Chapter 6
§0.1 Τιμόθεον τὸν Κόνωνος, Σόσσιε Σενεκίων, ὡς ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων ἀναλαβὼν Πλάτων ἐδείπνισεν ἐν Ἀκαδημείᾳ μουσικῶς καὶ ἀφελῶς ταῖς ἀφλεγμάντοις ὥς φησιν Ἴωντραπέζαις αἷς ὕπνοι τε καθαροὶ καὶ βραχυόνειροι φαντασίαι, τοῦ σώματος εὐδίαν καὶ γαλήνην ἔχοντος, ἕπονται· μεθʼ ἡμέραν Τιμόθεος αἰσθόμενος τῆς διαφορᾶς ἔφη τοὺς παρὰ Πλάτωνι δειπνήσαντας καὶ τῇ ὑστεραίᾳ καλῶς γίγνεσθαι. μέγα γὰρ ὡς ἀληθῶς εὐημερίας ἐφόδιον εὐκρασία σώματος ἀβαπτίστου καὶ ἐλαφροῦ καὶ παρεστῶτος ἀνυπόπτως ἐπὶ πᾶσαν ἐνέργειαν. ἀλλʼ ἕτερον οὐκ ἔλαττον ὑπῆρχε τοῦτο τοῖς παρὰ Πλάτωνι δειπνήσασιν, τῶν λαληθέντων παρὰ πότον ἀναθεώρησις· αἱ μὲν γὰρ τῶν ποθέντων βρωθέντων ἡδοναὶ τὴν ἀνάμνησιν ἀνελεύθερον ἔχουσι καὶ ἄλλως ἐξίτηλον, ὥσπερ ὀσμὴν ἕωλον κνῖσαν ἐναπολειπομένην προβλημάτων δὲ καὶ λόγων φιλοσόφων ὑποθέσεις αὐτοὺς τοὺς μεμνημένους εὐφραίνουσιν, ἀεὶ πρόσφατοι παροῦσαι· καὶ τοὺς ἀπολειφθέντας οὐχ ἧττον ἑστιᾶν παρέχουσι τοῖς αὐτοῖς ἀκούοντας καὶ μεταλαμβάνοντας· ὅπου καὶ νῦν τῶν Σωκρατικῶν συμποσίων μετουσία καὶ ἀπόλαυσίς ἐστι τοῖς φιλολόγοις, ὥσπερ αὐτοῖς ἐκείνοις τοῖς τότε δειπνοῦσι. καίτοι, εἰ τὰ σωματικὰ τὰς ἡδονὰς παρεῖχεν, ἔδει καὶ Ξενοφῶντα καὶ Πλάτωνα μὴ τῶν λαληθέντων ἀλλὰ παρατεθέντων ἐν Καλλίου καὶ Ἀγάθωνος ὄψων καὶ πεμμάτων καὶ τραγημάτων ἀπογραφὴν ἀπολιπεῖν· νῦν δʼ ἐκεῖνα μὲν οὐδέποτε, καίπερ ὡς εἰκὸς ἐκ παρασκευῆς γενόμενα καὶ δαπάνης, λόγου τινὸς ἠξιώθη· τὰ δὲ φιλοσοφηθέντα μετὰ παιδιᾶς σπουδάζοντες εἰς γραφὴν ἀπετίθεντο, καὶ κατέλειπον παραδείγματα τοῦ μὴ μόνον συνεῖναι διὰ λόγων ἀλλήλοις παρὰ πότον ἀλλὰ καὶ μεμνῆσθαι τῶν λαληθέντων.
Athletic questions
§1.1 ἕκτον οὖν τοῦτό σοι πέμπω τῶν Συμποσιακῶν, ἐν πρῶτόν ἐστι τὸ περὶ τοῦ διψῆν μᾶλλον πεινῆν τοὺς νηστεύοντας. ἄλογον γὰρ ἐφαίνετο διψῆν μᾶλλον πεινῆν τοὺς ἐκνηστεύσαντας· γὰρ ἔνδεια τῆς ξηρᾶς τροφῆς ἀναπλήρωσιν οἰκείαν ἐδόκει καὶ κατὰ φύσιν ἐπιζητεῖν. ἔλεγον οὖν ἐγὼ τοῖς παροῦσιν, ὅτι τῶν ἐν ἡμῖν μόνον μάλιστα δεῖται τροφῆς τὸ θερμόν ὥσπερ ἀμέλει βλέπομεν ἔξω μήτʼ ἀέρα μήθʼ ὕδωρ μήτε γῆν ἐφιέμενα τοῦ τρέφεσθαι μηδʼ ἀναλίσκοντα τὸ πλησιάζον, ἀλλὰ μόνον τὸ πῦρ. καὶ τὰ νέα βρωτικώτερα τῶν πρεσβυτέρων ὑπὸ θερμότητος· καὶ τοὐναντίον οἱ γέροντες ῥᾷστα νηστείαν φέρουσιν· ἀμβλὺ γὰρ ἐν αὐτοῖς καὶ μικρὸν ἤδη τὸ θερμόν ἐστιν, ὥσπερ ἐν τοῖς ἀναίμοις τῶν ζῴων, δὴ καὶ τροφῆς ἣκιστα προσδεῖται διʼ ἔνδειαν θερμότητος· αὐτὸν θʼ ἕκαστον αὑτοῦ γυμνάσια καὶ κραυγαὶ καὶ ὅσα τῷ κινεῖν αὔξει τὸ θερμόν, ἥδιον φαγεῖν ποιεῖ καὶ προθυμότερον τροφὴ δὲ τῷ θερμῷ, καθάπερ νομίζω, πρῶτον κατὰ φύσιν, μάλιστα τὸ ὑγρόν ἐστιν, ὡς αἵ τε φλόγες αὐξανόμεναι τῷ ἐλαίῳ δηλοῦσι καὶ τὸ πάντων ξηρότατον εἶναι τέφραν· ἐκκέκαυται γὰρ τὸ νοτερόν, τὸ δὲ γεῶδες ἔρημον ἰκμάδος λέλειπται· καὶ ὁμοίως διίστησι καὶ διαιρεῖ τὰ σώματα τὸ πῦρ τῷ ἐξαιρεῖν τὴν κολλῶσαν ὑγρότητα καὶ συνδέουσαν. ὅταν οὖν νηστεύσωμεν, ἐκ τῶν ὑπολειμμάτων τῆς ἐν τῷ σώματι τροφῆς ἀποσπᾶται βίᾳ τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τὸ πρῶτον, εἶτʼ ἐπʼ αὐτὴν βαδίζει τὴν σύμφυτον λιβάδα τῆς σαρκὸς πύρωσις διώκουσα τὸ νοτερόν· γενομένης οὖν ὥσπερ ἐν πηλῷ ξηρότητος, ποτοῦ μᾶλλον τὸ σῶμα δεῖσθαι πέφυκεν, ἄχρι οὗ πιόντων ἀναρρωσθὲν καὶ ἰσχῦσαν τὸ θερμὸν ἐμβριθοῦς τροφῆς ὄρεξιν ἐργάσηται.
§2.1 λεχθέντων δὲ τούτων, οἱ περὶ Φίλωνα ἰατροὶ τὴν πρώτην θέσιν ἐκίνουν· ἐνδείᾳ γὰρ οὐ γίγνεσθαι τὸ δίψος, ἀλλὰ πόρων τινῶν μετασχηματισμῷ. τοῦτο μὲν γὰρ οἱ νύκτωρ διψῶντες, ἂν ἐπικαταδάρθωσι, παύονται τοῦ διψῆν μὴ πιόντες· τοῦτο δʼ οἱ πυρέττοντες, ἐνδόσεως γενομένης παντάπασι τοῦ πυρετοῦ λωφήσαντος, καὶ ἅμα τοῦ διψῆν ἀπαλλάττονται· πολλοῖς δὲ λουσαμένοις καὶ νὴ Δίʼ ἐμέσασιν ἑτέροις λήγει τὸ δίψος. ὧν ὑπʼ οὐδενὸς αὔξεται τὸ ὑγρόν, ἀλλὰ μόνον οἱ πόροι παρέχουσι, πάσχοντές τι τῷ μετασχηματίζεσθαι, τάξιν ἑτέραν καὶ διάθεσιν. ἐκδηλότερον δὲ τοῦτο γίγνεται περὶ τὴν πεῖναν· ἐνδεεῖς γὰρ ἅμα πολλοὶ γίνονται καὶ ἀνόρεκτοι τῶν νοσούντων· ἐνίοις δʼ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπʼ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν· τὰ· γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν ποιοῦσιν· οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι καὶ πυκνοῦσαι τὸν στόμαχον πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν .
