§0.1
τὸ μισέω μνάμονα συμπόταν ὦ Σόσσιε Σενεκίων, ἔνιοι πρὸς τοὺς ἐπιστάθμους εἰρῆσθαι λέγουσι, φορτικοὺς ἐπιεικῶς καὶ ἀναγώγους ἐν τῷ πίνειν ὄντας· οἱ γὰρ ἐν Σικελίᾳ Δωριεῖς ὡς ἔοικε τὸν ἐπίσταθμον μνάμονα προσηγόρευον. ἔνιοι δὲ τὴν παροιμίαν οἴονται τοῖς παρὰ πότον λεγομένοις καὶ πραττομένοις ἀμνηστίαν ἐπάγειν διὸ τήν τε λήθην οἱ πάτριοι λόγοι καὶ τὸν νάρθηκα τῷ θεῷ συγκαθιεροῦσιν, ὡς ἢ μηδενὸς δέον μνημονεύειν τῶν ἐν οἴνῳ πλημμεληθέντων ἢ παντελῶς ἐλαφρᾶς καὶ παιδικῆς νουθεσίας δεομένων. ἐπεὶ δὲ καὶ σοὶ δοκεῖ τῶν μὲν ἀτόπων ἡ λήθη τῷ ὄντι σοφὴ κατʼ Εὐριπίδην εἶναι· τὸ δʼ ὅλως ἀμνημονεῖν τῶν ἐν οἴνῳ μὴ μόνον τῷ φιλοποιῷ λεγομένῳ μάχεσθαι τῆς τραπέζης, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ἐλλογιμωτάτους ἀντιμαρτυροῦντας ἔχειν, Πλάτωνα καὶ Ξενοφῶντα καὶ Ἀριστοτέλην καὶ Σπεύσιππον, Ἐπίκουρόν τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ Ἀκαδημείας, ὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους· ᾠήθης τε δεῖν ἡμᾶς τῶν σποράδην πολλάκις ἔν τε Ῥώμῃ μεθʼ ὑμῶν καὶ παρʼ ἡμῖν ἐν τῇ Ἑλλάδι, παρούσης ἅμα τραπέζης καὶ κύλικος, φιλολογηθέντων συναγαγεῖν τἀπιτήδεια· πρὸς τοῦτο γενόμενος τρία μὲν ἢδη σοι πέπομφα τῶν βιβλίων, ἑκάστου δέκα προβλήματα περιέχοντος· πέμψω δὲ καὶ τὰ λοιπὰ ταχέως, ἂν ταῦτα δόξῃ μὴ παντελῶς ἄμουσα μηδʼ ἀπροσδιόνυσʼ εἶναι.
Why we dine together
§1.1
πρῶτον δὲ πάντων τέτακται τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον. μέμνησαι γὰρ ὅτι, ζητήσεως Ἀθήνησι μετὰ δεῖπνον γενομένης εἰ χρηστέον ἐν οἴνῳ φιλοσόφοις λόγοις καὶ τί μέτρον ἔστι χρωμένοις, ἀρίστων παρών εἰσὶ γάρ ἔφησε πρὸς τῶν θεῶν οἱ φιλοσόφοις χώραν ἐπʼ οἴνῳ μὴ διδόντες; ἐγὼ δʼ εἶπον ἀλλ οὐ γὰρ εἰσίν, ὦ ἑταῖῤ, οἳ καὶ πάνυ γε σεμνῶς κατειρωνευόμενοι λέγουσι μὴ δεῖν ὥσπερ οἰκοδέσποιναν ἐν οἴνῳ φθέγγεσθαι φιλοσοφίαν· καὶ τοὺς Πέρσας ὀρθῶς φασι μὴ ταῖς γαμεταῖς ἀλλὰ ταῖς παλλακίσι συμμεθύσκεσθαι καὶ συνορχεῖσθαι; ταὐτὸ δὴ καὶ ἡμᾶς ἀξιοῦσι ποιεῖν εἰς τὰ συμπόσια τὴν μουσικὴν καὶ τὴν ὑποκριτικὴν ἐπεισάγοντας φιλοσοφίαν δὲ μὴ κινοῦντας, ὡς οὔτε συμπαίζειν ἐκείνην ἐπιτήδειον οὖσαν οὔθʼ ἡμᾶς τηνικαῦτα σπουδαστικῶς ἔχοντας· οὐδὲ γὰρ Ἰσοκράτη τὸν σοφιστὴν ὑπομεῖναι δεομένων εἰπεῖν τι παρʼ οἶνον ἀλλʼ ἢ τοσοῦτον ἐν οἷς μὲν ἐγὼ δεινός, οὐχ ὁ νῦν καιρός· ἐν οἷς δʼ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός.
§1.2
καὶ ὁ Κράτων ἀνακραγών εὖ γʼ εἶπε νὴ τὸν Διόνυσον ἐξώμνυτο τὸν λόγον, εἰ τοιαύτας ἔμελλε περαίνειν περιόδους, αἷς ἔμελλε Χαρίτων ἀνάστατον γενήσεσθαι συμπόσιον. οὐχ ὅμοιον δʼ οἶμαι ῥητορικὸν ἐξαιρεῖν συμποσίου λόγον καὶ φιλόσοφον· ἀλλʼ ἕτερόν ἐστι τὸ φιλοσοφίας, ἣν τέχνην περὶ βίον οὖσαν οὔτε τινὸς παιδιᾶς οὔτε τινὸς ἡδονῆς διαγωγὴν ἐχούσης ἀποστατεῖν εἰκὸς ἀλλὰ πᾶσι παρεῖναι τὸ μέτρον καὶ τὸν καιρὸν ἐπιφέρουσαν· ἢ μηδὲ σωφροσύνην μηδὲ δικαιοσύνην οἰώμεθα δεῖν εἰς τοὺς πότους δέχεσθαι, κατειρωνευόμενοι τὸ σεμνὸν αὐτῶν. εἰ μὲν οὖν, ὥσπερ οἱ τὸν Ὀρέστην ἑστιῶντες, ἐν Θεσμοθετείῳ σιωπῇ τρώγειν καὶ πίνειν ἐμέλλομεν, ἦν τι τοῦτο τῆς ἀμαθίας οὐκ ἀτυχὲς παραμύθιον· εἰ δὲ πάντων μὲν ὁ Διόνυσος Λύσιός ἐστι καὶ Λυαῖος, μάλιστα δὲ τῆς γλώττης ἀφαιρεῖται τὰ χαλινὰ καὶ πλείστην ἐλευθερίαν τῇ φωνῇ δίδωσιν, ἀβέλτερον οἶμαι καὶ ἀνόητον ἐν λόγοις πλεονάζοντα καιρὸν ἀποστερεῖν τῶν ἀρίστων λόγων, καὶ ζητεῖν μὲν ἐν ταῖς διατριβαῖς περὶ συμποτικῶν καθηκόντων καὶ τίς ἀρετὴ συμπότου καὶ πῶς οἴνῳ χρηστέον, ἐξ αὐτῶν δὲ τῶν συμποσίων ἀναιρεῖν φιλοσοφίαν ὡς ἔργῳ βεβαιοῦν ἃ διδάσκει λόγῳ μὴ δυναμένην.
§1.3
σοῦ δʼ εἰπόντος οὐκ ἄξιον εἶναι Κράτωνι περὶ τούτων ἀντιλέγειν, ὅρον δέ τινα καὶ χαρακτῆρα τῶν παρὰ πότον φιλοσοφουμένων ζητεῖν ἐκφεύγοντα τοῦτο δὴ τὸ παιζόμενον οὐκ ἀηδῶς πρὸς τοὺς ἐρίζοντας καὶ σοφιστιῶντας νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα, ηομ. β 381 καὶ παρακαλοῦντος ἡμᾶς ἐπὶ τὸν λόγον· ἔφην ἐγὼ πρῶτον ὅτι μοι δοκεῖ σκεπτέον εἶναι τὸ τῶν παρόντων· ἂν μὲν γὰρ πλείονας ἔχῃ φιλολόγους τὸ συμπόσιον, ὡς τὸ Ἀγάθωνος Σωκράτας Φαίδρους Παυσανίας Ἐρυξιμάχους, καὶ τὸ Καλλίου Χαρμίδας Ἀντισθένας Ἑρμογένας, ἑτέρους τούτοις παραπλησίους, ἀφήσομεν αὐτοὺς μύθῳ φιλοσοφεῖν, οὐχ ἧττον ταῖς Μούσαις τὸν Διόνυσον ἢ ταῖς Νύμφαις κεραννύντας ἐκεῖναι μὲν γὰρ αὐτὸν τοῖς σώμασιν ἵλεων καὶ πρᾶον, αὗται δὲ ταῖς ψυχαῖς μειλίχιον ὄντως καὶ χαριδώτην ἐπεισάγουσι. καὶ γὰρ ἂν ὀλίγοι τινὲς ἰδιῶται παρῶσιν, ὥσπερ ἄφωνα γράμματα φωνηέντων ἐν μέσῳ πολλῶν τῶν πεπαιδευμένων ἐμπεριλαμβανόμενοι, φθογγῆς τινος οὐ παντελῶς ἀνάρθρου καὶ συνέσεως κοινωνήσουσιν. ἂν δὲ πλῆθος ᾖ τοιούτων ἀνθρώπων, οἳ παντὸς μὲν ὀρνέου παντὸς δὲ νεύρου καὶ ξύλου μᾶλλον ἢ φιλοσόφου φωνὴν ὑπομένουσι, τὸ τοῦ Πεισιστράτου χρήσιμον ἐκεῖνος γὰρ ἐν διαφορᾷ τινι πρὸς τοὺς υἱοὺς γενόμενος, ὡς ᾔσθετο τοὺς ἐχθροὺς χαίροντας, ἐκκλησίαν συναγαγὼν ἔφη βούλεσθαι μὲν αὐτὸς πεῖσαι τοὺς παῖδας, ἐπεὶ δὲ δυσκόλως ἔχουσιν, αὐτὸς ἐκείνοις πείσεσθαι καὶ ἀκολουθήσειν. οὕτω δὴ καὶ φιλόσοφος ἀνὴρ ἐν συμπόταις μὴ δεχομένοις τοὺς λόγους αὐτοῦ μεταθέμενος ἕψεται καὶ ἀγαπήσει τὴν ἐκείνων διατριβὴν, ἐφʼ ὅσον μὴ ἐκβαίνει τὸ εὔσχημον· εἰδὼς ὅτι ῥητορεύουσι μὲν ἄνθρωποι διὰ λόγου, φιλοσοφοῦσι δὲ καὶ σιωπῶντες καὶ παίζοντες καὶ νὴ Δία σκωπτόμενοι καὶ σκώπτοντες. οὐ γὰρ μόνον ἀδικίας ἐσχάτης ἐστίν ὥς φησι Πλάτωνμὴ ὄντα δίκαιον εἶναι δοκεῖν, ἀλλὰ καὶ συνέσεως ἄκρας φιλοσοφοῦντα μὴ δοκεῖν φιλοσοφεῖν καὶ παίζοντα διαπράττεσθαι τὰ τῶν σπουδαζόντων. ὡς γὰρ αἱ παρʼ Εὐριπίδῃ μαινάδες ἄνοπλοι καὶ ἀσίδηροι τοῖς θυρσαρίοις παίουσαι τοὺς ἐπιτιθεμένους τραυματίζουσιν, οὕτω τῶν ἀληθινῶν φιλοσόφων καὶ τὰ σκώμματα καὶ οἱ γέλωτες τοὺς μὴ παντελῶς ἀτρώτους κινοῦσιν ἁμωσγέπως καὶ συνεπιστρέφουσιν.
