Gadsden Classics
Home
Latin
Greek
Library
Vases
Education Map
Author Map
About
Theophrastus
›
De Ventis
First1KGreek / Open Greek and Latin
EN
Lat
Orig
Book 1
Book 2
Book 3
Book 4
Book 5
Book 6
Book 7
Book 8
Book 9
Book 10
Theophrastus
Book 6
§35
Τὰ
δὲ
τοιάδε
κοινὰ
πάντων
τῶν
ἀνέμων
οἷον
ὅσα
σημειώδη
καθ
ʼ
ἕκαστον
ἐν
τῷ
μέλλειν
·
ὁ
γὰρ
ἀὴρ
ἀχλυούμενος
κατὰ
πυκνότητα
καὶ
μανότητα
ἢ
κατὰ
θερμότητα
καὶ
ψύξιν
ἢ
κατ
ʼ
ἄλλην
τινὰ
τοιαύτην
διάθεσιν
ἐξεδήλωσεν
ἀεὶ
τὴν
ἐπιοῦσαν
πνοήν
·
ὁμοιοπαθῆ
γὰρ
τὰ
κατὰ
τὸν
ἀέρα
καὶ
προτερεῖ
τῶν
ἀνέμων
εἰς
τὴν
ἡμετέραν
αἴσθησιν
.
Ὡσαύτως
δὲ
καὶ
ἐπὶ
τῆς
θαλάττης
καὶ
τῶν
ὑδάτων
ἐστί
τισι
τὰ
αὐτὰ
σημεῖα
λαβεῖν
·
ἐπεὶ
καὶ
τὰ
κύματα
προανιστάμενα
καὶ
προεκπίπτοντα
σημαίνει
τοὺς
ἀνέμους
·
προωθεῖται
δ
ʼ
οὐ
συνεχῶς
ἀλλὰ
κατὰ
μικρόν
·
τὸ
δὲ
προωσθὲν
ἄλλο
προέωσε
καὶ
πάλιν
ὑπ
ʼ
ἄλλης
πνοῆς
ἐκινήθη
μαρανθείσης
τῆς
πρώτης
·
εἶθ
ʼ
οὕτως
ἀεὶ
προωθούμενα
προσέρχεται
·
παρόντος
δὲ
τοῦ
κινουμένου
φανερὸν
ὅτι
καὶ
τὸ
κινοῦν
ἥξει
.
Συμβαίνει
δὲ
καὶ
ὑστερεῖν
τὰ
κύματα
τῶν
πνευμάτων
·
ὕστερον
γὰρ
διαλύονται
καὶ
παρακμάζουσι
διὰ
τὸ
δυσκινητότατον
καὶ
δυσκαταπαυστότερον
.
§36
Κοινὰ
δὲ
καὶ
τὰ
τοιαῦτα
πλειόνων
οἷον
ἀστέρων
τε
διᾳττόντων
καὶ
παρηλίων
φάσις
καὶ
ἀπομάρανσις
ἢ
ῥῆξις
καὶ
εἴ
τι
τοιοῦθ
ʼ
ἕτερον
.
Πρότερον
γὰρ
ὁ
ἀὴρ
ὁ
ἄνω
τῷ
πάσχειν
ἀποδηλοῖ
τὴν
τῶν
πνευμάτων
φύσιν
.
Ἔτι
δὲ
τὸ
ἐπὶ
τέλει
μεγίστους
εἶναι
,
καὶ
γὰρ
τοῦτο
κοινὸν
πλείοσιν
·
ὅταν
γὰρ
ἀθρόον
ἐμπνεύσωσι
μικρὸν
γίγνεται
τὸ
λοιπόν
.
Τὰ
μὲν
οὖν
τοιαῦτα
καθάπερ
εἴρηται
κοινά
πως
τῆς
οὐσίας
.
Tap any Greek word to look it up
An open-access project
—
×
Tap any Greek word to look it up