§2.2 ἐδόκει δή μοι ταῦτα πιθανῶς μὲν ἐπικεχειρῆσθαι, πρὸς δὲ τὸ μέγιστον ἐναντιοῦσθαι τῆς φύσεως τέλος, ἐφʼ πᾶν ἄγει ζῷον ὄρεξις, ἀναπλήρωσιν τοῦ ἐνδεοῦς ποθοῦσα καὶ τὸ ἐκλεῖπον ἀεὶ τοῦ οἰκείου διώκουσα· τὸ γὰρ διαφέρει μάλιστα τὸ ζῷον τοῦ ἀψύχου, τοῦτο μὴ φάναι πρὸς σωτηρίαν καὶ διαμονὴν ὑπάρχειν ἡμῖν, ὥσπερ ὄμμα τῶν οἰκείων τῷ σώματι καὶ δεόντων ἐγγεγενημένον, ἀλλὰ πάθος εἶναι καὶ τροπήν τινα πόρων οἴεσθαι μεγέθεσι καὶ μικρότησι συμβαίνουσαν, εἰς οὐδένʼ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν. ἔπειτα ῥιγοῦν ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι· τούτου δʼ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν φύσις, πληρώσεως δʼ οὐ διὰ κένωσιν, ἀλλʼ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι· πολλὰ γὰρ ὅμοια πάσχει καὶ βοηθεῖται· πρὸς μὲν γὰρ τὰς ξηρότητας ἀρδείαις ποτιζόμενα, καὶ ψυχόμενα μετρίως, ὅταν φλέγηται· ῥιγοῦντα δʼ αὐτὰ θάλπειν πειρώμεθα καὶ σκέπειν πόλλʼ ἄττα περιβάλλοντες· καὶ ὅσα μὴ παρʼ ἡμᾶς ἐστιν, εὐχόμεθα τὸν θεὸν διδόναι, δρόσους μαλακὰς καὶ εἰλήσεις ἐν πνεύμασι μετρίοις, ὡς ἀεὶ τοῦ ἀπολείποντος ἀναπλήρωσιν φύσις ἔχοι, διατηροῦσα τὴν κρᾶσιν. οὕτω γὰρ οἶμαι καὶ τροφὴν ὠνομάσθαι τὸ τηροῦν τὴν φύσιν· τηρεῖται δὲ τοῖς μὲν φυτοῖς ἀναισθήτως ἐκ τοῦ περιέχοντος, ὥς φησιν Ἐμπεδοκλῆς, ὑδρευομένοις τὸ πρόσφορον· ἡμᾶς δʼ ὄρεξις ζητεῖν διδάσκει καὶ διώκειν τὸ ἐκλεῖπον τῆς κράσεως. οὐ μὴν ἀλλὰ καὶ τῶν εἰρημένων ἕκαστον ἴδωμεν ὡς οὐκ ἀληθές ἐστι. τὰ μὲν γὰρ εὐστομίαν ἔχοντα καὶ δριμύτητα τάχα μὲν οὐκ ὄρεξιν, ἀλλὰ δηγμὸν ἐμποιεῖ τοῖς δεκτικοῖς μέρεσι τῆς τροφῆς, οἷον κνησμοὶ κατὰ θίξιν ἐνίων ἀμυσσόντων· εἰ δὲ καὶ τοῦτο τὸ πάθος ὀρεκτικόν ἐστιν, εἰκός ἐστιν ὑπὸ τῶν τοιούτων βρωμάτων λεπτυνόμενα διακρίνεσθαι τὰ προϋπόντα, καὶ ποιεῖν μὲν ἔνδειαν, οὐ μεταρρυθμιζομένων δὲ τῶν πόρων ἀλλὰ κενουμένων καὶ καθαιρομένων τὰ γὰρ ὀξέα καὶ δριμέα καὶ ἁλμυρὰ θρύπτοντα τὴν ὕλην διαφορεῖ καὶ σκίδνησιν, ὥστε νεαρὰν ποιεῖν τὴν ὄρεξιν ἐκθλιβομένων τῶν ἑώλων καὶ χθιζῶν. τῶν δὲ λουομένων οὐ μετασχηματιζόμενοι παύουσιν οἱ πόροι τὸ δίψος, ἀλλʼ ἰκμάδα διὰ τῆς σαρκὸς ἀναλαμβάνοντες καὶ ἀναπιμπλάμενοι νοτερᾶ ἀτμίδος. οἱ δʼ ἔμετοι τἀλλότριον ἐκβάλλοντες ἀπόλαυσιν τῇ φύσει τοῦ οἰκείου παρέσχον. οὐ γὰρ ἁπλῶς τοῦ ὑγροῦ τὸ δίψος, ἀλλὰ τοῦ κατὰ φύσιν καὶ οἰκείου διό, κἂν πολὺ παρῇ τὸ ἀλλόφυλον, ἐνδεὴς ἄνθρωπός ἐστιν· ἐνίσταται γὰρ τοῖς κατὰ φύσιν ὑγροῖς, ὧν ὄρεξίς ἐστι, καὶ οὐ δίδωσιν ἀνάμιξιν οὐδὲ κατάκρασιν, ἄχρι ἂν ἐκστῇ καὶ ἀποχωρήσῃ· τότε δʼ οἱ πόροι τὸ σύμφυλον ἀναλαμβάνουσιν. οἱ δὲ πυρετοὶ τὸ ὑγρὸν εἰς βάθος ἀπωθοῦσι· καὶ τῶν μέσων φλεγομένων, ἐκεῖ πᾶν ἀποκεχώρηκε καὶ κρατεῖται πεπιεσμένον ὅθεν ἐμεῖν τε πολλοὺς ἅμα συμβαίνει, πυκνότητι τῶν ἐντὸς ἀναθλιβόντων τὰ ὑγρά, καὶ διψῆν διʼ ἔνδειαν καὶ ξηρότητα τοῦ λοιποῦ σώματος. ὅταν οὖν ἄνεσις γένηται καὶ τὸ θερμὸν ἐκ τῶν μέσων ἀπίῃ, σκιδνάμενον αὖθις ὑπονοστεῖ καὶ διιόν, ὡς πέφυκε, πάντῃ τὸ νοτερὸν ἅμα τοῖς· τε μέσοις ῥᾳστώνην παρέσχε, καὶ τὴν σάρκα λείαν καὶ ἁπαλὴν ἀντὶ τραχείας καὶ αὐχμώδους γενομένην ἐμάλαξε, πολλάκις δὲ καὶ ἱδρῶτας ἐπήγαγεν· ὅθεν ποιοῦσα διψῆν ἔνδεια λήγει καὶ παύεται, τῆς ὑγρότητος ἀπὸ τοῦ βαρυνομένου καὶ δυσαναβλαυτοῦντος ἐπὶ τὸν δεόμενον καὶ ποθοῦντα μεθισταμένης τόπον. ὡς γὰρ ἐν κήπῳ, φρέατος ἄφθονον ὕδωρ ἔχοντος, εἰ μὴ τις ἐπαντλοῖ καὶ ἄρδοι τὰ φυτά, διψῆν καὶ ἀτροφεῖν ἀναγκαῖόν ἐστιν· οὕτως ἐν σώματι, τῶν ὑγρῶν εἰς ἕνα κατασπωμένων τόπον, οὐ θαυμαστὸν ἔνδειαν εἶναι περὶ τὰ λοιπὰ καὶ ξηρότητα, μέχρι οὗ πάλιν ἐπιρροὴ καὶ διάχυσις γένηται· καθάπερ καὶ ἐπὶ τῶν πυρεττόντων, ὅταν ἀνεθῶσι, συμβαίνει καὶ τῶν ἐγκαταδαρθανόντων τῷ διψῆν· καὶ γὰρ τούτοις ὕπνος ἐκ μέσων ἐπανάγων τὰ ὑγρὰ καὶ διανέμων πάντῃ τοῖς μέρεσιν ὁμαλισμὸν ἐμποιεῖ καὶ ἀναπλήρωσιν. γὰρ δὴ λεγόμενος τῶν πόρων μετασχηματισμὸς οὗτος, τὸ πεινῆν τὸ διψῆν ἐγγίνηται, ποῖὸς τίς ἐστιν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ περὶ πόρους διαφορὰς ἄλλας κατὰ πάθος τὸ συμπίπτειν καὶ τὸ διίστασθαι· καὶ συμπίπτοντες μὲν· οὔτε ποτὸν οὔτε τροφὴν δέχεσθαι δύνανται, διιστάμενοι δὲ κενότητα καὶ χώραν ποιοῦσιν, ἔνδειαν οὖσαν τοῦ κατὰ φύσιν καὶ οἰκείου. καὶ γὰρ αἱ στύψεις, βέλτιστε, τῶν βαπτομένων ἔφην τόπων ἔχουσι τὸ δριμὺ καὶ ῥυπτικόν, τῶν περισσῶν ἐκκρινομένων καὶ ἀποτηκομένων, οἱ πόροι δέχονται μᾶλλον καὶ στέγουσι δεξάμενοι τὴν βαφὴν ὑπʼ ἐνδείας καὶ κενότητος.