§1.4
οἶμαι δὲ διηγήσεων εἶναί τι συμποτικὸν γένος, ὧν τὰς μὲν ἱστορία δίδωσι, τὰς δʼ ἐκ τῶν ἀνὰ χεῖρα πραγμάτων λαβεῖν ἔστι, πολλὰ μὲν εἰς φιλοσοφίαν παραδείγματα πολλὰ δʼ εἰς εὐσέβειαν ἐχούσας, ἀνδρικῶν τε πράξεων καὶ μεγαλοθύμων ἐνίας δὲ χρηστῶν καὶ φιλανθρώπων ζῆλον ἐπαγούσας· αἷς ἤν τις ἀνυπόπτως χρώμενος διαπαιδαγωγῇ τοὺς πίνοντας, οὐ τὰ ἐλάχιστα τῶν κακῶν ἀφαιρήσει τῆς μέθης. οἱ μὲν οὖν τὰ βούγλωσσα καταμιγνύντες εἰς τὸν οἶνον καὶ τοῖς ἀποβρέγμασι τῶν περιστερεώνων καὶ ἀδιάντων τὰ ἐδάφη ῥαίνοντες, ὡς τούτων τινὰ τοῖς ἑστιωμένοις εὐθυμίαν καὶ φιλοφροσύνην ἐνδιδόντων, ἀπομιμούμενοι τὴν Ὁμηρικὴν Ἑλένην ὑποφαρμάττουσαν τὸν ἄκρατον, οὐ συνορῶσιν ὅτι κἀκεῖνος ὁ μῦθος ἐκπεριελθὼν ἀπʼ Αἰγύπτου μακρὰν ὁδὸν εἰς λόγους ἐπιεικεῖς καὶ πρέποντας ἐτελεύτησεν ἡ γὰρ Ἑλένη πίνουσιν αὐτοῖς διηγεῖται περὶ τοῦ Ὀδυσσέως· οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ,αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας·τοῦτο γὰρ ἦν ὡς ἔοικε τὸ νηπενθὲς φάρμακον καὶ ἀνώδυνον, λόγος ἔχων καιρὸν ἁρμόζοντα τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασιν. οἱ δὲ χαρίεντες, κἂν ἀπʼ εὐθείας φιλοσοφῶσι, τηνικαῦτα διὰ τοῦ πιθανοῦ μᾶλλον ἢ βιαστικοῦ τῶν ἀποδείξεων ἄγουσι τὸν λόγον. ὁρᾷς γὰρ ὅτι καὶ Πλάτων ἐν τῷ Συμποσίῳ περὶ τέλους διαλεγόμενος καὶ τοῦ πρώτου ἀγαθοῦ καὶ ὅλως θεολογῶν οὐκ ἐντείνει τὴν ἀπόδειξιν οὐδʼ ὑποκονίεται, τὴν λαβὴν ὥσπερ εἴωθεν εὔτονον ποιῶν καὶ ἄφυκτον, ἀλλʼ ὑγροτέροις λήμμασι καὶ παραδείγμασι καὶ μυθολογίαις προσάγεται τοὺς ἄνδρας.
§1.5
εἶναι δὲ δεῖ καὶ αὐτὰς τὰς ζητήσεις ὑγροτέρας καὶ γνώριμα τὰ προβλήματα καὶ τὰς πεύσεις ἐπιεικεῖς καὶ μὴ γλίσχρας, ἵνα μὴ πνίγωσι τοὺς ἀνοητοτέρους μηδʼ ἀποτρέπωσιν. ὥσπερ γὰρ τὰ σώματα πινόντων διʼ ὀρχήσεως καὶ χορείας νενόμισται σαλεύειν, ἂν δʼ ὁπλομαχεῖν ἀναστάντας ἢ δισκεύειν ἀναγκάζωμεν αὐτούς, οὐ μόνον ἀτερπὲς ἀλλὰ καὶ βλαβερὸν ἔσται τὸ συμπόσιον· οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ἐριδαντέων δὲ κατὰ Δημόκριτονκαὶ ἱμαντελικτέων λόγους ἀφετέον, οἳ αὐτούς τε κατατείνουσιν ἐν πράγμασι γλίσχροις καὶ δυσθεωρήτοις τούς τε παρατυγχάνοντας ἀνιῶσι· δεῖ γὰρ ὡς τὸν οἶνον κοινὸν εἶναι καὶ τὸν λόγον, οὗ πάντες μεθέξουσιν. οἱ δὲ τοιαῦτα προβλήματα καθιέντες οὐδὲν ἂν τῆς Αἰσωπείου γεράνου καὶ ἀλώπεκος ἐπιεικέστεροι πρὸς κοινωνίαν φανεῖεν· ὧν ἡ μὲν ἔτνος τι λιπαρὸν κατὰ λίθου πλατείας καταχεαμένη τὴν γέρανον ἐδέξατο οὐκ εὐωχουμένην, ἀλλὰ γελοῖα πάσχουσαν· ἐξέφευγε γὰρ ὑγρότητι τὸ ἔτνος τὴν λεπτότητα τοῦ στόματος αὐτῆς. ἐν μέρει τοίνυν ἡ γέρανος αὐτῇ καταγγείλασα δεῖπνον ἐν λαγυνίδι προὔθηκε λεπτὸν ἐχούσῃ καὶ μακρὸν τράχηλον, ὥστʼ αὐτὴ μὲν καθιέναι τὸ στόμα ῥᾳδίως καὶ ἀπολαύειν, τὴν δʼ ἀλώπεκα μὴ δυναμένην κομίζεσθαι συμβολὰς πρεπούσας. οὕτω τοίνυν, ὅταν οἱ φιλόσοφοι παρὰ πότον εἰς λεπτὰ καὶ διαλεκτικὰ προβλήματα καταδύντες ἐνοχλῶσι τοῖς πολλοῖς ἕπεσθαι μὴ δυναμένοις, ἐκεῖνοι δὲ πάλιν ἐπʼ ᾠδάς τινας καὶ διηγήματα φλυαρώδη καὶ λόγους βαναύσους καὶ ἀγοραίους ἐμβάλλωσιν ἑαυτούς, οἴχεται τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται ὁ Διόνυσος. ὥσπερ οὖν, Φρυνίχου καὶ Αἰσχύλου τὴν τραγῳδίαν εἰς μύθους καὶ πάθη προαγόντων, ἐλέχθη τὸ τί ταῦτα πρὸς τὸν Διόνυσον; οὕτως ἔμοιγε πολλάκις εἰπεῖν παρέστη πρὸς τοὺς ἕλκοντας εἰς τὰ συμπόσια τὸν Κυριεύονταὦ ἄνθρωπε, τί ταῦτα πρὸς τὸν Διόνυσον; ᾄδειν μὲν γὰρ ἴσως τὰ καλούμενα σκόλια, κρατῆρος ἐν μέσῳ προκειμένου καὶ στεφάνων διανεμομένων, οὓς ὁ θεὸς ἐλευθερῶν ἡμᾶς ἐπιτίθησιν, οὐ καλὸν δʼ οὐδὲ συμποτικόν. ἐπεί τοι καὶ τὰ σκόλιά φασιν οὐ γένος ᾀσμάτων εἶναι πεποιημένων ἀσαφῶς, ἀλλʼ ὅτι πρῶτον μὲν ᾖδον ᾠδὴν τοῦ θεοῦ κοινῶς ἅπαντες μιᾷ φωνῇ παιανίζοντες, δεύτερον δʼ ἐφεξῆς ἑκάστῳ μυρσίνης παραδιδομένης, ἣν αἴσακον οἶμαι διὰ τὸ ᾄδειν τὸν δεξάμενον ἐκάλουν· ἐπὶ δὲ τούτῳ λύρας περιφερομένης, ὁ μὲν πεπαιδευμένος ἐλάμβανε καὶ ᾖδεν ἁρμοζόμενος, τῶν δʼ ἀμούσων οὐ προσιεμένων, σκολιὸν ὠνομάσθη τὸ μὴ κοινὸν αὐτοῦ μηδὲ ῥᾴδιον. ἄλλοι δέ φασι τὴν μυρσίνην οὐ καθεξῆς βαδίζειν, ἀλλὰ καθʼ ἕκαστον ἀπὸ κλίνης ἐπὶ κλίνην διαφέρεσθαι· τὸν γὰρ πρῶτον ᾄσαντα τῷ πρώτῳ τῆς δευτέρας κλίνης ἀποστέλλειν, ἐκεῖνον δὲ τῷ πρώτῳ τῆς τρίτης, εἶτα τὸν δεύτερον ὁμοίως τῷ δευτέρῳ, καὶ τὸ ποικίλον καὶ πολυκαμπὲς ὡς ἔοικε τῆς περιόδου σκολιὸν ὠνομάσθη.
Seating, crowns, and customs
§2.1
Τίμων ὁ ἀδελφὸς ἑστιῶν πλείονας ἕκαστον ἐκέλευε τῶν εἰσιόντων ὅποι βούλεται παρεμβάλλειν καὶ κατακλίνεσθαι, διὰ τὸ καὶ ξένους καὶ πολίτας καὶ συνήθεις καὶ οἰκείους; καὶ ὅλως παντοδαποὺς τοὺς κεκλημένους εἶναι. πολλῶν οὖν ἤδη παρόντων, ξένος τις ὥσπερ εὐπάρυφος ἐκ κωμῳδίας ἐσθῆτί τε περιττῇ καὶ ἀκολουθίᾳ παίδων ὑποσολοικότερος, ἧκεν ἄχρι τῶν θυρῶν τοῦ ἀνδρῶνος, καὶ κύκλῳ ταῖς ὄψεσιν ἐπελθὼν τοὺς κατακειμένους οὐκ ἠθέλησεν εἰσελθεῖν ἀλλʼ ᾤχετʼ ἀπιών· καὶ πολλῶν μεταθεόντων, οὐκ ἔφη τὸν ἄξιον ἑαυτοῦ τόπον ὁρᾶν λειπόμενον. ἐκεῖνον μὲν οὖν πολλῷ γέλωτι χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων ἐκέλευον οἱ κατακείμενοι· καὶ γὰρ ἦσαν πολλοὶ μετρίως ὑποπεπωκότες.
§2.2
ἐπεὶ δὲ τὰ περὶ τὸ δεῖπνον τέλος εἶχεν, ὁ πατὴρ ἐμὲ πορρωτέρω κατακείμενον προσειπών Τίμων ἔφη κἀγὼ κριτήν σε πεποιήμεθα διαφερόμενοι· πάλαι γὰρ ἀκούει κακῶς ὑπʼ ἐμοῦ διὰ τὸν ξένον εἰ γὰρ διετάττετο ἀπʼ ἀρχῆς, ὥσπερ ἐκέλευον ἐγώ, τὰς κλίσεις, οὐκ ἂν εὐθύνας ὑπείχομεν ἀταξίας ἀνδρὶ δεινῷ· κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.καὶ γὰρ δὴ Παῦλον Αἰμίλιον στρατηγὸν λέγουσιν, ὅτε Περσέα καταπολεμήσας ἐν Μακεδονίᾳ πότους συνεκρότει, κόσμῳ τε θαυμαστῷ περὶ πάντα καὶ τῇ λοιπῇ τάξει χρώμενον, εἰπεῖν ὅτι ταὐτοῦ ἀνδρός ἐστι καὶ φάλαγγα συστῆσαι φοβερωτάτην καὶ συμπόσιον ἣδιστον· ἀμφότερα γὰρ εὐταξίας εἶναι. καὶ τοὺς ἀρίστους καὶ τοὺς βασιλικωτάτους ὁ ποιητὴς εἴωθε κοσμήτορας λαῶν προσαγορεύειν. καὶ τὸν μέγαν θεὸν ὑμεῖς πού φατε τὴν ἀκοσμίαν εὐταξίᾳ μεταβαλεῖν εἰς κόσμον, οὔτʼ ἀφελόντα τῶν ὄντων οὐδὲν οὔτε προσθέντα, τῷ δʼ ἕκαστον ἐπὶ τὴν προσήκουσαν χώραν καταστῆσαι τὸ κάλλιστον ἐξ ἀμορφοτάτου σχῆμα περὶ τὴν φύσιν ἀπεργασάμενον. ἀλλὰ ταῦτα μὲν τὰ σεμνότερα καὶ μείζονα παρʼ ὑμῶν μανθάνομεν αὐτοὶ δὲ καὶ τὴν περὶ τὰ δεῖπνα δαπάνην ὁρῶμεν οὐδὲν ἔχουσαν ἐπιτερπὲς οὐδʼ ἐλευθέριον, εἰ μὴ τάξεως μετάσχοι. διὸ καὶ γελοῖόν ἐστι τοῖς μὲν ὀψοποιοῖς καὶ τραπεζοκόμοις σφόδρα μέλειν τί πρῶτον ἢ τί δεύτερον ἢ μέσον ἢ τελευταῖον ἐπάξουσι, καὶ νὴ Δία μύρου τινὰ καὶ στεφάνων καὶ ψαλτρίας, ἂν τύχῃ παροῦσα, χώραν καὶ τάξιν· εἶναι· τοὺς δʼ ἐπὶ ταῦτα καλουμένους εἰκῆ καὶ ὡς ἔτυχε κατακλίναντα χορτάζειν, μήθʼ ἡλικίᾳ μήτʼ ἀρχῇ μήτʼ ἄλλῳ τινὶ τῶν ὁμοίων τὴν ἁρμόττουσαν ἀποδιδόντα τάξιν, ἐν ᾗ τιμᾶται μὲν ὁ προύχων ἐθίζεται δʼ ὁ δευτερεύων, γυμνάζεται δʼ ὁ τάττων πρὸς διάκρισιν καὶ στοχασμὸν τοῦ πρέποντος. οὐ γὰρ ἕδρα μὲν ἔστι καὶ στάσις τοῦ κρείττονος, κατάκλισις δʼ οὐκ ἔστιν οὐδὲ προπίεται ἑτέρῳ πρὸ ἑτέρου μᾶλλον ὁ ἑστιῶν, περὶ δὲ τὰς κατακλίσεις παρόψεται τὰς διαφοράς, εὐθὺς ἐν ἀρχῇ τὴν λεγομένην μίαν Μύκονον ἀποφήνας τὸ συμπόσιον. ἡ μὲν οὖν τοῦ πατρὸς δικαιολογία τοιαύτη τις ἦν.
