες ἕλκουσι, καὶ μάλιστα τό τε ἔλαιον καὶ ὁ οἶνος. ὃ δὴ καὶ ἄλογον φαίνεται τί δή ποτε τὸ μὲν ὕδωρ καὶ λεπτομερὲς ὂν τοῦτο καὶ ἄοδμον καὶ ἄχυμον καὶ ὅλως ὂν διειδὲς οὐ δέχεται τὰ δὲ καὶ ἔγχυμα καὶ ὀδμώδη καὶ παχύτερα δέχεται ὁ δὲ οἶνος καὶ μὴ ἐμβαλλομένων ἀλλὰ πλησίον ὄντων· ἕλκει γὰρ τῷ ἔχειν τινὰ θερμότητα ἐν ἑαυτῷ· τοῦτο γὰρ τὸ ἕλκον, τὸ δ᾽ ὕδωρ ἥκιστα ἔχει, φύσει γὰρ ψυχρόν.
§19.3
δεῖ δὲ τὸ δεξόμενόν τε ἅμα καὶ διατηρῆσον μὴ οὕτω λεπτόν τι ὡς στεγνὸν καὶ φυλακτικόν τι εἶναι· τὸ μὲν γὰρ διΐησιν ὥσπερ ἠθμὸς οὐκ ἔχον ᾧ στέγει· τὸ δὲ σωματωδέστερον καὶ πυκνότερον εἴς τε τὸ δέξασθαι καὶ τηρεῖν εὐφυὲς πρὸς ἄμφω συμμετρίαν ἔχον, ἅπερ ἀμφότερα τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ συμβέβηκε. καὶ οἱ μυρεψοὶ δὲ τὰς ὀσμὰς εἰς τὸ ἔλαιον τίθενται· καὶ γὰρ ἄλλως ἁρμόττον πρὸς τὴν χρείαν καὶ ἅμα δύναται μάλιστα θησαυρίζειν διὰ τὴν ἀμεταβλησίαν· τὸ δὲ ὕδωρ εὐθὺς διαπνεῖ καὶ ὥσπερ ἐκπλύνει καὶ διΐστησιν. ἡ δὲ λεπτότης ὥσπερ εἴπομεν οὐ χρήσιμος, ἐπεὶ οὐδ᾽ ὁ ἀὴρ δύναται κατέχειν ἀλλὰ διαπέμψαι μόνον.
§19.4
τῶν δὲ ξηρῶν μάλιστα μὲν ὅσα μανὰ καὶ ἄοσμα καὶ ἄχυλα καθάπερ ἔρια καὶ τὰ ἱμάτια καὶ εἴ τι ἄλλο τοιοῦτον· οὐ μὴν ἀλλὰ καὶ ὅσα χυλοὺς ἔχει καὶ ὀσμὰς ὥσπερ καὶ τὸ μῆλον· καὶ γὰρ τοῦτο δέχεται καὶ ἕλκει τὰς ἐκ τῶν χυλῶν ὀσμάς· ἔγχυλον γὰρ αὐτὸ μᾶλλον· χρὴ γὰρ ὡς ἁπλῶς εἰπεῖν μήτε κατάξηρον εἶναι τὸ δεξόμενον ὥσπερ τέφραν ἢ ἄμμον μήτε κάθυγρον· τὸ μὲν γὰρ διϊὸν οὐχ ἅπτεται ἐν τῷ δὲ διαχεῖται καὶ ἐκκλύζεται.
§19.5
διὰ τοῦτο γὰρ καὶ τὰ ἴχνη τῶν λαγῶν εὐσημότερα ψεκασθέντα μαλακῶς ὑπ᾽ αὐτὴν τὴν κυνηγίαν· ἐμμένει γὰρ μᾶλλον διὰ τὸ σφοδρῶς ἀπερείδεσθαι καὶ εἰς βάθος καὶ οὐχ ὥσπερ ξηρᾶς οὔσης ἐπιπολῆς οὐδ᾽ αὖ πηλώδους ὥσπερ ἐφ᾽ ὕδατι καὶ νότῳ. ἐναντία γὰρ καὶ τὰ πνεύματα καὶ τὰ ὕδατα καὶ ἀπόλλυσιν ἄμφω τὰς ὀσμάς. ἀλλὰ δεῖ καθάπερ τὰ ἀπομάγματα τῶν δακτυλίων μέσην τινὰ κρᾶσιν ἔχειν. καὶ περὶ μὲν τούτων ἅλις.