§3.1 ῥηθέντων δὲ τούτων, ἑστιῶν ἡμᾶς καὶ ταῦτʼ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις, ἐν τῷ παραυτίκα τοῖς δὲ διψῶσι τοὐναντίον, ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ τὸ πάθος οἱ τοὺς πόρους διαφόρους ὑποτιθέμενοι ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει· ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δʼ ἰσχνότεροι τὸ μὲν ποτὸν παραδέχονται, ποιεῖ δὲ τὴν μὲν δίψαν τούτων κένωσις, δʼ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν μὲν φάγωσιν οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλʼ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων· οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν, ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.
§3.2 ἐμοὶ δὲ τὸ μὲν συμβαῖνον ἀληθὲς ἐφαίνετο, τῇ δʼ ὑποθέσει τῆς αἰτίας οὐ προσεῖχον. καὶ γὰρ εἰ τοῖς πόροις τούτοις ἔφην, ὧν ἔνιοι περιέχονται καὶ ἀγαπῶσι, κατατρήσειέ τις τὴν σάρκα, πλαδαρὰν καὶ τρομώδη καὶ σαθρὰν ποιήσει· τό γε μὴ ταὐτὰ τοῦ σώματος μόρια τὸ ποτὸν προσδέχεσθαι καὶ τὸ σιτίον ἀλλʼ ὥσπερ ἠθμοῖς καταρρεῖσθαι καὶ ἀποκρίνεσθαι, κομιδῇ πλασματῶδες καὶ ἀλλόκοτον. αὕτη γὰρ πρὸς τὸ ὑγρὸν ἀνάμιξις, θρύπτουσα τὰ σιτία καὶ συνεργὰ λαμβάνουσα τὸ θερμὸν τὸ ἐντὸς καὶ τὸ πνεῦμα, πάντων ὀργάνων ἀκριβέστατα πάσαις τομαῖς καὶ διαιρέσεσι λεπτύνει τὴν τροφὴν ὥστε πᾶν μόριον αὐτῆς παντὶ μορίῳ γίγνεσθαι φίλον καὶ οἰκεῖον, οὐκ ἐναρμόττον ὥσπερ ἀγγείοις καὶ τρήμασιν ἀλλʼ ἑνούμενον καὶ προσφυόμενον. ἄνευ δὲ τούτων οὐδὲ λέλυται τῆς ἀπορίας τὸ μέγιστον· οἱ γὰρ ἐμφαγόντες, ἂν μὴ πίωσιν, οὐ μόνον οὐ λύουσιν ἀλλὰ καὶ προσεπιτείνουσι τὸ δίψος πρὸς τοῦτο δʼ οὐδὲν εἴρηται. σκόπει δὲ καὶ τὰ παρʼ ἡμῶν ἔφην εἰ φαινομένας ὑποθέσεις λαμβάνομεν, πρῶτον μὲν λαμβάνοντες τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ διαφθείρεσθαι δαπανώμενον, τῷ δʼ ὑγρῷ τὸ ξηρὸν βρεχόμενον καὶ μαλασσόμενον διαχύσεις ἴσχειν καὶ ἀναθυμιάσεις· δεύτερον δὲ μὴ νομίζοντες ἔκθλιψιν εἶναι παντάπασι μήτε τῆς ξηρᾶς τροφῆς τὴν πεῖναν μήτε τῆς ὑγρᾶς τὴν δίψαν, ἀλλὰ τοῦ μετρίου καὶ ἀρκοῦντος ἔνδειαν· οἷς γὰρ ὅλως ἂν ἐλλίπῃ θάτερον , οὔτε πεινῶσιν οὔτε διψῶσιν ἀλλʼ εὐθὺς ἀποθνήσκουσιν. ὑποκειμένων δὲ τούτων, οὐ χαλεπὸν ἤδη τὴν αἰτίαν συνιδεῖν. μὲν γὰρ δίψα τοῖς φαγοῦσιν ἐπιτείνεται, τῶν σιτίων τῇ ξηρότητι, εἴ τι διεσπαρμένον ὑγρὸν καὶ ἀπολειπόμενον ἀσθενὲς καὶ ὀλίγον ἐν τῷ σώματι, συλλεγόντων καὶ προσεξικμαζόντων ὥσπερ ἔξω γῆν ὁρῶμεν καὶ κόνιν καὶ ἄμμον τὰ μιγνύμενα τῶν ὑγρῶν ἀναλαμβάνουσαν εἰς ἑαυτὴν καὶ ἀφανίζουσαν. τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως; τὸ ποτὸν ἀνίησιν· γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτους εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις. ὅθεν οὐ κακῶς ὄχημα τῆς τροφῆς τὸ ὑγρὸν Ἐρασίστρατος προσεῖπε· τὰ γὰρ ὑπὸ ξηρότητος πάθους ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόνως σφόδρα πεινῶντες· ἐνδυομένη ἔξωθεν εὐχυμότερα ποιεῖ καὶ τροφιμώτερα τῷ ἐγχαλᾶσθαι τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.
§4.1 Ψυχροπότῃ ξένῳ τρυφῶντι παρεσκεύασαν οἱ θεράποντες τοῦ ἐκ φρέατος ὕδωρ ψυχρότερον ἀρυσάμενοι γὰρ ἀγγείῳ καὶ κρεμάσαντες τὸ ἀγγεῖον ἐν τῷ φρέατι τῆς πηγῆς μὴ ἁπτόμενον εἴασαν ἐπινυκτερεῦσαι, καὶ πρὸς τὸ δεῖπνον ἐκομίζετο τοῦ προσφάτου ψυχρότερον. ἦν δʼ ξένος φιλόλογος ἐπιεικῶς, καὶ τοῦτʼ ἔφη λαβεῖν ἐκ τῶν Ἀριστοτέλους; μετὰ λόγου κείμενον· εἶναι δὲ τοιόνδε τὸν λόγου. πᾶν ὕδωρ προθερμανθὲν ψύχεται μᾶλλον, ὥσπερ τὸ τοῖς βασιλεῦσι παρασκευαζόμενον ὅταν γὰρ ἑψηθῇ μέχρι ζέσεως, περισωρεύουσι τῷ ἀγγείῳ χιόνα πολλὴν καὶ γίγνεται ψυχρότερον ὥσπερ ἀμέλει καὶ τὰ ἡμέτερα σώματα λουσαμένων περιψύχεται μᾶλλον· γὰρ ὑπὸ τῆς θερμότητος ἄνεσις πολύπορον τὸ σῶμα καὶ μανὸν ἀπειργασμένη πολὺν δέχεται τὸν ἔξωθεν ἀέρα καὶ βιαιοτέραν ποιεῖ τὴν μεταβολὴν ὅταν οὖν ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς τὸ ὕδωρ, ἐν τῷ ἀέρι, προθερμανθέν, περιψύχεται ταχέως.