§2.3
ὁ δʼ ἀδελφὸς εἶπεν ὅτι τοῦ Βίαντος οὐκ εἴη σοφώτερος, ὥστʼ, ἐκείνου δυεῖν φίλων ἀπειπαμένου δίαιταν, αὐτὸς ὁμοῦ τοσούτων μὲν οἰκείων τοσούτων δʼ ἑταίρων γίγνεσθαι κριτής, οὐ περὶ χρημάτων ἀλλὰ περὶ πρωτείων ἀποφαινόμενος, ὥσπερ οὐ φιλοφρονήσασθαι παρακεκληκὼς ἀλλʼ ἀνιᾶσαι τοὺς ἐπιτηδείους. ἄτοπος μὲν οὖν ἔφη καὶ παροιμιώδης Μενέλαος, εἴ γε σύμβουλος ἐγένετο μὴ παρακεκλημένος· ἀτοπώτερος δʼ ὁ ποιῶν ἑαυτὸν ἀνθʼ ἑστιάτορος δικαστὴν καὶ κριτὴν τῶν οὐκ ἐπιτρεπόντων οὐδὲ κρινομένων, τίς ἐστι βελτίων τίνος ἢ χείρων· οὐ γὰρ εἰς ἀγῶνα καθείκασιν ἀλλʼ ἐπὶ δεῖπνον ἥκουσιν. ἀλλʼ οὐδʼ εὐχερὴς ἡ διάκρισίς ἐστι, τῶν μὲν ἡλικίᾳ τῶν δὲ δυνάμει τῶν δὲ χρείᾳ τῶν δʼ οἰκειότητι διαφερόντων· ἀλλὰ δεῖ, καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικήν, τοὺς Ἀριστοτέλους to/pous ἢ τοὺς Θρασυμάχου ὑπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα, καὶ τὰ μὲν ἄλλα πάθη πειρώμενον ἀνιέναι συνουσίᾳ, τὸν δὲ τύχηι ἐπισκευάζοντα, ον πολὺ μᾶλλον οἶμαι προσήκει τῆς ψυχῆς ἢ τὸν πηλὸν ἀπονιψαμένους τῶν ποδῶν ἐλαφρῶς καὶ ἀφελῶς παρὰ πότον ἀλλήλοις συμφέρεσθαι, νῦν δὲ τὴν μὲν ἐξ ὀργῆς τινος ἢ πραγμάτων ἔχθραν πειρώμεθα τῶν κεκλημένων ἀφαιρεῖν, τῇ δὲ φιλοτιμίᾳ πάλιν ὑπεκκάομεν καὶ ἀναζωπυροῦμεν, τοὺς μὲν ταπεινοῦντες τοὺς δʼ ὀγκοῦντες. καίτοι γʼ, εἰ μὲν ἀκολουθήσουσι τῇ κατακλίσει προπόσεις τε συνεχέστεραι καὶ παραθέσεις ἔτι δʼ ὁμιλίαι καὶ προσαγορεύσεις, παντάπασι γενήσεται σατραπικὸν ἡμῖν ἀντὶ φιλικοῦ τὸ συμπόσιον· εἰ δὲ περὶ τἄλλα τὴν ἰσότητα τοῖς ἀνδράσι φυλάξομεν, τί οὐκ ἐντεῦθεν ἀρξάμενοι πρῶτον ἐθίζομεν ἀτύφως καὶ ἀφελῶς; κατακλίνεσθαι μετʼ ἀλλήλων, εὐθὺς ἀπὸ τῶν θυρῶν ὁρῶντας, ὅτι δημοκρατικῶς ἐπὶ τὸ δεῖπνον, καὶ οὐκ ἐξαίρετον ὡς πόλιν, ἐφʼ οὗ κατακλιθεὶς ὁ πλούσιος ἐν τῇ κατακλίσει τοῖς εὐτελεστάτοις;
§2.4
ἐπεὶ δὲ καὶ ταῦτʼ ἐρρήθη καὶ τὴν κρίσιν ἀπῄτουν οἱ παρόντες, ἔφην ἐγώ, διαιτητὴς ᾑρημένος οὐ κριτὴς, βαδιεῖσθαι διὰ μέσου. νέους μὲν γάρεἶπον ἑστιῶντας καὶ πολίτας καὶ συνήθεις ἐθιστέον, ὥς φησι Τίμων, ἀφελῶς καὶ ἀτύφως κατανέμειν αὑτοὺς εἰς ἣν ἂν τύχωσι χώραν, καλὸν εἰς φιλίαν ἐφόδιον τὴν εὐκολίαν λαμβάνοντας· ἐν δὲ ξένοις ἢ ἄρχουσιν ἢ πρεσβυτέροις φιλοσοφοῦντες δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας· ἐν ᾧ καὶ συνηθείᾳ τι καὶ νόμῳ δοτέον. ἢ καὶ προπόσεις καὶ προσαγορεύσεις ἀνέλωμεν, αἷς πρὸς τοὺς ἐπιτυγχάνοντας οὐδʼ ἀκρίτως ἀλλʼ ὡς ἐνδέχεται μάλιστα χρώμενοι τιμῶμεν ἕδρῃ τε κρέασὶν τʼ ἠδὲ πλείοις δεπάεσσιν ὥς φησιν ὁ τῶν Ἑλλήνων βασιλεύς, τὴν τάξιν ἐν πρώτῃ τιμῇ τιθέμενος. ἐπαινοῦμεν δὲ καὶ τὸν Ἀλκίνουν, ὅτι τὸν ξένον ἱδρύει παρʼ αὑτὸνυἱὸν ἀναστήσας, ἀγαπήνορα Λαοδάμαντα,ὃς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε. τὸ γὰρ εἰς τὴν τοῦ φιλουμένου χώραν καθίσαι τὸν ἱκέτην ἐπιδέξιον ἐμμελῶς καὶ φιλάνθρωπον. ἔστι δὲ καὶ παρὰ τοῖς θεοῖς διάκρισις τῶν τοιούτων ὁ μὲν γὰρ Ποσειδῶν, καίπερ ὕστατος εἰς τὴν ἐκκλησίαν παραγενόμενος ἷζεν ἄρʼ ἐν μέσσοισιν ὡς ταύτης αὐτῷ τῆς χώρας προσηκούσης. ἡ δʼ Ἀθηνᾶ φαίνεται τὸν πλησίον ἀεὶ τοῦ Διὸς τόπον ἐξαίρετον ἔχουσα καὶ τοῦτο παρεμφαίνει μὲν ὁ ποιητὴς διʼ ὧν ἐπὶ τῆς Θέτιδός φησιν ἡ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη, διαρρήδην δʼ ὁ Πίνδαρος λέγει πῦρ πνέοντος ἅτε κεραυνοῦἄγχιστα ἡμένη. καίτοι φήσει Τίμων οὐ δεῖν ἀφαιρεῖσθαι τῶν ἄλλων ἑνὶ προσνέμοντα τὴν τιμήν. ὅπερ αὐτὸς ἔοικε ποιεῖν μᾶλλον· ἀφαιρεῖται γὰρ ὁ κοινὸν ποιῶν τὸ ἴδιον ἴδιον δὲ τὸ κατʼ ἀξίαν ἑκάστου, καὶ ποιεῖ δρόμου καὶ σπουδῆς τὸ πρωτεῖον, ἀρετῇ καὶ συγγενείᾳ καὶ ἀρχῇ καὶ τοῖς τοιούτοις ὀφειλόμενον. καὶ τὸ λυπηρὸς εἶναι τοῖς κεκλημένοις φεύγειν δοκῶν μᾶλλον ἐφέλκεται καθʼ αὑτοῦ λυπεῖ γὰρ ἀποστερῶν τῆς συνήθους τιμῆς ἕκαστον. ἐμοὶ δʼ οὐ λίαν χαλεπὸν εἶναι δοκεῖ τὸ περὶ τὴν διάκρισιν· πρῶτον μὲν γὰρ ἐφάμιλλοι τοῖς ἀξιώμασι πολλοὶ πρὸς μίαν κλῆσιν οὐ ῥᾳδίως ἀπαντῶσιν ἔπειτα πλειόνων τόπων ἐν δόξῃ γεγονότων, ἀφθονία τῆς διανομῆς ἔστιν, ἄν τις εὐστοχεῖν δύνηται, τὸν μὲν ὅτι πρῶτος, τὸν δʼ ὅτι μέσος, τὸν δʼ ὅτι παρʼ αὑτὸν ἢ μετὰ φίλου τινὸς ἢ συνήθους ἢ καθηγητοῦ, διδοὺς ἑκάστῳ τῶν ἀξιωματικῶν λεγομένων τοῖς δʼ ἄλλοις δωρεὰς καὶ φιλοφροσύνην ἔλιπον ἂν ἀνάπαυλαν μᾶλλον τῆς τιμῆς. ἂν δὲ δυσδιάκριτοι μὲν αἱ ἀξίαι δύσκολοι δʼ οἱ ἄνδρες ὦσιν, ὅρα τίνα μηχανὴν ἐπάγω· κατακλίνω γὰρ εἰς τὸν ἔνδοξον μάλιστα τόπον, ἂν μὲν πατήρ, τοῦτον ἀράμενος εἰ δὲ μή, πάππον ἢ πενθερὸν ἢ πατρὸς ἀδελφόν, ἤ τινα τῶν ὁμολογουμένην καὶ ἰδίαν ἐχόντων παρὰ τῷ δεχομένῳ τιμῆς ὑπεροχήν· ἐκ τῶν Ὁμήρου τὸ θεώρημα τοῦτο λαμβάνων καθηκόντων. καὶ γὰρ ἐπεῖ δήπουθεν ὁ Ἀχιλλεὺς τὸν Μενέλεων καὶ τὸν Ἀντίλοχον περὶ τῶν δευτερείων τῆς ἱπποδρομίας ὁρῶν διαφερομένους καὶ δεδοικὼς μὴ πορρωτέρω προέλθωσιν ὀργῆς καὶ φιλονεικίας ἑτέρῳ βούλεται τὸ ἔπαθλον ἀποδιδόναι, λόγῳ μὲν Εὔμηλον οἰκτίρων καὶ τιμῶν, ἔργῳ δὲ τῆς ἐκείνων διαφορᾶς τὴν αἰτίαν ἀφαιρῶν.
