Δαματρίας
§1 Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς ἀκούσασα, παραγενόμενον ἀνεῖλε τὸ δʼ ἐπίγραμμα ἐπʼ αὐτῆς τόδε τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ, ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up