§4.2 τὸν μὲν οὖν ξένον ἐπῃνέσαμεν ὡς ἀνδρικῶς καταμνημονεύσαντα· περὶ δὲ τοῦ λόγου διηποροῦμεν. γὰρ ἀήρ, ἐν κρέμαται τὸ ἀγγεῖον, εἰ μὲν ψυχρός ἐστι, πῶς θερμαίνει τὸ ὕδωρ; εἰ δὲ θερμός, πῶς περιψύχει πάλιν; ἄλογον γὰρ ὑπὸ ταὐτοῦ ταὐτὸ πάσχειν τἀναντία, μηδεμιᾶς διαφορᾶς γενομένης. σιωπῶντος δʼ αὐτοῦ καὶ διαποροῦντος, οὐδὲν ἔφην δεῖν περὶ τοῦ ἀέρος διαπορεῖν γὰρ αἴσθησις λέγει ὅτι ψυχρός ἐστι, καὶ μάλιστά τῶν ἐν βάθει φρεάτων ὥστʼ ἀμήχανον ὑπʼ ἀέρος ψυχροῦ θερμαίνεσθαι τὸ ὕδωρ· ἀλλὰ μᾶλλον ψυχρὸς οὗτος ἀὴρ τὴν μὲν πηγὴν διὰ πλῆθος οὐ δύναται μεταβάλλειν ἂν δέ τις ἀφαιρῇ κατʼ ὀλίγον, μᾶλλον κρατῶν περιψύξει.
Astronomy and natural science
§5.1 ἀλλὰ μὴν περὶ τῶν χαλίκων ἔφην τῶν ἀκμόνων, οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον Ἀριστοτέλει μνημονεύεις.αὐτὸ τοῦτʼ ἔφη μόνον ἐν προβλήμασιν εἴρηκε τὸ γιγνόμενον· εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσομεν ἡμεῖς· ἔστι γὰρ μάλιστα δυσθεώρητος.πάνυ μὲν οὖν ἔφηνκαὶ θαυμάσαιμʼ ἄν, εἰ μὴ διαφύγοι λόγος ἡμᾶς· ὅρα δʼ ὅμως. πρῶτον οὐ δοκεῖ σοι περιψύχεσθαι μὲν ὑπὸ τοῦ ἀέρος τὸ ὕδωρ ἔξωθεν ἐμπίπτοντος, δʼ ἀὴρ μᾶλλον ἰσχύειν πρὸς τοὺς λίθους καὶ τοὺς ἄκμονας ἀπερειδόμενος; οὐ γὰρ ἐῶσιν αὐτόν, ὥσπερ τὰ χαλκᾶ καὶ τὰ κεραμεᾶ τῶν ἀγγείων, διεκπίπτειν, ἀλλὰ τῇ πυκνότητι στέγοντες ἀνακλῶσιν εἰς τὸ ὕδωρ ἀπʼ αὐτῶν, ὥστε διʼ ὅλου καὶ ἰσχυρὰν γίγνεσθαι τὴν περίψυξιν. διὸ καὶ χειμῶνος οἱ ποταμοὶ ψυχρότεροι γίγνονται τῆς θαλάττης· ἰσχύει γὰρ ἐν αὐτοῖς ψυχρὸς ἀὴρ ἀνακλώμενος, ἐν δὲ τῇ θαλάττῃ διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. κατʼ ἄλλον δὲ τρόπον εἰκός ἐστι τὰ λεπτότερα τῶν ὑδάτων περιψύχεσθαι μᾶλλον ὑπὸ τοῦ ψυχροῦ· κρατεῖται γὰρ διʼ ἀσθένειαν. αἱ ἐάήἶκνι δʼ ἀκόναι καὶ οἱ χάλικες λεπτύνουσι τὸ ὕδωρ, τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπʼ αὐτοῦ, ὥστε λεπτότερον καὶ ἀσθενέστερον τὸ ὕδωρ γενόμενον μᾶλλον ὑπὸ περιψύξεως κρατεῖσθαι. καὶ μὴν τε μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, ὅς γε τριβόμενος ὄξει τὸ ψυκτικώτατον τῶν θανασίμων φαρμάκων ἐξανίησι ψιμύθιον οἵ τε χάλικες τῆ πυκνότητι τὸ ψυχρὸν διὰ βάθους ποιοῦσι· πᾶς μὲν γὰρ λίθος κατεψυγμένης καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δʼ μᾶλλον πεπυκνωμένος· ὥστʼ οὐκ ἄτοπον, εἰ τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ λίθος καὶ μόλιβδος.
§6.1 μικρὸν οὖν ξένος διαλιπών οἱ ἐρῶντες ἔφη μάλιστα μὲν αὐτοῖς τοῖς παιδικοῖς, εἰ δὲ μή, περὶ αὐτῶν ἐπιθυμοῦσι διαλέγεσθαι· τοῦτο πέπονθα περὶ τῆς χιόνος. ἐπεὶ γὰρ οὐ πάρεστιν οὐδʼ ἔχομεν, ἐπιθυμοίην ἂν μαθεῖν τίς αἰτία, διʼ ἣν ὑπὸ τῶν θερμοτάτων φυλάσσεται. καὶ γὰρ ἀχύροις σπαργανοῦντες αὐτὴν καὶ περιστέλλοντες ἱματίοις ἀγνάπτοις ἐπὶ πολὺν χρόνον ἄπταιστον διατηροῦσι. θαυμαστὸν οὖν, εἰ συνεκτικὰ τὰ θερμότατα τῶν ψυχροτάτων ἐστί.
§6.2 κομιδῇ γʼ ἔφην εἴπερ ἀληθές ἐστιν· οὐκ ἔχει δʼ οὕτως, ἀλλʼ αὑτοὺς παραλογιζόμεθα, θερμὸν εὐθὺς εἶναι τὸ θερμαῖνον ὑπολαμβάνοντες· καὶ ταῦθʼ ὁρῶντες ὅτι ταὐτὸν ἱμάτιον ἐν χειμῶνι θερμαίνειν ἐν δʼ ἡλίῳ ψύχειν γέγονεν· ὥσπερ τραγικὴ τροφὸς ἐκείνη τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται λεπτοσπαθήτων χλανιδίων ἐρειπίοιςθάλπουσα καὶ ψύχουσα. Γερμανοὶ μὲν οὖν κρύους πρόβλημα ποιοῦνται τὴν ἐσθῆτα μόνον, Αἰθίοπες δὲ θάλπους μόνον, ἡμεῖς δʼ ἀμφοῖν. ὥστε τί μᾶλλον, εἰ θάλπει, θερμὴν ἤπερ ψυχρὰν ἀπὸ τοῦ περιψύχειν λεκτέον; εἰ δὲ δεῖ τῇ αἰσθήσει τεκμαίρεσθαι, μᾶλλον ἂν ψυχρὰ γένοιτο· καὶ γὰρ χιτὼν ψυχρὸς ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις καὶ τὰ στρώματα κατακλινεῖσιν εἶτα μέντοι συναλεαίνει τῆς ἀφʼ ἡμῶν πιμπλάμενα θερμασίας, καὶ ἅμα μὲν περιστέλλοντα καὶ κατέχοντα τὸ θερμόν, ἅμα δʼ ἀπείργοντα τὸ κρύος καὶ τὸν ἔξωθεν ἀέρα τοῦ σώματος. οἱ μὲν οὖν πυρέττοντες καυματιζόμενοι συνεχῶς ἀλλάττουσι τὰ ἱμάτια τῷ ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον ἂν δʼ ἐπιβληθῇ, παραχρῆμα γίγνεται θερμὸν ὑπὸ τοῦ σώματος. ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει θοἰμάτιον, οὕτω τὴν χιόνα ψυχόμενον ἀντιπεριψύχει· ψύχεται δʼ ὑπʼ αὐτῆς ἀφιείσης πνεῦμα λεπτόν· τοῦτο γὰρ συνέχει τὴν πῆξιν αὐτῆς ἐγκατακεκλεισμένον· ἀπελθόντος δὲ τοῦ πνεύματος, ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται, καὶ ἀπανθεῖ τὸ λευκὸν ὅπερ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἀνάμιξις ἀφρώδης; γενομένη παρεῖχεν ἅμα τʼ οὖν τὸ ψυχρὸν ἐγκατέχεται περιστεγόμενον τῷ ἱματίῳ, καὶ ἔξωθεν ἀὴρ ἀπειργόμενος οὐ τέμνει τὸν πάγον οὐδʼ ἀνίησιν. ἀγνάπτοις δὲ τούτοις πρὸς τοῦτο διὰ τὴν τραχύτητα καὶ ξηρότητα τῆς κροκύδος οὐκ ἐώσης ἐπιπεσεῖν βαρὺ θοἰμάτιον οὐδὲ συνθλῖψαι τὴν χαυνότητα τῆς χιόνος· ὥσπερ καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακῶς περιπῖπτον οὐ θρύπτει τὸν πάγον, ἄλλως δὲ πυκνόν ἐστι καὶ στεγανόν, ὥστε καὶ τὴν θερμότητα τοῦ ἀέρος ἀπείργειν καὶ τὴν ψυχρότητα κωλύειν ἀπιέναι τῆς χιόνος. ὅτι δʼ τοῦ πνεύματος διάκρισις ἐμποιεῖ τὴν τῆξιν, ἐμφανές ἐστι τῇ αἰσθήσει τηκομένη γὰρ χιὼν πνεῦμα ποιεῖ.