§2.5
ἐμοῦ δὲ τοιαῦτα λέγοντος, ὁ Λαμπρίας ἐκ παραβύστου καθήμενος; καθάπερ εἰώθει μέγα φθεγξάμενος ἠρώτα τοὺς παρόντας, εἰ διδόασιν αὐτῷ νουθετῆσαι ληροῦντα δικαστὴν κελευόντων δὲ πάντων χρῆσθαι παρρησίᾳ καὶ μὴ φείδεσθαι, τίς δʼ ἄν ἔφη φείσαιτο φιλοσόφου γένεσι καὶ πλούτοις καὶ ἀρχαῖς ὥσπερ θέαν ἐν συμποσίῳ κατανέμοντος ἢ προεδρίας ψηφισμάτων ἀμφικτυονικῶν διδόντος, ὅπως μηδʼ ἐν οἴνῳ τὸν τῦφον ἀποφύγωμεν; οὔτε γὰρ πρὸς τὸ ἔνδοξον ἀλλὰ πρὸς τὸ ἡδὺ δεῖ ποιεῖσθαι τὰς κατακλίσεις, οὔτε τὴν ἑνὸς ἑκάστου σκοπεῖν ἀξίαν, ἀλλὰ τὴν ἑτέρου πρὲις ἕτερον σχέσιν καὶ ἁρμονίαν, ὥσπερ ἄλλων τινῶν εἰς μίαν κοινωνίαν παραλαμβανομένων. οὐδὲ γὰρ ὁ οἰκοδόμος τὸν Ἀττικὸν λίθον ἢ τὸν Λακωνικὸν πρὸ τοῦ βαρβαρικοῦ διὰ τὴν εὐγένειαν τίθησιν, οὐδʼ ὁ ζωγράφος τῷ πολυτελεστάτῳ χρώματι τὴν ἡγουμένην ἀποδίδωσι χώραν, οὐδʼ ὁ ναυπηγὸς προτάττει τὴν Ἰσθμικὴν πίτυν ἢ τὴν Κρητικὴν κυπάριττον, ἀλλʼ ὡς ὁὲν ἀλλήλοις ἕκαστα συντεθέντα καὶ συναρμοσθέντα μέλλῃ τὸ κοινὸν ἔργον ἰσχυρὸν καὶ καλὸν καὶ χρήσιμον παρέχειν, οὕτω κατανέμουσιν. καὶ τὸν θεὸν ὁρᾷς, ὃν ἀριστοτέχναν ἡμῶν ὁ Πίνδαρος προσεῖπεν, οὐ πανταχοῦ τὸ πῦρ ἄνω τάττοντα καὶ κάτω τὴν γῆν, ἀλλʼ ὡς ὀὲν αἱ χρεῖαι τῶν σωμάτων ἀπαιτῶσιν. τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις,ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τεφησὶν Ἐμπεδοκλῆς, ἔνθʼ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσανοὐχ ἣν ἡ φύσις δίδωσι χώραν, ἀλλʼ ἣν ἡ πρὸς τὸ κοινὸν ἔργον ποθεῖ σύνταξις, ταύτην ἔχουσαν. πανταχοῦ μὲν οὖν ἀταξία πονηρόν, ἐν δʼ ἀνθρώποις, καὶ ταῦτα πίνουσιν, ἐγγινομένη μάλιστα τὴν αὑτῆς ἀναδείκνυσι μοχθηρίαν ὕβρει καὶ κακοῖς ἄλλοις ἀμυθήτοις, ὁὶ προϊδέσθαι καὶ φυλάξασθαι τακτικοῦ καὶ ἁρμονικοῦ ἀνδρός ἐστιν.
§2.6
ὀρθῶς οὖν ἔφαμεν λέγειν αὐτὸν ἡμεῖς, καὶ τί δὴ φθονεῖς τῶν τακτικῶν ἡμῖν καὶ ἁρμονικῶν; ἐλέγομεν.οὐδείς ἔφη φθόνος, ὀὲν μέλλητε πείθεσθαι μετακινοῦντί μοι καὶ μετακοσμοῦντι τὸ συμπόσιον, ὥσπερ τῷ Ἐπαμεινώνδᾳ τὴν φάλαγγα. συνεχωροῦμεν οὂν οὕτω ποιεῖν ἅπαντες. ὁ δὲ τοὺς παῖδας ἐκ μέσου κελεύσας γενέσθαι, καταβλέψας ἕκαστον ἀκούσατʼ εἶπεν ὡς μέλλω συντάττειν ὑμᾶς ἀλλήλοις βούλομαι γὰρ προειπεῖν. δοκεῖ γάρ μοι καὶ τὸν Ὅμηρον οὐκ ἀδίκως ὁ Θηβαῖος αἰτιάσασθαι Παμμένης ὡς τῶν ἐρωτικῶν ἄπερον, ὅτι φῦλα φύλοις συνέταξεν καὶ φρατρίας φατρίαις συνέμιξε, δέον ἐραστὴν μετʼ ἐρωμένου παρεμβάλλειν ἵνʼ σύμπνους ἡ φάλαγξ διʼ ὅλης ἔμψυχον ἔχουσα δεσμόν. τοιοῦτο κἀγὼ βούλομαι ποιῆσαι τὸ συμπόσιον ἡμῶν, οὐ πλουσίῳ πλούσιον οὐδὲ νέῳ νέον οὐδʼ ἄρχοντι συγκατακλίνων ἄρχοντα καὶ φίλῳ φίλον· ἀκίνητος γὰρ αὕτη καὶ ἀργὴ πρὸς εὐνοίας ἐπίδοσιν καὶ γένεσιν ἡ τάξις· ἀλλὰ τῷ δεομένῳ τὸ οἰκεῖον προσαρμόττων κελεύω φιλολόγῳ μὲν ὑποκατακλίνεσθαι φιλομαθῆ, δυσκόλῳ δὲ πρᾶον ἀδολέσχῳ δὲ πρεσβύτῃ φιλήκοον νεανίσκον, τῷ δʼ ἀλαζόνι τὸν εἴρωνα τῷ δʼ ὀργίλῳ τὸν σιωπηλόν· ἐὰν δέ που κατίδω πλούσιον μεγαλόδωρον, ἄξω πρὸς αὐτὸν ἐκ γωνίας τινὸς ἀναστήσας πένητα χρηστόν, ἵνʼ ὥσπερ ἐκ πλήρους κύλικος εἰς κενὴν ἀπορροή τις γένηται. σοφιστὴν δὲ κωλύω συγκατακλίνεσθαι σοφιστῇ καὶ ποιητὴν ποιητῇ πτωχὸς γὰρ πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ· καίτερ Σωσικλῆς οὗτος καὶ Μόδεστος ἐνταῦθα συνερείδοντες ἔπος παρὰ ζωπυρίων φλόγα μὲν ἀλλὰ κινδυνεύουσι τὰ κάλλιστα, διίστημι δὲ καὶ στραγγαλιῶντας καὶ φιλολοιδόρους; καὶ ὀξυθύμους τινὰ παρεντιθεὶς μέσον, ὥσπερ μάλαγμα τῆς ἀντιτυπίας. ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγω. τῶν γὰρ ὁμοιοτήτων ἡ μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, ἡ δʼ ἐπιεικὴς ὥσπερ ἡ τῶν κολοιῶν. συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον ὅσοις ἔρωτος δῆγμα παιδικῶν πρόσεστιν ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους· τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦ τύχωσιν ἢ τῆς αὐτῆς ἐρῶντες.
§3.1
ἐκ τούτου περὶ τῶν τόπων ἐνέπεσε ζήτησις. ἄλλοι γὰρ ἄλλοις ἔντιμοι, Πέρσαις μὲν ὁ μεσαίτατος ἐφʼ οὗ κατακλίνεται βασιλεύς, Ἕλλησι δʼ ὁ πρῶτος, Ῥωμαίοις δʼ ὁ τῆς μέσης κλίνης τελευταῖος ὃν ὑπατικὸν προσαγορεύουσι· τῶν δὲ περὶ τὸν Πόντον Ἑλλήνων ἐνίοις , ὥσπερ Ἡρακλεώταις, ἔμπαλιν ὁ τῆς μέσης πρῶτος. ἀλλὰ περὶ τοῦ γʼ ὑπατικοῦ λεγομένου μάλιστα διηποροῦμεν. οὗτος γὰρ ἐπρώτευε τῇ τιμῇ καθʼ ἡμᾶς καὶ τὴν αἰτίαν οὔθʼ ὡς ὁ πρῶτος οὔθʼ ὡς ὁ μέσος εἶχε νενομισμένην ἔτι καὶ τῶν συμβεβηκότων αὐτῷ τὰ μὲν οὐκ ἦν ἴδια τούτου μόνου, τὰ δʼ οὐδεμιᾶς ἄξια σπουδῆς ἐφαίνετο. πλὴν τρία γε τῶν λεχθέντων ἐκίνει, πρῶτον μὲν ὅτι τοὺς βασιλεῖς καταλύσαντες οἱ ὕπατοι καὶ πρὸς τὸ δημοτικώτερον ἅπαντα μετακοσμήσαντες ἐκ τῆς μέσης καὶ βασιλικῆς χώρας ὑπῆγον αὑτοὺς κάτω συγχωροῦντες, ὡς μηδὲ τοῦτο τῆς ἀρχῆς αὐτῶν καὶ ἐξουσίας ἐπαχθὲς εἴη τοῖς συνοῦσι· δεύτερον δʼ ὅτι, τῶν δυεῖν κλινῶν ἀποδεδομένων τοῖς παρακεκλημένοις, ἡ τρίτη καὶ ταύτης ὁ πρῶτος τόπος μάλιστα τοῦ ἑστιῶντός ἐστιν ἐνταῦθα γὰρ ὥσπερ ἡνίοχος ἢ κυβερνήτης ἐπὶ δεξιὰ πρὸς τὴν ἐπίβλεψιν ἐξικνεῖται τῆς ὑπηρεσίας, καὶ τοῦ φιλοφρονεῖσθαι καὶ διαλέγεσθαι τοῖς παροῦσιν οὐκ ἀπήρτηται τῶν συνέγγιστα τόπων· ὁ μὲν γὰρ ὑπʼ αὐτὸν ἢ γυναικὸς ἢ παίδων ἐστίν, ὁ δʼ ὑπὲρ αὐτὸν εἰκότως τῷ μάλιστα τιμωμένῳ τῶν κεκλημένων ἀπεδόθη, ἵνʼ ἐγγὺς τοῦ ἑστιῶντος. τρίτον δʼ ἔχειν ἴδιον οὗτος ὁ τόπος ἐδόκει τὸ πρὸς τὴν πρᾶξιν εὐφυές· οὐ γάρ ἐστιν ὁ τῶν Ῥωμαίων ὕπατος οἷος Ἀρχίας ὁ Θηβαίων πολέμαρχος, ὥστε, γραμμάτων ἢ λόγων αὐτῷ μεταξὺ δειπνοῦντι φροντίδος ἀξίων προσπεσόντων, ἐπιφθεγξάμενος εἰς ἕω τὰ σπουδαῖα τὴν μὲν ἐπιστολὴν παρῶσαι λαβεῖν δὲ τὴν θηρίκλειον· ἀλλὰ μάλʼ ἐμμεμαὼς καὶ περιεσκεμμένος ἐν τοῖς τοιούτοις καιροῖς. οὐ γὰρ μόνον ὠδῖνα τίκτει νὺξ κυβερνήτῃ σοφῷ κατὰ τὸν Αἰσχύλον, ἀλλὰ καὶ πότου πᾶσα καὶ ἀνέσεως ἡδονὴ στρατηγῷ καὶ ἄρχοντι φροντίδος ἄξιόν ἐστιν· ἵνα τοίνυν ἀκοῦσαὶ θʼ ἃ δεῖ καὶ προστάξαι καὶ ὑπογράψαι δύνηται, τοῦτον ἐξαίρετον ἔχει τὸν τόπον· ἐν ᾧ τῆς δευτέρας κλίνης τῇ τρίτῃ συναπτούσης, ἡ γωνία διάλειμμα ποιοῦσα τῇ καμπῇ δίδωσι καὶ γραμματεῖ καὶ ὑπηρέτῃ καὶ φύλακι σώματος; καὶ ἀγγέλῳ τῶν ἀπὸ στρατοπέδου προσελθεῖν, διαλεχθῆναι, πυθέσθαι, μήτε τινὸς ἐνοχλοῦντος αὐτῷ μήτε τινὸς ἐνοχλουμένου τῶν συμποτῶν, ἀλλὰ καὶ χεῖρα καὶ φωνὴν ὑπερδέξιον ἔχοντι καὶ ἀκώλυτον.
§4.1
Κράτων ὁ γαμβρὸς ἡμῶν καὶ Θέων ὁ ἑταῖρος ἔν τινι πότῳ παροινίας ἀρχὴν λαβούσης εἶτα παυσαμένης, λόγον ἐποιήσαντο περὶ τῆς συμποσιαρχίας, οἰόμενοί με δεῖν στεφανηφοροῦντα μὴ περιιδεῖν ἔθος ἐκλειφθὲν παντάπασιν, ἀλλʼ ἀνακαλεῖν καὶ καταστῆσαι πάλιν τῆς ἀρχῆς τὴν νενομισμένην ἐπιστασίαν περὶ τὰ συμπόσια καὶ διακόσμησιν. ἐδόκει δὲ ταῦτα καὶ τοῖς ἄλλοις, ὥστε θόρυβον ἐκ πάντων καὶ παράκλησιν γενέσθαι. ἐπεὶ τοίνυν ἔφην ἐγὼ δοκεῖ ταῦτα πᾶσιν, ἐμαυτὸν αἱροῦμαι συμποσίαρχον ὑμῶν καὶ κελεύω τοὺς μὲν ἄλλους, ὡς βούλονται, πίνειν ἐν τῷ παρόντι, Κράτωνα δὲ καὶ Θέωνα, τοὺς εἰσηγητὰς καὶ νομοθέτας τοῦ δόγματος, ἒν τινι τύπῳ βραχέως διελθεῖν, ὁποῖον ὄντα δεῖ τὸν συμποσίαρχον αἱρεῖσθαι, καὶ τί ποιούμενος τέλος ὁ αἱρεθεὶς ἄρξει, καὶ πῶς χρήσεται τοῖς κατὰ συμπόσιον· διελέσθαι δὲ τὸν λόγον αὐτοῖς ἐπιτρέπω.
§4.2
μικρὰ μὲν οὖν ἠκκίσαντο παραιτούμενοι· κελευόντων δὲ πάντων πείθεσθαι τῷ ἄρχοντι καὶ ποιεῖν τὸ προσταττόμενον, ἔφη πρότερος ὁ Κράτων, ὅτι δεῖ τὸν μὲν φυλάκων ἄρχοντα φυλακικώτατον, ὥς φησιν ὁ Πλάτων, εἶναι· τὸν δὲ συμποτῶν συμποτικώτατον. ἔστι δὲ τοιοῦτος, ἂν μήτε τῷ μεθύειν εὐάλωτος μήτε πρὸς τὸ πίνειν ἀπρόθυμος· ἀλλʼ ὡς ὁ Κῦρος ἔλεγε πρὸς Λακεδαιμονίους γράφων, ὅτι τὰ τʼ ἄλλα τοῦ ἀδελφοῦ βασιλικώτερος εἴη καὶ φέροι καλῶς πολὺν ἄκρατον. ὅ τε γὰρ παροινῶν ὑβριστὴς καὶ ἀσχήμων, ὃ τʼ αὖ παντάπασι νήφων ἀηδὴς καὶ παιδαγωγεῖν μᾶλλον ἢ συμποσιαρχεῖν ἐπιτήδειος. ὁ μὲν οὖν Περικλῆς, ὁσάκις ᾑρημένος στρατηγὸς ἀναλαμβάνοι τὴν χλαμύδα, πρῶτος εἰώθει διαλέγεσθαι πρὸς αὑτὸν ὥσπερ ὑπομιμνήσκων ὅρα, Περίκλεις ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, Ἀθηναίων ἄρχεις. ὁ δὲ συμποσίαρχος ἡμῶν ἐκεῖνα λεγέτω πρὸς αὑτὸν φίλων ἄρχεις, ἵνα μήτʼ ἀσχημονεῖν ἐπιτρέπῃ μήτε τὰς ἡδονὰς ἀφαιρῇ. δεῖ δὲ καὶ σπουδῆς τὸν ἄρχοντα πινόντων οἰκεῖον εἶναι καὶ παιδιᾶς μὴ ἀλλότριον, ἀλλʼ εὖ πως συγκεκραμένον πρὸς ἀμφότερα, σμικρῷ δὲ μᾶλλον, ὥσπερ οἶνον ἀστεῖον, ἀπονεύοντα τῇ φύσει πρὸς τὸ αὐστηρόν· ὁ γὰρ οἶνος ἄξει τὸ ἦθος εἰς τὸ μέτριον μαλακώτερον ποιῶν καὶ ἀνυγραίνων. ὥσπερ γὰρ ὁ Ξενοφῶν ἔλεγε τοῦ Κλεάρχου τὸ σκυθρωπὸν καὶ ἄγροικον ἄλλως ἐν ταῖς μάχαις ἡδὺ καὶ φαιδρὸν ἐπιφαίνεσθαι διὰ τὸ θαρραλέον οὕτως ὁ μὴ φύσει πικρὸς ἀλλὰ σεμνὸς καὶ αὐστηρός, ἐν τῷ πίνειν ἀνιέμενος ἡδίων γίγνεται καὶ προσφιλέστερος, ἔτι τοίνυν αὐτῷ δεῖ προσεῖναι τὸ μάλιστα μὲν ἑκάστου τῶν συμποτῶν ἐμπείρως ἔχειν, τίνα λαμβάνει μεταβολὴν ἐν οἴνῳ καὶ πρὸς τί πάθος ἀκροσφαλής ἐστι καὶ πῶς φέρει τὸν ἄκρατον. οὐ γὰρ οἴνου μὲν ἔστι πρὸς ὕδωρ ἑτέρου ἑτέρα μῖξις, ἣν οἱ βασιλικοὶ γιγνώσκοντες οἰνοχόοι νῦν μὲν πλέον νῦν δʼ ἔλαττον ὑποχέουσιν· ἀνθρώπου δὲ πρὸς οἶνον οὐκ ἔστʼ ἰδία κρᾶσις ἣν τῷ συμποσιάρχῳ γιγνώσκειν προσήκει καὶ γιγνώσκοντι φυλάττειν, ἵνʼ ὥσπερ ἁρμονικὸς τὸν μὲν ἐπιτείνων τῇ πόσει τὸν δʼ ἀνιεὶς καὶ ὑποφειδόμενος, εἰς ὁμαλότητα καὶ συμφωνίαν ἐκ διαφορᾶς καταστήσῃ τὰς φύσεις· ὅπως μὴ κοτύλῃ μηδὲ κυάθοις τὸ ἴσον, ἀλλὰ καιροῦ τινι μέτρῳ καὶ σώματος δυνάμει τὸ οἰκεῖον ἑκάστῳ καὶ πρόσφορον ἀπονέμηται. εἰ δὲ τοῦτό δύσκολον, ἐκεῖνα γε πάντως ἐξειδέναι τῷ συμποσιάρχῳ προσήκει, τὰ κοινὰ περὶ τὰς φύσεις καὶ τὰς ἡλικίας· οἷον πρεσβῦται τάχιον μεθύσκονται νέων, σαλευόμενοι δʼ ἠρεμούντων, ἔλλυποι δὲ γιγνώσκων ἄν τις μᾶλλον τοῦ ἀγνοοῦντος εὐσχημοσύνην καὶ ὁμόνοιαν συμποσίου πρυτανεύσειε. καὶ μὴν ὅτι γε δεῖ τὸν συμποσίαρχον οἰκείως ἔχειν καὶ φιλικῶς πρὸς ἅπαντας ὕπουλον δὲ μηδενὶ μηδʼ ἀπεχθῆ τῶν ἑστιωμένων εἶναι, παντί που δῆλον οὔτε γὰρ ἐπιτάττων ἀνεκτὸς οὔτʼ ἀπονέμων ἴσος οὔτε προσπαίζων ὅμως ἀνέγκλητος ἔσται. τοιοῦτον ἔφησοι, Θέων, ἐγὼ τὸν ἄρχοντα συμποσίου πλάσας ὥσπερ ἐκ κηροῦ τοῦ λόγου παραδίδωμι.
§4.3
καὶ ὁ Θέων ἀλλὰ δέχομαι μέν εἶπεν οὕτω μᾶλλον ἀπειργασμένον τὸν ἄνδρα καὶ συμποτικόν· εἰ δὲ χρήσομαι κατὰ πᾶν αὐτῷ καὶ μὴ καταισχυνῶ τοὔργον, οὐκ οἶδα· κοσμιώτατον δέ μοι δοκεῖ τοιοῦτος ὢν τὸ συμπόσιον διαφυλάξειν ἡμῖν καὶ μὴ περιόψεσθαι νῦν μὲν ἐκκλησίαν δημοκρατικὴν νῦν δὲ σχολὴν σοφιστοῦ γενομένην αὖθις δὲ κυβευτήριον, εἶτά που σκηνὴν καὶ θυμέλην. ἢ γὰρ οὐχ ὁρᾶτε τοὺς μὲν δημαγωγοῦντας καὶ δικαζομένους παρὰ δεῖπνον, τοὺς δὲ μελετῶντας καὶ ἀναγιγνώσκοντας αὑτῶν τινα συγγράμματα, τοὺς δὲ μίμοις καὶ ὀρχησταῖς ἀγωνοθετοῦντας; Ἀλκιβιάδης δὲ καὶ Θεόδωρος τελεστήριον ἐποίησαν τὸ Πολυτίωνος συμπόσιον, ἀπομιμούμενοι δᾳδουχίας καὶ ἱεροφαντίας. ὧν οὐδὲν οἶμαι τῷ ἄρχοντι περιοπτέον· ἀλλὰ καὶ λόγοις καὶ θεάμασι καὶ παιδιαῖς δώσει τόπον ἐκείνοις μόνοις, ὅσα πρὸς τὸ συμποτικὸν τέλος ἐξικνεῖται· τοῦτο δʼ ἦν φιλίας ἐπίτασιν ἢ γένεσιν διʼ ἡδονῆς ἐνεργάσασθαι τοῖς παροῦσι· διαγωγὴ γάρ ἐστιν ἐν οἴνῳ τὸ συμπόσιον εἰς φιλίαν ὑπὸ χάριτος τελευτῶσα. ἐπεὶ δὲ πανταχοῦ τὸ πλήσμιον καὶ πολλαχοῦ βλαβερὸν τὸ ἄκρατον, ἡ δὲ μῖξις, οἷς ἂν ἐν καιρῷ καὶ μετὰ μέτρου παραγένηται πράγμασιν, ἀφαιρεῖ τἄγαν, ᾧ καὶ βλάπτει τὰ ἡδέα καὶ λυπεῖ τὰ ὠφέλιμα· δῆλον ὅτι καὶ τοῖς πίνουσιν ὁ ἐπιστάτης μεμιγμένην τινὰ παρέξει διαγωγήν. ἀκούων οὖν πολλῶν λεγόντων, ὅτι πλοῦς μὲν ὁ παρὰ γῆν περίπατος; δʼ ὁ παρὰ θάλατταν ἣδιστός ἐστιν, οὕτω παραβαλεῖ τῇ σπουδῇ τὴν παιδιάν, ὅπως οἵ τε παίζοντες ἁμωσγέπως σπουδῆς τινος ἔχωνται καὶ πάλιν οἱ σπουδάζοντες ἀναθαρρῶσιν, ὥσπερ οἱ ναυτιῶντες ἐγγύθεν εἰς γῆν τὴν παιδιὰν ἀποβλέποντες. ἔστι γὰρ καὶ γέλωτι χρῆσθαι πρὸς πολλὰ τῶν ὠφελίμων καὶ σπουδὴν ἡδεῖαν παρασχεῖν, ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνινφύονται μαλακῶν ἄνθεα λευκοΐων. ὅσαι δʼ ἄνευ σπουδῆς ἐπεισκωμάζουσι τοῖς συμποσίοις παιδιαί, ταύτας ἐπιμελῶς διακελεύσεται τοῖς συμπόταις εὐλαβεῖσθαι, μὴ λάθωσιν ὕβριν καὶ ἀσέλγειαν καθάπερ ὑοσκύαμον λαβόντες οἴνῳ τοῖς λεγομένοις προστάγμασιν ἐξυβρίζωσι, προστάττοντες ᾄδειν ψελλοῖς ἢ κτενίζεσθαι φαλακροῖς ἢ ἀσκωλιάζειν χωλοῖς. ὥσπερ Ἀγαπήστορι τῷ Ἀκαδημαϊκῷ λεπτὸν ἔχοντι καὶ κατεφθινηκὸς τὸ σκέλος ἐπηρεάζοντες οἱ ξυμπόται πάντας ἐκέλευσαν ἐπὶ τοῦ δεξιοῦ ποδὸς ἑστῶτας ἐκπιεῖν τὸ ποτήριον ἢ ζημίαν καταβαλεῖν τοῦ δὲ προστάσσειν περιελθόντος εἰς αὐτόν, ἐκέλευσε πάντας οὕτω πιεῖν, ὡς ἂν αὐτὸν ἴδωσι·; καὶ κεραμίου στενοῦ κομισθέντος, εἰς τοῦτο τὸν ἀσθενῆ πόδα καθεὶς ἐξέπιε τὸ ποτήριον, οἱ δʼ ἄλλοι πάντες, ὡς ἐφαίνετο πειρωμένοις ἀδύνατον, ἀπέτισαν τὴν ζημίαν. χαρίεις οὖν Ἀγαπήστωρ καὶ ποιητέον εὐκόλους οὕτω καὶ ἱλαρὰς τὰς ἀμύνας, ἀλλὰ μὴν καὶ προστάγμασιν ἐθιστέον χρῆσθαι πρὸς ἡδονὴν καὶ ὠφέλειαν, τὰ οἰκεῖα καὶ δυνατὰ καὶ κοσμοῦντα τὸν δρῶντα προστάσσοντας, ᾠδικοῖς ᾆσαι, ῥητορικοῖς εἰπεῖν, φιλοσόφοις λῦσαί τι τῶν ἀπορουμένων, ποιηταῖς προενέγκασθαι στίχους. ἡδέως γὰρ εἰς τοῦθʼ ἕκαστος ἄγεται καὶ προθύμως, ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν ὁ μὲν οὖν τῶν Ἀσσυρίων βασιλεὺς ἆθλον ὑπὸ κήρυκος κατήγγειλε τῷ καινὴν ἡδονὴν ἐξευρόντι· συμποσίου δὲ βασιλεὺς; ἀστεῖον ἆθλον ἂν καὶ γέρας προθείη τῷ παιδιὰν ἀνύβριστον εἰσηγησαμένῳ καὶ τέρψιν ὠφέλιμον καὶ γέλωτα μὴ μώμου μηδʼ ὕβρεων ἀλλὰ χάριτος καὶ φιλοφροσύνης ἑταῖρον· ἐν οἷς τὰ πλεῖστα ναυαγεῖ συμπόσια μὴ τυχόντα παιδαγωγίας ὀρθῆς. ἔστι δὲ σώφρονος ἀνδρὸς ἔχθραν φυλάττεσθαι καὶ ὀργήν, ἐν ἀγορᾷ τὴν ἐκ πλεονεξίας ἐν γυμνασίοις καὶ παλαίστραις ἐκ φιλονεικίας ἐν δʼ ἀρχαῖς καὶ φιλοτιμίαις ἐκ φιλοδοξίας ἐν δὲ δείπνῳ καὶ παρὰ πότον ἐκ παιδιᾶς ἐπιτιθεμένην.