§20.1
Ἐπεὶ δὲ τὰ μὲν ἥμερα τὰ δ᾽ ἄγρια τῶν ἀόσμων οὐκ ἀκολουθεῖ κατὰ τὸ γένος ἀλλ᾽ ἔνθα μὲν εὔοσμον τὸ ἥμερον καθάπερ τὸ ῥόδον ἔνθα δὲ τὸ ἄγριον ὥσπερ ἴον τὸ μέλαν καὶ ὁ κρόκος. ὁ δὲ ἕρπυλλος καὶ τὸ ἑλένιον δριμύτερα καθάπερ καὶ τῶν λαχανωδῶν τὸ πήγανον. αἴτιον δὲ ὡς μὲν εἰπεῖν καθόλου τὸ καὶ πρότερον λεχθὲν ὅτι τὴν συμμετρίαν ἑκάτερα λαμβάνει δι᾽ ἑκατέρου τῆς ὑγρότητος καὶ ξηρότητος ἐξ ὧν αἱ ὀσμαί.
§20.2
ὡς δὲ καθ᾽ ἕκαστα φανερὸν ἐπισκοποῦσι. τὸ μὲν γὰρ ἴον τό γε μέλαν καὶ ὁ κρόκος οὔτε πολλῆς δεῖται τροφῆς ἐξ αὑτῶν θ᾽ ἱκανήν κεφαλόρριζα γὰρ ὥστ᾽ ἐν τοῖς ἡμέροις ἡ πλείων ἀπεπτοτέρα. διὰ τοῦτο γὰρ καὶ τοῖς μὲν τέφραν περιβάλλουσι τοῖς δ᾽ ἐπιπάττουσι. τὸ δὲ ῥόδον καὶ ὁ ἕρπυλλος καὶ ὅσα ὅμοια τούτοις ἄγρια μὲν ὄντα ξηρότερα τοῦ συμμέτρου γίνεται δι᾽ ὃ τὸ μὲν ῥόδον ἀσθενὲς οἷόν τι ἄοδμον καὶ ἄνικμον ὄν· οὐδὲ γὰρ τὸ ἴον τὸ λευκὸν ἐν ταῖς ἄγαν ξηραῖς καὶ λεπταῖς εὔοσμον οὐδ᾽ ὅπου θερμὸς σφόδρα καὶ ἔμπυρος ὁ ἀήρ· ἀναξηραίνει γάρ.
§20.3
ὁ δ᾽ ἕρπυλλος καὶ τὸ ἑλένιον καὶ τἆλλα τὰ τοιαῦτα διὰ τὴν ξηρότητα δριμείας ἄγαν ἴσχει καὶ σκληρὰς τὰς ὀδμὰς ἡμερούμενα δὲ μαλακωτέρας. ἡ δὲ συμμετρία δι᾽ ὅτι καὶ πέψιν ποιεῖ φανερόν. ἐπεὶ καὶ τῶν εὐωδῶν ὀσμαὶ πρὸς τῇ τοῦ ἐδάφους καὶ τὴν τοῦ ἀέρος εὐκρασίαν ἀπαιτοῦσιν ὥστ᾽ ἀναμίγνυσθαι μήτε κωλύεσθαι μήθ᾽ ὑφ᾽ ἑνός.
§20.4
ἔοικε γὰρ τοιοῦτόν τι συμβαίνειν καὶ περὶ τὰ ἴχνη τῶν λαγῶν ὧν καὶ ἀρτίως ἐμνήσθημεν. οὔτε γὰρ θέρους εὔοσμα οὔτε χειμῶνος οὔτε ἦρος ἀλλὰ μάλιστα τοῦ φθινοπώρου. χειμῶνος μὲν γὰρ ὑγρὰ θέρους δ᾽ αὖ ξηρανθέντα δι᾽ ὃ καὶ μεσημβρίας χείριστα· τοῦ δ᾽ ἦρος αἱ τῶν ἀνθῶν ὀσμαὶ παρενοχλοῦσι· τὸ δὲ μετόπωρον σύμμετρον ἔχει πρὸς ἅπαντα τὴν κρᾶσιν. περὶ μὲν οὖν ὀσμῶν καὶ χυλῶν τῶν ἐν τοῖς φυτοῖς καὶ καρποῖς ἐκ τούτων θεωρητέον. ὅσα δ᾽ ἤδη κατὰ τὰς μίξεις καὶ τὰ πάθη πρὸς ἄλληλα καὶ τὰς δυνάμεις ταῦτα καθ᾽ αὑτὰ λεκτέον.
Tap any Greek word to look it up