§7.1 Νίγρος πολίτης ἡμῶν ἀπὸ σχολῆς ἀφῖκτο συγγεγονὼς ἐνδόξῳ φιλοσόφῳ χρόνον οὐ πολύν, ἀλλʼ ἐν ὅσῳ τὰ τάνδρὸς οὐ καταλαμβάνοντες ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπʼ αὐτοῦ μιμούμενοι τὸ ἐπιτιμητικὸν καὶ ἐλέγχοντες ἐπὶ παντὶ πράγματι τοὺς συνόντας. ἑστιῶντος οὖν ἡμῖἱς Ἀριστίωνος, τὴν τʼ ἄλλην χορηγίαν ὡς πολυτελῆ καὶ περίεργον ἐμέμφετο καὶ τὸν οἶνον οὐκ ἔφη δεῖν ἐγχεῖσθαι διηθημένον, ἀλλʼ, ὥσπερ Ἡσίοδος ἐκέλευσεν, ἀπὸ τοῦ πίθου πίνεσθαι τὴν σύμφυτον ἔχοντα ῥώμην καὶ δύναμιν. δὲ τοιαύτη κάθαρσις αὐτοῦ πρῶτον μὲν ἐκτέμνει τὰ νεῦρα καὶ τὴν θερμότητα κατασβέννυσιν· ἐξανθεῖ γὰρ καὶ ἀποπνεῖ διερωμένου πολλάκις· ἔπειτα περιεργίαν καὶ καλλωπισμὸν ἐμφαίνει καὶ τρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον. ὥσπερ γὰρ τὸ τοὺς ἀλεκτρυόνας ἐκτεμεῖν καὶ τοὺς χοίρους, ἁπαλὴν αὐτῶν παρὰ φύσιν τὴν σάρκα ποιοῦντας καὶ θήλειαν, οὐχ ὑγιαινόντων ἐστὶν ἀνθρώπων ἀλλὰ διεφθαρμένων ὑπὸ λιχνείας· οὕτως, εἰ δεῖ μεταφορᾷ χρησάμενον λέγειν, ἐξευνουχίζουσι τὸν ἄκρατον καὶ ἀποθηλύνουσιν οἱ διηθοῦντες, οὔτε φορεῖν ὑπʼ ἀσθενείας οὔτε πίνειν τὸν μέτριον δυνάμενοι διὰ τὴν ἀκρασίαν· ἀλλὰ σόφισμα τοῦτʼ ἐστὶν αὐτοῖς καὶ μηχάνημα πολυποσίας ἐξαιροῦσι δὲ τοῦ οἴνου τὸ ἐμβριθές, τὸ λεῖον ἀπολιπόντες, ὥσπερ οἱ τοῖς ἀκρατῶς ἔχουσι πρὸς ψυχροποσίαν ἀρρώστοις ἀφεψημένον διδόντες· τι γὰρ στόμωμα τοῦ οἴνου καὶ κράτος ἐστί, τοῦτʼ ἐν τῷ διυλίζειν ἐξαιροῦσι καὶ ἀποκρίνουσι. μέγα δὲ τεκμήριον διαφθορὰ καὶ τὸ μὴ διαμένειν, ἀλλʼ ἐξίστασθαι καὶ μαραίνεσθαι, καθάπερ ἀπὸ ῥίζης κοπέντα τῆς τρυγός· οἱ δὲ παλαιοὶ καὶ τρύγα τὸν οἶνον ἄντικρυς ἐκάλουν, ὥσπερ ψυχὴν καὶ κεφαλὴν τὸν ἄνθρωπον εἰώθαμεν ἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι, καὶ τρυγᾶν λέγομεν τοὺς δρεπομένους τὴν ἀμπελίνην ὀπώραν, καὶ διατρύγιόν που Ὅμηρος εἴρηκεν, αὐτὸν δὲ τὸν οἶνον αἴθοπα καί ἐρυθρὸν εἴωθε · καλεῖν· οὐχ ὡς Ἀριστίων ἡμῖν ὠχριῶντα καὶ χλωρὸν ὑπὸ τῆς πολλῆς καθάρσεως παρέχεται.
§7.2 καὶ Ἀριστίων γελάσας οὐκ ὠχριῶντʼ εἶπεν τᾶν, οὐδʼ ἀναίμον,, ἀλλὰ μειλίχιον καὶ ἡμερίδην, ἀπὸ τῆς ὄψεως αὐτῆς πρῶτον. σὺ δʼ ἀξιοῖς τοῦ νυκτερινοῦ καὶ μελαναιγίδος ἐμφορεῖσθαι, καὶ ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν διʼ ἧς τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶς καὶ νοσῶδες ἐλαφρὸς καὶ ἄνευ ὀργῆς; ἀναμίγνυται ἡμῖν, οἷον Ὅμηρός φησι πίνειν τοὺς ἥρωας αἴθοπα γὰρ οὐ καλεῖ τὸν ζοφερόν, ἀλλὰ τὸν διαυγῆ καὶ λαμπρόν· οὐ γὰρ ἂν λέγωνεὐήνορα καὶ νώροπα χαλκὸν αἴθοπα προσηγόρευεν. ὥσπερ οὖν σοφὸς Ἀνάχαρσις ἄλλʼ ἄττα τῶν Ἑλλήνων μεμφόμενος ἐπῄνει τῶν ἀνθρακέων ὅτι τὸν καπνὸν ἔξω καταλιπόντες οἴκαδε πῦρ κομίζουσιν· οὕτως ἡμᾶς ἐφʼ ἑτέροις ἂν ψέγοιτε μᾶλλον οἱ σοφοὶ ὑμεῖς. εἰ δὲ τοῦ οἴνου τὸ ταρακτικὸν καὶ ὀχλῶδες ἐξωθούμενοι καὶ ἀποσκεδάσαντες, αὐτὸν δʼ εὐφραίνοντες οὐ καλλωπίσαντες οὐδʼ ὥσπερ σιδήρου στόμωμα καὶ ἀκμὴν ἀποκόψαντες, ἀλλὰ μᾶλλον ὥσπερ ἰὸν ῥύπον ἀποκαθήραντες προσφερόμεθα, τί πλημμελοῦμεν; ὅτι νὴ Δία πλέον ἰσχύει μὴ διηθούμενος. καὶ γὰρ ἄνθρωπος, φίλε, φρενετίζων καὶ μαινόμενος· ἀλλʼ ὅταν ἐλλεβόρῳ χρησάμενος διαίτῃ καταστῇ, τὸ μὲν σφοδρὸν ἐκεῖνο καὶ σύντονον οἴχεται καὶ γέγονεν ἐξίτηλον, δʼ ἀληθινὴ δύναμις καὶ σωφροσύνη παραγίγνεται τῷ σώματι· οὕτω δὴ καὶ κάθαρσις τοῦ οἴνου τὸ πληκτικὸν ἀφαιροῦσα καὶ μανικόν, εἰς πραεῖαν ἕξιν καὶ ὑγιαίνουσαν καθίστησι. περιεργίαν δʼ οἶμαι πάμπολυ διαφέρειν καθαριότητος· καὶ γὰρ αἱ γυναῖκες φυκούμεναι καὶ μυριζόμεναι καὶ χρυσὸν φοροῦσαι καὶ πορφύραν περίεργοι δοκοῦσι· λουτρὸν δὲ καὶ ἄλειμμα καὶ κόμης θρύψιν οὐδεὶς αἰτιᾶται. χαριέντως δὲ τὴν διαφορὰν ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥρας ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιολύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ μέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης ἐστιν· ὅταν δὲ τὰς χρυσᾶς περόνας ἀναλαμβάνῃ καὶ τὰ διηκριβωμένα τέχνῃ ἐλλόβια καὶ τελευτῶσα τῆς περὶ τὸν κεστὸν ἅπτηται γοητείας, περιεργία τὸ χρῆμα καὶ λαμυρία μὴ πρέπουσα γαμετῇ γέγονεν. οὐκοῦν καὶ τὸν οἶνον οἱ μὲν ἀλόαις χρωτίζοντες κινναμώμοις καὶ κρόκοις ἐφηδύνοντες ὥσπερ γυναῖκα καλλωπίζουσιν εἰς τὰ συμπόσια καὶ προαγωγεύουσιν οἱ δʼ ἀφαιροῦντες τὸ ῥυπαρὸν καὶ ἄχρηστον ἐξ αὐτοῦ θεραπεύουσι καὶ καθαίρουσιν. ἐπεὶ πάντʼ ἂν εἴποις ταῦτα περιεργίαν, ἀρξάμενος ἀπὸ τοῦ οἴκου· τί γὰρ οὕτω κεκονίαται; τί δʼ ἀνέῳγε τοῦ περιέχοντος ὅθεν ἂν μάλιστα πνεῦμα λαμβάνοι καθαρὸν καὶ τοῦ φωτὸς ἀπολαύοι περιιόντος ἐπὶ τὰς δύσεις; τί δὲ τῶν ἐκπωμάτων ἕκαστον ἐκτέτριπται καὶ διέσμηκται πανταχόθεν ὥστε λάμπειν καὶ περιστίλβειν; τὸ μὲν ἔκπωμʼ ἔδει μὴ ῥύπου μηδὲ μοχθηρίας ὀδωδὸς εἶναι, τὸ δʼ ἐξ αὐτοῦ πινόμενον εὐρῶτος κηλίδων ἀναπεπλῆσθαι; καὶ τί δεῖ τἄλλα λέγειν; γὰρ αὐτοῦ τοῦ πυροῦ διαπόνησις εἰς τὸν ἄρτον οὐδὲν ἕτερον κάθαρσις οὖσα, θέασαι μεθʼ ὅσης γίγνεται πραγματείας· οὐ γὰρ μόνον ὑποσκαφισμοὶ καὶ διαττήσεις καὶ ἀποκρίσεις καὶ διακρίσεις εἰσὶ τῶν σιτίων καὶ τῶν ἀλλοτρίων, ἀλλʼ τρῖψις ἐκθλίβουσα τοῦ φυράματος τὸ τραχὺ καὶ πέψις ἐξικμάζουσα τὸ ὑγρὸν καθαίρουσι καὶ συστέλλουσι τὴν ὕλην εἰς αὐτὸ τὸ ἐδώδιμον. τί οὖν ἄτοπον, εἰ καὶ τοῦ οἴνου τὸ τρυγῶδες ὡς κρίμνον σκύβαλον διήθησις ἐξαιρεῖ, μήτε δαπάνης τινὸς τῇ καθάρσει μήτʼ ἀσχολίας πολλῆς προσούσης;
§8.1 θυσία τις ἔστι πάτριος, ἣν μὲν ἄρχων ἐπὶ τῆς κοινῆς ἑστίας δρᾷ τῶν δʼ ἄλλων ἕκαστος ἐπʼ οἴκου· καλεῖται δὲ βουλίμου ἐξέλασις· καὶ τῶν οἰκετῶν ἕνα τύπτοντες ἀγνίναις ῥάβδοις διὰ θυρῶν ἐξελαύνουσιν, ἐπιλέγοντες ἔξω Βούλιμον ἔσω δὲ πλοῦτον καὶ ὑγίειαν ἄρχοντος οὖν ἐμοῦ, πλείονες ἐκοινώνουν τῆς θυσίας· κᾆθʼ ὡς ἐποιήσαμεν τὰ νενομισμένα καὶ πάλιν κατεκλίνημεν, ἐζητεῖτο πρῶτον ὑπὲρ αὐτοῦ τοῦ ὀνόματος ἔπειτα τῆς φωνῆς, ἣν ἐπιλέγουσι τῷ διωκομένῳ, μάλιστα δʼ ὑπὲρ τοῦ πάθους καὶ τῶν κατʼ αὐτὸ γιγνομένων. τὸ μὲν οὖν βούλιμον λιμὸν ἐδόκει μέγαν δημόσιον ἀποσημαίνειν, καὶ μάλιστα παρʼ ἡμῖν τοῖς Αἰολεῦσιν ἀντὶ τοῦ β τῷ π χρωμένοις· οὐ γὰρ βούλιμον, ἀλλὰ πούλιμον, οἷον πολὺν ὄντα λιμόν, ὀνομάζομεν. ἐδόκει δʼ βούβρωστις ἕτερον εἶναι· τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου Ἰωνικῶν· ἱστορεῖ γάρ, ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα, καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν. ἐπεὶ δὲ πᾶς μὲν ἔοικεν λιμὸς νόσῳ, μάλιστα δʼ βούλιμος, ἐπιγίγνεσθαι, παθόντος παρὰ φύσιν τοῦ σώματος, εἰκότως ἀντιτάττουσιν ὡς μὲν ἐνδείᾳ τὸν πλοῦτον ὡς δὲ νόσῳ τὴν ὑγίειαν. ὡς δὲ ναυτιᾶν ὠνομάσθη μὲν ἐπὶ τῶν ἐν νηὶ καὶ κατὰ πλοῦν τὸν στόμαχον ἐκλυομένων, ἔθει δʼ ἴσχυκεν ἤδη καὶ κατὰ τῶν ὁπωσοῦν τοῦτο πασχόντων ὄνομα τοῦ πάθους εἶναι· οὕτως ἄρα καὶ τὸ βουλιμιᾶν ἐκεῖθεν ἀρξάμενον ἐνταῦθα διέτεινε. ταῦτα μὲν οὖν ἔρανον κοινὸν ἐκ πάντων συνεπλήρουν λόγων.
§8.2 ἐπειδὴ δʼ ἡπτόμεθα τῆς αἰτίας τοῦ πάθους, πρῶτον μὲν ἠπορήθη τὸ μάλιστα βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας, ὥσπερ καὶ Βροῦτος ἐκ Δυρραχίου πρὸς Ἀπολλωνίαν ἰὼν ἐκινδύνευσεν ὑπὸ τοῦ πάθους· ἦν δὲ νιφετὸς πολὺς καὶ τῶν τὰ σιτία κομιζόντων οὐδεὶς ἐξηκολούθει· λιποθυμοῦντος οὖν αὐτοῦ καὶ ἀπολιπόντος, ἠναγκάσθησαν οἱ στρατιῶται προσδραμόντες τοῖς τείχεσιν ἄρτον αἰτῆσαι παρὰ τῶν τειχοφυλάκων πολεμίων· καὶ λαβόντες εὐθὺς ἀνεκτήσαντο τὸν Βροῦτον· διὸ καὶ φιλανθρώπως ἐχρήσατο πᾶσι κύριος τῆς πόλεως γενόμενος. πάσχουσι δὲ τοῦτο καὶ ἵπποι καὶ ὄνοι, καὶ μάλισθʼ ὅταν ἰσχάδας μῆλα κομίζωσιν. δὲ θαυμασιώτατόν ἐστιν, οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ κτήνη μάλιστα πάντων ἐδωδίμων ἀναρρώννυσιν ἄρτος ὥστε, κἂν ἐλάχιστον ἐμφάγωσιν, ἰῶνται καὶ βαδίζουσι.
§8.3 γενομένης δὲ σιωπῆς, ἐγὼ συννοῶν ὅτι τὰ τῶν πρεσβυτέρων ἐπιχειρήματα τοὺς μὲν ἀργοὺς καὶ ἀφυεῖς οἷον ἀναπαύει καὶ ἀναπίμπλησι, τοῖς δὲ φιλοτίμοις καὶ φιλολόγοις ἀρχὴν ἐνδίδωσιν οἰκείαν καὶ τόλμαν ἐπὶ τὸ ζητεῖν καὶ ἀνιχνεύειν τὴν ἀλήθειαν, ἐμνήσθην τῶν Ἀριστοτελικῶν ἐν οἷς λέγεται, ὅτι, πολλῆς περιψύξεως γενομένης ἔξωθεν, ἐκθερμαίνεται σφόδρα τὰ ἐντὸς καὶ πολὺ σύντηγμα ποιεῖ· τοῦτο δʼ, ἐὰν μὲν ἐπὶ τὰ σκέλη ῥυῇ, κόπους ἀπεργάζεται καὶ βαρύτητας, ἐὰν δʼ ἐπὶ τὰς τῆς κινήσεως καὶ τῆς ἀναπνοῆς ἀρχάς, ἀψυχίαν καὶ ἀσθένειαν. ὅπερ οὖν εἰκός, τοῦ λόγου λεχθέντος, ἐπεραίνετο, τῶν μὲν ἐπιφυομένων τῷ δόγματι τῶν δʼ ὑπερδικούντων.