§5.1
πῶς εἴρηται τὸ ποιητὴν δʼ ἄραἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν ἐζητεῖτο παρὰ Σοσσίῳ, Σαπφικῶν τινων ᾀσθέντων, ὅπου καὶ τὸν Κύκλωπα μούσαις εὐφώνοις ἰᾶσθαιφησὶ τὸν ἔρωτα Φιλόξενος. ἐλέχθη μὲν οὖν, ὅτι πρὸς πάντα τόλμαν ὁ ἔρως καὶ καινοτομίαν συγχωρῆσαι δεινός ἐστιν, ὥσπερ καὶ Πλάτων ἴτην αὐτὸν καί παντὸς ἐπιχειρητὴν ὠνόμασε· καὶ γὰρ λάλον ποιεῖ τὸν σιωπηλὸν καὶ θεραπευτικὸν τὸν αἰσχυντηλόν, ἐπιμελῆ δὲ καὶ φιλόπονον τὸν ἀμελῆ καὶ ῥᾴθυμον ὃ δʼ ἄν τις μάλιστα θαυμάσειεν, φειδωλὸς ἀνήρ τε καὶ μικρολόγος ἐμπεσὼν εἰς ἔρωτα, καθάπερ εἰς πῦρ σίδηρος ἀνεθεὶς καὶ μαλαχθείς, ἁπαλὸς καὶ ὑγρὸς καὶ ἡδίων· ὥστε τουτὶ τὸ παιζόμενον μὴ πάνυ φαίνεσθαι γελοῖον, ὅτι πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλλάντιον ἐλέχθη δὲ καὶ ὅτι τῷ μεθύειν τὸ ἐρᾶν ὅμοιόν ἐστι· ποιεῖ γὰρ θερμοὺς καὶ ἱλαροὺς καὶ διακεχυμένους· γενόμενοι δὲ τοιοῦτοι πρὸς τὰς ἐπῳδοὺς καὶ ἐμμέτρους μάλιστα φωνὰς ἐκφέρονται. καὶ τὸν Αἰσχύλον φασὶ τὰς τραγῳδίας πίνοντα ποιεῖν καὶ διαθερμαινόμενον. ἦν δὲ Λαμπρίας ὁ ἡμέτερος πάππος ἐν τῷ πίνειν εὑρετικώτατος αὐτὸς αὑτοῦ καὶ λογιώτατος· εἰώθει δὲ λέγειν ὅτι τῷ λιβανωτῷ παραπλησίως ὑπὸ θερμότητος; ἀναθυμιᾶται. καὶ μὴν ἣδιστα τοὺς ἐρωμένους ὁρῶντες οὐχ ἧττον ἡδέως ἐγκωμιάζουσιν ἢ ὁρῶσι· καὶ πρὸς πάντα λάλος ὢν ἔρως λαλίστατός ἐστιν ἐν τοῖς ἐπαίνοις. αὐτοί τε γὰρ οὕτω πεπεισμένοι τυγχάνουσι καὶ βούλονται πεπεῖσθαι πάντας, ὡς καλῶν κἀγαθῶν ἐρῶντες. τοῦτο καὶ τὸν Λυδὸν ἐπῆρε Κανδαύλην τῆς ἑαυτοῦ γυναικὸς ἐπισπᾶσθαι θεατὴν εἰς τὸ δωμάτιον τὸν τὴν οὐ βούλονται γὰρ ὑπʼ ἄλλων μαρτυρεῖσθαι· διὸ καὶ γράφοντες ἐγκώμια τῶν καλῶν ἐπικοσμοῦσιν αὐτὰ μέλεσι καὶ μέτροις καὶ ᾠδαῖς, ὥσπερ εἰκόνας χρυσῷ καλλωπίζοντες, ὅπως ἀκούηταί τε μᾶλλον ὑπὸ πολλῶν καὶ μνημονεύηται· καὶ γὰρ ἂν ἵππον καὶ ἀλεκτρυόνα, κἂν ἄλλο τι τοῖς ἐρωμένοις διδῶσι, καλὸν εἶναι καὶ κεκοσμημένον ἐκπρεπῶς βούλονται καὶ περιττῶς τὸ δῶρον· μάλιστα δὲ λόγον κόλακα προσφέροντες ἡδὺν ἐθέλουσι φαίνεσθαι καὶ γαῦρον καὶ περιττόν, οἷος ὁ ποιητικός ἐστιν.
§5.2
ὁ μέντοι Σόσσιος ἐπαινέσας ἐκείνους, εἶπεν ὡς οὐ χεῖρον ἄν τις ἐπιχειρήσειεν ὁρμηθεὶς ἀφʼ ὧν Θεόφραστος εἴρηκε περὶ μουσικῆς· καὶ γὰρ ἔναγχος ἔφη τὸ βιβλίον ἀνέγνων. λέγει δὲ Θεόφραστος μουσικῆς ἀρχὰς τρεῖς εἶναι, λύπην, ἡδονήν, ἐνθουσιασμόν, ὡς ἑκάστου τῶν αὐτῶν παρατρέποντος ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος τὴν φωνήν. αἵ τε γὰρ λῦπαι τὸ γοερὸν καὶ θρηνητικὸν ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσι· διὸ καὶ τοὺς ῥήτορας ἐν τοῖς ἐπιλόγοις καὶ τοὺς ὑποκριτὰς ἐν τοῖς ὀδυρμοῖς ἀτρέμα τῷ μελῳδεῖν προσάγοντας ὁρῶμεν καὶ παρεντείνοντας τὴν φωνήν. αἵ τε σφοδραὶ περιχάρειαι τῆς ψυχῆς τῶν μὲν ἐλαφροτέρων τῷ ἤθει καὶ τὸ σῶμα πᾶν ἐπαίρουσι καὶ παρακαλοῦσιν εἰς ἔνρυθμον κίνησιν, ἐξαλλομένων καὶ κροτούντων εἴπερ ὀρχεῖσθαι μὴ δύνανται· μανίαι τʼ ἀλαλαὶ τʼ ὀρινομένωνῥιψαύχενι σὺν κλόνῳ κατὰ Πίνδαρον. οἱ δὲ χαρίεντες ἐν τῷ πάθει τούτῳ γενόμενοι τὴν φωνὴν μόνην εἰς τὸ ᾅδειν καὶ φθέγγεσθαι μέτρα καὶ μέλη προΐενται. μάλιστα δʼ ὁ ἐνθουσιασμὸς ἐξίστησι καὶ παρατρέπει τό τε σῶμα καὶ τὴν φωνὴν τοῦ συνήθους καὶ καθεστηκότος. ὅθεν αἵ τε βακχεῖαι ῥυθμοῖς χρῶνται καὶ τὸ χρησμῳδεῖν ἐμμέτρως παρέχεται τοῖς ἐνθεαζομένοις· τῶν τε μαινομένων ὀλίγους ἰδεῖν ἔστιν ἄνευ μέτρου καὶ ᾠδῆς ληροῦντας. οὕτω δὲ τούτων ἐχόντων, εἰ βούλοιο καθορᾶν ὑπʼ αὐγὰς διαπτύξας τὸν ἔρωτα καὶ καταμανθάνειν, οὐκ ἂν ἄλλο πάθος εὕροις οὔτε λύπας δριμυτέρας ἔχον οὔτε σφοδροτέρας περιχαρείας οὒτε μείζονας ἐκστάσεις καὶ παραφροσύνας· ἀλλʼ ὥσπερ τὴν Σοφοκλέους πόλιν ἰδεῖν ἔστιν ἀνδρὸς ἐρωτικοῦ ψυχὴν ὁμοῦ μὲν θυμιαμάτων γέμουσαν, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τὰ τʼ ἄλλα φιλόφωνός ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων, ὡς οὐδὲν ἄλλο πάθος, ἐπίφορος καὶ κατάντης.
Wine and the body
§6.1
λόγος ἦν περὶ Ἀλεξάνδρου τοῦ βασιλέως, ὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ πίνειν καὶ διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος. ἀπεδείκνυε δʼ αὐτοὺς φλυαροῦντας Φιλῖνος ἐκ τῶν βασιλικῶν ἐφημερίδων, ἐν αἷς συνεχέστατα γέγραπται καὶ πλειστάκις ὅτι τήνδε τὴν ἡμέραν ἐκ τοῦ πότου καθεύδων ἔστι δʼ ὅτε καὶ τὴν ἐφεξῆς· διὸ καὶ πρὸς τὰς συνουσίας ἀργότερος ἦν ὀξὺς δὲ καὶ θυμοειδὴς ἅπερ ἐστὶ σωματικῆς θερμότητος. λέγεται δὲ καὶ τοῦ χρωτὸς ἣδιστον ἀποπνεῖν, ὥστε καταπιμπλάναι τοὺς χιτωνίσκους εὐωδίας ἀρωματιζούσης. ὃ δοκεῖ καὶ αὐτὸ θερμότητος εἶναι· διὸ καὶ τῆς οἰκουμένης οἱ ξηρότατοι καὶ θερμότατοι τόποι τὴν τε κασίαν καὶ τὸν λιβανωτὸν ἐκφέρουσι· πέψει γάρ τινι τῶν ὑγρῶν ὁ Θεόφραστός; φησιν ἐπιγίγνεσθαι τὴν εὐωδίαν, ὅταν ἐξαιρεθῇ τὸ βλαβερὸν ὑγρὸν ὑπὸ θερμότητος. δοκεῖ δὲ καὶ Καλλισθένης ἐν διαβολῇ γενέσθαι πρὸς αὐτόν, ὡς δυσχεραίνων δειπνεῖν διὰ τὸν πότον· ἐπεὶ καὶ κύλικα λεγομένην Ἀλεξάνδρου μεγάλην, ἐλθοῦσαν ἐπʼ αὐτὸν, ἀπεώσατο φήσας οὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι. ταῦτα μὲν οὖν περὶ τῆς Ἀλεξάνδρου πολυποσίας.
