Gadsden Classics
Home
Latin
Greek
Library
Vases
Education Map
Author Map
About
Theophrastus
›
De Ventis
First1KGreek / Open Greek and Latin
EN
Lat
Orig
Book 1
Book 2
Book 3
Book 4
Book 5
Book 6
Book 7
Book 8
Book 9
Book 10
Theophrastus
Book 5
§32
Ἐκεῖνο
δ
ʼ
ἂν
δόξειεν
ἄτοπον
καὶ
παράλογον
εἶναι
διὰ
τί
τῶν
ὑψηλῶν
τόπων
τὰ
μὲν
προσήνεμα
πάντα
ἀπνεύματα
τυγχάνει
τὰ
δ
ʼ
ἐπισκεπῆ
πνευματώδη
,
καὶ
οὐ
μετρίως
ἀλλὰ
σφοδρῶς
·
οἷον
ἐν
Πλαταιαῖς
τῆς
Βοιωτίας
κειμέναις
πρὸς
τὸν
βορέαν
ὁ
μὲν
βορέας
εὐδιεινὸς
,
ὁ
δὲ
νότος
μέγας
καὶ
χειμερινὸς
καὶ
ἐπιπροσθοῦντος
τοῦ
Κιθαιρῶνος
.
Καὶ
πάλιν
παρὰ
μὲν
τὰ
κοῖλα
τῆς
Εὐβοίας
ὑπὸ
τοὺς
ἐτησίας
τροπαῖαι
παραθέουσιν
,
ἐν
Καρύστῳ
δὲ
τηλικοῦτοι
πνέουσιν
ὥστε
ἐξαίσιον
εἶναι
μέγεθος
.
§33
Ἔτι
δὲ
τῆς
Κουρια
́
δος
ἐν
τῷ
καλουμένῳ
Φαιστῷ
κειμένῳ
πρὸς
νότον
ὑψηλῷ
καὶ
ἀποτόμῳ
θαυμαστόν
τι
κῦμα
μὲν
εἰσπίπτει
,
πνεῦμα
δ
ʼ
οὐκ
ἔστιν
ἀλλὰ
καὶ
τὰ
πλοῖα
προσορμίζονται
τοῖς
λειωτοῖς
ἀλιμένων
ὄντων
τῶν
τόπων
τῶν
πλησίον
,
καὶ
τὰ
συμβαίνοντα
θεωρεῖν
ἐστί
.
Αἴτιον
δὲ
τοῦ
μὲν
μὴ
διικνεῖσθαι
τὸ
πνεῦμα
πρὸς
τὴν
γῆν
τὸ
μὴ
ὑπάγειν
τὸν
ἀέρα
μηδὲ
ῥεῖν
,
ὅπερ
συμβαι
́
ο
νει
διὰ
τὸ
ὕψος
πρὸς
κα
οὐχ
ὑπεραίρων
.
Ὅτι
δ
ʼ
ὑπεξάγειν
ἀεὶ
δεῖ
καὶ
μὴ
ἵστασθαι
τὸν
ἀέρα
φανερόν
·
ἐν
γὰρ
τοῖς
οἰκήμασιν
οὗ
τις
ἂν
κατακλείσῃ
τὰς
θύρας
ἧττον
διὰ
θυρίδων
ἡ
πνοὴ
φέρεται
·
πλῆρες
γὰρ
ὂν
καὶ
μὴ
ὑπεξάγον
οὐκ
εἰσδέχεται
τὸν
ἔξωθεν
ἀέρα
·
πρὸς
γὰρ
τὸ
κενὸν
ἡ
φορά
·
διὸ
καὶ
τὸ
ἕλκειν
οὐ
καλῶς
λέγεται
.
§34
Τὰ
δὲ
πρὸς
βορέαν
καὶ
ὅλως
κατ
ʼ
ἀνέμους
ἐπισκεπῆ
διὰ
τοῦτο
πνευματωδέστερα
,
διότι
συμβαίνει
συναθροιζόμενον
ἐπὶ
τὸ
ὕψος
οἷον
·
ὑπερχεῖσθαι
τὸ
πνεῦμα
καὶ
ἐμπίπτειν
ἀθρόον
·
ἧ
γὰρ
ἂν
ἐπιβρίσῃ
ταύτῃ
κατέρρηξεν
ἀληθῶς
ἀθρόον
.
Γίνονται
δὲ
καὶ
αἱ
καταιγίδες
ἐν
τοῖς
τοιούτοις
·
συστροφαὶ
γὰρ
ἐνταῦθα
καὶ
ἀθροισμὸς
πνεύματος
.
Ὥσθ
ʼ
ὅταν
ἐκραγῇ
καθάπερ
πληγὴν
ἐποίησεν
.
Ἴσχυρὸν
γὰρ
τὸ
ἀθρόον
καὶ
συνεχὲς
ὥσπερ
καὶ
ἐπὶ
τῶν
τυφώνων
.
Ἃ
μὲν
οὖν
διὰ
τοὺς
τόπους
συμβαίνει
ταῦτα
καὶ
τοιαῦτα
τυγχάνει
.
Πολλὰ
δ
ʼ
ἐστὶ
καὶ
πολλαχοῦ
περὶ
ὧν
ἑκάστου
τῆς
ἱστορίας
λέγειν
.
Tap any Greek word to look it up
An open-access project
—
×
Tap any Greek word to look it up