§8.4 Σώκλαρος δὲ τὴν ἀρχὴν ἔφη τοῦ λόγου κάλλιστα κεῖσθαι· περιψύχεσθαι γὰρ ἱκανῶς καὶ πυκνοῦσθαι τὰ σώματα τῶν βαδιζόντων διὰ χιόνος· τὸ δὲ σύντηγμα τὴν θερμότητα ποιεῖν καὶ τοῦτο καταλαμβάνειν τὰς ἀρχὰς τῆς ἀναπνοῆς αἰτηματῶδες εἶναι μᾶλλον οὖν δοκεῖν αὐτῷ τὴν θερμότητα συστελλομένην καὶ πλεονάζουσαν ἐντὸς ἀναλίσκειν τὴν τροφήν, εἶτʼ, ἐπιλειπούσης καὶ αὐτὴν, ὥσπερ πῦρ ἀπομαραίνεσθαι· διὸ πεινῶσι σφόδρα καὶ βραχὺ παντελῶς ἐμφαγόντες εὐθὺς ἀναλάμπουσι· γίγνεται γὰρ ὥσπερ ὑπέκκαυμα τῆς θερμότητος τὸ προσφερόμενον.
§8.5 Κλεομένης δʼ ἰατρὸς ἄλλως ἔφη τῷ ὀνόματι τὸν λιμὸν συντετάχθαι δίχα τοῦ πράγματος, ὥσπερ τῷ καταπίνειν τὸ πίνειν καὶ τῷ ἀνακύπτειν τὸ κύπτειν· οὐ γὰρ εἶναι λιμόν, ὥσπερ δοκεῖ, τὴν βουλιμίαν, ἀλλὰ πάθος ἐν τῷ στομάχῳ διὰ συνδρομὴν θερμοῦ λιποψυχίαν ποιοῦν. ὥσπερ οὖν τὰ ὀσφραντὰ πρὸς τὰς λιποθυμίας βοηθεῖν, καὶ τὸν ἄρτον ἀναλαμβάνειν τοὺς βουλιμιῶντας, οὐχ ὅτι τροφῆς ἐνδεεῖς εἰσι μικρὸν γοῦν παντάπασι λαβόντες ἀναζωπυροῦσιν, ἀλλʼ ὅτι τὸ πνεῦμα καὶ τὴν δύναμιν ἀνακαλεῖται καταφερομένην. ὅτι δʼ ἔστι λιποθυμία καὶ οὐ πεῖνα, μηνύει τὸ τῶν ὑποζυγίων· τε γὰρ τῶν ἰσχάδων ἀποφορὰ καὶ τῶν μήλων ἔνδειαν μὲν οὐ ποιεῖ, καρδιωγμὸν δέ τινα μᾶλλον καὶ νὴ Δίʼ εἴλιγγον.
§8.6 ἡμῖν δὲ καὶ ταῦτα μετρίως ἐδόκει λέγεσθαι, καὶ ἀπὸ τῆς ἐναντίας ἀρχῆς δυνατὸν εἶναι, μὴ πύκνωσιν ἀλλʼ ἀραίωσιν ὑποθεμένοις, διασῶσαι τὸ πιθανόν· τὸ γὰρ ἀπορρέον πνεῦμα τῆς χιόνος ἐστὶ μὲν οἷον ἀθὴρ τοῦ πάγου καὶ ψῆγμα λεπτομερέστατον, ἔχει δέ τι τομὸν καὶ διαιρετικὸν οὐ σαρκὸς μόνον ἀλλὰ καὶ ἀργυρῶν καὶ χαλκῶν ἀγγείων ὁρῶμεν γὰρ ταῦτα μὴ στέγοντα τὴν χιόνα· πνεομένη γὰρ ἀναλίσκεται καὶ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ ἀγγείου νοτίδος ἀναπίμπλησι λεπτῆς καὶ κρυσταλλοειδοῦς, ἣν ἀπολείπει τὸ πνεῦμα διὰ τῶν πόρων ἀδήλως ἀπερχόμενον τοῦτο δὴ τοῖς βαδίζουσι διὰ χιόνος ὀξὺ καὶ φλογοειδὲς προσπῖπτον ἐπικάειν δοκεῖ τὰ ἄκρα τῷ τέμνειν καὶ παρελθεῖν τῇ σαρκί, καθάπερ πῦρ· ὅθεν ἀραίωσις γίγνεται περὶ τὸ σῶμα πολλὴ καὶ ῥεῖ τὸ θερμὸν ἔξω διὰ τὴν ψυχρότητα τοῦ πνεύματος, καὶ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον ἱδρῶτα δροσώδη διατμίζει καὶ λεπτόν, ὥστε τήκεσθαι καὶ ἀναλίσκεσθαι τὴν δύναμιν. ἐὰν μὲν οὖν ἡσυχάζῃ τις, οὐ πολλὴ τοῦ σώματος ἀπέρχεται θερμότης· ὅταν δὲ τὴν μὲν τροφὴν τοῦ σώματος κίνησις εἰς τὸ θερμὸν ὀξέως μεταβάλλῃ τὸ δὲ θερμὸν ἔξω φέρηται, διακρινομένης τῆς σαρκός, ἀθρόαν ἀνάγκη τῆς δυνάμεως ἐπίλειψιν γενέσθαι. ὅτι δὲ τὸ ἐκψύχεσθαι οὐ πήγνυσι μόνον ἀλλὰ καὶ τήκει τὰ σώματα, δῆλόν ἐστιν ἐν μὲν γὰρ τοῖς μεγάλοις χειμῶσιν ἀκόναι μολίβδου διατηκόμεναι τό τε τῆς ἐφιδρώσεως καὶ τὸ πολλοῖς μὴ πεινῶσι συμπίπτειν τὴν βουλιμίασιν ἀραίωσιν κατηγορεῖ μᾶλλον καὶ ῥύσιν πύκνωσιν τοῦ σώματος. ἀραιοῦνται δὲ χειμῶνος μέν, ὥσπερ εἴρηται, τῇ λεπτότητι, ἄλλως δὲ τοῦ κόπου καὶ τῆς κινήσεως ἀποξυνούσης τὴν ἐν τῷ σώματι θερμότητα· λεπτὴ γὰρ γενομένη καὶ κοπιῶσα ῥεῖ πολλὴ καὶ διασπείρεται διὰ τοῦ σώματος. τὰ δὲ μῆλα καὶ τὰς ἰσχάδας εἰκὸς ἀποπνεῖν τι τοιοῦτον, ὥστε τῶν ὑποζυγίων τὸ θερμὸν ἀπολεπτύνειν καὶ κατακερματίζειν· ἄλλα γὰρ ἄλλοις ὥσπερ ἀναλαμβάνειν καὶ καταλύεσθαι πέφυκεν.
§9.1 ἠπορήθη ποτὲ καὶ διὰ τί πολλῶν ὑγρῶν ὄντων τὰ μὲν ἄλλα τοῖς ἰδίοις ἐπιθέτοις ποιητὴς εἰώθει κοσμεῖν, τὸ γάλα τε λευκὸν καὶ τὸ μέλι χλωρὸν καὶ τὸν οἶνον ἐρυθρὸν καλῶν, τὸ δʼ ἔλαιον ἀπὸ κοινοῦ τοῦ πᾶσι συμβεβηκότος μόνον ἐπιεικῶς ὑγρὸν προσαγορεύει. εἰς τοῦτʼ ἐλέχθη, ὅτι ὡς γλυκύτατόν ἐστι τὸ διʼ ὅλου γλυκύ, καὶ λευκότατον τὸ διʼ ὅλου λευκόν· διʼ ὅλου δὲ τοιοῦτόν ἐστιν, μηδὲν ἐμμέμικται τῆς ἐναντίας φύσεως· οὕτω δὴ καὶ τὸ ὑγρὸν μάλιστα ῥητέον, οὗ μηθὲν μέρος ξηρόν ἐστι· τοῦτο δὲ τῷ ἐλαίῳ συμβέβηκε.