§6.2
Μιθριδάτην δὲ τὸν πολεμήσαντα Ῥωμαίοις ἐν τοῖς ἀγῶσιν, οὓς ἐπετέλει, καὶ πολυφαγίας ἆθλα θεῖναι καὶ πολυποσίας φασί· νικῆσαι δʼ αὐτὸν ἀμφότερα, καὶ ὅλως πιεῖν πλεῖστον τῶν καθʼ αὑτὸν ἀνθρώπων, διὸ καὶ Διόνυσον ἐπικληθῆναι. τοῦθʼ ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως· νηπίου γὰρ ὄντος αὐτοῦ κεραυνὸς ἐπέφλεξε τὰ σπάργανα, τοῦ δὲ σώματος οὐχ ἥψατο, πλὴν ὅσον ἴχνος τι τοῦ πυρὸς ἐν τῷ μετώπῳ κρατουμένῳ ὑπὸ τῆς κόμης μένειν αὐτῷ παιδί· καὶ ἀνδρὸς ἤδη πάλιν ἐπὶ τὸ δωμάτιον ἐμπεσὼν κεραυνὸς αὐτοῦ μὲν κατέπεσε καθεύδοντος, τῆς δὲ φαρέτρας ὑποκρεμαμένης διεξῆλθε τὰ βέλη πυρακτώσας. οἱ μὲν οὖν μάντεις ἀπεφήναντο πλεῖστον αὐτὸν ἰσχύσειν ἀπὸ τῆς τοξικῆς καὶ κούφης στρατιᾶς, οἱ δὲ πολλοὶ Διόνυσον αὐτὸν ἀπὸ τῶν κεραυνοβολιῶν ὁμοιότητι τοῦ πάθους προσηγόρευσαν.
§6.3
ἐκ τούτου περὶ τῶν πολὺ πιόντων ἦν λόγος· ἐν οἷς καὶ τὸν πύκτην Ἡρακλείδην ἐτίθεσαν, ὃν Ἡρακλοῦν Ἀλεξανδρεῖς ὑπεκορίζοντο, κατὰ τοὺς πατέρας ἡμῶν γενόμενον. οὗτος ἀπορῶν συμπότου παραμένοντος, ἐκάλει τοὺς μὲν ἐπὶ πρόπωμα τοὺς δʼ ἐπʼ ἄριστον ἄλλους δʼ ἐπὶ δεῖπνον, ἐσχάτους δέ τινας ἐπὶ κῶμον· ἀπαλλαττομένων δὲ τῶν πρώτων, δεύτεροι συνῆπτον εἶτʼ ἐφεξῆς οἱ τρίτοι καὶ τέταρτοι· κἀκεῖνος οὐθὲν διάλειμμα ποιῶν ἅπασιν ἐξήρκει καὶ τοὺς τέσσαρας πότους συνδιέφερε.
§6.4
τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων ὁ πάντας ἐν τῷ πίνειν προτρεπόμενος ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶν πέντʼ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι· κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδʼ ἐπὶ μικρὸν ἀντέσχεν. ἔνιοι μὲν οὖν ᾤοντο τὰς ἀμυγδαλίδας δηκτικόν τι καὶ ῥυπτικὸν ἔχειν τῆς σαρκός, ὥστε καὶ τῶν προσώπων τὰς ἐφηλίδας ἐξαιρεῖν· ὅταν οὖν προληφθῶσι, τῇ πικρότητι τοὺς πόρους ἀμύσσειν καὶ δηγμὸν ἐμποιεῖν, ὑφʼ οὗ τὸ ὑγρὸν κατασπῶσιν ἀπὸ τῆς κεφαλῆς διατμιζόμενον. ἡμῖν δὲ μᾶλλον ἡ τῆς πικρότητος ἐδόκει δύναμις ἀναξηραντικὴ καὶ δάπανος ὑγρῶν εἶναι· διὸ τῇ γεύσει πάντων ἐστὶ τῶν χυλῶν ὁ πικρὸς ἀηδέστατος· τὰ γὰρ φλέβια τῆς γλώττης, ὡς ὁ Πλάτων φησί, μαλακὰ καὶ νοτερὰ ὄντα, συντείνει παρὰ φύσιν ἡ τῆς ξηρότητος δύναμις, ἐκτηκομένων τῶν ὑγρῶν. καὶ τὰ ἕλκη τοῖς πικροῖς ἀπισχναίνουσι φαρμάκοις, ὡς ὁ ποιητής φησιν ἐπὶ δὲ ῥίζαν βάλε πικρὴνχερσὶ διατρίψας ὀδυνήφατον, ἣ οἱ ἁπάσαςἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα. τὸ γὰρ τῇ γεύσει πικρὸν τῇ δυνάμει ξηραντικὸν ὀρθῶς προσηγόρευσε. φαίνεται δὲ καὶ τὰ διαπάσματα τῶν γυμνικῶν, οἷς ἀναρπάζουσι τοὺς ἱδρῶτας, πικρὰ τῇ γύσει καὶ στυπτικὰ ὄντα σφοδρότητι τοῦ στρυφνοῦ τὸ πικρόν. οὕτως οὖν ἔφην τούτων ἐχόντων, εἰκότως ἡ τῶν ἀμυγδαλῶν πικρότης βοηθεῖ πρὸς τὸν ἄκρατον, ἀναξηραίνουσα τοῦ σώματος τὰ ἐντὸς καὶ οὐκ ἐῶσα πίμπλασθαι τὰς φλέβας, ὧν διατάσει φασὶ καὶ ταραχῇ συμβαίνει τὸ μεθύειν. τεκμήριον δὲ τοῦ λόγου μέγα τὸ συμβαῖνον περὶ τὰς ἀλώπεκας· ἂν γὰρ ἀμυγδάλας πικρὰς φαγοῦσαι μὴ ἐπιπίωσιν, ἀποθνήσκουσι τῶν ὑγρῶν ἀθρόως ἐκλειπόντων.
§7.1
ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν, ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδʼ ἀληθὲς λέγοντες. καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ταὐτὸ συμβέβηκε. δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ προσπέσωσιν αἰτία δʼ ἡ τῆς ἕξεως ἄνεσις· ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἣ τʼ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς· κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον. ἡ δʼ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής· τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν. ὁμοιότατον δὲ γίγνεται τὸ τῆς ἀκοῆς· οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον, οἷον ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν· ἐνδόντος δὲ τούτου καὶ χαλάσαντος, ἀργὸν ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἷον ὁ ἄκρατός ἐστι, δεόμενον.
§8.1
ταῦτα δʼ ἡμῶν εἰς τὸ προκείμενον εὑρησιλογούντων, ἐδόκει τὸ τῆς ὄψεως ς ἀντιπίπτειν. οἱ γὰρ πρεσβύτεροι πόρρω τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἀναγιγνώσκουσιν, ἐγγύθεν δʼ οὐ δύνανται· καὶ τοῦτο παραδηλῶν ὁ Αἰσχύλος φησὶν οὐδὲ ἀπὸ αὐτόν· οὐ γὰρ ἐγγύθεν ἐνδηλότερον δὲ Σοφοκλῆς ταὐτὸ περὶ τῶν γερόντων· βαρεῖα μὲν γὰρ ἐν λόγοισι προσβολὴμόλις διʼ ὠτὸς ἔρχεται τρυπωμένου,πόρρω δὲ λεύσσων, ἐγγύθεν δὲ πᾶς τυφλός. εἴπερ οὖν πρὸς τὴν ἐπίτασιν καὶ σφοδρότητα μᾶλλον ὑπακούει τὰ τῶν γερόντων αἰσθητήρια, πῶς ἐν τῷ ἀναγιγνώσκειν τὸν ἐγγύθεν ἀντιφωτισμὸν οὐ φέρουσιν, ἀλλὰ παράγοντες ἀπωτέρω τὸ βιβλίον ιο ἐκλύουσι τὴν λαμπρότητα τῷ ἀέρι καθάπερ οἶνον ὕδατι κατακεραννυμένην;
§8.2
ἦσαν μὲν οὖν οἳ πρὸς τοῦτʼ ἔλεγον, ὡς ἀπάγουσι τῶν ὄψεων τὸ βιβλίον, οὐ μαλακώτερον τὸ φῶς ποιοῦντες, ἀλλʼ οἷον ἐπιδραττόμενοι καὶ περιλαμβάνοντες αὐγὴν πλείονα καὶ πληροῦντες ἀέρος λαμπροῦ τὴν μεταξὺ τῶν ὀμμάτων καὶ τῶν γραμμάτων χώραν. ἕτεροι δὲ τοῖς συμβάλλουσι τὰς αὐγὰς μετεῖχον ἐπεὶ γὰρ ἀποτείνεται τῶν ὀφθαλμῶν ἑκατέρου κῶνος, πρὸς τῷ ὄμματι τὴν κορυφὴν ἔχων, ἕδραν δὲ καὶ βάσιν ἣ περιλαμβάνει τὸ ὁρώμενον, ἄχρι μέν τινος εἰκός ἐστιν ἰδίᾳ τῶν κώνων ἑκάτερον φέρεσθαι· γενόμενοι δʼ ἀπωτέρω καὶ συμπεσόντες ἀλλήλοις ἓν τὸ φῶς ποιοῦσι· διὸ καὶ τῶν ὁρωμένων ἕκαστον ἓν οὐ δύο φαίνεται, καίπερ ἀμφοτέροις ἅμα τοῖς ὄμμασι καταφαινόμενον· αἰτία γὰρ ἡ τῶν κώνων σύναψις εἰς ταὐτὸ καὶ σύλλαμψις ἐκ δυεῖν μίαν ὄψιν ἀπειργασμένη. τούτων δʼ οὕτως ἐχόντων, οἱ μὲν ἐγγὺς προσάγοντες τὰ γράμματα πρεσβῦται, μηδέπω τῶν αὐγῶν συγκεχυμένων, ἀλλʼ ἑκατέρᾳ χωρὶς ἐπιθιγγάνοντες ἀσθενέστερον ἐπιλαμβάνονται· οἱ δʼ ἀπωτέρω προθέμενοι, μεμιγμένου τοῦ φωτὸς ἤδη καὶ πολλοῦ γεγονότος, μᾶλλον ἐξακριβοῦσιν ὥσπερ οἱ ταῖς δυσὶν ὁμοῦ χερσὶ κατέχοντες, ὃ τῇ ἑτέρᾳ μὴ δύνανται.
§8.3
Λαμπρίας δʼ ὁ ἀδελφὸς τὴν Ἱερωνύμου οὐκ ἀνέγνωκεν εὐφυΐαν ἐμπεσὼν, ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσι πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ· διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν ἀνενεχθέντων δʼ εἰς τὸν ἀέρα καὶ λαβόντων διαστήματα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθʼ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθέων ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν· ἂν δʼ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδʼ ἄκρατον ὀδώδασιν. αἴτιον δʼ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένην· ἂν δʼ ἄπωθεν, τὰ μὲν θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δʼ εἰλικρινὲς καὶ θερμὸν αὐτοῦ ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν.
§8.4
ἡμεῖς δὲ τὴν Πλατωνικὴν φυλάττοντες ἀρχὴν ἐλέγομεν ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπίπτον ἀνακίρναται τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθʼ ἓν ἐξ ἀμφοῖν σῶμα διʼ ὅλου συμπαθὲς γενέσθαι. κεράννυται δʼ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳ καὶ ποσότητος· οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλʼ ἀπʼ ἀμφοῖν ἔς τι μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων μίαν δύναμιν ἀποτελεσθῆναι. ὄντος οὖν τοῦ τῶν παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς εἴτʼ αὐγήν, ἀσθενοῦς καὶ ἀδρανοῦς, οὐ γίγνεται κρᾶσις πρὸς αὐτὸ τῷ ἐκτὸς οὐδὲ μῖξις ἀλλὰ φθορὰ καὶ σύγκρισις, ἂν μὴ μακρὰν τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἐκλύωσι τὴν ἄγαν λαμπρότητα τοῦ φωτός, ὥστε μὴ πολλὴν μηδʼ ἄκρατον ἀλλʼ ὁμοιοπαθῆ καὶ σύμμετρον ἀπαντῆσαι πρὸς τὴν ὄψιν. ὃ δὴ καὶ τοῦ περὶ τὰ νυκτίνομα τῶν ζῴων παθήματος αἴτιόν ἐστιν ἡ γὰρ ὄψις αὐτῶν ὑπὸ τοῦ μεθημερινοῦ φωτὸς ἀδρανὴς οὖσα κατακλύζεται καὶ κρατεῖται, μὴ δυναμένη πρὸς πολὺ καὶ ἰσχυρὸν ἀπʼ ἀσθενοῦς καὶ ὀλίγης ἀρχῆς κεράννυσθαι· πρὸς δὲ τὸ ἀμαυρὸν καὶ λεπτὸν οἷον ἀστέρος φῶς αὐγὴν διαρκῆ καὶ σύμμετρον ἐξίησιν, ὥστε κοινωνεῖν καὶ συνεργεῖσθαι τὴν αἴσθησιν.