§9.2 πρῶτον μὲν λειότης αὐτοῦ τὴν ὁμαλότητα τῶν μορίων ἐπιδείκνυται· διʼ ὅλου γὰρ αὑτῷ συμπαθεῖ πρὸς τὴν ψαῦσιν. ἔπειτα τῇ ὄψει παρέχει καθαρώτατον ἐνοπτρίσασθαι· τραχὺ γὰρ οὐδέν ἐστιν ὥστε διασπᾶν τὴν ἀνταύγειαν, ἀλλʼ ἀπὸ παντὸς μέρους διʼ ὑγρότητα καὶ σμικρότατον ἀνακλᾷ τὸ φῶς ἐπὶ τὴν ὄψιν· ὥσπερ αὖ τοὐναντίον, τὸ γάλα τῶν ὑγρῶν μόνον οὐκ ἐσοπτρίζει, πολλῆς ἀναμεμιγμένης αὐτῷ γεώδους συστάσεως. ἔτι δὲ κινούμενον, ἥκιστα ψοφεῖ ψἑἶζῖ τῶν ὑγρῶν· ὑγρὸν γάρ ἐστι διʼ ὅλου· τῶν δʼ ἄλλων ἐν τῷ ῥεῖν καὶ φέρεσθαι τὰ σκληρὰ καὶ γεώδη μέρη προσκρούσεις λαμβάνοντα καὶ πληγὰς ψοφεῖ διὰ τραχύτητα. καὶ μὴν μόνον ἄκρατητον διαμένει καὶ ἄμικτον· ἔστι γὰρ πυκνότατον οὐ γὰρ ἔχει μεταξὺ τῶν ξηρῶν καὶ γεωδῶν ἐν αὑτῷ μερῶν κενώματα καὶ πόρους, οἷς δέξεται τὸ παρεμπῖπτον ἀλλὰ διʼ ὁμοιότητα τῶν μερῶν εὐάρμοστόν ἐστι καὶ συνεχές· ὅταν δʼ ἀφρίζῃ τοὔλαιον, οὐ δέχεται τὸ πνεῦμα διὰ λεπτότητα καὶ συνέχειαν. τοῦτο δʼ αἴτιον καὶ τοῦ τρέφεσθαι τὸ πῦρ ὑπʼ αὐτοῦ· τρέφεται μὲν γὰρ οὐδενὶ πλὴν ὑγρῷ, καὶ τοῦτο μόνον καυστόν ἐστιν· ἐκ γοῦν τῶν ξύλων μὲν ἀὴρ ἄπεισι καπνὸς γενόμενος, τὸ δὲ γεῶδες ἐκτεφρωθὲν ὑπολείπεται· μόνον δʼ ὑπὸ τοῦ πυρὸς τὸ νοτερὸν ἀναλοῦται· τούτῳ γὰρ τρέφεσθαι πέφυκεν. ὕδωρ μὲν οὖν καὶ οἶνος καὶ τὰ λοιπά, πολλοῦ μετέχοντα τοῦ θολεροῦ καὶ γεώδους, ἐμπίπτοντα τὴν φλόγα διασπᾷ καὶ τῇ τραχύτητι, καὶ τῷ βάρει θλίβει καὶ κατασβέννυσι· τὸ δʼ ἔλαιον, ὅτι μάλιστα εἰλικρινῶς ὑγρόν ἐστι, διὰ λεπτότητα μεταβάλλει καὶ κρατούμενον ἐκπυροῦται.
§9.3 μέγιστον δʼ αὐτοῦ τῆς ὑγρότητος τεκμήριον ἐπὶ πλεῖστον ἐξ ὀλιγίστου διανομὴ καὶ χύσις· οὔτε γὰρ μέλιτος οὔθʼ ὕδατος οὔτʼ ἄλλου τινὸς ὑγροῦ βραχὺς οὕτως ὀπὸς ἐπίδοσιν λαμβάνει τοιαύτην, ἀλλʼ εὐθὺς ἐπιλείπων καταναλίσκεται διὰ ξηρότητα. τὸ δʼ ἔλαιον, ὅλκιμον πανταχῆ καὶ μαλακόν, ἄγεται περὶ τὸ σῶμα χριομένοις καὶ συνεπιρρεῖ πορρωτάτω διʼ ὑγρότητα τῶν μερῶν μηκυνομένων, ὥστε καὶ παραμένειν δυσεξίτηλον. ὕδατι μὲν γὰρ βρεχθὲν ἱμάτιον ἀποξηραίνεται ῥᾳδίως, ἐλαίου δὲ κηλῖδας οὐ τῆς τυχούσης ἐστὶ πραγματείας ἐκκαθῆραι· μάλιστα γὰρ ἐνδύεται τῷ μάλιστα λεπτὸν καὶ ὑγρὸν εἶναι. καὶ γὰρ οἶνον κεκραμένον δυσχερέστερον ἐξαιροῦσι τῶν ἱματίων, ὡς Ἀριστοτέλης φησίν, ὅτι λεπτότερός ἐστι καὶ μᾶλλον ἐνδύεται τοῖς πόροις.
§10.1 Ἀριστίωνος εὐημέρει παρὰ τοῖς δειπνοῦσι μάγειρος, ὡς τὰ τʼ ἄλλα χαριέντως ὀψοποιήσας καὶ τὸν ἄρτι τῷ Ἡρακλεῖ τεθυμένον ἀλεκτρυόνα παραθεὶς ἁπαλὸν ὥσπερ χθιζόν, νεαρὸν ὄντα καὶ πρόσφατον. εἰπόντος; οὖν τοῦ Ἀριστίωνος, ὅτι τοῦτο γίγνεται ταχέως, εἰ σφαγεὶς εὐθὺς ἀπὸ τῆς συκῆς κρεμασθείη, τὴν αἰτίαν ἐζητοῦμεν. ὅτι μὲν δὴ πνεῦμα τῆς συκῆς ἄπεισιν ἰσχυρὸν καὶ σφοδρόν, τʼ ὄψις ἐκμαρτυρεῖ καὶ τὸ περὶ τῶν ταύρων λεγόμενον, ὡς ἄρα συκῇ προσδεθεὶς χαλεπώτατος, ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμενον. τὴν δὲ πλείστην αἰτίαν καὶ δύναμιν δριμύτης εἶχε· τὸ γὰρ φυτὸν ἁπάντων ὀπωδέστατον, ὥστε καὶ τὸ σῦκον αὐτὸ καὶ τὸ ξύλον καὶ τὸ θρῖον ἀναπεπλῆσθαι· διὸ καόμενόν τε τῷ καπνῷ δάκνει μάλιστα καὶ κατακαυθέντος τέφρα ῥυπτικωτάτην παρέχει κόνιν· ταὐτὰ δὲ πάντα θερμότητος. καὶ τὴν πῆξιν ἐμποιεῖν τῷ γάλακτι τὸν ὀπὸν οἴονταί τινες, οὐ σκαληνίᾳ σχημάτων περιπλέκοντα καὶ κολλῶντα τὰ μέρη τοῦ γάλακτος, ἐκθλιβομένων ἐπιπολῆς τῶν λείων καὶ περιφερῶν, ἀλλὰ καὶ ὑπὸ θερμότητος ἐκτήκοντα τοῦ ὑγροῦ τὸ ἀσύστατον καὶ ὑδατῶδες. τεκμήριον δὲ καὶ τὸ ἄχρηστον γλυκὺ εἶναι τὸν ὀπόν, ἀλλὰ πωμάτων φαυλότατον· οὐ γὰρ τὸ λεῖον ὑπὸ τῶν σκαληνῶν, ἀλλὰ τὸ ψυχρὸν ἔστη καὶ ἄπεπτον ὑπὸ τῆς θερμότητος. καὶ πρὸς τοῦτο συνεργοῦσιν οἱ ἅλες· θερμοὶ γάρ εἰσι· πρὸς δὲ τὴν λεγομένην περιπλοκὴν καὶ σύνδεσιν ἀντιπράττουσι διάλυσιν διαλύειν γὰρ μάλιστα πεφύκασι. θερμὸν οὖν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησιν συκῆ· καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σάρκα τοῦ ὄρνιθος. ταὐτὸ δὲ πάσχει καὶ πυρῶν ἐντεθεὶς σιρῷ καὶ νίτρῳ συνημμένος, ὑπὸ θερμότητος. ὅτι δ πυρὸς ἔχει τι θερμόν, τεκμαίρονται τοῖς ἀμφορεῦσιν, ὧν ἐντιθεμένων εἰς σιρὸν ἐξαναλίσκεται ταχέως οἶνος.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1892
Teubner
Vernardakēs, Teubner, 1892 · 1892
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up