§9.1
Θέων ὁ γραμματικός, ἑστιωμένων ἡμῶν παρὰ Μεστρίῳ Φλώρῳ, πρὸς Θεμιστοκλέα τὸν Στωικὸν διηπόρησε, τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι καὶ τὸ τῶν ἐρίων τοὺς πόκους ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι καὶ τὸ νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας· οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν. ὁ δὲ Θεμιστοκλῆς εἰπὼν, ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προύθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ παρὰ τὸ εἰκός, ἐπιστρέφων σοὶ δʼ ἔφη βέλτιστε, τί πρᾶγμα περὶ τούτων διαπορεῖν; εἰ γὰρ ἡμῖν αἰτίων ζητητικὸς καὶ θεωρητικὸς γέγονας, μὴ μακρὰν οὕτως ἀποσκήνου τῶν ἰδίων, ἀλλʼ εἰπὲ διʼ ἣν αἰτίαν Ὅμηρος ἐν τῷ ποταμῷ πλύνουσαν οὐκ ἐν τῇ θαλάττῃ, καίπερ ἐγγὺς οὔσῃ, τὴν Ναυσικάαν πεποίηκε, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι.
§9.2
καὶ ὁ Θέων ἀλλὰ τοῦτὸ γʼ εἶπε τῶν γεωδῶν Ἀριστοτέλης πάλαι διαλέλυκεν, ὃ προβέβληκας ἡμῖν. καὶ γὰρ τῇ θαλάττῃ τὸ ραχὺ καὶ γεῶδες ἐνδιέσπαρται καὶ τοῦτο ποιεῖ τὴν ἁλυκότητα μεμιγμένον· ᾗ καὶ μᾶλλον ἡ θάλαττα τούς τε νηχομένους ἐξαναφέρει καὶ στέγει τὰ βάρη, τοῦ γλυκέος ἐνδιδόντος διὰ κουφότητα καὶ ἀσθένειαν ἔστι γὰρ ἄμικτον καὶ καθαρόν· ὅθεν ἐνδύεται διὰ λεπτότητα καὶ διεξιὸν τοῦ θαλαττίου μᾶλλον ἐκτήκει τὰς κηλῖδας. ἢ οὐ δοκεῖ σοι τοῦτο πιθανῶς λέγειν Ἀριστοτέλης;
§9.3
πιθανῶς ἔφην ἐγὼ οὐ μὴν ἀληθῶς· ὁρῶ γὰρ ὅτι καὶ τέφρᾳ καὶ λίθοις, κἂν μὴ παρῇ δὲ ταῦτα, κονιορτῷ πολλάκις παχύνουσι τὸ ὕδωρ, ὡς μᾶλλον τῶν γεωδῶν τῇ παχύτητι καταπλύνειν δυναμένων τὸν ῥύπον, αὐτοῦ δὲ τοῦ ὕδατος διὰ λεπτότητα καὶ ἀσθένειαν οὐχ ὁμοίως τοῦτο δρῶντος. τὸ μὲν οὖν παχυμερὲς τῆς θαλάττης οὐ πετουτόποτε πρὸς τήν κα δὲ τὴν δριμύτητα· καὶ γὰρ αὕτη τοὺς πόρους ἀναστομοῦσα καὶ ἀνοίγουσα κατασύρει τὸν ῥύπον. ἐπεὶ δὲ πᾶν τὸ λιπαρὸν δυσέκπλυτὸν ἐστι καὶ κηλῖδα ποιεῖ, λιπαρὰ δʼ ἡ θάλασσα, τοῦτʼ ἂν αἴτιον εἴη μάλιστα τοῦ μὴ καλῶς πλύνειν. ὅτι δʼ ἐστὶ λιπαρά, καὶ αὐτὸς εἴρηκεν Ἀριστοτέλης· οἵ τε γὰρ ἅλες λίπος ἔχουσι καὶ τοὺς λύχνους βέλτιον παρέχουσι καομένους· αὐτή θʼ ἡ θάλαττα προσραινομένη ταῖς φλοξὶ συνεκλάμπει, καὶ κάεται μάλιστα τῶν ὑδάτων τὸ θαλάττιον· ὡς δʼ ἐγᾦμαι, διὰ τοῦτο καὶ θερμότατόν ἐστιν. οὐ μὴν ἀλλὰ καὶ κατʼ ἄλλον τρόπον ἐπεὶ τῆς πλύσεως τέλος ἡ ψῦξίς ἐστι καὶ μάλιστα φαίνεται καθαρὸν τὸ μάλιστα ξηρὸν γιγνόμενον· δεῖ δὴ τὸ πλῦνον ὑγρὸν τῷ ῥύπῳ ταχέως συνεξελθεῖν, ὥσπερ τῷ νοσήματι τὸν ἐλλέβορον. τὸ μὲν οὖν γλυκὺ ῥᾳδίως ὁ ἥλιος ἐξάγει διὰ κουφότητα, τὸ δʼ ἁλμυρὸν ἐνισχόμενον τοῖς πόροις διὰ τραχύτητα δυσξήραντόν ἐστι.
§9.4
καὶ ὁ Θέων ὑπολαβών οὐδέν ἔφη λέγεις· Ἀριστοτέλης γὰρ ἐν ταὐτῷ βιβλίῳ φησὶ τοὺς ἐν θαλάττῃ λουσαμένους τάχιον ἀποξηραίνεσθαι τῶν γλυκέσι χρησαμένων, ἂν ἐν ἡλίῳ στῶσι.λέγει γάρεἶπον· ἀλλʼ ᾤμην σε μᾶλλον Ὁμήρῳ τἀναντία λέγοντι πιστεύσειν. ὁ γὰρ Ὀδυσσεὺς μετὰ τὸ ναυάγιον ἐντυγχάνει τῇ Ναυσικάᾳ σμερδαλέος ὀφθῆναι, κεκακωμένος ἅλμῃ, καὶ πρὸς τὰς θεραπαινίδας φησὶν ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἂν ἐγὼ αὐτὸςἅλμην ὤμοιιν ἀπολούσομαι. καταβὰς δʼ εἰς τὸν ποταμὸν ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον, ὑπερφυῶς τοῦ ποιητοῦ τὸ γιγνόμενον συνεωρακότος. ὅταν γὰρ ἐκ τῆς θαλάττης ἀναδύντες ἐν τῷ ἡλίῳ στῶσι, τὸ λεπτότατον καὶ κουφότατον τῆς ὑγρασίας ἡ θερμότης διεφόρησε· τὸ δʼ ἁλμυρὸν αὐτὸ καὶ τραχὺ καταλειφθὲν ἐφίσταται καὶ παραμένει τοῖς σώμασιν ἁλώδης ἐπίπαγος, μέχρι ἂν αὐτὸ ποτίμῳ καὶ γλυκεῖ κατακλύσωσιν.
§10.1
ἐν δὲ τοῖς Σαραπίωνος ἐπινικίοις, ὅτε τῇ Λεοντίδι φυλῇ τὸν χορὸν διατάξας ἐνίκησεν, ἑστιωμένοις ἡμῖν ἅτε δὴ καὶ φυλέταις οὖσι δημοποιήτοις, οἰκεῖοι λόγοι τῆς ἐν χειρὶ φιλοτιμίας παρῆσαν . ἔσχε γὰρ ὁ ἀγὼν ἐντονωτάτην ἅμιλλαν, ἀγωνοθετοῦντος ἐνδόξως καὶ μεγαλοπρεπῶς Φιλοπάππου τοῦ βασιλέως ταῖς φυλαῖς ὁμοῦ πάσαις χορηγοῦντος. ἐτύγχανε δὲ συνεστιώμενος ἡμῖν καὶ τῶν παλαιῶν τὰ μὲν λέγων τὰ δʼ ἀκούων διὰ φιλανθρωπίαν οὐχ ἧττον ἢ φιλομάθειαν.
§10.2
Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματικοῦ. Νεάνθη τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ γέρας ὑπῆρχε τὸ μὴ κρίνεσθαι τὸν αὐτῆς χορὸν ἔσχατον· εἰ μὲν οὖν ἔφη πρὸς ἀπόδειξιν ἱστορίας ὁ ἀνα εἰ δὲ τοῦτὸ γʼ οὐ νοθεύει, προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις εἰπόντος δὲ τοῦ ἑταίρου Μίλωνος ἂν οὖν ψεῦδος ᾖ τὸ λεγόμενον;οὐδέν ἔφη δεινόν ὁ Φιλόπαππος εἰ ταὐτὸ πεισόμεθα Δημοκρίτῳ τῷ σοφῷ διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται, τὴν αἰτίαν ἔφη δεῖ με τῆς γλυκύτητος εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής·κατάκεισο δή τὸ γύναιον εἶπε μειδιῶν, ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον· ὁ δʼ ὥσπερ ἀχθεσθεὶς ἀπέκναισας εἶπε καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῷ λόγῳ καὶ ζητήσω τὴν αἰτίαν, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῷ σικύῳ τῆς γλυκύτητος. οὐκοῦν μηδʼ ἡμεῖς τὴν Νεάνθους ἐν ἐνίοις εὐχέρειαν ἀποδράσεως ποιησώμεθα πρόφασιν ἐγγυμνάσασθαι γάρ, εἰ μηδὲν ἄλλο χρήσιμον, ὁ λόγος παρέξει.
§10.3
πάντες οὖν ὁμαλῶς ἐρρύησαν πρὸς τὸ τὴν φυλὴν ἐγκωμιάζειν, εἴ τι καλὸν πρὸς δόξαν αὐτῇ ὑπῆρχεν ἀναλεγόμενοι. καὶ γὰρ ὁ Μαραθὼν εἰς, μέσον εἵλκετο, δῆμος ὢν ἐκείνης τῆς φυλῆς· καὶ τοὺς περὶ Ἁρμόδιον Αἰαντίδας ἀπέφαινον, Ἀφιδναίους γε δὴ τῶν δήμων γεγονότας. Γλαυκίας δʼ ὁ ῥήτωρ καὶ τὸ δεξιὸν κέρας Αἰαντίδαις τῆς ἐν Μαραθῶνι παρατάξεως ἀποδοθῆναι, ταῖς Αἰσχύλου εἰς τὴν μεθορίαν ἐλεγείαις πιστούμενος, ἠγωνισμένου τὴν μάχην ἐκείνην ἐπιφανῶς· ἔτι δὲ καὶ Καλλίμαχον ἀπεδείκνυε τὸν πολέμαρχον ἐξ ἐκείνης ὄντα τῆς φυλῆς, ὃς αὑτόν τε παρέσχεν ἄριστον ἄνδρα καὶ τῆς μάχης μετά γε Μιλτιάδην αἰτιώτατος κατέστη, σύμψηφος ἐκείνῳ γενόμενος. ἐγὼ δὲ τῷ Γλαυκίᾳ προσετίθην, ὅτι καὶ τὸ ψήφισμα, καθʼ ὃ τοὺς Ἀθηναίους ἐξήγαγε, τῆς Αἰαντίδος φυλῆς πρυτανευούσης γραφείη, καὶ ὅτι περὶ τὴν ἐν Πλαταιαῖς μάχην εὐδοκιμήσειεν ἡ φυλὴ μάλιστα· διὸ καὶ ταῖς Σφραγίτισι Νύμφαις τὴν ἐπινίκιον καὶ πυθόχρηστον ἀπῆγον Αἰαντίδαι θυσίαν εἰς Κιθαιρῶνα, τῆς πόλεως τὸ ἱερεῖον καὶ τἄλλα παρεχούσης αὐτοῖς. ἀλλʼ ὁρᾷς ἔφην ὅτι πολλὰ καὶ ταῖς ἄλλαις φυλαῖς ὑπάρχει, καὶ πρώτην γε τὴν ἐμὴν ἴστε δὴ τὴν Λεοντίδα μηδεμιᾷ δόξης ὑφιεμένην. σκοπεῖτε δὲ δή, μὴ πιθανώτερον λέγεται τὸ παραμύθιον τοῦ ἐπωνύμου τῆς φυλῆς καὶ παραίτησιν εἶναι τὸ γιγνόμενον· οὐ γὰρ εὔκολος ἐνεγκεῖν ἧτταν ὁ Τελαμώνιος, ἀλλʼ οἷος ἀφειδεῖν πάντων ὑπʼ ὀργῆς καὶ φιλονεικίας· ἵνʼ οὖν μὴ χαλεπὸς μηδʼ ἀπαραμύθητος, ἔδοξε τῆς ἥττης ἀφελεῖν τὸ δυσχερέστατον, εἰς τὴν ἐσχάτην χώραν μηδέποτε τὴν φυλὴν αὐτοῦ καταβαλόντας.
Tap any Greek word to look it up